Commentarius in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Ἐν τῇ περὶ τῶν εἰς Αἴγυπτον καταφυγόντων προφητείᾳ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ διὰ μέσου μνημονεύσας ὁ λόγος ἐπαναλαμβάνει τὴν πρὸς τοὺς αὐτοὺς ἀπειλὴν διὰ τῶν προκειμένων καὶ ταλανίζει τοὺς κατιόντας εἰς Αἴγυπτον βοηθείας χάριν· ὡς γὰρ μὴ δυναμένου τοῦ θεοῦ μένοντας αὐτούς, ἐν ᾧ αὐτὸς μένειν ἐκέλευσε τόπῳ ῥύσασθαι τῆς τῶν πολεμίων χειρὸς† κατεφεῦρον σωτῆρας αὐτῶν τοὺς εἰδωλολάτρας. οἱ τὸν θεὸν Ἰσραὴλ αὐχοῦντες ἐπιγραφόμενοι πεποιθότες τε ἦσαν ἐπ' Αἰγυπτίοις ἅρμασί τε καὶ ἵπποις οὐ μεμνημένοι ὡς «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψέ» ποτε ὁ αὐτῶν θεὸς «εἰς θάλασσαν». διὸ μέμφεται αὐτοὺς ὁ λόγος, ὅτι μὴ πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ τοῦτ' ἔπραττον· διὸ καταλήψεσθαι αὐτοὺς ἃ μὴ προσεδόκησαν κακὰ ἐπ' αὐτῆς τῆς Αἰγύπτου ἀπειλεῖ. διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Αἰγύπτιοι δὲ ἄνθρωποι καὶ οὐ θεός, καὶ ἵπποι αὐτῶν σὰρξ ἀλλ' οὐ πνεῦμα. κύριος δὲ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ καὶ ἀσθενήσει ὁ βοηθός, καὶ πεσεῖται ὁ βοηθούμενος, καὶ πάντες ὁμοῦ συντελεσθήσονται, βοηθὸν μὲν λέγων τοὺς Αἰγυπτίους, βοηθουμένους δὲ τοὺς πρόσφυγας αὐτῶν. διδάσκει δὲ δι' ὅλης τῆς προκειμένης ἱστορίας ὁ λόγος ἐν τοῖς καιροῖς τῶν διωγμῶν, εἴ ποτε κρίνειεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ ἢ καὶ τὴν ἐκκλησίαν αὐτοῦ παραδοῦναι τοῖς τὴν θεοσέβειαν ἐλαύνουσι, μὴ δεῖν ἀναχωρεῖν τῆς ἐνθέου πίστεως μηδὲ τῆς ἐπὶ τὸν θεὸν πεποιθήσεως ἀφίστασθαι μηδ' ἀπογινώσκειν τὰς τοῦ θεοῦ διαλλαγὰς μηδὲ ἐπὶ τὸν Αἰγυπτιακὸν βίον αὐτομολεῖν, λέγω δὲ τὸν τῶν εἰδωλολατρῶν· πολλοὶ γὰρ ἐν τοῖς τοιούτοις καιροῖς ἀποστατήσαντες τοῦ τῆς θεοσεβείας λόγου τὰς ἐλπίδας ἀνήρτησαν ἑαυτῶν τῆς τῶν εἰδωλολατρῶν βοηθείας. Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα πάλιν ἐπισυνάπτει τὴν ἐπάνοδον τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανηξόντων προασπίσοντος αὐτῷ τοῦ θεοῦ καί φησιν ὅτι ὥσπερ λέων τὸ βασιλικὸν καὶ πάντων ἰσχυρότατον θηρίων κινήσας ἑαυτὸν ἐπὶ τροφῆς θήραν ἐπιπηδᾷ προβάτων ποίμνῃ μηδὲ τὰς κραυγὰς τῶν ποιμένων μηδὲ τὸ πλῆθος τῶν ἐλαυνόντων ἐπιστρεφόμενος, οὕτως αὐτὸς ὁ κύριος ἐπιθήσεται τοῖς πολεμίοις καὶ τὸν ἑαυτοῦ λαὸν ἐξ αὐτῶν ῥύσεται ἀποκαταστήσας τε αὐτὸν εἰς τὸν ἑαυτοῦ τόπον τὸν ἐν Ἰερουσαλήμ. οὕτως αὐτῶν ὑπερασπίσει ὥς ἐστιν ἰδεῖν πολλάκις ἐν τῇ τῶν ὀρνέων φύσει τὰς τῶν νεοττῶν μητέρας περιιπταμένας ἀμφὶ τὴν καλιὰν καὶ τῶν νεοττῶν ὑπερμαχούσας, οὕτως γὰρ καὶ αὐτὸς ὑπερασπίσει τῆς Ἰερουσαλήμ. ἐπαγγειλάμενος τῆς Ἰερουσαλὴμ ὑπερασπίσειν ὁ θεὸς προσφωνεῖ τοῖς εἰς τὴν Αἴγυπτον εἰσεληλυθόσιν ἑξῆς λέγων· ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον. ἔξεστι γὰρ εἰσέτι καὶ νῦν μετανοήσαντας ἐπανελθεῖν εἰς τὴν ἑαυτῶν γῆν, μαθόντας ὁποῖα ἐπήγγελται περὶ αὐτῆς ὁ θεός. Εἶτ' ἐπαγγέλλεται ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν τὰ τῆς ἐπανόδου γενήσεται τῷ λαῷ, οὐκέτ' εἰδωλολατρίαν ἐν αὐτοῖς συστήσεται. διό φησιν· ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα. καὶ τοῦτο δὲ παρίστησιν ἡ ἱστορία· μετὰ γὰρ τὸ ἐπανελθεῖν αὐτοὺς ἀπὸ Βαβυλῶνος καὶ ἀνεγεῖραι δεύτερον τὸν ἐν Ἱεροσολύμοις ναὸν οὐκέτι φαίνονται εἰδώλοις χρησάμενοι. Εἶτα ἐπειδήπερ τὸν Ἀσσύριον φοβούμενοι κατέλιπον τὴν ἐν τῇ Ἰουδαίᾳ οἴκησιν καὶ κατέφυγον ἐπὶ τὴν Αἴγυπτον, ἐπαγγέλλεται αὐτοῖς τὴν τοῦ Ἀσσυρίου πτῶσιν λέγων· καὶ πεσεῖται ὁ Ἀσσοὺρ μαχαίρᾳ οὐκ ἀνδρός. σημαίνει δὲ τὴν καθαίρεσιν τῆς τῶν Ἀσσυρίων βασιλείας καὶ τὴν πτῶσιν αὐτῶν, ὥσπερ ἀφ' ὕψους τοῦ προτέρου βασιλικοῦ ἀξιώματος ἐπὶ τὸ ταπεινὸν φερομένου· καὶ τοῦτο αὐτοῖς φησι συμβήσεται οὐκ ἐξ ἀνθρωπίνης ἐφόδου, ἀλλ' ἐκ τῆς τοῦ θεοῦ κατ' αὐτῶν ὀργῆς. εἰ γὰρ καὶ τὰ μάλιστα ἐδόκουν ἄνθρωποι ὑπηρέται γεγονέναι τῆς καθαιρέσεως αὐτῶν, ἀλλ' αὐτὸς ἦν ὁ θεὸς ὁ διὰ τῶν ἀνθρώπων καθαιρῶν αὐτούς. διὸ ἀνωτέρω ἐλέγετο ἐν τῇ περὶ Βαβυλῶνος προφητείᾳ· «ἰδοὺ ἐγὼ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους». Ἀντὶ δὲ τοῦ· πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται, τάδε λέγει κύριος, ὁ Σύμμαχος οὕτως ἐξέδωκε· πέτρα αὐτοῦ, δῆλον δ' ὅτι τοῦ Ἀσσυρίου, φοβερὰ παρελεύσεται καὶ ἡττηθήσονται οἱ ἄρχοντες αὐτοῦ φησι κύριος. πέτραν δὲ λέγει τοὺς Ἀσσυρίους, τὸ πάλαι στερρὸν καὶ βέβαιον καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ, ὅπερ παρελεύσεται ὁ λόγος φησὶ τὴν καθαίρεσιν αἰνιττόμενος τῆς τῶν Ἀσσυρίων δυναστείας. εἶτά φησι· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ. καὶ διὰ τούτου δὲ προτρέπει τοὺς εἰς τὴν Αἴγυπτον ὁρμήσαντας μὴ ἀναχωρεῖν τοῦ τόπου, ἔνθα ἦν ὁ νεὼς τοῦ θεοῦ· ἀλλὰ καὶ μακαρίζει τοὺς ἕξοντας ἐν Σιὼν σπέρμα καὶ ἐν Ἰερουσαλὴμ οἰκείους διὰ τὸ μέλλειν αὐτὴν ἀνανεοῦσθαι καὶ τὴν οἰκείαν αὖθις ἀναλαμβάνειν δόξαν ἢ καὶ κρείττονα ἧς εἶχε πρότερον. διὸ ἐλέγετο ἐν ἑτέροις· «καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην». εἰδέναι δὲ χρή, ὅτι τὸ μὲν μακάριος οὐδεὶς τῶν ἑρμηνευτῶν εἴρηκεν. ἀντὶ δὲ τοῦ· ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ, ὁ μὲν Σύμμαχός φησιν· κύριος ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλὴμ εἰρήκασι, διδάσκοντος τοῦ λόγου ὅτι ὁ τῶν ὅλων θεὸς καὶ κύριος ὁ κατὰ τοῦ Ἀσσυρίου ἀπειλήσας τὰ λελεγμένα ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ, ἵν' ὅτε βούλεται τῷ πυρὶ τούτῳ καὶ τῷ κλιβάνῳ κατακαύσῃ καὶ κατοπτήσῃ τοὺς καύσεως δεομένους. διὸ οὐ προσήκει καταφρονεῖν τῆς τοῦ θεοῦ πόλεως. ταῦτα δὲ καὶ περὶ τῆς ἐκκλησίας εἰκότως ἂν ῥηθείη, ἐπειδήπερ «ἡ πόλις τοῦ θεοῦ ἡ δεδοξασμένη» αὐτή ἐστι, περὶ ἧς εἴρηται· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». ἔστι γὰρ καὶ ἐν αὐτῇ πῦρ καὶ κλίβανος εἰς τὸ καταφλέγειν καὶ ἀναλίσκειν τὰ ἐν ἑκάστῃ ψυχῇ «ξύλα καὶ χόρτον καὶ καλάμην». ἐὰν δὲ λέγηται· φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλήμ, διὰ μὲν τοῦ φωτὸς ἀξίους τῶν συναγομένων τὸ φῶς εἰρῆσθαι ἐκλεξόμεθα, διὰ δὲ τῆς καύσεως καὶ καθάρσεως χρείαν ἔχοντας τό· κλίβανος ἐν Ἰερουσαλήμ.
2.2.1
Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα τῇ ἀνωτέρω κειμένῃ διανοίᾳ· προειποῦσα γάρ· Τάδε λέγει κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ, ἀκολούθως ἐπήγαγε τό· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν· ἐπειδὴ γὰρ ταῦτα μέλλει γίγνεσθαι ἐν τῇ Ἰερουσαλήμ, εἰκότως μακαρίζει τοὺς μέλλοντας τούτων ἐν αὐτῇ ἀπολαύειν, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπειδὴ τὸ φησὶ κύριος τῇ ἀνωτέρῳ διανοίᾳ συνῆψαν τὰ προκείμενα ἐξ ἑτέρας ἀρχῆς ἰδιαζούσης προσηνέγκαντο. διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται· ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεύς, κατὰ δὲ τὸν Ἀκύλαν· ἰδοὺ εἰς δίκαιον βασιλεύσει βασιλεύς, καὶ κατὰ τὸν Θεοδοτίωνα ὁμοίως. εἰκὸς μὲν οὖν ταῦτα Ἰουδαίων παῖδας ἀνοίσειν ἐπὶ τὸν Ζοροβάβελ, ἐκ φυλῆς μὲν Ἰούδα γενόμενον καὶ ἐκ τῆς τοῦ Δαυὶδ διαδοχῆς, ἡγησάμενον δὲ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπιστρεψάντων κατὰ τοὺς Κύρου τοῦ Περσῶν βασιλέως χρόνους. καὶ ἄρχοντας δὲ μετὰ κρίσεως ἄρξειν εἴποιεν ἂν τοὺς ἅμα τῷ Ζοροβάβελ εἶναι Ἰησοῦν, δηλαδὴ τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ ὅσοι ἄλλοι κατὰ τούτους ἐγνωρίζοντο. τὰ δ' ἑξῆς ἐπιφερόμενα οὐχ ἡγοῦμαι δύνασθαι αὐτοὺς ἀποσώσειν, λέγω δὲ τό· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ καὶ τὰ τούτοις ἐπισυνημμένα, ἃ οὐκ ἄν τις ἔχοι τέλους τυχόντα τοὺς χρόνους ἀποδεῖξαι τοῦ Ζοροβάβελ. διόπερ ὡσανεὶ πληρωθείσης τῆς προφητείας τῆς περὶ τῶν εἰς Αἴγυπτον κατεληλυθότων ἐπὶ τῶν Ἰερεμίου χρόνων ἑτέρας ὑποθέσεως ἁπτόμενος ὁ λόγος ἐξ ἑτέρας ἀρχῆς θεσπίζει τὰ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ τοῦ θεοῦ· μόνος γὰρ αὐτὸς ἐν ἀνθρώποις δίκαιος ἀνεφάνη βασιλεύς. καὶ οἱ ἀπόστολοι δὲ αὐτοῦ μετὰ κρίσεως τοῦ ἑαυτῶν βασιλέως τῆς ἐκκλησίας αὐτοῦ καθηγήσαντο. καὶ ἔχει λόγον μετὰ τὸ περιγράψαι τὴν προφητείαν τὴν περὶ τῶν εἰς Αἴγυπτον ἐπὶ Ἰερεμίου κατεληλυθότων καὶ μετὰ τὸ θεσπίσαι τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλήμ, τήν τε κατάστασιν τοῦ λαοῦ τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ τῆς Ἰουδαίας χώρας, ἑξῆς καὶ ἀκολούθως τὴν περὶ τοῦ Χριστοῦ προφητείαν ἐπάγεσθαι καὶ αὐτὸν εἶναι τὸν προφητευόμενον καὶ τὰ δι' αὐτοῦ πᾶσιν ἀνθρώποις προξενηθέντα ἀγαθά. ὥσπερ δὲ προεφήτευε τὴν μετὰ πλεῖστα ἔτη γενησομένην εἰς Αἴγυπτον κάθοδον τῶν κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου καὶ τὴν μετὰ ταῦτα τῆς αἰχμαλωσίας ἐπάνοδον γεγενημένην, οὕτως οὐδὲν ἦν θαυμαστὸν προφῆσαι αὐτὸν καὶ ἔτι μᾶλλον μακροῖς ὕστερον χρόνοις γενησόμενα ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, ὃν βασιλέα δίκαιον καλεῖν εἰς δικαιοσύνην βασιλεύοντα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. ἐπειδὴ διὰ τοῦ εὐαγγελίου αὐτοῦ «δικαιοσύνη θεοῦ πεφανέρωται» ὡς μὴ μόνον «Ἰουδαίοις», ἀλλὰ καὶ «Ἕλλησι» καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἀνθρώποις τὴν τοῦ θεοῦ γνῶσιν κηρύττεσθαι, ἐβασίλευσε τοίνυν εἰς δικαιοσύνην ὁ Χριστὸς τοῦ θεοῦ καινήν τινα ταύτην τὴν βασιλείαν· οὐ γὰρ εἰς ἀνθρωπίνην ἀξίαν ἀποβλέπων οὐδὲ εἰς τιμὴν καὶ δόξαν τὴν παρὰ ἀνθρώποις τὴν βασιλείαν ἐπανῄρητο, ἀλλ' εἰς δικαιοσύνην· ὥσπερ οὖν καὶ οἱ ἄρχοντες αὐτοῦ οὐκ ἐν ἀξιώμασι κοσμικοῖς προαχθέντες ἦρχον, ἀλλ' εἰς κρίσιν. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· καὶ ἄρχοντες εἰς κρίμα ἄρξουσιν. ἀντὶ δὲ τοῦ· καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ ὁ Σύμμαχος· καὶ ἔσται φησὶν ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ σκέπη λαίλαπος. ποῖος οὖν ὁ ἄνθρωπος ἔσται ἀλλ' ἢ ὁ ἀνωτέρω δίκαιος ὠνομασμένος; αὐτὸς γὰρ οὗτος ἔσται ἀνήρ, οὐκ ὢν τῇ φύσει ἀνήρ, ἀλλὰ κρείττων ἢ κατὰ ἀνθρώπου φύσιν· πλὴν ἔσται ἄνθρωπος ἐπικρύπτων αὐτοῦ τὴν θεότητα. διὸ κατὰ μὲν τὸν Σύμμαχον ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ σκέπη λαίλαπος εἴρηται, κατὰ δὲ τὸν Ἀκύλαν· ὡς κρύπτων πνεῦμα καὶ ἀποκρυφὴ ἐντινάγματος. ὁρᾷς ὡς κρύφιον τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ παρίστησιν ὁ λόγος, κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐπειδὴ «πάντα ἃ ἐλάλει ἐν παραβολαῖς» ὁμιλεῖ. διὰ τοῦτο λέλεκται· κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀπὸ ὕδατος φερομένου· ὕδωρ γὰρ φερόμενον ἦν καὶ ἀπολλύμενον τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ· διὸ καὶ ἀπέκρυπτεν αὐτὸν ἐξ αὐτῶν καὶ τοὺς λόγους αὐτοῦ ἀπ' ἐκείνων μὲν ἐκάλυπτε, τοῖς δὲ αὐτοῦ μαθηταῖς ἐφανέρου. διό φησιν ἔσεσθαι αὐτὸν ἐμφανῆ τῇ ἐκκλησίᾳ αὐτοῦ ἐπιφέρων ἑξῆς καὶ λέγων· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμός. τίς δὲ φανήσεται ἢ αὐτὸς δίκαιος ὁ βασιλεύς; αὐτὸς γὰρ φανήσεται ὡς ποταμὸς φερόμενος ἔνδοξος. τίς δέ ἐστιν ἡ Σιὼν αὕτη ἢ ἡ τὸν ἀπ' ἐκείνων κρυπτόμενον ἐμφανῶς παραδεξομένη; οἷόν τινα μέγαν ποταμὸν διδάσκει λέγων· ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. ἡ γὰρ πάλαι ἔρημος καὶ διψῶσα γῆ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὕτη ἐστὶν ἡ Σιών, ἐν ᾗ φησιν οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ οὐκ ἀμαυρωθήσονται οἱ ὀφθαλμοὶ τῶν ὁρώντων δηλῶν τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ὡς βλέπειν καὶ νοεῖν τὸν ἐμφανῆ γενόμενον αὐτοῖς ποταμόν, δηλαδὴ τὸν μονογενῆ τοῦ θεοῦ λόγον, περὶ οὗ εἴρηται· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». διὸ καὶ αὐτὸς ἐδίδασκε λέγων ὁ σωτήρ· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ», «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». τούτοις ἐπιλέγει ἑξῆς· καὶ τὰ ὦτα ἀκούειν δώσουσι. καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, ἀνθ' οὗ ὁ Σύμμαχός φησι· καρδία δὲ ἀνοήτων συνήσει γνῶναι. ὁρᾷς ὅπως τοῖς πάλαι ἀνοήτοις τὴν σύνεσιν τοῦ δικαίου βασιλέως τοῦ ἀποκρύψαντος αὐτὸν ἀπὸ ἑτέρων ἐπαγγέλλεται. καὶ γλῶσσαι δέ φησιν αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, κατὰ δὲ τὸν Σύμμαχον· γλῶσσα δὲ τραυλῶν ταχυνεῖ λαλεῖν τρανά. Σιὼν τοίνυν ἡ καὶ γῆ διψῶσα ἡ πάλαι ἔρημος εἴη ἂν ἡ ἐκκλησία καὶ καρδία ἀσθενούντων καὶ γλῶσσαι τραυλίζουσαι αἱ τῶν πάλαι τὸν θεὸν μὴ νοούντων μηδὲ ὀρθὰ λαλούντων ἐθνῶν, οἷς ἐπαγγέλλεται τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. Τούτοις ἐπιλέγει· καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· ὥσπερ οὖν πρότερον ἐποίουν, ὅτε τοῖς ὡς ἀληθῶς μωροῖς διδασκάλοις αὐτῶν ἐπέτρεπον τὰς ἑαυτῶν ψυχάς, ἦσαν δὲ οὗτοι «οἱ σοφοὶ τοῦ αἰῶνος τούτου ὧν ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν». ἀλλὰ πάλαι μὲν τούτῳ τῷ διὰ μωρίαν ἀθέῳ καὶ πολυθέῳ διδασκάλῳ ἐπέτρεπον τὴν ἑαυτῶν ἀρχήν, νυνὶ δὲ ὁ λόγος οὐκέτι φησὶν ἐροῦσι τῷ μωρῷ ἄρχειν. ἀντὶ δὲ τοῦ· καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα, ὁ Σύμμαχος· οὐδὲ τῷ δολίῳ ῥηθήσεταί φησι σωτήρ· πάντες γάρ που οἱ πάλαι ἄρχοντες μωροὶ ὄντες οὐκ ἐπέτρεπον τοῖς βουλομένοις τι μανθάνειν καὶ περὶ ἀληθείας ἐρωτᾶν. διὸ κατὰ τοὺς Ἑβδομήκοντα εἴρηται· καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα, ὁ γὰρ μωρὸς μωρὰ λαλήσει. τοιοῦτος δὲ ἦν ἀληθῶς πᾶς ὁ «τὴν σοφίαν» ἐπαγγελλόμενος «τοῦ αἰῶνος τούτου». καὶ ἡ καρδία δὲ αὐτοῦ μάταια ἐνόει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν, τοῦ διαστρέψαι ψυχὰς πεινώσας, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τοῦ κόψαι ἢ ἐκκόψαι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Ταῦτα γὰρ πάντα πάλαι ἔπραττον οἱ πάλαι μωροὶ ἄρχοντες τῶν ἀνθρώπων καὶ τῆς βουλῆς αὐτῶν πονηρᾶς οὔσης ἄνομα ἐβουλεύοντο εἰς τὸ καταφθεῖραι τοῖς αὐτῶν λόγοις τοὺς τὰς ψυχὰς ταπεινούς, ἢ κατὰ τὸν Σύμμαχον· εἰς τὸ καταφθεῖραι πραεῖς ἐν λαλιαῖς ψευδέσιν καὶ ὑπὲρ τοῦ διασκεδάσαι λόγους ταπεινῶν. καὶ γὰρ εἴ πού τις μέτριος καὶ ταπεινὸς ὀρθὸν περὶ ἀληθείας προεφέρετο λόγον, τοῦτον ἠφάνιζον διασκεδαννύντες. ταῦτα μὲν πάλαι πρότερον οὐκέτι δὲ ἔσεσθαι ταῦτά φησιν ἐν τῇ καινῇ Σιών. οὐ γὰρ εἴπωσι τῷ μωρῷ ἄρχειν, οὐδὲ τῷ δολίῳ ῥηθήσεται σωτήρ, ἀλλ' οἱ εὐσεβεῖς συνετά φησιν ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ, κατὰ δὲ τὸν Σύμμαχον μετὰ τὴν κατὰ τῶν μωρῶν ἀρχόντων διήγησιν ἐπιλέγεται· ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται καὶ ἡγεμὼν ἀναστήσεται. δι' ὧν σημαίνονται οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς εἰς τὴν ἀρχὴν τῆς ἐκκλησίας αὐτοῦ καὶ τὸ ἡγεῖσθαι αὐτῆς ὁ δίκαιος δεδώρηται βασιλεύς. διὸ εἴρηται ἐξ αὐτοῦ προσώπου· «σὺ δέ, ἄνθρωπε, ἡγεμών μου καὶ γνωστέ μου». ἐπιτηρῆσαι δὲ ἄξιον ὡς ἐν ταῖς ἐπαγγελίαις ταύταις οὐδαμοῦ Ἰσραὴλ ὠνόμασται οὐδὲ ὁ πολλάκις ὠνομασμένος Ἰούδας οὐδὲ Ἰακὼβ διὰ τὸ τὴν προφητείαν περὶ τοῦ Χριστοῦ εἶναι καὶ περὶ τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ἐκ τῆς τῶν ἀρρένων ἐπιστρεφόντων πλάνης. εἰκότως οὖν κατὰ τοὺς Ἑβδομήκοντα ἐν ἀρχῇ τῆς περικοπῆς ὁ λόγος «ἐμακάριζε τοὺς ἔχοντας» «ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ», ταύτῃ δῆλον δ' ὅτι τῇ καινῇ Σιὼν καὶ τῇ νέᾳ Χριστοῦ Ἰερουσαλήμ, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων ἀνδρῶν ἐξανθῆσαν, ἐκαρποφόρησεν ὡς τὴν σύμπασαν οἰκουμένην τῆς ἐξ αὐτῶν εὐλογίας πληρωθῆναι. διὸ περὶ αὐτῶν οἱ πάλαι τοῦ θεοῦ μακάριοι προφῆται θεσπίζοντες ἔλεγον· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἀλλ' οὐ γεγόνασιν οἱ ταῦτα λέγοντες ἄσποροι καὶ ἄγονοι καὶ ἄκαρποι «ὡς Σόδομα καὶ ὡς Γόμορρα»· διὸ μακαρίζονται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τοιαῦτα «σπέρματα» τοιούτους «οἰκείους» κτησάμενοι. διὸ εἴρηται· «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ». πολλαχοῦ δὲ τῆς προκειμένης προφητείας εὑρήσεις προϊὼν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τοῦτον χρηματίζουσαν τὸν τρόπον.
2.3.1
Θεσπίσας ὁ λόγος τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ τὴν «μετὰ κρίσεως» ὀρθῆς ἐπιστασίαν διὰ τοῦ εἰπεῖν· «ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν», εἶτ' ἐπισυνάψας τῶν ἐθνῶν τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῷ ἐκ περιτομῆς λαῷ διὰ τῶν προκειμένων προσφωνεῖ παρακελευόμενος ἀποκλάεσθαι καὶ κόπτεσθαι καὶ θρηνεῖν ὡς ἂν «ἐκπεσόντι τῆς τοῦ θεοῦ χάριτος» διὰ τὴν εἰς τὸν θεὸν ἀπιστίαν αὐτῶν· διαβάλλων δὲ τὸ ἄνανδρον τῆς ψυχῆς αὐτῶν καὶ τὸ τεθηλυμμένον γυναῖκας αὐτοὺς ἀποκαλεῖ. φησὶ δὲ τὰς συναγωγὰς αὐτῶν δηλοῦσθαι διὰ τῆς φασκούσης προφητείας· γυναῖκες πλούσιαι, ἀνάστητε, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· γυναῖκες εὐθηνοῦσαι· καὶ γὰρ ἦσαν ὡς ἀληθῶς πάλαι ποτὲ «κατὰ θεὸν πλουτοῦσαι» καὶ εὐθηνοῦσαι. εἰ μὴ ἄρα πλουσίας αὐτὰς λέγει καὶ εὐθηνούσας διὰ τὸ δοκεῖν ἐν σωματικῷ πλούτῳ περιττεύειν καὶ τρυφᾶν, παρακελεύεται τοίνυν αὐταῖς ὁ λόγος μὴ ὑπτίως μηδὲ παρέργως προσέχειν τοῖς λεγομένοις, διεγηγερμένως δὲ καὶ συντεταγμένως. διό φησιν· ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου. μήτι δὲ καὶ ὡς πεσούσαις προστάττει διαναστῆναι; ἀντὶ δὲ τοῦ· θυγατέρες ἐν ἐλπίδι, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως θυγατέρες πεποιθυῖαι εἰρήκασιν· ἐδόκουν γὰρ εἰσέτι τότε ὡς ἂν πλούσιαι τυγχάνουσαι καὶ εὐθηνοῦσαι μέγα φρονεῖν καὶ πεποιθέναι ἐπὶ τῷ πλούτῳ. εἴποις δ' ἂν τὰς μὲν πρώτας γυναῖκας σημαίνειν τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρὰ Ἰουδαίοις συνόδους καὶ τὰ πλήθη τὰ ἐν αὐταῖς συναγόμενα, τὰς δὲ θυγατέρας τὰς ἐν τοῖς ὕστερον χρόνοις ὑποστησομένας τῶν αὐτῶν συναγωγάς. Καὶ δὴ προστάττει ὁ λόγος ἀμφοτέροις τοῖς εἰρημένοις τάγμασι συντεταμένως καὶ μετὰ προσοχῆς ἀκοῦσαι τῶν ἐπιφερομένων, δι' ὧν διδάσκει προσήκειν αὐταῖς μνείαν ποιήσασθαι ἐνιαυτοῦ τινος ἡμερῶν καὶ τοῦτο πρᾶξαι μετὰ ὀδύνης πρὸς τῷ καὶ ἐλπίδα ὑπογράψαι ἑαυταῖς ἀγαθήν. ἐνιαυτὸν δὲ ὁ προφητικὸς λόγος τὸν χρόνον τοῦ κηρύγματος τοῦ εὐαγγελικοῦ, καθ' ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν συνὼν ἀνθρώποις ἐκήρυττε, διδάσκει. καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ἑξῆς ἐκ προσώπου τοῦ Χριστοῦ λέγεσθαι· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν». τούτου δὴ οὖν τοῦ ἐνιαυτοῦ μνείαν ποιήσασθαι βούλεται τὰς εἰρημένας καὶ τοῦτο πρᾶξαι μετὰ ὀδύνης κατανυττομένας ἐφ' οἷς τετολμήκασιν, ἀλλὰ καὶ μετὰ ἐλπίδος ἀγαθῆς τοῦτο ποιεῖν διὰ τὴν τοῖς μεταμελομένοις ἐφ' οἷς ἔπραξαν ἐπηγγελμένην ἐλπίδα. ὅτε μὲν οὖν ὑπῆρχεν «ἀμπελὼν κυρίου ὁ οἶκος τοῦ Ἰσραὴλ καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον», πολὺς ἦν ὁ παρ' αὐτοῖς τρυγητός, λέγω δὲ ὅτε συνειστήκει ὁ νεὼς καὶ τὸ θυσιαστήριον, ἐξ ἅπαντός τε τοῦ ἔθνους ὥσπερ ἐξ ἀμπελῶνος τὰ δῶρα καὶ αἱ κατὰ νόμον θυσίαι προσεφέροντο. νυνὶ δέ φησιν· ἀνήλωται ὁ τρυγητὸς καὶ πέπαυται. εἰ δὲ καὶ ἄλλοτέ ποτε παυσάμενος οὗτος ὁ τρυγητὸς κατὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν αὖθις ἀνελήφθη ἀνανεωθέντος τοῦ τόπου, ἀλλὰ νῦν μὲν μανθάνετε, ὅτι οὐκέτι μὴ ἔλθῃ· ἅπαξ γὰρ ἀνήλωται καὶ πέπαυται, κατὰ δὲ τὸν Σύμμαχον· συνετελέσθη φησὶ τρυγητός, ἐκηρύχθη ἵνα μὴ ἔλθῃ. Τί οὖν χρὴ ἐπὶ τούτῳ πράττειν ὑμᾶς τὰς προλεχθείσας, ἐπιφέρει λέγων· ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι. ἁψάσθω φησὶν ὑμῶν «ἡ κατὰ θεὸν λύπη», καὶ τῆς προτέρας ἀπιστίας ἔκστητε ἐπιδοῦσαι ἑαυτὰς «εἰς μετάνοιαν»· «ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται». διὸ «καρποὺς μετανοίας» τοῖς ἔργοις ἐνδείξασθε ἀποδυσάμεναι τὴν τοῦ πλούτου περιβολήν, τῆς τε τρυφῆς καὶ τῆς εὐθηνίας ἑαυτὰς ἀπογυμνώσασαι, ἀνδρικῷ δὲ σχήματι περιζωσάμεναι τὰς ὀσφὺς κόπτεσθε τὴν καταλαβοῦσαν ἐρημίαν τὸν πάλαι ὑμῶν «ἐπιθυμητὸν ἀμπελῶνα». τί δὲ πέπονθεν ὁ ἀγρὸς καὶ τί ἡ ἄμπελος ἡ πολυφόρος, ἑξῆς ἐπιλέγει· ἡ γῆ τοῦ λαοῦ ἄκανθα καὶ χόρτος ἀναβήσεται. τοῦτο δὲ ἐδήλου διὰ τῶν ἔμπροσθεν εἰπών· «καὶ ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». καὶ ταύτας διερμηνεύων ἐπῆγε λέγων· «ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». ἐπὶ τούτοις τοιγαροῦν κόπτεσθαι παρεκελεύετο καὶ μάλιστα διὰ τὴν ἐπιφερομένην ἀπειλήν, δι' ἧς εἴρηται· ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. καὶ ἡ πάλαι πλουσία πόλις αὕτη, οἶκοι ἔρημοι καταλειφθήσονται, ὅτε πλοῦτος τῆς πόλεως καὶ τὰ σεμνὰ καὶ τὰ ἐπιθυμητὰ τοῦ ἱεροῦ οἴκου καταλειφθήσονται ὑπὸ τοῦ θεοῦ. καὶ γενήσεται δέ φησιν ἡ πάλαι γαυριῶσα καὶ τοῦ θεοῦ χρηματίζουσα πόλις οἰκητήριον ὄνων ἀγρίων καὶ βοσκήματα ποιμένων, ἢ κατὰ τὸν Ἀκύλαν· βοσκήματα ἀγελῶν. τίς δὲ ὁρῶν μετοίκους ἄνδρας οἰκοῦντας τὴν Ἰερουσαλὴμ εἰδωλολάτρας τε ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους, οὐκ ἂν εὐλόγως εἴποι ὄνους ἀγρίους καὶ διαφόρους ἀγέλας καταβόσκεσθαι αὐτήν; διὸ λέλεκται· εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων. Διὰ ταῦτα τοιγαροῦν προσέταξεν ὑμῖν ὁ λόγος ἰσχυρὸν ποιεῖσθαι κοπετὸν καὶ τῷ θρήνῳ παραμένειν ἐπὶ τοσοῦτον, ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς πνεῦμα ἀφ' ὑψηλοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ἀνάψυξις ἐξ ὕψους· ἔστι μὲν γὰρ διαφορὰ πνευμάτων, πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται καὶ ἀναπαῦσαι τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ἢ τὸ ἐξ ὕψους καταπεμπόμενον πνεῦμα εἴγε ἐπέλθοι ἐφ' ὑμᾶς. τοῦτο δὲ ἦν περὶ οὗ ἔφασκεν ὁ σωτήρ· «ἰδοὺ ἐγὼ ἀπέρχομαι καὶ ἀποστέλλω ὑμῖν τὸν παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας», καὶ πάλιν· «ἕως ἂν λάβητε ἐξ ὕψους δύναμιν». ἐπεὶ τοίνυν· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καί· «μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται», εἰκότως ταῖς προλεχθείσαις, εἰ διὰ θρήνου καὶ κλαυθμοῦ καὶ κοπετοῦ τὴν μετάνοιαν ἐνεδείξαντο, ἐπαγγελίαν δίδωσιν ἀγαθὴν τὴν διὰ τοῦ ἁγίου πνεύματος. εἶτα πάλιν τὰ ἀνωτέρω λελεγμένα διαφόρως ἑρμηνεύει λέγων· καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἔσται φησὶν ἔρημος ὁ Κάρμηλος, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται. ἐλέγετο δὲ καὶ διὰ τῶν ἔμπροσθεν· «οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται· καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης», κατὰ δὲ τὸν Σύμμαχον· «ἔτι βραχύ» φησι «καὶ ἔσται Λίβανος εἰς Κάρμηλον, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται». δι' ὧν Λίβανος μὲν τὸ ὄρος τὸ ἐπὶ τῆς Φοινίκης ἐδήλου τὰ ἔθνη, Κάρμηλος δὲ τὸ ὄρος τὸ ὑπὸ Ἰουδαίοις ὂν πρότερον τὸν ἐκ περιτομῆς λαόν, ὅθεν καὶ ἑρμηνεύεται ὁ Χερμέλ, δηλαδὴ ὁ Κάρμηλος, ἐπίγνωσις περιτομῆς. τὸν Λίβανον τοίνυν, τὸν ἀλλόφυλον καὶ τὸν ἀλλογενῆ λαὸν τὸν ἐξ ἐθνῶν μεταβληθέντα ἔσεσθαί φησιν, ὁποῖος ἦν ὁ πάλαι παρὰ τῷ θεῷ τετιμημένος λαὸς ὁ ἐκ περιτομῆς, αὐτὸν δὲ τὸν ἐκ περιτομῆς λαὸν Χερμὲλ ἢ Κάρμηλον ὀνομαζόμενον εἰς δρυμὸν λογισθήσεσθαι. τοῦτο τοίνυν καὶ ἐν τοῖς μετὰ χεῖρας σημαίνει φάσκων ὁ λόγος. κατὰ τὸν Σύμμαχον· καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον· ὡς γὰρ ἐκεῖ ὁ Λίβανος εἰς Κάρμηλον ἐλέγετο μεταβαλεῖσθαι, οὕτως ἐνταῦθα ἡ ἔρημος, ἵν' ᾖ ταῦτα ἡ ἔρημος καὶ ὁ Λίβανος οὕτω δηλουμένης τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἥτις μεταβέβληται εἰς Κάρμηλον. ὥσπερ γὰρ ἦν πάλαι πρότερον «μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», ὅ τε Κάρμηλος ἦν ἐπίγνωσιν ἔχων περὶ ταύτης, οὕτως ὁ Λίβανος καὶ ἡ πάλαι ἔρημος ἐπὶ τὸ κρεῖττον μεταβαλοῦσα γέγονε «μερὶς τοῦ θεοῦ». ὡς αὖ πάλιν ὁ Κάρμηλος εἰς δρυμὸν ἐλογίσθη, δρυμὸς δέ ἐστι χωρίον φυτῶν ἀγρίων καὶ ἀκάρπων πλήρης. διὸ σύνηθές ἐστι τῇ θείᾳ γραφῇ «τὰ ἔθνη τὰ τὸν θεὸν οὐκ εἰδότα» δρυμὸν ὀνομάζειν ὡς πολλάκις ἀπεδείξαμεν. Εἶθ' ἑξῆς ὡς ἂν ἤδη μεγάλων ἀγαθῶν ἠξιωμένη τῇ ἐρήμῳ ἐπαγγέλλεται τὰ ἐπιφερόμενα λέγων· καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει· ποίῳ δὲ Καρμήλῳ ἢ αὐτῇ τῇ ἐρήμῳ, περὶ ἧς ἐλέγετο· καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον. κρίμα τοίνυν καὶ δικαιοσύνην ἀναπαύσεσθαι καὶ κατοικήσειν ἐπαγγέλλεται ἐν τῇ πάλαι ἐρήμῳ. διὸ καὶ τῆς ἀνωτέρω προφητείας ἐλέγετο· «ἔτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ». καὶ ἑξῆς ἐπεφέρετο ἡ τῶν ἀπίστων ἐθνῶν εἰς τὸν θεὸν ἐπιστροφὴ διὰ τοῦ· «καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται» καὶ τὰ ἑξῆς. οὕτως οὖν καὶ ἐνταῦθα τὰ ὅμοια ἐκείνοις ἐπάγει φάσκων ἐν τῇ πάλαι ἐρήμῳ ἀναπαύσεσθαι κρίμα καὶ δικαιοσύνην, ἔσεσθαι ἐν αὐτῇ ἔργα δικαιοσύνης, ἀλλὰ καὶ ἔσονταί φησιν ἐν τῇ ἐρήμῳ ταύτῃ πεποιθότες ἕως τοῦ αἰῶνος· καὶ οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης. ἀντὶ γὰρ τῆς καθαιρεθείσης πόλεως τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης ἑτέραν τῷ θεῷ συστήσεσθαι πόλιν, τὴν ἀπὸ περάτων ἕως περάτων καθολικὴν ἐκκλησίαν καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα θεσπίζει. κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἑδρασθήσεταί φησιν ὁ λαός μου ἐν οἰκίᾳ εἰρήνης, οὐκέτι τοῦ Ἰσραὴλ ἐνταῦθα οὐδὲ τοῦ Ἰακὼβ μνημονευομένου, ἀλλὰ τοῦ θεοῦ τοῦ κατοικήσαντος ἐν τῇ καινῇ πόλει τῆς εἰρήνης, ἐν ᾗ κατοικήσειν τὸν λαὸν αὐτοῦ φησι πεποιθὼς καὶ ἀναπαύεσθαι μετὰ πλούτου. τὸν δὲ τῆς ἐκκλησίας πλοῦτον σημαίνει λέγων ὁ Ἀπόστολος· «Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει». Εἶτα ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν «ὀργὴν» τοῦ θεοῦ τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι κατὰ τὸν τῆς κρίσεως καιρὸν ἐδήλου φάσκων· «μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς πυρὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς χάλαζα συγκαταφερομένη βίᾳ», εἰκότως ἐπὶ τοῦ παρόντος ἐπιφέρει περὶ τῶν μετὰ χεῖρας μακαριζομένων τό· ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει, ἀλλὰ καὶ οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς ἔσονταί φησι πεποιθότες ὡς ἐν τῇ πεδινῇ. ὁρᾷς ὅπως τοῖς ἀνημέροις καὶ ἀκάρποις φυτοῖς τοῦ δρυμοῦ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὡς μηκέτι εἶναι τὰς τοιάσδε ψυχὰς ἐν δρυμοῖς, ἀλλ' ἐν πεδιάδι καὶ ὁμαλῇ καὶ γεωργουμένῃ χώρᾳ ὥστε θαρρεῖν καὶ πεποιθέναι ἐπὶ τῇ ἑαυτῶν καρποφορίᾳ. Ταῦτα θεσπίσας ὁ λόγος ἑξῆς καὶ ἀκολούθως μακαρίζει τοὺς τὴν ἐρημίαν ταύτην γεωργήσαντας. διὸ λέγει· μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. μακαρίζει δὲ διὰ τούτων τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν καὶ τοὺς πρώτους κήρυκας τοῦ εὐαγγελίου τοὺς καὶ Ἰουδαίοις καὶ Ἕλλησι κηρύξαντας καὶ τὸν σπόρον αὐτῶν καταβαλλομένους ἐπὶ πάντα ἄνθρωπον «Ἰουδαῖόν τε πρῶτον καὶ Ἕλληνα». βοῦς μὲν γὰρ διὰ τοὺς πατέρας ὡσανεὶ καθαρὸν ζῷον ὁ ἐκ περιτομῆς λαὸς ὠνόμασται, ὄνος δὲ ὡσανεὶ ἀκάθαρτος ἐκ πατέρων ὁ εἰδωλολατρῶν λαός. ἐπεὶ τοίνυν «Ἰουδαίοις πρώτοις, ἔπειτα Ἕλλησιν» τὸν εὐαγγελικὸν κατεβάλλοντο σπόρον οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, εἰκότως εἴρηται· μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. ὕδωρ δὲ ἐνταῦθα ᾐνίξατο τὴν θεόπνευστον γραφὴν ὑπὸ Ἰουδαίων καὶ τοῦ ἐξ ἐθνῶν λαοῦ πατουμένην. Ἀλλ' ἐγὼ μέν φησιν ὁ προφήτης μακαρίους ὑμᾶς ἡγοῦμαι, ὁρῶ δὲ ἑτέρους ταλανίζοντας ὑμᾶς καὶ ταλαιπώρους ἀποκαλοῦντας, λέγω δὲ τοὺς διώκτας ὑμῶν. διὸ περὶ αὐτῶν φημι· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, καὶ οὐαὶ αὐτοῖς ἀληθῶς, ὅτι ὑμᾶς οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς νομίζει μὲν ἀνθρώπους ἀθετεῖν, ἀλλ' «ὑμᾶς οὐκ ἀθετεῖ», ἀλλὰ «τὸν ἀποστείλαντα» ὑμᾶς. τούτοις δὲ ἀδελφὰ τυγχάνει τὰ δι' ὧν ὁ σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· «ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με». δύο γὰρ ὄντων ταγμάτων, ὡς ἂν εἴποι τις κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, τῶν μὲν δρώντων, τῶν δὲ πασχόντων, μακάριος ἂν εἴη ὁ πάσχων, ἀλλὰ μὴ δρῶν· ἄθλιος δὲ ὁ δρῶν, ἀλλὰ μὴ πάσχων. οὐαὶ δὲ τοῖς αὐτοῖς ἔσται καὶ ἄλλως, ἐπειδὴ ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται τῷ παραλαμβάνοντι τοὺς ἀποβλήτους τοῦ θεοῦ γινομένους, ὃς παραλαβὼν τὰς ψυχὰς αὐτῶν οὕτως διαφθείρῃ ὡς ἑξῆς ἐπιλέγεσθαι τό· καὶ ὡς σὴς ἐφ' ἱματίῳ οὕτως ἡττηθήσονται.
