Supplic
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1ΑἴθραΔήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸςτῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸνπόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασινΑἴθραν πατὴρ δίδωσι τῷ ΠανδίονοςΑἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν. ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδεγραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸςἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ, πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλαςΚάδμου θανόντων ἑπτὰ γενναίων τέκνωνἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξἌδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίαςμέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλωνγαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶθάψαι θελουσῶν τῶνδε μητέρων χθονὶεἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσινδοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν. κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆςἌδραστος ὄμμα δάκρυσιν τέγγων ὅδεκεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτηνστένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων· ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖςνεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸςῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον, μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳπόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸςἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶνπρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεταιφρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς. δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδοςμένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖνΚόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲνπολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοικῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός, ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺςὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένωνγυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
1.2
42Χορός— ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων, πρὸςγόνυ πίπτουσα τὸ σόν·— ἄνομοι⋯— τέκνα λῦσαι.— φθιμένωννεκύων οἳ καταλείπουσι μέληθανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
1.3
48Χορός— ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσωνδάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ- σὰ δὲ σαρκῶν πολιᾶνκαταδρύμματα χειρῶν· τί γάρ; ἃφθιμένους παῖδας ἐμοὺς οὔτε δόμοιςπροθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
1.4
54Χορός— ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρονφίλα ποιησαμένα λέ- κτρα πόσει σῷ· μετά νυνδὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼφθιμένων οὓς ἔτεκον· παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖντέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναινεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
1.5
63Χορός— ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου- σα προσαιτοῦσʼ ἔμολον δε- ξιπύρους θεῶν θυμέλας· ἔχομεν δʼ ἔνδικα, καὶ σοίτι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ- τυχίαν τὰν παρʼ ἐμοὶκαθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύωσὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναινέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
1.6
71Χορός— ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόωνδιάδοχος, ἀχοῦσι προσπόλων χέρες. ἴτʼ ὦ ξυνῳδοὶ κτύποι, ἴτʼ ὦ ξυναλγηδόνες, χορὸν τὸν Ἅιδας σέβει, διὰ παρῇδος ὄνυχα λευκὸναἱματοῦτε χρῶτά τε φόνιον· τὰ γὰρ φθιτῶντοῖς ὁρῶσι κόσμος.
1.7
79Χορός— ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόωνπολύπονος, ὡς ἐξ ἀλιβάτου πέτραςὑγρὰ ῥέουσα σταγὼνἄπαυστος αἰεί· γόων, τὸ γὰρ θανόντων τέκνωνἐπιπονόν τι κατὰ γυναῖκαςἐς γόους πέφυκε πάθος. ἒ ἔ. θανοῦσα τῶνδʼἀλγέων λαθοίμαν.
1.8
87Θησεύςτίνων γόων ἤκουσα καὶ στέρνων κτύποννεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄποἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖμή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί, χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον. ἔα· τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· μητέρα γεραιὰν βωμίαν ἐφημένηνξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸνκακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίωνὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ, κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά. τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί, ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον. Αἴθραὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνωντῶν κατθανόντων ἀμφὶ Καδμείας πύλαςἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοιςφρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον. Θησεύςτίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε; ΑἴθραἌδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ. Θησεύςοἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα; Αἴθραοὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι. Θησεύςτί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί; Αἴθραοἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον. Θησεύςσὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ. λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον· πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
1.9
113Ἄδραστοςὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν. Θησεύςτί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων; Ἄδραστοςοἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν. Θησεύςοὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα. Ἄδραστοςἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους. Θησεύςτοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται. Ἄδραστοςτούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. Θησεύςκήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς; Ἄδραστοςκἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με. Θησεύςτί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν; Ἄδραστοςτί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν. Θησεύςξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν; Ἄδραστοςκομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων. Θησεύςτὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην; Ἄδραστοςσφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν. Θησεύςἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει; Ἄδραστοςπάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. Θησεύςἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους; Ἄδραστοςδισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν. Θησεύςτῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν; Ἄδραστοςοὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις. Θησεύςἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας; ἌδραστοςΤυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ. Θησεύςτίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών; ἌδραστοςΦοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα. Θησεύςτί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον; Ἄδραστοςκάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ. Θησεύςσὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα; Ἄδραστοςἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας— Θησεύςτίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα. ἌδραστοςΤυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα. Θησεύςἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν; Ἄδραστοςμάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας. Θησεύςἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους; ἌδραστοςΤυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. Θησεύςὁ δʼ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών; Ἄδραστοςἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι. Θησεύςσοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν. Ἄδραστοςἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν. Θησεύςοὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται; Ἄδραστοςταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην. Θησεύςμάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα; Ἄδραστοςοἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην. Θησεύςοὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν. Ἄδραστοςτὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν. Θησεύςοὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης; Ἄδραστοςνέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με. Θησεύςεὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
1.10
162Ἄδραστοςὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας. ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα, ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχωπίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος· ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς. σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰκαὶ τῶν θανόντων τάσδε μητέρας τέκνων, αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδαθεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη, πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια, ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆνκείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν. σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον, πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπεινζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ, τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.⋯ τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέληχαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε, οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενοςτέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει. τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόναπῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον; ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε. Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους, τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴμόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον· τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίανἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλειςπολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου. Χορόςκἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω, Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
