Phigeniaaulide
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
0ἈγαμέμνωνἘγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι, Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος, Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοιμνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι. δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνοςξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον. τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί, δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπωςἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε· ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖνμνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρωνσπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε· ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη, τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼνοἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους, κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλινἝλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα. ἐπεὶ δʼ ἐπιστώθησαν— εὖ δέ πως γέρωνὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί— δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα, ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι. ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν, Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰςκρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει, Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇχρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι, ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσαςἙλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼνΜενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται, ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
1.2
80τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί, τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθραἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι. κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάρινεἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε. ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα. Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοιςἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼἈρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον, καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶνθύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε. κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματιΤαλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν, ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν. οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγονἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖςγράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴνπέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην, τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος, συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων, εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος· πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν, ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον. μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδεΚάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶςἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλινἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰνλύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον. ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼνπρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς, λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα· πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ.
1.3
01ἈγαμέμνωνὮ πρέσβυ, δόμων τῶνδε πάροιθενστεῖχε. Πρεσβύτηςστείχω. τί δὲ καινουργεῖς, Ἀγάμεμνον ἄναξ; Ἀγαμέμνωνσπεύσεις; Πρεσβύτηςσπεύδω. μάλα τοι γῆρας τοὐμὸν ἄυπνονκαὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. Ἀγαμέμνωντίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει; ΠρεσβύτηςΣείριος ἐγγὺς τῆς ἑπταπόρουΠλειάδος ᾄσσων ἔτι μεσσήρης. Ἀγαμέμνωνοὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθωνοὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμωντόνδε κατʼ Εὔριπον ἔχουσιν. Πρεσβύτηςτί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις, Ἀγάμεμνον ἄναξ; ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλινκαὶ ἀκίνητοι φυλακαὶ τειχέων. στείχωμεν ἔσω. Ἀγαμέμνωνζηλῶ σέ, γέρον, ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνονβίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής· τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ. Πρεσβύτηςκαὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου. Ἀγαμέμνωντοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν, καὶ τὸ πρότιμονγλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον. τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπωνγνῶμαι πολλαὶκαὶ δυσάρεστοι διέκναισαν. Πρεσβύτηςοὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως. οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται. σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσαςδέλτον τε γράφειςτήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις, καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖςκαὶ σφραγίζεις λύεις τʼ ὀπίσωῥίπτεις τε πέδῳ πεύκην, θαλερὸνκατὰ δάκρυ χέων, καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖςμὴ οὐ μαίνεσθαι. τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ; φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς. πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις· σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεωςπέμπει φερνὴνσυννυμφοκόμον τε δίκαιον.
1.4
115Ἀγαμέμνωνπέμπω σοι πρὸς ταῖς πρόσθενδέλτους, ὦ Λήδας ἔρνος— Πρεσβύτηςλέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃσύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ. Ἀγαμέμνωνμὴ στέλλειν τὰν σὰν ἶνιν πρὸςτὰν κολπώδη πτέρυγʼ ΕὐβοίαςΑὖλιν ἀκλύσταν. εἰς ἄλλας ὥρας γὰρ δὴπαιδὸς δαίσομεν ὑμεναίους. Πρεσβύτηςκαὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼνοὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖσοὶ σῇ τʼ ἀλόχῳ; τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς. Ἀγαμέμνωνὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺςοὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν, οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισανυμφείους εἰς ἀγκώνωνεὐνὰς ἐκδώσειν λέκτροις. Πρεσβύτηςδεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ, ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχονφατίσας ἦγες σφάγιον Δαναοῖς. Ἀγαμέμνωνοἴμοι, γνώμας ἐξέσταν, αἰαῖ, πίπτω δʼ εἰς ἄταν. ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳμηδὲν ὑπείκων. Πρεσβύτηςσπεύδω, βασιλεῦ. Ἀγαμέμνωνμή νυν μήτʼ ἀλσώδεις ἵζουκρήνας μήθʼ ὕπνῳ θελχθῇς. Πρεσβύτηςεὔφημα θρόει. Ἀγαμέμνωνπάντῃ δὲ πόρον σχιστὸν ἀμείβωνλεῦσσε, φυλάσσων μή τίς σε λάθῃτροχαλοῖσιν ὄχοις παραμειψαμένηπαῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνηΔαναῶν πρὸς ναῦς. Πρεσβύτηςἔσται τάδε. Ἀγαμέμνωνκλῄθρων δʼ ἐξόρμοιςἤν νιν πομπαῖς ἀντήσῃς, πάλιν εἰσόρμα, σεῖε χαλινούς, ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας. Πρεσβύτηςπιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι, λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ; Ἀγαμέμνωνσφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳτήνδε κομίζεις. ἴθι. λευκαίνειτόδε φῶς ἤδη λάμπουσʼ ἠὼςπῦρ τε τεθρίππων τῶν Ἀελίου· σύλλαβε μόχθων. θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶςοὐδʼ εὐδαίμων· οὔπω γὰρ ἔφυ τις ἄλυπος.
1.5
164Χορός— ἔμολον ἀμφὶ παρακτίανψάμαθον Αὐλίδος ἐναλίας, Εὐρίπου διὰ χευμάτωνκέλσασα στενοπόρθμων, Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ, ἀγχιάλων ὑδάτων τροφὸντᾶς κλεινᾶς Ἀρεθούσας, Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμανἈχαιῶν τε πλάτας ναυσιπόρους ἡ- μιθέων, οὓς ἐπὶ Τροίανἐλάταις χιλιόναυσιντὸν ξανθὸν Μενέλαόν θʼἁμέτεροι πόσειςἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδανστέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼΕὐρώτα δονακοτρόφουΠάρις ὁ βουκόλος ἃν ἔλαβεδῶρον τᾶς Ἀφροδίτας, ὅτʼ ἐπὶ κρηναίαισι δρόσοιςἭρᾳ Παλλάδι τʼ ἔριν ἔρινμορφᾶς ἁ Κύπρις ἔσχεν.
1.6
185Χορός— πολύθυτον δὲ διʼ ἄλσος Ἀρ- τέμιδος ἤλυθον ὀρομένα, φοινίσσουσα παρῇδʼ ἐμὰναἰσχύνᾳ νεοθαλεῖ, ἀσπίδος ἔρυμα καὶ κλισίαςὁπλοφόρους Δαναῶν θέλουσʼἵππων τʼ ὄχλον ἰδέσθαι. κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω, τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸνΣαλαμῖνος στέφανον· Πρω- τεσίλαόν τʼ ἐπὶ θάκοιςπεσσῶν ἡδομένους μορ- φαῖσι πολυπλόκοιςΠαλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει- δᾶνος, Διομήδεά θʼ ἡδο- ναῖς δίσκου κεχαρημένον, παρὰ δὲ Μηριόνην, Ἄρεοςὄζον, θαῦμα βροτοῖσιν, τὸν ἀπὸ νησαίων τʼ ὀρέωνΛαέρτα τόκον, ἅμα δὲ Νι- ρέα, κάλλιστον Ἀχαιῶν.
