Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hypp
EuripidesHypp 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1ἈφροδίτηΠολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος, θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω· ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶνναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα. ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο. δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα· ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος, Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα, μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίαςλέγει κακίστην δαιμόνων πεφυκέναι, ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων· Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην, τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος· χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶκυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός, μείζω βροτείας προσπεσὼν ὁμιλίας. τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ; ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαιἹππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲπάλαι προκόψασ’— οὐ πόνου πολλοῦ με δεῖ. ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμωνσεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίωνΠανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρἰδοῦσα Φαίδρα καρδίαν κατέσχετοἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν. καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν, πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιονγῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο, ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπιτὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν.
1.2
34ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα, μίασμα φεύγων αἵματος Παλλαντιδῶν, καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα, ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν, ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένηκέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυταισιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον. ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν· δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται. καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίανκτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιοςἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ. ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται, Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸντὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶδίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν. ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέωςστείχοντα, θήρας μόχθον ἐκλελοιπότα, Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων. πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπουςκῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰνὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλαςἍιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
1.3
58Ἱππόλυτοςἕπεσθ’ ἀείδοντες ἕπεσθετὰν Διὸς οὐρανίανἌρτεμιν, ᾇ μελόμεσθα. Χορός Κυνηγῶνπότνια πότνια σεμνοτάτα, Ζανὸς γένεθλον, χαῖρε, χαῖρέ μοι, ὦ κόραΛατοῦς Ἄρτεμι καὶ Διός, καλλίστα πολὺ παρθένων, ἃ μέγαν κατ’ οὐρανὸνναίεις εὐπατέρειαν αὐ- λάν, Ζηνὸς πολύχρυσον οἶκον. χαῖρέ μοι, ὦ καλλίστα καλ- λίστα τῶν κατ’ Ὄλυμπον. παρθένων, Ἄρτεμι.
1.4
73Ἱππόλυτοςσοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτουλειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰοὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατονμέλισσα λειμῶν’ ἠρινὴ διέρχεται, Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις· ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσειτὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς, τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις. ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμηςἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο. μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν· σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι, κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν. τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου. Θεράπωνἄναξ— θεοὺς γὰρ δεσπότας καλεῖν χρεών— ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ; Ἱππόλυτοςκαὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν. Θεράπωνοἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος⋯ Ἱππόλυτοςοὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι; Θεράπωνμισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον. Ἱππόλυτοςὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν; Θεράπωνἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις; Ἱππόλυτοςπλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ. Θεράπωνἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε; Ἱππόλυτοςεἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα. Θεράπωνπῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων⋯ Ἱππόλυτοςτίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα. Θεράπωντήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις. Ἱππόλυτοςπρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι. Θεράπωνσεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς. Ἱππόλυτοςἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει. Θεράπωνεὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ. Ἱππόλυτοςοὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν. Θεράπωντιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών. Ἱππόλυτοςχωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμουςσίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίαςτράπεζα πλήρης· καὶ καταψήχειν χρεὼνἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕποβορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα. τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω. Θεράπωνἡμεῖς δέ— τοὺς νέους γὰρ οὐ μιμητέον, φρονοῦντας οὕτως— ὡς πρέπει δούλοις λέγειν, προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν, δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν, εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρωνμάταια βάζει· μὴ δόκει τούτων κλύειν· σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
1.5
121ΧορόςὨκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται, βαπτὰν κάλπισι ῥυτὰν πα- γὰν προιεῖσα κρημνῶν· ὅθι μοί τις ἦν φίλαπορφύρεα φάρεαποταμίᾳ δρόσῳτέγγουσα, θερ- μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ- αλίου κατέβαλλ’· ὅθενμοι πρώτα φάτις ἦλθε δεσποίνας·
1.6
131Χορόςτειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχεινοἴκων, λεπτὰ δὲ φάρη ξάν- θαν κεφαλὰν σκιάζειν· τριτάταν δέ νιν κλύωτάνδ’ ἀβρωσίᾳστόματος ἁμέρανΔάματρος ἀ- κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ- πτῷ πένθει θανάτου θέλου- σαν κέλσαι ποτὶ τέρμα δύστανον.
1.7
141Χορός— ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα, εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάταςἢ σεμνῶν Κορυβάντων φοι- τᾷς ἢ ματρὸς ὀρείας;— σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί- κτυνναν ἀμπλακίαις ἀνίε- ρος ἀθύτων πελάνων τρύχῃ; φοιτᾷ γὰρ καὶ διὰ λίμναςχέρσον θ’ ὑπὲρ πελάγουςδίναις ἐν νοτίαις ἅλμας.