2.4.1
Μακαρίσας ὁ προφητικὸς λόγος τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν «Ἰουδαίοις ἅμα καὶ Ἕλλησι» τὰ οὐράνια καὶ εὐαγγελικὰ σπέρματα «κατασπείραντας», ταλανίσας δὲ τοὺς «ἀθετήσαντας» καὶ ὥσπερ ἀναθεματίσας αὐτοὺς ἐξ αὐτῶν προσώπου τῶν ἀποστόλων εὐχὴν ἀναπέμπει τὴν λέγουσαν· κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· τῶν μὲν γὰρ ἀπειθησάντων τῷ εὐαγγελικῷ κηρύγματι τὸ σπέρμα παρεδόθη ἀπωλείᾳ, ἡμῶν δὲ σωτηρία σὺ αὐτὸς τυγχάνεις, ὦ κύριε, παριστάμενος ἡμῖν ἐν καιρῷ θλίψεως. Εἶτα περὶ τῶν ἀπιστησάντων τῷ ἀποστολικῷ κηρύγματι ἐπιλέγει· διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ καὶ διεσκορπίσθησαν ἔθνη, κατὰ δὲ τὸν Ἀκύλαν· ἀπὸ φωνῆς ὄχλου, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἀπὸ φωνῆς πλήθους ἀνεχώρησαν λαοί. σημαίνει δὲ τὴν πολιορκίαν τοῦ Ἰουδαίων ἔθνους καὶ ὡς πολυπληθείας πολεμίων ἐπελθούσης αὐτοῖς ἐξέστησαν τῆς ἑαυτῶν γῆς καὶ διεσκορπίσθησαν εἰς τὰ ἔθνη. ἀντὶ δὲ τοῦ· ἀπὸ τοῦ φόβου σου, ὁ Σύμμαχος ἀπὸ τοῦ ὑψωθῆναί σε διεσπάρησαν εἴρηκεν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων· ἀπὸ ὑψώσεώς σου διεσκορπίσθησαν. εἶτα ὡς πρὸς αὐτοὺς διασκορπισθέντας εἰς τὰ ἔθνη ἐπιλέγει· νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν, τὸ εὐχείρωτον καὶ εὐάλωτον τοῦ Ἰουδαίων ἔθνους παριστάς, τό τε πλῆθος αὐτῶν ἀκρίσι παραβάλλων. ἀλλὰ καὶ ἐμπαίξουσιν ὑμῖν πρὸς αὐτοὺς λεγόμενον σημαίνει ὡς οἱ πολέμιοι ἀντὶ παιγνίας αὐτοὺς ἕξουσιν οὐ μόνον τὰ σκῦλα αὐτῶν διαρπάσαντες μικροῦ καὶ μεγάλου, ἀλλὰ καὶ αὐτοῖς ἐμπαίξοντες. Ταῦτα περὶ τούτων εἰπὼν μεταβαίνει ἐπὶ τὸ τάγμα τῆς τοῦ θεοῦ ἐκκλησίας, ἐφ' ᾧ καὶ δοξάζει τὸν θεὸν λέγων· ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. νοήσεις δὲ τὴν Σιὼν ἀπὸ τοῦ λέγεσθαι κρίσεως καὶ δικαιοσύνης πεπληρῶσθαι αὐτήν. ἐν δὲ τοῖς ἀνωτέρω ἐλέγετο· «καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα καὶ δικαιοσύνη». τὴν ἀνωτέρω τοίνυν ἔρημον ὠνομασμένην νῦν Σιὼν ἀποκαλεῖ, οὕτω τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σημαίνων· αὕτη γὰρ ἦν ἡ πάλαι «ἔρημος, ἐν ᾗ ἀνεπαύσατο κρίμα καὶ δικαιοσύνη». διὸ εὐλογεῖται νῦν ὁ θεός, ὅτι ἐνεπλήσθη κρίσεως καὶ δικαιοσύνης. Εἶτά φησιν· ἐν νόμῳ παραδοθήσονται· νόμῳ γὰρ καινῷ, δηλαδὴ τῷ εὐαγγελικῷ οἱ ἐν τῇ καινῇ ταύτῃ Σιὼν παρεδόθησαν. ἀλλὰ καὶ ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν· ποίοις δὲ θησαυροῖς ἢ «τοῖς ἀποκειμένοις ἐν οὐρανῷ»; ἀντὶ δὲ τοῦ· ἐν νόμῳ παραδοθήσονται, ὁ Σύμμαχος· καὶ ἔσται φησὶν ἡ πίστις τοῦ καιροῦ σου πλοῦτος σωτηρίας, σοφία καὶ γνῶσις, φόβος κυρίου, αὐτὸς ὁ θησαυρὸς αὐτοῦ. ἀνθ' οὗ οἱ Ἑβδομήκοντα πεποιήκασιν· ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν θεόν· πάντα γὰρ ταῦτα ἐξ ἀνθρώπων ὥσπερ τις θυσία λογικὴ καὶ εὐπρόσδεκτος ἀναφέρεται πρὸς τὸν θεόν, καὶ ταῦτα αὐτὰ ἡ ἐν ἀνθρώποις σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια θησαυροί εἰσι δικαιοσύνης. διὸ ἐλέγετο· ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν. Μετὰ ταῦτα εἰς αὐτῶν πρόσωπον τῶν ἀποστόλων λέγεται· ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφ' ὑμῶν· ἐπιπεσεῖται γὰρ ἐπὶ τοὺς ἀπίστους ὁ ὑμέτερος φόβος, καὶ βοήσουσιν ἡττώμενοι οἱ πάλαι ὑμῖν νομιζόμενοι φοβεροί. κατὰ δὲ τὸν Σύμμαχον· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἔκραξαν ἐκτενῶς· τίνες δὲ ἔκραξαν ἐκτενῶς, ἐπιλέγει ἑξῆς· ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν, καὶ κατὰ τὸν Ἀκύλαν· ἰδού φησιν ὁραθήσομαι αὐτοῖς, βοήσω ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται. κατὰ πάντας τοίνυν τό· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, σαφῶς εἴρηται τοῦ λόγου παριστῶντος τὸν θεὸν ὀφθήσεσθαι αὐτοῖς· τίσι δὲ αὐτοῖς ἢ τοῖς θησαυρίσασιν ἑαυτοῖς τοὺς τῆς δικαιοσύνης καὶ τῆς σοφίας θησαυρούς; τούτοις φησὶν ὀφθήσομαι· ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς ἐγὼ μὲν «ὤφθην». οἱ δὲ ἔκραξαν ἐκτενῶς ἄγγελοι εἰρήνης, διὸ καὶ πικρῶς ἔκλαυσαν βοῶντες ἐν εὐχαῖς ἐκτενῶς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ· ἦσαν γὰρ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν ἄγγελοι πικρῶς κλαίοντες καὶ πενθοῦντες διὰ τὸ μὴ πείθεσθαι μηδὲ πιστεύειν αὐτοῖς τοὺς δι' αὐτῶν κεκλημένους ἐπὶ τὴν τοῦ Χριστοῦ εἰρήνην. διὸ καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενος τὴν Ἰερουσαλὴμ ἔλεγεν· «εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου»· οὕτω τοίνυν καὶ ἄγγελοι τῆς εἰρήνης πικρῶς ἔκλαυσαν ἀποδυρόμενοι αὐτῶν τὴν ἀπώλειαν. Διὸ ἐπιλέγει· ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσεσθε αὐτοὺς ἀνθρώπους. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ἠφανίσθησαν ὁδοί· ἐπαύσατο ὁ διοδεύων τρίβον, διεσκόρπισε διαθήκην, ἀπώσατο πόλεις, οὐκ ἐλογίσατο ἀνθρώπους. τὸ δέ· πέπαυται ὁ φόβος τῶν ἐθνῶν οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. ἀλλ' ὅτι ἐπαύσαντο αἱ ὁδοὶ τοῦ ἐκ περιτομῆς λαοῦ καὶ ὅτι ἡ πρὸς αὐτοὺς διαθήκη αἴρεται ἡ διὰ Μωσέως αὐτοῖς παραδοθεῖσα καὶ ὅτι οὐδεὶς οὐκέτι αὐτοὺς εἰς ἀνθρώπους λογιεῖται. Εἶτα μετ' αὐτὰ ἐπιλέγει· ἐπένθησεν ἡ γῆ, ἀκολούθως διὰ τὰ περὶ αὐτῆς εἰρημένα ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμέλ, κατὰ δὲ τὸν Σύμμαχον· ἔκλαυσεν, ἠσθένησεν ἡ γῆ, κατῃσχύνθη ὁ Λίβανος, ἀχρεῖος ἐγένετο ὁ Σαρὼν ὡσεὶ ἄβατος καὶ ἐξέτειναν ὁ Βασὰν καὶ ὁ Κάρμηλος. ταῦτα πάντα τῆς Ἰουδαίας χώρας μέρη τυγχάνει, ὁ Κάρμηλος λέγω καὶ ἡ καλουμένη Βασὰν καὶ ἡ Γαλιλαία καὶ ὁ Σαρὼν καὶ ὁ Λίβανος δὲ ἐν τοῖς προκειμένοις μεταξὺ τοῦ Σαρὼν καὶ τοῦ Βασὰν καὶ τοῦ Καρμήλου καὶ τῆς Γαλιλαίας παρεμβεβλημένος ἰδίως ἐπὶ τοῦ παρόντος νοεῖται ἐπὶ τῆς Ἰερουσαλὴμ διὰ τὴν θυσίαν τὴν ἐν αὐτῇ ἀναπεμπομένην, ἐν ᾗ καὶ λίβανος προσεφέρετο κατὰ τὸν Μωϋσέως νόμον. καὶ δὴ κατῃσχύνθαι φησὶ τὸν Λίβανον ὡσεὶ σαφέστερον ἔλεγε τὴν θυσίαν καὶ τὸ θυσιαστήριον διὰ τὴν καθαίρεσιν τῆς κατὰ τὸν Μωϋσέως νόμον λατρείας. καὶ ἐν ἑτέροις δὲ ἡ Ἰερουσαλὴμ Λίβανος ὠνομάσθη, ὡς ἐν τῷ Ζαχαρίᾳ εἴρηται· «διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου». καὶ ὁ Ἰεζεκιὴλ δέ φησιν· «ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου». εἶτα ἑρμηνεύων τὴν τοῦ λόγου διάνοιαν ἐπιλέγει, ὅταν ἔλθῃ ὁ Ναβουχοδονόσορ εἰς Ἰερουσαλὴμ δηλαυγῶς τὸν μὲν ἀετὸν διασαφῶν εἶναι τὸν τῶν Βαβυλωνίων βασιλέα, τὸν δὲ Λίβανον τὴν Ἰερουσαλήμ. ἀλλὰ καὶ ἡ χώρα φησὶν ἡ καλουμένη Σαρὼν ἢ Ἀσσαρὼν ἕλη φησὶν ἐγένετο ἢ ἀχρεῖος, δι' οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν ταῖς ψυχαῖς αὐτῶν νοούμενα ἀφανισθήσεσθαι. τὸ δέ· φανερὰ ἔσται ἡ Γαλιλαία, εἴρηται διὰ τὰ περὶ αὐτῆς ἐν τοῖς ἔμπροσθεν προφητευθέντα κατὰ τὸ «Γαλιλαία τῶν ἐθνῶν»· «ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς»· διὰ ταῦτα γὰρ φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμὲλ δὲ ὁμοίως φανερὸς ἔσται φησίν. ποῖος δὲ οὗτος ἢ περὶ οὗ ἐλέγετο ἀνωτέρω· «καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ»; αὕτη οὖν «ἡ ἔρημος» γενομένη «ὡς ὁ Χερμὲλ» μετὰ καὶ τῆς Γαλιλαίας φανερὰ ἔσται. Ὁ μὲν οὖν φιλάνθρωπος θεὸς «ἀγγέλους ἀπέστειλεν εἰρήνης» πρὸς τὸν Ἰουδαίων λαὸν «πικρῶς κλαίοντας καὶ παρακαλοῦντας» ἀποδέξασθαι τὴν εὐαγγελιζομένην αὐτοῖς «εἰρήνην». ἐπεὶ δὲ οὐκ ἐδέξαντο αὐτούς, ἐπιφέρει φάσκων· νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι· νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε, τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ' ἣν ὄψονται καὶ αἴσθησιν αὐτοῦ τῆς θεότητος λήψονται. τότε δὲ δοξασθήσεται αὐτὸς καὶ ὑψωθήσεται. καὶ τότε γνώσονται, ὅτι ματαία ἦν ἄρα ἡ ἰσχὺς τοῦ πνεύματος αὐτῶν· πῦρ γὰρ κατέδεται αὐτούς, διὸ εἰς αὐτῶν πρόσωπον εἴρηται· ματαία ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς. ἀντὶ δὲ τοῦ· καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ καὶ ἔσονται λαοὶ ἐμπεπυρισμένοι εἰρήκασι σαφῶς διαστελλομένου τοῦ λόγου λαοὺς πρὸς οὓς ἦν ὁ λόγος· οὗτοι γάρ φησιν ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ καταπεπατημένη.
2.5.1
Εἰ καὶ ταῦτα περὶ τῶν μὴ παραδεξαμένων τὴν εὐαγγελισθεῖσαν αὐτοῖς χάριν τοῦ Ἰουδαίων λαοῦ θεσπίζει, ὑμεῖς «ἀκοῇ» τούτων τῶν προφητικῶν λόγων «ἀκούοντες οὐ συνίετε» γινώσκοντες, ὅτι ταῦτα αὐτὰ πρὸς ὑμᾶς Ἑβραϊκῇ φωνῇ λαλούμενά τε καὶ γραφόμενα, ὅσα τε ἄλλα θαυμαστὰ εἰς ὑμᾶς διεπραξάμην, οἱ πόρρωθεν μέχρι καὶ τῶν ἐσχάτων τῆς γῆς οἰκοῦντες καὶ ἅπερ παρ' ὑμῖν ἐλάλησα καὶ ὑμῶν ὁρώντων ἐποίησα, οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης γνώσονται. πῶς δὲ γνώσονται, ἀλλ' ἢ «ἐγγίσαντες τῷ θεῷ» καὶ προσελθόντες αὐτῷ καὶ τὴν ἰσχὺν αὐτοῦ μεμαθηκότες. Οὗτοι δὲ αὐτοὶ εἴσονται, ὅπως ἀπέστησάν μου οἱ ἐν Σιὼν ἄνομοι· οὗ χάριν διὰ τὴν ἀποστασίαν αὐτῶν λήψεται αὐτοὺς τρόμος. εἶτα ὡς πρὸς αὐτοὺς τοὺς ἀπιστήσαντας τοῦ ἐκ περιτομῆς λαοῦ ἑξῆς ἐπιλέγει· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; περὶ οὗ μικρῷ πρόσθεν ἔλεγεν· «πῦρ κατέδεται ὑμᾶς», καὶ πάλιν· τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; «τὸν ἡτοιμασμένον» δηλονότι «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». τίς οὖν ἔσται ὁ ταῦτα εἰδὼς καὶ τοῖς μὴ εἰδόσι προμαρτυρόμενος ἢ πᾶς ὁ πορευόμενος ἐν δικαιοσύνῃ καὶ λαλῶν εὐθεῖαν ὁδὸν καὶ πᾶς μισῶν ἀσέβειαν καὶ ἀδικίαν, δωροδοκίαν τε ἀποστρεφόμενος καὶ τὰ ὦτα φράττων τοῦ μὴ ἀκοῦσαι κρίσιν αἵματος, καμμύων τε τοὺς ὀφθαλμοὺς τοῦ μὴ θεωρεῖν ἄδικον πρᾶξιν; τοιοῦτος δὲ ἦν ἕκαστος τῶν προφητῶν τοῦ θεοῦ καὶ πᾶς θεοφιλὴς ἀνήρ, ὅ τε χορὸς τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν. πᾶς τοίνυν ὁ τοιοῦτος ἀπαγγελεῖ ὑμῖν φησι διότι πῦρ καίεται τοῖς ἀσεβέσιν «ἡτοιμασμένον». ὁ δ' αὐτὸς καὶ τὸν τόπον τῆς αἰωνίου κατακρίσεως δηλώσει ὑμῖν προμαρτυρόμενος φυλάττεσθαι μὴ περιπεσεῖν εἰς αὐτόν. Αὐτὸς δὲ οὗτος ὁ μακρὰν τοῦ πυρὸς γεγονὼς καὶ τοῦ προλεχθέντος αἰωνίου τόπου οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ καὶ ἐπὶ πέτρας ἰσχυρᾶς, κατὰ δὲ τὸν Σύμμαχον· αὐτὸς ἐν ὑψηλοῖς κατασκηνώσει ὡς περιοχαὶ πετρῶν τὸ ὕψος αὐτοῦ, ὡς νοεῖν ἡμᾶς διὰ τούτων τὴν τῶν μακαρίων ἄσκησιν καὶ τὸν ἐν ἀκρότητι φιλοσοφίας βίον αὐτῶν. διὸ ἐπιλέγει· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν· ὁ δὲ τοιοῦτος ἄρτῳ καὶ ὕδατι τὴν παροῦσαν ζωὴν ἀσκηθεὶς γέρας ἕξει καὶ καρπὸν τῆς ἀσκήσεως τὴν ἔνδοξον τοῦ βασιλέως θέαν. Διὸ ἐπιλέγεται· βασιλέα μετὰ δόξης ὄψεσθε· ποῖον δὲ βασιλέα ἢ δι' ὃν πάντα ταῦτα ἡ παροῦσα ὑπόθεσις κατέλεξεν ἀρξαμένη ἀπὸ τοῦ· «ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν». τοῦτον οὖν αὐτὸν ὄψονται ἐν δόξῃ οἱ τοιοῦτοι, ὁποίους διέγραψεν ὁ λόγος, ἀλλ' ἐκεῖνοι μὲν τούτων τεύξονται, ὑμῶν δέ, πρὸς οὓς ἐλέγετο· «τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται»; ἡ ψυχὴ πόρρωθεν ὄψεται «τὴν γῆν τῆς ἐπαγγελίας» τὴν ἐπουράνιον οὐκ ἐσομένων ὑμῶν ἐν αὐτῇ, ἀλλ' ἀπὸ μακρόθεν αὐτὴν ὁρώντων· «οἱ» γὰρ «πραεῖς κληρονομήσουσιν» ἐκείνην «τὴν γῆν», οἱ δὲ μακρὰν αὐτῆς ἀπορριφέντες φόβῳ τῆς αὐτῶν κατακρίσεως περιπεσοῦνται. Διὸ πρὸς αὐτοὺς ἐπιλέγεται· ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. εἶτ' ἐπιστρέφεται πάλιν ὁ λόγος πρὸς τὸν ἐκ περιτομῆς λαὸν καί φησι· ποῦ εἰσιν οἱ γραμματικοί, οἱ τὸ γράμμα τοῦ νόμου πρεσβεύσαντες καὶ μηδὲν ἕτερον εἰδότες νοεῖν ἢ τὰς τῆς λέξεως ἐπαγγελίας, οὓς ἐταλάνιζεν ὁ σωτὴρ ἐν Εὐαγγελίοις λέγων· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί». ποῦ τοίνυν οἱ γραμματικοί φησι, ποῦ οἱ συμβουλεύοντες; ποῦ γὰρ οὗτοι φανήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οἱ κολακείαις ἐκτρέφοντες τοὺς μαθητευομένους αὐτοῖς; διό φησιν· ὁ ἀριθμῶν τοὺς τρεφομένους, μικρὸν καὶ μέγαν λαόν, ᾧ οὐ συνεβουλεύσαντο, κολακείαις δὲ αὐτοὺς τρέφοντες διέστρεφον. κατὰ δὲ τὸν Σύμμαχον· ὁ ἀριθμῶν φησι τοὺς ἐκτεθραμμένους, τὸν λαὸν τὸν ἀναιδῆ. οὐκ ὄψει λαὸν βαρὺν χείλεσιν, ὥστε μὴ ἀκοῦσαι διάλεκτον γλώσσης· τὸν μὲν οὖν ἀναιδῆ λαόν φησι διαστρέφεις τρέφων κολακείᾳ καὶ ἀπάτῃ, ὦ σὺ γραμματεῦ τοῦ νόμου. οὐχ ὁρᾷς δὲ ὄψει τὸν ἐμὸν λαὸν τὸν βαρὺν τοῖς χείλεσιν; ἀλλ' οὐδὲ ἀκούσῃ ἀσύνετος ὢν διαλέκτου γλώσσης, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην». ἀλλὰ σὺ ταύτας τὰς γλώσσας οὐκ ἀκούσεις οὐδὲ τὸν βαθύφωνον λαὸν νοήσεις· πῶς γὰρ καὶ οἷόν τε ἦν αὐτοὺς ταῦτα νοεῖν ἀσυνέτους ὄντας ὥστε λέγεσθαι περὶ αὐτῶν· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.
2.6.1
Ἀντὶ τοῦ· ἰδοὺ Σιὼν ἡ πόλις ὁ μὲν Ἀκύλας ὡραματίσθη Σιὼν πολίχνη, ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν εἰρήκασι, τοῦ λόγου προσφωνοῦντος τῇ Σιὼν καὶ παρακελευομένου αὐτῇ θεάσασθαι τὴν πόλιν τὴν καλουμένην τὸ σωτήριον ἡμῶν ἢ θεάσασθαι τὴν πόλιν τῶν ἁγίων ἡμῶν. καὶ πάλιν ἑξῆς· οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, ὡς μελλούσης τῆς Ἰερουσαλὴμ γινώσκεσθαι καὶ ὡς οἱ ὀφθαλμοί σου ὄψονται ἑτέραν πόλιν τὴν τῶν ἑορτῶν. σημαίνει δὲ διὰ τούτων ὁ λόγος σωτήριον μὲν τὸν Χριστὸν τοῦ θεοῦ, πόλιν δὲ ἑορτῶν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἥτις ἐστὶ πόλις πλουσία, καὶ σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν· τῆς μὲν γὰρ Ἰουδαϊκῆς Ἰερουσαλὴμ πολλάκις ἐσείσθησαν αἱ σκηναὶ πολιορκηθείσης διαφόρως καὶ εἰς ἔδαφος κατενεχθείσης ὑπὸ τῶν κατὰ χρόνους πολεμησάντων αὐτήν, τῆς δὲ καινῆς ταύτης πόλεως ἀκινήτους φησὶν ἔσεσθαι τοὺς πασσάλους. κἂν γὰρ νομίζηταί ποτε ἐν διωγμοῖς ἐλαύνεσθαι καὶ πολιορκεῖσθαι, ἀλλ' «ἐπὶ τὴν πέτραν» ἑστῶσα μένει δι' αἰῶνος ἄπτωτος· «ἀψευδὴς» γὰρ ἦν ὁ εἰπών· «ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς», καὶ πάλιν· «κατέβησαν οἱ ὑετοί, ἦλθον οἱ ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». διὰ τοῦτο τὰ σχοινία αὐτῆς φησιν οὐ μὴ διαρραγῶσι. Καὶ τὸ αἴτιον ἐπιλέγει φάσκων· ὅτι τὸ ὄνομα κυρίου μέγα ἐστὶν ἡμῖν· τόπος ἡμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. αὐτὸ τὸ ὄνομά φησι κυρίου τόπος ἔσται ταύτῃ τῇ καινῇ πόλει τῇ ἀσείστῳ καὶ ἀπτώτῳ· διόπερ ὡς ἂν ἐπὶ τὸν κύριον τόπον ὄντα αὐτῆς ᾠκοδομημένη ἄσειστος μένει. κατὰ δὲ τὸν Σύμμαχον· ἐκεῖ φησι κραταιὸς ἡμῖν κύριος τόπος ποταμῶν, διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου οὐδὲ ἐντολὴ κραταιοῦ διαπεράσει αὐτό, καὶ κατὰ τὸν Ἀκύλαν· ἐκεῖ φησιν ὑπερμεγέθης κύριος ἡμῖν τόπος ποταμῶν, ῥεῖθρα πλατέα χερσίν, οὐ μὴ πορευθῇ ἐν αὐτῷ ναῦς κώπης καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό. τὰ παραπλήσια δὲ καὶ ὁ Θεοδοτίων ἐξέδωκεν. δι' ὧν ὁ λόγος τῆς προλεχθείσης πόλεως τὸν κύριόν φησιν ἔσεσθαι τόπον ποταμῶν ῥεῖθρα ἐχόντων καὶ διώρυγας πλατεῖς ὥστε λέγειν· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καὶ πάλιν· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων». οὕτω δὲ ἐν ἀσφαλεῖ τυγχάνουσιν «οἱ ποταμοὶ» οὗτοι «οἱ τὴν πόλιν τοῦ θεοῦ εὐφραίνοντες» ὡς μὴ δύνασθαι δι' αὐτῶν πορεύεσθαι πλοῖον κωπηλάτου μηδὲ τριήρη ὑπερμεγέθη διὰ τὸ αὐτὸν τὸν κύριον εἶναι τὸν τόπον αὐτῶν. ὅθεν ἐχθροῖς καὶ πολεμίοις ἀνεπίβατοι τυγχάνουσιν οἱ ποταμοὶ οἱ τὴν προλεχθεῖσαν τοῦ θεοῦ πόλιν ἀντὶ περιβόλου κυκλοῦντες καὶ περιτειχίζοντες ὡς πᾶσιν ἀλλοτρίοις ἀδιαβάτους εἶναι· ἐπειδὴ ὁ κύριος τόπος ὢν αὐτῆς μέγας ἐστίν· αὐτὸς γὰρ ἦν ἡ πέτρα, ἐφ' ἣν ᾠκοδομήθη. ὁ αὐτὸς δέ φησι καὶ κριτὴς ἡμῶν ἐστιν, αὐτὸς καὶ ἄρχων ἡμῶν ἐστιν, αὐτὸς καὶ βασιλεὺς καὶ σωτὴρ ἡμῶν. πάντα ταῦτα τοῦ κυρίου ὄντος ἡμῖν εἰκότως ἀπολιόρκητος τυγχάνει ἡ πόλις, καὶ οἱ ποταμοὶ οἱ κυκλοῦντες αὐτὴν ἐχθροῖς ἅπασιν ἀδιάβατοι τυγχάνουσι· νοήσομεν δὲ τοὺς ποταμοὺς τοὺς περιφράττοντας τὴν εἰρημένην πόλιν ἀπὸ τοῦ πρώτου καὶ μεγάλου τελείου ποταμοῦ, οὗ «τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», λόγος τυγχάνει ἀναλόγως. καὶ «οἱ ἄγγελοι αὐτοῦ οἱ διὰ παντὸς βλέποντες τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς» εἶεν ἂν οἱ ποταμοὶ οἱ τὴν ἐκκλησίαν αὐτοῦ φρουροῦντες, ἀλλὰ γὰρ τοσαῦτα εἰπὼν ὁ λόγος περὶ τῆς τοῦ θεοῦ πόλεως μεταβαλὼν ὡς πρὸς τὴν παλαιὰν ἀποτείνεται. Καί φησιν· ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινε τοῦ χαλάσαι τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδῶ εἰς προνομήν. σημαίνει δὲ διὰ τούτων τὴν πτῶσιν τῆς σωματικῆς Ἰερουσαλήμ, ἧς ἐρράγη τὰ σχοινία καὶ ὁ ἱστὸς δὲ αὐτῆς ὡσπερεί τινος νηὸς ἐν χειμῶσι καὶ κλύδωσι διαπεσούσης ἐκλίθη πίπτων διασπασθέντων τῶν διακρατούντων αὐτὸν σχοινίων, κατὰ δὲ τὸν Σύμμαχον· ἐξερρίφη τὰ σχοινία σοῦ φησιν ὥστε μὴ κρατεῖν· οὕτως ὁ ἱστὸς αὐτῶν ὥστε μὴ ἁπλῶσαι ἱστίον. τότε διένειμεν ἕως σκύλων πολλῶν· ὡς γὰρ διαπεσόντος πλοίου καὶ ναυάγιον πεπονθότος ἐν ναυμαχίᾳ πολεμίων οἱ κεκρατηκότες διαρπάζουσιν ἑαυτοῖς τὰ τῶν ἀπολωλότων σκῦλα καὶ προνομὴν ποιοῦνται πάντων. οὕτω φησὶ διαπεσούσης τῆς Ἰερουσαλὴμ καὶ παραδοθείσης τοῖς πολεμίοις τὰ ἐν αὐτῇ πάντα τίμια καὶ σεμνὰ καὶ ἱερατικὰ σκεύη εἰς προνομὴν διεδόθη τοῦ θεοῦ παραδεδωκότος αὐτήν· οὐ γὰρ ἰδίᾳ δυνάμει τοσοῦτον ἴσχυον οἱ πολέμιοι ὡς κρατῆσαι αὐτῆς. αὐτίκα γοῦν χωλοί τινες ἦσαν οἱ τὴν προνομὴν πεποιημένοι, σκάζοντες καὶ χωλεύοντες τὰς τῆς ψυχῆς βάσεις ὡς μὴ βαδίζειν τὴν ὁδὸν τῆς θεοσεβείας· εἰδωλολάτραι γοῦν ἦσαν οὗτοι οἱ ἀκοπιάστως καὶ ἀπονητὶ ἑλόντες τὴν ναυάγιον πεπονθυῖαν πόλιν. διὸ εἴρηται· νῦν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι καὶ οὐ μὴ εἴπωσι Κοπιῶ ὁ λαὸς ὁ οἰκῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία· οὐ γὰρ λελόγισται αὐτοῖς ἁμαρτία πολιορκήσασι πόλιν διὰ τὸ θεοῦ κρίσει τοῦτο πεποιηκέναι.
2.7.1
Καὶ διὰ τῶν ἔμπροσθεν εἴ που τῆς Ἰερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἑξῆς ἐπῆγε τὴν κατὰ πάντων τῶν ἐθνῶν κρίσιν, ὡς γὰρ εἴρηται ἐν ἑτέροις· «ἀπὸ τῶν ἁγίων μου ἄρξασθε». οὕτω καὶ ἐπὶ τοῦ παρόντος τὴν προνομὴν τῆς Ἰερουσαλὴμ καὶ τὴν πτῶσιν αὐτῆς προειπὼν τὴν κατὰ πάντων τῶν ἐθνῶν συνάπτει κρίσιν· οὐ γὰρ δήπου ταῦτα μὲν τῇ Ἰερουσαλὴμ ὁ λόγος ἠπείλει, οὐχὶ δὲ καὶ τοῖς λοιποῖς ἔθνεσι τοῖς ἐναπομείνασι ταῖς ἑαυτῶν ἀθεμίτοις καὶ ἀσεβέσι πράξεσι. διὸ δὴ ἀνακαλεῖται ὁ λόγος τὰ ἔθνη αὐτοῖς ἄρχουσι καὶ τοῖς λαοῖς, σύμπασάν τε τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ πάντας καὶ αὖ πάλιν ἰδίως τὴν οἰκουμένην γῆς νοουμένης, ὡς ἂν εἴποι τις τοῦ παντὸς τῆς ξηρᾶς στοιχείου καὶ τῶν ἐν αὐτῷ κατὰ τὰς ἐρήμους καὶ τοὺς ἀγνώστους τοῖς πολλοῖς τόπους οἰκούντων ἀνημέρων τινῶν καὶ ἀπηγριωμένων ἀνθρώπων, τῆς δὲ οἰκουμένης τῆς τῶν ἡμετέρων ἐθνῶν ἐν πόλεσι καὶ οἰκοδομήμασι τὰς οἰκήσεις ποιουμένων· διὸ καὶ λαὸν ἐπὶ τῆς οἰκουμένης ὀνομάζει. Εἶτα τοῖς πᾶσιν ὁμοῦ κήρυγμα ἐμφέρεται μαρτυρόμενον τὴν περιμένουσαν ἅπαντας καθολικὴν τοῦ θεοῦ κρίσιν, ἣν παριστάς φησι· διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον· ἐπὶ πᾶσαν τὴν δύναμιν αὐτῶν, κατὰ δὲ τὸν Ἀκύλαν· ἐπὶ πᾶσαν τὴν στρατιὰν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. τίσι δὲ παραδοῦναι αὐτοὺς ἢ ταῖς κολαστικαῖς ἢ τιμωρητικαῖς δυνάμεσι; Τούτων δὲ τῶν κολαζομένων οἱ μὲν τραυματίαι ἔσονται, οἱ δὲ νεκροί, δηλαδὴ οἱ τὰ «πρὸς θάνατον ἡμαρτηκότες», ὧν αἱ πράξεις αἱ κατὰ τὸν θνητὸν βίον συντελεσθεῖσαι κατὰ τὸν τῆς κρίσεως καιρὸν δυσωδίας ἀποπνέουσι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἀναβήσεται αὐτῶν ἡ δυσωδία, ἀντὶ δὲ τοῦ· βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν, κατὰ τὸν Θεοδοτίωνα ἐκτακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν εἴρηται. τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς ὁ μὲν Ἀκύλας· καὶ τακήσονται πᾶσα στρατιὰ τῶν οὐρανῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ τακήσεται πᾶσα δύναμις τῶν οὐρανῶν, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν. ταῦτα τοίνυν ἐτύγχανε τὰ ὄρη, περὶ ὧν εἴρηται τό· καὶ τακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν ὄρη νοούμεναι τακήσεσθαι λέγονται ὡς αἴτιαι γενόμεναι τῆς ἀπωλείας τῶν εἰρημένων. εἶεν δ' ἂν αὗται, περὶ ὧν φησιν ὁ Ἀπόστολος· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις»· αὗται γὰρ αἱ δυνάμεις αἱ τὸν ἀέριον χῶρον διατρέχουσαι δυνάμεις οὐρανῶν εἴρηνται· ἐπεὶ καὶ τὰ δι' ἀέρος φερόμενα «πετηνὰ οὐρανοῦ» καλεῖν εἴωθεν ἡ γραφὴ λέγουσα· «τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης». μὴ κείμενον δὲ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ τό· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, μετὰ ἀστερίσκων ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας προσετέθη. ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι, πότε ταῦτα ἔσται, καὶ τοῦτο διδάσκει ὁ προφητικὸς λόγος παριστὰς ὡς μετὰ «τὴν συντέλειαν τοῦ αἰῶνος τούτου» γενήσεται τὰ προλεχθέντα. διὸ καὶ ἐπιφέρει· καὶ εἱλιγήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις τὰ περὶ τῆς συντελείας παραδιδοὺς ἔλεγεν· «καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ». ἀντὶ δὲ τοῦ· καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα, ὁ μὲν Ἀκύλας· καὶ πᾶσα στρατιὰ αὐτῶν ἀπορρεύσει ὡς ἀπορρεῖ φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς, κατὰ δὲ τὸν Σύμμαχον· καὶ πᾶσα ἡ δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς, ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων· καὶ πᾶσα δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς πτῶμα ἀπὸ συκῆς. τετήρηται δὲ ταῦτα ἡμῖν εἰς τὸ δεῖξαι, ὅτι τὰ παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένα ἄστρα παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς δυνάμεις τοῦ οὐρανοῦ ὠνομάσθησαν. ποῖαι δὲ δυνάμεις ἢ περὶ ὧν ἀρτίως ἐλέγετο; κατὰ μὲν τὸν Ἀκύλαν· καὶ τακήσονται πᾶσα στρατιὰ τῶν οὐρανῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ τακήσεται πᾶσα ἡ δύναμις τοῦ οὐρανοῦ, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν· αὗται τοίνυν ἐκεῖναι αἱ δυνάμεις, ἃς ἀποδεδώκαμεν εἶναι «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας τὰ ἐν τοῖς ἐπουρανίοις». ταῦτα αὐτὰ ὡς φύλλα ἐξ ἀμπέλου πεσεῖσθαι εἴρηται κατὰ τὸν τῆς κρίσεως καιρόν, καθ' ὃν εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον. ἐπιτηρῆσαι δὲ ἄξιον ἐνταῦθα γενομένους τοῦ λόγου ὡς οὐ φθορὰν οὐδὲ ἀπώλειαν καὶ ἀφανισμὸν ἔσεσθαι τοῦ οὐρανοῦ σημαίνει ὁ λόγος, ἀλλ' «ὡς ἂν εἱλισσομένης βίβλου» φανεροῦται τὰ ἐγγεγραμμένα, οὐ μὴν φθείρεται «ἡ βίβλος» τὸν αὐτὸν τρόπον «ἀνελιττομένης» τῆς ἐν τῷ οὐρανῷ γραφῆς περιεχούσης τὰς τοῦ σύμπαντος αἰῶνος πράξεις, αἱ ἀντικείμεναι δυνάμεις ἀπορρέουσι τῆς κατὰ τὸν ἀέρα διατριβῆς ἀποπεσοῦσαι. καὶ ὁ Δανιὴλ δὲ τὰ περὶ τῆς κρίσεως διδάσκων ἔφασκεν· «κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν». ποῖαι δὲ βίβλοι; ἢ πάντως που αἱ πάσας τὰς πράξεις τῶν ἐν παντὶ τῷ αἰῶνι πολιτευσαμένων ἐγγεγραμμένας περιέχουσαι, ἃς οὐκ ἂν ἁμάρτοις εἶναι λέγων τὸν λεγόμενον ἐνταῦθα βιβλίου δίκην εἱλιγήσεσθαι οὐρανόν, ἐν ᾧ ὥσπερ ἐν γραφῇ αἱ πάντων περιέχονται πράξεις. τότε δὲ αἱ ἀντικείμεναι δυνάμεις αἱ πάλαι δίκην ἄστρων πολλοὺς ἀπατήσασαι πεσοῦνται, ἐπεὶ «καὶ αὐτὸς ὁ σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς πέπτωκεν ὡς ἀστραπὴ ἐκ τοῦ οὐρανοῦ». Πεσοῦνται δὲ αὗται αἱ δυνάμεις, ἐπειδήπερ ἐμεθύσθη φησὶν ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου, μάχαιραν νοούντων ἡμῶν τὴν κολαστικὴν δύναμιν, ᾗ παραδοθήσονται αἱ δεηθεῖσαι τοιαύτης κολάσεως. ἄλλος δ' ἂν εἴποι συντελείας γιγνομένης τοῦ ὁρωμένου παντὸς τὴν τῶν σωμάτων ῥευστὴν οὐσίαν λυθήσεσθαι ὡς καὶ αὐτὸν οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀστέρας, λέγω δὲ τὰς ἐν αὐτῷ ἀφανεῖς δυνάμεις ἀποδύσεσθαι τὰ περικείμενα αὐτοῖς σώματα ἐπὶ μεταβολῇ ζωῆς κρείττονος, καὶ τοῦτο δηλοῦσθαι ἀπὸ τοῦ φάσκοντος Ἀποστόλου· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». πρώτας δὲ μετελθοῦσα τὰς ἐν τῷ ἀερίῳ τόπῳ πονηρὰς καὶ ἀντικειμένας δυνάμεις ἡ λεχθεῖσα μάχαιρα τοῦ θεοῦ δευτέρας μετέρχεται τὰς ἐπὶ τῆς γῆς τῶν ἀσεβῶν ψυχάς. διὸ ἐπιλέγει· ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας· τίς δὲ καταβήσεται, ἀλλ' ἢ ἡ μάχαιρα; Ἰδουμαία δὲ ἑρμηνεύεται γεώδης, ἐφ' ἣν ἡ μάχαιρα καταβᾶσα πληροῦται αἵματος καὶ ὥσπερ ἀπὸ στέατος τῶν κατασφαττομένων παχύνεται. τίνες δέ εἰσιν οὗτοι ἀμνοὶ καὶ τράγοι καὶ κριοί φησι· τῶν μὲν ἀμνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀρνῶν, σημαινόντων τοὺς τὸν δημώδη καὶ ἰδιωτικὸν μετελθόντας βίον, τῶν δὲ τράγων καὶ κριῶν τοὺς πολλὰ δεδυνημένους «ἐν ἀρχαῖς καὶ ἐξουσίαις», οὓς μετελεύσεται ἡ μάχαιρα τοῦ θεοῦ ὥσπερ θυσίαν ἐργαζομένη διὰ τοῦ κατασφάττειν καὶ θύειν τοὺς προλεχθέντας ἀμνοὺς καὶ τράγους καὶ κριούς. καὶ ταῦτα ποιήσει ἐν τῇ Βοσόρ, ἣ μεταλαμβάνεται εἰς τὴν σάρκα τοῦ λόγου τὴν ἀνάστασιν τῆς σαρκὸς σημαίνοντος ἐν τούτοις. διὸ τὴν τῶν εἰρημένων σφαγὴν ἐν σαρκὶ ἔσεσθαι διδάσκων φησίν· ὅτι θυσία τῷ κυρίῳ ἐν Βοσὸρ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· πᾶσαν γὰρ τὴν γεώδη ψυχὴν μετελεύσεται· Ἐδὼμ γὰρ ὁ γήϊνος καὶ Ἰδουμαία γεώδης ἑρμηνεύεται ὡς καὶ ἀλλαχοῦ. διὸ αὐτὸς ὁ προφήτης ἑξῆς προϊὼν περὶ τοῦ σωτῆρος καὶ τῆς ὑπ' αὐτοῦ γενησομένης κρίσεώς φησι· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ»; τὴν γὰρ ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπὶ τῆς γῆς γενομένην τοῦτον ἐδήλου τὸν τρόπον. Πλὴν ἀλλὰ συμπεσεῖσθαί φησιν ἐν τοῖς προκειμένοις τοὺς ἁδροὺς καὶ τοὺς κριοὺς καὶ τοὺς ταύρους ὡς μεθυσθῆναι τὴν γῆν ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος τῶν σφαττομένων ὑπὸ τῆς μαχαίρας τοῦ θεοῦ. κατὰ δὲ τὸν Σύμμαχον· καὶ καταβήσονταί φησιν ὑψηλοὶ μονοκέρωτες καὶ μόσχοι μετὰ κραταιῶν, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ὁ χοῦς αὐτῶν ἀπὸ τοῦ στέατος λιπανθήσεται. οἶμαι δὲ τὸ θεῖον πνεῦμα τοιαύταις κεχρῆσθαι λέξεσιν ἀπειλητικαῖς εἰς τὸ παραστῆσαι τὴν κατὰ τῶν ἀσεβῶν τοῦ θεοῦ ἐκδίκησιν καὶ εἰς τὸ φοβῆσαι τοὺς τούτων ἀκροωμένους τῇ συνήθει καὶ παχυτέρᾳ ἀκοῇ τῷ μὴ δύνασθαι τοὺς πάντας ἄλλως νοεῖν τὰς ἐπαχθησομένας τοῖς ἀσεβέσι τιμωρίας μηδὲ τὸν τρόπον τῆς κολάσεως ἐπινοῆσαι δύνασθαι. διὸ παχυτέροις ῥήμασι καὶ συνηθεστέραις λέξεσι φόβου ποιητικαῖς κέχρηται, ἵνα κἂν οὕτως φοβηθέντες ἐπιστρέψωσιν οἱ τούτων ἀκούοντες.
2.8.1
Τὴν πολιορκίαν τῆς Ἰερουσαλὴμ αἰνιξάμενος ὁ λόγος διὰ τοῦ εἰπεῖν· «ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν». εἶθ' ἑξῆς περὶ τῶν πολιορκησάντων αὐτὴν ἐθνῶν διαλαλήσας καὶ περὶ τῆς καθ' ὅλου κρίσεως τοῦ θεοῦ τῆς μετελευσομένης τοὺς ἀσεβεῖς πάντας ἐπαναλαμβάνει τὸν περὶ τῆς Σιὼν καὶ τῆς Ἰερουσαλὴμ λόγον διδάσκων, ὅτι ἥξει αὐτῇ ἀνταποδόσεως ἐνιαυτὸς καὶ ἡμέρα κρίσεως. καὶ ἐν τοῖς ἀνωτέρω δὲ ἐλέγετο τό· «Γυναῖκες πλούσιαι, ἀνάστητε», «ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ' ἐλπίδος». τίς οὖν ἦν οὗτος ὁ ἐνιαυτός, ἐφ' ᾧ κόπτεσθαι «μετ' ὀδύνης» προστάττει, ἡ παροῦσα προφητεία παρίστησι λέγουσα τὰ προκείμενα. τούτοις δὲ παραθεῖναι ἀναγκαῖον τοῦ αὐτοῦ προφήτου τὸν ἐκ προσώπου τοῦ Χριστοῦ ἐν τοῖς ἑξῆς φάσκοντα λόγον· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν». ὁρᾷς ὅπως καὶ ἐν τούτοις ἐνιαυτὸς κυρίου εἴρηται καὶ ἡμέρα ἀνταποδόσεως, οἷς ὅμοιον τυγχάνει τό· ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών· οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἐνιαυτὸς τυγχάνει καὶ μία καὶ ἡ αὐτὴ ἡμέρα, καθ' ἣν «οἱ πτωχοὶ εὐαγγελίζονται», οἵ τε «πενθοῦντες τὴν Σιὼν παρακαλοῦνται» ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ αἱ γενόμεναι «πλούσιαι γυναῖκες» ἐπὶ τὸν κοπετὸν καλοῦνται καὶ τὰ λεγόμενα διὰ τῶν προσκειμένων τῇ Σιὼν ἀποβαίνειν ἤμελλε. ταῦτα δὲ πάντα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ἐπληροῦτο, καθ' ἣν οἱ μὲν εἰς αὐτὸν πεπιστευκότες καὶ τὴν χάριν τὴν δι' αὐτοῦ παραδεδεγμένοι τῶν χρηστοτέρων εὐαγγελιῶν ἀπέλαυον· οἱ δὲ ἀλλοτρίους ἑαυτοὺς καταστήσαντες τῆς αὐτοῦ χάριτος πάσης ἀγαθῆς ἐλπίδος ἀποπεσόντες ταῖς τῶν σκυθρωποτέρων ἀπειλαῖς ὑποπεπτώκασι. Καὶ αὐτὴ δὲ αὐτῶν ἡ σεμνὴ καὶ βασιλικὴ πόλις τοιαῦτα πέπονθεν, ὁποῖα θεσπίζει ἡ παροῦσα προφητεία λέγουσα· καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν, κατὰ τὸν Σύμμαχον· γῆ αὐτῆς φησιν εἰς πίσσαν φλεγομένην νυκτὸς καὶ ἡμέρας οὐ σβεσθήσεται εἰς αἰῶνα, ἀναβήσεται ὁ κάπνος αὐτῆς ἀπὸ γενεᾶς αὐτῆς εἰς γενεὰς ἐρημωθήσεται εἰς νεῖκος νεικέων, δι' ὧν σαφῶς ὁ λόγος παρίστησιν ἐσχάτην ἐρημίαν καταλήψεσθαι τόν τε τόπον καὶ τὸ ἔθνος, ἀλλὰ καί· οὐκ ἔσται φησὶν ὁ διοδεύων αὐτήν, καί· οὐκ ἔσται ὁ παραπορευόμενος ἐν αὐτῇ. προφητεύει δὲ ἐν τούτοις ὅτι οὐκέτι Ἰουδαῖος τὸν τόπον διελεύσεται ἐκεῖνον, ὃ δὴ καὶ ἐπληροῦτο νόμοις καὶ διατάγμασι Ῥωμαϊκοῖς κεκωλυμένων Ἰουδαίων ἐπιβαίνειν τῷ τόπῳ. Ἀλλ' ἐκείνων μὲν οὐκ ἔστιν ὁ διοδεύων, ἑτέρους δὲ οἰκήσειν φησί τινας δὲ τούτους ὄρνεα καὶ ἐχίνους καὶ ἴβεις καὶ κόρακας, δι' ὧν αἰνίττεται ψυχὰς ἀκαθάρτους, ὁποῖαι ἦσαν αἱ τῶν μετὰ ταῦτα ἐξ ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν τὸν τόπον οἰκησάντων εἰδωλολατρῶν. οὐ μόνον δὲ τούτους κατοικήσειν τὸν τόπον ἀντὶ τῶν πάλαι οἰκητόρων φησίν, ἀλλὰ καὶ ὀνοκενταύρους καὶ σειρῆνας καὶ στρουθούς, δαίμονάς τινας αἰνιττόμενος τοὺς ἐν τοῖς ἀγάλμασι τῆς εἰδωλολατρίας αὐτῶν ἐμφωλεύσαντας. διὸ ἐπιλέγει ἑξῆς· καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον, ἀλλὰ καὶ ἐπιβληθήσεται τῷ τόπῳ σπαρτίον φησὶ γεωμετρίας ἐρήμου, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ ἐκταθήσεται ἐπ' αὐτὴν μέτρον ἀφανισμοῦ. πλὴν ταῦτα πάντα ἔσται ἐπὶ τῶν προτέρων οἰκητόρων ἐξελασθέντων καὶ ἀπωλείᾳ παραδοθέντων. διὸ ἐπιλέγει· οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. ἐπειδὰν δὲ τὰς ἔξωθεν τῆς Ἰερουσαλὴμ συναγωγὰς αὐτῶν θεωρῇς, ἄκουε ὁποῖα καὶ περὶ αὐτῶν ἀναφωνεῖ λέγων· καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, δηλῶν τὰς ἀκάρπους αὐτῶν διδασκαλίας. διὸ καὶ τὸν «ἀμπελῶνα» αὐτῶν διὰ τῶν ἔμπροσθεν ἐδήλου «ἀκάνθας» ἠγηοχέναι λέγων· «ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». ἐρημίας δὴ τῆς ἐσχάτης ἐν ταῖς ψυχαῖς αὐτῶν γενομένης καὶ ἀκανθῶν πληρωθείσης αὐτῶν τῆς χώρας εἰκότως ἀναπαύσεσθαι ἐν αὐτοῖς τὰ πνεύματα τὰ ἀκάθαρτα προλέγει φάσκων· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν. ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ διέσωσε τὰ γεννήματα αὐτοῦ, ἢ κατὰ τὸν Σύμμαχον· διέσωσε καὶ ἐξεκόλαψε καὶ συνήγαγε. τούτων οὖν ἕνεκα πάντων τὰς φάραγγας αὐτῶν, δηλαδὴ τὰς ψυχὰς αὐτῶν, κάτω που ἐν κοιλώμασι καὶ ἐν φάραγξι τυγχανούσας στραφήσεσθαί φησιν εἰς πίσσαν καὶ εἰς θεῖον καὶ τὴν γῆν αὐτῶν εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον· ἄσβεστον γὰρ ἔσεσθαι αὐτῶν τὴν αἰωνίαν κόλασιν καὶ τοῦ πυρὸς αὐτῶν τὸν κάπνον ἀναβήσεσθαι ἄνω, τὸ δὲ θεῖον τῆς ἐν βάθει τιμωρίας αὐτῶν τοῖς ἄνω παρέχον ὁρᾶν διὰ τὴν ὑποκειμένην αὐτοῖς κακίαν, πίσσῃ διὰ τὸ σκοτῶδες καὶ μέλαν παραβαλλομένην. τοσούτων δὲ κακῶν ἐν τῇ ἐρήμῳ τῆς Σιὼν κατὰ «τὸν ἐνιαυτὸν τῆς ἀνταποδόσεως» αὐτῆς γενησομένων, ἴδωμεν ὁποῖα ἑξῆς προσελεύσεσθαί φησι λέγων· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων. ἐλάφους δὲ «καθαρὸν» ζῷον οἶδεν ἡ θεία γραφὴ καὶ πολλὰ χρηστὰ περὶ ἐλάφων διδάσκει, ὡς ὅταν λέγῃ· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν· «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους», καὶ αὖθις· «ἔλαφος φιλίας καὶ πῶλος χαρίτων ὁμιλείτω σοι», καὶ ἐν τῷ Ἰώβ· «ἐφύλαξας καὶ μῆνας ἐλάφων, ὠδῖνας αὐτῶν ἐξαποστελεῖς». καὶ αὐτὸς δὲ ὁ τῆς νύμφης τῆς ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων «ἀδελφιδὸς ἐλάφῳ» παραβέβληται, καθὼς καὶ αὕτη διδάσκει λέγουσα· «ὅμοιός ἐστιν ἀδελφιδός μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων». ὅτε τοίνυν καὶ αὐτὸς «ὁ νυμφίος» ἐλάφῳ παραβάλλεται, τίνας ἂν εἴποις τὰς ἐνταῦθα πολλὰς ἐλάφους ἢ τοὺς μαθητὰς αὐτοῦ καὶ ἀποστόλους; ἔστι δὲ καὶ ὀφιοκτόνον τὸ ζῷον καὶ ἐν τοῖς «καθαροῖς» παρείληπται. διδάσκει τοίνυν ὁ παρὼν λόγος ἀπὸ τῆς ἐρημίας τοῦ Ἰουδαίων ἔθνους ἔλαφοί τινες παρῆλθον οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν· ἐκεῖ γὰρ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἐγνώρισαν γὰρ ἑαυτοὺς καὶ τῆς ψυχῆς αὐτῶν τοὺς «κατ' εἰκόνα θεοῦ» γενομένους χαρακτῆρας ἐπέγνωσαν. Πλὴν ἀλλὰ παρῆλθον τὸν τόπον ἐκεῖνον ἀποχωρίσαντες αὐτούς, διὸ εἴρηται· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο. εἶτ' ἐπειδήπερ οὐ παρέμειναν μιᾷ πόλει, διέδραμον δ' ἄλλος ἀλλαχοῦ πληροῦντες τὸ εὐαγγέλιον. τούτου χάριν εἴρηται· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν· ὅτι κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτούς· ὁ γὰρ εἰπὼν αὐτοῖς· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου», αὐτὸς ἐνετείλατο μὴ κατὰ τὸ αὐτὸ ποιεῖσθαι τὰς διατριβάς, διατρέχειν δὲ ἁπανταχοῦ καὶ πρόνοιαν ποιεῖσθαι τῆς συστάσεως τῶν ἐκκλησιῶν αὐτοῦ. καὶ αὐτὸς ἐπιβάλλει αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον· οὐκοῦν καὶ ῥώμην αὐτοῖς καὶ βοήθειαν παρεῖχεν ὥσπερ καὶ κλήρους εἰς γενεὰς γενεῶν εἰς τὸ ἀναπαύσασθαι αὐτοὺς ἐν τοῖς ἑαυτῶν κλήροις, δηλαδὴ τοῖς ἔθνεσι τοῖς ἀποκληρωθεῖσιν αὐτοῖς, ἐν οἷς εἰς γενεὰς γενεῶν ἡ μνήμη αὐτῶν ἐν ταῖς ὑπ' αὐτῶν ἱδρυθείσαις ἐκκλησίαις ἀναζωπυρεῖται. ὁρᾷς οἷα προφητεύει ταῖς ἐλάφοις, ὅτι δὲ οὐκ ἦν δυνατὸν ταύτας τὰς ἐπαγγελίας ἐπὶ τῆς προλεχθείσης ἐρημίας τῆς Σιὼν πληροῦσθαι παντί τῳ δῆλον· ἐχίνους γὰρ καὶ ὀνοκενταύρους καὶ δαιμόνια οἰκήσειν ἐλέγετο ἐν αὐτῇ. οὐκοῦν ἑτέρα εἴη ἂν ἡ τῶν ἐλάφων χώρα, ἐν ᾗ αὐτὸς ὁ κύριος ταῖς ἐλάφοις ἔβαλε κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ βόσκεσθαι αὐτοῖς ἔδωκεν εἰς τὸν αἰῶνα χρόνον. ἀλλ' ἢ τοίνυν ἐστὶν αὕτη ἡ ταῖς ἐλάφοις ἀπονεμηθεῖσα χώρα, ἣν παρίστησιν ὁ φάσκων ἐν Ψαλμοῖς λόγος· «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς». οὐκοῦν ἐν τοῖς δρυμοῖς τοὺς κλήρους αὐταῖς διένειμε, δηλαδὴ ἐν τοῖς ἔθνεσι· πολλάκις γοῦν ἀπεδείχθησαν οἱ δρυμοὶ εἰς τὰ ἀλλόφυλα ἔθνη παραληφθέντες τῶν ἐλάφων τῶν ἀποδοθεισῶν κατὰ πρόσταγμα θεοῦ κλήρους καὶ μερίδας εἰληφυιῶν εἰς ἑτέραν χώραν, ἀκόλουθον ἦν γνῶναι ἡμᾶς, τίς ποτε ἦν αὕτη. ἐν μὲν οὖν τῷ Ψαλμῷ «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους» εἴρηται «καὶ ἀποκαλύπτουσα δρυμούς», τοῦ λόγου διδάσκοντος ὡς διὰ τῶν ἐλάφων τῶν ὑπὸ τοῦ κυρίου «καταρτισθέντων» «δρυμοί» τινες ἄγριοι καὶ ἀλσώδεις «ἀνεκαλύφθησαν» τῶν ἐν αὐτοῖς θηρίων καὶ ἑρπετῶν ὑπὸ τῶν ἐλάφων ἀπελαθέντων τὰ ἀλλόφυλα δὲ καὶ ἀλλότρια τοῦ θεοῦ ἔθνη διὰ τῶν «δρυμῶν» ἐδηλοῦτο.