1.11
195Θησεύςἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳτοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείροναπλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων· ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω, πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς· εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει. αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένουκαὶ θηριώδους θεῶν διεσταθμήσατο, πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελονγλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα, τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦσταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματοςπροβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ, πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰςἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ. ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν, ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰςμάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο. ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳδόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε; ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένεινζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοιδοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
1.12
219ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς, ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶςξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν, λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸνἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματαἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι, εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους. κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενοςτοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσετὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα. ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων, μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσαςβίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν, νέοις παραχθείς, οἵτινες τιμώμενοιχαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης, φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ, ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών, ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶντὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε. τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοιἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί· οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίουδεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος, ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά, γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι· τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις, κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις. κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι; τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν; χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς, αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν. Χορόςἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδεἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών. ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.
1.13
253Ἄδραστοςοὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶνοὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι, τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε, στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω; ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόηναὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇθεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰνΔήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς, ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν. Χορός⋯ ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸςταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα. τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸςγραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν; μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν, δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλινἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖςοὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
1.14
271Χορόςβᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας, βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα, τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ, οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους. ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς. πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι, ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία· οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάτανοἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν. μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶνπαῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω. βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσιγούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
1.15
286Θησεύςμῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρηβαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόουςκλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι. ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόεισεμναῖσι Δηοῦς ἐσχάραις παρημένη. Αἴθρααἰαῖ. Θησεύςτὰ τούτων οὐχὶ σοὶ στενακτέον. Αἴθραὦ τλήμονες γυναῖκες. Θησεύςοὐ σὺ τῶνδʼ ἔφυς. Αἴθραεἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν; Θησεύςὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά. Αἴθραἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει. Θησεύςαἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις. Αἴθραοὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτετὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς, οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγεινδείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν. ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶνσκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας· τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης. πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆντολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως· νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει, κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον, ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺςτάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖνἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί, νόμιμά τε πάσης συγχέοντας Ἑλλάδοςπαῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλειςτοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς. ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν, πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν, δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίουἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον, οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴνχρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης. μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε. ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένητοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπεισὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται· αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλειςσκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι. οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαιςπροσωφελήσων, ὦ τέκνον, κεχρημέναις; ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον, Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα, ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖνπέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν. Χορόςὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶςκἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
1.16
334Θησεύςἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοιὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμηνγνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων· ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς, ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποιςφεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην, ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι. οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους. τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν, ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦπρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον; δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαιλόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸςἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν. δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε. δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγουπροσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον. καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίανἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν. λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγωνἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε, λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρουςἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγουςΚρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος. ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφημητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρδύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων— κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυταιπαίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.