1.8
151Χορός— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶνἀρχαγόν, τὸν εὐπατρίδαν, ποιμαίνει τις ἐν οἴκοις κρυ- πτὰ κοίτα λεχέων σῶν;— ἢ ναυβάτας τις ἔπλευσεν Κρή- τας ἔξορμος ἀνὴρ λιμένατὸν εὐξεινότατον ναύταις, φήμαν πέμπων βασιλείᾳ, λύπᾳ δ’ ὑπὲρ παθέωνεὐναία δέδεται ψυχά;
1.9
161Χορός— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶνἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν, ὠδινῶν τε καὶ ἀφροσύνας. δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’ αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαντόξων μεδέουσαν ἀύτευνἌρτεμιν, καί μοι πολυζήλωτος αἰεὶσὺν θεοῖσι φοιτᾷ.
1.10
170Χορός— ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶντήνδε κομίζουσ’ ἔξω μελάθρων· στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται. τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή, τί δεδήληταιδέμας ἀλλόχροον βασιλείας. Τροφόςὦ κακὰ θνητῶν στυγεραί τε νόσοι. τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω; τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ· ἔξω δὲ δόμων ἤδη νοσερᾶςδέμνια κοίτης. δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι· τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν. ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις, οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸνφίλτερον ἡγῇ. κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν· τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτειλύπη τε φρενῶν χερσίν τε πόνος. πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων, κοὐκ ἔστι πόνων ἀνάπαυσις. ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλοσκότος ἀμπίσχων κρύπτει νεφέλαις. τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆνδυσέρωτες δὴ φαινόμεθ’ ὄντες, δι’ ἀπειροσύνην ἄλλου βιότουκοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας· μύθοις δ’ ἄλλως φερόμεσθα.
1.11
198Φαίδραἄρατέ μου δέμας, ὀρθοῦτε κάρα· λέλυμαι μελέων σύνδεσμα φίλων. λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι. βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν· ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις. Τροφόςθάρσει, τέκνον, καὶ μὴ χαλεπῶςμετάβαλλε δέμας. ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίαςκαὶ γενναίου λήματος οἴσεις· μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη. Φαίδρααἰαῖ· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδοςκαθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν, ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃλειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν; Τροφόςὦ παῖ, τί θροεῖς; οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃμανίας ἔποχον ῥίπτουσα λόγον; Φαίδραπέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλανκαὶ παρὰ πεύκας, ἵνα θηροφόνοιστείβουσι κύνεςβαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι· πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαικαὶ παρὰ χαίταν ξανθὰν ῥῖψαιΘεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’ ἐν χειρὶ βέλος. Τροφόςτί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις; τί κυνηγεσίων καὶ σοὶ μελέτη; τί δὲ κρηναίων νασμῶν ἔρασαι; πάρα γὰρ δροσερὰ πύργοις συνεχὴςκλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν. Φαίδραδέσποιν’ ἁλίας Ἄρτεμι Λίμναςκαὶ γυμνασίων τῶν ἱπποκρότων, εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις, πώλους Ἐνέτας δαμαλιζομένα. Τροφόςτί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος; νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήραςπόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοιςἐπ’ ἀκυμάντοις πώλων ἔρασαι. τάδε μαντείας ἄξια πολλῆς, ὅστις σε θεῶν ἀνασειράζεικαὶ παρακόπτει φρένας, ὦ παῖ.
1.12
239Φαίδραδύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην; ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς; ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ. φεῦ φεῦ, τλήμων. μαῖα, πάλιν μου κρύψον κεφαλήν, αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι. κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει, καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται. τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ· τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖμὴ γιγνώσκοντ’ ἀπολέσθαι. Τροφόςκρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατοςσῶμα καλύψει; πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος. χρῆν γὰρ μετρίας εἰς ἀλλήλουςφιλίας θνητοὺς ἀνακίρνασθαικαὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶνἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι. τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνεινψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼτῆσδ’ ὑπεραλγῶ. βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσειςφασὶ σφάλλειν πλέον ἢ τέρπειντῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν. οὕτω τὸ λίαν ἧσσον ἐπαινῶτοῦ μηδὲν ἄγαν· καὶ ξυμφήσουσι σοφοί μοι.