2.9.1
Ταύτην τοίνυν τὴν ἔρημον καὶ διὰ τῶν μετὰ χεῖρας εὐαγγελίζεται ἡ προφητεία μετὰ τὰ προλεχθέντα «περὶ τῶν ἐλάφων» φάσκουσα· Εὐφράνθητι, ἔρημος διψῶσα· πολλὰ δὲ καὶ ἄλλα περὶ τῆς ἐρήμου ταύτης εἴρηται καὶ διὰ τῶν ἑξῆς ἐν τῇ αὐτῇ προφητείᾳ φερομένων, δι' ὧν εἴρηται· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». εἴη ἂν τοίνυν αὕτη ἑτέρα ἔρημος παρὰ τὴν προλεχθεῖσαν Σιών, ἐν ᾗ «ἐχίνους καὶ ἴβεις καὶ κόρακας», «δαιμόνιά τε καὶ ὀνοκενταύρους οἰκήσειν» ἐλέγετο, «πίσσης τε αὐτῆς καὶ θείου» πληρωθήσεσθαι «τὰς φάραγγας». τούτων δὲ περὶ τῆς Σιὼν καὶ περὶ τῆς Ἰερουσαλὴμ εἰρημένων ὥρα τὰ προκείμενα περὶ ἑτέρας ἐρήμου λέγεσθαι νοεῖν. ἦν δὲ αὕτη δρυμὸς «τῶν ἐλάφων» καὶ ἡ χώρα τῶν ἀλλοφύλων ἐθνῶν, ἔνθα «τοὺς κλήρους» διένειμε «ταῖς» ἀποδοθείσαις «ἐλάφοις» ὁ κύριος εὐαγγελίζεται φάσκων ὁ λόγος· Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· διψῶσα γὰρ αὕτη πρότερον ἔρημος ἐστερημένη νάματος οὐρανίου, ἀλλὰ χαίρειν αὐτῇ καὶ εὐφραίνεσθαι ὁ λόγος προστάττει διὰ τὰ ἐπιλεγόμενα, ἔτι δὲ καὶ ἀνθεῖν ὡς κρίνον, ὥστε λέγειν· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ». ἀλλὰ καὶ ἐξανθήσει φησὶ νεαρὰ βλαστήματα καὶ «ἄνθη» ὡραῖα, περὶ ὧν εἴρηται ἐν Ἄισματι τῶν Ἀισμάτων· «τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ», «οἱ μανδραγόραι ἔδωκαν ὀσμήν». ποίαν δὲ ἔρημον ἱστορεῖ, διασαφεῖ λέγων· καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, τὴν εὐαγγελικὴν γραφὴν παρίστησιν· «ἐν» γὰρ «τῷ Ἰορδάνῃ ποταμῷ» πρῶτος Ἰωάννης ἐκήρυσσε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ μηκέτ' ἐνεργούσης ἐν τῇ Ἰερουσαλὴμ τῆς κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένης λατρείας «βάπτισμα μετανοίας» καὶ «τὸ τῆς παλιγγενεσίας λουτρὸν» «ἐν» αὐτῷ «τῷ Ἰορδάνῃ ποταμῷ» ὁ αὐτὸς παρεδίδου προφήτης· ὅτε σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπεσφραγίσατο τὸ Ἰωάννου κήρυγμα «ἐν τῷ Ἰορδάνῃ βαπτισθεὶς» ὑπ' αὐτοῦ καὶ βεβαιώσας δι' ἑαυτοῦ τὸ τῆς παλιγγενεσίας μυστήριον. καὶ ἡ πάλαι δὲ ἔρημος καὶ ἄνυδρος καὶ ἄκαρπος, λέγω δὲ ἡ ἐκκλησία τοῦ θεοῦ διὰ τῆς καθάρσεως «τοῦ τῆς παλιγγενεσίας λουτροῦ» τὴν τοῦ Ἰορδάνου διεπράττετο βαπτίζων ἅμα καὶ εὐαγγελιζόμενος τὴν τοῦ θεοῦ βασιλείαν. τοῦτο καθ' ὅλης τῆς οἰκουμένης ἥ ποτε τοῦ θεοῦ ἔρημος ἐκκλησία φυλάττει. διὸ εὐφραίνεσθαι αὐτὴν καὶ ἀγαλλιᾶν ὁ λόγος παρακελεύεται, δίκην τε κρίνου εὐώδους ἐξανθεῖν. ταύτῃ δὲ καὶ ἡ δόξα τοῦ Λιβάνου καὶ ἡ τιμὴ τοῦ Καρμήλου δέδοται. ὁ μὲν οὖν Λίβανος καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου τὸ θυσιαστήριον καὶ τὸν νεών, ἐν ᾧ «αἵ τε θυσίαι σὺν αὐτῷ λιβάνῳ» καὶ ἡ κατὰ τὸν νόμον λατρεία ἐν ταῖς ἀναφοραῖς προσεφέρετο· ὁ δὲ Κάρμηλος τὸν ἐκ περιτομῆς λαὸν αἰνιττόμενος ἀποδέδεικται πολλάκις. τοῦ λαοῦ τοίνυν τοῦ παλαιοῦ ἡ τιμὴ καὶ τοῦ ναοῦ τοῦ ἐν τῇ Ἰερουσαλὴμ ἡ δόξα τῇ πάλαι ἐρήμῳ, λέγω δὲ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ δοθήσεσθαι προφητεύεται. εἶτ' ἐπιλέγει· καὶ ὁ λαός μου, οὐκέτι ὁ Ἰσραήλ, ἀλλ' ὁ ἐμός φησι λαὸς ὄψεται τὴν δόξαν κυρίου, ταύτην τὴν ἐπαγγελίαν τοῦ λόγου παρέχοντος τῷ νέῳ λαῷ, ἅτε παραδεξομένῳ τὴν πρώτην τοῦ σωτῆρος παρουσίαν. διὸ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θέαν ὄψεται, τό τε ὕψος αὐτοῦ θεωρήσει. Τούτοις ἑξῆς εὐαγγελίζεται τοὺς διὰ τῆς ἐπιλάμψεως τοῦ σωτῆρος τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγησομένων λέγων· ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· κατὰ δὲ τὸν Σύμμαχον· ἐνισχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα ἀσθενοῦντα· κρατύνατε, εἴπατε τοῖς ἀνοήτοις Ἰσχύετε, μὴ φοβεῖσθε. παραπλησίως δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ὁμοίως ἡρμήνευσαν τοῦ λόγου παρακελευομένου τοῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις ἐνισχύειν τὰς παρειμένας ἐν τοῖς ἔθνεσι ψυχὰς καὶ τὰ τῶν ἠσθενηκότων γόνατα παρακρατύνειν, ἀλλὰ καὶ τοῖς πάλαι ὀλιγοψύχοις προσφωνεῖν παρακελεύεται τό· ἰσχύσατε, μὴ φοβεῖσθε· κἂν γὰρ διώκωσί τινες ἀπειλοῦντες καὶ φόβους ἐμποιοῦντες, αἰκίας τε καὶ βασάνους ἐπάγοντες, ἀλλ' ὑμεῖς φησιν οἵ ποτε ὀλιγόψυχοι ἰσχύος καὶ δυνάμεως μεταλαβόντες μὴ φοβεῖσθε ἔχοντες τὸν ὑμέτερον διὰ παντὸς ὑμῖν συνόντα θεόν. διὸ κατὰ τὸν Σύμμαχον· μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ὑμῶν ἐκδίκησις ἐλεύσεται ἀνταποδόσεως, κύριος αὐτὸς ἐλεύσεται καὶ σώσει ὑμᾶς. ταῦτα τοίνυν παιδευθέντες ὑμεῖς οἵ ποτε ὀλιγόψυχοι ἰσχύσατε, μὴ φοβεῖσθε. Ταῦτα θεσπίσας ὁ λόγος καὶ σαφῶς θεοῦ παρουσίαν εὐαγγελισάμενος σημεῖα καὶ γνωρίσματα ἐπάγει τῶν αὐτοῦ κατορθωμάτων λέγων ἑξῆς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. ἐπληροῦτο δὲ ταῦτα ἐναργῶς κατὰ τὴν γενομένην τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίαν, καθ' ἣν ἕκαστον τῶν εἰρημένων τέλους ἐτύγχανε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν σωμάτων δυνάμει θεϊκῆς ἐξουσίας ἰωμένου αὐτοῦ καὶ οὐ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν τὰ πάθη τῷ τῆς διδασκαλίας αὐτοῦ λόγῳ θεραπεύοντος. εἰσέτι γοῦν καὶ νῦν καθ' ὅλης τῆς οἰκουμένης ἐν ἅπασι τοῖς ἔθνεσιν οἱ πάλαι διὰ πήρωσιν ψυχῆς καὶ ἀβλεψίαν ἄψυχα καὶ ἀκίνητα ξόανα οἷα θεοὺς τεθηπότες τὸ τῆς ψυχῆς ὄμμα τῷ αὐτοῦ φωτὶ καταυγασθέντες ἀναβλέπουσιν ὡς καταπτύειν μὲν τῆς πατροπαραδότου δεισιδαιμονίας, γνωρίζειν δὲ καὶ μόνον ἕνα ἀληθῆ θεόν. καὶ οἱ κωφοὶ δὲ καὶ ἀνήκοοι θείων λόγων πρότερον, νῦν διὰ τῆς αὐτοῦ χάριτος ἐπιστήμονες γεγόνασι τῆς τῶν θεοπνεύστων λογίων ἀκοῆς, ἀλλὰ καὶ οἱ παρειμένοι τὰς βάσεις τῆς ψυχῆς ἀνεπήδησαν «ἐλάφων» δίκην τοῖς αὐτῶν ἐξομοιωθέντες διδασκάλοις, οὓς μικρῷ πρόσθεν «ἐλάφους» ὠνόμαζεν ἡ προφητεία. καὶ ἡ τῶν μογιλάλων δὲ γλῶσσα, ἣν «συνέδησεν ὁ σατανᾶς» τοῦ μὴ θεολογεῖν τὸν ἀληθῆ θεόν, τρανὰ φθέγγεσθαι καὶ διηρθρωμένα μεμάθηκε. μογιλάλους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς «παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου» μόγις ποτὲ τολμήσαντας ὀρθόν τι φρονῆσαι καὶ εἰπεῖν περὶ θεοῦ. πρὸς τούτοις ἅπασιν ἐπὶ τῇ θεσπιζομένῃ θεοφανείᾳ καὶ ὕδωρ φησὶν ἐν τῇ πάλαι ἐρήμῳ ἐρράγη πηγῆς ἐν αὐτῇ ζωοποιοῦ φανείσης φάραγξ εὕρηται, καὶ χείμαρροι κατὰ τὸν Σύμμαχον καὶ ῥεῖθρα ἐν γῇ διψώσῃ. τὸ μὲν οὖν ὕδωρ αὐτὸ ἦν ἐκεῖνο τὸ τοῦ Ἰορδάνου, περὶ οὗ ἐλέγετο μικρῷ πρόσθεν τό· «ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου», δι' οὗ ᾐνίττετο «τὸ λουτρὸν τῆς παλιγγενεσίας» καὶ τὸ τῆς καινῆς διαθήκης μυστήριον, τὰ δὲ ῥεῖθρα τοὺς εὐαγγελικοὺς τοῦ σωτῆρος ἐδήλου λόγους. Ἔτι δὲ πρὸς τούτοις γέγονεν ἐν τῇ δηλωθείσῃ ἐρήμῳ εὐφροσύνη ὀρνέων καὶ ἔπαυλις ποιμνίων, ψυχῶν ἐπτερωμένων δηλαδὴ καὶ μετεωροπόρων καὶ ἄλλων ἡμέρων καὶ πράων ὑπὸ καλῷ ποιμένι διοικουμένων ὡς δύνασθαι λέγειν· «κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει». ἀνωτέρω μὲν οὖν ἐν τῇ ἐρήμῳ Σιὼν «οἰκήσειν» ἐλέγοντο «ἴβεις καὶ ἐχῖνοι καὶ κόρακες καὶ ὀνοκένταυροι» καὶ «δαιμόνια», τῇ δὲ μετὰ χεῖρας ἐρήμῳ τοσαῦτα εὐαγγελίζεται ὁ λόγος. κἀκείνη μὲν πληρωθήσεσθαι «πίσσης καὶ θείου καὶ πυρὸς» ἐλέγετο, αὕτη δὲ πηγῆς ὕδατος καὶ ῥείθρων καὶ χειμάρρων. ἀλλὰ καὶ ἔσται φησὶν ἐνταῦθα ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται. αὕτη δὲ εἴη ἂν ἡ ἀπάγουσα ἐπὶ τὸ τρισμακάριον τέλος «τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως», ἣν παριστὰς ὁ σωτὴρ ἔλεγεν· «ἐγώ εἰμι ἡ ὁδός». ὁ λόγος τοίνυν ὁ σωτήριος ὁ τοὺς δι' αὐτοῦ ὁδεύοντας χειραγωγῶν πρὸς τὸν πατέρα καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἀποκαθιστὰς τῇ ἐρήμῳ δοθήσεσθαι πρὸς τοῖς ἄλλοις ἀγαθοῖς προφητεύεται, πρόδηλον δὲ ὡς οὐδεὶς διὰ ταύτης τῆς ὁδοῦ παρέρχεται ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι φησὶ πορεύσονται ἐπ' αὐτῆς. τίνες δὲ οὗτοι, ἀλλ' ἢ οἱ πάλαι διεσκεδασμένοι τοῦ θεοῦ καὶ μακρὰν τῆς ἀληθείας ἀποπλανηθέντες; οὗτοι γὰρ παλινδρομήσαντες καὶ τὴν εὐθεῖαν καὶ ἀπλανῆ ὁδὸν εὑρόντες πορεύσονται ἐν αὐτῇ. Ἀλλὰ καὶ οὐκ ἔσται φησὶν ἐκεῖ λέων, λέγω δὲ ἐν τῇ ἀποδοθείσῃ ὁδῷ, οὐδὲ τῶν πονηρῶν θηρίων οὐκ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ πορευθῇ ἐκεῖ· πῶς γὰρ καὶ οἷόν τε ἦν ἐν τῷ εἰρηκότι· «ὅτι ἐγώ εἰμι ἡ ὁδός», εὑρεθῆναί τι τῶν πονηρῶν; οὐδὲ γὰρ «ὁδοὺς ὄφεως ἐπὶ πέτρας» δυνατὸν ἦν εὑρεῖν κατὰ τὸν Σολομῶνα. ἀλλὰ πορεύσονται ἐν αὐτῇ φησι λελυτρωμένοι, οὓς αὐτὸς ἐλυτρώσατο δηλονότι «τῷ τιμίῳ ἑαυτοῦ αἵματι», καὶ οἱ συνηγμένοι διὰ κυρίου, ἀλλ' οὐδὲ διὰ προφήτου οὐδὲ διά τινος σπουδῆς ἀνθρωπίνης· δι' αὐτοῦ δὲ τοῦ κυρίου λελυτρωμένοι καὶ συνηγμένοι, οὗτοι πορεύσονται τὴν δηλωθεῖσαν ὁδόν, δι' ἧς ἐπὶ τέλος τὸ τρισμακάριον «τῆς ἐπουρανίου Σιὼν» ἐλεύσονται, περὶ ἧς φησιν ὁ Ἀπόστολος· «προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». διὸ λέλεκται· καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης· οὐ γὰρ δὴ δυνατὸν ἐνταῦθα Σιὼν ἐκείνην παραδέχεσθαι, περὶ ἧς εἴρητο· «καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών, καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν» καὶ τὰ τούτοις ἑξῆς. διόπερ ἀνάγκη διαφόρους νοεῖν τὰς ὁμωνύμως προσαγορευομένας Σιών, τὴν μὲν ἐπίγειον τὴν ταῖς ἀπειλαῖς ὑποβαλλομένην, τὴν δ' «ἐπουράνιον», ἐφ' ἣν ἥξειν οἱ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ κυρίου λέγονται, περὶ ὧν εἴρητο· καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· οἱ γὰρ νικηταὶ τοῦ μεγάλου ἀγῶνος ἀποφανθέντες στεφάνῳ εὐφροσύνης ἀναδήσονται, ὃν καὶ ὁ θεῖος Ἀπόστολος εἰδὼς ἔλεγεν· «λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος». διὸ λέλεκται· καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, καὶ πάλιν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς, δηλονότι τοὺς τὴν σωτήριον ὁδὸν ἀκλινῶς βαδίσαντας καὶ δι' αὐτῆς ἐπὶ τὸ τρισμακάριον τέλος καταντήσαντας, ἐν ᾧ στεφάνῳ οἱ τιμηθέντες τῆς αἰωνίου ζωῆς ἀπολαύσουσιν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
2.10.1
Ἱστορία μέν ἐστιν ἡ προκειμένη καὶ διήγησις θαυμαστὴ πραγμάτων κατὰ τοὺς χρόνους Ἑζεκίου γενομένων· ἀνείληπταί τε μετὰ λοιπῶν ἱστοριῶν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ τῇ δευτέρᾳ τῶν Παραλειπομένων. ὅμως δ' οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἢ βίβλῳ καταβέβληται διὰ τὸ ἐμφέρεσθαι πρὸς τῷ τέλει τῆς ἱστορίας προφητείαν καί τινα μεγάλην καὶ παράδοξον πρᾶξιν ἐπιτελεσθεῖσαν κατὰ τοὺς χρόνους Ἑζεκίου. καὶ τοῦτο δὲ σημειωτέον ὡς «ἐν τῷ ἕκτῳ ἔτει τῆς βασιλείας Ἑζεκίου ὁ τῶν Ἀσσυρίων βασιλεὺς» οὗτος αὐτὸς ὁ Σεναχηρεὶμ ἐπιστὰς τῇ Σαμαρείᾳ τὴν ἐν αὐτῇ καθεῖλε βασιλείαν τοῦ Ἰσραὴλ πάντα τὸν καλούμενον λαὸν Ἰσραὴλ αἰχμάλωτον ἀπαγαγὼν εἰς τὴν τῶν Ἀσσυρίων χώραν, ἑπτὰ δὲ μεταξὺ διαγενομένων ἐτῶν «κατὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος Ἑζεκίου» ταῖς τῆς Ἰουδαίας πόλεσιν ἐπιθέμενος τὰς μάλιστα ἐν αὐτῇ ὀχυρωτάτας εἷλε πόλεις, ἤδη δὲ καὶ αὐτῇ ἐπεχείρει τῇ Ἰερουσαλήμ. πλεῖστα δὲ μνήμης ἄξια ἀγαθῆς κατορθώματα τοῦ Ἑζεκίου ἡ τῶν Παραλειπομένων γραφὴ διελθοῦσα ὡς «ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ» καὶ ὡς «ἀνέῳξε τὰς θύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτὰς» ἀφανισθείσας κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ πατρὸς αὐτοῦ καὶ ὡς καθεῖλε τὸ ἱερὸν καὶ τοὺς ἐν αὐτῷ λειτουργοῦντας ἱερεῖς, ὅπως τε τὴν τοῦ πάσχα ἐπετέλεσεν ἑορτὴν ὡς μαρτυρεῖσθαι, ὅτι «ἀπὸ ἡμερῶν Σολομῶντος υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἰερουσαλὴμ» καὶ ὡς «ἐξέκοψε τὰ ἄλση καὶ κατέσπασε τὰ ὑψηλὰ καὶ τοὺς βουνοὺς» καὶ πᾶσαν τὴν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιπολάσασαν καθ' ὅλης τῆς Ἰουδαίας εἰδωλολατρίαν καὶ ὡς «ἐποίησε τὸ καλὸν καὶ ἀληθὲς ἐνώπιον κυρίου τοῦ θεοῦ καὶ ἐν παντὶ ἔργῳ, ᾧ ἤρξατο ἐν ἐργασίᾳ, ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐζήτησε τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ ἐποίησε καὶ εὐωδώθη». ταῦτα καὶ τούτοις ἀδελφὰ μυρία μαρτυρήσασα περὶ αὐτοῦ ἡ γραφὴ ἐπιλέγει· «καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐν τῇ Ἰουδαίᾳ καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς». εἶτα διδάσκει, ὡς ὁ Ἑζεκίας καίτοι πεποιθὼς ἐπὶ τὸν θεὸν ὅμως οὐκ ἠμέλει τῆς ἀσφαλείας τῶν τόπων. διὸ στρατηγικῶς «τὰς μὲν ἐκτὸς τῆς πόλεως πηγὰς ἀπέφραττεν, ὡς ἂν μὴ εὕροι» ὁ πολέμιος ἐπιστὰς τοῖς τόποις «ὕδατα», αὐτῆς τε τῆς Ἰερουσαλὴμ περιέφραττε «τὸ τεῖχος», ἐκτὸς δὲ «ἄλλο προτείχισμα» ἐποίει, «ὅπλων» τε προὐνόει καὶ πάσης πολεμικῆς παρασκευῆς. εἶθ' ὡς μετὰ τοσαύτην σπουδὴν συγκαλέσας τὰ πλήθη λόγοις αὐτοὺς θεοσεβέσιν ἐρώννυε λέγων, μὴ δεῖν μηδένα πολέμιον φοβεῖσθαι, ἐπειδήπερ φησί· «μεθ' ἡμῶν πλείονες ἢ μετ' αὐτῶν»· «μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρκίνους», «μεθ' ἡμῶν δέ» φησι «κύριος ὁ θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν». οἷς ἐπιφέρεται· «καὶ κατεθάρσησεν ὁ λαὸς τοῖς λόγοις Ἑζεκίου βασιλέως Ἰούδα. καὶ μετὰ ταῦτα ἀποστέλλει Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἀπὸ Λαχεὶς τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλὴμ πρὸς Ἑζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντατὸν ἐν Ἰερουσαλὴμ λαὸν λέγων» τὰ προκείμενα. πρὸς τοῖς ἄλλοις τοίνυν κατορθώμασι τοῦ Ἑζεκίου γυμνάσιον ἀρετῆς καὶ πλείονος θεοσεβείας ἔνδειξιν παρεῖχεν ὁ θεὸς αὐτῷ διὰ τῆς πρὸς τὸν πόλεμον παρατάξεως, ἐν ᾗ διέλαμψε πάντα μὲν στρατηγικῶς τὰ πρὸς τὸν πόλεμον παραταξάμενος, τὸ δὲ πᾶν ἀναθεὶς τῷ θεῷ, τοῖς τε ὑπ' αὐτῶν πλήθεσι θεοσεβῆ διδασκαλίαν παραγγείλας. ἀλλ' οὐ τοιοῦτος ἦν ὁ Ἄχαζ ὁ τούτου πατήρ, ὃς ποτὲ μὲν τῷ Βαβυλωνίῳ ἑαυτὸν κατεδούλου καὶ πάντα τὸν ὑπ' αὐτῷ λαόν, ποτὲ δὲ ὑπὸ τῶν Σύρων τῶν τὴν Δαμασκὸν οἰκούντων ἡλίσκετο. οὐκοῦν ἀρετῆς ἔνδειξιν τῷ Ἑζεκίᾳ παρεῖχεν ὁ θεὸς συγχωρῶν τῷ Ἀσσυρίῳ πλησιάζειν τῇ Ἰερουσαλήμ. τηρητέον δὲ ὡς τῶν ἐν τούτοις ὀνομαζομένων ἀνδρῶν, λέγω δὲ τοῦ Ἐλιακὶμ καὶ τοῦ Σομνᾶ, καὶ διὰ τῶν ἔμπροσθεν μνήμην ἐποιεῖτο ὁ προφήτης «ἐν τῷ ῥήματι τῆς φάραγγος Σιών», ἐν ᾧ εἴρηται· «Πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομνᾶν τὸν ταμίαν» καὶ ἑξῆς, «καὶ καλέσω τὸν παῖδά μου Ἐλιακὶμ τὸν τοῦ Χελκίου». ἀναγκαία δὲ ἡμῖν ἡ ἐπιτήρησις εἰς τὸ ἐφαρμόσαι τῇ προκειμένῃ ἱστορίᾳ τοὺς ἐν ἐκείνῃ τῇ προφητείᾳ φερομένους λόγους. φασὶ δὲ παῖδες Ἑβραίων τὸν Σομνᾶν τοῦτον αὐτομολῆσαι πρὸς τὸν Ἀσσύριον, ὕστερον δεξιὰν αὐτῷ σὺν ἑτέροις δεδωκότα διὰ τὸν ἐξ αὐτοῦ φόβον. καὶ τούτου χάριν τὰ διὰ τῶν ἔμπροσθεν προφητευθέντα περὶ αὐτοῦ λελέχθαι. Ὅσης δὲ ἀλαζονείας καὶ ἀπονοίας πεπλήρωτο ἡ τοῦ πολεμίου φωνὴ δηλοῖ φάσκουσα· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων, ὥσπερ τις ἀντικειμένη δύναμις τῷ προφητικῷ λόγῳ τῷ φάσκοντι· Τάδε λέγει κύριος, καὶ οὗτος ἐβόα· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων. εἶτ' ἐπειδήπερ οὐκ ἠγνόουν οἱ πολέμιοι δι' εὐχῶν κρατεῖν καὶ διὰ λόγων θεοσεβῶν τὸν Ἑζεκίαν καὶ τοὺς σὺν αὐτῷ, ταῦτα αὐτὰ διαβάλλει ὁ τοῦ Ἀσσυρίου στρατηγὸς λέγων ὡς πρὸς παρόντα τὸν Ἑζεκίαν· Τίνι πεποιθὼς εἶ; μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίγνεται; εἶτα προκαλεῖται αὐτὸν ἐπὶ τὴν δι' ὅπλων συμβολήν, πρὸς ὃν εἴποιεν ἂν Ἑζεκίας καὶ οἱ σὺν αὐτῷ· «οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν ἐπικαλεσόμεθα». κατὰ δὲ τὸν Σύμμαχον ἀντὶ τοῦ· Τίνι πεποιθὼς εἶ; τοῦτον εἴρηται τὸν τρόπον· Τί τὸ θάρσος τοῦτο ὃ ἐθάρσησας; εἶπα· πλὴν λόγος χειλέων μου εἰς βουλήν, δύναμις δὲ εἰς πόλεμον. Συκοφάντης δὲ ὢν ὁ ἐχθρὸς καταψεύδεται τοῦ Ἑζεκίου λέγων· ἰδοὺ πεποιθὼς εἶ ἐπ' Αἴγυπτον καὶ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, ὃς τοῖς ἐπερειδομένοις αὐτῷ καὶ ἐπιθαρσοῦσι παντὸς γίνεται πολεμίου χείρων οὐκ εἰδὼς φυλάττειν συνθήκας τοῖς πρόσφυξιν. ὅθεν ἐοικέναι αὐτὸν ῥάβδῳ καλαμίνῃ ὁμοῦ καὶ τὸ σαθρὸν ἐχούσῃ ἐκ φύσεως καὶ τὸ βλαβερὸν τοῖς ἐπερειδομένοις αὐτῇ. προτάξας δὲ τὴν περὶ τῶν Αἰγυπτίων συμμαχίαν ὡς ἐν παρέργῳ ὁ αὐτὸς μέμνηται τῆς παρὰ τοῦ θεοῦ βοηθείας, ᾗ ἐπεποίθει αὐτός τε ὁ Ἑζεκίας καὶ ὁ σὺν αὐτῷ πᾶς λεὼς ἔτι πρὸς τούτοις, ἅτε μὴ εἰδὼς τὸν θεὸν τοῦ Ἰσραὴλ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεόν, τὴν καθαίρεσιν τῆς εἰδωλολάτρου πλάνης ὑπὸ Ἑζεκίου γενομένην αὐτοῦ εἶναι ἐνόμιζεν τοῦ τῶν ὅλων θεοῦ. διὸ μάτην φησὶν ἐπιθαρσεῖν ἐπὶ τὸν θεὸν «τὸν καθελόντα αὐτοῦ τὰ ὑψηλὰ καὶ τὰ θυσιαστήρια» πεπλανημένος καὶ οὐκ εἰδώς, ὅτι τοῦ θεοῦ ἦν ἀλλότρια τὰ καθαιρεθέντα ὑπὸ Ἑζεκίου. Εἶτα τούτοις ἑξῆς ὡς μὴ ἐπισταμένοις ἱππάζεσθαι τοῖς Ἰουδαίοις αὐτὸς μὲν δώσειν ἔλεγε δισχιλίαν ἵππον, τὸν δὲ Ἑζεκίαν μὴ δύνασθαι παρασχεῖν ἀναβάτας αὐτοῖς. καὶ εἰκός γε ἦν τὸν βασιλέα θεοσεβῆ καὶ νόμιμον ὄντα διὰ τὸ λέγεσθαι ἐν τῷ Μωσέως νόμῳ περὶ τοῦ μέλλοντος εὐσεβῶς βασιλεύειν, «ὅτι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας» τοῦ νόμου χάριν μὴ πεφιλοκαληκέναι περὶ τὸ μέρος τὸ ἱππικόν, ἀλλ' ἐπεὶ λέγει ὁ Ἀσσύριος· εἰ μὴ βούλεσθε παρασχεῖν ἀναβάτας τοῖς ὑφ' ἡμῶν παρισταμένοις ὑμῖν ἵπποις διὰ τὸ ἀπείρους εἶναι ἐφ' ἵππων παρατάξεως. Πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν ἡμετέρων τοπαρχῶν; ἀντὶ δὲ τοῦ· καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν τοπαρχῶν; ὁ Σύμμαχος· καὶ πῶς ὑποστήσῃ φησὶ τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν μικρῶν; εἰ δὲ διὰ τὸ μὴ ἔχειν ὑμᾶς ἱππικὴν στρατείαν τοῖς τῶν Αἰγυπτίων φησὶν ἵπποις τε καὶ ἀναβάταις πεποίθατε, γινώσκετε ὡς καὶ αὐτοὶ Αἰγύπτιοι ἡμέτεροι τυγχάνουσιν οἰκέται· οὐκοῦν πολὺ πρότερον καὶ οἱ ἐπιθαρσοῦντες ἐκείνοις οὐδὲν ἀληθὲς λέγων· οὐ γὰρ τῇ ἐπ' Αἰγυπτίους πεποιθήσει, τοῦ δὲ θείου νόμου φυλακῆς ἕνεκα τῆς τῶν ἵππων παρασκευῆς ἠμέλουν. Εἶτ' ἐπειδήπερ προκεχωρήκει τῷ Ἀσσυρίῳ τὰ κατὰ τῆς Σαμαρείας καὶ τῆς Δαμασκοῦ καὶ καθ' ἑτέρων πλείστων ἐθνῶν πεπραγμένα, συλλογίζεται ὥς γε αὐτῷ ἐδόκει λέγων· μὴ ἄνευ θεοῦ πάσας ταύτας εἴληφα; οὐ γὰρ ἂν ἐκράτησα τῶν τοσούτων μὴ αὐτοῦ τοῦ πάντων τὴν ἐξουσίαν ἔχοντος ἐμοὶ παραδεδωκότος αὐτοὺς ὑποχειρίους ὥστε προστάγματι θεοῦ ὑπηρετούμενος καὶ ἐπὶ τὴν ὑμετέραν ἀνῆλθον χώραν· κύριος γάρ φησιν εἶπε πρός με Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. δεῖγμα δέ φησιν ἐναργὲς τοῦ κατὰ πρόσταγμα θεοῦ ταῦτα γεγενῆσθαι τὸ τὴν Σαμάρειαν ἑλεῖν καὶ πάντα τὸν Ἰσραὴλ ἀπαγαγεῖν αἰχμάλωτον. «ὡς» γὰρ ἐκείνους ἀδελφοὺς ὄντας ὑμετέρους «εἷλον», οὐκ ἄλλως ἢ τοῦ θεοῦ βουλομένου, τὸν αὐτὸν τρόπον αὐτοῦ νεύματι καὶ ὑμᾶς «λήψομαι». εἴτε δὲ ἐκ τοῦ εἰκότος ταῦτα ἔφασκεν στοχαζόμενος τοῦ κεκρατηκέναι τοῦ χρηματίζοντος λαοῦ τοῦ θεοῦ, λέγω δὴ τοῦ Ἰσραήλ, εἴτε καὶ ἀληθῶς ᾔσθετο θεοῦ ὑποβαλόντος αὐτοῦ τοῖς λογισμοῖς τῇ τῶν Ἰουδαίων ἐπελθεῖν χώρᾳ διὰ τὰς πεπραγμένας αὐτοῖς παρανομίας καὶ αὐτὸς ἐπιστήσεις. ἀλλὰ γὰρ ἐν τοῖς πρώτοις ταῦτα εἰπὼν ὁ Ῥαψάκης ἐπὶ τέλει τοῦ λόγου προτρέπει ἐπαγγελίαις τὰ ἐπ' αὐτοῖς τείχεσι καὶ πύργοις τῆς πόλεως ἑστῶτα πλήθη παραδοῦναι τὴν πόλιν, ἐφ' αἷς πεποίηται ὑποσχέσεσι καὶ ἐπειδὴ βεβόητο εἰς πάντας ἡ τοῦ Ἑζεκίου θεοσέβεια, διαβάλλειν αὐτὸν πρὸς τὰ πλήθη πειρᾶται λέγων· Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς. καὶ ἀνωτέρω δὲ ἔφασκεν· «ὃς ἀφεῖλε τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ»· οὐ γὰρ ἠγνόει χαίροντα τὰ πλήθη τούτοις ἐν τῷ πρὸ τούτου χρόνῳ κατὰ τὴν Ἄχαζ βασιλείαν. διὸ ὡς ἔτι περὶ αὐτὰ διακειμένοις αὐτοῖς τὸν Ἑζεκίαν διέβαλλε, δι' ὧν κατηγόρει μεγίστην θεοσεβείας μαρτυρίαν παρέχων τῷ ὄντι· καλὸν γὰρ τοιαῦτα διαβάλλεσθαι ὑπὸ ἐχθρῶν, ἐφ' οἷς ἄν τις κατὰ θεὸν σεμνύνοιτο. εἶτ' ἐπιλέγει· Μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν; καὶ ἐπιλέγει· Ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάδ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουέμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρῶν μου; δι' ὧν παρέστησε τὸ αἴτιον τοῦ παραδεδόσθαι αὐτῷ τὴν Σαμάρειαν καὶ τὸν Ἰσραήλ. τοῦτο δὲ ἦν τὸ πολλοῖς προσέχειν θεοῖς παρὰ τὸν πάτριον νόμον. εἶτα συλλογιζόμενος ὡς οὐκ ἐδυνήθησάν φησιν οἱ θεοὶ τῶν ἐθνῶν ἐξελεῖν τοὺς αὐτοῖς ᾠκειωμένους, οὕτως οὐδὲ ὁ τῆς Ἰερουσαλὴμ θεὸς διασῶσαι δυνήσεται τοὺς ἐν αὐτῇ, οὐδὲν διαφέρειν νομίζων τὸν ἐν τῇ Ἰερουσαλὴμ τιμώμενον τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι πεπλανημένως θεῶν νομιζομένων. Πρὸς δὴ τὰς τοιαύτας μεγαλαυχίας καὶ βλασφημίας τοῦ Ῥαψάκου ἐκ παραγγέλματος βασιλικοῦ σιωπὴν εἶχον οἱ ἀκούοντες μηδὲν ἀποκρινόμενοι διὰ τὸ τὸν βασιλέα τοῦτο προστάξαι. πολλῆς τε συνέσεως καὶ εὐσεβείας δεῖγμα ἦν τοῦ Ἑζεκίου τὸ κελεῦσαι μὴ ἀποκρίνασθαι τοιαῦτα θρασυνομένῳ· μηκέτι γὰρ πρὸς ἀνθρώπους ἔχειν τὸν τοιαῦτα κατὰ τοῦ θεοῦ φθεγξάμενον, μηδὲ γὰρ προσήκειν τὸν εὐλαβῆ βλασφήμῳ προσδιαλέγεσθαι ἀνδρὶ ὡς ἂν μὴ ἐρεθίζοιτο εἰς ἑτέρας ἐκπίπτειν βλασφημίας. διὸ εἴρηταί που· «μὴ ἔκκαιε ἄνθρακα ἁμαρτωλοῦ», ἀλλὰ μηδ' ὅσιον εἶναι λόγων τοῖς τοιούτοις κοινωνεῖν μηδὲ ὠφελήσειν τι προσδοκᾶν τοὺς ἀνίατα τὴν ψυχὴν νοσοῦντας, μόνον δὲ πεφράχθαι δεῖν ὥσπερ τισὶν ὅπλοις καὶ πανταχόθεν ἠσφαλίσθαι τῇ σιωπῇ κρύπτοντας μὴ ἑαυτοῖς τοὺς ἀληθεῖς λόγους, περιμένοντας δὲ τὴν ἐκ τοῦ θεοῦ κατὰ τῶν βλασφήμων κίνησιν. ταῦτα παραγγείλαντος τοῦ βασιλέως ἐπιστημόνως τὸ προσταχθὲν ἐποίουν οἱ τοῦ πλήθους προεστῶτες, ὃ δὴ καὶ ἡμῖν ποιητέον ἐστὶν ἐν καιροῖς διωγμῶν ἢ ἐν κοιναῖς ἀθέων καὶ βλασφήμων ἀνδρῶν διαλέξεσιν.
2.11.1
Τῆς ἱστορίας διὰ τὸ σαφὲς μηδεμιᾶς ἑρμηνείας δεομένης τοσοῦτον εἰς τοὺς τόπους ἐροῦμεν ὡς τοὺς αὐτῶν χιτῶνας διέρρηξαν οἱ τῶν κατὰ θεοῦ βλασφημιῶν ἀκηκοότες, αὐτός τε ὁ βασιλεὺς Ἑζεκίας ἅτε δυσσεβῶν ῥημάτων· διὰ τῆς ἀκοῆς κεκοινωνηκότες ἢ ὡς δι' αὐτοὺς τοῦ θεοῦ βεβλασφημημένου αὐτοὺς γὰρ εἶναι τούτων αἰτίους ὑπελάμβανον· μηδὲ γὰρ συγχωρηθῆναι τῷ πολεμίῳ μέχρις αὐτῶν πυλῶν εἰσελθεῖν τῆς τοῦ θεοῦ πόλεως καὶ τοιαῦτα ἀπαυθαδιάσασθαι. εἰ μὴ τούτων αὐτοὶ ὑπῆρχον αἴτιοι καὶ ἔτι πρὸς τούτοις διὰ τὸ ἀγωνιᾶν μή πη ἄρα καὶ αὐτοὶ τὰ ὅμοια πάθοιεν, οἷς πέπονθε Σαμάρεια καὶ ὁ ἐν αὐτῇ λαὸς διὰ τὰς ἑαυτῶν ἀσεβείας. Σάκκον δὲ περιέθετο ἀντὶ βασιλικῆς ἐσθῆτος ὁ Ἑζεκίας σημεῖα πένθους καὶ κακώσεως ἐπαγόμενος, τούτῳ τε τῷ σχήματι διὰ μέσης ἀνῄει τῆς πόλεως ἀπὸ τῶν βασιλείων οἴκων ἐπὶ τὸν νεὼν τοῦ θεοῦ καὶ ταπεινὸν τῷ θεῷ ἑαυτὸν δεικνὺς οἴκτου καὶ ἐλέους τυχεῖν ἠξίου τῷ σχήματι· τοὺς γὰρ ἑτέρους τῶν ἱερέων τοῦ θεοῦ σάκκους ἀντὶ τῶν ἱερατικῶν ἠμφιεσμένους στολῶν πρὸς τὸν προφήτην Ἠσαΐαν ἔπεμπε φάσκειν αὐτοῖς παραγγείλας· Τάδε λέγει Ἑζεκίας, οὐχ «ὁ βασιλεὺς» προσθείς· οὐ γὰρ ὁ καιρὸς αὐτῷ τοῦτ' ἐπέτρεπε λέγειν ταπεινουμένῳ τῆς παρούσης ἕνεκα συμφορᾶς. εἶτ' ἐπεὶ ἡ παροῦσα περίστασις ἐλεγμοῦ φησιν ἡμέρα ἐστὶ τῷ τὰς ἡμετέρας ἀπελέγχειν ἁμαρτίας, ἀλλὰ καὶ ὀργῆς ἡμέρα τυγχάνει· ἐλεγχόμενοι γὰρ ἄξια ὀργῆς πεπραχότες. ταύτῃ νῦν παραδεδόμεθα ἐοίκαμέν τε ὠδινούσῃ γυναικὶ καὶ μελλούσῃ μὲν ἀποκύειν, ἐξασθενούσῃ δὲ πρὸς τὴν τῶν ὠδίνων καρτερίαν· οὐ γὰρ οἷοί τε ἐσμὲν λέγειν· «ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας». τούτου χάριν ἐπὶ σὲ τὸν τοῦ θεοῦ ἄνθρωπον ἀνεπέμψαμεν διὰ σοῦ τὸν σὸν θεὸν ἐν καιρῷ παραστῆναι βοηθὸν ἡμῖν ἀντιβολοῦντες· ὃν οὐδὲ ἑαυτῶν θεὸν ὀνομάζειν τολμῶμεν, σὸν δὲ κύριον καὶ θεὸν ἀκριβῶς ὄντα ἐπιστάμεθα. τοῦτον οὖν αὐτὸν ἱκετεύομεν μὴ τοῖς ἡμετέροις ἀποβλέψαι πλημμελήμασι μηδὲ τῶν ἡμετέρων μνήμην ποιήσασθαι ἁμαρτημάτων, ταῖς δὲ ἀθέοις τοῦ πολεμίου φωναῖς καὶ τῇ τοσαύτῃ ὑπερηφάνῳ προσχεῖν ἀλαζονείᾳ, ποιεῖν τε τὸ αὐτῷ φίλον εἴτε συγχωρεῖν εἴτε ἐπεξιέναι βούλοιτο. Σύ γε μήν, ὦ τοῦ θεοῦ προφῆτα, σαυτὸν ὑπομνήσας ὡς τὸ πᾶν ἡμῶν πλῆθος αἰχμάλωτον ἤδη ὑπὸ τοῦ τῷ αὐτῷ γέγονε τῷ Ἀσσυρίῳ πρεσβεῦσαι πρὸς τὸν θεὸν ὑπὲρ ἡμῶν τῶν καταλειφθέντων, μὴ ὀκνήσῃς· πιστεύομεν γὰρ ἡμεῖς καὶ πεπείσμεθα τὰ μεγάλα ἡμῖν συμβαλεῖσθαι πρὸς σωτηρίαν τὰς σὰς ὑπὲρ ἡμῶν ἱκετηρίας. ταῦτα ὁ βασιλεὺς τῷ προφήτῃ λέγειν διετάττετο. ὡς δὲ μόνον ἐπέστησαν αὐτοί, φθάσας τοὺς παρ' αὐτῶν λόγους ὁ Ἠσαΐας ἀπαγγέλλειν προσέταττε τὴν ἐπιφερομένην προφητείαν· δι' ἧς πνεῦμά φησιν ἐμβαλεῖν εἰς αὐτόν, ὑφ' οὗ πνεύματος ἀπατηθεὶς ἐπανήξει ἐπὶ τὴν ἑαυτοῦ γῆν, ἔνθα ξίφει τὴν ζωὴν καταστρέψει. καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος ἐπὶ τῆς προκειμένης ἱστορίας.
