Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On
EuripidesOn 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1ἙρμῆςἌτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸνθεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶνμιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατοἙρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν. ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸνμέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖςτά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί. ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοιςβίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτραςΠαλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸςΜακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος. ἀγνὼς δὲ πατρί— τῷ θεῷ γὰρ ἦν φίλον— γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος, τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφοςἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷΚρέουσα, κἀκτίθησιν ὡς θανούμενονκοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦςἘριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρηφρουρὼ παραζεύξασα φύλακε σώματοςδισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσιδίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖνόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοιςτρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴντέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ. κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε· ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονακλεινῶν Ἀθηνῶν— οἶσθα γὰρ θεᾶς πόλιν— λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτραςαὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχειἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. τὰ δʼ ἄλλʼ— ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς— ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάρινπράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτοςἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπιτίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτοςἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς.
1.2
41κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳπροφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ· ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρηλαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον, ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν· οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα— καὶ θεὸςσυνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων— τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲοὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ, ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται. νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰςἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας, Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροιςθεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον. Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίανΞούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο· ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις, οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων· ὃν συμπονήσας καὶ συνεξελὼν δορὶγάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο, οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸςγεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχηἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκαἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδεἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχηνἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ. δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδεΞούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναικείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμουςγνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίουκρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα. Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός, ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα. ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι. ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνοντόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματαδάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν, Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
1.3
82Ἴωνἅρματα μὲν τάδε λαμπρὰ τεθρίππωνἭλιος ἤδη λάμπει κατὰ γῆν, ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέροςἐς νύχθʼ ἱεράν· Παρνησιάδες δʼ ἄβατοι κορυφαὶκαταλαμπόμεναι τὴν ἡμερίανἁψῖδα βροτοῖσι δέχονται. σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφουςΦοίβου πέταται. θάσσει δὲ γυνὴ τρίποδα ζάθεονΔελφίς, ἀείδουσʼ Ἕλλησι βοάς, ἃς ἂν Ἀπόλλων κελαδήσῃ. ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες, τὰς Κασταλίας ἀργυροειδεῖςβαίνετε δίνας, καθαραῖς δὲ δρόσοιςἀφυδρανάμενοι στείχετε ναούς· στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν, φήμας τʼ ἀγαθὰςτοῖς ἐθέλουσιν μαντεύεσθαιγλώσσης ἰδίας ἀποφαίνειν. ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸςμοχθοῦμεν ἀεί, πτόρθοισι δάφνηςστέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβουκαθαρὰς θήσομεν, ὑγραῖς τε πέδονῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας, αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα, τόξοισιν ἐμοῖς φυγάδας θήσομεν· ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼςτοὺς θρέψανταςΦοίβου ναοὺς θεραπεύω.
1.4
112Ἴωνἄγʼ, ὦ νεηθαλὲς ὦκαλλίστας προπόλευμα δά- φνας, ἃ τὰν Φοίβου θυμέλανσαίρεις ὑπὸ ναοῖς, κήπων ἐξ ἀθανάτων, ἵνα δρόσοι τέγγουσʼ ἱεραί, ῥοὰν ἀέναονπαγᾶν ἐκπροϊεῖσαι, μυρσίνας ἱερὰν φόβαν· ᾇ σαίρω δάπεδον θεοῦπαναμέριος ἅμʼ ἁλίουπτέρυγι θοᾷλατρεύων τὸ κατʼ ἦμαρ. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίωνεἴης, ὦ Λατοῦς παῖ.
1.5
128Ἴωνκαλόν γε τὸν πόνον, ὦΦοῖβε, σοὶ πρὸ δόμων λατρεύ- ω τιμῶν μαντεῖον ἕδραν· κλεινὸς δʼ ὁ πόνος μοιθεοῖσιν δούλαν χέρʼ ἔχεινοὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις· εὐφάμους δὲ πόνουςμοχθεῖν οὐκ ἀποκάμνω. Φοῖβός μοι γενέτωρ πατήρ· τὸν βόσκοντα γὰρ εὐλογῶ, τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέροςὄνομα λέγωΦοίβου τοῦ κατὰ ναόν. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίωνεἴης, ὦ Λατοῦς παῖ.
1.6
144Ἴωνἀλλʼ ἐκπαύσω γὰρ μόχθουςδάφνας ὁλκοῖς, χρυσέων δʼ ἐκ τευχέων ῥίψωΓαίας παγάν, ἃν ἀποχεύονταιΚασταλίας δῖναι, νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπʼ εὐνᾶς ὤν. εἴθʼ οὕτως αἰεὶ Φοίβῳλατρεύων μὴ παυσαίμαν, ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ. ἔα ἔα· φοιτῶσʼ ἤδη λείπουσίν τεπτανοὶ Παρνασοῦ κοίτας· αὐδῶ μὴ χρίμπτειν θριγκοῖςμηδʼ ἐς χρυσήρεις οἴκους— μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸςκῆρυξ, ὀρνίθων γαμφηλαῖςἰσχὺν νικῶν. ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσεικύκνος. οὐκ ἄλλᾳφοινικοφαῆ πόδα κινήσεις; οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβουσύμμολπος τόξων ῥύσαιτʼ ἄν. πάραγε πτέρυγας· λίμνας ἐπίβα τᾶς Δηλιάδος· αἱμάξεις, εἰ μὴ πείσῃ, τὰς καλλιφθόγγους ᾠδάς. ἔα ἔα· τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα; μῶν ὑπὸ θριγκοὺς εὐναίαςκαρφυρὰς θήσων τέκνοις; ψαλμοί σʼ εἴρξουσιν τόξων. οὐ πείσῃ; χωρῶν δίναιςταῖς Ἀλφειοῦ παιδούργει, ἢ νάπος Ἴσθμιον, ὡς ἀναθήματα μὴ βλάπτηταιναοί θʼ οἱ Φοίβου⋯ κτείνειν δʼ ὑμᾶς αἰδοῦμαιτοὺς θεῶν ἀγγέλλοντας φήμαςθνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις, Φοίβῳ δουλεύσω, κοὐ λήξωτοὺς βόσκοντας θεραπεύων.
1.7
184Χορός— οὐκ ἐν ταῖς ζαθέαις Ἀθά- ναις εὐκίονες ἦσαν αὐ- λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι- άτιδες θεραπεῖαι· ἀλλὰ καὶ παρὰ Λοξίᾳτῷ Λατοῦς διδύμων προσώ- πων καλλιβλέφαρον φῶς.— ἰδοὺ τάνδʼ, ἄθρησον, Λερναῖον ὕδραν ἐναίρειχρυσέαις ἅρπαις ὁ Διὸς παῖς· φίλα, πρόσιδʼ ὄσσοις.
