Medea
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1ΤροφόςΕἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφοςΚόλχων ἐς αἶαν κυανέας Συμπληγάδας, μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτετμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέραςἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέραςΠελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴΜήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίαςἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος· οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόραςπατέρα κατῴκει τήνδε γῆν Κορινθίανξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲνφυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα, αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι· ἥπερ μεγίστη γίγνεται σωτηρία, ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ. νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα. προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴνγάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται, γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός· Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένηβοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς, πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεταιοἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ. κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι, τὸν πάντα συντήκουσα δακρύοις χρόνον, ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη, οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆςπρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιοςκλύδων ἀκούει νουθετουμένη φίλων· ἢν μή ποτε στρέψασα πάλλευκον δέρηναὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλονκαὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετομετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει. ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕποοἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός. στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται. δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον· βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶςπάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νινμὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος, σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος, ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ, κἄπειτα μείζω συμφορὰν λάβῃ τινά. δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼνἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται. ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοιστείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοικακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
1.2
49Παιδαγωγόςπαλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίανἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά; πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει; Τροφόςτέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος, χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶνκακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται. ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος, ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷλέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας. Παιδαγωγόςοὔπω γὰρ ἡ τάλαινα παύεται γόων; Τροφόςζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. Παιδαγωγόςὦ μῶρος— εἰ χρὴ δεσπότας εἰπεῖν τόδε· ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν. Τροφόςτί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι. Παιδαγωγόςοὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα. Τροφόςμή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν· σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι. Παιδαγωγόςἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοιθάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ, ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίαςσὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸςΚρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδεοὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε. Τροφόςκαὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεταιπάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει; Παιδαγωγόςπαλαιὰ καινῶν λείπεται κηδευμάτων, κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος. Τροφόςἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεννέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι. Παιδαγωγόςἀτὰρ σύ γ’— οὐ γὰρ καιρὸς εἰδέναι τόδεδέσποιναν— ἡσύχαζε καὶ σίγα λόγον. Τροφόςὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ; ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός· ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται. Παιδαγωγόςτίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε, ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ, οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν, εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ. Τροφόςἴτ’— εὖ γὰρ ἔσται— δωμάτων ἔσω, τέκνα. σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχεκαὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ. ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένηντοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεταιχόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα... ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.
1.3
96Μήδειαἔνδοθενἰώ, δύστανος ἐγὼ μελέα τε πόνων, ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν; Τροφόςτόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρκινεῖ κραδίαν, κινεῖ δὲ χόλον. σπεύσατε θᾶσσον δώματος εἴσωκαὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς, μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’ ἄγριον ἦθος στυγεράν τε φύσινφρενὸς αὐθάδους.— ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.— δῆλον δ’ ἀρχῆς ἐξαιρόμενοννέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψειμείζονι θυμῷ· τί ποτ’ ἐργάσεταιμεγαλόσπλαγχνος δυσκατάπαυστοςψυχὴ δηχθεῖσα κακοῖσιν; Μήδειααἰαῖ, ἔπαθον τλάμων ἔπαθον μεγάλωνἄξι’ ὀδυρμῶν· ὦ κατάρατοιπαῖδες ὄλοισθε στυγερᾶς ματρὸςσὺν πατρί, καὶ πᾶς δόμος ἔρροι. Τροφόςἰώ μοί μοι, ἰὼ τλήμων. τί δέ σοι παῖδες πατρὸς ἀμπλακίαςμετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι, τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ. δεινὰ τυράννων λήματα καί πωςὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντεςχαλεπῶς ὀργὰς μεταβάλλουσιν. τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισινκρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοιςὀχυρῶς γ’ εἴη καταγηράσκειν. τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖντοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷλῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’ οὐδένα καιρὸν δύναται θνητοῖς· μείζους δ’ ἄτας, ὅταν ὀργισθῇδαίμων οἴκοις, ἀπέδωκεν.
1.4
131Χορόςἔκλυον φωνάν, ἔκλυον δὲ βοὰντᾶς δυστάνου Κολχίδος, οὐδέ πωἤπιος· ἀλλ’ ὦ γηραιά, λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰνἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσινδώματος· ἐπεί μοι φίλον κέκρανται.