1.17
365Χορός— ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, ἐκλύετε τάδʼ, ἐκλύετεἄνακτος ὅσια περὶ θεοὺςκαὶ μεγάλα Πελασγίᾳκαὶ κατʼ Ἄργος.
1.18
369Χορός— εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶνἱκόμενος ἔτι ματέροςἄγαλμα φόνιον ἐξέλοι, γᾶν δὲ φίλιον Ἰνάχουθεῖτʼ ὀνήσας.
1.19
373Χορός— καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνοςχάριν τʼ ἔχει τὰν ἐς αἰεί. τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοιτεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
1.20
377Χορός— ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος, νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳνέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.
1.21
381Θησεύςτέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖςπόλει τε κἀμοί, διαφέρων κηρύγματα· ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρσεμνῷ τυράννῳ φράζε Καδμείων τάδε· Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς, συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν, φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών. κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτοςστεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι· Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον. στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼνΚαλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.— καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατοπόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο. ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται; Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι, κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνουμολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
1.22
399Κῆρυξτίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴλόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸςἘτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμουςπύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο; Θησεύςπρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε, ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεταιἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις. δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρειἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺςτὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον. Κῆρυξἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδωςκρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄποἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται· οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοιςπρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει, τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν, ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαιςκλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης. ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγουςὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν; ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχουςκρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης, εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕποοὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν. ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν, ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃγλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
1.23
426Θησεύςκομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων. ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω, ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. οὐδὲν τυράννου δυσμενέστερον πόλει, ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοικοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένοςαὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον. γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴςὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει, ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροιςτὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς, νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων. τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλειχρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων; καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλωνσιγᾷ. τί τούτων ἔστʼ ἰσαίτερον πόλει; καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός, ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις· ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε, καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖνκτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι. πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις, ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυντόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους; κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοιςὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον; ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς, τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ, δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι, εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται. καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα. ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος; κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ πεμψεν πόλις, περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼνλέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλινχωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέωνἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον. Χορόςφεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷκαλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
1.24
465Κῆρυξλέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένωνσοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία. ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼςἌδραστον ἐς γῆν τήνδε μὴ παριέναι· εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας, λύσαντα σεμνὰ στεμμάτων μυστήριατῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺςβίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει. κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλινσὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδωνἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός. σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενοςλόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων, σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων· ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλειςσυνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς. ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ, οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται, τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει· εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ, οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιντὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά, ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς· ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη, Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ, χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶπολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσοναδουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
1.25
494σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς, θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν; οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιονδέμας καπνοῦται, κλιμάκων ὀρθοστάταςὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλινπέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ; οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον, τέθριππον ἅρμα περιβαλοῦσα χάσματι, ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέταιπέτροις καταξανθέντες ὀστέων ῥαφάς; ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός, ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι. φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα, ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼνκαὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς· νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός. καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία. Χορόςἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος, ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν. Ἄδραστοςὦ παγκάκιστε— Θησεύςσῖγʼ, Ἄδραστʼ, ἔχε στόμα, καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγουςθῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε, ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών. καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι. οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦοὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαιδρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοιτὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή. πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι, ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα· νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλινοὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμονσῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον; εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο, τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς, αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται. ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς, ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο, ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα, τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθαἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον, κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν. δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς; ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε, εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖνἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρειτοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος. κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη, νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί; τί μὴ γένηται; μὴ κατασκάψωσι γῆνταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸςφύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία; σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε, φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
1.26
549ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά· παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲοἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν, τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς, ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται, ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖνὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδεἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρεινἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν. πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺςθάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν. ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ. οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεταιὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονοςνόμος παλαιὸς δαιμόνων διεφθάρη. Χορόςθάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάοςπολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους. Κῆρυξβούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν; Θησεύςλέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ. Κῆρυξοὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις. Θησεύςκἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν. Κῆρυξκλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος. Θησεύςθάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας. Κῆρυξἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον. Θησεύςπολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους. Κῆρυξἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ; Θησεύςὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν. Κῆρυξπράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις. Θησεύςτοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ. Κῆρυξἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ. Θησεύςτίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης; Κῆρυξγνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας. Θησεύςοὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρέναςτοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός, λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών. περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼνπάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην, μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμαἀφρῷ καταστάζοντα Καδμείαν χθόνα. χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλαςαὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχωναὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν, Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχαςτὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέταστρατηλατήσω καινὸς ἐν καινῷ δορί. ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοιδίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦνίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγειβροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ.