1.13
267Χορόςγύναι γεραιά, βασιλίδος πιστὴ τροφὲΦαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας, ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος· σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν. Τροφόςοὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει. Χορόςοὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ; Τροφόςἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε. Χορόςὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας. Τροφόςπῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν; Χορόςπότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη; Τροφόςθανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου. Χορόςθαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει. Τροφόςκρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν. Χορόςὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων; Τροφόςἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός. Χορόςσὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένηνόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν; Τροφόςἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον· οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας, ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇςοἵα πέφυκα δυστυχοῦσι δεσπόταις. ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγωνλαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦστυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν, ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμηνμεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον. κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν, γυναῖκες αἵδε συγκαθιστάναι νόσον· εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας, λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε. εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον, ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω, ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις. φθέγξαι τι, δεῦρ’ ἄθρησον.— ὦ τάλαιν’ ἐγώ, γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους, ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότελόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται.— ἀλλ’ ἴσθι μέντοι— πρὸς τάδ’ αὐθαδεστέραγίγνου θαλάσσης— εἰ θανῇ, προδοῦσα σοὺςπαῖδας πατρῴων μὴ μεθέξοντας δόμων, μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα, ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατονόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς, ἹππόλυτονΦαίδραοἴμοι. Τροφόςθιγγάνει σέθεν τόδε; Φαίδραἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶντοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
1.14
313Τροφόςὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλειςπαῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον. Φαίδραφιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι. Τροφόςἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς; Φαίδραχεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι. Τροφόςμῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος; Φαίδραφίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών. ΤροφόςΘησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν; Φαίδραμὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς. Τροφόςτί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν; Φαίδραἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω. Τροφόςοὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι. Φαίδρατί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη; Τροφόςκαὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε. Φαίδρακάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά. Τροφόςμεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν; Φαίδραὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει. Τροφόςκἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ; Φαίδραἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα. Τροφόςοὐκοῦν λέγουσα τιμιωτέρα φανῇ. Φαίδραἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες. Τροφόςοὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν. Φαίδραδώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν. Τροφόςσιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος. Φαίδραὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον, Τροφόςὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε; Φαίδρασύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ, Τροφόςτέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς; Φαίδρατρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι. Τροφόςἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος; Φαίδραἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς. Τροφόςοὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν. Φαίδραφεῦ· πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; Τροφόςοὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς. Φαίδρατί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν; Τροφόςἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα. Φαίδραἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι. Τροφόςτί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος; Φαίδραὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος⋯ ΤροφόςἹππόλυτον αὐδᾷς; Φαίδρασοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις. Τροφόςοἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας. γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαιζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος. ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαιβίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ. οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμωςκακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός, ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ, ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
1.15
362Χορόςἄιες ὤ, ἔκλυες ὤ, ἀνήκουστα τᾶςτυράννου πάθεα μέλεα θρεομένας;— ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίανκατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.— ὦ τάλαινα τῶνδ’ ἀλγέων·— ὦ πόνοι τρέφοντες βροτούς.— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.— τίς σε παναμέριος ὅδε χρόνος μένει;— τελευτάσεταί τι καινὸν δόμοις.— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχαΚύπριδος, ὦ τάλαινα παῖ Κρησία.
1.16
373ΦαίδραΤροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατονοἰκεῖτε χώρας Πελοπίας προνώπιον, ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳθνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος. καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσινπράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖνπολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε· τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν, οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο, οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου, μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν, αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή, ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής, οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα. ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ, οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖνἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν. λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν· ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπωςκάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖνἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον. γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲνφρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται, αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά. τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειντῷ σωφρονεῖν νικῶσα προυνοησάμην. τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτονΚύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι, κράτιστον— οὐδεὶς ἀντερεῖ— βουλευμάτων. ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰμήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν. τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ, γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς, μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκωςἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχηπρώτη θυραίους. ἐκ δὲ γενναίων δόμωντόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν. ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ, ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά. μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις, λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας. αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι, βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶνοὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτηντέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;
1.17
419ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι, ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ, μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροιπαρρησίᾳ θάλλοντες οἰκοῖεν πόλινκλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς. δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά. μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ, γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ. κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ, προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳχρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ. Χορόςφεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸνκαὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται. Τροφόςδέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίωςἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον· νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖςαἱ δεύτεραί πως φροντίδες σοφώτεραι. οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγουπέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς. ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν. κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς; οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας, ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών· Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ· ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται, ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα, τοῦτον λαβοῦσα— πῶς δοκεῖς;— καθύβρισεν. φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳκλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ· ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρονοὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι. ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρωνἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί, ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμωνΣεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτεἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕωςἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς, στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
1.18
459σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄραπατέρα φυτεύειν, ἢ’ πὶ δεσπόταις θεοῖςἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους. πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶννοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν; πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσισυνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρτάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά. οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς· οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοικαλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχηνπεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς; ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις, ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν. ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν, λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβριςτάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν· τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε. νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου. εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι· φανήσεταί τι τῆσδε φάρμακον νόσου. ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν, εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν. ΧορόςΦαίδρα, λέγει μὲν ἥδε χρησιμώτεραπρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ. ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγωντῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.
1.19
486Φαίδρατοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμέναςδόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι. οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν, ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται. Τροφόςτί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνωνδεῖ σ’, ἀλλὰ τἀνδρός.— ὡς τάχος διοιστέον, τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον. εἰ μὲν γὰρ ἦν σοι μὴ’ πὶ συμφοραῖς βίοςτοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή, οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆςπροσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγαςσῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε. Φαίδραὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμακαὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους; Τροφόςαἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι. κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε, ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη. Φαίδρακαὶ μή σε πρὸς θεῶν— εὖ λέγεις γάρ, αἰσχρὰ δέ— πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς, ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι. Τροφόςεἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν· εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις. ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήριαἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω, ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶνπαύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή. δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένουσημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπολαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν. Φαίδραπότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον; Τροφόςοὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον. Φαίδραδέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή. Τροφόςπάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί; Φαίδραμή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ. Τροφόςἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς. μόνον σύ μοι, δέσποινα ποντία Κύπρι, συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶτοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
1.20
525ΧορόςἜρως Ἔρως, ὃ κατ’ ὀμμάτωνστάζεις πόθον, εἰσάγων γλυκεῖανψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ, μή μοί ποτε σὺν κακῷ φανείηςμηδ’ ἄρρυθμος ἔλθοις. οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος, οἷον τὸ τᾶς Ἀφροδίταςἵησιν ἐκ χερῶνἜρως, ὁ Διὸς παῖς.