1.5
139Τροφόςοὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη. τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων, ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰνδέσποινα, φίλων οὐδενὸς οὐδὲνπαραθαλπομένα φρένα μύθοις. Μήδειααἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς· διά μου κεφαλᾶς φλὸξ οὐρανίαβαίη· τί δέ μοι ζῆν ἔτι κέρδος; φεῦ φεῦ· θανάτῳ καταλυσαίμανβιοτὰν στυγερὰν προλιποῦσα.
1.6
148Χορός— ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· ἀχὰν οἵαν ἁ δύστανοςμέλπει νύμφα;— τίς σοί ποτε τᾶς ἀπλάτουκοίτας ἔρος, ὦ ματαία; σπεύσει θανάτου τελευτά· μηδὲν τόδε λίσσου.— εἰ δὲ σὸς πόσιςκαινὰ λέχη σεβίζει, κείνῳ τόδε· μὴ χαράσσου·— Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαντάκου δυρομένα σὸν εὐνάταν.
1.7
160Μήδειαὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμιλεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοιςἐνδησαμένα τὸν κατάρατονπόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’ αὐτοῖς μελάθροις διακναιομένους, οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν. ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθηναἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν. Τροφόςκλύεθ’ οἷα λέγει κἀπιβοᾶταιΘέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκωνθνητοῖς ταμίας νενόμισται; οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷδέσποινα χόλον καταπαύσει.
1.8
173Χορός— πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέρανἔλθοι μύθων τ’ αὐδαθέντωνδέξαιτ’ ὀμφάν;— εἴ πως βαρύθυμον ὀργὰνκαὶ λῆμα φρενῶν μεθείη, μήτοι τό γ’ ἐμὸν πρόθυμονφίλοισιν ἀπέστω.— ἀλλὰ βᾶσά νινδεῦρο πόρευσον οἴκωνἔξω· φίλα καὶ τάδ’ αὔδα.— σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω· πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.
1.9
184Τροφόςδράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσωδέσποιναν ἐμήν· μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω. καίτοι τοκάδος δέργμα λεαίνηςἀποταυροῦται δμωσίν, ὅταν τιςμῦθον προφέρων πέλας ὁρμηθῇ. σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺςτοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις, οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαιςἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοιςηὕροντο βίου τερπνὰς ἀκοάς· στυγίους δὲ βροτῶν οὐδεὶς λύπαςηὕρετο μούσῃ καὶ πολυχόρδοιςᾠδαῖς παύειν, ἐξ ὧν θάνατοιδειναί τε τύχαι σφάλλουσι δόμους. καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαιμολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοιδαῖτες, τί μάτην τείνουσι βοήν; τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦδαιτὸς πλήρωμα βροτοῖσιν.
1.10
204Χορόςἰαχὰν ἄιον πολύστονον γόων, λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷτὸν ἐν λέχει προδόταν κακόνυμφον· θεοκλυτεῖ δ’ ἄδικα παθοῦσατὰν Ζηνὸς ὁρκίαν Θέμιν, ἅ νιν ἔβασενἙλλάδ’ ἐς ἀντίπορονδι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰνπόντου κλῇδ’ ἀπέραντον.
1.11
214ΜήδειαΚορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων, μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶνσεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸςδύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν, ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶςστυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος.... χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει... οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼςπικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδεψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίουχάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι. ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς, κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις. πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχειγυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν· ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇπόσιν πρίασθαι, δεσπότην τε σώματοςλαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν. κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖνἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶγυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν. ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένηνδεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ. κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖπόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν, ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών. ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης· ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς· ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν. λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίονζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί· κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδαστῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
1.12
252ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος· σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοιβίου τ’ ὄνησις καὶ φίλων συνουσία, ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαιπρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη, οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆμεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς. τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇπόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν, τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματοσιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέακακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν· ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ, οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα. Χορόςδράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν, Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας. ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς, στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. Κρέωνσὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶνφυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα· καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγουτοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν, πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω. Μήδειααἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι. ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως· τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον; Κρέωνδέδοικά σ’— οὐδὲν δεῖ παραμπίσχειν λόγους— μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν. συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος· σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη. κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι, τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένηνδράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι. κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι, ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.