1.27
598Χορός— ὦ μέλεαι μελέων ματέρες λοχαγῶν, ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει—— τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;— στράτευμα πᾷ Παλλάδος κριθήσεται;— διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;— γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοιφόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλινκτύποι φανήσονται, τάλαι- να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;
1.28
608Χορός— ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖμοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.— δικαίους δαίμονας σύ γʼ ἐννέπεις.— τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;— διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.— φόβῳ γὰρ τῷ πάρος διόλλυσαι· δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον, κακῶν δʼ ἀναψυχὰς θεοὶβροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.
1.29
618Χορός— τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν, Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι—— ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.— διπόταμον ἵνα πόλιν μόλω.— εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.— τίς ποτʼ αἶσα, τίς ἄρα πότμοςἐπιμένει τὸν ἄλκιμοντᾶσδε γᾶς ἄνακτα;
1.30
626Χορός— κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·— ἀλλὰ φόβων πίστις ἅδε πρώτα.— ἰὼ Ζεῦ, τᾶς παλαιομάτοροςπαιδογόνε πόριος Ἰνάχου.— πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής.— τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμαπόλεος, ἐκκομίζομαιπρὸς πυρὰν ὑβρισθέν.
1.31
634Ἄγγελοςγυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα, αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ, ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοιἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα· νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σεμακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις, ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ. Χορόςὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεντήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸςσῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα. Ἄγγελοςσῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελενπρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχουστείλας ἐπεστράτευσε Καδμείων πόλιν. Χορόςπῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκοςἔστησεν οἵ τε συμμετασχόντες δορός; λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς. Ἄγγελοςλαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής, ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλαςἔστην θεατὴς πύργον εὐαγῆ λαβών. ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων· τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνωἸσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος, αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως, καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένουςκέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας, ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματααὐτόν τε Πάραλον ἐστολισμένον δορὶκρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλονπρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον. Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων, νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών, ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος. ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοιτετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν. κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε· Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες, ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα, θάψαι θέλοντες, τὸν Πανελλήνων νόμονσῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
1.32
673κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις, ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχωντετραόρων κατῆρχον ἐντεῦθεν μάχης· πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους, παραιβάτας ἔστησαν ἐς τάξιν δορός. χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφονπώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας. ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον, οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν, συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε. λεύσσων δὲ ταῦτα κοὐ κλύων— ἐκεῖ γὰρ ἦἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται— τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχωτί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸνκόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν, ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένουςἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς, τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρωνἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳπρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον; νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸνΚρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶχωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν. καὶ συμπατάξαντες μέσον πάντα στρατὸνἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύωνκελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ· Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ. καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη, ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα· λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένοςδεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέραςτὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενονφεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος. κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν· οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον, ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ. ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα· Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυσπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος. θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ. αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼνδεινῆς κορύνης διαφέρων ἐσφενδόναὁμοῦ τραχήλους κἀπικείμενον κάρα, κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ. μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα. ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμηνκἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας. βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιννέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασανφόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν, Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλινμολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.