1.8
194Χορός— ὁρῶ. καὶ πέλας ἄλλος αὐ- τοῦ πανὸν πυρίφλεκτον αἴ- ρει τις— ἆρʼ ὃς ἐμαῖσι μυ- θεύεται παρὰ πήναις, ἀσπιστὰς Ἰόλαος, ὃςκοινοὺς αἰρόμενος πόνουςΔίῳ παιδὶ συναντλεῖ;— καὶ μὰν τόνδʼ ἄθρησονπτεροῦντος ἔφεδρον ἵππου· τὰν πῦρ πνέουσαν ἐναίρειτρισώματον ἀλκάν.
1.9
205Χορός— πάντᾳ τοι βλέφαρον διώ- κω. σκέψαι κλόνον ἐν τείχεσ- σι λαΐνοισι Γιγάντων.— ὦ φίλαι, ὧδε δερκόμεσθα.— λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳγοργωπὸν πάλλουσαν ἴτυν—— λεύσσω Παλλάδʼ, ἐμὰν θεόν.— τί γάρ; κεραυνὸν ἀμφίπυρονὄβριμον ἐν Διὸςἑκηβόλοισι χερσίν;— ὁρῶ· τὸν δάϊονΜίμαντα πυρὶ καταιθαλοῖ.— καὶ Βρόμιος ἄλλον ἀπολέμοι- σι κισσίνοισι βάκτροιςἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
1.10
219Χορόςσέ τοι, τὸν παρὰ ναὸν αὐ- δῶ· θέμις γυάλων ὑπερ- βῆναι, λευκῷ ποδί γʼ—; Ἴωνοὐ θέμις, ὦ ξέναι. Χορόςοὐδʼ ἂνἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν; Ἴωντίνα τήνδε θέλεις; Χορόςἆρʼ ὄντως μέσον ὀμφαλὸνγᾶς Φοίβου κατέχει δόμος; Ἴωνστέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες. Χορόςοὕτω καὶ φάτις αὐδᾷ. Ἴωνεἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμωνκαί τι πυθέσθαι χρῄζετε Φοίβου, πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοιςμήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν. Χορόςἔχω μαθοῦσα· θεοῦ δὲ νόμονοὐ παραβαίνομεν, ἃ δʼ ἐκτός, ὄμμα τέρψει. Ἴωνπάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι. Χορόςμεθεῖσαν δεσπόταιμε θεοῦ γύαλα τάδʼ εἰσιδεῖν. Ἴωνδμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων; ΧορόςΠαλλάδι σύνοικα τρόφιμα μέλα- θρα τῶν ἐμῶν τυράννων· παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.
1.11
237Ἴωνγενναιότης σοι, καὶ τρόπων τεκμήριοντὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι. γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέριτὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής. ἔα· ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸνδακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα, ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια. τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι; ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦχαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ; Κρέουσαὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχειἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι· ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμουςμνήμην παλαιὰν ἀνεμετρησάμην τινά· οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που. ὦ τλήμονες γυναῖκες· ὦ τολμήματαθεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν, εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα; Ἴωντί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι; Κρέουσαοὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι. Ἴωντίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτραςπέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών; ΚρέουσαΚρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέωςπέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις. Ἴωνὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄποτραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι. Κρέουσατοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα. Ἴωνπρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς⋯; Κρέουσατί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων; Ἴωνἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ; ΚρέουσαἘριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ. Ἴωνἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο; Κρέουσαἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν. Ἴωνδίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται⋯; ΚρέουσαΚέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον. Ἴωνἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς. Κρέουσατοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
1.12
275Ἴωνεἶἑν· τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος⋯ Κρέουσατί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ. Ἴωνπατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους; Κρέουσαἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν. Ἴωνσὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη; Κρέουσαβρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις. Ἴωνπατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός; Κρέουσαπληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν. ἼωνΜακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος; Κρέουσατί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος. Ἴωντιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι. Κρέουσατιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν. Ἴωντί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα; Κρέουσαοὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά. Ἴωνπόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι; Κρέουσαοὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός. Ἴωντίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά. ΚρέουσαΞοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο. Ἴωνκαὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ; ΚρέουσαΕὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις⋯ Ἴωνὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη. Κρέουσαταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί. Ἴωνἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος; Κρέουσαφερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας. Ἴωνσὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια; Κρέουσασὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου. Ἴωνπότερα θεατὴς ἢ χάριν μαντευμάτων; Κρέουσακείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος. Ἴωνκαρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι; Κρέουσαἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα. Ἴωνοὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ; Κρέουσαὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν. Ἴωνὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
1.13
308Κρέουσασὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα. Ἴωντοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι. Κρέουσαἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο; Ἴωνοὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα. Κρέουσαἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν. Ἴωνὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν. Κρέουσαναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας; Ἴωνἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος. Κρέουσαπαῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας; Ἴωνβρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι. Κρέουσακαὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων; Ἴωνοὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με⋯ Κρέουσατίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους. ἼωνΦοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν. Κρέουσαἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος; Ἴωνβωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος. Κρέουσατάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα; Ἴωνἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως. Κρέουσαἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις. Ἴωντοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν. Κρέουσαοὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς; Ἴωνἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον. Κρέουσαφεῦ· πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή. Ἴωντίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν. Κρέουσαἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν. Ἴωνποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι. Κρέουσαμάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν. Ἴωνλέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν. Κρέουσαἄκουε δὴ τὸν μῦθον.— ἀλλʼ αἰδούμεθα. Ἴωνοὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός. ΚρέουσαΦοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν. ἼωνΦοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη. Κρέουσακαὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός. Ἴωνοὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται. Κρέουσαοὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια. Ἴωντί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη; Κρέουσατὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων. Ἴωνὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος; Κρέουσαοὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι. Ἴωνεἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη; Κρέουσαθῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν. Ἴωνποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ; Κρέουσαἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι. Ἴωνἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος; Κρέουσαοὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον. Ἴωνχρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ; Κρέουσασοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
1.14
355Ἴωνἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία. Κρέουσαοὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον. Ἴωντί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών; Κρέουσατὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος. Ἴωνοἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει. Κρέουσακαὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν. Ἴωνκαὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα. Κρέουσασιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι. Ἴωνοἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι; Κρέουσατί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ; Ἴωνπῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται; Κρέουσαεἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος. Ἴωναἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν. Κρέουσαἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ. Ἴωνοὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε. ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶςΦοῖβος δικαίως τὸν θεμιστεύοντά σοιδράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι. τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον. ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν, εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομενφράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοιςσφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς. ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν, ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι· ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα. Χορόςπολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν, μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲςμόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ. Κρέουσαὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι· ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν, οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς, ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ, εἰ δʼ ἔστιν⋯ ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦκωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι. ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσινΞοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίουλιπόντα θαλάμας, τοὺς λελεγμένους λόγουςσίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβωδιακονοῦσα κρυπτά, καὶ προβῇ λόγοςοὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν. τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας, κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναιμισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.