1.7
206Χορός— τὸν ἰσάνεμόν τε ποδοῖνλαιψηροδρόμον Ἀχιλῆα, τὸν ἁ Θέτις τέκε καὶ Χείρωνἐξεπόνησεν, εἶδοναἰγιαλοῖς παρά τε κροκάλαιςδρόμον ἔχοντα σὺν ὅπλοις· ἅμιλλαν δʼ ἐπόνει ποδοῖνπρὸς ἅρμα τέτρωρονἑλίσσων περὶ νίκας. ὁ δὲ διφρηλάτας ἐβοᾶτʼ, Εὔμηλος Φερητιάδας, ᾧ καλλίστους ἰδόμανχρυσοδαιδάλτους στομίοιςπώλους κέντρῳ θεινομένους, τοὺς μὲν μέσους ζυγίουςλευκοστίκτῳ τριχὶ βαλιούς, τοὺς δʼ ἔξω σειροφόρουςἀντήρεις καμπαῖσι δρόμων, πυρσότριχας, μονόχαλα δʼ ὑπὸ σφυρὰποικιλοδέρμονας· οἷς παρεπάλλετοΠηλεΐδας σὺν ὅπλοισι παρʼ ἄντυγα καὶ σύ- ριγγας ἁρματείους.
1.8
231Χορός— ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθονκαὶ θέαν ἀθέσφατον, τὰν γυναικεῖον ὄψιν ὀμμάτωνὡς πλήσαιμι, μέλινον ἁδονάν. καὶ κέρας μὲν ἦνδεξιὸν πλάτας ἔχωνΦθιώτας ὁ Μυρμιδὼν Ἄρηςπεντήκοντα ναυσὶ θουρίαις. χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη- ρῇδες ἕστασαν θεαί, πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ.
1.9
242Χορός— Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοινᾶες ἕστασαν πέλας· ὧν ὁ Μηκιστέως στρατηλάταςπαῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ, Καπανέως τε παῖςΣθένελος· Ἀτθίδας δʼ ἄγωνἑξήκοντα ναῦς ὁ Θησέωςπαῖς ἑξῆς ἐναυλόχει, θεὰνΠαλλάδʼ ἐν μωνύχοις ἔχων πτερω- τοῖσιν ἅρμασιν θετόν, εὔσημόν γε φάσμα ναυβάταις.
1.10
253ΧορόςΒοιωτῶν δʼ ὅπλισμα πόντιονπεντήκοντα νῆας εἰδόμανσημείοισιν ἐστολισμένας· τοῖς δὲ Κάδμος ἦνχρύσεον δράκοντʼ ἔχωνἀμφὶ ναῶν κόρυμβα· Λήιτος δʼ ὁ γηγενὴςἆρχε ναΐου στρατοῦ· Φωκίδος δʼ ἀπὸ χθονὸςΛοκρᾶς τε τοῖσδʼ ἴσας ἄγωνναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰνΘρονιάδʼ ἐκλιπὼν πόλιν.
1.11
265Χορός— Μυκήνας δὲ τᾶς Κυκλωπίαςπαῖς Ἀτρέως ἔπεμπε ναυβάταςναῶν ἑκατὸν ἠθροϊσμένους· σὺν δʼ Ἄδραστος ἦνταγός, ὡς φίλος φίλῳ, τᾶς φυγούσας μέλαθραβαρβάρων χάριν γάμωνπρᾶξιν Ἑλλὰς ὡς λάβοι. ἐκ Πύλου δὲ ΝέστοροςΓερηνίου κατειδόμανπρύμνας σῆμα ταυρόπουν ὁρᾶν, τὸν πάροικον Ἀλφεόν.
1.12
277Χορός— Αἰνιάνων δὲ δωδεκάστολοινᾶες ἦσαν, ὧν ἄναξΓουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλαςἬλιδος δυνάστορες, οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς· Εὔρυτος δʼ ἄνασσε τῶνδε, λευκήρετμον δʼ ἌρηΤάφιον ἦγεν, ὧν Μέγης ἄνασσε, Φυλέως λόχευμα, τὰς Ἐχίνας λιπὼννήσους ναυβάταις ἀπροσφόρους.
1.13
288Χορός— Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφοςδεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε, τῶν ἆσσον ὥρμει πλάταισινἐσχάταισι συμπλέκωνδώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣςἄιον καὶ ναυβάτανεἰδόμαν λεών· ᾧ τις εἰ προσαρμόσειβαρβάρους βάριδας, νόστον οὐκ ἀποίσεται, ἐνθάδʼ οἷον εἰδόμαννάιον πόρευμα, τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτουμνήμην σῴζομαι στρατεύματος.
1.14
303ΠρεσβύτηςΜενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών. Μενέλαοςἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ. Πρεσβύτηςκαλόν γέ μοι τοὔνειδος ἐξωνείδισας. Μενέλαοςκλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ. Πρεσβύτηςοὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον. Μενέλαοςοὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά. Πρεσβύτηςἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί. Μενέλαοςοὐκ ἂν μεθείμην. Πρεσβύτηςοὐδʼ ἔγωγʼ ἀφήσομαι. Μενέλαοςσκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα. Πρεσβύτηςἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ. Μενέλαοςμέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους. Πρεσβύτηςὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰςἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ, Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.
1.15
317Ἀγαμέμνωνἔα· τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία; Μενέλαοςοὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν. Ἀγαμέμνωνσὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις; Μενέλαοςβλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω. Ἀγαμέμνωνμῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς; Μενέλαοςτήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν; Ἀγαμέμνωνεἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν. Μενέλαοςοὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα. Ἀγαμέμνωνἦ γὰρ οἶσθʼ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς; Μενέλαοςὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ. Ἀγαμέμνωνποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός. Μενέλαοςπροσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται. Ἀγαμέμνωντί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε; Μενέλαοςὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν. Ἀγαμέμνωνοὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι; Μενέλαοςπλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα. Ἀγαμέμνωνεὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή. Μενέλαοςνοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις. βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕποἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ. οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον, τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων, ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνωνκαὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶνκαὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι— κεἰ μή τις θέλοι— τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου; κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπουςτοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος, δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼντὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι, ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις, ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
1.16
349ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν. ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός, οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν, οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναιναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι. ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶνχιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός. κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν;— ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος. κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρηνἈρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρέναςἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών, οὐ βίᾳ— μὴ τοῦτο λέξῃς— σῇ δάμαρτι, παῖδα σὴνδεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην. κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς, ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε. οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν. μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματαἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς, τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκωςἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν. Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω, ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδέναςκαταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην. μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός, μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν· πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.
1.17
376Χορόςδεινὸν κασιγνήτοισι γίγνεσθαι λόγουςμάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν.
1.18
378Ἀγαμέμνωνβούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνωβλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως, ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ. εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων; τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν; οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶςἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς; οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαιςεὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶςκαὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί. εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ, μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχοςἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ. ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονεςφιλόγαμοι μνηστῆρες— ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός, κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος— οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν. οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναιτοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους. τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖπαρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ, ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις, ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην. ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια· εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς.
