Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Herakles
EuripidesHerakles 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1ἈμφιτρύωνΤίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτεἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους; ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴςσπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρηςἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιντεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυΚρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτελωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺςδόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸςἈργεῖα τείχη καὶ Κυκλωπίαν πόλινὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼνἨλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰςἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕποκέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμαβέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύναἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. γέρων δὲ δή τις ἔστι Καδμείων λόγοςὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκοςτὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸςἈμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός. οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών, κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν. ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένονκακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται. τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸςὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκοςτοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλεικτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον, κἄμʼ— εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγεινγέροντʼ ἀχρεῖον— μή ποθʼ οἵδʼ ἠνδρωμένοιμήτρωσιν ἐκπράξωσιν αἵματος δίκην. ἐγὼ δέ— λείπει γάρ με τοῖσδʼ ἐν δώμασιντροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸςμέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός— σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους, βωμὸν καθίζω τόνδε σωτῆρος Διός, ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατοΜινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν, σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳπλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοιδόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας. φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν. τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία· ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶτύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
1.2
60Μεγάραὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλινστρατηλατήσας κλεινὰ Καδμείων δορός, ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές. ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης, ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ, ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέριπηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα, ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο, ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖςσῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη. οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς; τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοιζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρωλόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅτανπύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ. νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίαςἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω. ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ· φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους· οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίαςἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχειςλέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ. Ἀμφιτρύωνὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδεφαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου· χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. Μεγάραλύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος; Ἀμφιτρύωνκαὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. Μεγάρακἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον. Ἀμφιτρύωνἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη. Μεγάραὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος. Ἀμφιτρύωνἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμοςἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν, ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνωνπηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει· οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς. ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα. οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσιπέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ. Χορός— ὑπώροφα μέλαθρα καὶγεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροιςἔρεισμα θέμενος, ἐστάληνἰηλέμων γόων ἀοι- δὸς ὥστε πολιὸς ὄρνις, ἔπεα μόνον καὶ δόκη- μα νυκτερωπὸν ἐννύχων ὀνείρων, τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ. ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ, ὦ γεραιὲ σύ τε τάλαινα μᾶ- τερ, ἃ τὸν Ἀίδα δόμοιςπόσιν ἀναστενάζεις.
1.3
119Χορός— μὴ προκάμητε πόδα βαρύ τεκῶλον ὥστε πρὸς πετραῖονλέπας ζυγηφόρον πῶλονἀνέντες ὡς βάρος φέροντροχηλάτοιο πώλου. λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος· γέρων γέροντα παρακόμιζʼ, ᾧ ξύνοπλα δόρατα νέα νέῳτὸ πάρος ἐν ἡλίκων πόνοιςξυνῆν ποτʼ, εὐκλεεστάτας
1.4
130Χορός— ἴδετε, πατέρος ὡς γορ- γῶπες αἵδε προσφερεῖςὀμμάτων αὐγαί, τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνωνοὐδʼ ἀποίχεται χάρις. Ἑλλὰς ὦ ξυμμάχουςοἵους οἵους ὀλέσα- σα τούσδʼ ἀποστερήσῃ.
1.5
138Χορός— ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸςΛύκον περῶντα τῶνδε δωμάτων πέλας. Λύκοςτὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότηςὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι. τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον; τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν; ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενονπιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαντὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών, σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς, ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών, σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει, ὕδραν ἕλειον εἰ διώλεσε κτανὼνἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼνβραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν. τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκατοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών; ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίαςθηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος, ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶοὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων, κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν. ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας, ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεταιδορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼνΚρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺςχρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.