1.13
292Μήδειαφεῦ φεῦ. οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον, ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά. χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρπαῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς· χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίαςφθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ. σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰδόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι· τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλονκρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ. ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης. σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος, τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου, τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή. σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς; οὐχ ὧδ’ ἔχει μοι— μὴ τρέσῃς ἡμᾶς, Κρέον— ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν. σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρηνὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσινμισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε. καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν· νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόναἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοισιγησόμεσθα, κρεισσόνων νικώμενοι. Κρέωνλέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶνὀρρωδία μοι μή τι βουλεύσῃς κακόν, τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε· ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπωςμενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
1.14
324Μήδειαμή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης. Κρέωνλόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ. Μήδειαἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς; Κρέωνφιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς. Μήδειαὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω. Κρέωνπλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ. Μήδειαφεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. Κρέωνὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι. ΜήδειαΖεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν. Κρέωνἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων. Μήδειαπονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα. Κρέωντάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ. Μήδειαμὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον... Κρέωνὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι. Μήδειαφευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν. Κρέωντί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός; Μήδειαμίαν με μεῖναι τήνδ’ ἔασον ἡμέρανκαὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα, παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴροὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις. οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρπέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν. τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα, κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους. Κρέωνἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν, αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα· καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι, εἴ σ’ ἡ’ πιοῦσα λαμπὰς ὄψεται θεοῦκαὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός, θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε. νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.
1.15
357Χορόςδύστανε γύναι, φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων. ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν; ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶνἐξευρήσεις; ὡς εἰς ἄπορόν σε κλύδωνα θεός, Μήδεια, κακῶν ἐπόρευσε.
1.16
364Μήδειακακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ; ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω. ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοιςκαὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι. δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε, εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην; οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν. ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο, ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματαγῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέρανμεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺςθήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν. πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι· πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος, σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος. ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαιδόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη, θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων. κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμενσοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν. εἶἑν· καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις; τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύουςξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας; οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον, ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ, δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον· ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος, αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν, κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν. οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβωμάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην, Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους, πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι, Μήδεια, βουλεύουσα καὶ τεχνωμένη· ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας. ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖντοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις, γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο. ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμενγυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται, κακῶν δὲ πάντων τέκτονες σοφώταται.
1.17
410Χορόςἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί, καὶ δίκα καὶ πάντα πάλιν στρέφεται. ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’ οὐκέτι πίστις ἄραρε· τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι· ἔρχεται τιμὰ γυναικείῳ γένει· οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.
1.18
421Χορόςμοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶντὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν. οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύραςὤπασε θέσπιν ἀοιδὰνΦοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνονἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχειπολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
1.19
431Χορόςσὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσαςμαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντουπέτρας· ἐπὶ δὲ ξένᾳναίεις χθονί, τᾶς ἀνάνδρουκοίτας ὀλέσασα λέκτρον, τάλαινα, φυγὰς δὲ χώραςἄτιμος ἐλαύνῃ.
1.20
439Χορόςβέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼςἙλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα. σοὶ δ’ οὔτε πατρὸς δόμοι, δύστανε, μεθορμίσασθαιμόχθων πάρα, τῶν τε λέκτρωνἄλλα βασίλεια κρείσσωνδόμοισιν ἐπέστα.
1.21
446Ἰάσωνοὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκιςτραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχεινκούφως φερούσῃ κρεισσόνων βουλεύματα, λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός. κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲλέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ· ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ. κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένωνὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν· σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶκακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός. ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοιςἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃςμήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴκακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς, οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε. Μήδειαὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω, γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν· ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς; θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει; οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία, φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν, ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσωνπασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών· ἐγώ τε γὰρ λέξασα κουφισθήσομαιψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων. ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν. ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοιταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος, πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτηνζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην· δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέραςσπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν, κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον. αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺςτὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμηνσὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν, παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον. καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼνπρούδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη— παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι, συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
1.22
492ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖνἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι, ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν, ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν. φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου, καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθακακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν. ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι— δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ— νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους, οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην; ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖνδέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον. ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοιςἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶςδρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω. τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδωνἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σεἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη, φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις— καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ, πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε. ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖτεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; Χορόςδεινή τις ὀργὴ καὶ δυσίατος πέλει, ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.
1.23
522Ἰάσωνδεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν, ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφονἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖντὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν. ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν, Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίαςσώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην. σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός— ἀλλ’ ἐπίφθονοςλόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασετόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας. ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν· ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει. μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίαςεἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω. πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸςγαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαινόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν· πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴνκαὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοιςὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν. εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοιςμήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, εἰ μὴ’ πίσημος ἡ τύχη γένοιτό μοι.
