Orestes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1ἨλέκτραΟὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔποςοὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις. ὁ γὰρ μακάριος— κοὐκ ὀνειδίζω τύχας— Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλοςκορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρονἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην, ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢνκοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον, ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ, ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳθέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ; ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς. Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας· ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυΜενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο. γαμεῖ δʼ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένηνΜενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχοςἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ· ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς, Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ, ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης, ἣ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματιἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγεινοὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν. Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν; πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατοκτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον. ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῷ· κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου. Πυλάδης θʼ, ὃς ἡμῖν συγκατείργασται τάδε.
1.2
34ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖτλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοιςκεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖμανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰςεὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβῳ. ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖςθανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας, ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο, οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσωκρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου, ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄποπηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ. ἔδοξε δʼ Ἄργει τῷδε μήθʼ ἡμᾶς στέγαις, μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τιναμητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα, ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις, εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι. ἢ φάσγανον θήξαντʼ ἐπʼ αὐχένος βαλεῖν. ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν· ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο, λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνονἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονονἙλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼνμεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳπαῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς, προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσωκλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων. ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν· ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει, παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφεινΜενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο, ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν. βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαιΜενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦςῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρασωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
1.3
71Ἑλένηὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος, παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου, πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸςτλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει; προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν, ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν. καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον, ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιονἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ, οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας. ἨλέκτραἙλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς; ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμονἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς— θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά. σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις. ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγόταςἙλένηπόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε; Ἠλέκτραἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν. Ἑλένηὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο. Ἠλέκτραοὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς. Ἑλένηπρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε; Ἠλέκτραὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ. Ἑλένηβούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν; Ἠλέκτραμητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν; Ἑλένηκόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς. Ἠλέκτρασοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον; Ἑλένηδεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι. Ἠλέκτραὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους. Ἑλένηὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις. Ἠλέκτρααἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει; Ἑλένηδέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν. Ἠλέκτραδεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα. Ἑλένησύ νυν χάριν μοι τὸν φόβον λύσασα δός. Ἠλέκτραοὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον. Ἑλένηαἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε. Ἠλέκτρατί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας; Ἑλένηἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν. Ἠλέκτρακαὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.
1.4
110Ἑλένηὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη. καὶ πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις. ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάροςκαὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς· ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφονμελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην, καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε· Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς, φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τεἈργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νινἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειντοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός. ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ, ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα. ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳδοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ. Ἠλέκτραὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν, σωτήριόν τε τοῖς καλῶς κεκτημένοις. εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας, σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή. θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσαςκαὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ· αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασιφίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνουτόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸνδακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα. ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶχωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος. φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶτόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται.
1.5
140Χορόςσῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύληςτίθετε, μὴ κτυπεῖτʼ. Ἠλέκτραἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας. Χορόςἰδού, πείθομαι. Ἠλέκτραἆ ἆ σύριγγος ὅπως πνοὰλεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι. Χορόςἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρωβοάν. Ἠλέκτραναί, οὕτως· κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι· λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε. χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται.
1.6
153Χορόςπῶς ἔχει; λόγου μετάδος, ὦ φίλα· τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν; Ἠλέκτραἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει. Χορόςτί φῄς; ὦ τάλας. Ἠλέκτραὀλεῖς, εἰ βλέφαρα κινήσειςὕπνου γλυκυτάταν φερομένῳ χάριν. Χορόςμέλεος ἐχθίστων θεόθεν ἐργμάτων, τάλας. Ἠλέκτραφεῦ μόχθων. ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό- φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασεφόνον ὁ Λοξίας ἐμᾶς ματέρος.
1.7
166Χορόςὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας. Ἠλέκτρασὺ γάρ νιν, ὦ τάλαινα, θωΰξασʼ ἔβαλες ἐξ ὕπνου. Χορόςεὕδειν μὲν οὖν ἔδοξα. Ἠλέκτραοὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκωνπάλιν ἀνὰ πόδα σὸν εἱλίξειςμεθεμένα κτύπου; Χορόςὑπνώσσει. Ἠλέκτραλέγεις εὖ. πότνια, πότνια νύξ, ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν, ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτεροςτὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον. ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶςδιοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγασῖγα φυλασσομένα στόματοςἄνα κέλαδον ἀπὸ λέχεος ἥ- συχον ὕπνου χάριν παρέξεις, φίλα;
1.8
187Χορόςθρόει τίς κακῶν τελευτὰ μένει. Ἠλέκτραθανεῖν θανεῖν, τί δʼ ἄλλο; οὐδὲ γὰρ πόθον ἔχει βορᾶς. Χορόςπρόδηλος ἆρʼ ὁ πότμος. Ἠλέκτραἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶςμέλεον ἀπόφονον αἷμα δοὺςπατροφόνου ματρός. Χορόςδίκᾳ μέν. Ἠλέκτρακαλῶς δʼ οὔ. ἔκανες ἔθανες, ὦτεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσαςπατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος· ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα. σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεταιβίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισιδάκρυσί τʼ ἐννυχίοις, ἄγαμοςἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁμέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.
1.9
208Χορόςὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας, μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε· οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ. Ὀρέστηςὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, ὡς ἡδύ μοι προσῆλθες— ἐν δέοντί γε. ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴκαὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός. πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην; ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν. Ἠλέκτραὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών. βούλῃ θίγω σου κἀνακουφίσω δέμας; Ὀρέστηςλαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίουστόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν. Ἠλέκτραἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαιἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη. Ὀρέστηςὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμηνἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις. Ἠλέκτραὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας. Ὀρέστηςκλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσοςμανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη. Ἠλέκτραἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον, ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως. Ὀρέστηςαὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας· δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο. Ἠλέκτραἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις, χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ. Ὀρέστηςμάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει. κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ. Ἠλέκτραἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα, ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες. Ὀρέστηςλέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις· εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν. ἨλέκτραΜενέλαος ἥκει, σοῦ κασίγνητος πατρός, ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν. Ὀρέστηςπῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖςἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός; Ἠλέκτραἥκει— τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου— Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων. Ὀρέστηςεἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν· εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα. Ἠλέκτραἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγονγένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα. Ὀρέστηςσύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ· καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
1.10
253Ἠλέκτραοἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται, ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν. Ὀρέστηςὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοιτὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας. αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου. Ἠλέκτραμένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις· ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι. Ὀρέστηςὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδεςγοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί. Ἠλέκτραοὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴνσχήσω σε πηδᾶν δυστυχῆ πηδήματα. Ὀρέστηςμέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύωνμέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον. Ἠλέκτραοἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω, ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα; Ὀρέστηςδὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου, οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς, εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν. βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί, εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν. οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλωντόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας; ἆ ἆ· τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέραπτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα. ἔα· τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων; ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο; ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.