1.6
170Ἀμφιτρύωντῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρειπαιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλειλόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθενδεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν. πρῶτον μὲν οὖν τἄρρητʼ— ἐν ἀρρήτοισι γὰρτὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες— σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν. Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε, ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασινΓίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλητὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν· τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος, Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν, ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν. Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδα⋯ οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπουἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν. τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν, μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ. ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλωνκαὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖςαὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας, θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματιθάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον· ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον, ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶςἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεταιτυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιντὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις, ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃσοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶςσῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον. λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίανγνώμην ἔχουσι τῶν καθεστώτων πέρι. παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις; τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν, εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸςδέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ, εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα, ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις, ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός· βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ. φεῦ· ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαιλόγους ὀνειδιστῆρας ἐνδατούμενος· τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε; ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼνΘήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν. οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ— οὐδʼ ἀνέξομαί ποτεσιγῶν— κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν, ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλαφέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτωνχέρσου τʼ ἀμοιβάς— ὧν ἐμόχθησας χάριν. τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλιςοὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλονδεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν, λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκουςκαθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέρανφεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ. Χορόςἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶθνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν; Λύκοςσὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς. ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰςτέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸςκορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει, βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλαἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματαπάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼνκρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε. ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοιγνώμαισιν ὄντες, οὐ μόνον στενάξετετοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμουτύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲδοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος. Χορός— ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲλάβρον δράκοντος ἐξερημώσας γένυν, οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρακαθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢνἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν; ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.— οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε, ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτετοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆςἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.— ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις, ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.— κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺςθανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;— ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ, ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας. ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά μεκαὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν. ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλιςστάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν. οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο. Μεγάραγέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκαὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών· ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοιπάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων, γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖνδεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν. ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼνμὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλωνδιδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά· σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο· οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις, ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοιδόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖςκάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ, ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον. σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι· ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο; καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν; ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν; ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών, σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς· ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις. ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθαφυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον, πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν· ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοιςἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον. τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως. προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν· τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας, πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων· ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ. Χορόςεἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνωνἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν· νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖνὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων. Ἀμφιτρύωνοὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθοςθανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαισῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν. ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρηκεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα· κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος, ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν, ψυχορραγοῦντα καὶ καλοῦντα μητέραπατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ, πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν. Μεγάρακἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ· κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, δόμους ἀνοίξας— νῦν γὰρ ἐκκεκλῄμεθα— ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός. Λύκοςἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω. κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. Μεγάραὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶπατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίαςἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι. Ἀμφιτρύωνὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην, μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν· σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος. ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν· παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς. Χορός— αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖμολπᾷ Φοῖβος ἰαχεῖτὸν κάλλει φθιτόν, κιθάρανἐλαύνων πλήκτρῳ χρυσέῳ· ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼἐς ὄρφναν μολόντα, παῖδʼεἴτε Διός νιν εἴπω, εἴτʼ Ἀμφιτρύωνος ἶνιν, ὑμνῆσαι στεφάνωμα μό- χθων διʼ εὐλογίας θέλω. γενναίων δʼ ἀρεταὶ πόνωντοῖς θανοῦσιν ἄγαλμα.
1.7
359Χορός— πρῶτον μὲν Διὸς ἄλσοςἠρήμωσε λέοντος, πυρσῷ δʼ ἀμφεκαλύφθηξανθὸν κρᾶτʼ ἐπινωτίσαςδεινῷ χάσματι θηρός·
1.8
364Χορός— τάν τʼ ὀρεινόμον ἀγρίωνΚενταύρων ποτὲ γέννανἔστρωσεν τόξοις φονίοις, ἐναίρων πτανοῖς βέλεσιν. ξύνοιδε Πηνειὸς ὁ καλ- λιδίνας μακραί τʼ ἄρου- ραι πεδίων ἄκαρποικαὶ Πηλιάδες θεράπναισύγχορτοί τʼ Ὀμόλας ἔναυ- λοι, πεύκαισιν ὅθεν χέραςπληροῦντες χθόνα Θεσσαλῶνἱππείαις ἐδάμαζον·
1.9
375Χορός— τάν τε χρυσοκάρανονδόρκαν ποικιλόνωτονσυλήτειραν ἀγρωστᾶνκτείνας, θηροφόνον θεὰνΟἰνωᾶτιν ἀγάλλει·
1.10
380Χορός— τεθρίππων τʼ ἐπέβακαὶ ψαλίοις ἐδάμασε πώλουςΔιομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα- ζον κάθαιμα σῖτα γένυσι, χαρμοναῖσιν ἀνδροβρῶσιδυστράπεζοι· πέραν δʼἀργυρορρύτων Ἕβρουδιεπέρασεν ὄχθων, Μυκηναίῳ πονῶν τυράννῳ.
1.11
389Χορός— ἄν τε Πηλιάδʼ ἀκτὰνἈναύρου παρὰ πηγὰςΚύκνον ξεινοδαΐκταντόξοις ὤλεσεν, Ἀμφαναί- ας οἰκήτορʼ ἄμεικτον·
1.12
394Χορός— ὑμνῳδούς τε κόραςἤλυθεν ἑσπέριον ἐς αὐλάν, χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ- ξων, δράκοντα πυρσόνωτον, ὅς σφʼ ἄπλατον ἀμφελικτὸςἕλικʼ ἐφρούρει, κτανών· ποντίας θʼ ἁλὸς μυχοὺςεἰσέβαινε, θνατοῖςγαλανείας τιθεὶς ἐρετμοῖς·
1.13
403Χορός— οὐρανοῦ θʼ ὑπὸ μέσσανἐλαύνει χέρας ἕδραν, Ἄτλαντος δόμον ἐλθών, ἀστρωπούς τε κατέσχεν οἴ- κους εὐανορίᾳ θεῶν·
1.14
408Χορός— τὸν ἱππευτάν τʼ Ἀμαζό- νων στρατὸν Μαιῶτιν ἀμφὶπολυπόταμον ἔβα διʼ Ἄ- ξεινον οἶδμα λίμνας, τίνʼ οὐκ ἀφʼ Ἑλλανίαςἄγορον ἁλίσας φίλων, κόρας Ἀρείας πέπλωνχρυσεόστολον φάρος, ζωστῆρος ὀλεθρίους ἄγρας. τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ- βάρου κόρας λάφυρα, καὶσῴζεται Μυκήναις.