1.15
401Ξοῦθοςπρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτωνλαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι. μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ; Κρέουσαοὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοιλέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις, παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται; Ξοῦθοςοὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνεινμαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά μεπρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων. Κρέουσαὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίωςἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦνἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα. Ξοῦθοςἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ; Ἴωνἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει, οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος. Ξοῦθοςκαλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν. στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω, χρηστήριον πέπτωκε τοῖς ἐπήλυσικοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳτῇδʼ— αἰσία γάρ— θεοῦ λαβεῖν μαντεύματα. σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρουςλαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖςχρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων. Κρέουσαἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃνῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας, ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος, ὅσον δὲ χρῄζει— θεὸς γάρ ἐστι— δέξομαι. Ἴωντί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸνκρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται; ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται, ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών; ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοιμέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαιςπρόχοισιν ἐλθὼν εἰς ἀπορραντήριαδρόσον καθήσω. νουθετητέος δέ μοιΦοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶνπροδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳθνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς, ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶνκακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖςγράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν; εἰ δʼ— οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι— δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες ἀδικίας κενώσετε. τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάροςσπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶςλέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰμιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
1.16
452Χορόςσὲ τὰν ὠδίνων λοχιᾶνἀνειλείθυιαν, ἐμὰνἈθάναν, ἱκετεύω, Προμηθεῖ Τιτᾶνι λοχευ- θεῖσαν κατʼ ἀκροτάταςκορυφᾶς Διός, ὦ μάκαιρα Νίκα, μόλε Πύθιον οἶκον, Ὀλύμπου χρυσέων θαλάμωνπταμένα πρὸς ἀγυιάς, Φοιβήιος ἔνθα γᾶςμεσσόμφαλος ἑστίαπαρὰ χορευομένῳ τρίποδιμαντεύματα κραίνει, σὺ καὶ παῖς ἁ Λατογενής, δύο θεαὶ δύο παρθένοι, κασίγνηται σεμναὶ Φοίβου. ἱκετεύσατε δʼ, ὦ κόραι, τὸ παλαιὸν Ἐρεχθέωςγένος εὐτεκνίας χρονίου καθαροῖςμαντεύμασι κῦρσαι.
1.17
472Χορόςὑπερβαλλούσας γὰρ ἔχειθνατοῖς εὐδαιμονίαςἀκίνητον ἀφορμάν, τέκνων οἷς ἂν καρποτρόφοιλάμπωσιν ἐν θαλάμοιςπατρίοισι νεάνιδες ἧβαι, διαδέκτορα πλοῦτονὡς ἕξοντες ἐκ πατέρωνἑτέροις ἐπὶ τέκνοις. ἀλκά τε γὰρ ἐν κακοῖςσύν τʼ εὐτυχίαις φίλον, δορί τε γᾷ πατρίᾳ φέρεισωτήριον ἀλκάν. ἐμοὶ μὲν πλούτου τε πάροςβασιλικῶν τʼ εἶεν θαλάμωντροφαὶ κήδειοι κεδνῶν γε τέκνων. τὸν ἄπαιδα δʼ ἀποστυγῶβίον, ᾧ τε δοκεῖ ψέγω· μετὰ δὲ κτεάνων μετρίων βιοτᾶςεὔπαιδος ἐχοίμαν.
1.18
492Χορόςὦ Πανὸς θακήματα καὶπαραυλίζουσα πέτραμυχώδεσι Μακραῖς, ἵνα χοροὺς στείβουσι ποδοῖνἈγλαύρου κόραι τρίγονοιστάδια χλοερὰ πρὸ Παλλάδοςναῶν, συρίγγωνὑπʼ αἰόλας ἰαχᾶςὕμνων, ὅτʼ ἀναλίοιςσυρίζεις, ὦ Πάν, τοῖς σοῖσιν ἐν ἄντροις, ἵνα τεκοῦσά τις Φοίβῳπαρθένος, ὦ μελέα, βρέφος, πτανοῖς ἐξόρισεν θοίνανθηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμωνὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοιςφάτιν ἄιον εὐτυχίας μετέχεινθεόθεν τέκνα θνατοῖς.
1.19
510Ἴωνπρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμωνθυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε, ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριονΞοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν; Χορόςἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε. ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶνδοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα. Ξοῦθοςὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι. Ἴωνχαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν. Ξοῦθοςδὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς. Ἴωνεὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη; Ξοῦθοςσωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι. Ἴωνπαῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί. Ξοῦθοςἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα. Ἴωνοὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν; Ξοῦθοςὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα— Ἴωνοὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους. Ξοῦθοςκτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς. Ἴωνποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ; Ξοῦθοςοὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν. Ἴωνκαὶ τί μοι λέξεις; Ξοῦθοςπατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός. Ἴωντίς λέγει τάδε; Ξοῦθοςὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν. Ἴωνμαρτυρεῖς σαυτῷ. Ξοῦθοςτὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια. Ἴωνἐσφάλης αἴνιγμʼ ἀκούσας. Ξοῦθοςοὐκ ἄρʼ ὄρθʼ ἀκούομεν. Ἴωνὁ δὲ λόγος τίς ἐστι Φοίβου; Ξοῦθοςτὸν συναντήσαντά μοι— Ἴωντίνα συνάντησιν; Ξοῦθοςδόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦἼωνσυμφορᾶς τίνος κυρῆσαι; Ξοῦθοςπαῖδʼ ἐμὸν πεφυκέναι. Ἴωνσὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως; Ξοῦθοςδῶρον, ὄντα δʼ ἐξ ἐμοῦ. Ἴωνπρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν; Ξοῦθοςοὐκ ἄλλῳ, τέκνον. Ἴωνἡ τύχη πόθεν ποθʼ ἥκει; Ξοῦθοςδύο μίαν θαυμάζομεν. Ἴωνἔα. τίνος δέ σοι πέφυκα μητρός; Ξοῦθοςοὐκ ἔχω φράσαι. Ἴωνοὐδὲ Φοῖβος εἶπε; Ξοῦθοςτερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην. Ἴωνγῆς ἄρʼ ἐκπέφυκα μητρός. Ξοῦθοςοὐ πέδον τίκτει τέκνα. Ἴωνπῶς ἂν οὖν εἴην σός; Ξοῦθοςοὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν.