1.11
280σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων; αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶνὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς. μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν· σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶμητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι, ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον, τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ. οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματαἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών, πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰςμήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος, εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς, ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά. καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα, ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίωςἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς, σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶνἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς, ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα· ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί. ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσωὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός, σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ. εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσονκτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνηνἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν. Ἠλέκτραοὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαικαὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς, γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι, ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ, δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας, καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίωνἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους. κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν, κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.
1.12
316Χορόςαἰαῖ, δρομάδες ὦ πτεροφόροιποτνιάδες θεαί, ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐνδάκρυσι καὶ γόοις, μελάγχρωτες εὐμενίδες, αἵτε τὸνταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματοςτινύμεναι δίκαν, τινύμεναι φόνον, καθικετεύομαι καθικετεύομαι, τὸν Ἀγαμέμνονοςγόνον ἐάσατʼ ἐκλαθέσθαι λύσσαςμανιάδος φοιταλέου. φεῦ μόχθων, οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις, τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε- ξάμενος ἀνὰ δάπεδον, ἵνα μεσόμφαλοι λέγονται μυχοί.
1.13
332Χορόςἰὼ Ζεῦ, τίς ἔλεος, τίς ὅδʼ ἀγὼνφόνιος ἔρχεται, θοάζων σε τὸν μέλεον, ᾧ δάκρυαδάκρυσι συμβάλλειπορεύων τις ἐς δόμον ἀλαστόρωνματέρος αἷμα σᾶς, ὅ σʼ ἀναβακχεύει; ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς· κατολοφύρομαι κατολοφύρομαι. ἀνὰ δὲ λαῖφος ὥςτις ἀκάτου θοᾶς τινάξας δαίμωνκατέκλυσεν δεινῶν πόνων ὡς πόντουλάβροις ὀλεθρίοισιν ἐν κύμασιν. τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸθεογόνων γάμων, τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;
1.14
348Χορόςκαὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει, Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃδῆλος ὁρᾶσθαιτῶν Τανταλιδῶν ἐξ αἵματος ὤν. ὦ χιλιόναυν στρατὸν ὁρμήσαςἐς γῆν Ἀσίαν, χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς, θεόθεν πράξας ἅπερ ηὔχου.
1.15
356Μενέλαοςὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαιΤροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω· κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖςοὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν. Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμηνκαὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο, Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτωνὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοιΝηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός, ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς· Μενέλαε, κεῖται σὸς κασίγνητος θανών, λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις. δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺςπολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός, ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης, δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονοςφίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα, ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸςτῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον. καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες, Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά. βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν, ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών, ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών. Ὀρέστηςὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς. ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά. τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνωἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς· σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
1.16
385Μενέλαοςὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων; Ὀρέστηςεὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ. Μενέλαοςὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας. Ὀρέστηςοὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται. Μενέλαοςδεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις. Ὀρέστηςτὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι. Μενέλαοςὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία. Ὀρέστηςὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς. Μενέλαοςἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά. Ὀρέστηςφειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν. Μενέλαοςτί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος; Ὀρέστηςἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος. Μενέλαοςπῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές. Ὀρέστηςλύπη μάλιστά γʼ ἡ διαφθείρουσά με— Μενέλαοςδεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος. Ὀρέστηςμανίαι τε, μητρὸς αἵματος τιμωρίαι. Μενέλαοςἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν; Ὀρέστηςἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ. Μενέλαοςπότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ; Ὀρέστηςνυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν. Μενέλαοςπαρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας; ὈρέστηςΠυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον. Μενέλαοςἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο; Ὀρέστηςἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. Μενέλαοςοἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι. Ὀρέστηςσεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν. Μενέλαοςαὗταί σε βακχεύουσι συγγενῆ φόνον; Ὀρέστηςοἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας. Μενέλαοςοὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους. Ὀρέστηςἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς. Μενέλαοςμὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν. ὈρέστηςΦοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον. Μενέλαοςἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης. Ὀρέστηςδουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί. Μενέλαοςκᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς; Ὀρέστηςμέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. Μενέλαοςπόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί; Ὀρέστηςἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου. Μενέλαοςὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί. Ὀρέστηςοὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος. Μενέλαοςπατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία; Ὀρέστηςοὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.
1.17
427Μενέλαοςτὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε; Ὀρέστηςμισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν. Μενέλαοςοὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν; Ὀρέστηςἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω. Μενέλαοςτίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς; ὈρέστηςΟἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί. Μενέλαοςσυνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου. Ὀρέστηςοὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι. Μενέλαοςτίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων; Ὀρέστηςοὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει. ΜενέλαοςἈγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις; Ὀρέστηςπῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι; Μενέλαοςτί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί; Ὀρέστηςψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ. Μενέλαοςφεύγειν πόλιν τήνδʼ; ἢ θανεῖν ἢ μὴ θανεῖν; Ὀρέστηςθανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι. Μενέλαοςκᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους; Ὀρέστηςκύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις. Μενέλαοςἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός; Ὀρέστηςπάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος. Μενέλαοςὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον. Ὀρέστηςἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν. ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼνμετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας, καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε, ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει, χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ. ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοιοἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι. Χορόςκαὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλοςκουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος. Ὀρέστηςἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδεστείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχειἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις. καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲφιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονοςπαῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα, τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω· οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή, ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότονλάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφοςθῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
1.18
470Τυνδάρεωςποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν, Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳχοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίανἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος. ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλωστὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον. Μενέλαοςὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα. Τυνδάρεωςὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν. ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι. ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκωνστίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν. Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα; Μενέλαοςτί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος. Τυνδάρεωςκείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς; Μενέλαοςπέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος. Τυνδάρεωςβεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις. ΜενέλαοςἙλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί. Τυνδάρεωςκαὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν. Μενέλαοςπᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς. Τυνδάρεωςκέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι. Μενέλαοςὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν. Τυνδάρεωςπρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι; εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά, τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος, ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατοοὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον; ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίονπληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα, αἴσχιστον ἔργον— οὐ γὰρ αἰνέσω ποτέ— χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην, ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτωνμητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶςκαὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν. νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι. κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος, αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.