1.19
402Χορόςοἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένωνμύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων. Μενέλαοςαἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας. Ἀγαμέμνωνεἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι. Μενέλαοςδείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς; Ἀγαμέμνωνσυνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν. Μενέλαοςἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους. Ἀγαμέμνωνεὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ. Μενέλαοςοὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι; ἈγαμέμνωνἙλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα. Μενέλαοςσκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς. ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τιναςφίλους τʼ ἐπʼ ἄλλους— Αγγελος Αὦ Πανελλήνων ἄναξ, Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων, ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις. μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας, καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών, χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν. ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰκρήνην ἀναψύχουσι θηλύπουν βάσιν, αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόηνκαθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο. ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάρινἥκω· πέπυσται γὰρ στρατός— ταχεῖα γὰρδιῇξε φήμη— παῖδα σὴν ἀφιγμένην. πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ, σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονεςἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς. λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται; ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε· Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα, Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε; ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ, στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ, ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγαςλωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος· φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.
1.20
440Ἀγαμέμνωνἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω· τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς. οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν; ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν. ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτωνπολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος. ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον. καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει, ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσινἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίουτὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν. ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ, τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας, ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος. εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν; πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ; καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάροςἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετοθυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλταταδώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς. τὴν δʼ αὖ τάλαιναν παρθένον— τί παρθένον; Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα— ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε· Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμουςγήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος. παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεταιοὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος. αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμονγήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε. Χορόςκἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένηνὑπὲρ τυράννων συμφορᾶς καταστένειν.
1.21
471Μενέλαοςἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν. Ἀγαμέμνωνδίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ. ΜενέλαοςΠέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸςτοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα, ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶςκαὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ. ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλινκαὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων, οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν· καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνονμήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικονσὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν, θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος. τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτουςἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι; ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν, Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ; ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθενσκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα. ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρηςἐσῆλθε, συγγένειαν ἐννοουμένῳ, ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμωνμέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα; ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος, σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν, ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα. εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί, μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος. ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων; εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκόταστέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶτοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί. Χορόςγενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸςπρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.
1.22
506Ἀγαμέμνωναἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴνὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως. ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεταιπλεονεξίαν τε δωμάτων· ἀπέπτυσατοιάνδε συγγένειαν ἀλλήλοιν πικράν. ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας, θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον. Μενέλαοςπῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν; Ἀγαμέμνωνἅπας Ἀχαιῶν σύλλογος στρατεύματος. Μενέλαοςοὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν. Ἀγαμέμνωνλάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν. Μενέλαοςτὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον. ἈγαμέμνωνΚάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ. Μενέλαοςοὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές. Ἀγαμέμνωντὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν. Μενέλαοςκοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. Ἀγαμέμνωνἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται; Μενέλαοςὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον; Ἀγαμέμνωντὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε. Μενέλαοςοὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ. Ἀγαμέμνωνποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα. Μενέλαοςφιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ. Ἀγαμέμνωνοὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοιςλέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο, κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην, Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν, σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρηνσφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω, ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοιςσυναρπάσουσι καὶ κατασκάψουσι γῆν. τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ, ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε. ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸνἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδεμάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών, ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς. ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.
1.23
543Χορός— μάκαρες οἳ μετρίας θεοῦμετά τε σωφροσύνας μετέ- σχον λέκτρων Ἀφροδίτας, γαλανείᾳ χρησάμενοιμανιάδων οἴστρων, ὅθι δὴδίδυμʼ Ἔρως ὁ χρυσοκόμαςτόξʼ ἐντείνεται χαρίτων, τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ, τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς. ἀπενέπω νιν ἁμετέρων, Κύπρι καλλίστα, θαλάμων. εἴη δέ μοι μετρία μὲνχάρις, πόθοι δʼ ὅσιοι, καὶ μετέχοιμι τᾶς Ἀφροδί- τας, πολλὰν δʼ ἀποθείμαν.
1.24
558Χορός— διάφοροι δὲ φύσεις βροτῶν, διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ- θῶς ἐσθλὸν σαφὲς αἰεί· τροφαί θʼ αἱ παιδευόμεναιμέγα φέρουσʼ ἐς τὰν ἀρετάν· τό τε γὰρ αἰδεῖσθαι σοφία, τάν τʼ ἐξαλλάσσουσαν ἔχειχάριν ὑπὸ γνώμας ἐσορᾶντὸ δέον, ἔνθα δόξα φέρεικλέος ἀγήρατον βιοτᾷ. μέγα τι θηρεύειν ἀρετάν, γυναιξὶ μὲν κατὰ Κύπρινκρυπτάν, ἐν ἀνδράσι δʼ αὖκόσμος ἐνὼν ὁ μυριοπλη- θὴς μείζω πόλιν αὔξει.
1.25
573Χορός— ἔμολες, ὦ Πάρις, ᾗτε σύ γεβουκόλος ἀργενναῖς ἐτράφηςἸδαίαις παρὰ μόσχοις, βάρβαρα συρίζων, Φρυγίωναὐλῶν Ὀλύμπου καλάμοιςμιμήματα πνείων. εὔθηλοι δὲ τρέφοντο βόες, ὅτε σε κρίσις ἔμηνε θεᾶν, ἅ σʼ Ἑλλάδα πέμπει· ἐλεφαντοδέτων πάροι- θεν δόμων δὲ στὰς Ἑλέναςἐν ἀντωποῖς βλεφάροισινἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼαὐτὸς ἐπτοάθης. ὅθεν ἔρις ἔρινἙλλάδα σὺν δορὶ ναυσί τʼ ἄγειἐς Τροίας πέργαμα⋯
1.26
590Χορός ανδρων Αργειωνἰὼ ἰώ· μεγάλαι μεγάλωνεὐδαιμονίαι· τὴν τοῦ βασιλέωςἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν, τὴν Τυνδάρεω τε Κλυταιμήστραν· ὡς ἐκ μεγάλων ἐβλαστήκασʼἐπί τʼ εὐμήκεις ἥκουσι τύχας. θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροιτοῖς οὐκ εὐδαίμοσι θνητῶν. Χορόςστῶμεν, Χαλκίδος ἔκγονα θρέμματα, τὴν βασίλειαν δεξώμεθʼ ὄχωνἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν, ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ, μὴ ταρβήσῃ νεωστί μοι μολὸνκλεινὸν τέκνον Ἀγαμέμνονος, μηδὲ θόρυβον μηδʼ ἔκπληξινταῖς Ἀργείαιςξεῖναι ξείναις παρέχωμεν.
1.27
607Κλυταιμήστραὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα, τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν· ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοιςπάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτωνἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ, καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι. σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους, ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα. ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπιδέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων. κἀμοὶ χερός τις ἐνδότω στηρίγματα, θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς. αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν· φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν· καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον, λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος. τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ; ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς· ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢνλήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος. ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον· πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ μεξέναισι ταῖσδε πλησία σταθεῖσα δός, καὶ— δεῦρο δὴ— πατέρα πρόσειπε σὸν φίλον. Ἰφιγένειαὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή· πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ. Κλυταιμήστραὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ, ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν. Ἰφιγένειαἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ, ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου· ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή. Κλυταιμήστραἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶμάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.