1.20
544Ἴωνφέρε λόγων ἁψώμεθʼ ἄλλων. Ξοῦθοςταῦτʼ ἀμείνονʼ, ὦ τέκνον. Ἴωνἦλθες ἐς νόθον τι λέκτρον; Ξοῦθοςμωρίᾳ γε τοῦ νέου. Ἴωνπρὶν κόρην λαβεῖν Ἐρεχθέως; Ξοῦθοςοὐ γὰρ ὕστερόν γέ πω. Ἴωνἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας; Ξοῦθοςτῷ χρόνῳ γε συντρέχει. Ἴωνκᾆτα πῶς ἀφικόμεσθα δεῦρο— Ξοῦθοςταῦτʼ ἀμηχανῶ. Ἴωνδιὰ μακρᾶς ἐλθὼν κελεύθου; Ξοῦθοςτοῦτο κἄμʼ ἀπαιολεῖ. ἼωνΠυθίαν δʼ ἦλθες πέτραν πρίν; Ξοῦθοςἐς φανάς γε Βακχίου. Ἴωνπροξένων δʼ ἔν του κατέσχες; Ξοῦθοςὅς με Δελφίσιν κόραις⋯ Ἴωνἐθιάσευσʼ, ἢ πῶς τάδʼ αὐδᾷς; ΞοῦθοςΜαινάσιν γε Βακχίου. Ἴωνἔμφρονʼ ἢ κάτοινον ὄντα; ΞοῦθοςΒακχίου πρὸς ἡδοναῖς. Ἴωντοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν. Ξοῦθοςὁ πότμος ἐξηῦρεν, τέκνον. Ἴωνπῶς δʼ ἀφικόμεσθα ναούς; Ξοῦθοςἔκβολον κόρης ἴσως. Ἴωνἐκπεφεύγαμεν τὸ δοῦλον. Ξοῦθοςπατέρα νυν δέχου, τέκνον. Ἴωντῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός. Ξοῦθοςεὖ φρονεῖς ἄρα. Ἴωνκαὶ τί βουλόμεσθά γʼ ἄλλο— Ξοῦθοςνῦν ὁρᾷς ἃ χρή σʼ ὁρᾶν. Ἴωνἢ Διὸς παιδὸς γενέσθαι παῖς; Ξοῦθοςὃ σοί γε γίγνεται. Ἴωνἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν; Ξοῦθοςπιθόμενός γε τῷ θεῷ. Ἴωνχαῖρέ μοι, πάτερ— Ξοῦθοςφίλον γε φθέγμʼ ἐδεξάμην τόδε. Ἴωνἡμέρα θʼ ἡ νῦν παροῦσα. Ξοῦθοςμακάριόν γʼ ἔθηκέ με. Ἴωνὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας; νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν. ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.
1.21
566Χορόςκοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι· ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖνἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους. Ξοῦθοςὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸςὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ, σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος. ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος, ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν, ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς. χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν. ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴνἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί, οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός, πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶνδυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα, ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου. σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις; ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆςπάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί. Ἴωνοὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτωνπρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων. ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι, πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ, ἄκουσον. εἶναί φασι τὰς αὐτόχθοναςκλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος, ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος, πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής. καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν— μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι· ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸνζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπομισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα· ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί, σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα, γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαιοὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ. τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλειἐς ἀξίωμα βὰς πλέον φρουρήσομαιψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ· οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα, τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
1.22
607ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢνγυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένητὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦναὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς, πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι, ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός, ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς, κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃςἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς; ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμωνγυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς. ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ, ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξίαπατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν. τυραννίδος δὲ τῆς μάτην αἰνουμένηςτὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲλυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής, ὅστις δεδοικὼς καὶ παραβλέπων βίοναἰῶνα τείνει; δημότης ἂν εὐτυχὴςζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν, ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν, ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος. εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε, πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύεινἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους· εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ. ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ· τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴνὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦπονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν, εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν. θεῶν δʼ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν, ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις. καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι, ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ. ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ, δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμαπαρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενοςκρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ. ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις, μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν. Χορόςκαλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
1.23
650Ξοῦθοςπαῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο· θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον, κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών, θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν. καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιονδείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸςἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν. καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαιλυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν. χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαιδάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός. Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον, ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλωνπλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇπρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν. ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε, ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν. Ἴωνστείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι· εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ, ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών, ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή, ὥς μοι γένηται μητρόθεν παρρησία. καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος, κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμαδοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
1.24
676Χορόςὁρῶ δάκρυα καὶ πενθίμουςἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς, ὅταν ἐμὰ τύραννος εὐπαιδίανπόσιν ἔχοντʼ εἰδῇ, αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων. τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη- σας ὑμνῳδίαν; πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεντρόφιμος ἐξέβα; γυναικῶν τίνος; οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον. δειμαίνω συμφοράν, ἐφʼ ὅ ποτε βάσεται. ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι, τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει, δόλον τύχαν θʼ, ὁ παῖς⋯ ἄλλων τραφεὶς ἐξ αἱμάτων. τίς οὐ τάδε ξυνοίσεται;
1.25
695Χορός— φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳτάδε τορῶς ἐς οὖς γεγωνήσομεν; πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδωνμέτοχος ἦν, τλάμων,⋯— νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.— πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ⋯— ἀτίετος φίλων.— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους, μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης⋯(— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.— καὶ θεοῖσιν μὴ τύχοικαλλίφλογα πέλανον ἐπὶπυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται, ὅσον ἀμᾶς ἔφυντυραννίδος φίλα.— ἦ δὴ πέλας δείπνων κυρεῖπαῖς καὶ πατὴρ νέος νέων.
1.26
714Χορόςἰὼ δειράδες Παρνασοῦ πέτραςἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν, ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκαςλαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις, μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς, νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι. στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψινξενικὸν ἐσβολὰν⋯⋯ ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢνἘρεχθεὺς ἄναξ.
1.27
725Κρέουσαὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸςτοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει, ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια, ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξθέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο. σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς· ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν, ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ. ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε, δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός. Πρεσβύτηςὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρωνἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχειςτοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας. ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με. αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοισυνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ. Κρέουσαἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης. Πρεσβύτηςἰδού. τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ. Κρέουσαβάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός. Πρεσβύτηςκαὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ. Κρέουσαὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ. Πρεσβύτηςοὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ. Κρέουσαγυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδοςδούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσιςβέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν; σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε, οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν. Χορόςἰὼ δαῖμον. Πρεσβύτηςτὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές. Χορόςἰὼ τλᾶμον. Πρεσβύτηςἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ; Χορόςεἶἑν· τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι⋯ Κρέουσατίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι; Χορόςεἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν; Κρέουσαεἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ. Χορόςεἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ. οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖντέκνʼ, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ. Κρέουσαὤμοι, θάνοιμι. Πρεσβύτηςθύγατερ. Κρέουσαὦ τάλαινʼἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχοςἀβίοτον, φίλαι. διοιχόμεσθα. Πρεσβύτηςτέκνον. Κρέουσααἰαῖ αἰαῖ· διανταῖος ἔτυπεν ὀδύνα με πλευ- μόνων τῶνδʼ ἔσω. Πρεσβύτηςμήπω στενάξῃς⋯ Κρέουσαἀλλὰ πάρεισι γόοι. Πρεσβύτηςπρὶν ἂν μάθωμεν⋯ Κρέουσαἀγγελίαν τίνα μοι; Πρεσβύτηςεἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶςκοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.