1.19
507ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε· εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή, χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ, κἄπειθʼ ὁ κείνου γενόμενος φόνῳ φόνονλύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται; καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι· ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶνοὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ, φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή. αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ, τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν. ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους, πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν· Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσωοὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆςγυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον. ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ, τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνονπαύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί. ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε, ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σεμήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά, δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας. ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ· μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας, μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρωνἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα; ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖςμὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων, ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις, ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός. θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα· ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν. ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ, πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ. Χορόςζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνακαὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
1.20
544Ὀρέστηςὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν, ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα. ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών, ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί. ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼντὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου, καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα. τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν· πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς, τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα· ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν. ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃμᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς. ἡ σὴ δὲ θυγάτηρ— μητέρʼ αἰδοῦμαι λέγειν— ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσινἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγωκακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως. Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις. τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα, ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί. ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή, ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ. εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους, ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναιἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι, παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσειςἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼδείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον. μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα, ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτωνπάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτηνπρούδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος· ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκηνἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει, ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν. πρὸς θεῶν— ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν, φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέροςσιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών; οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν; ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί, τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ; σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴνἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσοςπατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος. ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανεΤηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν, μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
1.21
591ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδραςναίων βροτοῖσι στόμα νέμει σαφέστατον, ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ· τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον. ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε· ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν; ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοιμίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι, εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν; ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε, ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως. γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν, μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ, τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς. Χορόςαἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖςἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον. Τυνδάρεωςἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ, οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα, μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον· καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνωνὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον. μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλονἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλινσοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην. μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία, ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶπέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον, ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος, καὶ τοῦθʼ— ὃ μισήσειαν— Αἰγίσθου λέχος— οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν· ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί. Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός· εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν, μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς· ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις, ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός. τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖςἕλῃ, παρώσας εὐσεβεστέρους φίλους· ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι. Ὀρέστηςστεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγοςπρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν. Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς, διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς; Μενέλαοςἔασον· ἐν ἐμαυτῷ τι συννοούμενοςὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ. Ὀρέστηςμή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺςλόγους ἀκούσας πρόσθε, βουλεύου τότε. Μενέλαοςλέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγουκρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
1.22
640Ὀρέστηςλέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγωνἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν. ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου, ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.— οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴνσῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν.— ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον, οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαντῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος. ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή. ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους, τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν, ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον. ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών, μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερσωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη. ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου, ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ. δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦνπλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν. ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶκἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον· θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός. ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλουςἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν· ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων. φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς· κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω· ταύτης ἱκνοῦμαί σʼ— ὦ μέλεος ἐμῶν κακῶν, ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ· ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε. ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸςθανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένηνψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω, ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς. εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν, θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος. Χορόςκἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμωςτοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
1.23
682ΜενέλαοςὈρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρακαὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι· καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός, θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους· τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν. ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυἔχων, πόνοισι μυρίοις ἀλώμενος, σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων. μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθαΠελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοιςδυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν. σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν; πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε. ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών, ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον· εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲνχαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος, ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς, τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις. ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας, καραδοκοῦντι κτῆμα τιμιώτατον. ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαιπόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς. καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα. μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας, μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ— οὐκ ἄλλως λέγω— σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων. ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως, σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷστῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα. οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸνπροσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει. δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχηςὈρέστηςὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖντἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις, φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονοςφροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς. οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες, ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω· οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας. ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶνΠυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο, ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρκρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
1.24
729Πυλάδηςθᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως, σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς, ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα. τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶκαὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι. Ὀρέστηςοἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά. Πυλάδηςσυγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων. ὈρέστηςΜενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν. Πυλάδηςεἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν. Ὀρέστηςὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών. Πυλάδηςἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα; Ὀρέστηςχρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις. Πυλάδηςκαὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν; Ὀρέστηςοὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν. Πυλάδηςποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία; Ὀρέστηςἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών. Πυλάδηςσὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός; Ὀρέστηςμή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν. Πυλάδηςπρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω. Ὀρέστηςεὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι. Πυλάδηςσκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών. Ὀρέστηςοὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ. ΠυλάδηςΤυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος; Ὀρέστηςαἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός. Πυλάδηςκοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών; Ὀρέστηςοὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος. Πυλάδηςἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν; Ὀρέστηςψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών. Πυλάδηςἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι. Ὀρέστηςἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι. Πυλάδηςφεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν. Ὀρέστηςοὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ. Πυλάδηςεἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας. Ὀρέστηςὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
1.25
763Πυλάδηςκἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι. Ὀρέστηςπρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν. ΠυλάδηςΣτρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ. Ὀρέστηςἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι; Πυλάδηςὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων. Ὀρέστηςὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά. Πυλάδηςοὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε. Ὀρέστηςοὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ; Πυλάδηςοὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ. Ὀρέστηςδεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας. Πυλάδηςἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί. Ὀρέστηςεἶἑν. ἐς κοινὸν λέγειν χρή. Πυλάδηςτίνος ἀναγκαίου πέρι; Ὀρέστηςεἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν— Πυλάδηςὡς ἔδρασας ἔνδικα; Ὀρέστηςπατρὶ τιμωρῶν ἐμαυτοῦ; Πυλάδηςμὴ λάβωσί σʼ ἄσμενοι. Ὀρέστηςἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω; Πυλάδηςδειλὸν τόδε. Ὀρέστηςπῶς ἂν οὖν δρῴην; Πυλάδηςἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν; Ὀρέστηςοὐκ ἔχω. Πυλάδηςμολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν; Ὀρέστηςεἰ τύχοι, γένοιτʼ ἄν. Πυλάδηςοὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν. Ὀρέστηςἀλλὰ δῆτʼ ἔλθω. Πυλάδηςθανὼν γοῦν ὧδε κάλλιον θανῇ. Ὀρέστηςεὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε. Πυλάδηςμᾶλλον ἢ μένων. Ὀρέστηςκαὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι. Πυλάδηςτῷ Δοκεῖν εὔχου μόνον. Ὀρέστηςκαί τις ἄν γέ μʼ οἰκτίσειε⋯ Πυλάδηςμέγα γὰρ ἡ εὐγένειά σου. Ὀρέστηςθάνατον ἀσχάλλων πατρῷον. Πυλάδηςπάντα ταῦτʼ ἐν ὄμμασιν.
1.26
786Ὀρέστηςἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν. Πυλάδηςαἰνῶ τάδε. Ὀρέστηςἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ; Πυλάδηςμὴ πρὸς θεῶν. Ὀρέστηςδάκρυα γοῦν γένοιτʼ ἄν. Πυλάδηςοὐκοῦν οὗτος οἰωνὸς μέγας. Ὀρέστηςδηλαδὴ σιγᾶν ἄμεινον. Πυλάδηςτῷ χρόνῳ δὲ κερδανεῖς. Ὀρέστηςκεῖνό μοι μόνον πρόσαντες. Πυλάδηςτί τόδε καινὸν αὖ λέγεις; Ὀρέστηςμὴ θεαί μʼ οἴστρῳ κατάσχωσι. Πυλάδηςἀλλὰ κηδεύσω σʼ ἐγώ. Ὀρέστηςδυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός. Πυλάδηςοὐκ ἔμοιγε σοῦ. Ὀρέστηςεὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς. Πυλάδηςτόδʼ οὖν ἴτω. Ὀρέστηςοὐκ ἄρʼ ὀκνήσεις; Πυλάδηςὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα. Ὀρέστηςἕρπε νυν οἴαξ ποδός μοι. Πυλάδηςφίλα γʼ ἔχων κηδεύματα. Ὀρέστηςκαί με πρὸς τύμβον πόρευσον πατρός. Πυλάδηςὡς τί δὴ τόδε; Ὀρέστηςὥς νιν ἱκετεύσω με σῶσαι. Πυλάδηςτό γε δίκαιον ὧδʼ ἔχει. Ὀρέστηςμητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα. Πυλάδηςπολεμία γὰρ ἦν. ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ, περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ· ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου, οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος, εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω; Ὀρέστηςτοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον· ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢνμυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
1.27
807Χορόςὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰμέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶπαρὰ Σιμουντίοις ὀχετοῖςπάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαιςπάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων, ὁπότε χρυσείας ἔρις ἀρνὸςἤλυθε Τανταλίδαις, οἰκτρότατα θοινάματα καὶσφάγια γενναίων τεκέων· ὅθεν φόνῳ φόνος ἐξαμεί- βων διʼ αἵματος οὐ προλεί- πει δισσοῖσιν Ἀτρείδαις.