1.33
726τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών, ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμοςμισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶςἐς ἄκρα βῆναι κλιμάκων ἐνήλαταζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν. Χορόςνῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼθεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶςἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην. Ἄδραστοςὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺςφρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθαδρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων. ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν, αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν· Ἐτεοκλέους τε σύμβασιν ποιουμένου, μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν, κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής, λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετοΚάδμου κακόφρων λαός. ὦ καιροῦ πέρατὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν, καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά, φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν· πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά, φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα. ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν, πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι. Ἄγγελοςἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί, πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός. Ἄδραστοςὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε; Ἄγγελοςὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις. Ἄδραστοςπῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος; Ἄγγελοςτάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς. Ἄδραστοςτοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν; ἌγγελοςΘησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα. Ἄδραστοςοὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών; Ἄγγελοςἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται. Ἄδραστοςἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου; Ἄγγελοςοὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ. Ἄδραστος⋯ Ἄγγελοςφαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς. Ἄδραστοςἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς; Ἄγγελοςκἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα. Ἄδραστοςδεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον. Ἄγγελοςτί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά; Ἄδραστοςοἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον. Ἄγγελοςἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ. Ἄδραστοςδοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι. ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖςἍιδου τε μολπὰς ἐκχέω δακρυρρόους, φίλους προσαυδῶν, ὧν λελειμμένος τάλαςἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖςοὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν, ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.
1.34
778Χορός— τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ. πόλει μὲν εὐδοξίακαὶ στρατηλάταις δορὸςδιπλάζεται τιμά· ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέληπικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι, τὰν ἄελπτον ἁμέρανἰδοῦσα, πάντων μέγιστον ἄλγος.
1.35
786Χορός— ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶΧρόνος παλαιὸς πατὴρὤφελʼ ἁμερᾶν κτίσαι. τί γάρ μʼ ἔδει παίδων; τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναιπάθος περισσόν, εἰ γάμων ἀπεζύγην, νῦν δʼ ὁρῶ σαφέστατονκακόν, τέκνων φιλτάτων στερεῖσα.
1.36
794Χορόςἀλλὰ τάδʼ ἤδη σώματα λεύσσωτῶν οἰχομένων παίδων· μελέαπῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοιςκοινὸν ἐς Ἅιδην καταβᾶσα;
1.37
798Ἄδραστοςστεναγμόν, ὦ ματέρες, τῶν κατὰ χθονὸς νεκρῶνἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶνστεναγμάτων κλύουσαι. Χορός— ὦ παῖδες, ὦ πικρὸν φίλωνπροσηγόρημα ματέρων, προσαυδῶ σε τὸν θανόντα. Ἄδραστοςἰὼ ἰώ. Χορόςτῶν γʼ ἐμῶν κακῶν ἐγώ. Ἄδραστοςαἰαῖ. Χορός⋯ Ἄδραστοςἐπάθομεν ὤ⋯ Χορόςτὰ κύντατʼ ἄλγη κακῶν. Ἄδραστοςὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε; Χορός— ὁρῶσι κἀμὲ τὰν τάλαι- ναν, τέκνων ἄπαιδα.
1.38
811Ἄδραστοςπροσάγετε τῶν δυσπότμωνσώμαθʼ αἱματοσταγῆ, σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων, ἐν οἷς ἀγὼν ἐκράνθη. Χορός— δόθʼ, ὡς περιπτυχαῖσι δὴχέρας προσαρμόσασʼ ἐμοῖςἐν ἀγκῶσι τέκνα θῶμαι. Ἄδραστοςἔχεις ἔχεις. Χορός— πημάτων γʼ ἅλις βάρος. Ἄδραστοςαἰαῖ. Χορόςτοῖς τεκοῦσι δʼ οὐ λέγεις; Ἄδραστοςἀίετέ μου. Χορόςστένεις ἐπʼ ἀμφοῖν ἄχη. Ἄδραστοςεἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν. Χορός— ἐμὸν δὲ μήποτʼ ἐζύγηδέμας ἐς ἀνδρὸς εὐνάν.
1.39
824Ἄδραστοςἴδετε κακῶν πέλαγος, ὦματέρες τάλαιναι τέκνων. Χορός— κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲσποδὸν κάρᾳ κεχύμεθα. Ἄδραστοςἰὼ ἰώ μοί μοι· κατά με πέδον γᾶς ἕλοι, διὰ δὲ θύελλα σπάσαι, πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι. Χορός— πικροὺς ἐσεῖδες γάμους, πικρὰν δὲ Φοίβου φάτιν· ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδαδώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.