1.28
774Χορόςκείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίαςἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα. Κρέουσατόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακεςἄχος ἐμοὶ στένειν. Πρεσβύτηςπότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινοςτὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν; Χορόςἤδη πεφυκότʼ ἐκτελῆ νεανίανδίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ. Κρέουσαπῶς φῄς; ἄφατον ἄφατον ἀναύδητονλόγον ἐμοὶ θροεῖς. Πρεσβύτηςκἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται, σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς. Χορόςὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶςπρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός. Κρέουσαὀττοτοττοτοῖ· τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακενἄρα βίοτον; ἐρημίᾳ δʼ ὀρφανοὺςδόμους οἰκήσω. Πρεσβύτηςτίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸςπόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών; Χορόςοἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίανὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς. Κρέουσαἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί- ας Ἑλλανίας, ἀστέρας ἑσπέρους, οἷον οἷον ἄλγος ἔπαθον, φίλαι. Πρεσβύτηςὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ; οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει; ΧορόςἼωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί. Πρεσβύτηςμητρὸς δʼ ὁποίας ἐστὶν— Χορόςοὐκ ἔχω φράσαι. φροῦδος δʼ— ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον— παιδὸς προθύσων ξένια καὶ γενέθλιασκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις, κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
1.29
808Πρεσβύτηςδέσποινα, προδεδόμεσθα— σὺν γάρ σοι νοσῶ— τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένωςὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέωςἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσινλέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν· ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλινκαὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν, ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενοςλάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω. ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοιὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν, λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρατὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳΔελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦδόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται. νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον, ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν. κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατοπάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰςτοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα, ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλωντυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς. καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένονἼων, ἰόντι δῆθεν ὅτι συνήντετο. Χορόςοἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ, οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖςκοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλονθέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
1.30
836Πρεσβύτηςκαὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν· ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸςγυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν. ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦςμητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν, τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων. ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν· ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσινκαὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν. εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου. δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος, ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον. ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω, καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμουςοὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταιςἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν. ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει, τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρωνοὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ. Χορόςκἀγώ, φίλη δέσποινα, συμφορὰν θέλωκοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.
1.31
859Κρέουσαὦ ψυχά, πῶς σιγάσω; πῶς δὲ σκοτίας ἀναφήνωεὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ; τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι; πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς; οὐ πόσις ἡμῶν προδότης γέγονεν, στέρομαι δʼ οἴκων, στέρομαι παίδων, φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαιχρῄζουσα καλῶς οὐκ ἐδυνήθην, σιγῶσα γάμους, σιγῶσα τόκους πολυκλαύτους; ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδοςκαὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰνλίμνης τʼ ἐνύδρου Τριτωνιάδοςπότνιαν ἀκτάν, οὐκέτι κρύψω λέχος, ὡς στέρνωνἀπονησαμένη ῥᾴων ἔσομαι. στάζουσι κόραι δακρύοισιν ἐμαί, ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων, οὓς ἀποδείξωλέκτρων προδότας ἀχαρίστους.
1.32
881ὦ τᾶς ἑπταφθόγγου μέλπωνκιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοιςκέρασιν ἐν ἀψύχοις ἀχεῖμουσᾶν ὕμνους εὐαχήτους, σοὶ μομφάν, ὦ Λατοῦς παῖ, πρὸς τάνδʼ αὐγὰν αὐδάσω. ἦλθές μοι χρυσῷ χαίτανμαρμαίρων, εὖτʼ ἐς κόλπουςκρόκεα πέταλα φάρεσιν ἔδρεπον, ἀνθίζειν χρυσανταυγῆ· λευκοῖς δʼ ἐμφὺς καρποῖσινχειρῶν εἰς ἄντρου κοίταςκραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσανθεὸς ὁμευνέταςἆγες ἀναιδείᾳΚύπριδι χάριν πράσσων. τίκτω δʼ ἁ δύστανός σοικοῦρον, τὸν φρίκᾳ ματρὸςεἰς εὐνὰν βάλλω τὰν σάν, ἵνα με λέχεσι μελέαν μελέοιςἐζεύξω τὰν δύστανον. οἴμοι μοι· καὶ νῦν ἔρρειπτανοῖς ἁρπασθεὶς θοίναπαῖς μοι⋯ καὶ σός, τλάμων· σὺ δὲ κιθάρᾳ κλάζειςπαιᾶνας μέλπων.
1.33
907ὠή, τὸν Λατοῦς αὐδῶ σʼ, ὅστʼ ὀμφὰν κληροῖςπρὸς χρυσέους θάκουςκαὶ γαίας μεσσήρεις ἕδρας, εἰς οὖς αὐδὰν καρύξω· Ἰὼ κακὸς εὐνάτωρ, ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳχάριν οὐ προλαβὼνπαῖδʼ εἰς οἴκους οἰκίζεις· ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής, οἰωνοῖς ἔρρει συλαθείς, σπάργανα ματέρος ἐξαλλάξας. μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφναςἔρνεα φοίνικα παρʼ ἁβροκόμαν, ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατοΛατὼ Δίοισί σε καρποῖς.
1.34
923Χορόςοἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυταικακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ. Πρεσβύτηςὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαιπρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς. κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί, πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο, οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶνμετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς. τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς; ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεωςθηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν. Κρέουσααἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως. Πρεσβύτηςὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις. Κρέουσαἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτραςπρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν; Πρεσβύτηςοἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας. Κρέουσαἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα. Πρεσβύτηςτίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις. ΚρέουσαΦοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον. Πρεσβύτηςὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ; Κρέουσαοὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν. Πρεσβύτηςνόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα; Κρέουσατότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά. Πρεσβύτηςκᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους; Κρέουσαἔτεκον— ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον. Πρεσβύτηςποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε; Κρέουσαμόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις. Πρεσβύτηςὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις. Κρέουσατέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς. Πρεσβύτηςτέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν; Κρέουσαοὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται. Πρεσβύτηςτίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε. Κρέουσαἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις. Πρεσβύτηςοὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου; Κρέουσααἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον. Πρεσβύτηςκαὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης; Κρέουσαπῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη— Πρεσβύτηςφεῦ· τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν. Κρέουσαεἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι. Πρεσβύτηςμαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν; Κρέουσαἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ. Πρεσβύτηςσοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον; Κρέουσαὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον.
1.35
966Πρεσβύτηςοἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται. Κρέουσατί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς; Πρεσβύτηςσὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ. Κρέουσατὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει. Πρεσβύτηςμή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα. Κρέουσατί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν. Πρεσβύτηςτὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν. Κρέουσακαὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω; Πρεσβύτηςπίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια. Κρέουσαδέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω. Πρεσβύτηςτὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν. Κρέουσααἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν. Πρεσβύτηςνῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα. Κρέουσαπῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν. Πρεσβύτηςξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας. Κρέουσαστείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε; Πρεσβύτηςἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους. Κρέουσαἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές. Πρεσβύτηςὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι. Κρέουσακαὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια. Πρεσβύτηςἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ. Κρέουσαἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην; Πρεσβύτηςοἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς. Κρέουσαἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας. Πρεσβύτηςἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον; Κρέουσαναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά. Πρεσβύτηςποῖόν τι μορφῆς σχῆμʼ ἔχουσαν ἀγρίας; Κρέουσαθώρακʼ ἐχίδνης περιβόλοις ὡπλισμένον. Πρεσβύτηςἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι; Κρέουσαταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν. Πρεσβύτηςἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν; Κρέουσατόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ᾖξεν ἐς δόρυ.