1.21
535Χορόςἄλλως ἄλλως παρά τ’ ἈλφεῷΦοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοιςβούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει· Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν, τὸν τᾶς Ἀφροδίταςφιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν, πέρθοντα καὶ διὰ πάσαςἰόντα συμφορᾶςθνατοῖς, ὅταν ἔλθῃ.
1.22
545Χορόςτὰν μὲν Οἰχαλίᾳπῶλον ἄζυγα λέκτρων, ἄναν- δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ- κων ζεύξασ’ ἀπ’ Εὐρυτίωνδρομάδα Ναΐδ’ ὅπως τε Βάκ- χαν σὺν αἵματι, σὺν καπνῷφονίοις θ’ ὑμεναίοιςἈλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν· ὦ τλάμων ὑμεναίων.
1.23
555Χορόςὦ Θήβας ἱερὸντεῖχος, ὦ στόμα Δίρκας, συνεί- ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ- πει. βροντᾷ γὰρ ἀμφιπύρῳτοκάδα τὰν διγόνοιο Βάκ- χου νυμφευσαμένα πότμῳφονίῳ κατηύνασεν. δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’ οἵα τις πεπόταται.
1.24
565Φαίδρασιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα. Χορόςτί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι; Φαίδραἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω. Χορόςσιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε. Φαίδραἰώ μοι, αἰαῖ· ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
1.25
571Χορόςτίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον; ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι, φρένας ἐπίσσυτος;
1.26
575Φαίδραἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαιςἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.
1.27
577Χορόςσὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμαφάτις δωμάτων. ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;
1.28
581Φαίδραὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷἹππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
1.29
585Χορόςἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω· γεγωνεῖ δ’ ὅπᾳδιὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.
1.30
589Φαίδρακαὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν, τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.
1.31
591Χορόςὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα. τί σοι μήσομαι; τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι— Φαίδρααἰαῖ, ἒ ἔ. Χορόςπρόδοτος ἐκ φίλων.
1.32
596Φαίδραἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς, φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον. Χορόςπῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα; Φαίδραοὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος, τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
1.33
601Ἱππόλυτοςὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί, οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα. Τροφόςσίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς. Ἱππόλυτοςοὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι. Τροφόςναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου. Ἱππόλυτοςοὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων. Τροφόςὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ. Ἱππόλυτοςτί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν; Τροφόςὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε. Ἱππόλυτοςτά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν. Τροφόςὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς. Ἱππόλυτοςἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος. Τροφόςὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ; Ἱππόλυτοςἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος. Τροφόςσύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον. Ἱππόλυτοςὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸνγυναῖκας ἐς φῶς ἡλίου κατῴκισας; εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος, οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε, ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺςἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάροςπαίδων πρίασθαι σπέρμα, τοῦ τιμήματοςτῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασινναίειν ἐλευθέροισι θηλειῶν ἄτερ. νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸνμέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν. τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα· προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρφερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ. ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸνγέγηθε κόσμον προστιθεὶς ἀγάλματικαλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖδύστηνος, ὄλβον δωμάτων ὑπεξελών. ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖςγαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος, ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖςλαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές. ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴςεὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
1.34
640σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοιςεἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή. τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπριςἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴγνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη. χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν, ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκηθηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τιναμήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν. νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰβουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι. ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα, λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς· ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι, ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός, ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ; εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι· εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην, οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί. νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸςΘησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα. θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶπῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή· τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος. ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαιγυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν· ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί. ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω, ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.
1.35
669Φαίδρατάλανες ὦ κακοτυχεῖςγυναικῶν πότμοι. τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίναςσφαλεῖσαι κάθαμμα λύειν λόγους; ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς. πᾷ ποτ’ ἐξαλύξω τύχας; πῶς δὲ πῆμα κρύψω, φίλαι; τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶνπάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργωνφανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθοςπέραν δυσεκπέρατον ἔρχεται βίου. κακοτυχεστάτα γυναικῶν ἐγώ.