2.12.1
Θεσπίσαντος τοῦ προφήτου τὰ προλεχθέντα ὁ τὰ τοσαῦτα ἀπαυθαδιασάμενος Ῥαψάκης ἀθρόως ἄπρακτος ἀπεχώρει τῆς πολιορκίας, σπεύσας τε ἀπήντα πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων ἐκστήσαντος αὐτοῦ τὴν διάνοιαν τοῦ θεοῦ. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἑτέραν τῆς Ἰουδαίας πόλιν τὴν Λόμνα μετὰ τὴν Λαχεὶς πολιορκῶν ἀγγελίας αὐτὸν οὐκ ἀγαθῆς ἐκταραξάσης κατὰ τὸν τοῦ θεοῦ λόγον ἔσπευδεν ἐπ' Αἰθίοπας. οὐ μὴν ἠμέλει τῆς κατὰ τῶν Ἰουδαίων ἀπειλῆς, ἀποστείλας δὲ ἀγγέλους καὶ γραφὴν πρῶτα μὲν ἐκέλευσεν ἀπὸ στόματος λέγειν τῷ Ἑζεκίᾳ τὰ ἐμφερόμενα τῇ γραφῇ, εἶτα καὶ αὐτὴν ἀναδιδόναι τὴν ἐπιστολήν· τῶν τοσούτων οὖν πραγμάτων καὶ τούτοις τοῖς λόγοις καὶ ταῖς ἐπαγγελίαις ἐπάρας ἑαυτὸν τοιγαροῦν ἀπατῶν μὴ ἀγνόει. εἶτα καὶ πάλιν ὁ δυσσεβὴς δυσφήμους ἠφίει φωνὰς τοῦ θεοῦ καταλαζονευόμενος, κατηριθμεῖτό τε τὰ ὑπὸ χεῖρα αὐτῷ γενόμενα ἔθνη τῶν οἰκείων θεῶν οὐδὲν αὐτοῖς ἐπαμυνόντων. ταύτην δὲ τοῦ Ἀσσυρίου τὴν μεγαλαυχίαν ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ προφήτης «πρὶν ἢ γενέσθαι» τὸ μέλλον ἀναφωνῶν καὶ λέγων· «Οὐαὶ Ἀσσυρίοις· ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν» καὶ ἑξῆς. «αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται», ἀλλ' εἶπεν· «ὃν τρόπον ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς». ἐφ' οἷς καὶ τὴν ἀπειλὴν ἑξῆς ἐπῆγε· λέλεκτο μὲν οὖν ταῦτα πάλαι πρότερον, νυνὶ δὲ κατὰ τοὺς παρόντας ἐπληροῦτο χρόνους. Ὁ δέ γε Ἑζεκίας ὥσπερ καὶ πρότερον ἔσπευδε καὶ νῦν «ἐπὶ τὸν οἶκον τοῦ θεοῦ» καὶ αὐτῷ μόνον τὴν ἐπιστολὴν ἐδείκνυ τῷ θεῷ. εἶτ' ἐπῆγεν ἱκετηρίαν διὰ προσευχῆς μόνον αὐτὸν εἶναι θεὸν λέγων καὶ οὐδένα ἄλλον. ἐπεὶ καὶ μόνος αὐτὸς οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου γέγονε ποιητὴς οὐδενὸς ἀλλ' οὐ ταύτης αὐτῷ τῆς θεϊκῆς δυνάμεως ἐπικοινωνοῦντος, αὐτὸς εἴη ἂν ζῶν θεὸς τῶν ἄλλων ἀψύχων καὶ νεκρῶν ὄντων, αὐτοῦ δὲ μόνου ζῶντος τὴν ἄναρχον καὶ ἀγέννητον ζωὴν ἐπιγραφομένου τε ἁπάντων τῶν ζωῆς μετόχων τὴν αἰτίαν. ἤδη δὲ θαρσῶν ὡς ζῶντα καὶ τοῖς πᾶσι παρόντα καὶ τῶν αὐτοῦ φωνῶν ἀκροώμενον θεὸν ἠξίου ταῖς καθ' ὅλης τῆς οἰκουμένης βασιλείαις ἐνδείξασθαι μόνος αὐτὸς εἴη θεὸς ἐν τῷ διασώσασθαι τοὺς ἐπ' αὐτὸν ἠλπικότας. καὶ νῦν μὲν τοσαῦτα καὶ τοιαῦτα διὰ τῆς προσευχῆς ἐθεολόγει τοῦ καιροῦ συγχωρήσαντος ὁ βασιλεὺς μὴ εὐξάμενος, ὅτε τὸ πρῶτον «εἰς τὸν οἶκον» ἀνῄει «τοῦ θεοῦ» τῇ «τοῦ σάκκου» περιβολῇ κεχρημένος δι' ὑπερβολὴν εὐλαβείας· τότε γοῦν οὐδὲ διᾶραι στόμα ἐπὶ τοῦ θεοῦ ἐτόλμα. διὸ τὸν προφήτην ἀποστείλας ἠξίου πρεσβεῦσαι ὑπὲρ αὐτῶν ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις, νῦν δὲ ὅτε ἀποκρίσεως ἠξίωτο τοῦ θεοῦ καὶ ταῖς διὰ τοῦ προφήτου ὁσίαις ἐπαγγελίαις πιστεύσας ταῖς κατὰ τοῦ πολεμίου προρρήσεσι θαρσαλέως διὰ τῶν μετὰ χεῖρας τὴν προκειμένην ἀνέπεμψεν εὐχὴν εὐσεβῆ δόγματα θεολογίας περιέχουσαν.
2.13.1
Οἱ τοῦ θεοῦ προφῆται τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίνεσθαι θεσπίζοντες οὐκ ἐντεῦθεν εἶχον τὸ γνώρισμα παρὰ τοῖς πλήθεσι τοῦ προφήτας αὐτοὺς εἶναι· οὐ γὰρ ἀφ' ὧν τὰς ἐκβάσεις ἠγνόουν προφήτας αὐτοὺς ἡγοῦντο. ἀφ' ὧν δὲ τὴν πεῖραν ἐκ τῶν παραχρῆμα ἀποτελεσμάτων ἐλάμβανον, ἐκ τούτων ἐν ταῖς τῶν μελλόντων κατεπίστευον προρρήσεσιν. οὕτως οὖν ποτε καὶ «περὶ ὄνων» ὁ Σαμουὴλ προὔλεγε τῷ Σαοὺλ καὶ ἄλλος περὶ οὗ βασιλέως νοσηλευομένου καὶ πάλιν ἕτερος τοῦ βασιλέως Ἰσραὴλ θάνατον προαγορεύει. τοῦτο δὲ ἐγίνετο ὡς ἂν μὴ περισπῷτο ὁ λαὸς πόθῳ καὶ λιχνείᾳ προγνώσεων περὶ τὰ τῆς εἰδωλολάτρου πλάνης μαντεῖά τε καὶ χρηστήρια· τοῦ γὰρ αὐτῶν θεοῦ οὐ δι' ἀψύχων ξοάνων, διὰ δὲ τῶν αὐτοῦ προφητῶν τὸ ἱκανὸν αὐτοῖς τῆς τοῦ μέλλοντος γνώσεως παρέχοντος οὐδεὶς αὐτοῖς τῶν ἔξωθεν ἐγίνετο λόγος. ὅθεν καὶ ἐν τοῖς μετὰ χεῖρας ὁ μὲν βασιλεὺς Ἑζεκίας οἷα θεοφιλὴς «εἰς τὸν οἶκον ἀνῄει τοῦ θεοῦ» καὶ τὴν ἀνάγραπτον ἱκετηρίαν ἀνέπεμπε, θεὸς δὲ αὐτῷ ἀποκρίνεται τὸν ἑαυτοῦ προφήτην Ἠσαΐαν ὡς αὐτὸν πέμψας, δεύτερόν τε αὐτῷ τοῦτον ἐκδίδωσι τὸν χρησμόν, ὡς ἄρα εἴη ἀκηκοὼς τῶν τῆς προσευχῆς αὐτοῦ λόγων διδάσκων. Εἶθ' ὡς πρὸς τὸν Ἀσσύριον πολλὰ καταλαζονευόμενον καὶ ἐπαπειλήσαντα τῷ λαῷ καὶ τῷ τόπῳ τοιοῦτόν τινα λόγον ποιεῖται. σὺ μὲν ὦ οὗτος τυραννικῶς ἠπείλεις τοιαῦτα διαθήσειν τὸν ἐμοὶ καθηγησάμενον τόπον νομίζων φοβεῖν ταῖς ἀπειλαῖς τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο παρθένῳ παραβαλλομένην τοῦ θεοῦ πόλιν, τόν τε ἐν αὐτῇ λαὸν θυγατέρα Σιὼν καὶ θυγατέρα Ἰερουσαλὴμ χρηματίζοντα καὶ παρθένῳ παραβαλλόμενον διὰ τὸ πάσης καθαρεύειν εἰδωλολατρίας. ἡ δὲ θαρσοῦσα τῇ ἑαυτῆς καθαρότητι καὶ τῷ ἑαυτῆς βοηθῷ θεῷ τὸν ὑπερήφανόν σου λογισμὸν καὶ τὰς ἀπειλὰς ἐκείνας ἐξεφαύλισε καὶ ἐμυκτήρισεν ὡς οὐδενὸς ἀξίας. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐξουδένωσέ σε καὶ ἐξεφαύλισέ σε θυγάτηρ Σιών, ὄπισθέν σου κεφαλὴν ἐκίνησε θυγάτηρ Ἰερουσαλήμ· εἰ γὰρ καὶ μηδεμίαν ἀπόκρισιν ἐποιήσατο πρὸς σέ, ὅτε τὰς βλασφήμους προΐεσο φωνάς, ἀλλὰ μετὰ τὸ ἀναχωρῆσαι καὶ εἰς τοὐπίσω σε ἀπελθεῖν ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν ἡ προλεχθεῖσα τῆς Ἰερουσαλὴμ θυγάτηρ ἡ αὐτὴ οὖσα τῇ παρθένῳ θυγατρὶ Σιών. καὶ τοῦτ' ἔπραττεν οὐκέτι σιωπὴν ἄγουσα, μετὰ δὲ τοῦ λόγον ἀποδιδόναι· διὸ ἐπὶ σοὶ τὴν κεφαλὴν ἐκίνει. Ὁ δὲ λόγος οὕτως ἦν· τίνα ὠνείδισας καὶ παρώξυνας; ἀνθ' οὗ οἱ λοιποὶ ἑρμηνευταὶ βεβλασφήμηκας ἐκδεδώκασιν, ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; οὐδὲ ἀνέβλεψας εἰς οὐρανὸν οὐδὲ διενοήθης τὸν θεὸν τὸν ὕψιστον οὐδὲ ἐλογίσω, ὡς ἄρα οὗτος εἴη ὁ ἅγιος τοῦ Ἰσραήλ, ὃν ὠνείδισας διασύρων καὶ χλευάζων ὡς ἕνα τῶν πολλῶν θεῶν τῶν ὑποχειρίων σοι γενομένων. ἐλογίσω γὰρ παρὰ σαυτῷ ὡς τῇ σαυτοῦ δυνάμει καὶ τῷ πλήθει τῶν σῶν ἁρμάτων ἀναβεβηκὼς εἴης εἰς τὰ ὑψηλὰ τῶν ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, ὥστε ἀποκόψαι τὸ ἐν τῷ πλήθει τῶν ἐν αὐτῷ κέδρων τε καὶ κυπαρίσσων ἐμφαινόμενον αὐτοῦ κάλλος. ᾐνίττετο δὲ διὰ τούτων τὰς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἐπηρτημένας καὶ εὐθηνουμένας βασιλείας· τὸ γὰρ πολὺ πλῆθος τοῦ Λιβάνου ἐν ὑψηλοτάτοις κέδροις τε καὶ κυπαρίσσοις ἢ ἀρκεύθοις κατὰ τὸν Σύμμαχον, ἢ ἐλάταις κατὰ τὸν Ἀκύλαν, εἰς εἰκόνα παρείληφε τῶν τότε εὐθηνουμένων ἐθνῶν. ἀντὶ δὲ τοῦ· εἰς ὕψος μέρους τοῦ δρυμοῦ, ὁ Σύμμαχος εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν τοῦ Καρμήλου αὐτοῦ ἡρμήνευσε, δρυμὸν κἀνταῦθα τὴν ἄκαρπον ὕλην τῶν τὸν θεὸν μὴ ἐπισταμένων ἐθνῶν αἰνιττομένου τοῦ λόγου. ἃ δὴ ὑπὸ χεῖρα πεποιημένος ὁ Ἀσσύριος μέγα φρονῶν ἐφ' ἑαυτῷ ἔλεγεν· ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ. ἔτι δὲ ἀπηυθαδίζετο λέγων· καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὑδάτων, ἢ κατὰ τὸν Σύμμαχον· ἐγώ φησιν ὤρυξα καὶ ἔπιον ὕδωρ καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους. ὁρᾷς ὅπως καὶ ἐν τούτοις ὑδάτων μέμνηται ὁ λόγος καὶ ποταμῶν ἀφανιζομένων ὑπὸ τοῦ Ἀσσυρίου, δι' ὧν οἶμαι σημαίνειν τὰ παρὰ τοῖς ἔθνεσι πλήθη καὶ τοὺς παρ' αὐτῶν περὶ θεῶν λόγους, οἳ τὰς ψυχὰς ἐνόμιζον τρέφεσθαι. τῷ γε μὴν ἴχνει τοῦ ἑαυτοῦ ποδὸς ἐρημίαν εἰργᾶσθαι ἐσεμνύνετο· ἐπ' οὐδενὶ μὲν ἀγαθῷ, ἐπ' ἐρημίᾳ δὲ ὧν ἐπέβη χωρῶν καυχώμενος καὶ ἐπὶ ἀφανισμῷ τοῦ δηλωθέντος τοῦ Λιβάνου κάλλους. ἀλλὰ ταῦτα μὲν σὺ παρὰ σαυτῷ εἶπας ἐν τῇ σαυτοῦ διανοίᾳ λογισάμενος, ὡς ἄρα τῷ πλήθει τῶν ἁρμάτων σου τὰ τοσαῦτα διεπράξω, ἐγὼ δὲ σοί φημι Μὴ σαυτὸν ἀπάτα· οὐ γὰρ τῇ σαυτοῦ δυνάμει τούτων ἁπάντων περιγέγονας. ἐγὼ δὲ ἤμην ὁ ταῦτα τὰ κατ' αὐτῶν ὁρίσας· εἰ σὺ μὴ ἔγνως, εἰ καὶ μὴ ἤκουσας τὴν ἐμὴν ἐξ ἀρχαίου βουλήν· ταῦτα γὰρ αὐτὸς κέκρικα κατὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πάλαι καὶ ἐξ ἡμερῶν ἀρχαίων διὰ σοῦ πραχθῆναι. νῦν δὲ δι' ἔργων τὴν ἐμὴν ἐπέδειξα βουλὴν ἐγείρας σε ἐπ' ὀλέθρῳ τῶν τιμωρίας ἀξίων καὶ σοὶ χρησάμενος σημείῳ τοῦ ἐξερημῶσαι ἔθνη καὶ ἀναστάτους ποιῆσαι τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς, ἃς πρότερον μὲν ἐφύλαττον διασῴζων ἐγώ. Ἐπεὶ δὲ ἠσέβουν μὴ γνωρίζοντες τὸν ἑαυτῶν σωτῆρα, ἀνῆκα τὰς ἐμαυτοῦ χεῖρας σοὶ παραδιδοὺς ἐπὶ τιμωρίᾳ, οἱ δὲ παραχρῆμα ἔρημοι ἐγένοντο τῆς ἐμῆς στερηθέντες ἐπισκοπῆς. διὸ καὶ παραυτίκα ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις· τοῦτο γοῦν αὐτῶν τὸ αἴτιον τῆς ἀπωλείας, ὅτι μηδένα καρπὸν ἀγαθὸν εὐσεβείας προὔφερον. διὸ οὔτε ἀμπέλῳ οὔτε ἐλαίᾳ οὔτε τινὶ τῶν γονίμων φυτῶν, χόρτῳ δὲ ξηρῷ καὶ ἀγρώστιδι παρεικάζοντο, ὅτε δικαιότατα σῇ παρεδόθησαν χειρί. ἀλλ' οὐ σύ γε ταῦτα ἐφρόνησας, ὦ τῶν Ἀσσυρίων ἄρχων, ἄθεα δὲ καὶ ἀσεβῆ λογισάμενος καὶ τὴν ἐμοὶ τῷ θεῷ ἀνακειμένην πόλιν ἐνόμισας ὁμοίως ταῖς λοιπαῖς ταῖς τὸν θεὸν ἀγνοούσαις αἱρήσειν. εἰδὼς δὲ σοῦ τὰς ἐνθυμήσεις καὶ τὴν ἔξοδον καὶ τὴν εἴσοδον τῶν σῶν λογισμῶν ἔτι καὶ ταῦτα πρὸς σέ φημι, ὡς οὐκ ἔλαθέ με ὁ θυμός, ᾧ κέχρησαι κατὰ τοῦ χρηματίζοντος ἐμοῦ λαοῦ, ἀλλὰ καὶ ἡ πικρία σου ἀνέβη πρός με, ἢ κατὰ τὸν Σύμμαχον· ἀνέβη ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου. ἐπεὶ τοίνυν τοιαῦτά σοι τετόλμηται, ἄκουε λοιπόν, ὦ οὗτος τὰ διαδεξόμενά σε φιμὸν κατὰ τοῦ στόματός σου τοιοῦτον ἐμβαλῶ, ὡς καὶ τὴν ῥῖνα αὐτὴν συσχεῖν καὶ ἀποπνῖξαι πρὸς τὸ μηκέτι τοιαῦτα φθέγγεσθαι, κατὰ δὲ τὸν Σύμμαχον· καὶ δώσω φησὶ κρίκον εἰς τὸν μυκτῆρά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, ἵνα μὴ ὅπου βούλει ἀπίῃς, ἕλκοιο δὲ καὶ μὴ βουλόμενος εἰς τοὐπίσω· ἀποστραφῆναι γάρ σε δεήσει τῇ ὁδῷ, ᾗ τὴν ἐνταῦθα πεποίησαι πορείαν. Ταῦτα μὲν οὖν ὡς πρὸς τὸν ἄρχοντα τῶν Ἀσσυρίων, εἰ καὶ μὴ τῷ σώματι πάρεστιν, ὅμως δ' οὖν καὶ πρὸς ἅπαντα εἰρήσθω. ἐπεὶ δὲ καὶ σοὶ χρὴ τῷ Ἑζεκίᾳ πρὸς ἃς πεποίησαι εὐχὰς ἀποκρίνασθαι, δέχου δὴ καὶ τὸν πρὸς σὲ λόγον· τὰ μὲν εἰρημένα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ἀκήκοας, εἰ δὲ σοὶ δεῖ σημείου πρὸς πίστωσιν τῶν ἐμῶν λόγων, ἴσθι ὅτι τὸν παρόντα ἐνιαυτὸν τοῖς ἀπὸ γῆς αὐτομάτως ἀναδοθησομένοις πρὸς τροφὴν χρήσῃ, τῷ δὲ μὴ δύνασθαι συνήθως τὴν χώραν γεωργίας τυχεῖν διὰ τὴν τῶν πολεμίων ἔφοδον. διόπερ φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας. ἀντὶ δὲ τοῦ· ἃ ἔσπαρκας, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ αὐτόματα ἐκδεδώκασι. καὶ τῷ ἐπιόντι δὲ ἐνιαυτῷ ὁμοίως φάγε τὰ ὑπολειφθέντα ἐκ τοῦ προτέρου ἔτους. ἀντὶ δὲ τοῦ· τῷ δευτέρῳ ἔτει τὸ κατάλειμμα, ὁ μὲν Ἀκύλας καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος· καὶ τῷ ἔτει τῷ δευτέρῳ ἀπὸ δένδρων, ὁ δὲ Θεοδοτίων· καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ, δύο δὲ τούτους ἐνιαυτοὺς στενοχωρηθέντες διὰ τὸ μὴ ὁμοίως γεωργίας τυχεῖν τὴν χώραν. τῷ τρίτῳ ἔτει πληρωθήσεσθε πάσης εὐθηνίας· σπείραντες γοῦν ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν, εὖ εἰδότες ὡς οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ μετὰ τὴν αἰχμαλωσίαν τοῦ ἐν Σαμαρείᾳ πλήθους ἐν εἰρήνῃ διατελέσετε, εἰ κατὰ τὴν ἐμὴν βουλὴν ῥίζαν ἐμβαλόντες ἑδραίαν θεοσεβείας ἐν τῇ ἑαυτῶν ψυχῇ, καρπὸν τῆς ἐμῆς γεωργίας ἅγιον ἄνω βλέποντα πρός με ἀποδώσετε. οὕτω γοῦν διασωθήσονται οἱ ἐπὶ τῆς Ἰερουσαλὴμ καταλειφθέντες, εἰ γένοιντο καρποφόροι παρ' ἐμοὶ καὶ «τοὺς ἀξίους αὐτῶν» ἀποδίδοιεν «καρπούς»· «ζηλῶν» γὰρ ὁ κύριος ὡς ὑπὲρ οἰκείας τῆς ἀνακειμένης αὐτῷ πόλεως καὶ τοῦ χρηματίζοντος αὐτοῦ λαοῦ ταῦτα πάντα δωρήσεται. Καὶ οὔτε ὁ τῶν Ἀσσυρίων βασιλεὺς οὐθ' ἕτερός τις ἐπιβήσεται τῆς πόλεως οὔτε ἐπιτραπήσεταί τις πόλεμον ἄρασθαι κατ' αὐτῆς· αὐτὸς γὰρ ἐγὼ ὡς ἂν ὑπὲρ ἐμῆς πόλεως ὑπερασπιῶ καὶ σώσω αὐτήν τε καὶ τοὺς ἐνοικοῦντας· τοῦτο γὰρ ἐμοὶ θεῷ ὄντι πρέπει. διὸ ταῦτα πράξω δι' ἐμέ, ἀλλ' οὐ διὰ τὸ ἀξίους εἶναι τοὺς βοηθουμένους. εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι ὡς φάναι προστήσασθαι τῆς πόλεως, διὰ Δαυὶδ τὸν ἐμὸν παῖδα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τὸν ἐμὸν δοῦλον, κτίστην τῆς πόλεως καὶ πρῶτον βασιλέα τῶν αὐτόθι γενομένων φυλάξω τὴν πόλιν, ὡς ἂν καὶ ἕτεροι μαθόντες, ὅσης ἠξίωται παρ' ἐμοὶ τιμῆς ὁ θεοφιλὴς ἀνήρ, ζηλωταὶ αὐτοῦ καὶ μιμηταὶ τῆς θεοσεβείας γένοιντο. Οἱ μὲν οὖν τοῦ θεοῦ λόγοι διὰ Ἠσαΐου τοῦ προφήτου τοῦτον ἀπηγγέλλοντο τὸν τρόπον τῷ βασιλεῖ Ἑζεκίᾳ. οὐκ εἰς μακρὸν δὲ τοῖς λόγοις φοβερά τις καὶ θεϊκὴ πρᾶξις εἵπετο αὐτίκα μετὰ ταύτας τὰς φωνάς, οὐ δι' ἀνθρωπίνης μεθόδου μυριάδες ἀθρόων ἀνδρῶν εὕρηντο νεκρῶν βεβλημέναι ὑπὸ χειρὸς ἑνὸς ἀγγέλου· τοσοῦτος γὰρ ἦν οὗτος ὡς θεοῦ κρίσει διακονήσασθαι καὶ τοσαῦτα πλήθη τῶν πολεμίων ἀνελεῖν, ὅπως ἔργῳ πεῖραν λάβοι ὁ τούτων βασιλεύς, οἵου καταβλασφημεῖ θεοῦ. τούτου γοῦν ἕνεκεν τοσούτων ἀπολλυμένων οὐ συναπώλλυτο, ὡς ἂν θεωρὸς γενόμενος τούτου πραχθέντος τὴν ἄθεον αὐτοῦ γλῶτταν ἐπιστομίσειε. διὸ δὴ εἴρητο ἐν τοῖς τοῦ θεοῦ λόγοις· «καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου» πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾶν. πλὴν εἰ καὶ μὴ συναπήλαυσεν τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι' ἣν καὶ Φαραὼ τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων θεωρὸς ἐφυλάττετο, ὅμως γοῦν τοὺς ἑαυτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας ἐπὶ τῆς οἰκείας γενόμενος γῆς.
2.14.1
Ὁ εἰπὼν θεός· «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω 2. 14 κἀγὼ ἰάσομαι», τοὺς πολεμίους πατάξας κρίσει δικαίᾳ δι' ἑνὸς ἀγγέλου τὸν θεοφιλῆ βασιλέα ἰάσατο καὶ ἐζωοποίει «ῥυόμενος αὐτὸν ἐκ θανάτου» δι' ἑαυτοῦ. καλῶς οὖν ἐπεσημήνατο φήσας· ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου, ἢ κατὰ τὸν Ἀκύλαν· τοῦ ἀποθανεῖν, ἢ κατὰ τοὺς λοιπούς· εἰς θάνατον· ἐν γὰρ ἐκείνῳ τῷ καιρῷ, καθ' ὃν τὰ προλεχθέντα πεπόνθασιν οἱ Ἀσσύριοι, ὁ τοῦ θανάτου καιρὸς ἐπέστη τῷ Ἑζεκίᾳ. βουλόμενος δὲ σῶσαι αὐτὸν ὁ θεὸς οὐκ ἐν ἀδήλῳ κατέλιπε τὸ μέλλον τὴν μαλακίαν αὐτοῦ διαδέξασθαι τέλος. διὸ προφάσεις αὐτῷ σωτηρίας παρέχων τὸ τῆς ἀρρωστίας τέλος φανερὸν αὐτῷ καθίστη διὰ τοῦ προφήτου, ὡς ἂν μαθὼν προσεύξοιτο καὶ προσευξάμενος τύχοι προσθήκης ζωῆς καὶ μετὰ τὸν ὡρισμένον κατ' αὐτοῦ θάνατον, διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς οὐκ ἀνάγκη τις εἱμαρμένης τῆς ἀνθρωπίνης ζωῆς οὐδ' ἀπαράτρεπτος ἀνθρώποις καιρὸς ὥρισται θανάτου. θεὸς δὲ αὐτὸς κρατῶν ἁπάντων καὶ ζωῆς αἴτιος καὶ θανάτου τυγχάνει, δι' οὓς οἶδεν αὐτὸς λόγους ἕκαστον τῶν εἰς τὸν βίον παριόντων κατὰ τούσδε ἢ τούσδε τοὺς χρόνους παράγων καὶ ἐπὶ τοσοῖσδε ἢ τοσοῖσδε ἔτεσι καὶ διὰ τοιᾶσδε ἢ τοιᾶσδε συνάγων τελευτῆς, μόνῳ τε αὐτῷ καὶ τοὺς ἐν αὐταῖς ὡς εἰπεῖν «ταῖς τοῦ θανάτου πύλαις» γενομένους δυνατόν ἐστιν ἀνακαλέσασθαι· ὡς νῦν μὲν τὸν Ἑζεκίαν ἐξ ἀρρωστίας θανατικῆς διασώσασθαι καὶ προσθήκην αὐτῷ ζωῆς χαρίσασθαι ὅλων ἐτῶν πέντε καὶ δέκα· ἑτέρους δὲ καὶ μετὰ τὸ τεθνάναι ἀναβιῶναι ποιῆσαι, ὅσους ἡ θεία παρίστησι γραφή. ὡς ἐξ ἅπαντος λελύσθαι τοὺς περὶ εἱμαρμένης λόγους διὰ τὸ καὶ αὐτῆς ἀνάγκης καὶ πάσης οὐσίας τε καὶ φύσεως τὸν ἐπὶ πάντων θεὸν κρατεῖν. ταῦτ' εἰδὼς ὁ Ἑζεκίας, ὅτε μὲν ὑγιὴς τὸ σῶμα ἦν, ἐπὶ τὸν νεὼν ἔσπευδε τοῦ θεοῦ κἀκεῖ τὸν θεὸν αὐτοῦ τε καὶ τοῦ λαοῦ καὶ τῆς πόλεως σωτῆρα γενέσθαι ἀνεκαλεῖτο· ἐπεὶ δὲ τοῦτο πράττειν ἐπὶ τοῦ παρόντος ἀπεῖργεν ἡ νόσος, ἐξ αὐτῆς στρωμνῆς τὴν εὐχὴν ἀνέπεμπε τῷ θεῷ πανταχοῦ παρεῖναι καὶ παντὸς εἶναι θεοσεβοῦς ἐπήκοον πεπεισμένος. εἶτ' αὐτὸ μόνον μνημονεύσας σὺν πολλῇ παρρησίᾳ ὡς εὐαρέστως αὐτῷ βεβιωκὼς εἴη, οὐκέτι προσετίθη τὴν παραίτησιν τοῦ θανάτου οὐδὲ χρόνους ζωῆς ἐξῃτεῖτο· εἰδὼς τὸν θεὸν τῶν κατὰ διάνοιαν αὐτοῦ λογισμῶν ὄντα ἐπιγνώμονα τῷ νεύματι τὸ τῆς εὐχῆς ἐπιτρέπων τέλος προσετίθει καὶ κλαυθμὸν μέγαν, ἐφ' ᾧ τὸν νοῦν ἐπιστῆσαι ἄξιον. τί δή ποτε τούτῳ κέχρητο ὁ θεοσεβὴς ἀνὴρ ἀγαθὰς αὐτῷ δέον τὰς μετὰ θάνατον ὑπογράφειν ἐλπίδας, ὅτε μάλιστα αὐτὸν ἀνεκαλεῖτο μάρτυρα τὸν θεὸν ἀγαθῇ συνειδήσει τοῦ μετὰ ἀληθείας καὶ ἐν καρδίᾳ ἀληθινῇ εὐαρέστως αὐτῷ βεβιωκέναι. Τὸ μὲν οὖν αἴτιον τοῦ κλαυθμοῦ προϊὼν αὐτὸς διδάξει, τέως δὲ ὁ προφήτης ἅμα τῷ δεηθῆναι τοῦ θεοῦ τὸν βασιλέα δεύτερον ἀποσταλεὶς παρὰ τοῦ θεοῦ· Τάδε λέγει κύριος ὁ θεὸς Δαυὶδ τοῦ πατρός σου ἔλεγε. πατέρα δὲ αὐτοῦ τὸν Δαυὶδ ὁ θεὸς ἐκάλει τὴν ἀνωτάτω μαρτυρίαν αὐτῷ παρέχων ὡς ἀξίῳ τὸν θεοφιλῆ πατέρα ἐπιγράφεσθαι τῆς τῶν τρόπων ὁμοιότητος χάριν. διὸ καὶ ἐν ταῖς ἱστορίαις ἐμνημονεύετο «πεποιηκὼς τὸ εὐθὲς κατὰ πάντα ὡς Δαυίδ». διὸ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἐπεὶ καὶ οἱ λόγοι τῆς προσευχῆς οὐκ «ἐν πολυλογίᾳ» περιεχόμενοι ἄξιοι τῶν ἀκοῶν ἦσαν τοῦ θεοῦ καὶ τὸ τῶν δακρύων ἔργον κατὰ καιρὸν εὐλόγως καὶ ἀναγκαίως γενόμενον τοὺς τῆς ἐπισκοπῆς τοῦ θεοῦ εἷλκε πρὸς αὐτὸν ὀφθαλμοὺς ἐπικλῶν αὐτοῦ τὸ φιλάνθρωπον. διὸ καὶ ἐπινεύει αὐτῷ ζωῆς προσθήκην ἔργῳ παριστάς, ὡς οὔτε φύσει ἀτάκτῳ θάνατος ἀνθρώποις ὥρισται οὔτε ἀνάγκῃ ἀπαραιτήτῳ. οὐ μόνον δὲ χρόνους αὐτῷ ζωῆς, ἀλλ' ἐκ περιουσίας οἷα θεὸς καὶ εὐζωΐαν αὐτῷ τὴν ἐν εὐσταθεῖ καὶ εἰρηναίῳ βίῳ ἐπαγγέλλεται, αὐτόν τε ὁμοῦ καὶ τὸν σὺν αὐτῷ λαὸν καὶ τὴν πόλιν ἐκ τῆς τῶν πολεμίων χειρὸς διασώσειν ὑπισχνούμενος, σημεῖόν τε αὐτῷ παρεῖχε τῆς τῶν εἰρημένων πίστεως δι' ἑτέρου παραδόξου. διό φησι· τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει ὁ θεὸς τὸ ῥῆμα τοῦτο· ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς, κατὰ δὲ τὸν Σύμμαχον· ἰδού φησιν ἐγὼ παλινδρομήσω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος ἐν τῷ ὡρολογίῳ Ἄχαζ τοῦ πατρός σου ὀπισθίως δέκα ἀναβάσεις. πῶς δὲ οἶκος ἦν τοῦ πατρὸς Ἑζεκίου, λέγω δὴ τοῦ Ἄχαζ ἀνδρὸς εἰδωλολάτρου, ὁ εἰσέτι καὶ νῦν δεικνύμενος ἐν Ἱεροσολύμοις οἶκος ἀμφὶ τὸν περίβολον τοῦ ἱεροῦ τυγχάνων ὃν εἰσέτι καὶ νῦν Ἑζεκίου καλοῦσιν, οὐκ ἔχω λέγειν αὐτός. διόπερ ἀναγκαίως τῇ τοῦ Συμμάχου ἑρμηνείᾳ τὸν νοῦν ἐπιστήσας οὐκ οἶκον τοῦ Ἄχαζ ὀνομαζόμενον εὗρον τὸν τόπον, ἀλλ' ὡρολόγιον τοῦ Ἄχαζ καὶ μήποτε ἡ ἐν τῷ τόπῳ κατασκευὴ τῶν βαθμῶν εἰς ὡρολόγιον πεποίητο τοῦ Ἄχαζ ἐκ τῶν ἐν αὐταῖς ἡλίου βολῶν τὰς ὥρας τῆς ἡμέρας ἐπισημαίνεσθαι εἰωθότος. κατὰ δὲ τὸν Ἀκύλαν· ταῖς ἀναβάσεσιν Ἄχαζ εἴρηται, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἐν τοῖς ἀναβαθμοῖς Ἄχαζ, κατ' οὐδένα δὲ τῶν ἑρμηνευτῶν οἶκος τοῦ Ἄχαζ ἐμαρτυρήθη εἶναι ὁ τόπος, ἀλλ' ἤτοι ὡρολόγιον ἢ ἀνάβασις, τάχα που τοῦ Ἄχαζ ταύτῃ χρωμένου τῇ εἰς τὸν περίβολον εἰσόδῳ ἔνθα προποδίσαντος κατὰ τὴν τοῦ οὐρανοῦ περιφορὰν τοῦ ἡλίου καὶ εἰς τοὐπίσω παραδόξως ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς ἐλθόντος καὶ δεύτερον δρόμον κατὰ τῶν αὐτῶν ὡρῶν διιππεύσαντος. σημεῖον μὲν ὑπῆρχε τὸ θαυμαστὸν καὶ τὸν Ἑζεκίαν ἀπὸ δυσμῶν τοῦ ἡλίου ἐπὶ δευτέραν παλινδρομῆσαι ζωήν. Διπλοῦν δ' ἀπελάμβανε μῆκος ὡρῶν ὁ τῆς ἡμέρας ἐκείνης χρόνος, ἐπεὶ δὲ τῷ θαύματι τῆς τοῦ θεοῦ ἐπαγγελίας τυχὼν ὁ βασιλεὺς εὐχαριστήριον συντάττει λόγον. διὸ γέγραπται κατὰ τὸν Ἀκύλαν· γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα ἐν τῷ ἀρρωστῆσαι αὐτόν. καὶ ἔζησεν ἀπὸ τῆς ἀρρωστίας αὐτοῦ, καὶ κατὰ τὸν Θεοδοτίωνα γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα εἴρηται, παρ' οὐδενὶ δὲ προσευχή. Διὸ λόγον εὐχαριστήριον προσήκει λέγειν τὴν παροῦσαν γραφήν, ἐν ᾗ φησιν· Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, ἤ· ἐγὼ εἶπα ἐν τῇ πληρώσει τῶν ἡμερῶν μου κατὰ τὸν Ἀκύλαν, ἤ· ἐγὼ εἶπα ἐν τῷ ἀρρωστῆσαί με κατὰ τὸν Θεοδοτίωνα, κατὰ δὲ τὸν Σύμμαχον· ἐγὼ εἶπον ἐν τῷ κατασιγασθῆναι τὰς ἡμέρας μου· συνιδὼν γὰρ ἐμαυτὸν «ταῖς τοῦ θανάτου πύλαις» ἤδη λοιπὸν πλησιάζοντα ἀπέγνων καὶ ἀπήλπισα ἐμαυτοῦ τὴν ἐν ἀνθρώποις ζωήν. διὸ εἶπον· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα, ἀλλὰ καὶ τοῦτο εἶπον παρ' ἐμαυτῷ, ὅτι στερηθεὶς τῆς ζωῆς οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων. κατὰ δὲ τὸν Σύμμαχον· οὐκ ὄψομαί φησι τὸν κύριον ἐπὶ γῆς ζώντων. ταῦτα δὲ εἶπον πρὸς ἐμαυτόν φησιν ἐννοῶν, μὴ ἄρα ποτὲ ἀνάξιος εἴην τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς καὶ τῆς μερίδος τῶν παρ' αὐτῷ ζώντων, ἔνθα τὸ σωτήριον ἦν τοῦ θεοῦ· οὐ γὰρ ἠγνόει τὸ φῆσαν λόγιον ἐν Ψαλμοῖς· «ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε», «εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ ζώντων», καὶ αὖθις· «εὐαρεστήσω τῷ κυρίῳ ἐν φωτὶ ζώντων»· «χώραν» οὖν «ζώντων» ἑτέραν εἰδὼς παρὰ τὸν ἐνεστῶτα βίον καὶ «ψυχῆς ἀνάπαυσιν» τὴν παρὰ τῷ θεῷ καὶ «φῶς», οὐ τὸ ἐξ ἡλίου, τὸ δὲ «τῶν παρὰ θεῷ ζώντων» ἐπιστάμενος, εἶτα πεφροντικὼς μήποτε στερηθείη τούτων μηδὲ ἐκπέσοι τοῦ σωτηρίου τοῦ θεοῦ, ὅπερ ἦν ὁ Χριστὸς αὐτοῦ. εἰκότως ἐν ἀγῶνι καταστὰς τῶν μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου ὑπομιμνῄσκει μὲν τῆς ἑαυτοῦ θεοσεβείας τὸν θεόν· διὰ δὲ τοῦ κλαυθμοῦ μὴ ἐκπεσεῖν «τῆς χώρας τῶν ζώντων» κατηντιβόλει. καὶ τοῦτο δὲ ὑπερηγωνία μὴ μετὰ θάνατον οὐ μὴ ἴδῃ ἄνθρωπον θεοῦ καὶ οὐ μὴ μετὰ τῶν μακαρίων καὶ θεοφιλῶν ψυχῶν ἀναπαύσοιτο. Ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἐλύπει τὸν Ἑζεκίαν τὸ μηδένα διάδοχον ἐκ σπέρματος ὑπάρχειν αὐτοῦ, μήπω παιδὸς αὐτῷ γενομένου, καθ' ὃν χρόνον ταῦτα ἔλεγεν. ἐπειδὴ τοίνυν ἄπαις ἔμελλε τελευτᾶν μηδένα καταλείπων διάδοχον, ἐξ οὗ τὸ σωτήριον γενέσθαι ἀνθρώποις προσεδοκᾶτο, εἰκότως ὡς ἂν τῆς τοῦ Χριστοῦ γενέσεως τῆς «ἐκ σπέρματος Δαυὶδ» στερόμενος ἀπεκλαίετο, ἔλεγον δέ φησι παρ' ἐμαυτῷ ὡς ἄρα ἐξῆλθε τὸ πνεῦμά μου καὶ ἀπῆλθεν ὥσπερ ὁ πήξας σκηνήν, ἔπειτα καταλύων σκηνήν, σκηνὴν μὲν λέγων τὸ σῶμα, ἐπεὶ καὶ ὁ θεῖος Ἀπόστολος «σκῆνος» ὠνόμαζεν αὐτὸ λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», λύσιν δὲ τῆς σκηνῆς τὴν ἀπόθεσιν τοῦ σώματος, ἣν ἐποιεῖτο τὸ πνεῦμα καταλύον καὶ καταλεῖπον τὸ σῶμα. ἀλλὰ καὶ ὥσπερ ἱστὸς ἐρίθου τὸ ὕφασμα λοιπὸν ἀποτεμνούσης, οὕτω καὶ τὰ τῆς ἐμῆς ζωῆς καὶ τοῦ βίου παντὸς τὸ ὕφασμα περὶ τέλος ἤλαυνεν ἀποτεμνόμενον· ἕκαστος γοῦν τῶν ἁγίων στολὴν ὑφαίνει καὶ κόσμον τῇ ἑαυτοῦ περιτίθησι ψυχῇ διὰ τῶν αὐτοῦ πράξεων. διὸ ὥσπερ ἱστὸν ἐρίθου ἑαυτὸν ἔλεγεν, ἐγγιζούσης δὲ ἐκτεμεῖν προσετίθη διὰ τὸν ἐπιστάντα αὐτῷ θάνατον ὥς φησι· παρεδόθην ὥσπερ τινὶ ἀνθρωποβόρῳ λέοντι, ὃς τέως μὲν διὰ τῆς ἐπιτεθείσης μοι ἀρρωστίας διὰ πάσης νυκτὸς καὶ ἡμέρας συνέτριψε πάντα τὰ ὀστᾶ μου, μικροῦ δὲ δεῖν καὶ ὅλον αὐτὸν καταπίνειν με ἔμελλεν. ὅμως δ' οὖν ἐν τούτοις γενόμενος οὐκ ἐξησθένησα οὐδὲ τοῦ θεοῦ μου ἀνεχώρησα ἀναλαβὼν δὲ ἐμαυτὸν πίστει καὶ ἐλπίδι ἀγαθῇ, κλαυθμῷ καὶ γόοις καὶ προσευχῇ παρέδωκα ἐμαυτόν. Εἶθ' ὡς χελιδὼν ἐφώνουν ἀποδυρόμενος καὶ ὡς περιστερὰ ἐμελέτων ἀποκλαόμενος, εὐχομένου δέ μού φησιν ἐπιμόνως καὶ ἐγκειμένου τῇ πρὸς τὸν θεὸν ἱκετηρίᾳ ἐξέλιπον οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον. ὁ δὲ μὴ μελήσας ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς, μονονουχὶ τὸν αὐτὸν λόγον πιστωσάμενος, ὃν ἐπήγγελται τοῖς ἁγίοις αὐτοῦ εἰπών· «ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ ἐγὼ πάρειμι». Οὕτως οὖν καὶ «τὴν ψυχήν μου ἐρρύσατο ἐκ θανάτου». περὶ αὐτῆς γὰρ ἀπήγγελον καὶ ὑπὲρ αὐτῆς διὰ τῆς προσευχῆς παρεκάλουν· μάλιστα γάρ μοι τῆς ψυχῆς ἔμελλεν, ὅπως μὴ ὑπὸ τοῦ θανάτου καταποθῇ, ἀλλ' εἰσακούσας ἐξήγειράς με, ὦ κύριε, καὶ παρακληθεὶς ἔζησα, κατὰ δὲ τὸν Σύμμαχον· ἀνέθαλάς μέ φησι καὶ ἐζώωσάς με καὶ μετέβαλες τὴν πικρίαν μου εἰς εἰρήνην καὶ εἵλου τὴν ψυχήν μου ἡρπάσας αὐτὴν ἐξ αὐτῶν, ἤδη «τῶν τοῦ θανάτου πυλῶν», ἵνα μὴ ἀπόληται τὴν ψυχῆς ἀπώλειαν, καὶ τοῦτ' ἔπραξας, οὐχ ὅτι τούτων ἄξιος ἤμην ἐγώ· πολλῶν γὰρ μεστὸς ἁμαρτιῶν αὐτὸς ὑπῆρχον, ἀλλὰ τῷ σῷ ἐλέῳ καὶ τῇ σῇ φιλανθρωπίᾳ ταῦτα παρέστη. διὸ μακρὰν καὶ ὀπίσω τὰς ἐμὰς ἀπέρριψας ἁμαρτίας καὶ τούτων με κατηξίωσας «ἐκ τοῦ τῆς ψυχῆς θανάτου ῥυσάμενός με», ἵνα μὴ ἀπόληται στερηθεῖσα μὲν «τῆς παρά σοι χώρας τῶν ζώντων», κατασυρεῖσα δὲ ἐπὶ τὸν τοῦ ᾅδου βυθὸν καὶ ταῖς τῶν ἀσεβῶν ψυχαῖς συγκαταλεγεῖσα. οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· χωρίον γάρ ἐστιν ἀσεβῶν τοῦτο. διὸ τὴν ψυχήν μου ἐλευθερωθεὶς ἐξ αὐτοῦ χαίρων ἀποδίδωμι τῷ θεῷ τὴν εὐχαριστίαν. «ἡ δὲ χώρα τῶν παρὰ θεῷ ζώντων» καὶ τοὺς αἰνοῦντας ὑποδέξεται· ἔνθα καὶ αὐτὸς λοιπὸν γενήσεσθαι πιστεύω τοῦτό μοι τῆς σῆς δωρησαμένης χάριτος. Εἰ δὲ καὶ πρότερον ἐκλελοίπει «ἐκ τῆς συγγενείας μου» διαδοχή, ἀλλὰ νῦν θαρσῶν τῷ σῷ ἐλέῳ πιστεύω, ὅτι ἀπὸ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, διὸ οὐ παύσομαι εὐλογῶν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ τοῦτο πράξω κατέναντι τοῦ οἴκου τοῦ θεοῦ σοὶ προσεδρεύων διὰ παντὸς καὶ ἀχώριστος γινόμενος τοῦ σοῦ ἁγιάσματος. ταῦτα μὲν «ἡ τοῦ Ἑζεκίου» περιεῖχε «γραφή», μεθ' ἣν ἑπτὰ διαγενομένων ἐτῶν υἱὸς αὐτῷ γίνεται Μανασσῆς. τοῦτο δὲ δῆλον ἀπὸ τοῦ «πέντε καὶ δέκα μὲν ἔτη προστεθῆναι» αὐτοῦ τῇ ζωῇ μετὰ τὴν ἀρρωστίαν τελευτήσαντα δ' αὐτὸν διαδέξασθαι τὸν υἱὸν ὀκταετῆ ὄντα ὡς ἡ τῶν Ἱστοριῶν περιέχει βίβλος. Μετὰ ταῦτα ἑτέρου τινὸς ὡς οἶμαι πάθους ἐπισυμβάντος τῷ Ἑζεκίᾳ περὶ τὸ σῶμα· ἕλκος δὲ ἦν μερικόν, ὡς ἂν μὴ πάντα τις καὶ τὰ βραχύτατα παρὰ τοῦ θεοῦ αἰτοίη, συμβουλεύει ὁ προφήτης παλάθῃ ἐκ σύκων χρήσασθαι καὶ καταπλάσαι τὸ ἕλκος διδάσκων, ὡς οὐ πάμπαν ἀπόβλητα γένοιτ' ἄν ποτε καὶ τὰ παρὰ ἀνθρώποις πρὸς θεραπείαν τοῦ σώματος ἐπινοούμενα. ἔστι δὲ ὅτε καὶ τούτοις χρηστέον ὡς καὶ τοῦ προφήτου τοῦτο πρᾶξαι παραινέσαντος. καὶ οἱ λοιποὶ δὲ πάντες ἕλκος ὠνόμασαν τὸ διὰ τῆς παλάθης θεραπευθέν, ἀλλ' οὐχ ἕλκος ἦν τὸ πρῶτον, ἀρρωστία δὲ καὶ «μαλακία πρὸς θάνατον», διὸ ἐπ' ἐκείνης μὲν κλαυθμοὶ καὶ προσευχαὶ καὶ θεοῦ ἐπισκοπὴ παρελαμβάνοντο· ἐπὶ δὲ τοῦ μερικοῦ ἕλκους σωματικὴ θεραπεία, ἣν ὁ προφήτης ὑποβέβληκεν. ὁ δέ γε βασιλεὺς οὐ τὴν παλάθην βούλεται σημεῖον αὐτῷ θεραπείας γενέσθαι, ἀλλά· Τοῦτό φησιν ἐμοὶ σημεῖον ἔσται σωτηρίας τὸ ἀναβῆναι εἰς τὸν οἶκον τοῦ θεοῦ. ἀπαρκεῖ γάρ μοι τὸ δύνασθαι ἀνιέναι καὶ προσκυνεῖν τὸν ἐμὸν σωτῆρα, ἔνδον εἰς τὸν οἶκον αὐτοῦ παριόντα· τοῦτο γάρ μοι παντὸς ἔσται ἀγαθοῦ κρεῖττον, τὸ δὲ τοῦ ἕλκους ἀδιάφορον, εἰ μή μοι γίγνοιτο ἐμποδὼν τῆς εἰς τὸν οἶκον τοῦ θεοῦ παρόδου.