1.36
998Πρεσβύτηςτί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος; ΚρέουσαἘριχθόνιον οἶσθʼ, ἢ—; τί δʼ οὐ μέλλεις, γέρον; Πρεσβύτηςὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ; Κρέουσατούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ⋯ Πρεσβύτηςτί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος. Κρέουσαδισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο. Πρεσβύτηςἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν; Κρέουσατὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων. Πρεσβύτηςἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος; Κρέουσαχρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῷ πατρί. Πρεσβύτηςκείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο; Κρέουσαναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω. Πρεσβύτηςπῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς; Κρέουσακοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ⋯ Πρεσβύτηςτί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα; Κρέουσανόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου. Πρεσβύτηςὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ; Κρέουσακτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος. Πρεσβύτηςἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς; Κρέουσαχωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται. Πρεσβύτηςὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ. Κρέουσατούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ. Πρεσβύτηςποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν. Κρέουσαἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ. Πρεσβύτηςοὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις. Κρέουσαπῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται; Πρεσβύτηςσὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς. Κρέουσαὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις. Πρεσβύτηςαὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους. Κρέουσαπρολάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς. Πρεσβύτηςκαὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν. Κρέουσαοἶσθʼ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼνχρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον, ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθρα πόσις, δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖςμέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδεκάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ⋯ ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸντῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων. κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεταικλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ. Πρεσβύτηςσὺ μέν νυν εἴσω προξένων μέθες πόδα· ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν. ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι. ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα, καὶ συμφόνευε καὶ συνεξαίρει δόμων. τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸντιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶςθέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
1.37
1048ΧορόςΕἰνοδία θύγατερ Δάματρος, ἃ τῶννυκτιπόλων ἐφόδων ἀνάσσειςκαὶ μεθαμερίων, ὅδωσονδυσθανάτων κρατήρων πλη- ρώματʼ ἐφʼ οἷσι πέμπειπότνια πότνιʼ ἐμὰ χθονίαςΓοργοῦς λαιμοτόμων ἀπὸσταλαγμῶντῷ τῶν Ἐρεχθεϊδᾶνδόμων ἐφαπτομένῳ· μηδέ ποτʼ ἄλλος ἄλλων ἀπʼ οἴ- κων πόλεως ἀνάσσοιπλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
1.38
1061Χορόςεἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί- νας, ὅ τε καιρὸς ἄπεισι τόλμας, ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη- κτὸν ξίφος ἢ δαίμων ἐξά- ψει βρόχον ἀμφὶ δειρήν, πάθεσι πάθεα δʼ ἐξανύτουσʼεἰς ἄλλας βιότου κάτει- σι μορφάς. οὐ γὰρ δόμων γʼ ἑτέρουςἄρχοντας ἀλλοδαποὺςζῶσά ποτʼ ὄμμασι ἐν φαεν- ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖςἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
1.39
1074Χορόςαἰσχύνομαι τὸν πολύυ- μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖςλαμπάδα θεωρὸν εἰκάδωνὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτεκαὶ Διὸς ἀστερωπὸςἀνεχόρευσεν αἰθήρ, χορεύει δὲ σελάνακαὶ πεντήκοντα κόραιΝηρέος, αἱ κατὰ πόντονἀενάων τε ποταμῶνδίνας, χορευόμεναιτὰν χρυσοστέφανον κόρανκαὶ ματέρα σεμνάν· ἵνʼ ἐλπίζει βασιλεύ- σειν ἄλλων πόνον ἐσπεσὼνὁ Φοίβειος ἀλάτας.
1.40
1090Χορόςὁρᾶθʼ ὅσοι δυσκελάδοι- σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοιςἁμέτερα λέχεα καὶ γάμουςΚύπριδος ἀθέμιτας ἀνοσίους, ὅσονεὐσεβίᾳ κρατοῦμενἄδικον ἄροτον ἀνδρῶν. παλίμφαμος ἀοιδὰκαὶ μοῦσʼ εἰς ἄνδρας ἴτωδυσκέλαδος ἀμφὶ λέκτρων. δείκνυσι γὰρ ὁ Διὸς ἐκπαίδων ἀμνημοσύναν, οὐ κοινὰν τεκέων τύχανοἴκοισι φυτεύσαςδεσποίνᾳ· πρὸς δʼ Ἀφροδί- ταν ἄλλαν θέμενος χάριννόθου παιδὸς ἔκυρσεν.
1.41
1106Θεράπωνκλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως, δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεωςζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν. Χορόςτί δʼ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμίαποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις; Θεράπωνθηρώμεθʼ· ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸςζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη. Χορόςοἴμοι, τί λέξεις; οὔτι που λελήμμεθακρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον; Θεράπωνἔγνως;— μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ. Χορόςὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα; Θεράπωντὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενονἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων. Χορόςπῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε. πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών, ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος. Θεράπωνἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼνπόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼνπρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο, Ξοῦθος μὲν ᾤχετʼ ἔνθα πῦρ πηδᾷ θεοῦβακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτραςδεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων, λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένωνσκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι. θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνονμένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.
1.42
1132λαβὼν δὲ μόσχους ᾤχεθʼ· ὁ δὲ νεανίαςσεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτωνὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰςκαλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸςἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον, πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν, μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίωνποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί, ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν. λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρακατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν. πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων, ἀνάθημα Δίου παιδός, οὓς ἩρακλέηςἈμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ. ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί, Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ. ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγαἭλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος· μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖςὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ· Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέροςὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲἌρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ· κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνωμηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοιςσαφέστατον σημεῖον, ἥ τε φωσφόροςἝως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπιἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα· εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν, καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγραςἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα. κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλαςσπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸςἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳκρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶκῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίωνἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη, στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶςψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν,⋯ παρελθὼν πρέσβυς ἐς μέσον πέδονἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν, πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρχεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμίασμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτωνἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.