1.28
819Χορόςτὸ καλὸν οὐ καλόν, τοκέωνπυριγενεῖ τεμεῖν παλάμᾳχρόα μελάνδετον δὲ φόνῳξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι· τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλακακοφρόνων τʼ ἀνδρῶν παράνοια. θανάτου γὰρ ἀμφὶ φόβῳΤυνδαρὶς ἰάχησε τάλαι- να· Τέκνον, οὐ τολμᾷς ὅσιακτείνων σὰν ματέρα· μὴ πατρῴ- αν τιμῶν χάριν ἐξανά- ψῃ δύσκλειαν ἐς αἰεί.
1.29
831Χορόςτίς νόσος ἢ τίνα δάκρυα καὶτίς ἔλεος μείζων κατὰ γᾶνἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι; οἷον ἔργον τελέσαςβεβάκχευται μανίαις, Εὐμενίσι θήραμα, φόνονδρομάσι δινεύων βλεφάροις, Ἀγαμεμνόνιος παῖς. ὦ μέλεος, ματρὸς ὅτεχρυσεοπηνήτων φαρέωνμαστὸν ὑπερτέλλοντʼ ἐσιδὼνσφάγιον ἔθετο ματέρα, πατρῴ- ων παθέων ἀμοιβάν.
1.30
844Ἠλέκτραγυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμωντλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς; Χορόςἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών, ψυχῆς ἀγῶνα τὸν προκείμενον πέριδώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών. Ἠλέκτραοἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν; ΧορόςΠυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελοςλέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι. Ἄγγελοςὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτουἈγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγουςἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων. Ἠλέκτρααἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ. κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος. Ἄγγελοςψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖνκαὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ. Ἠλέκτραοἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένηπάλαι τὸ μέλλον ἐξετηκόμην γόοις. ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοικαθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν; λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ, κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
1.31
866Ἄγγελοςἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσωβαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦτά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμοςπένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις. ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν, οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκαςδιδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας. ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών· Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάραἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν; ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλαςστείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον; ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον, Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ, τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ, τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον, νόσημα κηδεύοντα παιδαγωγίᾳ. ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος, κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν, πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών, μητροκτονοῦντα; κἀπὶ τῷδʼ ἀνίσταταιΤαλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας. ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί, διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος, σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺςλόγους ἑλίσσων, ὅτι καθισταίη νόμουςἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶφαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις. τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆπηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος, ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.
1.32
898ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ. οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονονεἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν. ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι, οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταταιἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει, Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος, θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ, πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι· ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶςπείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα· ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσʼ ἀεί, κἂν μὴ παραυτίκʼ, αὖθίς εἰσι χρήσιμοιπόλει. θεᾶσθαι δʼ ὧδε χρὴ τὸν προστάτηνἰδόνθʼ· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεταιτῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ. ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροιςβάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγουςτῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν. ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία, μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ, ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον, αὐτουργός— οἵπερ καὶ μόνοι σῴζουσι γῆν— ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον· ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονοςστεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί, κακὴν γυναῖκα κἄθεον κατακτανών, ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέραμήτε στρατεύειν ἐκλιπόντα δώματα, εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοιφθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι. καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
1.33
931κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος, ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι, πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον, ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνοςἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂνθνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών· τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών. νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸςτέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ, ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν· ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται. ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν. νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων, ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν. μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖντλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίονσὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄποΠυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοικλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοιπικρὸν θέαμα καὶ πρόσοψις ἀθλία. ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ· ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲοὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιοςτρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν. Χορόςὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲςπρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ, ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
1.34
960Ἠλέκτρακατάρχομαι στεναγμόν, ὦ Πελασγία, τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων, αἱματηρὸν ἄταν, κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸςνερτέρων Περσέφασσα καλλίπαις θεά. ἰαχείτω δὲ γᾶ Κυκλωπία, σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον, πήματʼ οἴκων. ἔλεος ἔλεος ὅδʼ ἔρχεταιτῶν θανουμένων ὕπερ, στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων.
1.35
971Ἠλέκτραβέβακε γὰρ βέβακεν, οἴχεται τέκνωνπρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοιςζῆλος ὤν ποτʼ οἴκοις· φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴςφοινία ψῆφος ἐν πολίταις. ἰὼ ἰώ, πανδάκρυτʼ ἐφαμέρωνἔθνη πολύπονα, λεύσσεθʼ, ὡς παρʼ ἐλπίδαςμοῖρα βαίνει. ἕτερα δʼ ἕτερος ἀμείβεταιπήματʼ ἐν χρόνῳ μακρῷ· βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών.
1.36
982Ἠλέκτραμόλοιμι τὰν οὐρανοῦμέσον χθονός τε τεταμέναναἰωρήμασι πέτραν, ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι, βῶλον ἐξ Ὀλύμπου, ἵνʼ ἐν θρήνοισιν ἀναβοάσωγέροντι πατρὶ Ταντάλῳὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων, οἳ κατεῖδον ἄτας, ποτανὸν μὲν δίωγμα πώλωντεθριπποβάμονι στόλῳ Πέλοψ ὅτεπελάγεσι διεδίφρευσε, Μυρτίλου φόνονδικὼν ἐς οἶδμα πόντου, λευκοκύμοσινπρὸς Γεραιστίαιςποντίων σάλωνᾐόσιν ἁρματεύσας. ὅθεν δόμοισι τοῖς ἐμοῖςἦλθʼ ἀρὰ πολύστονος, λόχευμα ποιμνίοισι Μαιάδος τόκου, τὸ χρυσόμαλλον ἀρνὸς ὁπότʼἐγένετο τέρας ὀλοὸν ὀλοὸνἈτρέος ἱπποβώτα· ὅθεν Ἔρις τό τε πτερωτὸνἁλίου μετέβαλεν ἅρμα, τὰν πρὸς ἑσπέραν κέλευθονοὐρανοῦ προσαρμόσα- σα μονόπωλον ἐς Ἀῶ, ἑπταπόρου τε δράμημα Πελειάδοςεἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει, τῶνδέ τʼ ἀμείβει⋯ θανάτους θανά- των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστουλέκτρα τε Κρήσσας Ἀερόπας δολί- ας δολίοισι γάμοις· τὰ πανύστατα δʼεἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθεδόμων πολυπόνοις ἀνάγκαις.
1.37
1013Χορόςκαὶ μὴν ὅδε σὸς σύγγονος ἕρπειψήφῳ θανάτου κατακυρωθείς, ὅ τε πιστότατος πάντων Πυλάδης, ἰσάδελφος ἀνήρ, ἰθύνωννοσερὸν κῶλον Ὀρέστου, ποδὶ κηδοσύνῳ παράσειρος.