1.28
640Ἰφιγένειαὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ. Ἀγαμέμνωνκαὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις. Ἰφιγένειαχαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ. Ἀγαμέμνωνοὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον. Ἰφιγένειαἔα· ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών. Ἀγαμέμνωνπόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει. Ἰφιγένειαπαρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου. Ἀγαμέμνωνἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι. Ἰφιγένειαμέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον. Ἀγαμέμνωνἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον. Ἰφιγένειακἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν; Ἀγαμέμνωνμακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία. Ἰφιγένειαοὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ. Ἀγαμέμνωνσυνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις. Ἰφιγένειαἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ. Ἀγαμέμνωνπαπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα. Ἰφιγένειαμένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν. Ἀγαμέμνωνθέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι. Ἰφιγένειαὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά. Ἀγαμέμνωνἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει. Ἰφιγένειαὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς. Ἀγαμέμνωνκαὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν. Ἰφιγένειαποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ; Ἀγαμέμνωνοὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις. Ἰφιγένειαμακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ. Ἀγαμέμνωνεἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. Ἰφιγένειαφεῦ· εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ. Ἀγαμέμνωνἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός. Ἰφιγένειασὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι; Ἀγαμέμνωνμόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος. Ἰφιγένειαοὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ; Ἀγαμέμνωνἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας. Ἰφιγένειασπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ. Ἀγαμέμνωνθῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε. Ἰφιγένειαἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν. Ἀγαμέμνωνεἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας. Ἰφιγένειαστήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;
1.29
677Ἀγαμέμνωνζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν. χώρει δὲ μελάθρων ἐντός— ὀφθῆναι κόραιςπικρόν— φίλημα δοῦσα δεξιάν τέ μοι, μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι, ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλιςἙλένη τε.— παύω τοὺς λόγους· ταχεῖα γὰρνοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου. ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν, μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν. ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμωςδάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοιςπαῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. Κλυταιμήστραοὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ μεκαὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν, ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην· ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ. τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας, γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω. ἈγαμέμνωνΑἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός. Κλυταιμήστραταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς; ἈγαμέμνωνΖεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον. Κλυταιμήστρατὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα; ἈγαμέμνωνΠηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην. Κλυταιμήστραθεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών; ἈγαμέμνωνΖεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος. Κλυταιμήστραγαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον; ἈγαμέμνωνΧείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα. Κλυταιμήστραοὗ φασι Κενταύρειον ᾠκίσθαι γένος; Ἀγαμέμνωνἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί. ΚλυταιμήστραΘέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα; ἈγαμέμνωνΧείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν. Κλυταιμήστραφεῦ· σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. Ἀγαμέμνωντοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις. Κλυταιμήστραοὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος; ἈγαμέμνωνἈπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις. Κλυταιμήστραἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον; Ἀγαμέμνωνκείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
1.30
716Κλυταιμήστραἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ; Ἀγαμέμνωνὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος. Κλυταιμήστραπροτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ; Ἀγαμέμνωνμέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ. Κλυταιμήστρακἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον; Ἀγαμέμνωνθύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς. Κλυταιμήστραἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν; Ἀγαμέμνωνἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις. Κλυταιμήστρακαλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως. Ἀγαμέμνωνοἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι. Κλυταιμήστρατί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν. Ἀγαμέμνωνἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος— Κλυταιμήστραμητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών; Ἀγαμέμνωνἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα. Κλυταιμήστραἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν; Ἀγαμέμνωνχώρει πρὸς Ἄργος παρθένους τε τημέλει. Κλυταιμήστραλιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα; Ἀγαμέμνωνἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει. Κλυταιμήστραοὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα. Ἀγαμέμνωνοὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ. Κλυταιμήστρακαλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα. Ἀγαμέμνωνκαὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας. Κλυταιμήστραὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς. Ἀγαμέμνωνπιθοῦ. Κλυταιμήστραμὰ τὴν ἄνασσαν Ἀργείαν θεάν. ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ, ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις. Ἀγαμέμνωνοἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην, ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων. σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοιςτέχνας πορίζω, πανταχῇ νικώμενος. ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳκοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές, ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος. χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφεινγυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.
1.31
751Χορόςἥξει δὴ Σιμόεντα καὶδίνας ἀργυροειδεῖςἄγυρις Ἑλλάνων στρατιᾶςἀνά τε ναυσὶν καὶ σὺν ὅπλοιςἼλιον ἐς τὸ ΤροίαςΦοιβήιον δάπεδον, τὰν Κασάνδραν ἵνʼ ἀκούωῥίπτειν ξανθοὺς πλοκάμουςχλωροκόμῳ στεφάνῳ δάφναςκοσμηθεῖσαν, ὅταν θεοῦμαντόσυνοι πνεύσωσʼ ἀνάγκαι.
1.32
762Χορόςστάσονται δʼ ἐπὶ περγάμωνΤροίας ἀμφί τε τείχηΤρῶες, ὅταν χάλκασπις Ἄρηςπόντιος εὐπρῴροιο πλάταςεἰρεσίᾳ πελάζῃΣιμουντίοις ὀχετοῖς, τὰν τῶν ἐν αἰθέρι δισσῶνΔιοσκούρων Ἑλένανἐκ Πριάμου κομίσαι θέλωνἐς γᾶν Ἑλλάδα δοριπόνοιςἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.
1.33
773ΧορόςΠέργαμον δὲ Φρυγῶν πόλινλαΐνους περὶ πύργουςκυκλώσας Ἄρει φονίῳ, λαιμοτόμου κεφαλᾶςσπάσας Πάριν Ἀτρεΐδας, πέρσας κατάκρας πόλιν, θήσει κόρας πολυκλαύτουςδάμαρτά τε Πριάμου. ἁ δὲ Διὸς Ἑλένα κόραπολύκλαυτος ἑδεῖταιπόσιν προλιποῦσα. μήτʼ ἐμοὶμήτʼ ἐμοῖσι τέκνων τέκνοιςἐλπὶς ἅδε ποτʼ ἔλθοι, οἵαν αἱ πολύχρυσοιΛυδαὶ καὶ Φρυγῶν ἄλοχοιστήσουσι παρʼ ἱστοῖςμυθεῦσαι τάδʼ ἐς ἀλλήλας· Τίς ἄρα μʼ εὐπλοκάμου κόμαςῥῦμα δακρυόεν τανύσαςπατρίδος ὀλλυμένας ἀπολωτιεῖ; διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον, εἰ δὴ φάτις ἔτυμος ὡςἔτυχεν, Λήδα ὄρνιθι πταμένῳΔιὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼἐν δέλτοις Πιερίσινμῦθοι τάδʼ ἐς ἀνθρώπουςἤνεγκαν παρὰ καιρὸν ἄλλως.