1.43
1177ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τεκοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼνοἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν, ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν. ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτουςχρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον, ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων, ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼνὅ φασι δοῦναι φάρμακον δραστήριονδέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος· κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲσπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότιβλασφημίαν τις οἰκετῶν ἐφθέγξατο· ὁ δʼ, ὡς ἐν ἱερῷ μάντεσίν τʼ ἐσθλοῖς τραφείς, οἰωνὸν ἔθετο, κἀκέλευσʼ ἄλλον νέονκρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦδίδωσι γαίᾳ, πᾶσί τʼ ἐκσπένδειν λέγει. σιγὴ δʼ ὑπῆλθεν. ἐκ δʼ ἐπίμπλαμεν δρόσουκρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος. κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοιςκῶμος πελειῶν— Λοξίου γὰρ ἐν δόμοιςἄτρεστα ναίουσʼ— ὡς δʼ ἀπέσπεισαν μέθυ, ἐς αὐτὸ χείλη πώματος κεχρημέναικαθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας.
1.44
1201καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ· ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος, ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμαςἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπαἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶςθοινατόρων ὅμιλος ὄρνιθος πόνους. θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖςχηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέληὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος, βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν; σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία, καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα. εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών, ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι. ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγιςτόλμας Κρεούσης πώματός τε μηχανάς. θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτοραςὁ πυθόχρηστος Λοξίου νεανίας, κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει· Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο, ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν. Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆθανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ, τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροιςφόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλιςτὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν· παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα, τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.
1.45
1229Χορόςοὐκ ἔστʼ οὐκ ἔστιν θανάτουπαρατροπὰ μελέᾳ μοι· φανερὰ γὰρ φανερὰ τάδʼ ἤδη, σπονδᾶς ἐκ Διονύσου, βοτρύων θοᾶς ἐχίδναςσταγόσι μειγνυμένας φόνῳ⋯ φανερὰ θύματα νερτέρων, συμφοραὶ μὲν ἐμῷ βίῳ, λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ. τίνα φυγὰν πτερόεσσαν ἢχθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ, θανάτου λεύσιμον ἄτανἀποφεύγουσα, τεθρίππωνὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ, ἢ πρύμνας ἐπὶ ναῶν;
1.46
1244Χορόςοὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζωνθεὸς ἐκκλέπτει. τί ποτʼ, ὦ μελέα δέσποινα, μένειψυχῇ σε παθεῖν; ἆρα θέλουσαιδρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶπεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;
1.47
1250Κρέουσαπρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς, Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι. Χορόςἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης. Κρέουσαποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδαμὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους. Χορόςποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν; Κρέουσακαὶ τί μοι πλέον τόδε; Χορόςἱκέτιν οὐ θέμις φονεύειν. Κρέουσατῷ νόμῳ δέ γʼ ὄλλυμαι. Χορόςχειρία γʼ ἁλοῦσα. Κρέουσακαὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶδεῦρʼ ἐπείγονται ξιφήρεις. Χορόςἵζε νυν πυρᾶς ἔπι. κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σεπροστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.
1.48
1261Ἴωνὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός, οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸςδράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα, ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυΓοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν. λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκουςκόμης καταξήνωσι Παρνασοῦ πλάκες, ὅθεν πετραῖον ἅλμα δισκηθήσεται. ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλινμολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν. ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρέναςτὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς· ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτωνἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους. ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμοςσώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρακαὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοιἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω. ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνηνοἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ, ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
1.49
1282Κρέουσαἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν. Ἴωντί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ; Κρέουσαἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν. Ἴωνκἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ; Κρέουσαἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ. Ἴωνἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω. Κρέουσαοὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι. Ἴωνοὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν. Κρέουσαἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς. Ἴωνοὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα. Κρέουσαμάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους. Ἴωνποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί; Κρέουσαἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών. Ἴωνπατρός γε γῆν διδόντος ἣν ἐκτήσατο. Κρέουσατοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος; Ἴωνὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο. Κρέουσαἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός. Ἴωνκἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ; Κρέουσαὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις. Ἴωνφθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με. Κρέουσασὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους; Ἴωνἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος; Κρέουσαὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία. Ἴωνἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας. Κρέουσατὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει. Ἴωνσὺ δʼ οὐχ ὑφέξεις ζημίαν, κτείνουσʼ ἐμέ; Κρέουσαἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς. Ἴωντίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι; Κρέουσαλυπήσομέν τινʼ, ὧν λελυπήμεσθʼ ὕπο. Ἴωνφεῦ. δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶςἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς· τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν, ἀλλʼ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸνθεῶν πονηρὰν χεῖρα· τοῖσι δʼ ἐνδίκοις— ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτʼ, ἐχρῆν· καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσοντόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.
1.50
1320Προφῆτιςἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριονλιποῦσα θριγκοῦ τοῦδʼ ὑπερβάλλω πόδαΦοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμονσῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος. Ἴωνχαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ. Προφῆτιςἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά. Ἴωνἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς; Προφῆτιςἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις. Ἴωνοὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι; Προφῆτιςπρογονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε. Ἴωνἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς. Προφῆτιςμὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν⋯ Ἴωντί δή με δρᾶσαι νουθετούμενον χρεών; Προφῆτιςκαθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν. Ἴωνκαθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ. Προφῆτιςμὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους. Ἴωνλέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς. Προφῆτιςὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς; Ἴωνὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν. Προφῆτιςἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ. Ἴωντί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος. Προφῆτιςσιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν. Ἴωνπῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι; Προφῆτιςὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν. Ἴωννῦν δʼ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή; Προφῆτιςπατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός. Ἴωνσὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε; Προφῆτιςἐνθύμιόν μοι τότε τίθησι Λοξίας⋯ Ἴωντί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους. Προφῆτιςσῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον. Ἴωνἔχει δέ μοι τί κέρδος⋯ ἢ τίνα βλάβην; Προφῆτιςἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ. Ἴωνμητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα; Προφῆτιςἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ. Ἴωνὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα. Προφῆτιςλαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει. Ἴωνπᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους. Προφῆτιςγνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σεἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι, ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖνσῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω λέγειν. ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδεἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα. καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι. ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή· πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σεἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος, ἔπειτα δʼ εἴ τις Ἑλλάς.— ἐξ ἡμῶν δʼ ἔχειςἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης.