1.38
1018Ἠλέκτραοἲ ἐγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω, ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς. οἲ ἐγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασινπανυστάτην πρόσοψιν ἐξέστην φρενῶν. Ὀρέστηςοὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόουςστέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμωςφέρειν σʼ ἀνάγκη τὰς παρεστώσας τύχας. Ἠλέκτρακαὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦτόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα. Ὀρέστηςσὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸςτέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά. Ἠλέκτραὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμουθανάτου τʼ ἀώρου. ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ. Ὀρέστηςμὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν, ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν. Ἠλέκτραθανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά. πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς. Ὀρέστηςτόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχουςἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί. Ἠλέκτρασύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον. Ὀρέστηςἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ, ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ. Ἠλέκτραἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι. ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας. Ὀρέστηςτέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδεθανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας. Ἠλέκτραὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχωντῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν. Ὀρέστηςἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλωφιλότητι χειρῶν. τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας; ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν, τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους— προσφθέγματʼ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα. Ἠλέκτραφεῦ· πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοικαὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα; Ὀρέστηςἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλωνὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου. Ἠλέκτραοὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων, Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός; Ὀρέστηςοὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχωντὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους. ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονοςδράσαντε κατθανούμεθʼ ἀξιώτατα. κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει, παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼνὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν. Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς, καὶ κατθανόντοιν εὖ περίστειλον δέμαςθάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων. καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι.
1.39
1069Πυλάδηςἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω, εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας. Ὀρέστηςτί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα; Πυλάδηςἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ; Ὀρέστηςοὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας. Πυλάδηςσὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ. Ὀρέστηςἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι. σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή, καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν. γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης, ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων· σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών, κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή. ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς, χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν· οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα. Πυλάδηςἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων. μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον, μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτεἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ. καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι, καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας· καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδʼ ὁμοῦ. ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα, κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτεγῆν Δελφίδʼ ἐλθὼν Φωκέων ἀκρόπτολιν, ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ, νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος; οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει· ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγουςἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ. Ὀρέστηςὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών. Πυλάδηςπιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς. Ὀρέστηςμενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι. Πυλάδηςσίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ. Ὀρέστηςμηδὲν τρέσῃς τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι.
1.40
1105ΠυλάδηςἙλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν. Ὀρέστηςπῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γʼ ἔσται καλῶς. Πυλάδηςσφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν. Ὀρέστηςμάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται. Πυλάδηςἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη. Ὀρέστηςκαὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας. Πυλάδηςτίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ. Ὀρέστηςοἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας. Πυλάδηςτρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωικάς; Ὀρέστηςὥσθʼ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον. Πυλάδηςοὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος. Ὀρέστηςκαὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι. Πυλάδηςἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος. Ὀρέστηςτὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις. Πυλάδηςἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι. Ὀρέστηςἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω. Πυλάδηςγόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν. Ὀρέστηςὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην. Πυλάδηςκαὶ νῷν παρέσται ταῦθʼ ἅπερ κείνῃ τότε. Ὀρέστηςἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα; Πυλάδηςκρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη. Ὀρέστηςπρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται; Πυλάδηςἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης. Ὀρέστηςκαὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών. Πυλάδηςεἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών. ὈρέστηςἙλένην φονεύειν· μανθάνω τὸ σύμβολον. Πυλάδηςἔγνως· ἄκουσον δʼ ὡς καλῶς βουλεύομαι. εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέρανξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος· νῦν δʼ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην, ὧν πατέρας ἔκτεινʼ, ὧν δʼ ἀπώλεσεν τέκνα, νύμφας τʼ ἔθηκεν ὀρφανὰς ξυναόρων. ὀλολυγμὸς ἔσται, πῦρ τʼ ἀνάψουσιν θεοῖς, σοὶ πολλὰ κἀμοὶ κέδνʼ ἀρώμενοι τυχεῖν, κακῆς γυναικὸς οὕνεχʼ αἷμʼ ἐπράξαμεν. ὁ μητροφόντης δʼ οὐ καλῇ ταύτην κτανών, ἀλλʼ ἀπολιπὼν τοῦτʼ ἐπὶ τὸ βέλτιον πεσῇ, Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς. οὐ δεῖ ποτʼ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν, τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν, μητέρα τε— ἐῶ τοῦτʼ· οὐ γὰρ εὐπρεπὲς λέγειν— δόμους δʼ ἔχειν σοὺς διʼ Ἀγαμέμνονος δόρυλαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι, ἢν μὴ ʼπʼ ἐκείνῃ φάσγανον σπασώμεθα. ἢν δʼ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον, πρήσαντες οἴκους τούσδε κατθανούμεθα. ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος, καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι. Χορόςπάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.
1.41
1155Ὀρέστηςφεῦ· οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής, οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τιτὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου. σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰκαὶ πλησίον παρῆσθα κινδύνων ἐμοί, νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίανκοὐκ ἐκποδὼν εἶ— παύσομαί σʼ αἰνῶν, ἐπεὶβάρος τι κἀν τῷδʼ ἐστίν, αἰνεῖσθαι λίαν. ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴνδράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν, ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν, στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον. Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδοςἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμωςῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶδοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρωςψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι. ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν, εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρίακτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε. ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμαπτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα. Ἠλέκτραἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ, σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί. Ὀρέστηςθεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε; ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν. Ἠλέκτραἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε. Ὀρέστηςλέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν. ἨλέκτραἙλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην. Ὀρέστηςοἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή. Ἠλέκτρααὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον. Ὀρέστηςτί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα; Ἠλέκτραχοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ. Ὀρέστηςκαὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν; Ἠλέκτραξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν. Ὀρέστηςτίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις; ἨλέκτραἙλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷἢ τόνδε κἀμέ— πᾶν γὰρ ἓν φίλον τόδε— λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴδέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν. κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρηνἙλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι, μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας· ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματοςκτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην. καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ, χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺςοὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχωσωτηρίας ἔπαλξιν. εἴρηται λόγος.
1.42
1204Ὀρέστηςὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη, τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον, ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς. Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλαςγυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος. Πυλάδηςεἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλινκαλοῖσιν ὑμεναίοισιν ἀξιουμένη. Ὀρέστηςἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου; ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν, κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός. Ἠλέκτρακαὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ· τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει. Ὀρέστηςκαλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμωνπάρος μένουσα παρθένου δέχου πόδα, φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος, ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός, ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους, ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω· ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατονἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας, Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους. ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ, καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖντοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλαςἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν, δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼνκτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ. Ἠλέκτραὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸςτέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ. Πυλάδηςὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς, Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα. Ὀρέστηςἔκτεινα μητέρα— Ἠλέκτραἡψάμην δʼ ἐγὼ ξίφους— Πυλάδηςἐγὼ δʼ ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου— Ὀρέστηςσοί, πάτερ, ἀρήγων. Ἠλέκτραοὐδʼ ἐγὼ προύδωκά σε. Πυλάδηςοὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα; Ὀρέστηςδακρύοις κατασπένδω σε. Ἠλέκτραἐγὼ δʼ οἴκτοισί γε. Πυλάδηςπαύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα. εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί, κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας, δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε· τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία, ἢ ζῆν ἅπασιν ἢ— θανεῖν ὀφείλεται.