1.36
680Χορόςφεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι, δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει. Φαίδραὦ παγκακίστη καὶ φίλων διαφθορεῦ, οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸςπρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί. οὐκ εἶπον— οὐ σῆς προυνοησάμην φρενός;— σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι; σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖςθανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων. οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρέναςἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας, ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς, πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων. ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλουςπρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν. Τροφόςδέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά· τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ· ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν. ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοιζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην. εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ· πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. Φαίδραἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι, τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις; Τροφόςμακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ. ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον. Φαίδραπαῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶςπαρῄνεσάς μοι κἀπεχείρησας κακά. ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέριφρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς. ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι, τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ, σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε. Χορόςὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην, μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ. Φαίδρακαλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼεὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω, ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον, αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα. οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους, οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαιαἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς. Χορόςμέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν; Φαίδραθανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι. Χορόςεὔφημος ἴσθι. Φαίδρακαὶ σύ γ’ εὖ με νουθέτει. ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με, ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳτέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι. ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαιθανοῦσ’, ἵν’ εἰδῇ μὴ’ πὶ τοῖς ἐμοῖς κακοῖςὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοικοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.
1.37
732ΧορόςἨλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν, ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσιποταναῖς θεὸς ἐνθείη· ἀρθείην δ’ ἐπὶ πόντιονκῦμα τᾶς Ἀδριηνᾶςἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ· ἔνθα πορφύρεον σταλάσ- σουσιν ἐς οἶδμα πατρὸς τάλαι- ναι κόραι Φαέθοντος οἴ- κτῳ δακρύωντὰς ἠλεκτροφαεῖς αὐγάς.
1.38
742ΧορόςἙσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰνἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο- μέδων πορφυρέας λίμναςναύταις οὐκέθ’ ὁδὸν νέμει, σεμνὸν τέρμονα κυρῶνοὐρανοῦ, τὸν Ἄτλας ἔχει· κρῆναί τ’ ἀμβρόσιαι χέον- ται Ζηνὸς μελάθρων παρὰ κοί- ταις, ἵν’ ἁ βιόδωρος αὔ- ξει ζαθέαχθὼν εὐδαιμονίαν θεοῖς.
1.39
752Χορόςὦ λευκόπτερε Κρησίαπορθμίς, ἃ διὰ πόντιονκῦμ’ ἁλίκτυπον ἅλμαςἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων, κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρωνἁ Κρησίας ἐκ γᾶς δύσορ- νις ἔπτατο κλεινὰς Ἀθή- νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ- δήσαντο πλεκτὰς πεισμάτωνἀρχάς, ἐπ’ ἀ- πείρου τε γᾶς ἔβασαν.
1.40
764Χορόςἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ- των δεινᾷ φρένας Ἀφροδί- τας νόσῳ κατεκλάσθη· χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνωνἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχονλευκᾷ καθαρμόζουσα δεί- ρᾳ, δαίμονα στυγνὸν καται- δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ- αιρουμένα φήμαν, ἀπαλ- λάσσουσά τ’ ἀλ- γεινὸν φρενῶν ἔρωτα.
1.41
776Τροφόςἔσωθενἰοὺ ἰού· βοηδρομεῖτε πάντες οἱ πέλας δόμων· ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ. Χορός— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴγυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη. Τροφόςοὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιονσίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης; Χορός— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμουςλῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι; τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου. Τροφόςὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν· πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς. Χορός— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή· ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή. Θησεύςγυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή; ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο. οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμοςπύλας ἀνοίξας εὐφρόνως προσεννέπειν. μῶν Πιτθέως τι γῆρας εἴργασται νέον; πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂνλυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους. Χορόςοὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη, Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε. Θησεύςοἴμοι· τέκνων μοι μή τι συλᾶται βίος; Χορόςζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι. Θησεύςτί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης; Χορόςβρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο. Θησεύςλύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος; Χορόςτοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις, Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια. Θησεύςαἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάραπλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν; χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων, ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέανγυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.
1.42
811Χορός— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν· ἔπαθες, εἰργάσωτοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’ ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸςπάλαισμα μελέας.— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
1.43
817Θησεύςὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις, τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα, ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης, κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός. κατακονὰ μὲν οὖν ἀβίοτος βίου· κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶτοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν, μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς. τίνα λόγον τάλας, τίνα τύχαν σέθενβαρύποτμον, γύναι, προσαυδῶν τύχω; ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ, πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι. αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη. πρόσωθεν δέ ποθεν ἀνακομίζομαιτύχαν δαιμόνωνἀμπλακίαισι τῶν πάροιθέν τινος.
1.44
834Χορόςοὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά, πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.
1.45
836Θησεύςτὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφαςμετοικεῖν σκότῳ θανὼν ὁ τλάμων, τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας· ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο. τίνος κλύω; πόθεν θανάσιμος τύχα, γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν; εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλονστέγει τύραννον δῶμα προσπόλων ἐμῶν; ὤμοι μοι σέθεν,⋯ μέλεος, οἷον εἶδον ἄλγος δόμων, οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην· ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται. ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλαγυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷφέγγος ἀελίουτε καὶ νυκτὸς ἀστερωπὸν σέλας.
1.46
852Χορόςἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος. δάκρυσί μου βλέφαρακαταχυθέντα τέγγεται σᾷ τύχᾳ· τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.