1.34
801Ἀχιλλεύςποῦ τῶν Ἀχαιῶν ἐνθάδʼ ὁ στρατηλάτης; τίς ἂν φράσειε προσπόλων τὸν Πηλέωςζητοῦντά νιν παῖδʼ ἐν πύλαις Ἀχιλλέα; οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας. οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων, οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδεθάσσουσʼ ἐπʼ ἀκταῖς, οἳ δʼ ἔχοντες εὔνιδαςἄπαιδες· οὕτω δεινὸς ἐμπέπτωκʼ ἔρωςτῆσδε στρατείας Ἑλλάδʼ οὐκ ἄνευ θεῶν. τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών, ἄλλος δʼ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει. γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέαμένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς, Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοιλέγουσʼ· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνονἔτʼ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον; δρᾶ γʼ, εἴ τι δράσεις, ἢ ἄπαγʼ οἴκαδε στρατόν, τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα. Κλυταιμήστραὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγωντῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων. Ἀχιλλεύςὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲγυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην; Κλυταιμήστραοὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάροςπροσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν. Ἀχιλλεύςτίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον, γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους; ΚλυταιμήστραΛήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοιὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ. Ἀχιλλεύςκαλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια. αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.
1.35
831Κλυταιμήστραμεῖνον— τί φεύγεις;— δεξιάν τʼ ἐμῇ χερὶσύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων. Ἀχιλλεύςτί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂνἈγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις. Κλυταιμήστραθέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖςπαῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος. Ἀχιλλεύςποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι· εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον; Κλυταιμήστραπᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλουςκαινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις. Ἀχιλλεύςοὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι, οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων. Κλυταιμήστρατί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺςθαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ. Ἀχιλλεύςεἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε· ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως. Κλυταιμήστραἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμουςοὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε. Ἀχιλλεύςἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις. ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε. Κλυταιμήστραχαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ, ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια. Ἀχιλλεύςκαὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸνστείχω ματεύσων τῶνδε δωμάτων ἔσω.
1.36
855Πρεσβύτηςὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω, τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην. Ἀχιλλεύςτίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ. Πρεσβύτηςδοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ. Ἀχιλλεύςτίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος. Πρεσβύτηςτῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός. Ἀχιλλεύςἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα. Πρεσβύτηςἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις; Ἀχιλλεύςὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων. Πρεσβύτηςὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω. Ἀχιλλεύςὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά. Κλυταιμήστραδεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν. Πρεσβύτηςοἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν; Κλυταιμήστραοἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν. Πρεσβύτηςχὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ; Κλυταιμήστραἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε. Πρεσβύτηςὧδʼ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει. Κλυταιμήστραἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους. Πρεσβύτηςπαῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν. Κλυταιμήστραπῶς; ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς. Πρεσβύτηςφασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην. Κλυταιμήστραὦ τάλαινʼ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις; Πρεσβύτηςἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ. Κλυταιμήστραἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων; Πρεσβύτηςθέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός. Κλυταιμήστραποῖ; τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν. ΠρεσβύτηςΔαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ. Κλυταιμήστραεἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος; Πρεσβύτηςπάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ. Κλυταιμήστραὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων; Πρεσβύτηςἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν. Κλυταιμήστραὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν. Πρεσβύτηςοἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη. Κλυταιμήστραοἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω. Πρεσβύτηςεἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει. Κλυταιμήστρασὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος; Πρεσβύτηςδέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα. Κλυταιμήστραοὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην; Πρεσβύτηςμὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ. Κλυταιμήστρακᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν; ΠρεσβύτηςΜενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος. Κλυταιμήστραὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε; Ἀχιλλεύςἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω. Κλυταιμήστραπαῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις. Ἀχιλλεύςμέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.
1.37
900Κλυταιμήστραοὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ, θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι; ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι; ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳτῇ τε λεχθείσῃ δάμαρτι σῇ— μάτην μέν, ἀλλʼ ὅμως. σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην, νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται, ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης, ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις. πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος— ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών— οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ· οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις, ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ— χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μουχεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.
1.38
917Χορόςδεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγαπᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων. Ἀχιλλεύςὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω· ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶνμετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις. λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶνὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα. ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν, ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν. ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶςΧείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν. καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς, πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι. ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσινπαρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί. σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων, ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν, τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ, κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται, ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰςἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας. τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο, τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιονπόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν, εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμουςἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος, θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη.
1.39
944ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ, ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν, ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς, εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει. μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένονΝηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο, οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ, οὐδʼ εἰς ἄκραν χεῖρʼ, ὥστε προσβαλεῖν πέπλοις· ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων, ὅθεν πεφύκασʼ οἱ στρατηλάται γένος, Φθίας δὲ τοὔνομʼ οὐδαμοῦ κεκλήσεται. πικροὺς δὲ προχύτας χέρνιβάς τʼ ἀνάξεταιΚάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστʼ ἀνήρ, ὃς ὀλίγʼ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγειτυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται; οὐ τῶν γάμων ἕκατι— μυρίαι κόραιθηρῶσι λέκτρον τοὐμόν— εἴρηται τόδε· ἀλλʼ ὕβριν ἐς ἡμᾶς ὕβρισʼ Ἀγαμέμνων ἄναξ. χρῆν δʼ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομʼ ἐμοῦ πάρα, θήραμα παιδός· ἡ Κλυταιμήστρα δʼ ἐμοὶμάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει. ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιονἐν τῷδʼ ἔκαμνε νόστος· οὐκ ἠρνούμεθʼ ἂντὸ κοινὸν αὔξειν ὧν μέτʼ ἐστρατευόμην. νῦν δʼ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταιςἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς. τάχʼ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγαςἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ, εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται. ἀλλʼ ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοιμέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι. Χορόςἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξιακαὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ. Κλυταιμήστραφεῦ· πῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις, μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν; αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰμισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν. αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους, ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν. ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν. οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν· ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν, κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχαὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοιςθανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών. ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη· σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
1.40
992βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ; ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ, ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον. εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται. ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών. Ἀχιλλεύςσὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν, μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι· στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ. πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον, εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼνμέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν. ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν· ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν, θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην. Κλυταιμήστραὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν. Ἀχιλλεύςἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς. Κλυταιμήστρατί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου. Ἀχιλλεύςπειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν. Κλυταιμήστρακακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν. Ἀχιλλεύςἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους. Κλυταιμήστραψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον. Ἀχιλλεύςἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα· ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον. ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼνχωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν. κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι, στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματαλελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει. καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοιςσοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. Κλυταιμήστραὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ. ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίανἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν; Ἀχιλλεύςἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν, μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένηνΔαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμοναἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιοςκακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας. Κλυταιμήστραἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών. εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶνἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν;
1.41
1036Χορόςτίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυοςμετά τε φιλοχόρου κιθάραςσυρίγγων θʼ ὑπὸ καλαμοεσ- σᾶν ἔστασεν ἰαχάν, ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοιδαιτὶ θεῶν ἔνι Πιερίδεςχρυσεοσάνδαλον ἴχνοςἐν γᾷ κρούουσαιΠηλέως ἐς γάμον ἦλθον, μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν, Κενταύρων ἐν ὄρεσι κλέουσαιΠηλιάδα καθʼ ὕλαν. ὁ δὲ Δαρδανίδας, Διὸςλέκτρων τρύφημα φίλον, χρυσέοισιν ἄφυσσε λοιβὰνἐν κρατήρων γυάλοις, ὁ Φρύγιος Γανυμήδης. παρὰ δὲ λευκοφαῆ ψάμαθονεἱλισσόμεναι κύκλιαπεντήκοντα κόραι γάμουςΝηρέως ἐχόρευσαν.