1.24
545τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέριἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας, ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς, ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλοςκαὶ παισὶ τοῖς ἐμοῖσιν— ἀλλ’ ἔχ’ ἥσυχος. ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸςπολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους, τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερονἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς; οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος, καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος, οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων· ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι· ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶςκαὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτιπένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος, παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶνσπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοιςἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένοςεὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ; ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοιςτὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς; οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος. ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένηςεὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος, τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατατίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺςπαῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος· χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν. ΧορόςἸᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους· ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν. Μήδειαἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν. ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγεινπέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν, τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός. ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃλέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά μεγαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
1.25
588Ἰάσωνκαλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ, εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦντολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. Μήδειαοὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχοςπρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι. Ἰάσωνεὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκαγῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω, ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλωνσέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρουςφῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι. Μήδειαμή μοι γένοιτο λυπρὸς εὐδαίμων βίοςμηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα. Ἰάσωνοἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ; τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ, μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν. Μήδειαὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή, ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα. Ἰάσωναὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. Μήδειατί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε; Ἰάσωνἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη. Μήδειακαὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις. Ἰάσωνὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα. ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇπροσωφέλημα χρημάτων ἐμῶν λαβεῖν, λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ. καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι· λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα. Μήδειαοὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν, οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου· κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει. Ἰάσωνἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι, ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳφίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον. Μήδειαχώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρηςαἱρῇ χρονίζων δωμάτων ἐξώπιος. νύμφευ’· ἴσως γάρ— σὺν θεῷ δ’ εἰρήσεται— γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.
1.26
627Χορόςἔρωτες ὑπὲρ μὲν ἄγανἐλθόντες οὐκ εὐδοξίανοὐδ’ ἀρετὰν παρέδωκανἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοιΚύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως. μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείηςἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.
1.27
635Χορόςστέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν· μηδέ ποτ’ ἀμφιλόγους ὀργὰςἀκόρεστά τε νείκηθυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροιςπροσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’ ὀξύφρων κρίνοι λέχη γυναικῶν.
1.28
643Χορόςὦ πατρίς, ὦ δώματα, μὴδῆτ’ ἄπολις γενοίμαντὸν ἀμηχανίας ἔχουσαδυσπέρατον αἰῶν’, οἰκτροτάτων ἀχέων. θανάτῳ θανάτῳ πάρος δαμείηνἁμέραν τάνδ’ ἐξανύσασα· μό- χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢγᾶς πατρίας στέρεσθαι.
1.29
652Χορόςεἴδομεν, οὐκ ἐξ ἑτέρωνμῦθον ἔχω φράσασθαι· σὲ γὰρ οὐ πόλις, οὐ φίλων τιςᾤκτισεν παθοῦσανδεινότατον παθέων. ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστινμὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί- ξαντα κλῇδα φρενῶν· ἐμοὶμὲν φίλος οὔποτ’ ἔσται.