1.15
419Χορός— τάν τε μυριόκρανονπολύφονον κύνα Λέρναςὕδραν ἐξεπύρωσεν, βέλεσί τʼ ἀμφέβαλʼ ἰόν, τὸν τρισώματον οἷσιν ἔ- κτα βοτῆρʼ Ἐρυθείας.
1.16
425Χορός— δρόμων τʼ ἄλλων ἀγάλματʼεὐτυχῆ διῆλθε· τόν τεπολυδάκρυον ἔπλευσʼ ἐς Ἅι- δαν, πόνων τελευτάν, ἵνʼ ἐκπεραίνει τάλαςβίοτον, οὐδʼ ἔβα πάλιν. στέγαι δʼ ἔρημοι φίλων, τὰν δʼ ἀνόστιμον τέκνωνΧάρωνος ἐπιμένει πλάταβίου κέλευθον ἄθεον ἄδι- κον· ἐς δὲ σὰς χέρας βλέπειδώματʼ οὐ παρόντος.
1.17
436Χορός— εἰ δʼ ἐγὼ σθένος ἥβωνδόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ, Καδμείων τε σύνηβοι, τέκεσιν ἂν προπαρέστανἀλκᾷ· νῦν δʼ ἀπολείπομαιτᾶς εὐδαίμονος ἥβας.
1.18
442Χορός— ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένωνἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλουδή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην ὑπὸ σειραίοιςποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸνπατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ, δακρύων ὡς οὐ δύναμαι κατέχεινγραίας ὄσσων ἔτι πηγάς. Μεγάραεἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμωνἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς; ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε. ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνωντῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι⋯ ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμηνὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. φεῦ· ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα. σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ, Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμουςτῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳλέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο· σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, ὡς ἐξέπειθες τὸν κατασπείραντά σε· ἐς δεξιάν τε σὴν ἀλεξητήριονξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲτόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσιπατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ· ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην, κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸςΣπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳςπρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα. καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχηνύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν, ἐμοὶ δὲ δάκρυα λουτρά— δύστηνος φρενῶν. πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε, Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός. ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατονπρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα; τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτεροςμέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους, ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ; ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεταιθνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω· θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ, ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς. ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι· ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ· κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά. Ἀμφιτρύωνσὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι· ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼναὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖνμέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις. καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ· θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει. ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου, τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε, ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταταισῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο. ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖςὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχηὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ. ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳβέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλονπανύστατον νῦν, ἥλικες, δεδόρκατε. Μεγάραἔα· ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ; Ἀμφιτρύωνοὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει. Μεγάραὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν. τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ; οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων, ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸςσωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος. Ἡρακλῆςὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς, ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών. ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτωνστολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, πατέρα τε δακρύοντα— συμφορὰς τίνας; φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς· γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος; Μεγάραὦ φίλτατʼ ἀνδρῶν⋯ Ἀμφιτρύωνὦ φάος μολὼν πατρί⋯ Μεγάραἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις; Ἡρακλῆςτί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ; Μεγάραδιολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι, εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν· τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ. ἩρακλῆςἌπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου. Μεγάρατεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. Ἡρακλῆςπῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών; ΜεγάραΛύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. Ἡρακλῆςὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός; Μεγάραστάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος. Ἡρακλῆςτί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος; Μεγάρακτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. Ἡρακλῆςτί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων; Μεγάραμή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. Ἡρακλῆςκόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων; Μεγάραθανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα. Ἡρακλῆςκαὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ. Μεγάραφίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν. Ἡρακλῆςπόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία; ΜεγάραΕὐρυσθέως κήρυκες ἤγγελλον τάδε. Ἡρακλῆςτί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν; Μεγάραβίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους⋯ Ἡρακλῆςκοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι; Μεγάρααἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. Ἡρακλῆςοὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων; Μεγάραφίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες; Ἡρακλῆςμάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν; Μεγάραἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές. Ἡρακλῆςοὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμηςκαὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότουφίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες; ἐγὼ δέ— νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός— πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμουςκαινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼνῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσουςκακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ, τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι· τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασινεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου, Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται. τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴκαὶ παισὶ καὶ⋯ γέροντι; χαιρόντων πόνοι· μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα. καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός, θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸνὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τεΕὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνωνοὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆςὁ καλλίνικος ὡς πάροιθε λέξομαι. Χορόςδίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα, πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων. Ἀμφιτρύωνπρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλοντά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν. Ἡρακλῆςτί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ; Ἀμφιτρύωνπολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳδοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει, οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλινἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοιςδαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας. ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅραἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς. Ἡρακλῆςμέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις· ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις, ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα· ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα. Ἀμφιτρύωνκαλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίανκαὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν. ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκναἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ· μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεταιτῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴνμὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον. Ἡρακλῆςδράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων. χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶνἍιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσωθεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας. Ἀμφιτρύωνἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον; Ἡρακλῆςκαὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον. Ἀμφιτρύωνμάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν; Ἡρακλῆςμάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών. Ἀμφιτρύωνἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ; ἩρακλῆςΧθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις. Ἀμφιτρύωνοὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω; Ἡρακλῆςοὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος. Ἀμφιτρύωνχρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί; ἩρακλῆςΘησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ. Ἀμφιτρύωνκαὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον; Ἡρακλῆςβέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών. ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί· καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδωνπάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετεκαὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε· σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲτρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων· οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους. ἆ, οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλωντοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ; ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν, ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαιθεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα· φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶνοἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι· ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος. Χορόςἁ νεότας μοι φίλον αἰ- εί· τὸ δὲ γῆρας ἄχθοςβαρύτερον Αἴτνας σκοπέλωνἐπὶ κρατὶ κεῖται, βλεφάρωνσκοτεινὸν φάος ἐπικαλύψαν. μή μοι μήτʼ Ἀσιήτιδοςτυραννίδος ὄλβος εἴη, μὴ χρυσοῦ δώματα πλήρητᾶς ἥβας ἀντιλαβεῖν, ἃ καλλίστα μὲν ἐν ὄλβῳ, καλλίστα δʼ ἐν πενίᾳ. τὸ δὲ λυγρὸν φόνιόν τε γῆ- ρας μισῶ· κατὰ κυμάτων δʼἔρροι, μηδέ ποτʼ ὤφελενθνατῶν δώματα καὶ πόλειςἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ- εὶ πτεροῖσι φορείσθω.
1.19
655Χορόςεἰ δὲ θεοῖς ἦν ξύνεσιςκαὶ σοφία κατʼ ἄνδρας, δίδυμον ἂν ἥβαν ἔφερονφανερὸν χαρακτῆρʼ ἀρετᾶςὅσοισιν μέτα, κατθανόντες τʼεἰς αὐγὰς πάλιν ἁλίουδισσοὺς ἂν ἔβαν διαύλους, ἁ δυσγένεια δʼ ἁπλοῦν ἂνεἶχεν ζόας βίοτον, καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂνγνῶναι καὶ τοὺς ἀγαθούς, ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ- στρων ναύταις ἀριθμὸς πέλει. νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶνχρηστοῖς οὐδὲ κακοῖς σαφής, ἀλλʼ εἱλισσόμενός τις αἰ- ὼν πλοῦτον μόνον αὔξει.
1.20
673Χορόςοὐ παύσομαι τὰς ΧάριταςΜούσαις συγκαταμειγνύς, ἁδίσταν συζυγίαν. μὴ ζῴην μετʼ ἀμουσίας, αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ- ην· ἔτι τοι γέρων ἀοι- δὸς κελαδεῖ Μναμοσύναν· ἔτι τὰν Ἡρακλέουςκαλλίνικον ἀείδωπαρά τε Βρόμιον οἰνοδότανπαρά τε χέλυος ἑπτατόνουμολπὰν καὶ Λίβυν αὐλόν· οὔπω καταπαύσομενΜούσας, αἵ μʼ ἐχόρευσαν.
1.21
687Χορόςπαιᾶνα μὲν Δηλιάδεςὑμνοῦσʼ ἀμφὶ πύλας τὸνΛατοῦς εὔπαιδα γόνονεἱλίσσουσαι καλλίχορον· παιᾶνας δʼ ἐπὶ σοῖς μελά- θροις κύκνος ὣς γέρων ἀοι- δὸς πολιᾶν ἐκ γενύωνκελαδήσω· τὸ γὰρ εὖτοῖς ὕμνοισιν ὑπάρχει· Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίαςπλέον ὑπερβάλλων ἀρετᾷμοχθήσας τὸν ἄκυμονθῆκεν βίοτον βροτοῖςπέρσας δείματα θηρῶν.