1.43
1246ἨλέκτραΜυκηνίδες ὦ φίλαι, τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων. Χορόςτίνα θροεῖς αὐδάν, πότνια; παραμένειγὰρ ἔτι σοι τόδʼ ἐν Δαναϊδῶν πόλει. Ἠλέκτραστῆθʼ αἳ μὲν ὑμῶν τόνδʼ ἁμαξήρη τρίβον, αἳ δʼ ἐνθάδʼ ἄλλον οἶμον ἐς φρουρὰν δόμων. Χορόςτί δέ με τόδε χρέος ἀπύεις; ἔνεπέ μοι, φίλα. Ἠλέκτραφόβος ἔχει με μή τις ἐπὶ δώμασισταθεὶς ἐπὶ φοίνιον αἷμαπήματα πήμασιν ἐξεύρῃ. Ἡμίχοροςχωρεῖτʼ, ἐπειγώμεσθʼ· ἐγὼ μὲν οὖν τρίβοντόνδʼ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς. Ἡμίχοροςκαὶ μὴν ἐγὼ τόνδʼ, ὃς πρὸς ἑσπέραν φέρει. Ἠλέκτραδόχμιά νυν κόρας διάφερʼ ὀμμάτων. Χορόςἐκεῖθεν ἐνθάδʼ, εἶτα παλινσκοπιὰνἔχομεν, ὡς θροεῖς.
1.44
1266Ἠλέκτραἑλίσσετέ νυν βλέφαρα, κόραισι δίδοτε πάντα διὰ βοστρύχων. Ἡμίχοροςὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδʼ ἄρʼ ἀμ- φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ; Ἠλέκτραἀπωλόμεσθʼ ἄρʼ, ὦ φίλαι· κεκρυμμένουςθῆρας ξιφήρεις αὐτίκʼ ἐχθροῖσιν φανεῖ. Ἡμίχοροςἄφοβος ἔχε· κενός, ὦ φίλα, στίβος ὃν οὐ δοκεῖς. Ἠλέκτρατί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει; δὸς ἀγγελίαν ἀγαθάν τινʼ, εἰ τάδʼ ἔρημα τὰ πρόσθʼ αὐλᾶς. Ἡμίχοροςκαλῶς τά γʼ ἐνθένδʼ. ἀλλὰ τἀπὶ σοῦ σκόπει· ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται. Ἡμίχοροςἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδʼ ὄχλος. Ἠλέκτραφέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω. Χορόςτί μέλλεθʼ οἱ κατʼ οἶκον ἐν ἡσυχίᾳσφάγια φοινίσσειν;
1.45
1286Ἠλέκτραοὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν. ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη; τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσαςποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει. σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών· ἀλλʼ αἳ μὲν ἐνθάδʼ, αἳ δʼ ἐκεῖσʼ ἑλίσσετε. Χορόςἀμείβω κέλευθον σκοποῦσα πάντῃ. Ἑλένηἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς. Χορός— ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνῳ.— Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι. Ἠλέκτραὦ Διός, ὦ Διὸς ἀέναον κράτος, ἔλθʼ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως. ἙλένηΜενέλαε, θνῄσκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς.
1.46
1302Ἠλέκτραφονεύετε, καίνετε, ὄλλυτε, δίπτυχα δίστομα φάσγαναἐκ χερὸς ἱέμενοιτὰν λιποπάτορα λιπόγαμον, ἃπλείστους ἔκανεν Ἑλλάνωνδορὶ παρὰ ποταμὸν ὀλομένους, ὅθι δάκρυα δάκρυσιν ἔπεσενσιδαρέοισι βέλεσιν ἀμ- φὶ τὰς Σκαμάνδρου δίνας.
1.47
1311Χορόςσιγᾶτε σιγᾶτʼ· ᾐσθόμην κτύπου τινὸςκέλευθον ἐσπεσόντος ἀμφὶ δώματα. Ἠλέκτραὦ φίλταται γυναῖκες, ἐς μέσον φόνονἥδʼ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν. στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους. καλὸν τὸ θήραμʼ, ἢν ἁλῷ, γενήσεται. πάλιν κατάστηθʼ ἡσύχῳ μὲν ὄμματι, χρόᾳ δʼ ἀδήλῳ τῶν δεδραμένων πέρι· κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας, ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα. ὦ παρθένʼ, ἥκεις τὸν Κλυταιμήστρας τάφονστέψασα καὶ σπείσασα νερτέροις χοάς; Ἑρμιόνηἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοιφόβος τις εἰσελήλυθʼ, ἥντινʼ ἐν δόμοιςτηλουρὸς οὖσα δωμάτων κλύω βοήν. Ἠλέκτρατί δʼ; ἄξιʼ ἡμῖν τυγχάνει στεναγμάτων. Ἑρμιόνηεὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις; Ἠλέκτραθανεῖν Ὀρέστην κἄμʼ ἔδοξε τῇδε γῇ. Ἑρμιόνημὴ δῆτʼ, ἐμοῦ γε συγγενεῖς πεφυκότας. Ἠλέκτραἄραρʼ· ἀνάγκης δʼ ἐς ζυγὸν καθέσταμεν. Ἑρμιόνηἦ τοῦδʼ ἕκατι καὶ βοὴ κατὰ στέγας; Ἠλέκτραἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ— Ἑρμιόνητίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς. Ἠλέκτρατλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θʼ ὕπερ. Ἑρμιόνηἐπʼ ἀξίοισί τἄρʼ ἀνευφημεῖ δόμος. Ἠλέκτραπερὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις; ἀλλʼ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις, σῇ μητρὶ προσπεσοῦσα τῇ μέγʼ ὀλβίᾳ, Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν. ἀλλʼ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς, οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν. ἴθʼ εἰς ἀγῶνα δεῦρʼ, ἐγὼ δʼ ἡγήσομαι· σωτηρίας γὰρ τέρμʼ ἔχεις ἡμῖν μόνη. Ἑρμιόνηἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα. σώθηθʼ ὅσον γε τοὐπʼ ἐμέ. Ἠλέκτραὦ κατὰ στέγαςφίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθʼ ἄγραν; Ἑρμιόνηοἲ ἐγώ· τίνας τούσδʼ εἰσορῶ; Ὀρέστηςσιγᾶν χρεών· ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία. Ἠλέκτραἔχεσθʼ ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃβάλλοντες ἡσυχάζεθʼ, ὡς εἰδῇ τόδεΜενέλαος, οὕνεκʼ ἄνδρας, οὐ Φρύγας κακούς, εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.
1.48
1353Χορός— ἰὼ ἰὼ φίλαι, κτύπον ἐγείρετε, κτύπον καὶ βοὰνπρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνοςμὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον, βοηδρομῆσαι πρὸς δόμους τυραννικούς, πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνονκαθαιμακτὸν ἐν δόμοις κείμενον, ἢ καὶ λόγον του προσπόλων πυθώμεθα· τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δʼ οὐ σαφῶς.— διὰ δίκας ἔβα θεῶννέμεσις ἐς Ἑλέναν. δακρύοισι γὰρ Ἑλλάδʼ ἅπασαν ἔπλησε, διὰ τὸν ὀλόμενον ὀλόμενον ἸδαῖονΠάριν, ὃς ἄγαγʼ Ἑλλάδʼ εἰς Ἴλιον.