1.30
663ΑἰγεύςΜήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιονκάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους. Μήδειαὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος, Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον; ΑἰγεύςΦοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον. Μήδειατί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης; Αἰγεύςπαίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι. Μήδειαπρὸς θεῶν— ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον; Αἰγεύςἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ. Μήδειαδάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν; Αἰγεύςοὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου. Μήδειατί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι; Αἰγεύςσοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη. Μήδειαθέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ; Αἰγεύςμάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός. Μήδειατί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν. Αἰγεύςἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα— Μήδειαπρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα; Αἰγεύςπρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω. Μήδειασὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα; ΑἰγεύςΠιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας.... Μήδειαπαῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος. Αἰγεύςτούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω. Μήδειασοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε. Αἰγεύςκἀμοί γε πάντων φίλτατος δορυξένων. Μήδειαἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
1.31
689Αἰγεύςτί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε; ΜήδειαΑἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις. Αἰγεύςτί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας. Μήδειαἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών. Αἰγεύςτί χρῆμα δράσας; φράζε μοι σαφέστερον. Μήδειαγυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει. Αἰγεύςοὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε; Μήδειασάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι. Αἰγεύςπότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος; Μήδειαμέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις. Αἰγεύςἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός. Μήδειαἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν. Αἰγεύςδίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον. ΜήδειαΚρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας. Αἰγεύςσυγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι. Μήδειαὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός. Αἰγεύςπρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν. ΜήδειαΚρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας. Αἰγεύςἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα. Μήδειαλόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται. ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδοςγονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι, οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονακαὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς, δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον. οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόροςγένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις. εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε· παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰςσπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα. Αἰγεύςπολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν, γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν, ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς· ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ. οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα, πειράσομαί σου προξενεῖν δίκαιος ὤν. τόσον γε μέντοι σοι προσημαίνω, γύναι· ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι, αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους, μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι. ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα· ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
1.32
731Μήδειαἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοιτούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς. Αἰγεύςμῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές; Μήδειαπέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμοςΚρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶςἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ· λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτοςφίλος γένοι’ ἂν τἀπικηρυκεύματα·— οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ, τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός. Αἰγεύςπολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν· ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι. ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα, σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι, τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς. Μήδειαὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸςτοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος. Αἰγεύςτί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. Μήδειαμήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε, μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγεινχρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ. Αἰγεύςὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβαςθεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω. Μήδειαἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ’ μμένων πάθοις; Αἰγεύςἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν. Μήδειαχαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει. κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι, πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
1.33
759Χορόςἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξπελάσειε δόμοις, ὧν τ’ ἐπίνοιανσπεύδεις κατέχων πράξειας, ἐπεὶγενναῖος ἀνήρ, Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.
1.34
764Μήδειαὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς, νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι, γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν· νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην. οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομενλιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων· ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων, μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος. ἤδη δὲ πάντα τἀμά σοι βουλεύματαλέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους. πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσοναἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι· μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους, ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχεινγάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει· καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα. παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι, οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸςἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι, ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω. πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν, νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα, λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ, κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης· τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
1.35
790ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον· ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέοντοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶτἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· δόμον τε πάντα συγχέασ’ Ἰάσονοςἔξειμι γαίας, φιλτάτων παίδων φόνονφεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶςοὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν. ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανονδόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοιςπεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην. οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτεζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγουνύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴνθανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις. μηδείς με φαύλην κἀσθενῆ νομιζέτωμηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου, βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. Χορόςἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον, σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶνξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε. Μήδειαοὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειντάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. Χορόςἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι; Μήδειαοὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις. Χορόςσὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή. Μήδειαἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι. ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα· ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα. λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων, εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.
1.36
824ΧορόςἘρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοικαὶ θεῶν παῖδες μακάρων, ἱερᾶςχώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοικλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτουβαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰςἐννέα Πιερίδας Μούσας λέγουσιξανθὰν Ἁρμονίαν φυτεῦσαι·
1.37
835Χορόςτοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖςτὰν Κύπριν κλῄζουσιν ἀφυσσαμένανχώραν καταπνεῦσαι μετρίας ἀνέμωνἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομένανχαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέωντᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας, παντοίας ἀρετᾶς ξυνεργούς.
1.38
846Χορόςπῶς οὖν ἱερῶν ποταμῶνἢ πόλις; ἦ φίλωνπόμπιμός σε χώρατὰν παιδολέτειραν ἕξει, τὰν οὐχ ὁσίαν μετ’ ἄλλων; σκέψαι τεκέων πλαγάν, σκέψαι φόνον οἷον αἴρῃ. μή, πρὸς γονάτων σε πάντηπάντως ἱκετεύομεν, τέκνα φονεύσῃς.
1.39
856Χορόςπόθεν θράσος ἢ φρενὸς ἢχειρὶ τέκνων σέθενκαρδίᾳ τε λήψῃδεινὰν προσάγουσα τόλμαν; πῶς δ’ ὄμματα προσβαλοῦσατέκνοις ἄδακρυν μοῖρανσχήσεις φόνου; οὐ δυνάσῃ, παίδων ἱκετᾶν πιτνόντων, τέγξαι χέρα φοινίαντλάμονι θυμῷ.