1.51
1369Ἴωνφεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ, ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά μεκρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρακαὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμοςἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον. τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονοςβαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαιςμητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου, ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς. τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθοςπέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς. καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι. εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις, εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν. ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς⋯ καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳπολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι. ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον· τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν. ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε, καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα; ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλουὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου, εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳχρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
1.52
1395Κρέουσατί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ; Ἴωνσίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι⋯ Κρέουσαοὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει. ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε⋯ σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον, Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς. λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή. Ἴωνλάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατοβωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας. Κρέουσασφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαικαὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων. Ἴωντάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ. Κρέουσαοὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος. Ἴωνἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα; Κρέουσαπαῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον. Ἴωνπαῦσαι πλέκουσα.— λήψομαί σʼ ἐγὼ καλῶς. Κρέουσαἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον. Ἴωνκενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι; Κρέουσασά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε. Ἴωνκαὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν; Κρέουσακἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι. Ἴωνλέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου. Κρέουσασκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ⋯ Ἴωνποῖόν τι; πολλὰ παρθένων ὑφάσματα. Κρέουσαοὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος. Ἴωνμορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς. ΚρέουσαΓοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων. Ἴωνὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος; Κρέουσακεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον. Ἴωνἰδού· τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν. Κρέουσαὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν. Ἴωνἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς; Κρέουσαδράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένειδώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει⋯ Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα. Ἴωντί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι; Κρέουσαδέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον. Ἴωνἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν. Κρέουσαστέφανον ἐλαίας ἀμφέθηκά σοι τότε, ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο, ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην, θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
1.53
1437Ἴωνὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼνπρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας. Κρέουσαὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου— συγγνώσεται γὰρ ὁ θεός— ἐν χεροῖν σʼ ἔχω, ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρωνχθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν. Ἴωνἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθενὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι. Κρέουσαἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί, τίνʼ αὐδὰν ἀύσω, βοάσω; πόθεν μοισυνέκυρσʼ ἀδόκητος ἡδονά; πόθενἐλάβομεν χαράν; Ἴωνἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε, μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ. Κρέουσαἔτι φόβῳ τρέμω. Ἴωνμῶν οὐκ ἔχειν μʼ ἔχουσα; Κρέουσατὰς γὰρ ἐλπίδαςἀπέβαλον πρόσω. ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸνβρέφος ἐς ἀγκάλας; τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου; Ἴωνθεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχηςεὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ. Κρέουσατέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ, γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ· νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέωμακαριωτάτας τυχοῦσʼ ἡδονᾶς. Ἴωντοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις. Κρέουσαἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι· δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους· ἀνηβᾷ δʼ Ἐρεχθεύς, ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται, ἀελίου δʼ ἀναβλέπει λαμπάσιν.
1.54
1468Ἴωνμῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτωτῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ. Κρέουσαὦ τέκνον, τί φῄς; οἷον οἷον ἀνελέγχομαι. Ἴωνπῶς εἶπας; Κρέουσαἄλλοθεν γέγονας, ἄλλοθεν. Ἴωνὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν; Κρέουσαοὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτωνὑμέναιος ἐμός, τέκνον, ἔτικτε σὸν κάρα. Ἴωναἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν; Κρέουσαἴστω Γοργοφόνα⋯ Ἴωντί τοῦτʼ ἔλεξας; Κρέουσαἃ σκοπέλοις ἐπʼ ἐμοῖςτὸν ἐλαιοφυῆ πάγονθάσσει⋯ Ἴωνλέγεις μοι δόλια κοὐ σαφῆ τάδε. Κρέουσαπαρʼ ἀηδόνιον πέτρανΦοίβῳ⋯ Ἴωντί Φοῖβον αὐδᾷς; Κρέουσακρυπτόμενον λέχος ηὐνάσθην⋯ Ἴωνλέγʼ· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι. Κρέουσαδεκάτῳ δέ σε μηνὸς ἐνκύκλῳ κρύφιον ὠδῖνʼ ἔτεκον Φοίβῳ. Ἴωνὦ φίλτατʼ εἰποῦσʼ, εἰ λέγεις ἐτήτυμα. Κρέουσαπαρθένια δʼ ἐμᾶς λάθρα ματέροςσπάργανʼ ἀμφίβολά σοι τάδʼ ἐνῆψα, κερ- κίδος ἐμᾶς πλάνους. γάλακτι δʼ οὐκ ἐπέσχον, οὐδὲ μαστῷτροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν, ἀνὰ δʼ ἄντρον ἔρημον οἰωνῶνγαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰςἍιδαν ἐκβάλλῃ. Ἴωνὦ δεινὰ τλᾶσα μῆτερ. Κρέουσαἐν φόβῳ, τέκνον, καταδεθεῖσα σὰνἀπέβαλον ψυχάν· ἔκτεινά σʼ ἄκουσʼ. Ἴωνἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ ἔθνῃσκες. Κρέουσαἰώ· δειναὶ μὲν τότε τύχαι, δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθενἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν, μεθίσταται δὲ πνεύματα. μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲγένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
1.55
1510Χορόςμηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν. Ἴωνὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶνκαὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς, Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίουμητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια. φεῦ· ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖςἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν; φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν, καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε· τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι. δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλωκαὶ περικαλύψαι τοῖσι πράγμασι σκότον. ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσʼ ἃ παρθένοιςἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους, ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν, καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη, Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσʼ οὐκ ἐκ θεοῦ; Κρέουσαμὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτεΝίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι, οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον, ἀλλʼ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ. Ἴωνπῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλῳ πατρὶΞούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι; Κρέουσαπεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σεαὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳδοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων. Ἴωνὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται, ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα. Κρέουσαἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον· εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆδόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος, οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμουςοὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμουςἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα; ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί. Ἴωνοὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι, ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους, εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου. ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴςἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν; φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνωνὁρῶμεν— εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν.
1.56
1553Ἀθήναμὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε, ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ. ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸςΠαλλάς, δρόμῳ σπεύσασʼ Ἀπόλλωνος πάρα, ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου, μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ, ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι· ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός, δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε, ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον. ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε, θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτωνκαὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο. ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν, σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός. ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ, ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον.
1.57
1571λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόναχώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺςἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼςδίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός, ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρπαῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶςἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸςλαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν. Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος⋯ Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδοςἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖπαῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳΚυκλάδας ἐποικήσουσι νησαίας πόλειςχέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶδίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖνπεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆςΕὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάρινἼωνες ὀνομασθέντες ἕξουσιν κλέος. Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος, Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεταιπόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτεροςἈχαιός, ὃς γῆς παραλίας Ῥίου πέλαςτύραννος ἔσται, κἀπισημανθήσεταικείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος. καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲνἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους· ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθουἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλαςἙρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος, ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον. νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός, ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ, σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι. καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνωνεὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι.
1.58
1606Ἴωνὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳσοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸςΛοξίου καὶ τῆσδε.— καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν. Κρέουσατἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν, οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι. αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια, δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέραςἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας. Ἀθήναᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖνχρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ. Κρέουσαὦ τέκνον, στείχωμεν οἴκους. Ἀθήναστείχεθʼ, ἕψομαι δʼ ἐγώ. Κρέουσαἀξία γʼ ἡμῶν ὁδουρός. Ἀθήνακαὶ φιλοῦσά γε πτόλιν. Κρέουσαἐς θρόνους δʼ ἵζου παλαιούς. Ἴωνἄξιον τὸ κτῆμά μοι. Χορόςὦ Διὸς Λητοῦς τʼ Ἄπολλον, χαῖρʼ· ὅτῳ δʼ ἐλαύνεταισυμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών· ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων, οἱ κακοὶ δʼ, ὥσπερ πεφύκασʼ, οὔποτʼ εὖ πράξειαν ἄν.

Intertext edge

Open linked passage

Note