1.49
1366Χορόςἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων, σιγήσατʼ· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν, οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει. ΦρύξἈργέϊον ξίφος ἐκ θανάτου πέφευγαβαρβάροις ἐν εὐμάρι- σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμναΔωρικάς τε τριγλύφους, φροῦδα φροῦδα, γᾶ γᾶ, βαρβάροισι δρασμοῖς. αἰαῖ· πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρʼ ἀμ- πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃνταυρόκρανος ἀγκάλαιςἑλίσσων κυκλοῖ χθόνα; Χορόςτί δʼ ἔστιν, Ἑλένης πρόσπολʼ. Ἰδαῖον κάρα; ΦρύξἼλιον Ἴλιον, ὤμοι μοι, Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ- δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένωἁρμάτειον ἁρμάτειον μέλοςβαρβάρῳ βοᾷ διʼ ὀρνιθόγονονὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδαςσκύμνου, δυσελέναςδυσελένας, ξεστῶν περγάμων Ἀπολλωνίωνἐρινύν· ὀττοτοῖ· ἰαλέμων ἰαλέμωνΔαρδανία τλᾶμον Γανυμήδεοςἱπποσύνᾳ, Διὸς εὐνέτα.
1.50
1393Χορόςσαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις. τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσʼ ἔχω. Φρύξαἴλινον αἴλινον ἀρχὰν θανάτουβάρβαροι λέγουσιν, αἰαῖ, Ἀσιάδι φωνᾷ, βασιλέωνὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσινσιδαρέοισιν Ἅιδα. ἦλθον ἐς δόμους, ἵνʼ αὔθʼ ἕ- καστά σοι λέγω, λέοντεςἝλλανες δύο διδύμω· τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθʼ, ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ, οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος, πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν, ξυνετὸς πολέμου, φόνιός τε δράκων. ἔρροι τᾶς ἡσύχουπρονοίας κακοῦργος ὤν. οἳ δὲ πρὸς θρόνους ἔσωμολόντες ἇς ἔγημʼ ὁ τοξότας Πάριςγυναικός, ὄμμα δακρύοιςπεφυρμένοι, ταπεινοὶἕζονθʼ, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲτὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι. περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλονἙλένας ἄμφω. ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορονἀμφίπολοι Φρύγες· προσεῖπε δʼ ἄλλος ἄλλον ἐν φόβῳ πεσών, μή τις εἴη δόλος. κἀδόκει τοῖς μὲν οὔ, τοῖς δʼ ἐς ἀρκυστάτανμηχανὰν ἐμπλέκεινπαῖδα τὰν Τυνδαρίδʼ ὁμητροφόντας δράκων.
1.51
1425Χορόςσὺ δʼ ἦσθα ποῦ τότʼ; ἢ πάλαι φεύγεις φόβῳ, ΦρύξΦρυγίοις ἔτυχον Φρυγίοισι νόμοιςπαρὰ βόστρυχον αὔραν αὔρανἙλένας Ἑλένας εὐπαγεῖκύκλῳ πτερίνῳ πρὸ παρηίδοςἀίσσων βαρβάροις νόμοισιν. ἃ δὲ λίνον ἠλακάτᾳδακτύλοις ἕλισσεν, νῆμα δʼ ἵετο πέδῳ, σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ- ματα συστολίσαι χρῄζουσα λίνῳ, φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ. προσεῖπεν δʼ ὈρέσταςΛάκαιναν κόραν· ὦΔιὸς παῖ, θὲς ἴχνοςπέδῳ δεῦρʼ ἀποστᾶσα κλισμοῦ, Πέλοπος ἐπὶ προπάτορος ἕδρανπαλαιᾶς ἑστίας, ἵνʼ εἰδῇς λόγους ἐμούς.— ἄγει δʼ ἄγει νιν· ἃ δʼ ἐφείπετʼ, οὐ πρόμαντις ὧν ἔμελλεν· ὁ δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼἰὼν κακὸς Φωκεύς· οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες. ἔκλῃσε δʼ ἄλλον ἄλλοσʼ ἐνστέγαισι· τοὺς μὲν ἐν σταθμοῖ- σιν ἱππικοῖσι, τοὺς δʼ ἐν ἐξ- έδραισι, τοὺς δʼ ἐκεῖσʼ ἐκεῖθεν ἄλλον ἄλ- λοσε διαρμόσας ἀποπρὸ δεσποίνας. Χορόςτί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο; ΦρύξἸδαία μᾶτερμᾶτερ ὀβρίμα ὀβρίμα, αἰαὶ φονίων παθέων ἀνόμωντε κακῶν ἅπερ ἔδρακον ἔδρακονἐν δόμοις τυράννων. ἀμφιπορφυρέων πέπλωνὑπὸ σκότου ξίφη σπάσα- ντες ἄλλος ἄλλοσʼ ἐν χεροῖνδίνασεν ὄμμα, μή τις παρὼν τύχοι. ὡς κάπροι δʼ ὀρέστεροι γυ- ναικὸς ἀντίοι σταθέντεςἐννέπουσι· Κατθανῇκατθανῇ, κακός σʼ ἀποκτείνει πόσις, κασιγνήτου προδοὺςἐν Ἄργει θανεῖν γόνον. ἃ δʼ ἀνίαχεν ἴ- αχεν· Ὤμοι μοι. λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοιςκτύπησε κρᾶτα μέλεον πλαγᾷ· φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλονἴχνος ἔφερεν ἔφερεν· ἐςκόμας δὲ δακτύλους δικὼν Ὀρέστας, Μυκηνίδʼ ἀρβύλαν προβάς, ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην, παίειν λαιμῶν ἔμελ- λεν εἴσω μέλαν ξίφος.
1.52
1473Χορόςποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες; Φρύξἰαχᾷδόμων θύρετρα καὶ σταθμοὺςμοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν, βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης, ὃ μὲν πέτρους, ὃ δʼ ἀγκύλας, ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων. ἔναντα δʼ ἦλθε Πυλάδηςἀλίαστος, οἷος οἷος Ἕκ- τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας, ὃν εἶδον εἶδον ἐν πύλαιςΠριαμίσι· φασγάνων δʼ ἀκμὰςσυνήψαμεν. δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες, ὅσον Ἄρεως ἀλκὰνἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς, ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν, ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος, θανάτου προβολάν· ὑπὸ σκότον δʼ ἐφεύγομεν· νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ. ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμουςἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅνιν ἔτεκεν τλάμων. ἄθυρσοι δʼοἷά νιν δραμόντε Βάκχαισκύμνον ἐν χεροῖν ὀρείανξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόρανἐπὶ σφαγὰν ἔτεινον· ἃ δʼἐκ θαλάμωνἐγένετο διαπρὸ δωμάτωνἄφαντος, ὦ Ζεῦ καὶ γᾶκαὶ φῶς καὶ νύξ, ἤτοι φαρμάκοισιν ἢμάγων τέχναις ἢ θεῶν κλοπαῖς. τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα- πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα. πολύπονα δὲ πολύπονα πάθεαΜενέλεως ἀνασχόμενος ἀνόνητον ἀ- πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον. Χορόςκαὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε· ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτωνβαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί.