1.47
856Θησεύςἔα ἔα· τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸςἠρτημένη; θέλει τι σημῆναι νέον; ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰςἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη; θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέωςοὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή. καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτουτῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με. φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτωνἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
1.48
866Χορός— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖςἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖνἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω, φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους, αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινοςοἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
1.49
874Θησεύςοἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν, οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ. Χορόςτί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
1.50
877Θησεύςβοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγωβάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι, οἷον οἷον εἶδον ἐν γραφαῖς μέλοςφθεγγόμενον τλάμων. Χορόςαἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον. Θησεύςτόδε μὲν οὐκέτι στόματος ἐν πύλαιςκαθέξω δυσεκπέρατον, ὀλοὸνκακόν· ἰὼ πόλις. Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖνβίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας. ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτεἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαιτούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοιτήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
1.51
891Χορόςἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν· γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ. Θησεύςοὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς, δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται· ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμουςθανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων, ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενοςξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον. Χορόςκαὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα, Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξΘησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις. Ἱππόλυτοςκραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ, σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένειςοὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν. ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ, νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον· ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδεοὔπω χρόνον παλαιὸν εἰσεδέρκετο. τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται; πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα. σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς· ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύεινκἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται. οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλουςκρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας. Θησεύςὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην, τί δὴ τέχνας μὲν μυρίας διδάσκετεκαὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε, ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω, φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς; Ἱππόλυτοςδεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖντοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι. ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ, δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς. Θησεύςφεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριονσαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν, ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος, δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν, τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν, ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετοπρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα. Ἱππόλυτοςἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχειφίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι; ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί μελόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
1.52
936Θησεύςφεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός. τί τέρμα τόλμης καὶ θράσους γενήσεται; εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται, ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴνπανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶἄλλην δεήσει γαῖαν, ἣ χωρήσεταιτοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας. σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼςᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεταιπρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν. δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας, τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί. σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος; οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼθεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς. ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶςσίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχωνβάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς· ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼφεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρσεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι. τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς; ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ· ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοιτῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν; μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθοντοῖς γνησίοισι πολέμιον πεφυκέναι· κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις, εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν. ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι, γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους, οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους, ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα· τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον. νῦν οὖν— τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοιςνεκροῦ παρόντος μάρτυρος σαφεστάτου; ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς, καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ. εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι, οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲκτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην, οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδεςφήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν. Χορόςοὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τιναθνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
1.53
983Ἱππόλυτοςπάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶνδεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους, εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε. ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον, ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος. ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖςφαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν. ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης, γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν, ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶνκοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδεκαὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ, οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς. ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν, φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις, ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰμήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις· οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ, ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις. ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς· λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας· οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύωνγραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖνπρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων. καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω· δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην. πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετοπασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμονἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα; μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν. ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσινἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορενθνητῶν ὅσοισιν ἁνδάνει μοναρχία. ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺςπρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτεροςσὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις. πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼνκρείσσω δίδωσι τῆς τυραννίδος χάριν. ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις· εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ, καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην, ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών· νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸςὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμωνμηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν. ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος, ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα, καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μουσάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ. εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίονοὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν. ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν, ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα. Χορόςἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν, ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν. Θησεύςἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε, ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας; Ἱππόλυτοςκαὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ· εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ, ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν, εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν. Θησεύςὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ. ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ· ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸςὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον— ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον· μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ. Ἱππόλυτοςοἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνονδέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός; Θησεύςπέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν, εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα. Ἱππόλυτοςοὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεωνφήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς; Θησεύςἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένηκατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάραφοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
1.54
1060Ἱππόλυτοςὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα, ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι; οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ, μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα. Θησεύςοἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν. οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς; Ἱππόλυτοςποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένωνδόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών; Θησεύςὅστις γυναικῶν λυμεῶνας ἥδεταιξένους κομίζων καὶ ξυνοικούρους κακῶν. Ἱππόλυτοςαἰαῖ, πρὸς ἧπαρ· δακρύων τ’ ἐγγὺς τόδε, εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι. Θησεύςτότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆνὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης. Ἱππόλυτοςὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοικαὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ. Θησεύςἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς· τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν. Ἱππόλυτοςφεῦ· εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίονστάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά. Θησεύςπολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβεινἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν. Ἱππόλυτοςὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί· μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος. Θησεύςοὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετεπάλαι ξενοῦσθαι τόνδε προυννέποντά με; Ἱππόλυτοςκλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται· σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός. Θησεύςδράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις· οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς. Ἱππόλυτοςἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ· ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω. ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη, σύνθακε, συγκύναγε, φευξόμεσθα δὴκλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλιςκαὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον, ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα, χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι. ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες, προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός· ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερονὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.