1.40
837Θησεύςμέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷγόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼνεἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ· πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳθνητῶν ἔφυσαν; εἰπέ γʼ ὡς σοφώτεροςνέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ. εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳτολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν. ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω, ὅτῳ ξυνέστη τῶνδʼ ἕκαστος ἐν μάχῃἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο. κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοικαὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼςλόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆςσαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός. οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδεοὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν· μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶνδύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος. Ἄδραστοςἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοιδίδως ἔπαινον ὧν ἔγωγε βούλομαιφίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι. ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο; Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲοὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαντἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷτὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη. φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τεκαὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς. ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα, ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχωνοὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγωἘτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα· νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής, πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί. φίλων δὲ χρυσὸν πολλάκις δωρουμένωνοὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπουςδούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο. τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλινἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλιςκακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
1.41
881ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ· παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰςΜουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου, ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺςἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼνἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν, πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων. ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνοςπαῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος, Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰςπαιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖπρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους, λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλειοὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺςμάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος. λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼςἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις, ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ. πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσαςἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν. Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδιδεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά. γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος, ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός, εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι· φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον. ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων, Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν. τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει· αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρκακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρίαδιδακτός, εἴπερ καὶ βρέφος διδάσκεταιλέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει. ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖπρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
1.42
918Χορόςἰὼ τέκνον, δυστυχῆ σʼἔτρεφον, ἔφερον ὑφʼ ἥπατοςπόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶνῦν Ἅιδας τὸν ἐμὸνἔχει μόχθον ἀθλίας, ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼἁ τάλαινα παῖδα.
1.43
925Θησεύςκαὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκονθεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸςαὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς· τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω, ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν. ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλινφυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος. ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι; Ἄδραστοςοὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις. Θησεύςτὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ⋯ Ἄδραστοςἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις; Θησεύςναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ. Ἄδραστοςποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας; Θησεύςαὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον. Ἄδραστοςοὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος. Θησεύςἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν. Ἄδραστοςἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας. Θησεύςἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις. Ἄδραστοςπῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων; Θησεύςὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους. Ἄδραστοςπικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. Θησεύςτί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις; Ἄδραστοςνικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖΘησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί, ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν, τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνουςτίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνωνἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων. σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.
1.44
955Χορός— οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ- παις, οὐδʼ εὐτυχίας μέτε- στίν μοι κουροτόκοις ἐν Ἀργείαις· οὐδʼ Ἄρτεμις λοχίαπροσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους. δυσαίων δʼ ὁ βίος, πλαγκτὰ δʼ ὡσεί τις νεφέλαπνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.
1.45
963Χορός— ἑπτὰ ματέρες ἑπτὰ κού- ρους ἐγεινάμεθʼ αἱ ταλαί- πωροι κλεινοτάτους ἐν Ἀργείοις· καὶ νῦν ἄπαις ἄτεκνοςγηράσκω δυστανοτάτως, οὔτʼ ἐν φθιμένοιςοὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη, χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν.
1.46
971Χορός— ὑπολελειμμένα μοι δάκρυα· μέλεα παιδὸς ἐν οἴκοιςκεῖται μνήματα, πένθιμοικουραὶ καὶ στέφανοι κόμας, λοιβαί τε νεκύων φθιμένων, ἀοιδαί θʼ ἃς χρυσοκόμαςἈπόλλων οὐκ ἐνδέχεται· γόοισι δʼ ὀρθρευομέναδάκρυσι νοτερὸν ἀεὶ πέπλωνπρὸς στέρνῳ πτύχα τέγξω.