2.15.1
Συνεξετάζουσιν ἡμῖν καὶ διερευνωμένοις τὰ κατὰ τοὺς παρόντας τόπους ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγε νενοσηκέναι μὲν τὸν Ἑζεκίαν, ἐπεὶ μὴ εἰρήκει ᾠδὴν εἰς τὸν θεὸν εὐχαριστήριον ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων, ὡς Μωσῆς ᾖσεν ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων καὶ ὡς Δεββώρα ἐπὶ τῇ ἀπωλείᾳ τοῦ Σισάρα καὶ ὡς Ἅννα ἐπὶ τῇ γενέσει τοῦ Σαμουήλ· ὅπερ μὴ ποιήσαντα τὸν Ἑζεκίαν τῇ νόσῳ περιπεσεῖν· τὸν δὲ Βαβυλώνιον ἐγνωκέναι τὴν ἀπὸ τῆς νόσου ῥῶσιν αὐτοῦ καὶ ἀπεσταλκέναι πρὸς αὐτὸν ἄνδρας οὐκ ἀργῶς, ἀλλ' ἐπειδὴ συνέβη τὴν ἡμέραν ἐκείνην, καθ' ἣν τὸ σημεῖον τῆς τοῦ ἡλίου ἀναδρομῆς ὡρῶν γεγενῆσθαι διπλασιόνων· μὴ γὰρ λαθεῖν τοῦτο τοὺς Βαβυλωνίους δεινοὺς ὄντας περὶ τὴν τῶν ἄστρων θεωρίαν. καὶ ἐπειδὴ τὸν ἥλιον θεοποιοῦντες συνεῖδον, ὡς ὑπὸ κρείττονος περιηνέχθη εἰς τοὐπίσω δυνάμεως· τούτου χάριν ζητῆσαι τὸ τούτου αἴτιον. εἶτ' ἐπειδὴ πολυπραγμονήσαντες ἔμαθον τὸν τῶν Ἑβραίων θεὸν μέγαν εἶναι, τὸν καὶ τοῦ παντὸς κόσμου δημιουργόν· τοῦ τε βασιλέως Ἑζεκίου τὴν ἀρρωστίαν, δι' ἣν καὶ τὸ θαῦμα γέγονεν, εἰκότως καταπλαγέντα τὸ πεπαγμένον φιλίαν ἐθελῆσαι σπείσασθαι πρὸς τὸν Ἑζεκίαν ὡς πρὸς ἄνδρα θεοφιλῆ. ταῦτα μὲν ὁ Ἑβραῖος. ἐγὼ δὲ συνιδὼν ὡς ὑφ' ἕνα καὶ τὸν αὐτὸν ἐνιαυτὸν ταῦτα πάντα συνέβη, λέγω δὲ ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἡ κατὰ τῆς Ἰουδαίας καὶ ἡ δι' ἀγγέλου θεοῦ κατὰ τῶν Ἀσσυρίων πληγή, ἥ τε τοῦ Σεναχηρεὶμ φυγὴ καὶ ἡ τῶν αὐτοῦ παίδων ἐπανάστασις, ἥ τε τοῦ διαδεδεγμένου αὐτὸν υἱοῦ σεσιωπημένη ἀπώλεια. ταῦτα πάντα οἶμαι σώφρονα λογισμὸν ἐμβαλεῖν τῷ Μαρωδὰκ Βαλδὰν ἐξ ἑτέρου γένους ὁρμωμένῳ καὶ βασιλεύοντι Βαβυλῶνος καὶ τοῦ Χαλδαίων ἔθνους· εἰκὸς γὰρ αὐτὸν ἐκ τῆς τούτων γνώσεως ὠφελῆσθαι ὡς μηκέτ' ἐχθρίαν μηδὲ πόλεμον, φιλίαν δὲ ἀσπάσασθαι πρὸς τὸν οὕτω θεοφιλῆ βασιλέα παράδοξον αὐτῷ γενέσθαι τὴν ἐκ θεοῦ πρυτανευθεῖσαν ἐκ τῆς νόσου σωτηρίαν. ὅτι δὲ καθ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν ταῦτα συνέβη πραχθῆναι, μάθοις ἂν ἐπιστήσας ὡς ἡ μὲν ἔφοδος τοῦ Ἀσσυρίου «ἔτους τεσσαρεσκαιδεκάτου» τῆς Ἑζεκίου βασιλείας γέγονεν· τελευτᾷ δὲ «βασιλεύσας» τὰ πάντα «ἐννέα καὶ εἴκοσιν ἔτη», ὧν «τὰ πέντε καὶ δέκα ἔτη», μετὰ τὴν νόσον αὐτῷ «προσετέθη». οὐκοῦν ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει νενοσήκει καὶ τὰ λοιπὰ πάντα πρὸ τῆς νόσου κατὰ τὸν αὐτὸν συνετελέσθη χρόνον. ὁμοῦ δὴ οὖν τούτων ἁπάντων ἡ ἀκοὴ τὸν τῶν Βαβυλωνίων βασιλέα ἐνῆγε πρὸς τὴν τοῦ Ἑζεκίου φιλίαν ὡς καὶ ἀποστεῖλαι αὐτῷ δῶρα καὶ πρέσβεις καὶ ἐπιστολάς. ἐφ' οἷς ἀνθρώπινόν τι παθὼν ὁ Ἑζεκίας χαίρει μὲν ἐπὶ τῇ τούτων δεξιώσει, φιλοτιμίᾳ δὲ περιττῇ ληφθεὶς τοῖς ἀπεσταλμένοις ἀνακαλύπτει τοὺς θησαυροὺς καὶ τὸν οἶκον τοῦ νεχωθά, ὅπερ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὸν οἶκον τῶν ἀρωμάτων ἐκδεδώκασιν. ἀλλὰ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἡδύσματα καὶ τὸ μύρον τὸ καλὸν καὶ πάσας τὰς ἀποθήκας τῶν σκευῶν αὐτοῦ δείκνυσιν· οὕτως γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν. Εἶτ' ἐπεὶ μὴ ἐχρῆν ἀλλοφύλοις ἀνδράσιν ἀπειροκάλως καὶ ἀπερισκέπτως ἀνακαλύπτειν τὸν ἐκεῖ πλοῦτον ἐπιστὰς ὁ προφήτης αὐτῷ προηγόρευεν, ὡς ἔσται τις καιρός, καθ' ὃν αὐτοὶ Βαβυλώνιοι ἅπαντα λήψονται καὶ εἰς τὴν αὐτῶν ἀπάξουσι γῆν. προσετίθη δὲ ὡς καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ τῶν μηδέπω μὲν ὄντων, μελλόντων δὲ ἐξ αὐτοῦ γίγνεσθαι ἐκτεμόντες εὐνούχους, οἳ αὐτοὶ παραστῆναι αὐτοὺς ποιήσουσι τοῖς αὐτῶν βασιλεῦσιν. ἅπερ ἀκούσας ὁ Ἑζεκίας εὐλαβῶς ἅμα καὶ εὐσεβῶς πάντα λόγον ἀγαθὸν εἶναι, ὃν λαλήσειεν ὁ θεός, κἂν λυπηρὸς εἶναι νομίζοιτο ἀνθρώποις ἀπεκρίνατο. ἠξίου δὲ μὴ κατὰ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον τὰ ἠπειλημένα γενέσθαι, εἰρήνην δὲ καὶ δικαιοσύνην, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἰρήνην καὶ ἀλήθειαν, ὑπάρξαι ἐν ταῖς ἡμέραις αὐτοῦ. Ἐφ' οἷς πάλιν ὁ Ἑβραῖος μὴ ἀποδέξασθαι τοῦ Ἑζεκίου τὴν προαίρεσιν τὸν θεὸν ἔλεγε· τὸ γὰρ ὑπὲρ μὲν ἑαυτοῦ ἠξιωκέναι, ὑπὲρ δὲ τοῦ λαοῦ μηδένα λόγον πεποιῆσθαι μεμπτὸν τῷ θεῷ φανῆναι· διὸ ἐπιλέγειν ἑξῆς τὸν προφήτην· Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός· εἰ γὰρ καὶ οὗτός φησι φίλαυτος ὤν, ὑπὲρ μὲν ἑαυτοῦ φροντίσας ἐδεήθη, τοῦ δὲ λαοῦ μνήμην οὔ τινα ἐποιήσατο, ἀλλ' ὁ θεὸς τοῦ ἰδίου κηδόμενος λαοῦ παρακαλεῖν αὐτὸν τοῖς τοῦτο πράττειν οἵοις τε παρακελεύεται.
2.16.1
Τό· ἱερεῖς, παρακαλεῖν τὸν λαόν, οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εὕρομεν, διόπερ ὠβέλισται καὶ παρὰ τοῖς Ἑβδομήκοντα· κατὰ γοῦν τὸν Σύμμαχον παρηγορεῖτε παρηγορεῖτε τὸν λαόν μου, λέγει ὁ θεὸς ὑμῶν, παραμυθήσασθε τὴν καρδίαν Ἰερουσαλὴμ εἴρηται, καὶ παρὰ τοῖς λοιποῖς ἰσοδυναμοῦντα τούτῳ. τίνες δέ εἰσιν οἷς ὁ λόγος παρακαλεῖν τὸν λαὸν προστάττει, ἄξιον ἐπιστῆσαι, τίς δὲ καὶ ἡ καρδία Ἰερουσαλὴμ καὶ ποδαπὴν χρὴ νοεῖν τὴν Ἰερουσαλήμ, ὥσπερ τι ζῷον καρδίαν ἔχουσαν· ἔμψυχον γὰρ καὶ λογικὴν σαφῶς παρίστησιν αὐτὴν ὁ φήσας λόγος· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ. καὶ ἦν μὲν εἰπεῖν Ἰερουσαλὴμ τὸν λαὸν εἶναι τὸν ἐν αὐτῇ κατοικοῦντα, ὡς πολλάκις τὴν πόλιν ἀντὶ τῶν οἰκητόρων ὀνομάζομεν, νυνὶ δὲ ὁ λόγος αὐτὸς τοῦ λαοῦ μέμνηται λέγων· παρακαλεῖτε τὸν λαόν μου, καὶ πάλιν ἰδίως ἐπιφέρει τό· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ· τίνες οὖν εἰσιν οἱ παρακαλεῖν προσταττόμενοι καὶ τίς ὁ παρακαλούμενος λαός, τίς τε ἡ καρδία Ἰερουσαλήμ, ὥρα διευκρινῆσαι. οἱ μὲν οὖν παρακαλοῦντες εἶεν ἂν οἱ τὸ πνεῦμα τὸ παράκλητον ὑποδεδεγμένοι, ἀπόστολοι δηλαδὴ καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ εὐαγγελισταὶ καὶ οἱ τούτοις ὅμοιοι, πρὸς οὓς ἔλεγεν ὁ σωτήρ· «Κἀγὼ ἐρωτήσω τὸν πατέρα μου καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας», καὶ αὖθις· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα», καὶ πάλιν· «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ», καὶ πάλιν· «καὶ συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς». πάντες τοιγαροῦν οἱ τὸ παράκλητον πνεῦμα ὑποδεξάμενοι προστάττονται παρακαλεῖν τὸν λαὸν τοῦ θεοῦ, ἀλλ' οὐ τὸν Ἰσραὴλ οὐδὲ τὸν Ἰακὼβ οὐδὲ τὸν Ἰούδαν. τίς δὲ ἦν ὁ λαὸς τοῦ θεοῦ ἕτερος παρὰ τὸ Ἰουδαίων ἔθνος, Ζαχαρίας ὁ προφήτης διδάξει λέγων· «τέρπου καὶ εὐφραίνου, θυγάτηρ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ», δι' ὧν σαφῶς «ἔθνη πολλὰ» λαὸς τοῦ θεοῦ γενήσεσθαι προσαγορεύεται. καὶ ταῦτα λέγει κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου κυρίου καὶ τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν θεσπίζων. ὥσπερ δὲ ἀποδέδεικται ὁ λαὸς τοῦ θεοῦ, οὕτως ἡ καρδία Ἰερουσαλὴμ νοηθήσεται τὸ κρεῖττον τάγμα τοῦ λαοῦ· ὡς γὰρ ἐν σώματι ἡ καρδία τὸ κυριώτατόν ἐστι τοῦ παντός, οὕτω καὶ ἐν τῷ τῆς ἐκκλησίας σώματι τὸ κυριώτατον τάγμα καρδία τοῦ παντὸς εἰκότως ἂν λεχθείη, ὅπερ ἐστὶ τὸ τῶν λογικωτέρων φρονήσει τε καὶ διανοίᾳ καὶ λογισμῷ διαφερόντων. ἐὰν τοίνυν λέγηται· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ, οὕτως δεκτέον τὸν λόγον ὡσεὶ σαφέστερον ἔλεγε· λαλήσατε τοῖς ἐν τῷ λαῷ τοῦ θεοῦ νοήμοσι καὶ λογικωτέροις. τούτοις μὲν οὖν λαλεῖν προστάττονται οἱ ἱερεῖς, τὸν δὲ λοιπὸν λαὸν παρακαλεῖν ὡς δεόμενον παρακλήσεως καὶ παραμυθίας. περιγράψασα τοίνυν ἡ προφητεία τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἑζεκίαν ἱστορίας ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγγελικοῦ λόγου κατάρχεται τοῖς τὸ τοῦ Χριστοῦ πνεῦμα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα· Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός· πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν λαὸν «τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξειλεγμένον» παρακαλεῖν προστάττει, ὃ δὴ καὶ ἔπραττον οἱ ἀπόστολοι, ὡς διδάσκει λέγων ὁ Παῦλος· «Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς αὐτοὶ παρακαλούμεθα ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως». ὁρᾷς δι' ὅσων τὸν περὶ τῆς παρακλήσεως ἀπεδίδου λόγον καὶ ἐν ἑτέροις ὡσπερεὶ πειθαρχῶν προφητικῇ παρακελεύσει ἐβόα· «δεόμεθα», λέγων, «ὑπὲρ Χριστοῦ, καταλλαγῆναι τῷ θεῷ», καὶ πάλιν· «παρακαλῶ δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ». κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ λοιποὶ τοῦ Χριστοῦ μαθηταὶ παράκλητοι ὄντες τὸν λαὸν τοῦ θεοῦ παρεκάλουν, ἀλλὰ καὶ ἐλάλουν εἰς τὴν καρδίαν Ἰερουσαλήμ, ἤτοι τὴν κατὰ διάνοιαν ἐπινοουμένην, λέγω δὲ τὸ κρεῖττον τάγμα τοῦ σώματος τοῦ λαοῦ ἢ καθ' ἑτέραν ἐκδοχὴν τοὺς λογικωτέρους τῶν ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ οἰκούντων· τοῦ γὰρ λοιποῦ πλήθους σαρκώδους ὄντος καὶ ὥσπερ παχυτάτου σώματος οἱ ἐν αὐτοῖς συνέσει καὶ φρονήσει καὶ διανοίᾳ προφέροντες εἰκότως ἂν νοοῖντο καρδία Ἰερουσαλήμ, οἷς καὶ αὐτοῖς βούλεται λαλεῖν τοὺς τὸ πνεῦμα τῆς παρακλήσεως εἰληφότας καὶ παρακαλεῖν αὐτοὺς καρδίαν ὄντας Ἰερουσαλὴμ διὰ τοῦ εὐαγγελίζεσθαι καὶ αὐτοῖς ἄφεσιν ἁμαρτημάτων διὰ τὴν ἐπιφερομένην ἑξῆς περὶ τῆς τοῦ Χριστοῦ παρουσίας προφητείαν. ἐν ἀπορρήτῳ τοίνυν τῇ καρδίᾳ Ἰερουσαλὴμ βούλεται λαλῆσαι τοὺς δηλωθέντας καὶ πείθειν, ὅτι πέπαυται αὐτῆς ἡ ταπείνωσις καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία· καὶ γὰρ διπλῆν ὑπέμεινεν κόλασιν, ὑπὲρ ὧν ἥμαρτε. προσήκει δὲ λοιπὸν παρακλήσεως καὶ παραμυθίας αὐτὴν τυγχάνειν διὰ τὴν ἐπιλάμψασαν τῷ βίῳ τοῦ κοινοῦ πάντων ἀνθρώπων σωτῆρος ἐπιφάνειαν. διπλῆν δὲ κόλασιν εἴποις ἂν ἐπεληλυθέναι τῇ καρδίᾳ Ἰερουσαλήμ· ἐπεὶ καὶ κατὰ τὴν ἱστορίαν συναπήλαυον τοῖς κακοῖς τοῦ πλήθους οἱ δηλούμενοι ὑπ' ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς διὰ τὴν τοῦ πλήθους ἀποβολὴν πενθοῦντες καὶ ἀποκλαόμενοι τὴν πτῶσιν καὶ τὴν ἀπώλειαν τῶν πολλῶν· ἀλλὰ καὶ δεύτερον πολιορκηθεῖσα ἡ Ἰερουσαλήμ, ὡς εἰς ἔδαφος κατενεχθῆναι τὸν ἐν αὐτῇ νεὼν διπλῆν τιμωρίαν τῶν ἐν αὐτῇ τετολμημένων ἀσεβημάτων ὑπέμεινεν. Ὅμως δ' οὖν ἡ ἐπιφάνεια τοῦ ἑξῆς καταγγελλομένου σωτῆρος καὶ τοῖς ἐν αὐτῇ συνετοῖς, οὓς καρδίαν ὠνόμαζε, μετεδίδου τῆς παρακλήσεως. τίς δὲ ἦν ἡ παράκλησις, παρίστησιν ἑξῆς λέγων· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. οἷς ἐπιλέγει· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, τοῦτ' ἔστι τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἦν ἡ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ θεσπίζουσα. πάλαι μὲν οὖν Μωσῆς «ἐπὶ τῆς ἐρήμου» τὸν Ἰουδαίων διήγαγε λαόν, νυνὶ δὲ ἑτέρας μέμνηται ἐρήμου καί τινος ἀνδρὸς ἐν αὐτῇ βοῶντος, ἢ κατὰ τὸν Ἀκύλαν· φωνὴ καλοῦντος ἐν τῇ ἐρήμῳ. τίς δὲ ἦν οὗτος ὁ ἐπὶ τῆς ἐρήμου βοῶν, ποία δὲ ἦν αὕτη ἡ ἔρημος, πρὸς τίνας δὲ τό· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου καὶ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ ἐλέγετο; εἰκὸς ἦν τοὺς τούτων ἀκροωμένους ζητεῖν, προσδοκᾶν τε τὸ τῆς προφητείας ἀποτέλεσμα καὶ τὸ προφητευόμενον σωτήριον τοῦ θεοῦ δι' εὐχῆς ἔχειν θεάσασθαι. διόπερ ἐπειδὴ ταῦτα μέλλειν ἔσεσθαι προσεδόκων οἱ τῶν προφητικῶν λόγων ἐπιγνώμονες τοῖς ἀποσταλεῖσι πρὸς Ἰωάννην ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ πυνθανομένοις τε, ὅστις εἴη, καὶ διερωτῶσι «μὴ ἄρα αὐτὸς εἴη ὁ χριστὸς ἢ Ἠλίας ἢ ὁ προφήτης». τούτων μὲν οὐδεὶς εἶναι ἔλεγε, διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν· «εἶπον οὖν ἡμῖν, τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. τί λέγεις περὶ σεαυτοῦ»; ταύτην ἀπόκρισιν ἐδίδου λέγων· «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης»· ἀπήρκει γὰρ αὐτοῖς ἀκοῦσαι τό· «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ὡσανεὶ γνωρίζουσιν ἀκριβῶς τὴν προφητείαν καὶ προσδοκῶσιν αὐτῆς τὸ ἀποτέλεσμα, ὅπερ εἰς ἑαυτὸν πληροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν βοῶντα ἐπὶ τῆς ἐρήμου παριστὰς καὶ τὴν ἔρημον ἑτέραν οὖσαν παρὰ τὴν Μωσέως δεικνύς, ἐν ᾗ τὰς διατριβὰς ἐποιεῖτο. ἤδη δὲ «ἐπὶ θύραις» παρεῖναι ἐσήμαινε τὸ σωτήριον τοῦ θεοῦ τὸ κατὰ τὴν προφητείαν μέλλον ἁπάσῃ σαρκὶ γνωρίζεσθαι, φάσκουσα δὲ ἡ προφητεία· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, τοῦτ' ἔστι τὸ εὐαγγελικὸν κήρυγμα ἢ ἡ καινὴ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ ἐπιζητοῦσα. σαφῶς παρίστη μὴ ἐν τῇ Ἰερουσαλὴμ γενήσεσθαι τὰ θεσπιζόμενα, ἀλλ' ἐπὶ τῆς ἐρήμου, λέγω δὲ τὸ ὀφθήσεσθαι τὴν δόξαν κυρίου καὶ τὸ πάσῃ σαρκὶ γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ. καὶ ταῦτα μὲν ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν σωτήριον θεοφάνειαν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ τὸ σωτήριον ὤφθη τοῦ θεοῦ. αὐτὸς ὁ Χριστός, ἥ τε δόξα αὐτοῦ τοῖς πᾶσιν ἐγνώσθη, ὅτε βαπτισθέντος αὐτοῦ «ἠνεῴχθησαν οἱ οὐρανοί», καὶ «τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς καταβὰν» «ἔμεινεν ἐπ' αὐτόν», «φωνή» τε ἠνέχθη πατρικὴ τῷ υἱῷ μαρτυροῦσα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε». ταῦτα γὰρ ἦν ἅπαντα σημεῖα τῆς σωτηρίου δόξης ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου συντελεσθέντα, ὑπό τε Ἰωάννου τοῦ βαπτιστοῦ μαρτυρηθέντα, οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν ἐπὶ τὴν πάλαι τοῦ θεοῦ ἔρημον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀνεπέμπετο εἰσέτι καὶ σήμερον ἡ αὐτὴ φωνὴ βοᾷ εὐαγγελιζομένη τὸ σωτήριον τοῦ θεοῦ καὶ προπαρασκευάζουσα τὰς ἀκοὰς τῶν προσιόντων ἐπὶ τὴν παραδοχὴν τῆς δόξης τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεοῦ λόγου. οὐ πρὸς παράθεσιν οὐδὲ λόγον ὠνόμασε τὸν ἐν τῇ ἐρήμῳ βοῶντα, ἀλλὰ τέως φωνὴν προπαρασκευαστικὴν τοῦ μέλλοντος ὀφθήσεσθαι τελείου λόγου, ᾧ παρασκευάζουσα τὰς τῶν ἀνθρώπων ψυχὰς ἡ φωνὴ βοᾷ, δεῖν ἑτοιμάζειν ὁδὸν κυρίου καὶ εὐθείας ποιεῖν τὰς τρίβους τοῦ θεοῦ ἡμῶν, κατὰ δὲ τὸν Σύμμαχον φωνὴ ἐν τῇ ἐρήμῳ ἔλεγεν, εὐτρεπίσατε τὴν ὁδὸν κυρίου, ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ θεῷ ἡμῶν· ὡς γὰρ μέλλοντος ἐπιδημεῖν τῇ ἐρήμῳ καὶ τῇ ἐξ αἰῶνος ἀβάτῳ τοῦ θεοῦ ταῦτα ἐλέγετο. ἦν δὲ τὰ ἔθνη πάντα ἔρημα θεοῦ γνώσεως καὶ ἄβατα πᾶσι τοῖς τοῦ θεοῦ δικαίοις τε καὶ προφήταις ἀνδράσι. διόπερ ἡ φωνὴ παρακελεύεται ὁδὸν εὐτρεπίζειν τῷ τοῦ θεοῦ λόγῳ καὶ τὴν ἄβατον καὶ τραχεῖαν ὁμαλὴν ποιεῖν, ἵνα ἐπιβῇ ἐπιδημήσας ὁ θεὸς ἡμῶν μετὰ προσθήκης τῆς ἡμῶν· εὐθείας γάρ φησι ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν· ὡς γὰρ ἑτέροις προσφωνῶν ταῦτα φάσκει ὁ ἐν τῇ ἐρήμῳ βοῶν· ἦσαν γὰρ μυρίοι καὶ ἐξ ἀλλοφύλων ἐθνῶν οἱ προσιόντες τῷ τοῦ Ἰωάννου βαπτίσματι, ἀλλὰ καὶ ὁ εὐαγγελικὸς λόγος ἐν τῇ ἐκκλησίᾳ ταῦτα τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι προσφωνεῖ. Εἶτα διεγείρει τὰς ἐν βάθει κακίας τεταπεινωμένας ψυχὰς ἐπιλέγων· πᾶσα φάραγξ πληρωθήσεται, καὶ τὰς ὑπερηφάνους τε καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ θεοῦ τὸ ἐναντίον πείσεσθαι διδάσκει λέγων· καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, ἀλλὰ καὶ ἔσται τὰ σκολιά φησιν εἰς εὐθεῖαν καὶ τὴν τραχεῖαν δὲ ψυχὴν ὁμαλὴν γίγνεσθαι προστάττει, ὡς ἂν δεκτικὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ θεοῦ. ταῦτα πάντα ἀναγκαίως παρεκελεύσατο ποιεῖν διὰ τὴν ἐπιφερομένην αἰτίαν, ἣν παρίστησιν ἑξῆς λέγων· καὶ ὀφθήσεται ἡ δόξα κυρίου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ ἀποκαλυφθήσεται. τίνι δὲ ἀποκαλυφθήσεται, διασαφεῖ ἐπιφέρων· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· σὰρξ δὲ ἦσαν οἱ αὐτοὶ μόνον «σάρκινοι» καὶ οὐδαμῶς «πνεύματος ἁγίου μέτοχοι» πάντες ἄνθρωποι. ὃ δὴ παρίστησι καὶ Μωσῆς ἀναγράφων τὸν θεὸν λέγοντα· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας». ὅτι μὲν οὖν πᾶσα σὰρξ ἔμελλε τὸ σωτήριον τοῦ θεοῦ γνωρίζειν, διὰ τοῦ πρώτου κηρύγματος ἐδίδασκεν ἡ ἐν τῇ ἐρήμῳ προσβοῶσα φωνή· «ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος». Οὐ μὴν ἔλαθε τὸ προφητικὸν πνεῦμα ἡ ἀπείθεια καὶ ἡ ἀπιστία τοῦ Ἰουδαίων λαοῦ· διόπερ δεύτερον κήρυγμα ἡ αὐτὴ ποιεῖται βοῶσα καὶ λέγουσα· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις καὶ τοῦ «τὴν εἰκόνα τοῦ χοϊκοῦ» «φοροῦντος» ἀνθρώπου, λέγω δὲ τοῦ φιλοσωμάτου καὶ «τοῦ κατὰ σάρκα ζῶντος»· ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται, εἶτ' οὐκ εἰς μακρὸν ὑπὸ τῆς ῥευστῆς καὶ ἀστάτου φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει ἡ γραφὴ λέγουσα· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. ἀλλὰ ταῦτα μὲν καθολικώτερον ἐδίδαξεν ἡ προφητεία, ἑξῆς δὲ ἀφωρισμένως ἡ Ἑβραϊκὴ λέξις τοῦ Ἰουδαίων λαοῦ μνήμην ποιουμένη ἐπιλέγει· ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος. ἀντὶ δὲ τοῦ· τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος ὁ δὲ λόγος τοῦ θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα εἴρηκε. ταῦτα «ἡ ἐν τῇ ἐρήμῳ φωνὴ» περὶ τοῦ θεοῦ λόγου ἐθέσπιζε, λέγω δὲ Ἰωάννης περὶ τοῦ Χριστοῦ διδάσκων, ὡς ἄρα μόνος αὐτὸς στήσεται εἰς τὸν αἰῶνα, φυλάξει τε τοὺς σὺν αὐτῷ ἑστῶτας καὶ συνδιαμένοντας αὐτῷ τοὺς τὸ σωτήριον αὐτοῦ παραδεδεγμένους.
2.17.1
Σφόδρα καὶ ταῦτα τῇ τῶν προλεχθέντων ἕπεται διανοίᾳ εὐκαίρως καὶ τῶν εὐαγγελιστῶν μνήμην ποιούμενα καὶ παρουσίαν θεοῦ ἀνθρώποις εὐαγγελιζόμενα, μετὰ τὰ περὶ «τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς». εἵπετο γὰρ τῇ περὶ Ἰωάννου τοῦ βαπτιστοῦ προφητείᾳ ὁ περὶ τῶν εὐαγγελιστῶν τοῦ σωτῆρος λόγος, ἥ τε τῆς θεοφανείας αὐτοῦ δήλωσις. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀντὶ τοῦ· ὁ εὐαγγελιζόμενος, ἡ εὐαγγελιζομένη εἴρηται· λέγει γοῦν ὁ Σύμμαχος· ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι σεαυτῇ ἡ εὐαγγελιζομένη Σιών, καὶ ἔπαρον ὑψηλῶς τὴν φωνήν σου ἡ εὐαγγελιζομένη Ἰερουσαλήμ, ἔπαρον, μὴ φοβοῦ. καὶ διὰ τούτων δὲ θέα ὡς ἔμψυχον καὶ ζῶσαν τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ οἶδεν ὁ λόγος· ἀναβῆναι γοῦν αὐτὴν ἑαυτῆς ἐπὶ ὑψηλὸν ὄρος καὶ τὴν φωνὴν αὐτῆς ὑψῶσαι ἐν τῷ εὐαγγελίζεσθαι τὴν τοῦ θεοῦ παρουσίαν παρεκελεύετο. τίς οὖν ἐστιν αὕτη Σιὼν ἐπ' ὄρος ὑψηλὸν ἕτερον παρ' αὐτὴν ἀνιοῦσα; καὶ αὕτη γὰρ ὄρος ἦν, ὡς δηλοῖ ἡ φάσκουσα γραφή· «ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ», καὶ ὁ Ἀπόστολος· «προσεληλύθατε Σιὼν ὄρει», ἢ πάντως που ἡ διὰ τῶν ἔμπροσθεν «καρδία Ἰερουσαλὴμ» ὠνομασμένη. καὶ μήποτε νῦν ὁ χορὸς ὁ ἀποστολικὸς ὁ ἐκ τοῦ προτέρου λαοῦ ἐκ περιτομῆς ἐξειλεγμένος τοῦτον σημαίνεται τὸν τρόπον; αὕτη γάρ ἐστι Σιὼν καὶ Ἰερουσαλὴμ ἡ «τὸ σωτήριον τοῦ θεοῦ» παραδεδεγμένη, ἐπηρτημένη τις οὖσα καὶ αὕτη καὶ τῷ ὄρει τοῦ θεοῦ τῷ μονογενεῖ αὐτοῦ λόγῳ παρεικασμένη, ᾗ προστάττει εὐαγγελίζεσθαι ἀνελθούσῃ ἐπ' ὄρος ὑψηλὸν τὸν σωτήριον λόγον. καὶ δὴ ὁ εὐαγγελικὸς χορὸς καὶ αἱ ἅγιαι καὶ ἐπηρτημέναι τῷ τῆς ἀρετῆς φρονήματι ψυχαὶ Σιὼν καὶ Ἰερουσαλὴμ ὀνομαζόμεναι ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν τῆς θεότητος τοῦ μονογενοῦς τοῦ θεοῦ κελεύονται ἀνιέναι κἀκεῖθεν ἄνωθεν ἀφ' ὑψηλοῦ εὐαγγελίζεσθαι καὶ κηρύττειν ἅπασιν ἀνθρώποις τοῦ Χριστοῦ τοῦ θεοῦ τὴν ἐπὶ γῆς παρουσίαν. εἶτ' ἐπειδὴ εἰκὸς ἦν ἐπανίστασθαι πολλοὺς αὐτοῖς ἀναγκαίως ἐπιλέγει· ὑψώσατε, μὴ φοβεῖσθε. εἶτα πρὸς τοῖς προτέροις ἀπαγγέλλειν προστάττει ταῖς πόλεσιν Ἰούδα, λέγω δὲ ταῖς Ἰουδαϊκαῖς συναγωγαῖς, ὡς ἄρα εἴη ἐληλυθὼς ὁ πάλαι ἥξειν καὶ ἐπιδημήσειν ἀνθρώποις διὰ τῶν προφητῶν κηρυττόμενος θεὸς καὶ αὐτὸς κύριος ὁ ἐκ μακροῦ προσδοκώμενος αὐτοῖς. Ἀλλὰ καὶ ὡς αὖθις ἥξει καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιήσεται μετὰ μεγάλης ἰσχύος καὶ ὡς ὁ βραχίων αὐτοῦ ἥξει μετὰ κυρείας, ὡσεὶ σαφέστερον ἔλεγε μετὰ δεσποτικῆς καὶ κυριακῆς αὐθεντείας. καὶ ἐπιλέγει· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. ταῦτα μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καθ' ἣν ἥξει «ἐν δόξῃ ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». τοῦτο μὲν οὖν ὡς δεσπότης καὶ κύριος ποιήσει μετὰ ἰσχύος καὶ μετὰ τοῦ καλουμένου βραχίονος αὐτοῦ. τὸ δ' ἑξῆς ἐπιλεγόμενον· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, κατὰ τὴν πρώτην αὐτοῦ πάροδον ἐπληροῦτο, ἐν ᾗ «κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών, σχήματί τε ὡς ἄνθρωπος εὑρεθείς», ποιμένος τρόπον τὴν τῶν προβάτων δορὰν τὸ σῶμα τὸ ἀνθρώπινον περιβαλόμενος ἐποίμαινε τὸ ποίμνιον αὐτοῦ, ἢ κατὰ τὸν Σύμμαχον· τὴν ἀγέλην αὐτοῦ ἔβοσκεν. οὐ γὰρ ὡς κύριος μετὰ ἰσχύος οὐδ' ὡς βραχίων μετὰ τῆς οἰκείας κυρείας τε καὶ δεσποτείας, ἀλλ' ὡς ποιμήν φησι ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ. ὃ δὴ καὶ ἐμαρτύρει λέγων αὐτὸς ἐν Εὐαγγελίοις· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». καὶ ἐν τῷ βραχίονι δὲ αὐτοῦ συνάξει φησὶν ἄρνας. βραχίων δὲ αὐτοῦ ἦν ἡ κατοικοῦσα ἐν τῷ φαινομένῳ σώματι θεότης, δι' οὗ συνάξειν ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσειν εἴρηται. ἄρνας δὲ τοὺς «ἀρτιγενεῖς» καὶ ἐν Χριστῷ «ἀναγεγεννημένους» δηλοῖ, ἐν γαστρὶ δὲ ἐχούσας τὰς πάλαι κυούσας καὶ ὠδινούσας ψυχὰς λέγει διὰ τὴν τῆς αὐτοῦ παρουσίας ἐλπίδα, ἃς παρακαλεῖν εἴρηται διὰ τῆς αὐτοῦ παρουσίας. διὸ λέλεκται· καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. καὶ ἄλλως δὲ τῶν ἀποστόλων αὐτοῦ αἱ ψυχαὶ κύουσαι καὶ ὠδίνουσαι τοὺς δι' αὐτῶν ἐν Χριστῷ ἀναγεννωμένους παράκλητον αὐτὸν εἶχον, ὅπερ νοήσεις ἐξ ἑνὸς τοῦ λέγοντος· «τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν»· ὁρᾷς πῶς ὁ Παῦλος ὑπὲρ τῶν μαθητευομένων αὐτῷ εἶχεν ὠδίνας. οὕτως οὖν καὶ οἱ λοιποὶ ἀπόστολοι ὥσπερ ἐν γαστρὶ κύουσαι μητέρες τοὺς δι' αὐτῶν ἐν Χριστῷ ἀναγεννωμένους ὤδινον ὑπεραγωνιῶντες, μήπως τις ἔκτρωμα γένηται ἀπολισθήσας καὶ ἐξαμβλωθεὶς τῆς ἐν Χριστῷ μορφώσεώς τε καὶ τελειώσεως. διόπερ αὐτὸς ὁ προλεχθεὶς ποιμὴν παρακαλέσειν αὐτοὺς εἴρηται.
2.18.1
«Τῶν σοφῶν τοῦ αἰῶνος τούτου» τὸ πᾶν ἀναθέντων αὐτοματισμῷ καί τινι συντυχίᾳ φυσικῇ εἱμαρμένης ἀνάγκῃ ὁ παρὼν λόγος μηδὲν ὡς ἔτυχε τῶν ὄντων εἶναι, «πάντα δὲ μέτρῳ καὶ ἀριθμῷ» ὑπὸ τοῦ θεολογουμένου κυρίου συνεστάναι παρίστησι. τὴν μὲν γὰρ ὑγρὰν οὐσίαν καὶ τὸ νομιζόμενον τοῖς πολλοῖς ἀμέτρητον πέλαγος, πηγάς τε καὶ ποταμοὺς καὶ χειμάρρους μεμετρημένα εἶναι αὐτῷ τοσαῦτά τε εἶναι τῷ πλήθει, ὅσα αὐτῷ παρέστη πρὸς τὴν τοῦ παρόντος αὐταρκῆ χρείαν συστήσασθαι ὡς μήτε περιττεύειν τοῦ δέοντος πλέον μηθ' ὑστερεῖν τοῦ χρειώδους, τὸν δὲ παμμεγέθη οὐρανὸν καὶ τὸ τοσοῦτον ἄπειρον κύτος πάλιν αὐτὸς τῇ ἑαυτοῦ σπιθαμῇ συνεμετρήσατο μηθ' ὑπερεκτείνας ἐπὶ τὸ ἀκατάλληλον τῇ τοῦ παντὸς περιοχῇ μήτε σμικρύνας καὶ συναγαγὼν τοῦ προσήκοντος εἴσω. τροπικῶς δὲ τοῖς παρ' ἡμῖν συνήθεσι μέτροις κέχρηται ὡς ἂν ἐκ τῶν ἡμῖν γνωρίμων καὶ συνήθων ὀνομάτων εἰς ἔννοιαν ἀφικοίμεθα τῆς τῶν δηλουμένων διδασκαλίας. εἶτ' ἐπειδήπερ «ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται», εἰκότως τὰ ἡμῖν ὑπερμεγέθη τῇ τοῦ κρείττονος παραθέσει σμικρύνει ἡμᾶς εἰς ἔννοιαν προκαλούμενος τοῦ τὰ σύμπαντα συστησαμένου. τὸν γοῦν τοσοῦτον οὐρανὸν τὸν περιβάλλοντα τὸν σύμπαντα κόσμον οὕτως μικρὸν εἶναι λέγει παρ' αὐτῷ τῷ θεῷ ὡς ἐοικέναι μέτρῳ σπιθαμῆς χειρὸς ὑφεστάναι, ὡσαύτως δὲ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον οὕτω παρ' αὐτῷ βραχύτατον ὑπάρχειν ὡς ἐοικέναι τῇ αὐτοῦ δρακὶ συνειλεῖσθαι. ἀντὶ δὲ τοῦ· τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, ὁ Ἀκύλας τίς κατεμέτρησεν ἐν λιχάδι αὐτοῦ ὕδατα εἴρηκε, παραβάλλων λιχάδι τῷ βραχυτάτῳ παρ' ἡμῖν δακτύλῳ σμικράν τινα τοῦ θεοῦ δύναμιν, δι' ἧς τὰ τοσάδε καὶ τὰ τοιάδε μεμέτρηται. πρὸς τούτοις εἴ τίς φησι τὰ ἐπὶ γῆς ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς νάπας ὑπείληφεν ἄνευ τινὸς λόγου συνεστάναι ἴστω πλανώμενος, ἐπεὶ μηδὲν εἰκῆ καὶ ἀλόγως ἐν τοῖς οὖσιν ὑφέστηκεν. αὐτίκα δ' οὖν τῶν καθ' ὅλης τῆς γῆς ὀρέων τὰ μεγέθη καὶ αἱ διαφοραί, ὕψη τε καὶ βάθη καὶ μήκη τῷ παντὶ χρησίμως ὑπὸ τῆς τοῦ θεοῦ σοφίας τὴν σύστασιν εἴληφε, τῶν τε βουνῶν ὁμοίως τὰ ἐπάρματα καὶ οἱ ὄγκοι πρὸς τὴν τοῦ παντὸς ἀναλογίαν ἁρμόττοντας καὶ καταλλήλους ἔχουσι λόγους ὡς ταλαντεύειν τὰ βάρη δίκην τῶν ἐν τρυτάνῃ ζυγῶν ἁρμοδίως τῇ τοῦ παντὸς ἀναλογίᾳ. ἀντὶ δὲ τοῦ· καὶ τὰς νάπας ζυγῷ, οἱ λοιποὶ ἑρμηνευταὶ καὶ τοὺς βουνοὺς ἐκδεδώκασιν. τούτοις ἐπάγει· τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο; ταῦτα δὲ ἀποδίδωσιν ὁ λόγος πρὸς τὸ φῆσαν ἐρώτημα· τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; ἐπειδὴ γὰρ ἠρώτησε, τίς ὁ ταῦτα ὑποστησάμενος καὶ τίς ὁ μέτρῳ καὶ σταθμῷ ταῦτα διαταξάμενος, ἀκολούθως ἀποδίδωσιν ὡς οὐδεὶς ἢ εἷς μόνος ὁ τοῖς πᾶσιν ἀκατάληπτος νοῦς. διὸ ἐπιλέγει· τίς ἔγνω νοῦν κυρίου τὸν τῶν εἰρημένων ἁπάντων ποιητικόν, ὃς οὔτε συμβούλου δεηθεὶς οὔτε παρά τινος γνώμην λαβὼν τῇ αὐτὸς αὐτοῦ σοφίᾳ τὰ μηδαμῆ μηδαμῶς ὑφεστῶτα ἀρρήτῳ δυνάμει «ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι» παρήγαγεν. Ἑξῆς διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν εὐαγγελικὴν χάριν ἀνακεκλημένους, οἷς καὶ «τὸ σωτήριον τοῦ θεοῦ» διὰ τῶν ἔμπροσθεν εὐηγγελίζετο «ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνή», ὅτι τὸ μηθέν εἰσι «πάντα τὰ τὸν θεὸν μὴ εἰδότα ἔθνη». ὄντων γοῦν ἐν οὐρανῷ καὶ ἐν ἀέρι καὶ ἐπέκεινα οὐρανοῦ λογικῶν πνευμάτων καὶ θείων δυνάμεων καὶ πλήθους ἀναριθμήτου λειτουργῶν θεοῦ τῶν τὸν παμβασιλέα περιπολούντων. «τὰ τὸν θεὸν μὴ εἰδότα» ἐπὶ γῆς «ἔθνη» ἐοικέναι φησὶ σταγόνι βραχυτάτῃ τοῦ τῶν θείων λογικῶν πληρώματος ἀπορρευσάσῃ, τοὺς δ' αὐτοὺς ἐοικέναι ζυγῷ ἑτεροκλινοῦντι βραχυτάτῃ βάρους ῥοπῇ διὰ τὸ καθειλκύσθαι τῷ βάρει τῆς κακίας ἐπὶ τὴν ἄθεον ἁμαρτίαν, ἀλλὰ καὶ σιέλου ἀποπτυσθέντος καὶ τῷ χοῒ τῆς γῆς ἐμφυρέντος τῷ μηδὲν διαφέρειν τοὺς αὐτούς· ταὐτὸν γὰρ σιέλῳ πεπονθέναι λογικοὺς μὲν ὄντας, ἀναφυρέντας δὲ «ἀγνωσίᾳ θεοῦ» καὶ δυσσεβείᾳ πάσῃ. διὸ καὶ πᾶσαν αὐτῶν τὴν δι' αἱμάτων καὶ θυσιῶν λατρείαν διδάσκει μηδὲν θεοπρεπὲς ἔχειν· οὐδὲ γὰρ εἰ πάντα τὰ τῆς γῆς τετράποδα προσφέροι τις οὐδ' εἰ πᾶς ὁ Λίβανος καὶ ἡ τῶν ἐν αὐτῷ φυέντων ὕλη παραλαμβάνοιτο εἰς τὴν τῶν θυμάτων ὁλοκάρπωσιν ἔχοι ἀντὶ τοῦ θεοῦ ἄξιον. οἷς ἐπιλέγει ἑξῆς· καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι καὶ εἰς οὐδὲν ἐλογίσθησαν. ποῖα δὲ ταῦτα ἢ «τὰ τὸν θεὸν μὴ εἰδότα», προστετηκότα δὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας; ἃ δὲ καὶ ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ καὶ ὡς σίελος λογισθήσεσθαι ἐλέγετο. Τούτοις δ' αὐτοῖς ἑξῆς ἐπιπλήττει λέγων· τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν καὶ τὰ ἑξῆς. ἃ δὴ καὶ ἀκολούθως ἐπήγαγε μετὰ τὸ παραθέσθαι τὴν περὶ τοῦ Χριστοῦ θεολογίαν κηρύξαι τοῖς ἔθνεσιν, ὅσος ἦν «ὁ μετρήσας» «τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί», «τά» τε «ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ» «συστησάμενος». τούτοις γοῦν ἀναγκαίως παραβάλλει τὴν προκατέχουσαν πλάνην τῶν ἐθνῶν, ἀποστρέφων μὲν αὐτῆς, ἀνακαλούμενος δὲ ἐπὶ τὴν γνῶσιν τοῦ θεολογουμένου. τοῦτον δὴ τὸν τρόπον ἐξομαλίζει τῷ εὐαγγελικῷ κηρύγματι τὰς τῶν ἐθνῶν ψυχὰς τὸ πνεῦμα τὸ προφητικὸν ἀποσμῆχον ὥσπερ καὶ ἀποκαθαῖρον αὐτὰς τῆς πατροπαραδότου δεισιδαιμονίας. Εἶτα διδάξας ὁποία τις ἦν ἡ τῶν παρὰ τοῖς ἔθνεσιν ἐν ἀψύχοις ξοάνοις πλάνη, ἐπιβοᾷ ταῖς πάντων ἀκοαῖς λέγων· οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; εἰ καὶ μηδὲ ἐκ πατέρων ἐδιδάχθητε, ἀλλὰ νῦν γοῦν σωφρονισθέντες ὠφελήθητε καὶ μάθετε τίς ποτέ ἐστιν ὁ κατέχων τὰ θεμέλια τῆς γῆς. εἰ γὰρ μὴ δύνασθε ἄνω πρὸς οὐρανὸν τὴν διάνοιαν ἐπαίρειν, ἀλλ' ἐπιστήσατέ φησιν τῇ γῇ, ἐν ᾗ ποιεῖσθε τὰς διατριβάς. ἐπὶ τίνος τε ἥδρασται ζητήσατε, καὶ τίς ἐστιν οὗτος ὁ τοσοῦτον στοιχεῖον ἀκλινὲς καὶ ἀσάλευτον διακρατῶν; φυσιολογῶν δὲ περὶ τῆς γῆς σχήματος σφαιροειδὲς αὐτὸ γνωρίζει· διὸ καὶ γῦρον ὠνόμασεν αὐτὸ φήσας· ὁ κατέχων τὸν γῦρον τῆς γῆς. πλὴν ἀλλὰ καὶ γνῶναι παρακελεύεται τὸν τὰ σύμπαντα διακρατοῦντα τοῦ θεοῦ λόγον, ὃς πρὸς τοῖς ἄλλοις καὶ τὸ τοσοῦτο στοιχεῖον τῆς γῆς συνέχει πρὸς τὸ μὴ διαπίπτειν μηδὲ τῆς οἰκείας ἕδρας κινεῖσθαι. τίς δέ φησίν ἐστι καὶ ὁ τοσαῦτα διασπείρας ἐπὶ τῆς γῆς ἔθνη ὡς παραβάλλεσθαι αὐτὰ σμικρότητος ἕνεκα τῶν σωμάτων ἀκρίσιν; εἶτα πάλιν ἀναβὰς ἀπὸ τῆς γῆς τῷ λόγῳ τὴν ἁψῖδα τὴν οὐράνιον, τό τε ὑπὲρ γῆν ἡμισφαίριον καμάρας δίκην ἐπαιωρημένον τοῖς πᾶσιν ἀποθαυμάζειν καὶ τὸν συστησάμενον τὸν οὐρανὸν ἐννοῆσαι ὁπόσης ἐστὶ δυνάμεως παρορμᾷ, λογίσασθαί τε ὡς οὐκ ἀργῶς αὐτὸν ὑπεστήσατο, σκηνῆς δὲ δίκην ἄνωθεν μὲν ἐφηπλωμένον κατὰ τῶν εἴσω οὐρανοῦ πάντων, τοῖς δ' ἐπέκεινα οὐρανοῦ θεῖον ὑπεστρῶσθαι ἐνδιαίτημα. ὥσπερ δὲ γῦρον τὸ τῆς γῆς ὠνόμασε στοιχεῖον φυσιολογήσας, οὕτω τὸ ὑπὲρ γῆς ἡμισφαίριον ἁψῖδι καμάρας ὡμοίωσε τὸ ἅπλωμα τοῦ οὐρανοῦ παραβάλλων σκηνῇ διατεταμένῃ· ὥσπερ δὲ τῆς σκηνῆς προὐνόησεν, οὕτω καὶ τῶν εἴσω τῆς σκηνῆς οἰκούντων. διόπερ κατὰ χρόνους καὶ καιροὺς τοῖς ἐν τῇ γῇ βιοῦσιν ἀνθρώποις ἄρχοντας ἐφίστησι προνοησάμενος ἀρχόντων τοῖς ἀρχομένοις καταλλήλων. διὸ ἐπιλέγει· διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, οὐδὲν δὲ ὀνομάζει τὸν θνητὸν βίον» ἢ καὶ τὴν γῆν αὐτὴν ὥσπερ οὐδὲν διδάσκει φάσκων ἑξῆς· τὴν δὲ γῆν εἰς οὐδὲν ἐποίησεν. εἶτα τούτοις ἐπιφέρει· οὐ γὰρ μὴ φυτεύσουσιν οὐδὲ μὴ σπείρουσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. πάντα ταῦτα περὶ τῶν κατὰ τοὺς καιροὺς ἀρξάντων καὶ τυραννησάντων ἐπὶ τῆς γῆς εἴρηται ὡς εἰς τοιοῦτο περιστησομένων τέλος. Ἀλλ' οἱ μέν φησι τοιοῦτοι, ἐμὲ δὲ τὸν τῶν ὅλων θεὸν τίνι ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξε ταῦτα πάντα; οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν οὐδὲ κατὰ μέρος ἐξειπεῖν, ἀρκεῖ δὲ ὀφθαλμοῖς ὁρᾶν «τὰ μεγέθη καὶ τὰ κάλλη», τήν τε ἁρμονίαν καὶ τὴν κίνησιν τοῦ παντός, ἔκ τε τῆς τούτων θέας «τὸν πάντων γενεσιουργὸν» ἀποθαυμάζειν, εἰδέναι τε καὶ γνωρίζειν τὸν κατὰ χρόνους καὶ κατὰ γενεὰς ὥσπερ ἀπό τινων ταμείων καὶ θησαυρῶν αὐτοῦ προφέροντα ἐν τάξει καὶ ἀριθμῷ τὸν ἑαυτοῦ κόσμον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τὴν στρατιὰν αὐτοῦ. διόπερ κύριος σαβαὼθ ὠνόμασται, ὅπερ ἑρμηνεύεται κύριος στρατιῶν· στρατιαὶ γὰρ ἀγγελικαὶ ὡς ὑπὸ μεγάλῳ βασιλεῖ ὑποτεταγμέναι τὸν σύμπαντα αὐτοῦ διοικοῦσι κόσμον, ὧν καὶ τὰς ἐπωνυμίας οὐδὲ εἷς ἢ μόνος αὐτὸς γινώσκει, ὁ καὶ φυσικοῖς καὶ καταλλήλοις αὐτοὺς ὀνόμασι τιμήσας. οὕτω γοῦν καὶ θείων πνευμάτων καὶ ἀρχαγγέλων καὶ τῶν ἐπέκεινα δὲ οὐρανοῦ θεοῦ λειτουργῶν ἀσωμάτων δυνάμεων ἰδιάζουσαι, τίνες εἰσὶν ἐπηγορίαι ἡμῖν ἀκατάληπτοι καὶ ἄγνωστοι. διὸ καὶ ὑπ' αὐτοῦ μόνου καλούμεναι ἐπ' ὀνόματος ὑπακούουσιν ὡς ἀπὸ πολλῆς αὐτοῦ δόξης καὶ ἐξυπερβαλλούσης ἰσχύος μηδένα τῶν καλουμένων ἀπειθεῖν, πάντας δὲ ἐξυπηρετεῖσθαι αὐτοῦ τῷ νεύματι.