1.55
1102Χορός Κυνηγῶνἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ, λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθωνλείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων· ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιναἰὼνπολυπλάνητος αἰεί.
1.56
1111Χορόςεἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι, τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν· δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη· ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶβίον συνευτυχοίην.
1.57
1120Χορός Κυνηγῶνοὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ- σων, ἐπεὶ τὸν Ἑλλανίαςφανερώτατον ἀστέρ’ Ἀθήναςεἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶςἄλλαν ἐπ’ αἶαν ἱέμενον. ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς, ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶνὠκυπόδων μέτα θῆρας ἔναιρενΔίκτυνναν ἀμφὶ σεμνάν.
1.58
1131Χορόςοὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃτὸν ἀμφὶ Λίμνας τρόχονκατέχων ποδὶ γυμνάδος ἵππου. μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶνλήξει πατρῷον ἀνὰ δόμον· ἀστέφανοι δὲ κόρας ἀνάπαυλαιΛατοῦς βαθεῖαν ἀνὰ χλόαν· νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷλέκτρων ἅμιλλα κούραις.
1.59
1142Χορός— ἐγὼ δὲ σᾷ δυστυχίᾳδάκρυσι διοίσω πότμονἄποτμον· ὦ τάλαινα μᾶ- τερ, ἔτεκες ἀνόνατα· φεῦ· μανίω θεοῖσιν· ἰὼ ἰώ· συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶςοὐδὲν ἄτας αἴτιονπέμπετε τῶνδ’ ἀπ’ οἴκων;
1.60
1151Χορός— καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶσπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον. Ἄγγελοςποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼνεὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοισημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω; Χορόςὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται. ἌγγελοςΘησεῦ, μερίμνης ἄξιον φέρω λόγονσοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλινναίουσι καὶ γῆς τέρμονας Τροζηνίας. Θησεύςτί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέραδισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις; ἌγγελοςἹππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος· δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς. Θησεύςπρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος, ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ; Ἄγγελοςοἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχοςἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶπόντου κρέοντι παιδὸς ἠράσω πέρι. Θησεύςὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων. πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκηςἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ; Ἄγγελοςἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλαςψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχαςκλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγωνὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδαἹππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων. ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλοςἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπουςφίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις. χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων· Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις. ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους, δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι. τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο, καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμέναςπώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν. μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος, αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα. καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας· Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ· αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρἤτοι θανόντας ἢ φάος δεδορκότας. κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼνπώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματοςπέλας χαλινῶν εἱπόμεσθα δεσπότῃτὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.
1.61
1198ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν, ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆςπρὸς πόντον ἤδη κειμένη Σαρωνικόν. ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸςβαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν· ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸνἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸςπόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθουςἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομενκῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθηΣκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν· ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ. κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸνπολὺν καχλάζον ποντίῳ φυσήματιχωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος. αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳκῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας· οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένηφρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲκρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο. εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος· καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσινπολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν, ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνὴρἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας· αἳ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γναθμοῖςβίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸςοὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχωνμεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰγαίας ἔχων οἴακας εὐθύνοι δρόμον, προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν, ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον· εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας, σιγῇ πελάζων ἄντυγι ξυνείπετοἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν, ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος. σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνωτροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα. αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶςδεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς, σποδούμενος μὲν πρὸς πέτραις φίλον κάραθραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν· Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι, μή μ’ ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ ἀρά. τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;
1.62
1243πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶἐλειπόμεσθα. χὣ μὲν ἐκ δεσμῶν λυθεὶςτμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳπίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι· ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέραςταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός. δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ, ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε, τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός· οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος, καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τιςπεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι. Χορόςαἰαῖ· κέκρανται συμφορὰ νέων κακῶν, οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή. Θησεύςμίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδελόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενοςθεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ, οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς. Ἄγγελοςπῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιονδράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί; φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασινοὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ. Θησεύςκομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιντὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχηλόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.
1.63
1268Χορόςσὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶνἄγεις, Κύπρι, σὺν δ’ ὁ ποικιλόπτερος ἀμφιβαλὼνὠκυτάτῳ πτερῷ. ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’ ἁλμυρὸν ἐπὶ πόντον. θέλγει δ’ Ἔρως, ᾧ μαινομένᾳ κραδίᾳπτανὸς ἐφορμάσῃ χρυσοφαής, φύσιν ὀρεσκόων σκυλάκων πελαγίων θ’ ὅσα τε γᾶ τρέφειτά τ’ ἀέλιος αἰθόμενα δέρκεται, ἄνδρας τε· συμπάντων βασιληίδα τιμάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.
1.64
1283Ἄρτεμιςσὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαιπαῖδ’ ἐπακοῦσαι· Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ. Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ, παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας, ψευδέσι μύθοις ἀλόχου πεισθεὶςἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην. πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτειςδέμας αἰσχυνθείς, ἢ πτηνὸς ἄνω μεταβὰς βίοτονπήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις; ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοικτητὸν βιότου μέρος ἐστίν.