1.22
701Λύκοςἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ· χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοιςκοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν. ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέουςἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν. Ἀμφιτρύωνἄναξ, διώκεις μʼ ἀθλίως πεπραγόταὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς· ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν. ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ. Λύκοςποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου; Ἀμφιτρύωνδοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι— Λύκοςτί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον; Ἀμφιτρύωνἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις⋯ Λύκοςἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον. Ἀμφιτρύωνκαὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν. Λύκοςὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ. Ἀμφιτρύωνοὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν. Λύκοςχώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων. Ἀμφιτρύωνμέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε. Λύκοςἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον, οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομενσὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι, ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων. Ἀμφιτρύωνσὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσωςἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶςκακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸνστείχει, βρόχοισι δʼ ἀρκύων γενήσεταιξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖνὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸνπίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην. Χορός— μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξπάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα. ἰώ· δίκα καὶ θεῶν παλίρρους πότμος.— ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών, ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.— χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς· πάλιν ἔμολεν— ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂνπαθεῖν— γᾶς ἄναξ.— ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσωσκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω. Λύκοςἰώ μοί μοι. Χορός— τόδε κατάρχεται μέλος ἐμοὶ κλύεινφίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω. βοᾷφόνου φροίμιον στενάζων ἄναξ. Λύκοςὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ. Χορός— καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνωντόλμα, διδούς γε τῶν δεδραμένων δίκην.— τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν, ἄφρονα λόγονοὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐσθένουσιν θεοί;— γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.— σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.— φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
1.23
763Χορός— χοροὶ χοροὶκαὶ θαλίαι μέλουσι Θή- βας ἱερὸν κατʼ ἄστυ. μεταλλαγαὶ γὰρ δακρύων, μεταλλαγαὶ συντυχίαςνέας ἔτεκον ἀοιδάς. βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτεροςκρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον. δοκημάτωνἐκτὸς ἦλθεν ἐλπίς.
1.24
772Χορόςθεοὶ θεοὶτῶν ἀδίκων μέλουσι καὶτῶν ὁσίων ἐπᾴειν. ὁ χρυσὸς ἅ τʼ εὐτυχίαφρενῶν βροτοὺς ἐξάγεται, δύνασιν ἄδικον ἐφέλκων. Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα· νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺςἔθραυσεν ὄλ- βου κελαινὸν ἅρμα.
1.25
781ΧορόςἸσμήνʼ ὦ στεφαναφόρει, ξεσταί θʼ ἑπταπύλου πόλεωςἀναχορεύσατʼ ἀγυιαί, Δίρκα θʼ ἁ καλλιρρέεθρος, σύν τʼ Ἀσωπιάδες κόραι, πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί, Νύμφαι, τὸν Ἡρακλέουςκαλλίνικον ἀγῶνα. Πυθίου δενδρῶτι πέτραΜουσῶν θʼ Ἑλικωνιάδωνδώματʼ, ὤ, ἥξετʼ εὐγαθεῖ κελάδῳἐμὰν πόλιν, ἐμὰ τείχη, Σπαρτῶν ἵνα γένος ἔφανεχαλκασπίδων λόχος, ὃς γᾶντέκνων τέκνοις μεταμείβει, Θήβαις ἱερὸν φῶς.
1.26
798Χορόςὦ λέκτρων δύο συγγενεῖςεὐναί, θνατογενοῦς τε καὶΔιός, ὃς ἦλθεν ἐς εὐνὰνΝύμφας τᾶς Περσηίδος· ὡςπιστόν μοι τὸ παλαιὸν ἤ- δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη, λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνοςτὰν Ἡρακλέος ἀλκάν· γᾶς ὃς ἐξέβα θαλάμωνΠλούτωνος δῶμα λιπὼννέρτερον. κρείσσων μοι τύραννος ἔφυςἢ δυσγένειʼ ἀνάκτων, ἃ νῦν ἐσορᾶν ἔφανεξιφηφόρων ἐς ἀγώνωνἅμιλλαν, εἰ τὸ δίκαιονθεοῖς ἔτʼ ἀρέσκει.
1.27
815Χορός— ἔα ἔα· ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου, γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ;— φυγῇ φυγῇνωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.— ὦναξ Παιάν, ἀπότροπος γένοιό μοι πημάτων. Ἶριςθαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονονΛύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτρινἾριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος, ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν, ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο. πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς, τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρΖεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ· ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως, Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλειπαῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ. ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν, Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε, μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνουςφρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματαἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων, ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόροντὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳγνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος, μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ, τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην. Λύσσαἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέροςπέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος· τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοιςοὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους, παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν, Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις. ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶοὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους· ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίανἐξημερώσας, θεῶν ἀνέστησεν μόνοςτιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·⋯ σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά. Ἶριςμὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα. Λύσσαἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ. Ἶριςοὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ. ΛύσσαἭλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι. εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχειτάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρωςοὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων, οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους· καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ, τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεταιπαῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ. ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄποκαὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας. ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴνδεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου. τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ. στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα· ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους. Χορός— ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεταισὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος· μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέτανἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσαςχορευθέντʼ ἐναύλοις.— βέβακεν ἐν δίφροισιν ἁ πολύστονος, ἅρμασι δʼ ἐνδίδωσικέντρον ὡς ἐπὶ λώβᾳΝυκτὸς Γοργὼν ἑκατογκεφάλοιςὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.— ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων, ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται. Ἀμφιτρύωνἰώ μοι μέλεος. Χορός— ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκαλυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶκακοῖσιν ἐκπετάσουσιν. Ἀμφιτρύωνἰὼ στέγαι. Χορός— κατάρχεται χόρευμα τυμπάνων ἄτερ, οὐ βρομίῳ κεχαρισμένα θύρσῳ⋯ Ἀμφιτρύωνἰὼ δόμοι. Χορόςπρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδοςβοτρύων ἐπὶ χεύμασι λοιβᾶς. Ἀμφιτρύωνφυγῇ, τέκνʼ, ἐξορμᾶτε. Χορός— δάιον τόδεδάιον μέλος ἐπαυλεῖται. κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισιΛύσσα βακχεύσει. Ἀμφιτρύωναἰαῖ κακῶν. Χορός— αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένωπατέρα τάν τε παιδοτρόφον, ᾇ μάταντέκεα γεννᾶται.