1.40
866Ἰάσωνἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴςοὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαιτί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι. ΜήδειαἸᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένωνσυγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρεινεἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα. ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμηνκἀλοιδόρησα· Σχετλία, τί μαίνομαικαὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ, ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαιπόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα, γήμας τύραννον καὶ κασιγνήτους τέκνοιςἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαιθυμοῦ— τί πάσχω;— θεῶν ποριζόντων καλῶς; οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόναφεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων; ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίανπολλὴν ἔχουσα καὶ μάτην θυμουμένη. νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖςκῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων, ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων, καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχεινύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν. ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν, γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς, οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων. παριέμεσθα, καί φαμεν κακῶς φρονεῖντότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε· ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας, ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατεπατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅματῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα· σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος. λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶνὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνονφίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ, ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένηὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων. Χορόςκἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ· καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
1.41
908Ἰάσωναἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι· εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένοςγάμου παρεμπολῶντος ἀλλοίου πόσει. ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ, ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ, βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος. ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρπολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν· οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίαςτὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι. ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεταιπατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής· ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλοςμολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους. αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας, στρέψασα λευκὴν ἔμπαλιν παρηίδα; κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον; Μήδειαοὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι. Ἰάσωνθάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι. Μήδειαδράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. Ἰάσωντί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις; Μήδειαἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα, ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε. ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους, τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι. ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ— κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς, μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸςναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις— ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ, παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί, αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.
1.42
941Ἰάσωνοὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή. Μήδειασὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸςγυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα. Ἰάσωνμάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ. Μήδειαεἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου· πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεταιτῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ, λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατονπαῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼνκόσμον κομίζειν δεῦρο προσπόλων τινά. εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία, ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτουκεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιοςπατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς. λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέραςκαὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότεφέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται. Ἰάσωντί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας; δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων, δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε. εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸςγυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ. Μήδειαμή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος· χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς. κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός, νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰςψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον. ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμουςπατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν, ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα, κόσμον διδόντες— τοῦδε γὰρ μάλιστα δεῖ— ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε. ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖνεὐάγγελοι γένοισθε πράξαντες καλῶς.
1.43
976Χορόςνῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας, οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη. δέξεται νύμφα χρυσέων ἀναδεσμῶνδέξεται δύστανος ἄταν· ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδακόσμον αὐτὰ χεροῖν. λαβοῦσα.
1.44
983Χορόςπείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλωνχρυσέων τευκτὸν στέφανον περιθέσθαι· νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει. τοῖον εἰς ἕρκος πεσεῖταικαὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’ οὐχ ὑπεκφεύξεται.
1.45
990Χορόςσὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, παισὶν οὐ κατειδὼςὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τεσᾷ στυγερὸν θάνατον. δύστανε μοίρας ὅσον παροίχῃ.
1.46
996Χορόςμεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδωνμᾶτερ, ἃ φονεύσειςτέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅσοι προλιπὼν ἀνόμωςἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.
1.47
1002Παιδαγωγόςδέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς, καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖνἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις. ἔα. τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς; τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδακοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον; Μήδειααἰαῖ. Παιδαγωγόςτάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις. Μήδειααἰαῖ μάλ’ αὖθις. Παιδαγωγός. μῶν τιν’ ἀγγέλλων τύχηνοὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου; Μήδειαἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.· Παιδαγωγόςτί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς; Μήδειαπολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶκἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην. Παιδαγωγόςθάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι. Μήδειαἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ. Παιδαγωγόςοὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων· κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς. Μήδειαδράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσωκαὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν. ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλιςκαὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ, οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι· ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς, πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας, πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίουςεὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν. ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας. ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην, ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας. ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδαςπολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲκαὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴγλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένηλυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί. ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοιςὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου. φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα; τί προσγελᾶτε τὸν πανύστατον γέλων; αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται, γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων. οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματατὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς. τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖςλυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά; οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
1.48