1.47
980Χορός— καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴΚαπανέως ἤδη τύμβον θʼ ἱερὸνμελάθρων τʼ ἐκτὸςΘησέως ἀναθήματα νεκροῖς, κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένουτοῦδε κεραυνῷ πέλας Εὐάδνην, ἣν Ἶφις ἄναξ παῖδα φυτεύει. τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν, ἣ τῶνδε δόμων ὑπερακρίζει, τήνδʼ ἐμβαίνουσα κέλευθον;
1.48
990Εὐάδνητί φέγγος, τίνʼ αἴγλανἐδίφρευε τόθʼ ἅλιοςσελάνα τε κατʼ αἰθέρα, λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι, ἱππεύουσι διʼ ὀρφναίας, ἁνίκα γάμων γάμωντῶν ἐμῶν πόλις Ἄργουςἀοιδάς, εὐδαιμονίας, ἐπύργωσε καὶ γαμέταχαλκεοτευχοῦς, αἰαῖ, Καπανέως. πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶνοἴκων ἐκβακχευσαμένα, πυρᾶς φῶς τάφον τεβατεύσουσα τὸν αὐτόν, ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθονβίοτον αἰῶνός τε πόνους· ἥδιστος γάρ τοι θάνατοςσυνθνῄσκειν θνῄσκουσι φίλοις, εἰ δαίμων τάδε κραίνοι.
1.49
1009Χορόςκαὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλαςπυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸςπόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.
1.50
1012Εὐάδνηὁρῶ δὴ τελευτάν, ἵνʼ ἕστακα· τύχα δέ μοιξυνάπτοι ποδός· ἀλλὰ τᾶςεὐκλεΐας χάριν ἔνθεν ὁρ- μάσω τᾶσδʼ ἀπὸ πέτρας πη- δήσασα πυρὸς ἔσω, σῶμά τʼ αἴθοπι φλογμῷπόσει συμμείξασα, φίλονχρῶτα χρωτὶ πέλας θεμένα, Φερσεφονείας ἥξω θαλάμους, σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷπροδοῦσα ψυχᾷ κατὰ γᾶς. ἴτω φῶς γάμοι τε· ἴθʼ αἵτινες εὐναὶδικαίων ὑμεναίων ἐν Ἄργειφανῶσιν τέκνοις· ὅσιος δʼὅσιος εὐναῖος γαμέταςσυντηχθεὶς αὔραις ἀδόλοιςγενναίας ψυχᾶς ἀλόχοιο.
1.51
1031Χορόςκαὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλαςγεραιὸς Ἶφις ἐς νεωτέρους λόγους, οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων. Ἶφιςὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων, ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων, τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶἘτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν, ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιοςβέβηκε πηδήσασα Καπανέως δάμαρ, θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖντὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼφυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς, βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομενμάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε. Εὐάδνητί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπιὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶςδύστηνον αἰώρημα κουφίζω, πάτερ. Ἶφιςτέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάρινδόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα; Εὐάδνηὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτωνκλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ. Ἶφιςτί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι; Εὐάδνηκριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς. Ἶφιςσκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας; Εὐάδνηθέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. Ἶφιςὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν. Εὐάδνηἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα. Ἶφιςκἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας; Εὐάδνηἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι. Ἶφιςνικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν. Εὐάδνηπάσας γυναῖκας ἃς δέδορκεν ἥλιος. Ἶφιςἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ; Εὐάδνηἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι. Ἶφιςτί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν; Εὐάδνηᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν. Ἶφιςὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς. Εὐάδνητοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν. Ἶφιςἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε. Εὐάδνηὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί. καὶ δὴ παρεῖται σῶμα— σοὶ μὲν οὐ φίλον, ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
1.52
1072Χορόςἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω. Ἶφιςἀπωλόμην δύστηνος, Ἀργείων κόραι. Χορόςἒ ἔ, σχέτλια τάδε παθών, τὸ πάντολμον ἔργον ὄψῃ τάλας. Ἶφιςοὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον. Χορόςἰὼ τάλας· μετέλαχες τύχας Οἰδιπόδα, γέρον, μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
1.53
1080Ἶφιςοἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν; ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ, γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα, αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοιδὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε, διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν. ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένουςπαίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην. εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνωνοἷον στέρεσθαι πατέρα γίγνεται τέκνων, οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν· ὅστις φυτεύσας καὶ νεανίαν τεκὼνἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι. εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν; στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδωπολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ; ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω; ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι. ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδαπροσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδεκατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιονγέροντι θυγατρός· ἀρσένων δὲ μείζονεςψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα. οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους; σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸνδέμας γεραιὸν συντακεὶς ἀποφθερῶ. τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν; ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων, μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασιπαρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν· οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
1.54