1.42
1058Χορόςἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳθίασος ἔμολεν ἱπποβάταςΚενταύρων ἐπὶ δαῖτα τὰνθεῶν κρατῆρά τε Βάκχου. μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα, παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶςμάντις ὁ φοιβάδα μοῦσανεἰδὼς γεννάσεινΧείρων ἐξονόμαζεν, ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνωνἀσπισταῖς Πριάμοιο κλεινὰνγαῖαν ἐκπυρώσων, περὶ σώματι χρυσέωνὅπλων Ἡφαιστοπόνωνκεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶςματρὸς δωρήματʼ ἔχωνΘέτιδος, ἅ νιν ἔτικτεν. μακάριον τότε δαίμονεςτᾶς εὐπάτριδος γάμονΝηρῄδων ἔθεσαν πρώταςΠηλέως θʼ ὑμεναίους.
1.43
1080Χορός— σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμανπλόκαμον Ἀργεῖοι, βαλιὰνὥστε πετραίων ἀπʼ ἄντρωνἐλθοῦσαν ὀρέωνμόσχον ἀκήρατον, βρότειοναἱμάσσοντες λαιμόν· οὐ σύριγγι τραφεῖσαν οὐδʼἐν ῥοιβδήσεσι βουκόλων, παρὰ δὲ ματέρι νυμφοκόμονἸναχίδαις γάμον. ποῦ τὸ τᾶς Αἰδοῦςἢ τὸ τᾶς Ἀρετᾶς ἔχεισθένειν τι πρόσωπον, ὁπότε τὸ μὲν ἄσεπτον ἔχειδύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι- σθεν θνατοῖς ἀμελεῖται, Ἀνομία δὲ νόμων κρατεῖ, καὶ μὴ κοινὸς ἀγὼν βροτοῖςμή τις θεῶν φθόνος ἔλθῃ;
1.44
1098Κλυταιμήστραἐξῆλθον οἴκων προσκοπουμένη πόσιν, χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας. ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή, πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων, θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται. μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότοςἈγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοιςἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται. ἈγαμέμνωνΛήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμωνηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγουςοὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει. Κλυταιμήστρατί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται; Ἀγαμέμνωνἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα· ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι, προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν, μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών. Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα. Κλυταιμήστρατοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σουοὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν. χώρει δέ, θύγατερ, ἐκτός— οἶσθα γὰρ πατρὸςπάντως ἃ μέλλει— χὑπὸ τοῖς πέπλοις ἄγελαβοῦσʼ Ὀρέστην, σὸν κασίγνητον, τέκνον. ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι. τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω. Ἀγαμέμνωντέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς, ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους; Κλυταιμήστραφεῦ· τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν; ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρακἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ. Ἀγαμέμνωντί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε, σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων. Κλυταιμήστραεἴφʼ ἃν ἐρωτήσω σε γενναίως, πόσι. Ἀγαμέμνωνοὐδὲν κελευσμοῦ δεῖ σʼ· ἐρωτᾶσθαι θέλω. Κλυταιμήστρατὴν παῖδα τὴν σὴν τήν τʼ ἐμὴν μέλλεις κτενεῖν; Ἀγαμέμνωνἔα· τλήμονά γʼ ἔλεξας, ὑπονοεῖς θʼ ἃ μή σε χρή. Κλυταιμήστραἔχʼ ἥσυχος. κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν. Ἀγαμέμνωνσὺ δʼ, ἤν γʼ ἐρωτᾷς εἰκότʼ, εἰκότʼ ἂν κλύοις. Κλυταιμήστραοὐκ ἄλλʼ ἐρωτῶ, καὶ σὺ μὴ λέγʼ ἄλλα μοι. Ἀγαμέμνωνὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός. Κλυταιμήστρακἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων. Ἀγαμέμνωντίνʼ ἠδίκησαι; Κλυταιμήστρατοῦτʼ ἐμοῦ πεύθῃ πάρα; ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει. Ἀγαμέμνωνἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου. Κλυταιμήστραπάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν· αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σουκαὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων. Ἀγαμέμνωνἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;
1.45
1146Κλυταιμήστραἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους, κοὐκέτι παρῳδοῖς χρησόμεσθʼ αἰνίγμασιν. πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω, ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ, τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών· βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ, μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας. καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω, ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην· πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατοἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη. οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμουςσυμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή, ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸνμέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τεχαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν. σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖνδάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν. τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοιτόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς. κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς, λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά; Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος, κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα. τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα. ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν, κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας, τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς; ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς, κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοιςμόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί· Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ, αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί, τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους. ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον, ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναιδεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών. μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲκακὴν γενέσθαι περὶ σέ, μήτʼ αὐτὸς γένῃ.
1.46
1185εἶἑν· θύσεις δὲ παῖδʼ, ἔνθα τίνας εὐχὰς ἐρεῖς; τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον; νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών; ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι; οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν, εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν; ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς; ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεταιπαίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά; ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοιμόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει; ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν· Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα; κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών. ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετονσφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν, ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν, οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸνσῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι, ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδαΣπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται. τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω· εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃςτὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ. Χορόςπιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν, Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν.
1.47
1211Ἰφιγένειαεἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον, πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας, κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην, ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά, δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν. ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεντὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι, μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶςβλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς. πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ· πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸνφίλας χάριτας ἔδωκα κἀντεδεξάμην. λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον, εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι, ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ; οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένηςγένειον, οὗ νῦν ἀντιλάζυμαι χερί· Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαιἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ, πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς; τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω, σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις. μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸςκαὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲνῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει. τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμωνἙλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ; βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε, ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθενμνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις. ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις, ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸςτὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοικἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται. ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ. ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου. ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω· ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη. ἓν συντεμοῦσα πάντα νικήσω λόγον· τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν, τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεταιθανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν. Χορόςὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμουςἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
1.48
1255Ἀγαμέμνωνἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή, φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν. δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι, δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ. ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε, χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι, οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι, εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει, οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον. μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷπλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα, παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν· οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μουὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς. οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον, οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα, ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω, θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν. ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον, κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕποἝλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
1.49
1276Κλυταιμήστραὦ τέκνον, ὦ ξέναι, οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα. φεύγει σε πατὴρ Ἅιδῃ παραδούς. Ἰφιγένειαοἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρμέλος εἰς ἄμφω πέπτωκε τύχης, κοὐκέτι μοι φῶςοὐδʼ ἀελίου τόδε φέγγος. ἰὼ ἰώ. νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα, Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλεματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳθανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ- δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει, μή ποτʼ ὤφελες τὸν ἀμφὶβουσὶ βουκόλον τραφέντʼἈλέξανδρον οἰκίσαιἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναιΝυμφᾶν κεῖνταιλειμών τʼ ἔρνεσι θάλλωνχλωροῖς καὶ ῥοδόεντʼἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲΠαλλὰς ἔμολε καὶ δολιόφρων ΚύπριςἭρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος, ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσαΚύπρις, ἃ δὲ δορὶ Παλλάς, Ἥρα τε Διὸς ἄνακτοςεὐναῖσι βασιλίσιν, κρίσιν ἐπὶ στυγνὰν ἔριν τεκαλλονᾶς, ἐμοὶ δὲ θάνατον— ὄνομα μὲν φέροντα Δαναΐ- δαισιν, ὦ κόραι, πρόθυμα δʼἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
1.50
1313ὁ δὲ τεκών με τὰν τάλαιναν, ὦ μᾶτερ ὦ μᾶτερ, οἴχεται προδοὺς ἔρημον. ὦ δυστάλαινʼ ἐγώ, πικρὰνπικρὰν ἰδοῦσα δυσελέναν, φονεύομαι διόλλυμαισφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός. μή μοι ναῶν χαλκεμβολάδωνπρύμνας ἅδʼ Αὐλὶς δέξασθαιτούσδʼ εἰς ὅρμους ἐς Τροίανὤφελεν ἐλάταν πομπαίαν, μηδʼ ἀνταίαν Εὐρίπῳπνεῦσαι πομπὰν Ζεύς, μειλίσσωναὔραν ἄλλοις ἄλλαν θνατῶνλαίφεσι χαίρειν, τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν, τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν, τοῖσι δὲ μέλλειν. ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθονἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμονἀνδράσιν ἀνευρεῖν. ἰὼ ἰώ, μεγάλα πάθεα, μεγάλα δʼ ἄχεαΔαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
1.51
1336Χορόςἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆςτυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν.