2.19.1
Μετὰ τὴν ἀποδοθεῖσαν θεολογίαν ἐπιπλήττει ὁ λόγος τοῖς νομίζουσι μὴ ἐφορᾶν τὸν θεὸν ταῖς αὐτῶν πράξεσιν, οἷα πολλοὶ καὶ ἐν τῷ προτέρῳ λαῷ ὑπελάμβανον. διὸ πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Διὰ τί παρὰ σεαυτῷ ταῦτα λογίζῃ καὶ λέγειν τολμᾷς, ὡς τὸν θεὸν ἡ σὴ ὁδὸς ἔλαθε, καὶ οὐχ ὑπόκεισαι κρίσει διὰ τὸ ἀγνοεῖν αὐτὸν τὰ ὑπὸ σοῦ δρώμενα; εἶτ' οὐκ ἤκουσας τῆς προλεχθείσης θεολογίας καὶ ὡς οὐδὲν αὐτὸν λανθάνει, ἐλέγετο οὖν ἀρτίως· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθε. πῶς οὖν σαυτὸν ἀπατᾷς λέγων· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη. ἄκουε τοίνυν πρὸς ταῦτα, εἰ μὴ καὶ πρότερον ἀνηκόως ἦσθα ἢ εἰ μὴ ἔγνως μηδὲ συνῆκας τὰ πολλάκις σοὶ λελεγμένα, νῦν γοῦν μάνθανε, ὡς ὁ θεὸς ὁ αἰώνιος ὁ τὰ πάντα περιειληφὼς οὗτος αὐτὸς οὐ μόνον τῶν κατ' οὐρανόν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς κρατεῖ. αὐτὸς δὲ ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· διὸ οὐδὲ σὺ αὐτὸς λανθάνειν αὐτὸν δυνήσῃ τοιαῦτα δυσσεβῆ καὶ ἄθεα λογιζόμενος. ἀντὶ δὲ τοῦ· οὐ πεινάσει οὐδὲ κοπιάσει, ὁ Σύμμαχος οὐκ ἐξελύθη οὐδὲ ἐπείνασεν ἐξέδωκε, καὶ οἱ λοιποὶ παραπλησίως. ὥσπερ τοίνυν οὐδὲν ἀσθενὲς παρ' αὐτῷ οὐδὲ ἀνθρώπινον, οὕτως οὐκ ἔστιν ἐξεύρεσις τῆς γνώσεως αὐτοῦ. ἀκατάληπτός τε καὶ ἀνέφικτος ἡ παρ' αὐτῷ τυγχάνει σοφία, δι' ἧς «τὰ σύμπαντα διοικεῖ», οὕτως δ' οὖν αὐτῷ μέλει καὶ τῶν καθ' ἕκαστον καὶ κατὰ μέρος ὡς διὰ τὸ ἐφορᾶν αὐτὸν καὶ λόγῳ θείῳ διακρίνειν τὰ κατὰ ἀνθρώπους πράγματα, ἰδιάζειν ἑκάστῳ μεμερισμένον τὸν βίον· ὡς τοῖς μὲν δι' ἔνδειαν τροφῆς πεινῶσιν ἰσχὺν παρέχειν πολλάκις καὶ ῥώμην σώματος φυσικήν, τοῖς δὲ μὴ πεινῶσι, πλούτῳ δὲ περιρρεομένοις φροντίδας ὑπάρχειν καὶ λύπας, τὰς τὴν τρυφὴν αὐτῶν κολαζούσας. Κατὰ τὸν αὐτὸν δὴ λόγον νέους μὲν καὶ νεανίσκους, οὓς εἰς τὸ ἀνδρίζεσθαι προσήκει, ἀσθενεῖς ἀπεργάζεται, πάθεσί τισι καὶ νοσήμασι περιβάλλων, μυρίους δὲ νεότητι σφριγῶντας θᾶττον ἀποσβῆναι παρεσκεύασε τοῦ βίου. ἀλλ' οὐδ' εἰς βαθὺ γῆρας παρέτεινε καίπερ εἰς ἔσχατα πενίας ἐληλακότας ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς εὐπορεῖν καὶ αὖ πάλιν ἑτέρους πλούτῳ καὶ δόξῃ μεγαλαυχωμένους ἀθρόως ἐξ ἀνθρώπων ἠφάνισεν. ἀνάπαλιν δὲ τούτοις οἱ ἐν διωγμῶν καιροῖς τὸν θεὸν ὑπομένοντες ἀσθενεῖς ὄντες καὶ οἰκτροὶ κατὰ τὴν παροῦσαν ζωὴν μεταβολῆς θείας ἠξιώθησαν ὡς μὴ μόνον ἀνέσεως καὶ ἐλευθερίας τυχεῖν, ἀλλὰ καὶ δίκην ἀετῶν πτεροφυῆσαι, ὥστε ἀναπτῆναι καὶ ὑψωθῆναι καὶ μετεωροπορῆσαι καὶ τέλος τὴν εἰς οὐρανοὺς πορείαν στείλασθαι. τοιαύτη γὰρ ἡ ἀετῶν φύσις οὐρανοπετὴς οὖσα, μόνη τε ἂν τῷ πεῖν οἷά τε φωτὸς ἡλίου· μαρμαρυγαῖς τούτοις οὖν παραπλησίως καὶ οἱ τὸν θεὸν ὑπομείναντες καὶ διὰ τὸν αὐτοῦ φόβον κατὰ τὸν θνητὸν βίον κακωθέντες ἄοικοί τε καὶ ἀνέστιοι καὶ ἀνελπίδες ὅσον ἐπ' ἀνθρώποις ἐν καιροῖς διωγμῶν γενόμενοι. μετὰ γοῦν τὰς ὑπερβαλλούσας θλίψεις ἐπισκοπῆς θεοῦ καταξιωθέντες ἐν εἰρήνῃ διετέλεσαν τὸν βίον ἀετῶν δίκην πτεροφυήσαντες καὶ εἰς ὕψος ἀρθέντες. εἰ δὲ καὶ μαρτυρίῳ τελειωθῆναι συμβέβηκε τοὺς ὑπὲρ εὐσεβείας ἠγωνισμένους καὶ νενικηκότας, πολὺ μᾶλλον τούτοις ἁρμόσειεν ἡ φήσασα ἐπαγγελία· οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν· μεταβαλόντες γοῦν τὸν θνητὸν βίον καὶ εἰς ἀγγελικὴν ζωὴν μεταστάντες στειλάμενοί τε τὴν οὐράνιον πορείαν πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν, ἢ οὐκ ἐκλυθήσονται κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. εἰ τοίνυν τοῖς ὑπομένουσιν αὐτὸν τοιαύτας ἀμοιβὰς παρέξει, τοῖς δ' ἐναντίοις τὰ ἐπίχειρα ἐκ μέρους μὲν κατὰ τὸν παρόντα βίον ἀποδίδωσι, πληρέστατα δὲ κατὰ τὸν τῆς κρίσεως καιρόν, πῶς ὑμεῖς οἱ καλούμενοι «Ἰακὼβ» καὶ «Ἰσραήλ», οἱ τοῖς θείοις μεμαθητευμένοι λογίοις, τολμᾶτε παρ' ἑαυτοῖς λέγειν, ὡς ἄρα «ἀπεκρύβη ἡ ὁδός σου ἀπὸ τοῦ θεοῦ» «καὶ ἡ κρίσις σου ἀφῃρέθη» «καὶ ἀπέστη». Σὺ μὲν οὖν, ὦ Ἰακώβ, τοιαῦτα διανοῇ, ὁ δέ γε τῶν ὅλων σωτὴρ οὐκ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ἀνθρώπων σωτηρίαν σοὶ μὲν τὰ πρέποντα διείλεκται, τοῖς δὲ λοιποῖς ἔθνεσι τὰ κατάλληλα προσφωνεῖ σπεύδειν ἐπὶ τὴν αὐτοῦ γνῶσιν τοὺς πάντας προκαλούμενος. διό φησι· Ἐγκαινίζεσθε πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. ἀνθ' οὗ ὁ Σύμμαχος· δουλεύσατέ φησιν ἐπ' ἐμοῦ, νῆσοι, καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα κωφεύσατε πρός με εἴρηται. παρακελεύεται δῆτα ταῖς νήσοις κωφεύειν καὶ σιγᾶν, ὡς ἂν ἐπήκοοι γένοιντο θεϊκῆς ὁμιλίας, σωτηρίου τε κηρύγματος. νήσους δὲ ὀνομάζει συνεχῶς τὰς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίας διὰ τὸ ὥσπερ ὑπὸ θαλάττης περιρρέεσθαι ὑπὸ τῆς ἁλμυρᾶς τοῦ βίου κακίας. εἶτ' ἀνωτέρω εἰπών· «οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν», ἐνταῦθά φησιν· οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν· ὃ γὰρ ἐπηγγείλατο ἀνωτέρω «τοῖς» αὐτὸν «ὑπομένουσι», τοῦτο αὐτὸ ταῖς νήσοις καὶ τοῖς ἔθνεσι προστάττει λέγων· καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν, ὡς ἂν μεταβάλοιεν τὸν ἑαυτῶν τρόπον καὶ ἀλλαγὴν τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα ποιήσοιντο. εἶθ' ἑξῆς· ἐγγισάτωσάν φησι καὶ λαλησάτωσαν ἅμα, δῆλον δὲ ὅτι τὰ ἔθνη πρὸς μέ φησι, τὸν θεὸν ἐγγισάτωσαν καὶ τὰ ἐμὰ ῥήματα λαλησάτωσαν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ γενόμενα ἐν τῇ ἐμῇ δηλαδὴ ἐκκλησίᾳ. καὶ τίνα προσήκει λαλεῖν τοὺς καλουμένους, ἑξῆς διδάσκει λέγων· τότε κρίσιν ἀναγγειλάτωσαν· τὸν γὰρ περὶ τῆς κρίσεως λόγον βούλεται μαθόντα τὰ ἔθνη καὶ ἑτέροις ἀπαγγέλλειν. Ἀλλὰ καὶ τοῦτο μαθεῖν τοῖς αὐτοῖς προστάττει τὸ γνῶναι· τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; δικαιοσύνης γὰρ ἔργον ἦν τὸ μὴ Ἰουδαίους μόνον ἀλλὰ καὶ τὰ λοιπὰ ἔθνη καλεῖσθαι ἐπὶ τὴν τοῦ θεοῦ γνῶσιν. τίς οὖν ἐστιν ὁ ἐκ τῶν ἀνατολῶν τοῦ φωτὸς ταύτην ἐγείρας τὴν δικαιοσύνην, καλέσας τε αὐτὸν εἰς τὸ ἕπεσθαι αὐτῷ; τίς δὲ ὁ δεδωκὼς αὐτὴν ἐναντίον πάντων τῶν ἐθνῶν ὡς ἐκστῆναι ἐπὶ τῷ προστάγματι τοὺς τῶν ἐθνῶν βασιλεῖς καὶ θορυβηθῆναι τὰ πρῶτα, πειραθῆναί τε διωγμοὺς καὶ πολέμους κινῆσαι κατὰ τοῦ λόγου τῆς δικαιοσύνης, νικηθῆναι δὲ ὑπὸ τοῦ τῆς δικαιοσύνης θεοῦ, ὃς ὑπερμαχῶν τῶν ὑποδεδεγμένων αὐτήν. τὰ μὲν πολεμικὰ τῶν τῆς δικαιοσύνης ἐχθρῶν φρυγάνων τρόπον ἠφάνισεν, ἑαυτῷ δὲ ὁδὸν ἐξωμάλισεν ἐν εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐτοῦ. Τίς οὖν ὁ ταῦτα πάντα κατεργασάμενος ἀλλ' ἢ ὁ ἐπὶ πάντων θεός; διὸ ἐπιλέγει ἑξῆς· ἐκάλεσεν αὐτήν, δηλονότι τὴν δικαιοσύνην, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἐγὼ κύριος πρῶτος, καὶ μετὰ τῶν ἐσχάτων ἐγώ εἰμι· αὐτὸς γὰρ ἦν ὁ καὶ τοῖς πρώτοις πρόπαλαι καὶ ἐξ ἀρχῆς θεοφιλέσι γενομένοις γνωσθεὶς καὶ ὁ μετὰ τὸν πρότερον λαὸν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ πεπιστευμένος. διὸ ἐπιλέγει· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν. μαρτυρεῖ δὲ ὁ λόγος ὠφέλειαν οὐ τὴν τυχοῦσαν τοῖς ἔθνεσιν, εἴ γε μεταβαλόντα τὴν προτέραν ἀβλεψίαν τῆς πολυθεΐας ἴδοιεν τὸν εἰρηκότα· ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. καὶ ἰδόντα ἐφοβήθησαν ἐν «ἀρχῇ» γενόμενα «σοφίας»· «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου». ἀλλὰ καὶ τὰ πέρατα τῆς γῆς ἐξεπλάγησαν· τὸ γὰρ παράδοξον τοῦτ' ἦν, ὅτι καὶ τὰ βάρβαρα φῦλα καὶ τὰ πορρωτάτω ἀπῳκισμένα τῆς Ἰουδαϊκῆς χώρας, καθ' ἣν μόνην γνωρίζεσθαι ἐνομίζετο τὸ παλαιὸν ὁ θεός, γνῶσιν ἀνείληφε θεοσεβείας ὡς ἐκπλαγῆναι τῆς τοῦ θεοῦ δικαιοσύνης, τὴν χάριν σπεῦσαί τε καὶ ἐλθεῖν ἀκολούθως τῷ φήσαντι κηρύγματι· «ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα». ἀλλ' ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾶν καὶ λαλεῖν, δῆλον δ' ὅτι δοξάζειν τὸν θεόν, ἐνταῦθα δέ φησιν ὁ λόγος· ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι. οὐ γὰρ μόνον ἑαυτοὺς σῴζειν οἱ κεκλημένοι ἦλθον, ἀλλὰ καὶ τοὺς πλησίον κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. διὸ τοὺς πλησίον θεραπεύειν καὶ τοὺς ἑαυτῶν ἀδελφοὺς καὶ γνωρίμους ἐθέλοντες τοὺς ἔτι ἐν ἀτοπίᾳ ὄντας ταῦτα πρὸς αὐτοὺς ἔλεγον. Ἦν ποτε χρόνος ὅτε καὶ ἡμῶν αὐτῶν κατίσχυσεν ἀνὴρ τέκτων, ὁ τὴν εἰδωλολατρίαν κατεργασάμενος, καὶ χαλκεὺς τύπτων σφύρᾳ τοὺς ἑαυτοῦ θεούς· ἀλλὰ νῦν ἔγνωμεν τὸ μηθὲν ὄντας ἐκείνους καὶ τῆς πατρικῆς κατέγνωμεν πλάνης, ὃ δὴ καὶ ὑμᾶς προσήκει μανθάνοντας ὠφελεῖσθαι. δεῖγμα δὲ τῆς ἀδρανείας τῶν πάλαι νομισθέντων ἡμῖν θεῶν τὸ μηδὲ ἑστάναι δύνασθαι, εἰ μὴ γόμφοις τισὶ καὶ ἥλοις ἐμπαρεῖεν. ἐπειδὰν δὲ δι' ἑτέρων ἱδρυθέντα στῇ, ἄλλος ἔλεγχος αὐτῶν τῆς ἀζωΐας γίνεται τὸ μηκέτι κινεῖσθαι αὐτὰ δύνασθαι· ὅτε τοίνυν οὔτε ἑαυτοῖς ἑστάναι οὔτε ὑπὸ ἑτέρων ἑδρασθέντα κινεῖσθαι οἷά τέ ἐστι. πῶς ἂν εἶεν θεοὶ ταῦτα πρὸς τοὺς πέλας φησί ποτε τὰ ἔθνη ὁ λόγος θεσπίζει, καὶ ἐπειδήπερ ἀνωτέρω προστέτακτο τὰ αὐτὰ ἔθνη μὴ μόνον «ἐγγίζειν» τῷ θεῷ ἀλλὰ καὶ «λαλεῖν»· ἐλέγετο γάρ· «ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα». εἰκότως ὅτε «ἤγγισαν» διὰ τῶν προκειμένων καὶ ἐλθόντα τινά ποτε καὶ ὁποῖα τοῖς γνωρίμοις αὐτῶν διείλεκται, εἴρηται διὰ τῆς προφητείας.
2.20.1
Ἐν μὲν τοῖς ἀνωτέρω τῷ Ἰακὼβ καὶ Ἰσραὴλ ἐμέμφετο ὁθεὸς διὰ τὸ λέγειν· «Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεὸς τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη», διὰ δὲ τῶν μετὰ χεῖρας παῖδα αὐτοῦ ὀνομάζει τὸν Ἰσραὴλ καὶ τὸν Ἰακὼβ ἐκλελεγμένον εἶναί φησι, σαφῶς τοῦ λόγου δύο τάγματα παριστῶντος τοῦ ἐκ περιτομῆς λαοῦ, ἓν μὲν τὸ κατηγορούμενον καὶ ἐπιτιμώμενον, ἕτερον δὲ ᾧ τὰς παρούσας ἐπαγγελίας πεποίηται. τὸ μὲν οὖν πρῶτον τὸ τῶν ἐκπεσόντων τοῦ θεοῦ διὰ τὴν ἀπιστίαν αὐτῶν τυγχάνει, τὸ δὲ ἕτερον τὸ τῶν ὑπακουσάντων τῇ πίστει καὶ διὰ τοῦτο τῆς σωτηρίου χάριτος κατηξιωμένων, ὁποῖοι ἦσαν οἱ μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἵ τε λοιποὶ πάντες οἱ εἰς αὐτὸν πεπιστευκότες τοῦ ἐκ περιτομῆς λαοῦ Ἰσραὴλ καὶ Ἰακὼβ ὄντες καὶ αὐτοί. ἀκολούθως τοίνυν τῷ περὶ τῶν ἐθνῶν λόγῳ ἡ ἐκλογὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν συνῆπται. διὸ εἰς αὐτῶν πρόσωπόν φησιν ἡ προφητεία· Σὺ δέ, Ἰσραήλ, παῖς μου, Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα. παῖδα δὲ πρῶτον ὀνομάζει ἔπειτα ἐκλεκτὸν εἶτα ἀγαπητὸν τὸν μὲν ὡς ἐν ἀρχαῖς ὄντα καὶ φόβῳ δουλείας ἔτι παιδαγωγούμενον, οἷος ἦν ὁ ἀποστολικὸς χορός, τὸν πρῶτον βίον «ὑπὸ τὸν παιδαγωγὸν» «νόμον» γεγονώς, τὸν δ' αὐτὸν ἐκλεκτὸν ὀνομάζει, ὡς ἂν προκόψαντα καὶ τῆς σωτηρίου κλήσεώς τε καὶ ἐκλογῆς κατηξιωμένον. σπέρμα δὲ Ἀβραὰμ ἕτερον τάγμα τυγχάνον παρὰ τὸ τῶν ἐκλεκτῶν, ποῖον ἂν εἴη ἢ τὸ πλῆθος τῶν Ἰουδαίων, πρὸς οὓς διαλεγόμενος ὁ σωτὴρ ἔλεγεν· «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε»; ἕτεροι δ' ἦσαν οὗτοι παρὰ τὰ «τέκνα τοῦ Ἀβραάμ», περὶ ὧν ἐδίδασκε λέγων· «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε». Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ θεοῦ καὶ φίλος· διὸ λέλεκται· σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, ἢ κατὰ τὸν Σύμμαχον· σπέρμα Ἀβραὰμ τοῦ φίλου μου, κατὰ δὲ τὸν Ἀκύλαν· σπέρμα Ἀβραὰμ ἀγαπητοῦ μου. τό γε μὴν σπέρμα αὐτοῦ οὐκέτι ἠγαπῆσθαι ὁμοίως τῷ Ἀβραὰμ λέλεκται· πλὴν ἀλλὰ καὶ τὸ σπέρμα τοῦ Ἀβραὰμ καλεῖ διὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰπὼν αὐτοῖς· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Καὶ ἐπειδήπερ τὸ σπέρμα τοῦτο τοῦ Ἀβραὰμ διεσπαρμένον εἰς πᾶσαν τὴν γῆν, τούτου χάριν ἐπιλέγει ἑξῆς· οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἀπὸ τῶν ἀγκώνων αὐτῆς ἐκάλεσά σε. σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τῇ διασπορᾷ τοῦ Ἰουδαίων λαοῦ, οὓς πρώτους κατηξίου τῆς αὐτοῦ κλήσεως· ὥσπερ οὖν καὶ ὁ ἀπόστολος Παῦλος παρίστη πρὸς Ἰουδαίους λέγων· «ὑμῖν ἔδει πρώτοις κηρυχθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀποστρέφεσθε πορευόμεθα εἰς τὰ ἔθνη». τοῖς οὖν ἐκ τούτων ὑπακούσασι τῇ κλήσει καὶ τὸν εὐαγγελικὸν λόγον παραδεδεγμένοις φησὶ τό· οὗ ἀντελαβόμην ἀπ' ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε· πολλοὶ γὰρ ἦσαν κατὰ τοὺς ἀποστολικοὺς χρόνους οἱ ἀπὸ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένοι, οὐ μόνον ἐπὶ τῆς Ἰουδαίας γῆς ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. ἀλλὰ γὰρ τοῦ σπέρματος τοῦ Ἀβραὰμ μέχρι τούτου μνημονεύσας ἀνατρέχει ἐπὶ τὴν ἐκλογὴν τοῦ χοροῦ τοῦ ἀποστολικοῦ καί φησι πρὸς αὐτούς· Παῖς μου εἶ, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Δοῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε. εἰκότως οὖν καὶ ὁ θεῖος Ἀπόστολος «δοῦλον» εἶναι ἑαυτὸν ὡμολόγει σεμνυνόμενος ὡς ἐπὶ μεγάλῳ ἀξιώματι τῇ τοῦ σωτῆρος δουλείᾳ, ἐπειδὴ καὶ προϊὼν ὁ λόγος τοῦτο παρίστησιν, ἐν οἷς φησι· «Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου». πάλιν δὲ κἀνταῦθα πρῶτον δοῦλον ἑαυτὸν γεγονέναι, ἔπειτα ἐκλελέχθαι διδάσκει λέγων· Παῖς μου εἶ, ἢ Δοῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε, ἢ οὐκ ἀπεδοκίμασά σε κατὰ τὸν Σύμμαχον. Ἐπιθαρσύνει τὴν ἐκλογὴν ταύτην πρὸς τὸ ἀδεῶς εἰς πάντα τὰ ἔθνη κηρύξαι τὸ εὐαγγέλιον, ὃ δὴ καὶ αὐτὸς ἐδήλου ἐν Εὐαγγελίοις ὁ σωτὴρ φάσκων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». εἶτ' ἐπιλέγει· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, ἀλλὰ μηδὲ πλανῶ φησιν, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. ὅρα γάρ φησι μήποτε διανοηθῇς ὡς τῇ σαυτοῦ ἰσχύι δεδύνησαι τῷ τοσούτῳ κηρύγματι διακονήσασθαι· οὐδεὶς γὰρ ἂν ἦσθα οὐδ' ἂν ἐδυνήθης τι, εἰ μὴ ἐγὼ μετὰ σοῦ ὢν καὶ σὺν σοὶ διαπορευόμενος πάντα τὰ ἔθνη ἐνίσχυσά σε ὑπομονὴν καὶ καρτερίαν καὶ δύναμίν σοι δεδωρημένος καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου, ὡς μηδὲν ἐμποδών σοι γενέσθαι κώλυμα κηρύττοντι τὸ εὐαγγέλιον εἰς πάντας. Εἰ δὲ καί τινες ἀντικείμενοι τῷ ὑπὸ σοῦ κηρυττομένῳ λόγῳ πειραθεῖεν ἐμποδών σοι γενέσθαι, ἀλλ' ἐντεῦθεν ἤδη θάρσει τούτων ἁπάντων καταφρονῶν εἰδώς, ὅτι αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. εἰ γὰρ καὶ πρὸς ὀλίγον ἔδοξαν εἶναί τινες, καθ' ὃν καιρὸν ἐπολέμουν καὶ ἐδίωκόν σε· ἀλλὰ σὺ μὲν ἔσῃ καὶ διαμενεῖς καὶ ὄψει αὐτῶν τὴν ἀπώλειαν, οἱ δὲ οὐκ ἔσονται ᾗ τάχος ἀφανιζόμενοι τοῦ βίου. Διὸ καρτερεῖν σε προσήκει καὶ ὑπομένειν τὰς ἐξ αὐτῶν ἐπαγομένας θλίψεις, τὸ περιμένον αὐτοὺς τέλος ἀφορῶντα καὶ τῇ ἐμῇ θαρσοῦντα ἐπαγγελίᾳ ἐντεῦθεν ἤδη ἀψευδῶς ἐμοῦ σοι προλέγοντος· ὅτι ἐγὼ κύριος ὁ θεός σου καὶ κρατήσω τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι. μὴ κείμενα δὲ παρὰ τοῖς Ἑβδομήκοντα τό· ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ σκώληξ Ἰακώβ, ἀπὸ τῶν λοιπῶν πρόσκειται ἑρμηνευτῶν. οὗτος δὲ αὐτὸς ὁ ἀνωτέρω «ἐκλεκτὸς» ὠνομασμένος κατὰ τό· «Ἰακώβ, ὃν ἐξελεξάμην», νῦν σκώληξ ὠνόμασται διὰ τὸ σκώληκος δίκην ὑποδύνειν εἰς τὰς τῶν ἀπίστων ἐθνῶν πόλεις καὶ πᾶσαν αὐτῶν τὴν πολύθεον πλάνην καὶ τὴν δαιμονικὴν ἐνέργειαν ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων διανοίας φθείρειν καὶ ἀφανίζειν καὶ διὰ τὸ εὐτελὲς καὶ ἰδιωτικὸν τοῦ κηρύγματος τοῦ ἀποστολικοῦ. οὕτω γοῦν καὶ αὐτὸς ὁ σωτὴρ σκώληκα ἑαυτὸν ἀπεκάλει λέγων· «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ». εἶτ' ἐπειδήπερ ὀλίγοι τὸν ἀριθμὸν ἐτύγχανον οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, «δώδεκα» μὲν ὄντες ἀπόστολοι, «ἑβδομήκοντα» δὲ οἱ μετὰ τούτους, τούτου χάριν ἐπιλέγει· ὀλιγοστὸς Ἰσραήλ, ἢ κατὰ τὸν Σύμμαχον ἀριθμὸς Ἰσραήλ, ἢ κατὰ τὸν Ἀκύλαν τεθνεῶτες Ἰσραήλ, καὶ κατὰ τὸν Θεοδοτίωνα δὲ οἱ νεκροὶ Ἰσραὴλ εἴρηται. πλὴν ἀλλὰ σκώληκας αὐτοὺς ὀνομάσας καὶ ὀλιγοστοὺς εἰπὼν ἐπιφέρει· μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. καὶ προστίθησιν· ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς· οὕτω γὰρ ἡ δύναμις τοῦ «ἐνισχύοντος» αὐτοὺς ἐδείκνυτο, ὅτε αὐτοὶ μὲν σκώληκος οὐδὲν διέφερον, ἀλλὰ καὶ ὀλιγοστοὶ ἦσαν καὶ νεκροὶ καὶ τεθνεῶτες τοῦ Ἰσραὴλ ἐτύγχανον. ὅμως τοιοῦτοι ὄντες ὥσπερ τινὰ καλάμην διέτεμνον τροχῶν ἁμάξης τρόπον ἀλοῶντες καὶ καταπρίζοντες τῶν ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν τὴν δαιμονικὴν θεοποιΐαν. διὸ ἐπιλέγει· καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνούς, ὄρη καὶ βουνοὺς τὰς ἀντικειμένας δυνάμεις τὰς πάλαι κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρομένας αἰνιττόμενος. ταύτας τοίνυν τὰς δυνάμεις ὡσπερανεὶ ὑψηλὰ ὄρη, τά τε ὑποβεβηκότα πνεύματα πονηρὰ ὡσανεὶ βουνούς τινας ὄντας λεπτυνεῖς φησι καὶ ἀλοήσεις καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, ὡς μηκέτι ἐφιστάναι παρὰ τοῖς ἔθνεσι τὴν δαιμονικὴν πλάνην. τῶν δὲ ἀποδοθέντων ὀρῶν καὶ τῶν δηλωθέντων βουνῶν ἀφανῶν γενομένων, «σὺ» αὐτός, «ὁ δοῦλός μου ὁ ἐκλεκτός», δι' οὗ ταῦτα κατώρθωται, εὐφρανθήσῃ ἐν τῷ κυρίῳ καὶ ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ· ἀντὶ γὰρ τοῦ· ἐν τοῖς ἁγίοις Ἰσραὴλ ἀγαλλιάσονται, ὁ μὲν Ἀκύλας ἐν ἁγίῳ Ἰσραὴλ καυχήσῃ, ὁ δὲ Σύμμαχος ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ εἰρήκασι. Ταῦτα περὶ τῶν ἀποστόλων θεσπίσας ὁ λόγος ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἐπιλέγει· οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. ἀλλὰ ταῦτα μὲν πάλαι ἦσαν πεπονθότες, νῦν δέ φησι· ἐγὼ κύριος ὁ θεός, ἐπακούσομαι αὐτῶν ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. ὅπως δὲ ταῦτα τέλους ἔτυχε καὶ εἰσέτι καὶ νῦν ἐνεργεῖται ἐν ταῖς διὰ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων κατὰ πάντα τόπον ἱδρυνθείσαις ἐκκλησίαις τοῦ θεοῦ τὴν διάνοιαν ἐπιστήσας εἴσῃ. αἱ γοῦν τὸ παλαιὸν διαπτωχεύουσαι ἐν τοῖς ἔθνεσι ψυχαὶ καὶ τῆς τοῦ θεοῦ γνώσεως ἐνδεεῖς οὖσαι καὶ μηδὲ ῥανίδα ζωτικοῦ πόματος κεκτημέναι ὡς τὴν γλῶσσαν αὐτῶν καὶ τὸν δι' αὐτῆς προφερόμενον λόγον ἐξηράνθαι, διὰ τὸ μηδεμιᾶς νοτίδος λόγου σωτηρίου μετέχειν αὐτοὺς παραδόξου τετυχήκασιν εὐεργεσίας διὰ τῆς οὐρανίου χάριτος πληρωθεῖσαι πηγῶν καὶ ποταμῶν καὶ παντοίων ζωτικῶν ὑδάτων ὡς ἀπολαύουσαι ὕδατος, περὶ οὗ ἀνωτέρω ἐλέγετο· «καὶ πίονται ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου». πίνουσί τε «ἀπὸ πηγῶν τοῦ Ἰσραήλ», ὧν ἐμνημόνευσεν ὁ φήσας λόγος· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν Ἰσραήλ». τοῦτο δὲ ἂν εἴη τὸ πνεῦμα τὸ ἅγιον τὸ πηγάζον ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ ἀνομβροῦν ὕδατα ζῶντα, τοτὲ μὲν ἀπὸ τῆς παλαιᾶς διαθήκης, τοτὲ δὲ ἀπὸ τῆς καινῆς καὶ εὐαγγελικῆς διδασκαλίας. ἀλλὰ καὶ ποταμοὶ ῥέουσιν ἀένναοι κατακλύζοντες τὴν παλαιὰν ἔρημον οἱ ἀπὸ τοῦ μεγάλου ποταμοῦ τὰς ἀρχὰς εἰληφότες, περὶ οὗ εἴρηται· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καί· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων». Καὶ ἔστιν ἰδεῖν εἰς τὴν πάλαι ἄνυδρον γῆν τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐκ τῶν τοσούτων ὑδάτων ψυχὰς εὐθαλεῖς καὶ εἰς ὕψος ἀνεπαιρομένας ἀναλογούσας φυτοῖς οὐκ ἄλλως ὑφισταμένοις ἢ ἐν ὑδάτων πλήθει, ὁποῖα ἂν γένοιτο κέδρος καὶ πύξος καὶ μυρσίνη, κυπάριττός τε καὶ λεύκη κατὰ τοὺς Ἑβδομήκοντα, κατὰ δὲ τὸν Σύμμαχον· κέδρος καὶ ἄκαπνον ξύλον ἐλαίου κυπάρισσος καὶ πτελέα καὶ πύξος ἐπὶ τὸ αὐτό. ταῦτα πάντα οὐδ' ἄλλως ἢ ἐν ὑδάτων πλήθει τρεφόμενα καὶ αὐξανόμενα εἰς τὴν εἰκόνα περιείληπται τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ εὐθαλῶν ψυχῶν ἀπὸ πολυπληθείας θείων καὶ λογικῶν ὑδάτων εἰς ὕψος ἐπηρμένων. καὶ ὅτε μὲν οὖν τοὺς καρποὺς τῆς ἐκκλησίας βούλεται παραστῆσαι ὁ λόγος, εἰκόνι χρῆται «ἐλαίας» ἢ «φοίνικος» ἢ «ἀμπέλου»· νῦν δὲ ὅτε τὸ εὐθαλὲς καὶ διεγηγερμένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν τῇ ἐκκλησίᾳ προκοπτόντων δηλοῖ τῇ τῶν προλεχθέντων φυτῶν συνεχρήσατο εἰκόνι· ἃ οὐδ' ἄλλως ἢ ἐξ ὑδάτων πλήθους καὶ γῆς ἑδραίας καὶ γονίμου συνίστασθαι πέφυκεν. ὃ δὴ καὶ ἀντὶ παραδόξου παρείληφεν, εἰ ἐν τῇ ἀνύδρῳ καὶ καταξήρῳ καὶ διψαλέᾳ γῇ τοσαύτην ὑδάτων χορηγίαν ἔσεσθαι ἐπήγγελται ὡς τοιαῦτα βλαστῆσαι φυτά, ὁποῖα κατείλεκται. τὸν αὐτὸν δὴ τρόπον ἔσεσθαι καὶ ἐπὶ τῆς πάλαι ἐρήμου καὶ ἀνύδρου γῆς τῶν πάλαι ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν· τοσαύτην γὰρ γενήσεσθαι καὶ ἐπ' αὐτῶν μεταβολὴν προφητεύει εἰς ἔνδειξιν τῆς σωτηρίου εὐεργεσίας. Διὸ ἐπιλέγει· ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν· εἰ γὰρ μὴ θεὸς ἦν καὶ χεὶρ κυρίου ἡ διὰ τῶν ἀποστόλων αὐτοῦ τὴν τοσαύτην μεταβολὴν ἐν τοῖς ἔθνεσιν εἰργασμένη, πῶς ἂν συνέστησαν ἐν τῇ τοσαύτῃ τῶν ἐθνῶν ἐρημίᾳ ἐκκλησίαι θεοῦ καὶ τὰ ἐν αὐτῇ λογικὰ ὕδατα πληθύνοντα πανταχοῦ γῆς ὡς γεωργεῖσθαι τῶν ἐρήμων πρότερον καὶ ἀνίκμων ἐθνῶν τὰς ψυχὰς τῷ τῆς θεοσεβείας λόγῳ, φύειν τε ὑψηλὰ καὶ μετέωρα βλαστήματα, κάτω μὲν ἐπὶ γῆς ἐρριζωμένα, λέγω δὲ ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ, ἄνω δὲ εἰς ὕψος ἐπαιρόμενα ὡς καὶ μέχρι τῆς βασιλείας τῶν οὐρανῶν ἐκτείνεσθαι κἀκεῖ τὰς ἑαυτῶν ἀναρτᾶν ἐλπίδας; διὸ φυτοῖς εὐώδεσι καὶ εἰς ὕψος ἐπηρμένοις παραβέβληνται.
2.21.1
Πληρώσας ὁ λόγος τῆς πάλαι ἐρήμου καὶ ἀκάρπου καὶ ἀνύδρου χώρας τὴν ἐπὶ τὸ γόνιμον μεταβολήν, δι' ἧς ᾐνίττετο τῆς ἐκκλησίας τοῦ θεοῦ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μετάθεσιν, ἐφ' ἕτερον μεταβαίνει τάγμα τὸ ἀπομεῖναν ἐν τῇ προτέρᾳ πλάνῃ τῆς εἰδωλολατρίας. διὸ ὡς πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ θεός· «ἀναπολόγητοι γάρ ἐστέ» φησιν οἱ μετὰ τὴν τοσαύτην χάριν τὴν τὰ τοσαῦτα κατεργασαμένην τῇ πολυθέῳ ἐναπομείναντες πλάνῃ μὴ ἐννοήσαντες, ὡς χεὶρ κυρίου ἦν ἀληθῶς ἡ τὰ τοσαῦτα κατεργασαμένη καὶ «πρὶν γενέσθαι» μαρτυραμένη, ὅτι ταῦτα ἔσται, ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα. τοῖς οὖν μὴ ἐπιστήσασι καὶ μὴ ἐπεγνωκόσι μηδὲ ἐννοήσασιν ἀκολούθως ὁ λόγος ἀπειλεῖ φάσκων· Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἡ γὰρ κατάκρισις αὐτῶν αὐτόθεν αὐτοῖς ἐπάγεται «ἀναπολογήτοις οὖσι». διὸ ἐπιλέγει· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, ἀνθ' οὗ ὁ Σύμμαχος· ἐγγίσατέ φησι τὰ ἰσχυρὰ ὑμῶν, ὁ δὲ Θεοδοτίων· ἐγγίσατε κραταιώματα ὑμῶν, ὁ δὲ Ἀκύλας· προσεγγίσατε ὀστεώσεις ὑμῶν· εἰς μέσον γάρ φησιν ἀγάγετε τὰ νομιζόμενα ὑμῖν εἶναι ἰσχυρὰ καὶ τὰ κραταιώματα ὑμῶν, ὡσεὶ σαφέστερον ἔλεγε τοὺς θεοὺς ὑμῶν, φέρετε εἰς μέσον, ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν, κατὰ δὲ τὸν Σύμμαχον· προσελθέτωσαν καὶ ἀπαγγειλάτωσαν ὑμῖν, ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. καὶ γὰρ ἀληθῶς ἐντεῦθεν τῆς τῶν δαιμόνων ἀδρανείας καταγνῶναί ἐστι τῶν πάλαι μαντεύεσθαι προσποιουμένων καὶ προλέγειν διαχρησαμένων τὰ μέλλοντα ἐκ τοῦ μηδένα πώποτε αὐτῶν μαντεύεσθαι καὶ προειπεῖν, ὡς ἄρα ἥξει καὶ ἐπιδημήσει ποτὲ ἀνθρώποις ὁ Χριστὸς τοῦ θεοῦ καταλύσων αὐτῶν τὴν θεοποιΐαν ὡς ἐρημωθῆναι τοὺς κατὰ πόλεις αὐτοῖς ἀνεγηγερμένους ναούς, ἐλεγχθῆναι δὲ αὐτῶν τὰς μαντείας καὶ τὰ χρηστήρια· ταῦτα γὰρ ἐπ' ἐσχάτου τῶν ἡμερῶν διὰ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπετελέσθη. ἅπερ ἐχρῆν μὴ ἀγνοῆσαι τοὺς καταμαντεύεσθαι καὶ εἰδέναι τὰ μέλλοντα προσποιουμένους πονηροὺς δαίμονας· ἔδει γοῦν ταῦτα προγνῶναι καὶ προφητεῦσαι, εἴπερ τις ἦν ἐν αὐτοῖς θεία δύναμις. διό φησιν ὡς πρὸς αὐτοὺς ὁ λόγος· τί τὰ ἔσχατα καὶ τί τὰ ἐπερχόμενα, εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. οἱ μὲν τοῦ θεοῦ προφῆται ἐνθέου πνεύματος μετασχόντες προεῖπον τὰ ἔσχατα διαρρήδην θεσπίσαντες τῆς ἀνύδρου καὶ ἀγόνου καὶ ἀκάρπου χώρας τῶν ἐθνῶν τὴν ἐπὶ τὰ κρείττω μεταβολήν, τήν τε τοῦ Χριστοῦ παρουσίαν καὶ τῶν ἀποστόλων αὐτοῦ τὸ κήρυγμα καὶ ὅσα ἄλλα ταῖς αὐτῶν ἐμφέρεται προφητείαις· ὅθεν γνωρίζεται θεὸς ὢν ἀληθῶς ὁ ἐν αὐτοῖς καὶ δι' αὐτῶν ταῦτα θεσπίσας. οἱ δὲ πονηροὶ δαίμονες πόθεν ἐδύναντο γινώσκειν βουλὴν καὶ ἐνθύμησιν τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὰ ὁρισθέντα ὑπ' αὐτοῦ περὶ τῆς Χριστοῦ παρουσίας, περί τε τῆς αὐτῶν καθαιρέσεως καὶ ἀπωλείας; διὸ μὴ εἰδότες τὰ ἐπερχόμενα μηδὲ τὰ ἐν ἐσχάτοις καιροῖς μέλλοντα συμβήσεσθαι περὶ τῆς κλήσεως τῶν ἐθνῶν, τῆς τε αὐτῶν ἐρημίας. εἰκότως οὐδὲ τὰ πρότερα ἐγνώριζον, ὅθεν οὐδεὶς αὐτῶν δεδύνηται τοῖς αὐτοῖς προφήταις ὑποβάλλειν ταῦτα, ἅπερ οἱ τοῦ πνεύματος τοῦ θεοῦ καταξιωθέντες γραφῇ παραδεδώκασιν. οἷος ἦν Μωϋσῆς γράφων τὰ πρότερα καὶ λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τὰ πρότερα ἦν, τὰ δὲ ἔσχατα περὶ τῆς ἐθνῶν ἐπιστροφῆς, τοῦ τε ἐλέγχου τῆς δαιμονικῆς πλάνης, τά τε περὶ «τῆς συντελείας τοῦ αἰῶνος» καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης «τοῦ θεοῦ δικαιοκρισίας»· οἱ δὴ οὖν μήτε τὰ ἔσχατα δυνάμενοι εἰδέναι μήτε λέγειν, πῶς ἂν εἶεν θεοί. εἶτα μεταβαίνει ἐπὶ ἕτερον ἔλεγχον φάσκων· εὖ ποιήσατε καὶ κακώσατε, καὶ ὀψόμεθα καὶ θαυμασόμεθα ἅμα· εἰ γὰρ καὶ τὰ μάλιστα κακοποιεῖν οἷοί τέ ἐστε δαίμονες ὄντες πονηροί, ἀλλ' οὐκ ἐκ τούτου γνώρισμα τῆς θεϊκῆς ἐνεργείας ἕξετε. διόπερ τὸ ἰδιάζον ἐπὶ θεοῦ πρῶτον ὑμᾶς ἐπιδείξασθαι χρή, λέγω δὲ τὸ εὖ ποιῆσαι, ἔπειτα εἰ ἄρα κρίσει δικαίᾳ χρήσεσθε καὶ τοὺς ἀξίους κακώσεως τιμωρήσασθε. νῦν δὲ ὅτε τοὺς τῇ ὑμετέρᾳ πλάνῃ προσιόντας ἀδιακρίτως ὑποδέχεσθε ἐπαγγελλόμενοι τοῖς πᾶσι χρηστὰς ἐπαγγελίας μέχρι φωνῆς καὶ συνθέσεως ῥημάτων λοξῶν διὰ τὸ κρύπτειν τὴν ἄγνοιαν τῷ τῆς ἀμφιβολίας παρακαλύμματι, ἤδη δὲ καὶ αἰσχροῖς ἀνδράσι καὶ γυναιξὶν ἀκολάστοις ἀδιαφόρως τοὺς ἐξ ὑμῶν παρέχετε χρησμούς, πῶς ἂν εἴητε θεοί. Διὸ ἐπιλέγει ἑξῆς· ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; καὶ ἐπάγει τὴν ὑπόστασιν τῆς ὕλης ἐλέγχων διὰ τοῦ φάσκειν· ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς· κἂν γὰρ χρυσὸς καὶ ἄργυρος ᾖ, κἂν σίδηρος καὶ χαλκὸς ἢ λίθος, πάντα ταῦτα γῆς ἐστι περιττώματα· ἃ δὴ ληφθέντα εἰς θεοποιΐαν βδέλυγμα γέγονεν οὐκ ὄντα τῇ φύσει τοιαῦτα, ἐπειδὴ πᾶν ἔργον θεοῦ καλόν, τὰ δ' ἀνθρώπων κακοτεχνία φαύλων ἐπ' ἀθεότητι παραληφθέντα μιαρὰ καὶ βδελυκτὰ καὶ μίσους ἄξια, ἃ καὶ ἄψυχα ὄντα οὔτε εὖ ποιεῖν οὔτε κακοποιεῖν δύνανται, ὡς ἐντεῦθεν παρίστασθαι τὰς νομιζομένας ἐνεργείας ἢ τοὺς χρησμοὺς ἀνδρῶν εἶναι γοήτων ἀπάτας τῇ τῶν πολλῶν ἠλιθιότητι καταχρωμένων. ταῦτ' εἰπὼν ὁ λόγος καὶ ὥσπερ ἀποδείξας τοῖς ἐναπομείνασι τῇ εἰδωλολατρίᾳ τὴν σφῶν αὐτῶν πλάνην ἐπιφέρει· ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ, ἢ κατὰ τὸν Σύμμαχον· ἐξεγερῶ ἀπὸ βορρᾶ, καὶ τὸν ἀφ' ἡλίου δὲ ἀνατολῶν, οἳ καὶ κληθήσονταί φησι τῷ ὀνόματί μου. σημαίνει δὲ διὰ τούτων τὸν μὲν ἀπ' ἀνατολῶν ἡλίου τὸν Χριστὸν καὶ τὴν αὐτοῦ «δικαιοσύνην»· τοῦτο γὰρ ἐδήλου καὶ διὰ τῶν ἔμπροσθε φήσας· «τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην»; ἣν καὶ τοῖς ἔθνεσι δεδωρῆσθαι ἐδήλου· τὸν δὲ ἀπὸ βορρᾶ τὸν ἐξ ἐθνῶν λαὸν πάλαι ὄντα ἐν τῷ βορρᾷ κατὰ τό· «ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν». τοῦτον οὖν τὸν ἐξ ἐθνῶν λαὸν ἐξήγειρά φησιν ἀπὸ βορρᾶ, ἵνα μηκέτι ᾖ ἐν αὐτῷ, καλέσω δὲ καὶ τὸν ἀφ' ἡλίου ἀνατολῶν, δηλαδὴ τὸν Χριστὸν τοῦ θεοῦ. καὶ πρὸς τούτοις ἐπιλέγει· κληθήσονται τῷ ὀνόματί μου· τίνες δ' ἂν εἶεν καὶ οὗτοι, ἑξῆς διδάσκει λέγων· ἐρχέσθωσαν ἄρχοντες, ἤτοι τοὺς τὴν αὐτοῦ βασιλείαν δορυφοροῦντας ἀγγέλους οὕτως ὀνομάζων, δι' ὧν τὴν καθαίρεσιν τῆς ἀθέου πλάνης γεγενῆσθαί φησιν, ἢ τοὺς ἄρχοντας καὶ προεστῶτας τῆς ἐκκλησίας αὐτοῦ. ἐπειδὰν οὖν ὁ ἀπὸ βορρᾶ λαὸς συναχθῇ καὶ ὁ ἀπὸ ἡλίου ἀνατολῶν, οἵ τε δηλωθέντες ἄρχοντες ἐπὶ τὸ αὐτὸ γένωνται, τί ἔσται ἑξῆς ἐπιφέρει λέγων· καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε, ὑμεῖς δηλαδή, οἷς ἐλέγετο· ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. διὸ ὡς πρὸς αὐτοὺς πάλιν ἀποτείνεται καί φησι· τίς ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθής ἐστι; ταῦτ' εἰπὼν ὡς πρὸς τοὺς δηλωθέντας καὶ τὸν αὐτὸν ἔλεγχον αὐτοῖς ἐπαγαγὼν προστίθησιν· οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ἀκούων ὑμῶν τοὺς λόγους. δύο δὴ πάλιν καὶ διὰ τούτων ὁ λόγος σημαίνει· ἀφανισμὸν τῶν χρηστηρίων καὶ τῶν πάλαι παρ' αὐτῶν πλανωμένων ἀνδρῶν ἀνάνηψιν. καὶ τὸ λέγειν δέ· οὐκ ἔστιν ὁ ἀκούων τοὺς λόγους ὑμῶν, διπλῆν ἔχει διάνοιαν ὡς μήτε αὐτῶν ἐχόντων λόγον διὰ τὸ μηδὲν δύνασθαι μήτε εἰδέναι μήτε τῶν πάλαι περὶ αὐτὰ πλανωμένων ἐπιμενόντων τῇ πλάνῃ· ὠφελημένων δὲ ὑπὸ τοῦ τῆς ἀληθείας λόγου, ὡς μηκέτ' ἐκείνοις παρέχειν τὰς ἀκοὰς διὰ τὸ κατεγνωκέναι τῆς παλαιᾶς ἀπάτης. Τούτοις ἑξῆς ἐπιφέρει λέγων· ἀρχὴν Σιὼν δώσω καὶ Ἰερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. ὃ λέγει τοιοῦτόν ἐστιν· γινώσκετε, ὦ ἄνθρωποι, ὡς τῇ ἐκκλησίᾳ τῇ ἐμῇ τῇ καὶ διὰ τῶν ἔμπροσθεν ὠνομασμένῃ Σιὼν καὶ Ἰερουσαλὴμ αὐτὸς ἐγὼ δώσω τὴν κατὰ πάντων ἀρχὴν καὶ τὴν ἐκκλησίαν μου παρακαλέσω καὶ θήσω αὐτὴν εἰς ὁδόν. ἐν γὰρ τοῖς ἔθνεσι τοῖς ἐναπομείνασι τῇ ἀπιστίᾳ οὐδεὶς εὕρηται θεὸς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· ἠλέγχθησαν γοῦν τὸ μηθὲν ὄντες καὶ διὰ τοῦτο μηθὲν δυνάμενοι. διὸ καὶ ἐὰν ἐπερωτήσω αὐτούς Πόθεν εἶεν, οὐδεὶς αὐτῶν ἀπόκρισιν δώσει· δῆλοι γάρ εἰσιν οἱ ποιηταὶ αὐτῶν ἄνδρες χειροτέχναι, ἐπειδὴ πάντα «τὰ εἴδωλα τῶν ἐθνῶν ἔργα χειρῶν» τυγχάνει «ἀνθρώπων». μάτην ἄρα πεπλανῆσθε πάντες ὑμεῖς· διόπερ εἰδέναι ὑμᾶς βούλομαι, ὡς αὐτὸς ἐγὼ τῇ ἐμαυτοῦ ἐκκλησίᾳ τὴν κατὰ πάντων ἀρχὴν δώσω καὶ τὴν ἐξουσίαν τῆς ἐμῆς βασιλείας μόνῃ τῇ ἐμῇ Σιὼν δωρήσομαι καὶ τὴν ἐμὴν Ἰερουσαλὴμ παρακαλέσω τάξων αὐτὴν εἰς ὁδὸν ὑπὲρ τοῦ πάντας τοὺς ὁδεύοντας ἐν αὐτῇ ἐπὶ τὸ τρισμακάριον ὁδεύειν τέλος τὸ ἄγον πρὸς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.