1.65
1296ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν· καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε. ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένατοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ, καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰγενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶνἡμῖν, ὅσαισι παρθένειος ἡδονή, δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν. γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένητροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς, ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον. ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετολόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενοςὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς. ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένηψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσενδόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε. Θησεύςοἴμοι. Ἄρτεμιςδάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος, τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον. ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς; ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ, ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα. πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶςἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν· σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός, ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπαἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷσκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆνἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες. Θησεύςδέσποιν’, ὀλοίμην. Ἄρτεμιςδείν’ ἔπραξας, ἀλλ’ ὅμωςἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν· Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τόδε, πληροῦσα θυμόν. θεοῖσι δ’ ὧδ’ ἔχει νόμος· οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳτῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί. ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένηοὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶθανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαντὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης· ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴλόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα. μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά, λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶθνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺςαὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
1.66
1342Χορόςκαὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει, σάρκας νεαρὰς ξανθόν τε κάραδιαλυμανθείς. ὦ πόνος οἴκων, οἷον ἐκράνθη δίδυμον μελάθροιςπένθος θεόθεν καταληπτόν. Ἱππόλυτοςαἰαῖ αἰαῖ· δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκουχρησμοῖς ἀδίκοις διελυμάνθην. ἀπόλωλα τάλας, οἴμοι μοι. διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι, κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος. σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω. ἓ ἕ· ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆςβόσκημα χερός, διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας. φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες, χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν. τίς ἐφέστηκεν δεξιὰ πλευροῖς; πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετετὸν κακοδαίμονα καὶ κατάρατονπατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς; ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ, ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼνπροῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκραςὀλέσας βίοτον· μόχθους δ’ ἄλλωςτῆς εὐσεβίαςεἰς ἀνθρώπους ἐπόνησα.
1.67
1370Ἱππόλυτοςαἰαῖ αἰαῖ· καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει— μέθετέ με, τάλανες— καί μοι θάνατος Παιὰν ἔλθοι. προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί- μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι, διαμοιρᾶσαιδιά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον. ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά· μιαιφόνων τε συγγόνων παλαιῶνπρογεννητόρων ἐξορίζεταικακόν, οὐδὲ μέλλει, ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ- δὲν ὄντ’ ἐπαίτιον κακῶν; ἰώ μοί μοι·— τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ- γήτου πάθους; εἴθε με κοι- μάσειε τὸν δυσδαίμον’ Ἅι- δου μέλαινα νύκτερός τ’ ἀνάγκα.
1.68
1389Ἄρτεμιςὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης· τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν. Ἱππόλυτοςἔα· ὦ θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖςὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας· ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά. Ἄρτεμιςὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν. Ἱππόλυτοςὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον; Ἄρτεμιςὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ. Ἱππόλυτοςοὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης, Ἄρτεμιςοὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι. Ἱππόλυτοςοὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ. ἌρτεμιςΚύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο. Ἱππόλυτοςὤμοι· φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν. Ἄρτεμιςτιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο. Ἱππόλυτοςτρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις. Ἄρτεμιςπατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον. Ἱππόλυτοςᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας. Ἄρτεμιςἐξηπατήθη δαίμονος βουλεύμασιν. Ἱππόλυτοςὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ. Θησεύςὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου. Ἱππόλυτοςστένω σὲ μᾶλλον ἢ’ μὲ τῆς ἁμαρτίας. Θησεύςεἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός. Ἱππόλυτοςὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά. Θησεύςὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα. Ἱππόλυτοςτί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος. Θησεύςδόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι. Ἱππόλυτοςφεῦ· εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος. Ἄρτεμιςἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφονθεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίαςὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμαςσῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν. ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸςὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶντόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι. σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶντιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳδώσω· κόραι γὰρ ἄζυγες γάμων πάροςκόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦπένθη μέγιστα δακρύων καρπουμένῳ. ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένωνἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼνἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
1.69
1431σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲσὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι· ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲθεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν. καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν, Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης. καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶνοὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς· ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ. Ἱππόλυτοςχαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία· μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν. λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν· καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις. αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος· λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας. Θησεύςοἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα; Ἱππόλυτοςὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας. Θησεύςἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα; Ἱππόλυτοςοὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου. Θησεύςτί φῄς; ἀφίης αἵματός μ’ ἐλεύθερον; Ἱππόλυτοςτὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι. Θησεύςὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί. Ἱππόλυτοςτοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν. Θησεύςοἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς. Ἱππόλυτοςὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ. Θησεύςμή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει. Ἱππόλυτοςκεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ. κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις. Θησεύςὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα, οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ· ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
1.70
1462Χορόςκοινὸν τόδ’ ἄχος πᾶσι πολίταιςἦλθεν ἀέλπτως. πολλῶν δακρύων ἔσται πίτυλος· τῶν γὰρ μεγάλων ἀξιοπενθεῖςφῆμαι μᾶλλον κατέχουσιν.

Intertext edge

Open linked passage

Note