1.52
1338Ἰφιγένειαὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας. Κλυταιμήστρατόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας. Ἰφιγένειαδιαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας. Κλυταιμήστρατί δὲ τέκνον, φεύγεις; ἸφιγένειαἈχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι. Κλυταιμήστραὡς τί δή; Ἰφιγένειατὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει. Κλυταιμήστραοὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα. ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα. Ἀχιλλεύςὦ γύναι τάλαινα, Λήδας θύγατερ— Κλυταιμήστραοὐ ψευδῆ θροεῖς. Ἀχιλλεύςδείνʼ ἐν Ἀργείοις βοᾶται— Κλυταιμήστρατίνα βοήν; σήμαινέ μοι. Ἀχιλλεύςἀμφὶ σῆς παιδός— Κλυταιμήστραπονηρὸν εἶπας οἰωνὸν λόγον. Ἀχιλλεύςὡς χρεὼν σφάξαι νιν. Κλυταιμήστραοὐδεὶς τοῖσδʼ ἐναντίον λέγει; Ἀχιλλεύςἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον— Κλυταιμήστρατίνʼ, ὦ ξένε; Ἀχιλλεύςσῶμα λευσθῆναι πέτροισι. Κλυταιμήστραμῶν κόρην σῴζων ἐμήν; Ἀχιλλεύςαὐτὸ τοῦτο. Κλυταιμήστρατίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν; Ἀχιλλεύςπάντες Ἕλληνες. Κλυταιμήστραστρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν; Ἀχιλλεύςπρῶτος ἦν ἐκεῖνος ἐχθρός. Κλυταιμήστραδιʼ ἄρʼ ὀλώλαμεν, τέκνον. Ἀχιλλεύςοἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα. Κλυταιμήστραἀπεκρίνω δὲ τί; Ἀχιλλεύςτὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν— Κλυταιμήστραδίκαια γάρ. Ἀχιλλεύςἣν ἐφήμισεν πατήρ μοι. Κλυταιμήστρακαὶ Ἀργόθεν γʼ ἐπέμψατο. Ἀχιλλεύςἀλλʼ ἐνικώμην κεκραγμοῦ. Κλυταιμήστρατὸ πολὺ γὰρ δεινὸν κακόν. Ἀχιλλεύςἀλλʼ ὅμως ἀρήξομέν σοι. Κλυταιμήστρακαὶ μαχῇ πολλοῖσιν εἷς; Ἀχιλλεύςεἰσορᾷς τεύχη φέροντας τούσδε; Κλυταιμήστραὄναιο τῶν φρενῶν. Ἀχιλλεύςἀλλʼ ὀνησόμεσθα. Κλυταιμήστραπαῖς ἄρʼ οὐκέτι σφαγήσεται; Ἀχιλλεύςοὔκ, ἐμοῦ γʼ ἑκόντος. Κλυταιμήστραἥξει δʼ ὅστις ἅψεται κόρης; Ἀχιλλεύςμυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς. Κλυταιμήστραἆρʼ ὁ Σισύφου γόνος; Ἀχιλλεύςαὐτὸς οὗτος. Κλυταιμήστραἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο; Ἀχιλλεύςαἱρεθεὶς ἑκών. Κλυταιμήστραπονηράν γʼ αἵρεσιν, μιαιφονεῖν. Ἀχιλλεύςἀλλʼ ἐγὼ σχήσω νιν. Κλυταιμήστραἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας; Ἀχιλλεύςδηλαδὴ ξανθῆς ἐθείρας. Κλυταιμήστραἐμὲ δὲ δρᾶν τί χρὴ τότε; Ἀχιλλεύςἀντέχου θυγατρός. Κλυταιμήστραὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται. Ἀχιλλεύςἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει. Ἰφιγένειαμῆτερ, εἰσακούσατετῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένηνσῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον. τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας· ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ, καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
1.53
1374οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην· κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαιεὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές. δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω· εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει, κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶτάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι, μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος, τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις. ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος, Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται. καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών· πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ. ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι, μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης, δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν, ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε; τί τὸ δίκαιον τοῦτό γε; ἆρʼ ἔχοιμʼ ἂν ἀντειπεῖν ἔπος; κἀπʼ ἐκεῖνʼ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖνπᾶσιν Ἀργείοις γυναικὸς εἵνεκʼ οὐδὲ κατθανεῖν. εἷς γʼ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος. εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν, ἐμποδὼν γενήσομαι ʼγὼ θνητὸς οὖσα τῇ θεῷ; ἀλλʼ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι. θύετʼ, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μουδιὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξʼ ἐμή. βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους, μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι.
1.54
1402Χορόςτὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει· τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ. ἈχιλλεύςἈγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶνἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων. ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ. εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος· τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ, ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε. μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεταιἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ. ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖνλαβεῖν τʼ ἐς οἴκους· ἄχθομαί τʼ, ἴστω Θέτις, εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχηςἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν. Ἰφιγένειαλέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη. ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχαςἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δʼ, ὦ ξένε, μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά, ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα. Ἀχιλλεύςὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτιλέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρφρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν; ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε, ὡς οὖν ἂν εἰδῇς τἀπʼ ἐμοῦ λελεγμένα, ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας, ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν. χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα, ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς. οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν· ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶςκαραδοκήσω σὴν ἐκεῖ παρουσίαν.