2.22.1
Σφόδρα ἀκολούθως τῷ περὶ τῶν εἰδώλων ἐλέγχῳ ἀντιπαρέθηκε τὴν περὶ τοῦ Χριστοῦ προφητείαν καὶ τὴν ταύτῃ παρεπομένην τῶν ἐθνῶν κλῆσιν· ἀλλὰ γὰρ πρὸ τῆς εἰς τοὺς τόπους θεωρίας ἐπιτηρῆσαι ἄξιον, ὡς οὔτε τὸ τοῦ Ἰακὼβ ὄνομα οὔτε τὸ τοῦ Ἰσραὴλ ἐν τῇ προκειμένῃ ἐμφέρεται προφητείᾳ. διὸ οὐδὲ οἱ λοιποὶ ἑρμηνευταὶ οὐδὲ ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐμνημόνευσεν αὐτῶν, ἀλλ' ὁ μὲν Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· ἰδοὺ ὁ δοῦλός μου, ἀνθέξομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου, ὁ δὲ Ἀκύλας· ἰδοὺ ὁ δοῦλός μου ἀντιλήψομαι ἐν αὐτῷ. διὰ μὲν οὖν τῶν ἔμπροσθεν ὁ ἀποστολικὸς χορὸς ὠνομάζετο Ἰακὼβ καὶ Ἰσραήλ, ἐν οἷς εἴρηται· «Σὺ δέ, Ἰακώβ, ὁ παῖς μου, Ἰσραήλ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα». ἐν δὲ τοῖς μετὰ χεῖρας, ἐπειδὴ τὸ κρεῖττον εἰσῆκται πρόσωπον ὡς ἂν μὴ ὁ αὐτὸς εἶναι νομισθείη τοῖς προδηλωθεῖσιν οὐκ ὠνομάσθη οὔτε Ἰακὼβ οὔτε Ἰσραὴλ οὔτε σπέρμα Ἀβραάμ, σαφῶς δὲ περὶ τοῦ Χριστοῦ τοῦ θεοῦ λέλεκται, καθὼς ἐμαρτύρησεν ὁ Εὐαγγελιστὴς τό· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. καὶ μετὰ πάντα ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν, ἃ οὐχ ἥρμοζε τῷ ἀποστολικῷ λέγεσθαι χορῷ· εἰκότως ἄρα ἐν τῇ προκειμένῃ προφητείᾳ τὸ τοῦ Ἰακὼβ ὄνομα καὶ τὸ τοῦ Ἰσραὴλ σεσιώπηται· ἕτερος οὖν τίς ἐστιν ὁ ἐνταῦθα λεγόμενος παῖς τοῦ θεοῦ καὶ ἐκλεκτὸς αὐτοῦ. διὸ πρόσκειται τό· προσεδέξατο αὐτὸν ἡ ψυχή μου· μόνος γὰρ ἦν οὗτος ὁ ἐκλεκτὸς τοῦ θεοῦ, καὶ τοῦτον προσεδέξατο ἡ λεγομένη ψυχὴ τοῦ θεοῦ, συνήθως τῆς θείας γραφῆς τῷ τῆς ψυχῆς ὀνόματι καταχρωμένης ἐπὶ τοῦ θεοῦ, ἐπεὶ καὶ πόδας καὶ χεῖρας καὶ δακτύλους καὶ ὀφθαλμοὺς θεοῦ εἴωθεν ἀνθρωπινώτερον προφέρεσθαι. ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. εὕροις δ' ἂν ταῦτα συνῳδὰ τοῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου τεθεσπισμένοις. ἐκλεκτὸς δὲ οὐκέθ' ὁμοίως τοῖς ἀποστόλοις, ἐπειδὴ μόνῳ αὐτῷ λέλεκται τό· «ὃν ᾑρέτισεν ἡ ψυχή μου», ἀλλὰ καὶ «τὸ πνεῦμα τοῦ θεοῦ ἐπὶ μόνον αὐτὸν ἐπανεπαύσατο»· «ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». τὸ δὲ πνεῦμα τὸ δοθὲν ἐπὶ τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντα αὐτὸς ἦν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὃ δὴ καὶ ὁ Ἀπόστολος ἐδήλου φάσκων· «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι». διόπερ ὡς μόνος χωρήσας τὸ πνεῦμα τὸ πατρικὸν τὰ ἑξῆς πάντα ἐργάζεται ἐξαγγέλλων τὰ περὶ τῆς καθολικῆς κρίσεως τοῖς ἔθνεσιν εἰς τὸ παρασκευάζεσθαι τοὺς πάντας εἰς τὴν μέλλουσαν τοῦ θεοῦ κρίσιν. διὸ λέλεκται· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Εἶτ' ἐπειδήπερ ἡσύχως καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον ὡς μηδὲ τοῖς ὑπ' αὐτοῦ θεραπευομένοις ἐπιτρέπειν αὐτὸν φανερὸν ποιεῖν τοῖς πᾶσι. τούτου χάριν εἴρηται· οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ, ἀλλ' οὐδὲ κάλαμον συντρίψει τεθλασμένον· οὕτω γὰρ ἀψοφητὶ καὶ ἡσύχως διελεύσεται τὸν ἐν ἀνθρώποις βίον, ὡς μηδὲ τὸν τυχόντα ἄνθρωπον λυπῆσαι τὸν πάντων ταπεινώτερον καὶ ἀσθενέστερον, καλάμῳ διὰ τὸ ἀσθενὲς ἀπεικασμένον. ἀλλ' οὐδὲ λίνον καπνιζόμενον σβέσει, ἢ κατὰ τὸν Σύμμαχον· οὐδὲ λίνον ἀμαυρὸν σβέσει, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ λίνον ἀμαυρὸν οὐ σβέσει, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ στίππυον ἀμαυρὸν οὐ σβέσει. λίνον δὲ τυφόμενον εἴποις ἂν εἶναι τὸν ἐκφυσιούμενον ὑπὸ τῆς σαρκὸς τοῦ νοὸς αὐτοῦ ἐπηρμένον τινὰ καὶ τετυφωμένον, ὃν οὐ κωλύσειν οὐδὲ παύσειν ἐλέγετο τοῦ ἐπάρματος ὁ προφητευόμενος. ὃ δὴ καὶ ἔργῳ ἐπλήρου ὁ Χριστὸς τοῦ θεοῦ ἐπιδημῶν τῷ θνητῷ βίῳ· οὔτε οὖν ταπεινόν τινα καὶ ἀσθενῆ ἐν ἀνθρώποις ἐλύπησεν οὔτε τινὰ τῶν ἐπηρμένων καὶ ὑπερηφάνων μετῆλθε· πρὸς ἅπαντας δὲ ἀνθρώπους «πρᾶος» ἦν «καὶ ταπεινὸς τῇ καρδίᾳ». Σὺν ἀληθείᾳ δὲ καὶ παρρησίᾳ τοῖς πᾶσι διεστέλλετο τὰ περὶ τῆς τοῦ θεοῦ κρίσεως καὶ οὐ πρότερόν γε ἐπαύσατο ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν ὁ προφητικὸς λόγος ᾐνίξατο εἰπών· ἀναλάμψει καὶ οὐ θραυσθήσεται· θραῦσαι μὲν γὰρ αὐτὸν καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες· ἐπεὶ καὶ πᾶν τὸ θνητὸν γένος θανάτῳ θραύεσθαι πέφυκεν. ἀλλ' οὐ καὶ αὐτὸν ἔθραυσαν· μόνος δὲ τῶν ἐξ αἰῶνος εἷς οὗτος θανάτου κρείττων ἀποφανθείς, εἰκότως ἀπὸ τῆς προφητείας μεμαρτύρηται φησάσης· ἀναλάμψει καὶ οὐ θραυσθήσεται. εἶτ' ἐπιφέρει· ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. διὸ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν φωτὸς δίκην εἰς πάντα τὸν κόσμον ἐκλάμψας οὐ πρότερον ἐπαύσατο ἢ διατάξασθαι ἐπὶ τῆς γῆς τὴν περὶ τῆς ἐκκλησίας αὐτοῦ διοίκησίν τε καὶ κρίσιν, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Ὧν οὕτως εἰρημένων ἐπιφέρεται ἑξῆς· οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ὅρα δὲ ὅπως τὸν μὲν οὐρανὸν πεπῆχθαι εἴρηκεν, ἐπειδὴ κατὰ τὴν Μωσέως κοσμοποιΐαν ἐξ ὑδάτων πήξεως συνεστάναι λέγεται· οὐχὶ δὲ κατὰ τοὺς Ἕλληνας φυσιολόγους οἱ ἐκ πυρὸς εἶναι τὸν αἰθέρα καὶ τὸν οὐρανὸν αὐτὸν ὑπειλήφασι, τὴν δὲ γῆν φησιν ἐστερεῶσθαι καταλλήλως διὰ τὸ μέσην οὖσαν τοῦ παντὸς ἀκίνητον εἶναι, ὅπερ οὐχ ἥρμοζεν ἐπὶ τοῦ οὐρανοῦ λέγεσθαι. ἀντὶ δὲ τοῦ· καὶ τὰ ἐν αὐτῇ ὁ Σύμμαχος· ἐστερέωσάς φησι τὴν γῆν καὶ τὰ πορευόμενα ἐπ' αὐτῆς. τίνα δὲ ταῦτα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. χρὴ γὰρ ἡμᾶς μαθεῖν ἐκ τίνος προσώπου ἦν τὰ περὶ Χριστοῦ λεχθέντα. ἐπειδὴ γὰρ ἀθρόως ἐπέβαλλεν ὁ προφητικὸς λόγος ἐν ἀρχῇ εἰπών· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν»· τίς δὲ ἦν ὁ ταῦτα εἰρηκὼς οὐ προεδίδαξεν, ἀναγκαίως ἐπὶ τοῦ παρόντος διασαφεῖ τὸν ταῦτα τεθεσπικότα. διὸ ἐπιφέρει τό· οὕτως εἶπεν κύριος ὁ θεός· αὐτὸς γὰρ ἦν ὁ τὰ πρῶτα εἰρηκὼς καὶ τὰ ἑξῆς ἐπιλεγόμενα. εἰ γὰρ καὶ τὰ μάλιστα μὴ οἷοί τέ ἐστέ φησιν ὑμεῖς οἱ ἄνθρωποι, τὴν ἀφανῆ καὶ ἀσώματον οὐσίαν ἐποπτεῦσαι θεοῦ· ἀλλ' ἀναβλέψαντες εἰς τὸ μέγεθος τοῦ τοσούτου οὐρανοῦ, λογίσασθε ὁποῖός τις τυγχάνει ὁ τοσοῦτο μέγεθος διαπηξάμενος· ἀλλὰ καὶ εἰς τὴν γῆν αὐτὴν ἀποβλέψαντες, ὁπόση τίς ἐστι καὶ ὡς ἀκινήτως τὸν σύμπαντα αἰῶνα ἥδρασται ἐρριζωμένη καὶ τεθεμελιωμένη, ὡς μηδαμῆ μηδαμῶς κινεῖσθαι, ἐννοήσατε ὅσης ἀρρήτου ὑπάρχει δυνάμεως ὁ στερεώσας αὐτήν, γόνιμόν τε καὶ καρπῶν οἰστικὴν αὐτὴν ἀπεργασάμενος, ὡς τοσαῦτα ζῷα καὶ φυτὰ προβάλλεσθαι. ὁ δὴ οὖν τὰ τοσαῦτα κάλλη καὶ μεγέθη κατασκευάσας κύριος καὶ θεὸς τῶν ὅλων, οὗτος τὰ προλεχθέντα περὶ τοῦ Χριστοῦ αὐτοῦ ἐθέσπισεν. σφόδρα δὲ ἀκολούθως καὶ ἐπιτετηρημένως καθ' ὅλου μὲν τῷ ἐπὶ τῆς γῆς λαῷ, τοῦτ' ἔστι πᾶσιν ἀνθρώποις τοῖς τὴν γῆν λαχοῦσιν οἰκεῖν, πνοὴν δεδωκέναι εἴρηται, ἐπειδὴ καὶ κατὰ τὴν πρώτην τοῦ ἀνθρώπου δημιουργίαν «ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», ὡς ἐξ ἐκείνου πάντας ἀνθρώπους μετέχειν τῆς ζωῆς, οὐκέτι δὲ καὶ τοῦ κρείττονος πνεύματος· μόνοις γὰρ τοῖς καταπατοῦσι τὴν γῆν δίδοσθαι τὸ πνεῦμα εἴρηται. ὅποι δ' ἂν εἶεν οἱ τὸ γεῶδες φρόνημα καταπατοῦντες, εἴποι δ' ἄν τις καὶ ἄλλως πᾶν γένος δηλοῦσθαι τῶν τε λογικῶν ἐπὶ γῆς ζῴων καὶ ἀλόγων διὰ τῶν προκειμένων. Πρὸς δὲ τοῖς λεχθεῖσιν ἔτι καὶ τὰ ἐπιλεγόμενα ὁ αὐτὸς κύριος καὶ θεὸς τῷ Χριστῷ αὐτοῦ προσφωνεῖ λέγων· ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε. προσφωνεῖ δὲ ταῦτα τῷ ἀνωτέρω λεχθέντι «παιδὶ» αὐτοῦ, ᾧ «τὸ ἑαυτοῦ πνεῦμα δώσειν» ἐλέγετο, πρῶτον δὲ αὐτὸν ἐν δικαιοσύνῃ καλεῖ κατ' ἀξίαν τὴν κλῆσιν αὐτοῦ καὶ κατὰ τὸ δικαιότατον ποιούμενος· ἔπειτα κρατήσειν τῆς χειρὸς αὐτοῦ καὶ ἐνισχῦσαι αὐτὸν καὶ τρίτον χαριεῖσθαι αὐτὸν δῶρον ὥσπερ τι φῶς μέγα πᾶσι τοῖς ἔθνεσιν ἐπαγγέλλεται λέγων· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. πάλαι οὖν διὰ Μωσέως τὴν παλαιὰν διαθήκην τῷ Ἰουδαίων ἐδίδου λαῷ· ἐνταῦθα δὲ τὸν προφητευόμενον εἰς διαθήκην τοῦ γένους τῶν ἀνθρώπων καὶ εἰς φῶς ἐθνῶν δωρήσασθαί φησιν. εἰκότως ἄρα ἐπειδήπερ αὐτὸς ἦν ἡ διαθήκη ὁ Χριστὸς τοῦ θεοῦ οὐδὲ γραφὴν οὐδὲ βιβλίον ἐξέδωκεν ὁμοίως Μωσεῖ· αὐτὸς γὰρ ἦν ἡ διαθήκη, ἅτε πρῶτος «μεσίτης» ὑπάρχων «θεοῦ καὶ ἀνθρώπων», ἀλλὰ καὶ εἰς φῶς ἐθνῶν δίδοται, ὅπως ἐν αὐτῷ φωτιζόμενοι τῶν πάλαι τὰς ψυχὰς τυφλῶν οἱ ὀφθαλμοὶ διανοίγωνται καὶ ἀναβλέπωσι διορῶντες τὴν τοῦ θεοῦ γνῶσιν ὡς μηκέτι λίθοις καὶ ξύλοις καὶ ἀψύχων ὕλῃ τὴν τοῦ θεοῦ τιμὴν ἀπονέμειν. ἐπειδὴ δὲ αὐτοὶ οὗτοι «σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἦσαν κατεσφιγμένοι» ἐν σκότῳ δὲ κακίας πεπεδημένοι, ἔμελλον δὲ διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἁμαρτιῶν ἀφέσεως καταξιοῦσθαι καὶ ὥσπερ ἐκ δεσμωτηρίων ἀπολύεσθαι, ἐλευθεροῦσθαί τε καὶ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου εἱρκτῆς. τούτου χάριν ἐπιφέρεται ἑξῆς τό· ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ταῦτα πάντα διὰ τοῦ Χριστοῦ αὐτοῦ ὁ μεγαλόδωρος θεὸς οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων ἔθνει, πᾶσι δὲ ἀθρόως τοῖς ἔθνεσι δώσειν ἐπαγγέλλεται. Καὶ ἐπιλέγει· ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. καὶ τήρει, ὅπως κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ' αὐτὴν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν ὁμοίως εἴρηται τό· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. εἰ δὲ «τὰ λόγια κυρίου πεπυρωμένα» ἐστι καὶ χρὴ μὴ παρέργως ἐντυγχάνειν αὐτοῖς, ἐπιστῆσαι ἄξιον ὡς οὐκ εἴρηται· τὴν δόξαν μου οὐδενὶ δώσω· τὸ μὲν γὰρ οὐδενὶ ἀναιρετικὸν ἦν παντός, τὸ δὲ ἑτέρῳ μὴ δώσειν ἑνὶ μόνῳ τὴν συγχώρησιν γεγενῆσθαι ἐμφαίνει, δηλαδὴ τῷ προσφωνουμένῳ. οὗτος δὲ ἦν πρὸς ὃν ἐλέγετο· ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. ἐπεὶ τοίνυν σοὶ δέδωκά φησι τὴν ἐμὴν δόξαν, εἰδέναι προσήκει ὡς οὐκ ἂν καὶ ἑτέρῳ μεταδῴην ταύτης, τίς δὲ ἦν ἡ δόξα τοῦ ταῦτα λέγοντος, προεδίδαξεν εἰπών· ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὸ ὄνομα τοίνυν, δι' οὗ δοξάζεται ὡς κύριος καὶ θεὸς τῶν ὅλων, ἑτέρῳ φησὶν οὐ δώσω, ἀλλ' ἢ σοὶ μόνῳ, ὃν εἰς φῶς ἐθνῶν ἐδωρησάμην. ὅθεν ἀκολούθως τῇ ἐπαγγελίᾳ καὶ ὁ Χριστὸς τοῦ θεοῦ παρὰ πᾶσι τοῖς ἔθνεσι κύριος καὶ θεὸς ἀναγορεύεται τοῦ πατρὸς μόνῳ αὐτῷ ταύτην χαρισαμένου τὴν δόξαν. ἐπιλέγει δὲ ἑξῆς· οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ τὴν ὕμνησίν μου τοῖς γλυπτοῖς, κατὰ δὲ τὸν Σύμμαχον· οὐδὲ τὸν ἔπαινόν μου τοῖς γλυπτοῖς. διὰ τούτων δὲ οἶμαι τῶν λόγων πάντα τὰ ἔθνη παιδεύειν μηδένα μὲν θεὸν ὑμνεῖν τῶν πάλαι νομιζομένων αὐτοῖς θεῶν· μόνον δὲ τὸν Χριστὸν τοῦ θεοῦ καὶ «τὸν πέμψαντα αὐτὸν πατέρα» δοξάζειν. δι' ὃν καὶ αὐτὸς ὁ Χριστὸς θεολογεῖται μόνος, ἐπειδήπερ μόνῳ αὐτῷ καὶ οὐδ' ἄλλῳ τὴν δόξαν αὐτοῦ καὶ τὰς ἀρετὰς αὐτοῦ ὁ ἐπὶ πάντων θεὸς ἐδωρήσατο. Τούτοις ἑξῆς εἴρηται· τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν, κατὰ δὲ τὸν Σύμμαχον· τὰ πρῶτά φησιν ἰδοὺ ἦλθε, καινὰ δὲ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν· ὥσπερ γὰρ τὰ πρῶτά φησιν ἐπληρώθη δι' ἔργων, καθὼς γὰρ ἐπηγγειλάμην τῷ Ἀβραὰμ περὶ τοῦ «σπέρματος» αὐτοῦ, οὕτως καὶ ἐποίησα. ἐπληρώθη δὲ καὶ τὰ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν προηγορευμένα, οὕτω νῦν κἀγὼ εὐαγγελίζομαι τοῖς πᾶσί φησι καὶ πρὶν ἀναγγεῖλαι καὶ εἰς φανερὸν ἐλθεῖν διὰ ταύτης τῆς προφητείας ἀκουστὰ ὑμῖν ἐποίησα. τίνα δὲ ταῦτα, ἑξῆς διεξέρχεται λέγων.
2.23.1
Προειπὼν καινὰ ποιήσειν διὰ τῶν προρρηθέντων, τίνα ἂν εἴη τὰ καινά, διὰ τῶν προκειμένων διδάσκει, προστάττει δὴ καινὸν ὕμνον τῷ κυρίῳ ὑμνεῖν, ἢ καινὸν ᾄδειν ᾆσμα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. τοῦτο δὲ χρῆναι ποιεῖν πάντας ἀνθρώπους, ἐπειδὴ ἡ ἀρχὴ αὐτοῦ φησι καὶ ἡ βασιλικὴ ἐξουσία δοξάζεται ἐν πάσῃ τῇ γῇ καὶ ἐπὶ τὸ ὄνομα αὐτοῦ μέχρι τῶν ἄκρων τῆς γῆς ἔφθασεν ὡς ἀπὸ τῆς τοῦ Χριστοῦ προσηγορίας Χριστιανῶν τὴν σύμπασαν πεπληρῶσθαι. κατὰ δὲ τὸν Σύμμαχον· ἡ αἴνεσις αὐτοῦ ἀπ' ἄκρων τῆς γῆς. τὸ δὲ καινὸν ᾆσμα καὶ τὸν ὕμνον τὸν καινὸν τῷ κυρίῳ παρακελευσάμενος ὑμνεῖν, τίσι τὸ κήρυγμα προσφωνεῖ, διδάσκει ἑξῆς λέγων· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, ἄντικρυς τοὺς ἀποστόλους τοῦ σωτῆρος σημαίνων, οὓς «παράγων παρὰ τὴν θάλασσαν εἶδε βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς», ὁμοίως δὲ καὶ τοὺς λοιπούς. τούτοις οὖν τὸ προφητικὸν ἀνεφώνει πνεῦμα λέγον· Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν. οἱ αὐτοὶ δὲ οὗτοι καὶ τὴν καθ' ἡμᾶς περιπλέοντες θάλασσαν, ποτὲ μὲν ἐν ταῖς νήσοις ἐκήρυττον τὸ εὐαγγέλιον, ποτὲ δὲ διέβαινον ἐπέκεινα Σπανίας τε καὶ Ἰταλίας, ὡς ἐν ὀλίγῳ χρόνῳ καὶ αὐτὴν τὴν βασιλεύουσαν πόλιν πληρῶσαι τῆς τοῦ Χριστοῦ διδασκαλίας. καὶ ἄλλως δὲ οἱ τὴν τοῦ ἀνθρωπίνου βίου θάλασσαν ἐμπλέοντες καὶ πᾶσι τοῖς ἔθνεσιν ἐν μέσαις ταῖς νήσοις κηρύττοντες τὸ εὐαγγέλιον διὰ τῶν προκειμένων δηλοῦνται· ἐπεὶ καὶ οὗτοι τὸν καινὸν ὕμνον πᾶσι κατήγγελλον ἀνθρώποις ἐν μέσαις ταῖς ἐκκλησίαις κηρύττοντες καὶ διδάσκοντες. διὸ ἑξῆς τούτοις τὸν καινὸν ὕμνον προστάττει ὑμνεῖν ταῖς νήσοις, δῆλον δ' ὅτι ταῖς ἐκκλησίαις τοῦ θεοῦ ταῖς ὑπὸ τῆς προλεχθείσης θαλάσσης περιρρεομέναις καὶ πανταχόθεν ὑπὸ τῶν ἔξωθεν ἀνέμων καταπνεομέναις. διὸ ἐπιλέγει· αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς, τοὺς ἐν ταῖς ἐκκλησίαις συναγομένους τοῦτον ἐμφαίνων τὸν τρόπον. Εἶτα πάλιν τὴν ἔρημον, περὶ ἧς μυρία ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, εὐαγγελίζεται λέγων· εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ αἱ πόλεις αὐτῆς· πολλαὶ γὰρ πόλεις κατὰ τὰς διαφόρους πολιτείας ἐν τῇ ἐκκλησία τοῦ θεοῦ ἐπινοοῦνται, ὡς ἐδείκνυτο «ἐν τῇ ὁράσει Αἰγύπτου», ἐν ᾗ ἐλέγοντο «ἔσεσθαι» «πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ». ἀλλὰ καὶ τὰς ἐπαύλεις καὶ τοὺς οἰκοῦντας Κηδὰρ καὶ ἔτι πρὸς τούτοις τοὺς κατοικοῦντας Πέτραν εὐφρανθήσεσθαι ἐπαγγέλλεται. ἡ Κηδὰρ δὲ ἐπέκεινα τῆς Ἀραβίας τυγχάνει ἐπὶ τῆς ἐσχάτης ἐρήμου, ἣν κατέχειν φασὶ τὸ Σαρακηνῶν γένος, δι' ὧν ὁ λόγος ἐβουλήθη πάντας τοὺς τὰς ἐρήμους καὶ τὰ ἔσχατα τῆς γῆς οἰκοῦντας δηλῶσαι, ὡς τῆς τοῦ θεοῦ λογικῆς εὐφροσύνης διὰ τῆς τοῦ Χριστοῦ χάριτος καὶ μέχρις ἡμῶν φθάνειν μελλούσης. καὶ Πέτρα δέ τίς ἐστι πόλις τῆς Παλαιστίνης δεισιδαιμόνων ἀνδρῶν καὶ πολλῇ τῇ πλάνῃ τῇ δαιμονικῇ βεβαπτισμένων, ἧς καὶ αὐτῆς τοὺς ἐνοίκους τῆς χάριτος μεταλήψεσθαί φησι λέγων· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν. τούτων δὲ τῶν λόγων τὴν ἀλήθειαν ἡ διὰ τῶν πραγμάτων ἔκβασις ἐπιστώσατο ἐκκλησιῶν Χριστοῦ καὶ ἐπ' αὐτῆς τῆς Πετραίων πόλεως, κατά τε τὴν χώραν αὐτῆς καὶ ἐν ταῖς ἐρήμοις τῶν Σαρακηνῶν καθ' ἡμᾶς αὐτοὺς ἱδρυμένων. καὶ ἄλλως δὲ Κηδὰρ ἑρμηνεύεται σκοτασμὸς διὰ τοὺς μεταβαλόντας ἀπὸ τοῦ σκοτασμοῦ ἐπὶ τὸ κατηγγελμένον «φῶς τοῖς ἔθνεσιν». εὐφρανθήσεσθαι ὁ λόγος φησὶ καὶ τοὺς κατοικοῦντας δὲ Πέτραν ὁμοίως· «ἡ δὲ πέτρα ἦν ὁ Χριστός». ὁμοῦ δὲ πάντας τούτους οὓς ἡ προφητεία κατέλεξεν ἐν ὕψει γενομένους καὶ ἐν τοῖς τοῦ θεοῦ μετεώροις λόγοις ὥσπερ ἐν ὄρεσι στάντας ἄνωθεν, πόθεν τῷ θεῷ ὑμνεῖν καὶ δώσειν αὐτῷ δόξαν, θεσπίζει λέγων· ἀπ' ἄκρου τῶν ὀρέων φωνήσουσι καὶ δώσουσι τῷ θεῷ δόξαν. οὕτω δὲ καὶ ἀνωτέρω ἐλέγετο τό· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ». Ἀλλὰ γὰρ ταῦτα τῇ ἐρήμῳ καὶ ταῖς νήσοις καὶ τῇ Κηδάρ, ἃ δὴ ὁμολογουμένως ἀλλότρια ἦν τοῦ Ἰουδαίων ἔθνους, ὁ λόγος ἐπαγγειλάμενος ἐπιφέρει ἑξῆς τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ σημαίνων ἐν τῷ λέγειν· κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, κατὰ δὲ τὸν Σύμμαχον· κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής. ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον ἐν σχήματι ἀνδρὸς προσελεύσεσθαί φησι καὶ δίκην ἀνδρὸς πολεμιστοῦ πολεμήσειν τοὺς ἐχθροὺς αὐτοῦ. εἶτ' ἐπιλέγει· ἐπεγείρει ζῆλον, περὶ οὗ καὶ Μωϋσῆς ἐδίδαξεν εἰπὼν περὶ τοῦ Ἰουδαίων ἔθνους· «αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς»· τοῦτον οὖν ἐκεῖνον τὸν ζῆλον ἐπεγείρει φησὶν εἰσποιούμενος μὲν καὶ ἐξοικειούμενος τὴν Κηδὰρ καὶ τὰς νήσους καὶ τὰ ἀλλόφυλα ἔθνη, ἀποσειόμενος δὲ καὶ ἀπωθούμενος τὸν Ἰουδαίων λαὸν καὶ τοῦτο πράττων μετὰ λογισμοῦ καὶ εὐλόγου ἀπολογίας. διὸ ἐπιλέγει· καὶ βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Οὐ γὰρ ἀλόγως αὐτοὺς πολεμήσει, ἀλλὰ μετὰ τοῦ τὴν αἰτίαν ἐξειπεῖν καὶ μετὰ μεγάλης βοῆς φανερὸν ποιήσει, ἣν καὶ διδάσκει λέγων· ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; ἐν γὰρ τῷ παρανομεῖν αὐτοὺς καὶ ἀσεβεῖν ἀνεξικακῶν καὶ φέρων αὐτοὺς τῇ αὐτοῦ μακροθυμίᾳ μηδὲ παραχρῆμα τὴν ὀργὴν αὐτοῖς ἐπάγων ἐσιώπησα. καὶ ἄλλως δὲ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συκοφαντούμενος «ἐσιώπησε» καὶ ψευδομαρτυρούμενος «οὐδὲν ἀπεκρίνατο». ἀλλὰ τότε μέν φησιν ἐσιώπησα, οὐ μὴν καὶ ἀεὶ σιωπήσομαι· τότε δὲ καὶ ἐκαρτέρησα ὡς ἡ τίκτουσα, νυνὶ δὲ «καιρὸς ἀνταποδόσεως», διὸ ἐκστήσω καὶ ξηρανῶ ἅμα, ἢ κατὰ τὸν Σύμμαχον· ἀναπνεύσω καὶ ἐκφυσήσω ὁμοῦ. Εἶτ' ἐπιλέγει κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ, ὄρη καὶ βουνοὺς τοὺς ἄρχοντας τοῦ λαοῦ αἰνιττόμενος, χόρτον δὲ τὰς ἁμαρτίας αὐτῶν. τὰ μὲν οὖν ἐπάρματα αὐτῶν καὶ τὰ ὕψη τῶν παρ' αὐτοῖς ἀρχόντων καθελεῖν ἀπειλεῖ, τὸν δὲ χόρτον αὐτῶν ξηρανεῖν. καὶ ὅτι ταῦτα περὶ αὐτῶν λέγεται, οὐκ εἰς μακρὸν ὁ λόγος προϊὼν ἀποδείξει. ἔτι δὲ καὶ τοὺς ἐν αὐτοῖς ποταμούς, τὰς πάλαι ποταμῶν δίκην χορηγουμένας αὐτοῖς διδασκαλίας, θήσω φησὶν εἰς νῆσον· ἔτι δὲ καὶ τὰ παρ' αὐτοῖς λιμνάζοντα ὑδάτων λογικῶν χωρία ὡς παραβάλλεσθαι ἕλεσι, καὶ ταῦτά φησι ξηρανῶ. Καὶ δὴ ταῦτα περὶ αὐτῶν ἀπειλήσας μεταβαίνει πάλιν ἐπὶ τὴν χάριν τὴν τοῖς ἔθνεσιν δοθησομένην. διὸ ἐπιλέγει· καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν· τίνες δὲ ἦσαν οὗτοι ἐδίδαξε διὰ τῶν ἔμπροσθεν εἰπὼν εἰς πρόσωπον τοῦ Χριστοῦ· «ἔδωκά σε εἰς διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν»; τούτους δὴ οὖν αὐτοὺς τοὺς πάλαι τυφλοὺς ἐν τοῖς ἔθνεσιν, ἣν μὴ ἐγίνωσκον ὁδὸν βαδίσαι ποιήσειν ἐπαγγέλλεται. πόθεν γὰρ ἡμῖν γινώσκειν παρῆν τὴν κατὰ θεὸν ὁδὸν ἢ διὰ τῆς θείας αὐτοῦ χάριτος; ἐπεὶ δὲ ἑνικῶς εἴρηται κατὰ πάντας τοὺς ἑρμηνευτὰς τό· καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ᾔδεισαν, παρίστησι δὲ ὁ σωτὴρ ταῦτα λέγων· «ἐγώ εἰμι ἡ ὁδός». θέα ὅπως ὃν μὴ πρότερον ἠπιστάμεθα Χριστὸν καὶ τὸν λόγον αὐτοῦ τὸν σωτήριον ἡμῖν τοῖς τυφλοῖς ἐπαγγέλλεται, ἀλλὰ καὶ τρίβους, ἃς οὐκ ᾔδειμεν, τὰς προφητικὰς δηλαδὴ γραφὰς καὶ τοὺς βίους τοὺς ὑπὸ τῆς θείας διδασκαλίας ὑποβαλλομένους συνήσεσθαι ἡμᾶς φησι καὶ τὸ σκότος δὲ ποιήσειν ἡμῖν εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· τὴν γὰρ ἄγνοιαν τοῦ θεοῦ τὴν πάλαι ταῖς ψυχαῖς ἡμῶν ἐπιπολάζουσαν εἰς φῶς γνώσεως μεταβαλεῖσθαι καὶ τὰ πάλαι δὲ σκολιὰ ἡμῖν καὶ ἀσαφῆ νομιζόμενα τοῦ θεοῦ λόγια, καὶ ταῦτα ὁμαλὰ ποιήσειν ἐπαγγέλλεται. καὶ ἐπιφέρει· ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς, σφόδρα δὲ ἀπηκριβωμένως οὐχὶ λαλήσειν αὐτοῖς τὰ ῥήματα, ἀλλὰ ποιήσειν ἐπαγγέλλεται· πάλαι μὲν γὰρ παρὰ τοῖς προφήταις ἐλαλεῖτο ταῦτα, δι' ἔργων δὲ αὐτὰ ἐπιτελέσειν ὑπισχνεῖται, καὶ οὐκ ἐγκαταλείψω αὐτούς φησιν. εἶτα ταῦτα εἰπὼν περὶ τῶν πάλαι τυφλῶν αὖθις ἐπιστρέφει τὸν λόγον ἐπὶ τοὺς πάλαι μὲν ὄντας πλησίον τοῦ θεοῦ, ἀποστραφέντας δὲ εἰς τὰ ὀπίσω τοὺς ἐκ περιτομῆς αἰνιττόμενος, περὶ ὧν φησιν· αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. εἶθ' ὥσπερ ἐπιδεικνὺς αὐτοῖς τὴν τῶν ἐθνῶν μεταβολήν, καὶ ἐξ οἵας πλάνης μεταβεβλήκασιν εἰς φῶς ἐλθόντες ἀπὸ τοῦ σκότους, ὀνειδιστικῶς πρὸς ἐκείνους εἰδωλολατροῦντας ἐπιλέγει· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. καὶ γὰρ ἀληθῶς τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν μεταβεβληκότων εἰς θεοσέβειαν τὸ Ἰουδαίων ἔθνος ᾐσχύνθη· διὸ καθ' οὓς μὲν προεφητεύετο ταῦτα χρόνους εἰδωλολατρίαις προσεῖχον, ἐπαύσαντο δὲ νῦν αἰσχυνόμενοι διὰ τὴν τῶν ἐθνῶν μεταβολήν. ὅθεν προφητικῶς τοῦτ' ἐδηλοῦτο ἐν τῷ λέγεσθαι· αἰσχυνθήσονται αἰσχύνην· ἐπειδὰν γάρ φησιν ἴδωσι τοὺς πάλαι τυφλοὺς μεταβαλόντας εἰς φῶς τὸ τηνικαῦτα καὶ αὐτοὶ αἰσχυνθήσονται καὶ παύσονται τοῦ λέγειν τοῖς χωνευτοῖς Ὑμεῖς θεοὶ ἡμῶν. Ταῦτα εἰπὼν ὁ λόγος ὡς εἰς κωφῶν ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν. καὶ ἵνα μή τις ταῦτα νομίσειε περὶ τῶν ἐθνῶν λέγεσθαι τῶν πάλαι τυφλῶν καὶ κωφῶν, ἀναγκαίως διασαφεῖ καὶ ἑρμηνεύει τὴν διάνοιαν ἑξῆς ἐπιλέγων· καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; εἶτα κατὰ τὸν Σύμμαχον πρόσκειται· τίς τυφλὸς ὡς ὁ τέλειος; καὶ ἔτι μᾶλλον διερμηνεύει τὸν λόγον φάσκων· καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ, κατὰ δὲ τὸν Σύμμαχον· οἱ τυφλοί φησιν, ἀναβλέψατε, καὶ οἱ κωφοί, ἀκούσατε· τίς τυφλὸς εἰ μὴ ἂν ὁ δοῦλός μου καὶ κωφὸς ὡς ὁ ἄγγελός μου, ὃν ἀπέστειλα; τίς τυφλὸς ὡς ὁ τέλειος καὶ κωφὸς ὡς ὁ δοῦλός μου; ἰσοδυναμεῖ δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. δοῦλον δὲ αὐτοῦ τίνα λέγει ἢ τὸν ἐκ περιτομῆς λαὸν τὸν αὐτὸν δὲ καὶ ἄγγελον ὀνομάζει καὶ τέλειον καὶ δοῦλον κυρίου εἰς κατάκρισιν αὐτοῦ. ταῦτα λέγων ἐγὼ γὰρ καὶ δοῦλον καὶ τέλειον καὶ ἄγγελον ἐμαυτοῦ τὸν λαὸν τοῦτον ἐβουλήθην ἔχειν, οἱ δὲ ἐτυφλώθησαν. Πῶς δὲ τυφλοὶ καὶ κωφοὶ γεγόνασι, διεξέρχεται λέγων· εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. τοιαῦτα δὲ ἦν καὶ τὰ ἔμπροσθεν εἰρημένα ἐν τῷ· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». κατὰ δὲ τὸν Σύμμαχον· εἶδές φησι πολλά, καὶ οὐ μὴ φυλάξεις· ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις. κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι νόμον καὶ θαυμάσαι. αὐτὸς δὲ λαὸς διηρπασμένος καὶ προνενομευμένος. ὁρᾷς ὅτι πάντα ταῦτα περὶ τοῦ λαοῦ εἴρηται τοῦ ἐκ περιτομῆς. ἀλλ' ὁ μὲν κύριος ἐβούλετο ἵνα δικαιώσῃ αὐτὸν καὶ ἵνα μεγαλύνῃ αἴνεσιν· οἱ δὲ ἐξεδόθησαν τοῖς τὰς ψυχὰς αὐτῶν πολεμοῦσι καὶ γεγόνασι λαὸς διηρπασμένος καὶ προνενομευμένος· ἡ γὰρ παγὶς ἔνδον ἐν τοῖς ταμείοις τῶν ψυχῶν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν ἅμα. ἐν γὰρ αὐτοῖς τοῖς λογισμοῖς, οὓς ἔκρυπτον τὰ κατὰ τοῦ Χριστοῦ βουλευόμενοι ἐν αὐτοῖς ἐκείνοις ἦν ἡ κατ' αὐτῶν παγίς, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος οὐδὲ ὁ ῥυόμενος οὐδὲ ὁ λέγων Ἀπόδος. Εἶτ' ἐπειδήπερ ὡς κωφοῖς ἐλάλει, ἀπορῶν ἐν αὐτοῖς ἀκροατῶν φησι· Τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, καὶ τίς εἰσακούσεται εἰς τὰ ἐπερχόμενα; εἰ γὰρ καὶ μήπω ἐνέστηκεν ἡ τῶν πραγμάτων ἔκβασις, ἀλλ' ἐν τοῖς ἐπιοῦσι χρόνοις ἐπιτελεσθήσεται. καὶ τίς ἄρα ἔσται ὁ ταῦτα νοήσων ἐν ὑμῖν; τίς ἐπιζητήσει τὸν αἴτιον τῆς ἁρπαγῆς τοῦ λαοῦ ὥστε εἰπεῖν· Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; εἰ δέ τις ζητήσειε τίς ὁ ταῦτα πράξας, εὕροι δ' ἂν ὅτι οὐδ' ἄλλος ἔδωκεν αὐτοὺς εἰς διαρπαγὴν ἢ αὐτός, ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι· καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς οὐχ ὑπήκουσαν, ἀλλ' οὐδὲ ἀκούειν ἤθελον τοῦ νόμου τῆς καινῆς διαθήκης. διὸ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ' αὐτοὺς πόλεμος. πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι αὖθις ἀνελάμβανον ἑαυτούς, ὡς καὶ τὴν Ἰερουσαλὴμ καὶ τὸ ἐν αὐτῇ βασίλειον αὐτῶν συνεστάναι· νῦν δὲ κατίσχυσεν αὐτῶν ὁ πόλεμος, οὐχ ὁ ἔξωθεν μόνος, ἀλλὰ καὶ ὁ τῶν τὰς ψυχὰς αὐτῶν πολιορκούντων. διὸ εἴρηται· καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ ταῦτα πάσχοντες οὐκ ἐνόησαν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν, ὡς λογίσασθαι τὴν αἰτίαν τῶν κατειληφότων αὐτοὺς κακῶν.