1049καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖνἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους; τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης, τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί. χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴθέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν, αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ. ἆ ἆ. μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε· ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων· ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε. μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας, οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼπαῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν. πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται. καὶ δὴ’ πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲνύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ. ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν, καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι, παῖδας προσειπεῖν βούλομαι.— δότ’, ὦ τέκνα, δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμακαὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων, εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδεπατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή, ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων. χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπεινοἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
1.49
1081Χορόςπολλάκις ἤδηδιὰ λεπτοτέρων μύθων ἔμολονκαὶ πρὸς ἁμίλλας ἦλθον μείζουςἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν· ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν, ἣ προσομιλεῖ σοφίας ἕνεκεν· πάσαισι μὲν οὔ· παῦρον δὲ δὴγένος ἐν πολλαῖς εὕροις ἂν ἴσωςκοὐκ ἀπόμουσον τὸ γυναικῶν. καί φημι βροτῶν οἵτινές εἰσινπάμπαν ἄπειροι μηδ’ ἐφύτευσανπαῖδας, προφέρειν εἰς εὐτυχίαντῶν γειναμένων. οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνηνεἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸνπαῖδες τελέθουσ’ οὐχὶ τυχόντεςπολλῶν μόχθων ἀπέχονται· οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοιςγλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃκατατρυχομένους τὸν ἅπαντα χρόνον, πρῶτον μὲν ὅπως θρέψουσι καλῶςβίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις· ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροιςεἴτ’ ἐπὶ χρηστοῖςμοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδηπᾶσιν κατερῶ θνητοῖσι κακόν· καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρονσῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνωνχρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαιδαίμων οὕτως, φροῦδος ἐς Ἅιδηνθάνατος προφέρων σώματα τέκνων. πῶς οὖν λύει πρὸς τοῖς ἄλλοιςτήνδ’ ἔτι λύπην ἀνιαροτάτηνπαίδων ἕνεκενθνητοῖσι θεοὺς ἐπιβάλλειν;
1.50
1116Μήδειαφίλαι, πάλαι τοι προσμένουσα τὴν τύχηνκαραδοκῶ τἀκεῖθεν οἷ προβήσεται. καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονοςστείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένονδείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. Ἄγγελοςὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη, Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐανλιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ. Μήδειατί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς; Ἄγγελοςὄλωλεν ἡ τύραννος ἀρτίως κόρηΚρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο. Μήδειακάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταιςτὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ. Ἄγγελοςτί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι, ἥτις, τυράννων ἑστίαν ᾐκισμένη, χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε; Μήδειαἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίονλόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος, λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂντέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.
1.51
1136Ἄγγελοςἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴσὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους, ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖςδμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγοςσὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάραπαίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕποστέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην. δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν, πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα, πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα· ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματαλευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα, παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸςὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδοςλέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις, παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα, φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν, δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸςφυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν; ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο, ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμωνμακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθενλαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο, χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοιςλαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην, ἄψυχον εἰκὼ προσγελῶσα σώματος. κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεταιστέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί, δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκιςτένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη. τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν· χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλινχωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνειθρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. καί τις γεραιὰ προσπόλων, δόξασά πουἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν, ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμαχωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄποκόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ· εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγανκωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμουςὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσινφράσουσα νύμφης συμφοράν· ἅπασα δὲστέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
1.52
1181ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμουταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο, ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματοςδεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο. διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο· χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκοςθαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός, πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα, λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος. φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη, σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε, ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότωςσύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμηνἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο. πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη, πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν· οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασιςοὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρουἔσταζε κρατὸς συμπεφυρμένον πυρί, σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυγναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον, δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖννεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον. πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ· ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέραςκυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ, τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε; τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεντίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον. ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμαςπροσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνηςλεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα· ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ, ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι, σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων. χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμοροςψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος. κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρπέλας, ποθεινὴ δακρύοισι συμφορά. καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν. τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν, οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶνδοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγωντούτους μεγίστην ζημίαν ὀφλισκάνειν. θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ· ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστεροςἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
1.53
1231Χορόςἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳκακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι. ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν, κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμουςοἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος. Μήδειαφίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοιπαῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός, καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκναἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν. ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεντὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά; ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος, λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου, καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων, ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γελαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν, κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμωςφίλοι γ’ ἔφυσαν— δυστυχὴς δ’ ἐγὼ γυνή.
1.54
1251Χορόςἰὼ Γᾶ τε καὶ παμφαὴςἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰνὀλομέναν γυναῖκα, πρὶν φοινίαντέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον· τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶςἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνεινφόβος ὑπ’ ἀνέρων. ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ- γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαντάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.