1.53
1506Ὀρέστηςποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος; Φρύξπροσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων. Ὀρέστηςοὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί. Φρύξπανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν. Ὀρέστηςοὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν; Φρύξσοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ. Ὀρέστηςἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο; Φρύξἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν. Ὀρέστηςδειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν. Φρύξοὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο; Ὀρέστηςὄμοσον— εἰ δὲ μή, κτενῶ σε— μὴ λέγειν ἐμὴν χάριν. Φρύξτὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ. Ὀρέστηςὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος; Φρύξἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον. Ὀρέστηςμὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών; Φρύξμὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα. Ὀρέστηςδοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν; Φρύξπᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν. Ὀρέστηςεὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων. Φρύξοὐκ ἄρα κτενεῖς με; Ὀρέστηςἀφεῖσαι. Φρύξκαλὸν ἔπος λέγεις τόδε. Ὀρέστηςἀλλὰ μεταβουλευσόμεσθα. Φρύξτοῦτο δʼ οὐ καλῶς λέγεις. Ὀρέστηςμῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην· οὔτε γὰρ γυνὴ πέφυκας— οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ. τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων· ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται. Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους· ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος· εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών, τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλεισύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι, παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
1.54
1537Χορός— ἰὼ ἰὼ τύχα, ἕτερον εἰς ἀγῶνʼ, ἕτερον αὖ δόμοςφοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.— τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε; ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.— ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσειθοάζων ὅδʼ αἰθέρος ἄνω καπνός.— ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμουςτοὺς Τανταλείους, οὐδʼ ἀφίστανται φόνου.— τέλος ἔχει δαίμων βροτοῖς, τέλος ὅπᾳ θέλῃ.— μεγάλα δέ τις ἁ δύναμις διʼ ἀλαστόρωνἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτωνδιὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου.
1.55
1549Χορόςἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλαςὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα. οὐκέτʼ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς, ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρπρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
1.56
1554Μενέλαοςἥκω κλύων τὰ δεινὰ καὶ δραστήριαδισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ. ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορονὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται— κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶςἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνουτεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως. ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγωὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴνῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων, καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴνλάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶτοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον. Ὀρέστηςοὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί· Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει· ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν, ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον. μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμουσπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν. Μενέλαοςἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας, δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους, ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ. Ὀρέστηςπότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις; Μενέλαοςοὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν. Ὀρέστηςμέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν. ΜενέλαοςἙλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον; Ὀρέστηςεἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο. Μενέλαοςἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε; Ὀρέστηςλυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον— Μενέλαοςτί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον. Ὀρέστηςτὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν. Μενέλαοςἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ. Ὀρέστηςθεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν. Μενέλαοςὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον; Ὀρέστηςὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν. Μενέλαοςοὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος; Ὀρέστηςοὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί. Μενέλαοςἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου; Ὀρέστηςφησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων. Μενέλαοςἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς. Ὀρέστηςοὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους. Μενέλαοςἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε; Ὀρέστηςὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί. Μενέλαοςκτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
1.57
1598Ὀρέστηςἔσται τάδε. Μενέλαοςἆ ἆ, μηδαμῶς δράσῃς τάδε. Ὀρέστηςσίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς. Μενέλαοςἦ γὰρ δίκαιον ζῆν σε; Ὀρέστηςκαὶ κρατεῖν γε γῆς. Μενέλαοςποίας; Ὀρέστηςἐν Ἄργει τῷδε τῷ Πελασγικῷ. Μενέλαοςεὖ γοῦν θίγοις ἂν χερνίβων— Ὀρέστηςτί δὴ γὰρ οὔ; Μενέλαοςκαὶ σφάγια πρὸ δορὸς καταβάλοις. Ὀρέστηςσὺ δʼ ἂν καλῶς; Μενέλαοςἁγνὸς γάρ εἰμι χεῖρας. Ὀρέστηςἀλλʼ οὐ τὰς φρένας. Μενέλαοςτίς δʼ ἂν προσείποι σέ; Ὀρέστηςὅστις ἐστὶ φιλοπάτωρ. Μενέλαοςὅστις δὲ τιμᾷ μητέρα; Ὀρέστηςεὐδαίμων ἔφυ. Μενέλαοςοὔκουν σύ γε. Ὀρέστηςοὐ γὰρ ἁνδάνουσιν αἱ κακαί. Μενέλαοςἄπαιρε θυγατρὸς φάσγανον. Ὀρέστηςψευδὴς ἔφυς. Μενέλαοςἀλλὰ κτενεῖς μου θυγατέρα; Ὀρέστηςοὐ ψευδὴς ἔτʼ εἶ. Μενέλαοςοἴμοι, τί δράσω; Ὀρέστηςπεῖθʼ ἐς Ἀργείους μολὼν— Μενέλαοςπειθὼ τίνα; Ὀρέστηςἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν. Μενέλαοςἢ παῖδά μου φονεύσετε; Ὀρέστηςὧδʼ ἔχει τάδε. Μενέλαοςὦ τλῆμον Ἑλένη— Ὀρέστηςτἀμὰ δʼ οὐχὶ τλήμονα; Μενέλαοςσὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν— Ὀρέστηςεἰ γὰρ τόδʼ ἦν. Μενέλαοςπόνους πονήσας μυρίους. Ὀρέστηςπλήν γʼ εἰς ἐμέ. Μενέλαοςπέπονθα δεινά. Ὀρέστηςτότε γὰρ ἦσθʼ ἀνωφελής. Μενέλαοςἔχεις με. Ὀρέστηςσαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς. ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε· σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε, Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε. Μενέλαοςὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται, οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε; πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλινζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
1.58
1625ἈπόλλωνΜενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον· Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ· σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ, Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους. Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢνἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος, ἥδʼ ἐστίν, ἣν ὁρᾶτʼ ἐν αἰθέρος πτυχαῖς, σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν. ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνουτοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός. Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών, Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖςσύνθακος ἔσται, ναυτίλοις σωτήριος. ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών, ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματιἝλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον, θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸςὕβρισμα θνητῶν ἀφθόνου πληρώματος. τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών, Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρουςΠαρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον. κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμονἈζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν. ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλινδίκην ὑπόσχες αἵματος μητροκτόνουΕὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆςπάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτηνψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή. ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ, γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεταιΝεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε. θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει, δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με. Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας, δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει. Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν, ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός, φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοιςπόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν. τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς, ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα.
1.59
1666Ὀρέστηςὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων. οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος. καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύωνἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα. ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις. ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς, καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ. Μενέλαοςὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σεθεῶν κατοικήσασαν ὄλβιον δόμον. Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ, Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦςγήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ. Ἀπόλλωνχωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν, νείκας τε διαλύεσθε. Μενέλαοςπείθεσθαι χρεών. Ὀρέστηςκἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς, Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
1.60
1682Ἀπόλλωνἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστηνθεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼἙλένην Δίοις μελάθροις πελάσω, λαμπρῶν ἄστρων πόλον ἐξανύσας, ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ ἩρακλέουςἭβῃ πάρεδρος θεὸς ἀνθρώποιςἔσται σπονδαῖς ἔντιμος ἀεί, σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς, ναύταις μεδέουσα θαλάσσης. Χορόςὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸνβίοτον κατέχοιςκαὶ μὴ λήγοις στεφανοῦσα.