1.55
1433Ἰφιγένειαμῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας; Κλυταιμήστραἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα. Ἰφιγένειαπαῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ. Κλυταιμήστραλέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον. Ἰφιγένειαμήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός, μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους. Κλυταιμήστρατί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε; Ἰφιγένειαοὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ. Κλυταιμήστραπῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών; Ἰφιγένειαἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται. Κλυταιμήστρατί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται. Ἰφιγένειαβωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης. Κλυταιμήστραἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ. Ἰφιγένειαὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις. Κλυταιμήστρατί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν; Ἰφιγένειαμηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους. Κλυταιμήστραεἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις; Ἰφιγένειαχαίρειν γε. Ὀρέστην τʼ ἔκτρεφʼ ἄνδρα τόνδε μοι. Κλυταιμήστραπροσέλκυσαί νιν ὕστατον θεωμένη. Ἰφιγένειαὦ φίλτατʼ, ἐπεκούρησας ὅσον εἶχες φίλοις. Κλυταιμήστραἔσθʼ ὅ τι κατʼ Ἄργος δρῶσά σοι χάριν φέρω; Ἰφιγένειαπατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν. Κλυταιμήστραδεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν. Ἰφιγένειαἄκων μʼ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν. Κλυταιμήστραδόλῳ δʼ, ἀγεννῶς Ἀτρέως τʼ οὐκ ἀξίως. Ἰφιγένειατίς μʼ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης; Κλυταιμήστραἐγώ, μετά γε σοῦ— Ἰφιγένειαμὴ σύ γʼ· οὐ καλῶς λέγεις. Κλυταιμήστραπέπλων ἐχομένη σῶν. Ἰφιγένειαἐμοί, μῆτερ, πιθοῦ· μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε. πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτωἈρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι. Κλυταιμήστραὦ τέκνον, οἴχῃ; Ἰφιγένειακαὶ πάλιν γʼ οὐ μὴ μόλω. Κλυταιμήστραλιποῦσα μητέρα; Ἰφιγένειαὡς ὁρᾷς γʼ, οὐκ ἀξίως. Κλυταιμήστρασχές, μή με προλίπῃς. Ἰφιγένειαοὐκ ἐῶ στάζειν δάκρυ. ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες, παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρηνἌρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία. κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρπροχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸςἐνδεξιούσθω βωμόν· ὡς σωτηρίανἝλλησι δώσουσʼ ἔρχομαι νικηφόρον.
1.56
1475Ἰφιγένειαἄγετέ με τὰν Ἰλίουκαὶ Φρυγῶν ἑλέπτολιν. στέφεα περίβολα δίδοτε, φέρετε— πλόκαμος ὅδε καταστέφειν— χερνίβων τε παγάς. ἑλίσσετʼ ἀμφὶ ναὸνἀμφὶ βωμὸν Ἄρτεμιν, τὰν ἄνασσαν Ἄρτεμιν, τὰν μάκαιραν· ὡς ἐμοῖσιν, εἰ χρεών, αἵμασι θύμασί τεθέσφατʼ ἐξαλείψω. ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοιδώσομεν ἁμέτερα· παρʼ ἱεροῖς γὰρ οὐ πρέπει. ἰὼ ἰὼ νεάνιδες, συνεπαείδετʼ ἌρτεμινΧαλκίδος ἀντίπορον, ἵνα τε δόρατα μέμονε δάϊʼὄνομα διʼ ἐμὸν τᾶσδʼ Αὐλίδοςστενοπόροις ἐν ὅρμοις. ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία, Μυκηναῖαί τʼ ἐμαὶ θεράπναι—
1.57
1500Χορόςκαλεῖς πόλισμα Περσέως, Κυκλωπίων πόνον χερῶν; Ἰφιγένειαἐθρέψαθʼ Ἑλλάδι με φάος· θανοῦσα δʼ οὐκ ἀναίνομαι. Χορόςκλέος γὰρ οὔ σε μὴ λίπῃ. Ἰφιγένειαἰὼ ἰώ. λαμπαδοῦχος ἁμέραΔιός τε φέγγος, ἕτερον ἕτεροναἰῶνα καὶ μοῖραν οἰκήσομεν. χαῖρέ μοι, φίλον φάος. Χορόςἰὼ ἰώ. ἴδεσθε τὰν Ἰλίουκαὶ Φρυγῶν ἑλέπτολινστείχουσαν, ἐπὶ κάρα στέφηβαλουμέναν χερνίβων τε παγάς, βωμόν γε δαίμονος θεᾶςῥανίσιν αἱματορρύτοιςχρανοῦσαν εὐφυῆ τε σώματος δέρηνσφαγεῖσαν. εὔδροσοι παγαὶπατρῷαι μένουσι χέρνιβές τέ σεστρατός τʼ Ἀχαιῶν θέλωνἸλίου πόλιν μολεῖν. ἀλλὰ τὰν Διὸς κόρανκλῄσωμεν Ἄρτεμιν, θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ. ὦ πότνια, πότνια, θύμασιν βροτησίοιςχαρεῖσα, πέμψον ἐς Φρυγῶνγαῖαν Ἑλλάνων στρατὸνκαὶ δολόεντα Τροίας ἕδη, Ἀγαμέμνονά τε λόγχαιςἙλλάδι κλεινότατον στέφανονδὸς ἀμφὶ κάρα ἑὸνκλέος ἀείμνηστον ἀμφιθεῖναι.
1.58
1532Ἄγγελοςὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμωνἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων. Κλυταιμήστραφθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην, ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ· μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρωνπρὸς τῇ παρούσῃ; Ἄγγελοςσῆς μὲν οὖν παιδὸς πέριθαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω. Κλυταιμήστραμὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος. Ἄγγελοςἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς. λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μουγνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν. ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρηςἈρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους, ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος, σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλοςἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην, ἀνεστέναξε, κἄμπαλιν στρέψας κάραδάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς. ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίονἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι· τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτραςκαὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερθῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶςἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε. καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρουδώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν. πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ· σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως. τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύωνεὐψυχίαν τε κἀρετὴν τῆς παρθένου. στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον, εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ· Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατονἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσαςκολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης. ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶςλαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ, ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε, τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος, δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθαστρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ, ἄχραντον αἷμα καλλιπαρθένου δέρης, καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμοναΤροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί. ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων.
1.59
1578ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο, λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν· ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί, κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν. πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς, τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ. βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός, ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινοςφάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν· ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν, ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ. κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη· Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ, ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸςπρούθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον; ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται, ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ. ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριονδίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς. πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης, χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖλιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺςΑἴγαιον οἶδμα διαπερᾶν. ἐπεὶ δʼ ἅπανκατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί, τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός. πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε, λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖκαὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα. ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω· ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο. λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον· ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν, σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδεθανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν. Χορόςὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου· ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.
1.60
1615Κλυταιμήστραὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας; πῶς σε προσείπω; πῶς δʼ οὐ φῶπαραμυθεῖσθαι τούσδε μάτην μύθους, ὥς σου πένθους λυγροῦ παυσαίμαν; Χορόςκαὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει, τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους.
1.61
1621Ἀγαμέμνωνγύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν· ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν. χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆστείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ. καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματαΤροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς.
1.62
1627Χορόςχαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν, χαίρων δʼ ἐπάνηκε, κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.