— ἰδοὺ ἰδού, θύελλα σείει δῶμα, συμπίπτει στέγη. Ἡρακλῆςἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ; τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς, ἐς δόμους πέμπεις. Ἄγγελοςὦ λευκὰ γήρᾳ σώματʼ⋯ Χορόςἀνακαλεῖς με τίναβοάν; Ἄγγελοςἄλαστα τἀν δόμοισι. Χορόςμάντιν οὐχἕτερον ἄξομαι. Ἄγγελοςτεθνᾶσι παῖδες. Χορόςαἰαῖ. Ἄγγελοςστενάζεθʼ, ὡς στενακτά. Χορόςδάιοι φόνοι, δάιοι δὲ τοκέων χέρες· ὤ. Ἄγγελοςοὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν. Χορόςπῶς παισὶ στενακτὰν ἄταν ἄτανπατέρος ἀμφαίνεις; λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶμέλαθρα κακὰ τάδε, τλήμονάς τε παίδων τύχας; Ἄγγελοςἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸςκαθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼνἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης· χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνωνπατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦνεἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκοςἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸςπαῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν, ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένοςῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼνἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος. ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ· Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέακαθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω; ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε· ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως, ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ. τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός; πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼνμοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθραφοίνικι κανόνι καὶ τύκοις ἡρμοσμέναστρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν. αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχεινἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγαςκἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί. διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ. καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών· Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται; ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας, μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλινἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς, κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεταιθοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆςἸσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας. κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων, πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετοαὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμωνἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νινθιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε· Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεωςτῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν, οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶνπατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός, ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεταικαὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέωςδοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲνμητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν, ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο. βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνακτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος. ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ, τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶςβάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνουςὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε· Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέωςἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίανἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν. φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός, καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών, Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ· σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς. ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος, μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼνξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα, ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών, χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν. ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμωνμήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας. ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢνσκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰδάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει. κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον· ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο, Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ, κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνονκαθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονανῶτον πατάξας, ὃς πεσήμασι στέγηςδιχορραγὴς ἔκειτο κρηπίδων ἔπι. ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδασὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχωνἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνουμηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις. εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα, παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖνοὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
1.28
1016Χορός— ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρατότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδιτῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ- έδραμε τὰ τότε κακὰ⋯ τάλανι διογενεῖ κόρῳ.— μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαιθυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦδάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.— αἰαῖ, τίνα στεναγμὸνἢ γόον ἢ φθιτῶνᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;— φεῦ φεῦ· ἴδεσθε, διάνδιχα κλῇθρακλίνεται ὑψιπύλων δόμων.— ἰώ μοι· ἴδεσθε δὲ τέκνα πρὸ πατρὸςἄθλια κείμενα δυστάνου, εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.— περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτωνἐρείσμαθʼ Ἡράκλειονἀμφὶ δέμας τάδε λαΐνοιςἀνημμένα κίοσιν οἴκων. Χορός— ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένωνὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶπικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε. ἈμφιτρύωνΚαδμεῖοι γέροντες, οὐ σῖγα σῖ- γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ- λαθέσθαι κακῶν; Χορόςκατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶτέκεα καὶ τὸ καλλίνικον κάρα. Ἀμφιτρύωνἑκαστέρω πρόβατε, μὴκτυπεῖτε, μὴ βοᾶτε, μὴτὸν εὔδιʼ ἰαύονθʼὑπνώδεά τʼ εὐνᾶςἐγείρετε. Χορόςοἴμοι. φόνος ὅσος ὅδʼ⋯ Ἀμφιτρύωνἆ ἆ, διά μʼ ὀλεῖτε. Χορόςκεχυμένος ἐπαντέλλει. Ἀμφιτρύωνοὐκ ἀτρεμαῖα θρῆνον αἰ- άξετʼ, ὦ γέροντες; ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει. Χορόςἀδύνατʼ ἀδύνατά μοι. Ἀμφιτρύωνσῖγα, πνοὰς μάθω· φέρε πρὸς οὖς βάλω. Χορόςεὕδει; Ἀμφιτρύωνναί, εὕδειὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας. Χορόςστέναζέ νυν— Ἀμφιτρύωνστενάζω. Χορόςτέκνων ὄλεθρον— Ἀμφιτρύωνὤμοι. Χορόςσέθεν τε παιδὸς— Ἀμφιτρύωναἰαῖ. Χορόςὦ πρέσβυ⋯ Ἀμφιτρύωνσῖγα σῖγα· παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε, ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. Χορόςθάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ. Ἀμφιτρύωνὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ- λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐφεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα, πρὸς δὲ κακοῖς κακὰ μήσεταιπρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει. Χορόςτότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷφόνον ὁμοσπόρων ἔμολες ἐκπράξαςΤαφίων περίκλυστον ἄστυ πέρσας. Ἀμφιτρύωνφυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτωνδιώκετε· φεύγετε μάργονἄνδρʼ ἐπεγειρόμενον. ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼνἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν. Χορόςὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότωςτὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες; Ἡρακλῆςἔα· ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ, αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδε⋯ ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματιπέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέωμετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο. ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένοςνεανίαν θώρακα καὶ βραχίονα, πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματιἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων; πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ, ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσινἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν, Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν; ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρονΠλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης. ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ; ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν, δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται; σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων. Ἀμφιτρύωνγέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας; Χορόςκἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. Ἡρακλῆςπάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας, τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς; Ἀμφιτρύωνὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός. Ἡρακλῆςπράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς; Ἀμφιτρύωνἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. Ἡρακλῆςμέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις. Ἀμφιτρύωνὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς. Ἡρακλῆςεἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ. Ἀμφιτρύωνεἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν. Ἡρακλῆςπαπαῖ, τόδʼ ὡς ὕποπτον ᾐνίξω πάλιν. Ἀμφιτρύωνκαί σʼ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ. Ἡρακλῆςοὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας. Ἀμφιτρύωνλύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ; Ἡρακλῆςκαὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ. Ἀμφιτρύωντοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα. Ἡρακλῆςἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι; Ἀμφιτρύωνὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε; Ἡρακλῆςἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν; Ἀμφιτρύωντὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. Ἡρακλῆςἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. Ἀμφιτρύωνἰδού, θέασαι τάδε τέκνων πεσήματα. Ἡρακλῆςοἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας; Ἀμφιτρύωνἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. Ἡρακλῆςτί πόλεμον εἶπας; τούσδε τίς διώλεσε; Ἀμφιτρύωνσὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. Ἡρακλῆςτί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ. Ἀμφιτρύωνμανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα. Ἡρακλῆςἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς; Ἀμφιτρύωνμιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. Ἡρακλῆςαἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. Ἀμφιτρύωντούτων ἕκατι σὰς καταστένω τύχας. Ἡρακλῆςἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν; Ἀμφιτρύωνοὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. Ἡρακλῆςποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν; Ἀμφιτρύωνὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. Ἡρακλῆςοἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆςτῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς; κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματαἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσαςτέκνοις δικαστὴς αἵματος γενήσομαι; ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί, δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου; ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτωνΘησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός. ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσοςἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν. οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίανεὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών; φέρʼ⋯ ἄν τι κρατὶ περιβάλω σκότον. αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς· καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼνοὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω. Θησεύςἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰςμένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι, σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλινὡς σκῆπτρα χώρας τῆσδʼ ἀναρπάσας Λύκοςἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται. τίνων δʼ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆςσῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον, ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων. ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον; οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶνὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα; τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον; οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας, ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν. Ἀμφιτρύωνὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξ⋯ Θησεύςτί χρῆμά μʼ οἰκτροῖς ἐκάλεσας προοιμίοις; Ἀμφιτρύωνἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν. Θησεύςοἱ παῖδες οἵδε τίνες, ἐφʼ οἷς δακρυρροεῖς; Ἀμφιτρύωνἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας, τεκόμενος δʼ ἔκανε, φόνιον αἷμα τλάς. Θησεύςεὔφημα φώνει. Ἀμφιτρύωνβουλομένοισιν ἐπαγγέλλῃ. Θησεύςὦ δεινὰ λέξας. Ἀμφιτρύωνοἰχόμεθʼ οἰχόμεθα πτανοί. Θησεύςτί φῄς; τί δράσας; Ἀμφιτρύωνμαινομένῳ πιτύλῳ πλαγχθεὶςἑκατογκεφάλου τε βαφαῖς ὕδρας. ΘησεύςἭρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον; Ἀμφιτρύωνἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶδόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ- σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς. Θησεύςφεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; Ἀμφιτρύωνοὐκ ἂν εἰδείης ἕτερονπολυμοχθότερον πολυπλαγκτότερόντε θνατῶν. Θησεύςτί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα; Ἀμφιτρύωναἰδόμενος τὸ σὸν ὄμμακαὶ φιλίαν ὁμόφυλοναἷμά τε παιδοφόνον. Θησεύςἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν. Ἀμφιτρύωνὦ τέκνον· πάρες ἀπʼ ὀμμάτωνπέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί, ἱκετεύομεν ἀμφὶ γενειάδα καὶγόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τεδάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά- σχεθε λέοντος ἀγρίου θυμόν, ὡςβρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ, κακὰ θέλων κακοῖς συνάψαι, τέκνον. Θησεύςεἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδραςαὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος, ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν. τί μοι προσείων χεῖρα σημαίνεις φόνον; ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων; οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον, ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα. χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων, καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει, συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα, βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν, φέρει τά γʼ ἐκ θεῶν πτώματʼ οὐδʼ ἀναίνεται. ἩρακλῆςΘησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων; Θησεύςἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. Ἡρακλῆςτί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίῳ; Θησεύςτί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν. Ἡρακλῆςφεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν. Θησεύςοὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων. Ἡρακλῆςἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι. Θησεύςἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν. Ἡρακλῆςοἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα. Θησεύςκλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς. Ἡρακλῆςηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν; Θησεύςἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. Ἡρακλῆςτοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν. Θησεύςδοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν; Ἡρακλῆςαὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ. Θησεύςἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς. Ἡρακλῆςγέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ. Θησεύςδράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος; Ἡρακλῆςθανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. Θησεύςεἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. Ἡρακλῆςσὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. Θησεύςὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; Ἡρακλῆςοὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον. Θησεύςεὐεργέτης βροτοῖσι καὶ μέγας φίλος; Ἡρακλῆςοἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ. Θησεύςοὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν. Ἡρακλῆςἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοιςπρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοιἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν. πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼνμητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢνἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένουςὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους. Ζεὺς δʼ— ὅστις ὁ Ζεύς— πολέμιόν μʼ ἐγείνατοἭρᾳ— σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον· πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ· ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφειςἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖςἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα. ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμηνἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτουςΤυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆκενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα; τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύναὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνωνδιῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάοςὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως. τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον, παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαιςΘήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλωνεἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν; κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι, γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι· Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτεδάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται; κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲαἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶςἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν. ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε· φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά μεμὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶνπηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατονἸξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι. καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν, ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι. τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομενβίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι; χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρκρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα. ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροιςἄνω κάτω στρέψασα.— τοιαύτῃ θεῷτίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκαλέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέταςἙλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους. Χορόςοὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδεἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ. Θησεύς⋯ παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδαςπατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμωςὌλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες. καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼςφέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή; Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος. ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος, δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος. ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρουςδὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸςτεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένασέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεταιζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς, θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασιτίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕποἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίαςτήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων. θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων· ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ. Ἡρακλῆςοἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν, ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμιςστέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖνοὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι, οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν, μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος· ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται, οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος. ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιντὴν σήν, χάριν τε μυρίων δώρων ἔχω. ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην· ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτωνἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν· νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον. εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς, ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν· δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺςδακρύοισι τιμῶν— ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος— πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας, κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλαςδιώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς, οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμωςψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά. ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν, ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳεὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσαὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς, μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ, ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαιτέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτωντέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι. ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ, ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε· Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχειςπαιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναιςοἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων, ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι, ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω; οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον. ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸςκόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών, λύπῃ τι παίδων μὴ πάθω μονούμενος. ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφονπαίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετενεκρούς τε κἀμέ· πάντες ἐξολώλαμενἭρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ. Θησεύςἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις. Ἡρακλῆςοὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. Θησεύςκαὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι. Ἡρακλῆςφεῦ· αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν. Θησεύςπαῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ. Ἡρακλῆςἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. Θησεύςἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. Ἡρακλῆςπαίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν. Θησεύςδίδου δέρῃ σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ. Ἡρακλῆςζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής. ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον. Ἀμφιτρύωνἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. ἩρακλῆςΘησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα. Θησεύςὡς δὴ τί; φίλτρον τοῦτʼ ἔχων ῥᾴων ἔσῃ; Ἡρακλῆςποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω. Ἀμφιτρύωνἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα. Θησεύςοὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; Ἡρακλῆςἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά. Θησεύςεἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει. Ἡρακλῆςζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ. Θησεύςἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. Ἡρακλῆςσὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; Θησεύςὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. Ἡρακλῆςπῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς; Θησεύςπρόβαινε. Ἡρακλῆςχαῖρʼ, ὦ πρέσβυ. Ἀμφιτρύωνκαὶ σύ μοι, τέκνον. Ἡρακλῆςθάφθʼ ὥσπερ εἶπον παῖδας. Ἀμφιτρύωνἐμὲ δὲ τίς, τέκνον; Ἡρακλῆςἐγώ. Ἀμφιτρύωνπότʼ ἐλθών; Ἡρακλῆςἡνίκʼ ἂν θάψῃς τέκνα. Ἀμφιτρύωνπῶς; Ἡρακλῆςεἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο. ἀλλʼ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ· ἡμεῖς δʼ ἀναλώσαντες αἰσχύναις δόμον, Θησεῖ πανώλεις ἑψόμεσθʼ ἐφολκίδες. ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλωνἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ. Χορόςστείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι, τὰ μέγιστα φίλων ὀλέσαντες.

Intertext edge

Open linked passage

Note