1114Χορός— ἰὼ ἰώ· τάδε δὴ παίδων καὶ δὴ φθιμένωνὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι, γραίας ἀμενοῦς— οὐ γὰρ ἔνεστινῥώμη παίδων ὑπὸ πένθους— πολλοῦ τε χρόνου ζώσης μέτρα δὴκαταλειβομένης τʼ ἄλγεσι πολλοῖς. τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖςπάθος ἐξεύροιςἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
1.55
1123Παῖδες— φέρω φέρω, τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη, βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ, ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς. Χορός— ἰὼ ἰώ, πᾶ φέρεις δάκρυα φίλᾳματρὶ τῶν ὀλωλότων; σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτωνεὐδοκίμων δήποτʼ ἐν Μυκήναις;
1.56
1132Παῖδες— ἄπαις, ἄπαις· ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλαςἔρημον οἶκον ὀρφανεύσομαι λαβών, οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος. Χορός— ἰὼ ἰώ· ποῦ δὲ πόνος ἐμῶν τέκνων, ποῦ λοχευμάτων χάρις; τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη, καὶ φίλιαι προσβολαὶ προσώπων;
1.57
1139Παῖδες— βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ· βεβᾶσιν. Χορόςαἰθὴρ ἔχει νιν ἤδη, πυρὸς τετακότας σποδῷ· ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν. Παῖδες— πάτερ, μῶν σῶν κλύεις τέκνων γόους; ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαισὸν φόνον— εἰ γὰρ γένοιτο— τεκνῶν;
1.58
1146Παῖδες— ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκαπατρῷος· Χορόςοὔπω κακὸν τόδʼ εὕδει. αἰαῖ γόων· ἅλις τύχας, ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι. Παῖδες— ἔτʼ Ἀσωποῦ με δέξεται γάνοςχαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν, τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
1.59
1153Παῖδες— ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ⋯ Χορός— φίλον φίλημα παρὰ γένυν τιθέντα σόν. Παῖδες— λόγων δὲ παρακέλευσμα σῶνἀέρι φερόμενον οἴχεται. Χορός— δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν— σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.
1.60
1159Παῖδες— ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν. Χορός— φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν. Παῖδες— ἔκλαυσα τόδε κλύων ἔποςστυγνότατον· ἔθιγέ μου φρενῶν. Χορός— ὦ τέκνον, ἔβας· οὐκέτι φίλονφίλας ἄγαλμʼ ὄψομαί σε ματρός.
1.61
1165ΘησεύςἌδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος, ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖνπατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην· τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα. ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένουςσῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ, παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους, τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοιςμνήμην παραγγέλλοντας ὧν ἐκύρσατε. Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶοἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι. ἌδραστοςΘησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόναδέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν, χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρπαθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν. Θησεύςτί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή; Ἄδραστοςχαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν. Θησεύςἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις. Ἀθήναἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους, ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε. μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόναπαισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς, ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτωνπρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼνἌδραστον· οὗτος κύριος, τύραννος ὤν, πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν. ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόναἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν, ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ. ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλινκακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα.
1.62
1196ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου. ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων, ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρασπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενοςστῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν. ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼνἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει, κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει, μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι. ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνονὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺςκρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν· φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν, δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν. δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς. τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί, μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ· σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω· πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν, πατέρων θανόντων ἐκδικάζοντες φόνον, σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτηςνέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼνΤυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ. ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυνκαὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸνἑπτάστολον πύργωμα Καδμείων ἔπι· πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοισκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες. κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδακληθέντες ᾠδὰς ὑστέροισι θήσετε· τοῖον στράτευμα σὺν θεῷ πορεύσετε. Θησεύςδέσποινʼ Ἀθάνα, πείσομαι λόγοισι σοῖς· σὺ γάρ μʼ ἀνορθοῖς, ὥστε μὴ ʼξαμαρτάνειν· καὶ τόνδʼ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ μεἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλειοὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
1.63
1232Χορόςστείχωμεν, Ἄδρασθʼ, ὅρκια δῶμεντῷδʼ ἀνδρὶ πόλει τʼ· ἄξια δʼ ἡμῖνπρομεμοχθήκασι σέβεσθαι.