1.55
1261Χορόςμάταν μόχθος ἔρρει τέκνων, ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦκυανεᾶν λιποῦσα Συμπληγάδωνπετρᾶν ἀξενωτάταν ἐσβολάν; δειλαία, τί σοι φρενῶν βαρὺςχόλος προσπίτνει καὶ δυσμενὴςφόνος; ἀμείβεταιχαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά- σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ- δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη. Παῖδεςἔνδοθεν. αἰαῖ.
1.56
1273Χορός— ἀκούεις βοὰν ἀκούεις τέκνων;— ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι. Παῖδες— οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;— οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ. Χορόςπαρέλθω δόμους; ἀρῆξαι φόνονδοκεῖ μοι τέκνοις. Παῖδες— ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.— ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους. Χορός— τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα- ρος, ἅτις τέκνωνὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.
1.57
1282Χορός— μίαν δὴ κλύω μίαν τῶν πάροςγυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις· Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸςδάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ· πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳτέκνων δυσσεβεῖ, ἀκτῆς ὑπερτείνασα ποντίας πόδα, δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται. τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦγυναικῶν λέχοςπολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.
1.58
1293Ἰάσωνγυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης, ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένηΜήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ; δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω, ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος, εἰ μὴ τυράννων δώμασιν δώσει δίκην· πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸςἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων; ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω· κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς, ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον, μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει, μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον. Χορόςὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας, Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους. Ἰάσωντί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει; Χορόςπαῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν. Ἰάσωνοἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι. Χορόςὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή. Ἰάσωνποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων; Χορόςπύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον. Ἰάσωνχαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι, ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν, τοὺς μὲν θανόντας— τὴν δὲ τείσωμαι δίκην. Μήδειατί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας, νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην; παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις, λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ. τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρδίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
1.59
1323Ἰάσωνὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναιθεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει, ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφοςἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας· καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπειςκαὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον· ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν, ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸςἝλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα, πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο. τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί· κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιοντὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος. ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲπαρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα, εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας. οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼγῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί, λέαιναν, οὐ γυναῖκα, τῆς ΤυρσηνίδοςΣκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν. ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσιδάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος· ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε· ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα, ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι, οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμηνἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα. Μήδειαμακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίονλόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατοοἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω· σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχητερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί· οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμουςΚρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός. πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλεικαὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον· τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.
1.60
1361Ἰάσωνκαὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ. Μήδειασάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ’ γγελᾷς. Ἰάσωνὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε. Μήδειαὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ. Ἰάσωνοὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν. Μήδειαἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι. Ἰάσωνλέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν. Μήδειασμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς; Ἰάσωνἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά. Μήδειαοἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται. Ἰάσωνοἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες. Μήδειαἴσασιν ὅστις ἦρξε πημονῆς θεοί. Ἰάσωνἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα. Μήδειαστύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν. Ἰάσωνκαὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί. Μήδειαπῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω. Ἰάσωνθάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες. Μήδειαοὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί, φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ, ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ, τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφουσεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεντὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου. αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως, Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς, Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος, πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
1.61
1389Ἰάσωνἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνωνφονία τε Δίκη. Μήδειατίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων, τοῦ ψευδόρκου καὶ ξειναπάτου; Ἰάσωνφεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ. Μήδειαστεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον. Ἰάσωνστείχω, δισσῶν γ’ ἄμορος τέκνων. Μήδειαοὔπω θρηνεῖς· μένε καὶ γῆρας. Ἰάσωνὦ τέκνα φίλτατα. Μήδειαμητρί γε, σοὶ δ’ οὔ. Ἰάσωνκἄπειτ’ ἔκανες; Μήδειασέ γε πημαίνουσ’. Ἰάσωνὤμοι, φιλίου χρῄζω στόματοςπαίδων ὁ τάλας προσπτύξασθαι. Μήδειανῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ, τότ’ ἀπωσάμενος. Ἰάσωνδός μοι πρὸς θεῶνμαλακοῦ χρωτὸς ψαῦσαι τέκνων. Μήδειαοὐκ ἔστι· μάτην ἔπος ἔρριπται. ἸάσωνΖεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’, οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶςκαὶ παιδοφόνου τῆσδε λεαίνης; ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαιτάδε καὶ θρηνῶ κἀπιθεάζω, μαρτυρόμενος δαίμονας ὥς μοιτέκνα κτείνασ’ ἀποκωλύειςψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς, οὓς μήποτ’ ἐγὼ φύσας ὄφελονπρὸς σοῦ φθιμένους ἐπιδέσθαι. Χορόςπολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.