2.24.1
Εἰ μεμνήμεθα τῶν ἀρτίως περὶ τοῦ ἐκ περιτομῆς λαοῦ εἰρημένων, οὓς «τυφλοὺς» καὶ «κωφοὺς» ἀπεκάλει ὁ λόγος λέγων· «καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ», καὶ πάλιν· «καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπασμένος» καὶ τὰ τούτοις ἀκόλουθα, δι' ὧν «ὀργὴν καὶ θυμὸν καὶ πόλεμον ἐπάξειν αὐτοῖς» ἠπείλει, τὰ παρόντα περὶ τῶν αὐτῶν οὔποτ' ἂν λέγεσθαι ἡγησόμεθα. μεταβαίνει τοιγαροῦν ὁ λόγος ἐπὶ τὸ κρεῖττον τάγμα τῶν ἀπὸ τοῦ λαοῦ τὸν σωτήριον λόγον παραδεδεγμένων καὶ τούτοις προσφωνεῖ φάσκων· Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε, Ἰακώβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ. εἰ γὰρ καὶ τὰ μάλιστα οἱ ἐξ ὑμῶν ἄπιστοι «τυφλοὶ» καὶ «κωφοὶ» γενόμενοι καὶ τοιαῦτα πράξαντες τῇ ὀργῇ τοῦ θεοῦ παρεδόθησαν, ἀλλ' ὑμεῖς ἔτι καὶ νῦν ἀκούσατε. ὑμᾶς δὲ λέγω «τοὺς τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην μὴ ἀγνοήσαντας», ἀλλὰ καὶ τὸ ποίημα τὸ ἐν ὑμῖν καὶ τὸ πλάσμα σῶον καὶ ἀλώβητον διατηρήσαντας. πρὸς σὲ τοιγαροῦν τὸν ἀληθῶς Ἰακὼβ καὶ τὸν ἄξιον τῆς τοῦ Ἰσραὴλ προσηγορίας ὁ ποιήσας σε τὰ προκείμενα διεξέρχεται καὶ πρὸς σὲ ταῦτά φησι· πολλοὶ μὲν οἱ διαφθονούμενοι τῇ σῇ σωτηρίᾳ καὶ τὸν ὑπὸ σοῦ κηρυττόμενον εὐαγγελικὸν λόγον κωλῦσαι παραθησόμενοι, ἀλλὰ τούτων μηδένα φοβεῖσθαι παρακελεύομαί σοι. αὐτὸς γὰρ ἐγὼ κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε, ποιήσας μὲν κατὰ ψυχὴν «τὴν κατ' εἰκόνα θεοῦ πεποιημένην», πλάσας δὲ κατὰ τὸ σῶμα τὸ «ἀπὸ γῆς» ληφθὲν καὶ ὑπ' ἐμοῦ πεπλασμένον· «λύτρον» ὑπὲρ τῆς σῆς σωτηρίας τὸ ἐμαυτοῦ παραδοὺς αἷμα ἐλυτρωσάμην σε καὶ ἐκάλεσά σε· ἀλλὰ καὶ κτῆμα ἐμαυτοῦ ἐποιησάμην σε, ὥστε «εἶναί σε μὲν ἐμὸν λαόν, κἀμὲ δὲ σοῦ αὐτοῦ θεόν». θάρσει τοιγαροῦν τοσούτων παρ' ἐμοῦ κατηξιωμένος καὶ βάδιζε τὴν ὁδὸν ἣν ἐκελεύσθης, θαρρῶν τε «κήρυττε πᾶσι τοῖς ἁπανταχοῦ γῆς ἔθνεσι τὸν εὐαγγελικὸν λόγον»· κἂν γὰρ πῦρ φλέγον ἐπίῃ κἂν ὕδατα καὶ ποταμοὶ ἐπικλύζωσιν, οὐδέν σε ταῦτα λυπήσει διὰ τὸ ἐμὲ σοὶ πανταχοῦ εἶναι. ἀψευδῶς γὰρ ἐπηγγειλάμην τό· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». Καὶ τοῦτο δὲ ἴσθι, ὥσπερ ἐγώ σε τὸν ἐμαυτοῦ λαὸν «ἐλυτρωσάμην» «τὸ τίμιόν μου αἷμα» ὑπὲρ τῆς σῆς σωτηρίας παραδούς, οὕτω καὶ σὺ ἐκείνων ἔσῃ ἄλλαγμα, λέγω δὲ τῶν διὰ σοῦ σωθησομένων ἐθνῶν, ἐν οἷς ἔσονται Αἰγύπτιοι καὶ Αἰθίοπες καὶ οἱ τὴν Συήνην οἰκοῦντες, ἀνθ' οὗ καὶ Σαβὰ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. ὁ δὲ Σύμμαχος· ἔδωκά φησιν ἐξιλασμόν σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σαβὰ ἀντὶ σοῦ. οὕτω γὰρ παρ' ἐμοὶ γέγονας τίμιος καὶ οὕτως ἐναντίον μου ἐδοξάσθης, καὶ οὕτως ἠγάπησά σε, ὡς καὶ μέχρι τῶν ἐσχατιῶν γῆς φθάσαι τὴν διὰ σοῦ πᾶσιν ἀνθρώποις προξενουμένην κατὰ θεὸν σωτηρίαν· καὶ ὡς αὐτοὺς τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους τῆς διὰ σοῦ κλήσεως καταξιωθῆναι. διὰ μὲν οὖν τῶν Αἰγυπτίων πάντας ᾐνίξατο τοὺς δεισιδαίμονας καὶ εἰδωλολάτρας, διὰ δὲ τῆς Αἰθιοπίας καὶ Συήνης τοὺς μέχρι τῶν ἐσχατιῶν τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκοῦντας. ἐὰν δὲ ἡ καὶ Σαβὰ μνημονεύεται, ἰστέον ὥς ἐστι Σαβαϊτῶν ἔθνος, ὅθεν «βασίλισσα Σαβὰ» ἐπεδήμει κατὰ τοὺς Σολομῶντος χρόνους. τούτους μὲν οὖν ἀντὶ σοῦ φησιν ἢ ὑπὲρ σοῦ πάντας οἰκείους ἐκτησάμην, τοὺς δὲ σὲ πολεμοῦντας διὰ τὸν ὑπὸ σοῦ καταγγελλόμενον λόγον ἀπωλείᾳ παραδώσω. Διόπερ θαρσεῖν σοι παρακελεύομαι ὡς ἂν ἐμοῦ διὰ παντὸς συνόντος σοι, καὶ τὰ σπέρματα δέ, ἃ καθ' ὅλης τῆς οἰκουμένης ἔσπειρας, πολλὰ τέκνα κατὰ θεὸν γεννήσας συνάξω εἰς «τὴν ἐπουράνιόν μου πόλιν» μετεώρους αὐτοὺς ἀναλαβὼν δι' ἀέρος ὥσπερ πτηνοῖς ἀνέμοις ὑποκουφιζομένους, λέγω δὲ ἀγγελικαῖς δυνάμεσι. καὶ τοὺς μὲν ἀπὸ βορρᾶ παραλήψομαι, τοὺς δὲ ἀπὸ λιβός, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀπὸ νότου· ἐγὼ γὰρ αὐτοῖς τοῦτο ποιεῖν προστάξω διὰ τὸ ἐμοὺς εἶναι υἱοὺς καὶ θυγατέρας ἐμὰς τοὺς δι' ὑμῶν σπαρέντας καὶ ἀναγεννηθέντας ἐν τῇ ἐμῇ ἐκκλησίᾳ. Εἰ δὲ δεῖ τούτους ὀνομαστὶ τίνες εἶεν δηλῶσαι, ἐντεῦθεν ἤδη τοῖς πᾶσι φανερὸν ποιῶ, ὡς ἄρα οὗτοί εἰσιν οἱ ἐπικληθησόμενοι τῷ ὀνόματί μου. πόθεν δὲ ἄλλοθεν ὑπέστη τὸ Χριστιανῶν ὄνομα ἢ ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας; αὐτὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα θεσπίζων. ἀντὶ δὲ τοῦ· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτόν, οἱ λοιποὶ ἑρμηνευταί· εἰς δόξαν μού φησιν ἔκτισα αὐτόν· τοῦτον γὰρ τὸν νέον λαὸν εἰς δόξαν ἔκτισα πρὸς τὸ δοξάζεσθαί με δι' αὐτοῦ, ἀλλὰ καὶ ἔπλασα αὐτὸν ἄπλαστον ὄντα τοῖς τρόποις. Καὶ ἐξήγαγον δὲ αὐτὸν πρότερον ὄντα φησὶν ἐν σκότῳ καὶ λαὸν ὄντα τυφλόν· εἰ γὰρ καὶ ἐδόκουν ὀφθαλμοὺς ἔχειν ψυχῆς καί τινα ἀνθρωπίνην φρόνησιν, ἀλλ' ὅμως ἦσαν ἀβλεπτοῦντες περὶ τὴν πλάνην τῆς εἰδωλολατρίας. τούτοις ἑξῆς εἴρηται· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. καὶ τούτου δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα ἡ τῶν πραγμάτων ἐνέργεια παρίστησι· διὰ γὰρ τῶν ἀποστολικῶν σπερμάτων καὶ τῆς διδασκαλίας αὐτῶν μεταβαλόντες οἱ πάλαι τυφλοὶ καὶ κωφοὶ συνήχθησαν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἤδη δὲ καὶ ἄρχοντες ἐξ αὐτῶν τούτων τῶν ἐθνῶν ἐπὶ τὸν λαὸν τοῦ θεοῦ κατέστησαν. ταῦτ' εἰπὼν ὁ προφήτης θαύματος καὶ ἐκπλήξεως ἐφ' οἷς ἐθέσπισε πληρωθεὶς ἀνεφώνει λέγων· Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. τίς ἄρα ἔσται φησὶν ὁ μέλλων τούτων τῶν λόγων τὰς ἐκβάσεις ὀφθαλμοῖς ποτε ὁρᾶν, τίνες δὲ οἱ μάρτυρες τῶν ἀποτελεσμάτων ἡκέτωσαν, δικαιωθήτωσαν μαρτυρήσαντες, ἐπειδὴ κἀγὼ ὁ θεὸς μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, περὶ οὗ ἀνωτέρω ἔλεγεν· «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου». ἐγὼ τοίνυν αὐτὸς ὁ θεός, καὶ ὁ παῖς οὗτος ὁ ἐκλεκτός μου. ὃ δὴ καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ἐδήλου λέγων· «ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». μαρτυρήσω τοῖς ἐμοῖς μάρτυσιν, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. τὸ γὰρ αἴτιον τῆς τοῦ Χριστοῦ παρουσίας καὶ τῆς τῶν ἀποστόλων αὐτοῦ εἰς πάντα τὰ ἔθνη μαρτυρίας οὐδὲν ἕτερον ἦν ἢ τὸ κηρύξαι τὴν τοῦ ἐπὶ πάντων θεοῦ γνῶσιν καὶ τὴν εἰς αὐτὸν πίστιν καὶ τὴν περὶ αὐτοῦ σύνεσιν τοῖς πρὶν ἀσυνέτοις καὶ ἀσυνθέτοις καὶ ἀπίστοις καὶ ἐν ἀγνωσίᾳ οὖσιν αὐτοῦ καὶ διὰ τοῦτο τυφλώττειν τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ περὶ τὴν πλάνην τῆς ἀθέου εἰδωλολατρίας εἱλεῖσθαι. διὸ προφήσας· γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἐπήγαγεν· ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. μιᾶς γὰρ οὔσης ἀρχῆς μία εἴη ἂν θεότης, ᾗ συμπαραλαμβάνεται καὶ ἡ τοῦ μονογενοῦς αὐτοῦ θεολογία. ἐπιμένων δὲ ὁ λόγος τῇ αὐτῇ διδασκαλίᾳ ἐπιφέρει· ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. ταῦτα δὲ φάσκει προειπὼν διὰ τῶν ἔμπροσθεν τό· κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ὡς ἂν μὴ ἁμαρτεῖν καὶ ἐπὶ τοῦ παρόντος τὸν τῇ προκειμένῃ θεολογίᾳ συνάπτοντα τὸν περὶ τοῦ παιδός, ὃν ἐξελέξατο, λόγον· ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ὡς γὰρ μάρτυς αὐτὸς ἐλέγετο, καὶ ὁ παῖς, ὃν ἐξελέξατο, οὕτως καὶ θεὸς σῴζων εἴη ἂν οὗτος, καὶ ὁ παῖς, ὃν ἐξελέξατο. ἐὰν δὲ λέγῃ· πάρεξ ἐμοῦ σῴζων οὐκ ἔστιν, οὐκ ἀπαγορεύων τὸν σωτῆρα εἶναι τὸν παῖδα, ὃν ἐξελέξατο, τοῦτ' ἂν εἴποι· οἶδε γοῦν αὐτὸν «σωτῆρα» ὁ παρὼν προφήτης, ἐν οἷς φησι· «καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς». ἀλλ' εἰ καὶ σῴζει οἷα «σωτὴρ» ὁ παῖς, ὃν ἐξελεξάμην φησίν, ἀλλ' οὐ πάρεξ ἐμοῦ σῴζει, μετ' ἐμῆς δὲ γνώμης καὶ ἐξ ἐμοῦ νεύματος· δίχα γὰρ τῆς ἐμῆς βουλῆς καὶ πάρεξ ἐμοῦ οὐκ ἔστι τις σῴζων. Καὶ ταῦτα δέ φησιν ἐγὼ αὐτὸς ὁ θεὸς προαπήγγειλα διὰ τῶν ἐμῶν προφητῶν, ἀκολούθως τε τοῖς ἐμαυτοῦ λόγοις ἔσωσα τοὺς ἀξίους σωτηρίας διὰ τοῦ ἐμοῦ παιδός. ἀντὶ δὲ τοῦ ὠνείδισα οἱ λοιποὶ ἑρμηνευταὶ πάντες καὶ ἠκούτισα εἰρήκασι. προλαβὼν γὰρ ταῦτα ἀκουστὰ ἐποίησα μόνος ὢν ἐν ὑμῖν θεὸς μὴ ὄντος τινὸς ἀλλοτρίου μηδὲ ἀπεξενωμένου. καὶ τούτων δὲ ὑμεῖς μάρτυρες, ὡς οὐδεὶς ἦν ξένος οὐδὲ ἀλλότριος ἐν ὑμῖν, ὅτε ταῦτα ἐθέσπιζεν διὰ τῶν ἐμῶν προφητῶν. μάρτυς δὲ ἤμην κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. οὐκοῦν ὅτε ταῦτα ἐθέσπιζε συνῆν αὐτῷ, ἦν ἐξ ἐκείνου καὶ σὺν αὐτῷ ταῦτα, διὰ τῶν προφητῶν ἐμαρτύρετο ὁ παῖς, ὃν ἐξελέξατο. Διαρρήδην δ' ἐν τούτοις ὁ λόγος προϋπάρχειν τῆς ἐνανθρωπήσεως τὸν Χριστὸν καὶ τῷ πατρὶ συνεῖναι παρίστησιν, ἀλλ' ἀπ' ἀρχῆς ταῦτά φησιν ὁρίσας ἵστημι τὴν ἐμαυτοῦ βουλήν, καὶ οὐκ ἔστιν ὁ δυνάμενος αὐτὴν παραγαγεῖν ἢ παρατρέψαι· ὅτε γὰρ «μή ἐστι μηδ' ὑπάρχει ἕτερος θεός», δῆλον ὡς οὐκ ἔσται ὁ δυνάμενος ἐκ τῶν χειρῶν μου ἐξαιρεῖσθαι οὐδὲ ἀνατρέψαι τὰ ὑπ' ἐμοῦ ὡρισμένα. ταῦτα δὲ λέλεκται μὲν εἰς πρόσωπον τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραήλ, ἀναφέρεται δὲ ἐπὶ τὸν χορὸν τὸν ἀποστολικόν. διήκει δὲ ὁ λόγος καὶ ἐπὶ πάντας τοὺς ἀπὸ τοῦ Ἰουδαίων γένους τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένους.
2.25.1
Ὁ νοῦς τῶν προκειμένων τοιοῦτός ἐστι· πάλαι μὲν τὰς ἐμὰς παρέχων εὐεργεσίας τῷ Ἰουδαίων ἔθνει, παιδεύων μὲν αὐτοὺς καὶ σωφρονίζων Βαβυλωνίοις παρέδωκα, οὐκ εἰς μακρὸν δὲ ἐλευθέρους ἀνῆκα τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ἅτε θεὸς ὢν καὶ κύριος τῶν ὅλων. αὐτούς τε Βαβυλωνίους τοὺς ἐπιβάντας τῇ Ἰερουσαλὴμ ἀναστάτους ἐποίησα ὡς καὶ φυγῇ χρήσασθαι τοὺς παρ' αὐτοῖς Χαλδαίους, δεσμίους τε ἀχθῆναί τινας αὐτῶν πλοίοις ἐμβληθέντας ἐν τῇ παρ' αὐτοῖς θαλάσσῃ ὑφ' ἑτέρων τινῶν πολεμίων δυνάμεων κραταιοτέρων αὐτῶν. ταῦτα ἐγὼ διεπραξάμην ὁ θεὸς δεικνὺς τὴν ἐμὴν βασιλείαν ἀνθρώποις. ἀντὶ δὲ τοῦ· ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν, ὁ Σύμμαχος· ἐγώ φησι κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ βασιλεὺς ὑμῶν. ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν Βαβυλωνίων καὶ τῶν Χαλδαίων διεπραξάμην, προφητικῶς δὲ ταῦτα μήπω γενόμενα μέλλοντα δὲ ἔσεσθαι ὡς ἂν ἤδη πεπραγμένα παρ' αὐτῷ ὁ θεὸς διῆλθεν, ἀλλὰ καὶ ἔτι πρότερον ἐν τοῖς παλαιοτάτοις χρόνοις φησὶ τὴν ἐμαυτοῦ θεότητα τοῖς ἐν Αἰγύπτῳ δεικνὺς διήγαγον τὸν ἐμαυτοῦ λαὸν διὰ τῆς ἐρυθρᾶς θαλάσσης ποιήσας δίοδον ἐν ὕδατι ἰσχυρῷ καὶ τρίβον ξηρὰν δι' αὐτῆς τῆς θαλάσσης, ὅτε καὶ «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψα εἰς θάλασσαν» ὡς κοιμηθῆναι αὐτοὺς «δύντας κατὰ τοῦ βυθοῦ» καὶ μηκέτ' ἀναστῆναι, οἵτινες ἐοικότες πάλαι πρότερον φλέγοντι πυρὶ γεγόνασιν ὡς λίνον ἐσβεσμένον. ταῦτα μὲν οὖν εἰργασάμην ἐν τοῖς πρόπαλαι μνημονευομένοις χρόνοις, καὶ ταῦτ' ἦν τὰ θαυμαζόμενα καὶ διὰ στόματος μνημονευόμενα παρὰ τοῖς παλαιοῖς, νυνὶ δὲ ἐπὶ τοῦ παρόντος παραινῶ μηκέτι θαυμάζειν ἐκεῖνα μήτε τὰ ἐν Βαβυλῶνι πεπραγμένα μήτε τὰ ἐν Αἰγύπτῳ. διό φημι· Μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε, ἢ κατὰ τὸν Σύμμαχον· μὴ ἐννοεῖσθε. Διὰ τί δὲ οὐ βούλομαι ἐκεῖνα τοῦ λοιποῦ θαυμάζειν ὑμᾶς ἢ ὅτι ἕτερά τινα καινότερα θαύματα οὐ λειπόμενα τῶν παλαιῶν ἐκείνων φωτὸς δίκην ἀνατελεῖ εἰς πάντας ἀνθρώπους, ἃ καὶ κατὰ τὸν καιρὸν γνώσεσθε. τίνα δὲ ἔστι ταῦτα· ἐν τῇ ἐρήμῳ φησὶ ποιήσω ὁδόν; δηλοῖ δὲ πάλιν τὴν ἐν τοῖς ἔθνεσι συστησομένην ἐκκλησίαν, ἥτις ἔρημος ἦν θεοῦ γνώσεως, πρὶν ἐπιδημῆσαι τὸν Χριστὸν τοῦ θεοῦ τὸν εἰπόντα· «ἐγώ εἰμι ἡ ὁδός». ἀλλ' ἐν ἐκείνῃ φησὶ τῇ πάλαι ἐρήμῳ ὁδὸν ποιήσω, ὥσπερ καὶ πρότερον ἐπὶ τῆς ἐρυθρᾶς πεποίηκα θαλάσσης. ῥεύσουσι δὲ καὶ ποταμοὶ θείων λογίων ἐκ διδασκαλίας ἁγίου πνεύματος εἰς τὴν πάλαι ἄνυδρον, ὡς καὶ ἐπὶ Μωϋσέως «ἔρρευσαν» ἐν τῇ ἐρήμῳ ποταμοί, ἀλλ' ἐκεῖ μὲν ὕδατος σωματικοῦ ῥευστῆς οὐσίας ὄντος καὶ φθαρτοῦ, νυνὶ δὲ ἐκ τῆς ἐνθέου χορηγίας τοῦ λογικοῦ καὶ πνευματικοῦ ὕδατος. ἐπειδὰν δὲ ὁδὸς ἐν τῇ ἐρήμῳ γένηται καὶ ποταμοὶ ἐμῶν πηγῶν τὴν ἄνυδρον χώραν κατακλύσωσι, περὶ ὧν «πηγῶν» ἀνωτέρω ἐλέγετο· «καὶ πίεσθε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου», τὸ τηνικαῦτα τὰ θηρία τοῦ ἀγροῦ, αἱ ἀπηγριωμέναι ψυχαὶ μεταβληθήσονται τῆς θηριώδους καταστάσεως ἐκ τῆς τοῦ ποταμοῦ δυνάμεως ἀλλοιωθεῖσαι, ὡς αὐτοὺς τοὺς πάλαι θῆρας εὐλογῆσαί με, ὅπερ οὐ γέγονεν ἐξ αἰῶνος πώποτε· οὔτε γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ οὔτε ἐπὶ τῆς Αἰγύπτου οὔτε κατὰ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου οὔτ' ἐπὶ τῆς ἐν Βαβυλῶνι διατριβῆς ἱστόρηταί τι τοιοῦτον γεγονός. εἰ δὲ καὶ σειρῆνές τινες ἦσαν θέλγουσαι ἡδονῇ καὶ ᾄσματι δαιμονικῷ τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ποιητῶν πλάσμασιν εὐεπείᾳ λόγων κεκοσμημένοις, ἀλλὰ καὶ αὗται μεταβαλοῦσαι εὐλογήσουσί με. ἔτι μὴν καὶ θυγατέρες στρουθῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ στρουθοκάμηλοι, ζῷον ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις γινόμενον καὶ αὐτὸ ἡμερωθὲν εὐλογεῖν ἐμὲ τὸν θεὸν μαθήσεται. τούτων δὲ αἴτιον ἔσται τὸ ὑπ' ἐμοῦ δοθὲν ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ἡ τῶν ποταμῶν δύναμις τῶν ἐν τῇ ἐρήμῳ ῥευσάντων. ἐπειδὰν δὲ οἱ ἄγριοι θῆρες καὶ αἱ σειρῆνες καὶ οἱ στρουθοὶ ἐμπιόντες τοῦ ἐμοῦ ὕδατος εἰς ἥμερον καὶ λογικὴν μεταβάλωσι φύσιν, μαθήσονται, ἅτε δὴ λαός μου καὶ γένος μου ἐκλεκτὸν γενόμενοι τὰς ἀρετάς μου διηγήσασθαι, ἢ τὸν ὕμνον μου κατὰ τὸν Σύμμαχον. Τούτων δὲ οὕτως παραδόξως ἀποτελεσθέντων, ἴσθι σύ, ὦ Ἰακώβ, ὡς οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως τότε, ἢ κατὰ τὸν Σύμμαχον· οὐδὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· καὶ οὐκ ἐμὲ ἐκάλεσας Ἰακώβ. οἱ μὲν γὰρ θῆρες οἱ ἄγριοι καὶ αἱ σειρῆνες καὶ αἱ θυγατέρες τῶν στρουθῶν εὐλογήσουσί με· σὺ δὲ, ὦ Ἰακώβ, οὐδὲν τοιοῦτο διεπράξω, ἀλλ' οὐδὲ ἠξίωσας ἐπικαλέσασθαί με, ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· ὅτι ἐκοπίασας ἐν ἐμοί, καίτοι ἐμοῦ μὴ ποιήσαντός σε κοπιάσαι. ὅσα γοῦν καὶ ἐνομίζετο κόπους σοι παρέχειν, ταῦτα παρῄτημαι ἤδη καὶ πρότερον εἰπών· «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι». ἀλλ' οὐδὲ θυμίαμα οὐδὲ λίβανον οὐδὲ θυσίας οὔτ' ἔτι τῶν τοιούτων ᾔτησα παρὰ σοῦ ἐν τοῖς τῆς καινῆς διαθήκης νόμοις, οἷς διεταξάμην «διὰ τοῦ παιδός μου», «ὃν ἐξελεξάμην», ἀλλ' οὐδὲ σὺ ταῦτά μοι προσήνεγκας. εἰ δὲ χρὴ τἀληθῆ λέγειν, ἕτερα ἀνθ' ἑτέρων ἔπραξας· ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστην σου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐν ταῖς ἁμαρτίαις σου ἐκάλεσάς με καὶ ἐν ταῖς ἀδικίαις σου. ὁρᾷς ὅπως καὶ ἐν τοῖς προκειμένοις τῇ μὲν «ἐρήμῳ» καὶ τοῖς ἐν αὐτῇ «θηρίοις» ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ' ἀσεβείαις ἐλέγχει, ὃν Ἰακὼβ καλεῖ νῦν καὶ Ἰσραήλ· οὕτως ἁπλῶς ξηροῖς ὀνόμασιν οὔτε «δοῦλον» αὐτοῦ οὔτε «ἐκλεκτὸν» εἰπών, ὅπερ ἐποίει ἐπὶ τοῦ κρείττονος τάγματος. Πλὴν οὖν ἀπελέγξας τοὺς διαβεβλημένους παρορμᾷ καὶ προτρέπει αὐτοὺς ἐπιστρέφειν, συγχωρήσειν τε αὐτοῖς τὰ ἁμαρτήματα ἐπιστρέψασι. διό φησιν· ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι. σὺ δὲ μνήσθητι, ἐν οἷς γέγονας· καλὴ γὰρ ἡ μνήμη τῶν προτέρων ἁμαρτημάτων δι' ἐξομολογήσεως ἐξαγορευομένη. διὸ ἐπιφέρει· λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου· τοῦτο γὰρ ποιῶν δικαιωθήσῃ, ἐπειδὴ «δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ». ἴσθι γε μήν, ὡς ἐκ πατέρων ἁμαρτωλὸς πέφυκας, καὶ οἱ ἄρχοντές σου οἱ κατὰ καιροὺς γενόμενοι ἠσέβησαν εἰς ἐμέ. ἀντὶ δὲ τοῦ· καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ οἱ ἑρμηνεῖς σου ἐκδεδώκασιν. εἶτά φησι· καὶ οἱ ἄρχοντές σου ἐμίαναν τὰ ἅγιά μου. τρία δὲ τάγματα ἐν τούτοις τίθησι· πατέρας καὶ ἑρμηνεῖς καὶ ἄρχοντας, ἄρχοντας μὲν τοὺς καθηγουμένους τοῦ ἔθνους δηλῶν, ἑρμηνεῖς δὲ τοὺς ἐξηγητὰς τῶν θείων γραφῶν, πατέρας δὲ τοὺς ἐν αὐτοῖς ἡλικίᾳ καὶ χρόνῳ παλαιοτέρους, οὓς δὴ πάντας ἠσεβηκέναι εἰπὼν αἰτίους γεγονέναι παρίστησι τῆς τοῦ Ἰακὼβ ἀπωλείας. δι' αὐτοὺς γάρ φησιν· ἔδωκα τοῦ ἀπολέσαι τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ εἰς ὀνειδισμόν, ἢ εἰς βλασφημίας κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Πάλιν δὲ κἀνταῦθα Ἰακὼβ καὶ Ἰσραὴλ δίχα τινὸς προσθήκης τοὺς διαβεβλημένους ὠνόμασε, τοὺς δὲ ἑξῆς ἐπιφερομένους οὐκέτ' ὁμοίως, ἀλλὰ μετὰ τῆς συνήθους προσθήκης. διὸ ἐπιλέγει· νῦν δὲ ἄκουσον, Ἰακὼβ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην, δι' ὧν τὸν χορὸν αὖθις τὸν ἀποστολικὸν ἀνακαλεῖται. οἷς καὶ προσφωνεῖ λέγων· οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ, κατὰ δὲ τὸν Σύμμαχον· ἐκ κοιλίας ἔτι βοηθῶν σοι. τί οὖν φησι πρὸς αὐτούς· Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ καὶ ὁ ἠγαπημένος Ἰσραήλ, ὃν ἐξελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, καὶ πῶς διασαφεῖ λέγων· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. διὰ γὰρ τοῦ πνεύματος τοῦ ἁγίου τὸ λογικὸν καὶ γόνιμον καὶ πνευματικὸν ὕδωρ τῇ ἀνύδρῳ καὶ ἐρήμῳ χορηγήσειν ἔμελλε. σπέρμα δὲ τῶν ἀποστόλων αἱ ἐκκλησίαι τοῦ θεοῦ καὶ τέκνα αὐτῶν οἱ πανταχοῦ γῆς καὶ ἐν πᾶσι τοῖς ἔθνεσι «διὰ τοῦ πνεύματος τοῦ ἁγίου ἀναγεννηθέντες», οἳ καὶ ἀνατελοῦσί φησιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἀνατελοῦσιν ἀνὰ μέσον χλόης ὡς ἰτέαι ἐπὶ ῥέον ὕδωρ, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἀνὰ μέσον χλόης ἐπὶ ῥέον ὕδωρ. καὶ ἐνταῦθα δὲ τὴν ἰτέαν παρέλαβε διὰ τὸ ἀειθαλὲς καὶ νεαρὸν τοῦ φυτοῦ εἰς παράστασιν τοῦ πλήθους τῶν λογικῶν ὑδάτων τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ῥευσόντων. Τοσαύτη δέ τις ἔσται τότε προκοπὴ καὶ κατόρθωσις θεοσεβείας τῶν πάλαι τὴν ἄνυδρον καὶ τὴν ἔρημον οἰκούντων ὡς προστρέχειν τῷ θεῷ τοὺς πάντας, εἶθ' ὥσπερ ἐν δρόμῳ προαρπάζειν τὴν τοῦ θεοῦ χάριν καὶ τὸν μὲν λέγειν Τοῦ θεοῦ εἰμι, ἕτερον δὲ ἐπιγράφεσθαι τὸ τοῦ Ἰακὼβ ὄνομα, καίτοι μὴ ὄντα ἐξ αὐτοῦ, ἀπὸ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου ὁρμώμενον ὅμως ἐπιβοήσεται τὴν προσηγορίαν τοῦ πάλαι χρηματίσαντος λαοῦ τοῦ θεοῦ. διὸ εἴρηται· οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, ἢ κατὰ τὸν Σύμμαχον· κληθήσεται τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ λέγων Τοῦ θεοῦ εἰμι, καὶ πάλιν ἕτερος ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραὴλ βοήσεται, σεμνύνει ἑαυτὸν λέγων εἶναι Ἰσραήλ. θαυμάσαι δὲ ἔστι καὶ καταπλαγῆναι ἀληθῶς τὴν τῶν προφητικῶν λόγων δύναμιν, ὡς αὐτοῖς ἔργοις τὰ ἀποτελέσματα παρειλήφαμεν. ἐν γοῦν τοῖς καθ' ἡμᾶς αὐτοὺς γενομένοις διωγμοῖς πολλοὺς τῶν ἀλλοφύλων ἐθνῶν ἐθεασάμεθα προαρπάζοντας ἑαυτοῖς τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας, ὧν ὁ μὲν ἑαυτὸν Ἰακὼβ ἐκάλει καὶ ἕτερος Ἰσραήλ, ἄλλος δὲ Ἰερεμίαν καὶ Ἠσαΐαν ἕτερος καὶ Δανιὴλ πάλιν ἄλλος· τοιαῦτα γοῦν ἐπιγραφόμενοι ὀνόματα ἐπὶ τὸ μαρτύριον τοῦ θεοῦ σὺν πολλῷ θάρσει καὶ παρρησίᾳ παρῄεσαν. ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι, καὶ ἄλλος ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται.
2.26.1
Περιγράψας ὁ λόγος τὴν προτέραν ὑπόθεσιν εὐαγγελικὴν οὖσαν διὰ τὸ θεσπίζειν τὴν εἰς ἀνθρώπους ἐπίλαμψιν τοῦ ἐκλεκτοῦ τοῦ θεοῦ καὶ εὐαγγελίζεσθαι τὰ κάλλιστα τῇ πάλαι ποτὲ ἀνύδρῳ καὶ ἐρήμῳ τῶν ἐθνῶν χώρᾳ, ἐξ ἑτέρας ἀρχῆς τὸν λόγον ἐνταῦθα ποιεῖται πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους, πρὸς οὕς φησιν· Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς Ἰσραήλ. ποίου δὲ Ἰσραὴλ βασιλέα αὐτὸν λέγει, διασαφεῖ ἑξῆς ἐπιφέρων· καὶ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαώθ, διδάσκων ὡς μόνου τοῦ ῥυσθέντος Ἰσραὴλ γένοιτ' ἂν βασιλεύς, οὐχὶ δὲ τῶν κατηγορουμένων ἐπὶ εἰδωλολατρίᾳ. τούτοις δὲ αὐτοῖς ὡς ἂν ταπεινοῖς τὰς φρένας καὶ ἐπτοημένοις ἔτι τότε περὶ τὴν εἰδωλολατρίαν ἔλεγχον προσάγει τῆς πλάνης παραινῶν καὶ διδάσκων μηδ' ἕτερον ἡγεῖσθαι θεὸν ἢ μόνον αὐτὸν τῷ μηδὲ εἶναι μηδὲ μετ' αὐτὸν ἕτερον. διό φησιν· Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστι θεός. ἔνθα πάλιν προσήκει παρατιθέναι καὶ συνάπτειν τό· «καὶ ὁ παῖς, ὃν ἐξελεξάμην». ἅπαξ γὰρ εἰρημένου διὰ τῶν ἔμπροσθεν τοῦ λόγου ἡμᾶς χρὴ μνημονεύοντας αὐτοῦ ἐφ' ἑκάστῃ θεολογίᾳ τὸν αὐτὸν συμπαραλαμβάνειν λόγον· τὸ γὰρ εἰρημένον ἅπαξ καὶ μεμαρτυρημένον ὑπὸ τοῦ θεοῦ εἴρηται ἀληθῶς, τὸ δ' ἀληθῶς λελεγμένον πανταχοῦ περιλαμβανόμενον ἀληθές ἐστι. τίς δὲ ἦν «ὁ παῖς, ὃν ἐξελέξατο» ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι» καὶ τὰ τούτοις ἑπόμενα, δι' ὧν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρίστη; ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἔμπροσθεν παντοίαις ἀποδείξεσι παρέστη, πρὸς δέ γε τοὺς ἐμμένοντας τῇ εἰδωλολάτρῳ πλάνῃ καὶ πολλοὺς θεοὺς ὑπειληφότας εἶναι ὁ παρὼν λόγος διδασκαλίαν ἐκτίθεται τοῦ «πλὴν ἑνὸς μηδένα ἕτερον θεὸν» ἡγεῖσθαι· ἓν γὰρ τὸ ἀγέννητον καὶ μία ἡ κατὰ πάντων μοναρχικὴ ἐξουσία. εἰ δὲ καὶ ὁ λόγος τοῦ θεοῦ συμπεριλαμβάνεται τῇ τοῦ πατρὸς θεολογίᾳ· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀλλ' οὐκ ἦν εὔκαιρον τοῖς ἔτι ἐπτοημένοις περὶ τὰ ξόανα καὶ ἀγάλματα καὶ τὴν ἄψυχον ὕλην ἀνακαλύπτειν τὸ περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ μυστήριον. διὸ τοῦτο μὲν ἐταμιεύετο εἰς τὴν αὐτοῦ τοῦ υἱοῦ παρουσίαν καὶ τὴν δι' αὐτοῦ πᾶσι τοῖς μηκέτ' εἰδωλολατροῦσι δωρηθεῖσαν χάριν, τοῖς γε μὴν ἔτι πλανωμένοις ἐν τῇ περὶ πλειόνων θεῶν δόξῃ ὡς καὶ ἀγάλμασιν ἀψύχοις καὶ παντοίοις ξοάνοις ὡς θεοῖς προσιέναι. τοιοῦτοι δὲ ἦσαν οἱ κατὰ τὸν προφήτην Ἰουδαῖοι. Καταλλήλως τὸν ἔλεγχον ὁ λόγος προσφέρει λέγων· τίς ὥσπερ ἐγώ; στήτω καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα· λεγέτω γὰρ εἴ τίς ἐστι θεός, ποῖον ἔργον ἑαυτοῦ δείκνυσι τῶν ἐν τῷ παντί. εἰ γὰρ εἷς ὁ κόσμος καὶ οὗτος συμφυὴς καὶ αὐτὸς ἑαυτῷ συνημμένος, εἷς ἂν γένοιτο καὶ ὁ τούτου δημιουργός· ἀλλ' οὗτος «ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων», οἷα τοῦ παντὸς «γενεσιουργὸς θεωρεῖται». εἰ δέ τις εἰσάγει ἕτερον, δεικνύτω τοιοῦτον ὁμοίως κόσμον ἕτερον παριστάς· ἀλλ' οὐκ ἔστιν ἕτερος παρὰ τὸν ὁρώμενον κόσμον, «οὐδὲ θεὸς ἄρα ἕτερος ἔσται». εἰ δὲ ἔστι, στήτω φησὶ τοῦτο πρῶτον, λέγω δὲ τὴν ἑαυτοῦ δειξάτω ὕπαρξιν· ὅτι τέ ἐστιν ἐν οὐσίας ὑποστάσει καὶ ὅτι ἐφ' ἑαυτῷ μένει καὶ ἕστηκεν. ἔπειτα φωνὴν ἀφεὶς λογικὴν καὶ θεῷ πρέπουσαν ἀναγγειλάτω, τίνα ἔσται τὰ μετὰ ταῦτα γενησόμενα ἐν τῷ βίῳ, ἢ τὰ πάλαι ἐξ ἀρχῆς ὑποστάντα, ἀφ' οὗ τὸν ἄνθρωπον ἐθέμην ἐπὶ τῆς γῆς καὶ μέχρι τοῦ παρόντος χρόνου· ἀπὸ γὰρ τούτου γνωσόμεθα, ὅτι ἔστι τις ἐν αὐτῷ λόγος. ἀλλὰ γὰρ «μὴ συσχηματίζεσθε» ἐγκαλυπτόμενοι ὡς εἰδότες μέν τι οὐ βούλομαι δὲ λέγειν· οὔτε γὰρ ἠνωτίσασθε οὔτε ἔγνωτε ἀπ' ἀρχῆς τούτων οὐδέν. ἐγὼ δὲ καὶ προεῖπον καὶ προαπήγγειλα διὰ τῶν ἐμαυτοῦ προφητῶν, ἀλλὰ καὶ ἔργοις ἐνεδειξάμην θεϊκῆς δυνάμεως πράξεις, ὧν ὑμεῖς μάρτυρες, οἷς ταῦτα προσδιαλέγομαι, οἳ τὰ Μωσέως λόγια μεμαθηκότες, ὡς ὁμολογεῖν ὑμᾶς κἂν μὴ βούλοισθε μὴ εἶναι πλὴν ἐμοῦ θεὸν ἕτερον. καθ' ὃν γὰρ καιρὸν παρεῖχον ὑμῖν ὁρᾶν «τὰς» τῆς ἐμαυτοῦ θεότητος «ἀρετὰς» τὰς ἐν Αἰγύπτῳ φέρε ἢ τὰς ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ἢ τὰς ἐπὶ τῆς ἐρήμου, ἐφ' ἧς μυρία θαύματα ἐνεδειξάμην. οὐδεὶς ἦν σὺν ἐμοὶ τούτων οὐδ' ἔτι πρότερον, οὐκ ἀπ' ἀρχῆς φησι, τοῦτ' ἔστι πρὸ τῶν τοῦ κατακλυσμοῦ χρόνων, καθ' οὓς οὐδ' αὐτῶν τῶν ἀψύχων ξοάνων τέκτονες ὑπῆρχον. καὶ τούτων ὑμεῖς μάρτυρες ὡς οὐκ ἦσαν τότε, λέγω δὲ κατὰ τὴν ἀρχὴν τῆς τοῦ θνητοῦ βίου συστάσεως, οἱ πλάσσοντες καὶ γλύφοντες θεοὺς οὔπω γλυπτικῆς οὐδὲ πλαστικῆς τέχνης ἐν ἀνθρώποις εὑρημένης. εἰ δὲ καὶ ὀψέ ποτε ἐν τοῖς μετὰ ταῦτα χρόνοις πλεῖστοί τινες ἀνεφύησαν τοιοῦτοι, ἀλλ' αἰσχυνθήσονται πάντες καὶ παύσονται λοιπὸν τῆς πλάνης ἐρυθριῶντες καὶ ἐγκαλυπτόμενοι· εἰ δὲ ἐπιμένοιεν τῇ ἑαυτῶν πλάνῃ, ἀπωλείᾳ παραδοθήσονται κατὰ τὸν τῆς ἐκδικήσεως καιρόν. τέως δὲ ὑμεῖς ἐπὶ τοῦ παρόντος, πρὸς οὓς ὁ παρὼν λόγος. Τί δή ποτε μὴ λογίζεσθε παρ' ἑαυτοῖς, τίς ἡ φύσις τῶν ἐν ἀψύχοις ἀγάλμασι θεοποιουμένων ὑμῖν; ἄρα γὰρ οὐ πρόχειρον τοῖς πᾶσιν ὁρᾶν ὡς «τεκτόνων» εἶεν ἔργα, σκεπάρνοις καὶ τρυπάνοις καὶ τοιούτοις τισὶν ὀργάνοις ἐσκευωρημένα, πένητος καὶ ἐνδεοῦς ἀνδρὸς ἐπίνοια, ὃς δι' ἔνδειαν τροφῆς ἐνεργείας ἄρτου σχολῆς μηχανὴν πλάνης ἐξεύρετο; τί δὲ μὴ λογίζεσθε, τίς θεοῦ φύσις καὶ εἰ θεὸς τροφῆς δεῖται καὶ εἰ μὴ θυόντων ὑμῶν πεινήσει, ἄρα καὶ ἀσθενήσει μὴ τραφεὶς ὁ θεός, ἢ κατὰ τὸν Σύμμαχον· πεινάσει καὶ ἀσθενήσει καὶ ἀτονήσει καὶ οὐ πίεται ὕδωρ. διὰ τί γάρ φησι μὴ καὶ ὕδωρ πίεται, εἰ ὅλως ἐν χρείᾳ ποτοῦ καθέστηκεν, εἰ δὲ μηδενὸς τούτων ὁμοίως ἀλόγῳ θρέμματι μεθέξει; τί δή ποτε πεπλάνησθε, ὦ μάταιοι, ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ εἰς ἔλεγχον τῆς τῶν ξοάνων ἀδρανείας; Διελθὼν πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους ἐπιλέγει· Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὡς ἐπιλελησμένων δὲ καὶ δεομένων τῆς τούτων ὑπομνήσεως διὰ παχύτητα λογισμοῦ ταῦτά φησιν. εἶθ' ὑπομιμνῄσκει τὸν Ἰσραὴλ λέγων· ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε εἰς τὸ εἶναί σε παῖδά μου. διόπερ ὀφείλεις τῆς σαυτοῦ μνημονεύειν ἀξίας καὶ πλάσμα θεοῦ ὢν αὐτὸς μὴ καθύβριζε σεαυτὸν ἄψυχον ὕλην χερσὶ βαναύσων ἀνδρῶν πεπλασμένην σεαυτοῦ προτιμῶν καὶ θεοποιῶν. εἶτα προτρέπων σπεύδειν ἐπὶ μετάνοιαν ἐπαγγέλλεται, εἰ ἐπιστρέψειαν ἄφεσιν αὐτοῖς τῶν προτέρων ἁμαρτημάτων παρέξειν. διό φησιν· ἀπήλειψα, ἀντὶ τοῦ· ἀπαλείψω, ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου, καὶ προστίθησιν· ἐπιστράφητι πρός με, καὶ λυτρώσομαί σε ὡς ἀπεστραμμένῳ καὶ τοῖς πολεμίοις ἐκδεδομένῳ. Καὶ τοῦτο φήσας εἶτα προορῶν ὁ προφήτης πολλοὺς ἐξ αὐτῶν ὑπακουσομένους τῷ προφητικῷ λόγῳ ἐνατενίσας τούτοις χαίρειν τοὺς οὐρανούς, λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἐπὶ τῇ τούτων σωτηρίᾳ, προσφωνεῖ λέγων· εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ, ὡς ἂν «χαρᾶς ἐν οὐρανῷ γενησομένης ἐπὶ τοῖς μέλλουσι μετάνοιαν» τῶν προτέρων κακῶν ποιεῖσθαι, ἀλλὰ καὶ σαλπίσατέ φησι τὰ θεμέλια τῆς γῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀλαλάξατε τὰ κατώτατα τῆς γῆς· εἰ γάρ τινές εἰσιν αἱ τὴν γῆν αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, καὶ αὗται ἀλαλαγμὸν καὶ ὕμνον ἀναπεμπέτωσαν τῷ θεῷ. εἰκὸς δὲ θεμέλια γῆς χρηματίζειν τοὺς προφήτας αὐτοὺς καὶ πάντας τοὺς δικαίους καὶ θεοφιλεῖς ἄνδρας· τοῦτο γοῦν ἐδίδασκεν ὁ Ἀπόστολος φήσας· «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν». ἀλλὰ καὶ τὰ ὄρη βοάτωσάν φησιν εὐφροσύνης ἀφιέντα φωνὰς καὶ οἱ βουνοὶ δὲ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς ὁμοίως δοξαζέτωσαν τὸν θεὸν ἐπὶ τῇ τῶν εἰρημένων μετανοίᾳ τε καὶ σωτηρίᾳ, ὄρη μὲν τὰς ἐπηρμένας καὶ μετεώρους ψυχὰς αἰνισσόμενος, βουνοὺς δὲ τὰς τούτων μετριωτέρας, ξύλα δὲ τὰς καρποφόρους. ἀλλὰ καὶ ἄλλως δὲ πάντα τὸν κόσμον καὶ τὰ τούτου μέρη τὸν θεὸν ὑμνεῖν προστάττει ἐπιλέγων· ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται. ὃ δὴ καὶ αὐτὸ ἔργοις ἐπληροῦτο ἐπὶ τῶν ἐν τῷ προτέρῳ λαῷ ἐκ τῆς τῶν προφητικῶν λόγων διδασκαλίας ὠφελημένων καὶ μεταβαλόντων ἐκ τῆς εἰδωλολάτρου πλάνης ἐπὶ τὴν κατὰ θεὸν εὐσέβειαν.
2.27.1
Ἔλεγχον εἰδωλολατρίας προεκθέμενος ὁ λόγος διὰ τῶν προκειμένων ὡς ἂν παυσομένης τῆς εἰδωλολατρίας τοῖς ὠφελημένοις ἐκ τῆς προφητικῆς διδασκαλίας ἐπαγγελίας ποιεῖται ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας· ἐπειδὴ γὰρ εἰδωλολατροῦντες τοῖς Βαβυλωνίοις παρεδόθησαν, αὐτή τε ἡ Ἰερουσαλὴμ πολιορκίαν ὑπέμεινε καὶ παντελῆ καταστροφὴν κατὰ τοὺς Ἀσσυρίων χρόνους διὰ τὰ ἐν αὐτῇ τετολμημένα τοῖς οἰκήτορσι θεσπίζει τοῖς ταῦτα πεπονθόσιν ἐλευθερίαν κακῶν, εἰ παύσαιντο τῆς πλάνης. ἐπληροῦτο δὲ ταῦτα κατὰ τοὺς Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος χρόνους· διόπερ καὶ αὐτοῦ μέμνηται ὀνομαστὶ τοῦ «Κύρου» σφόδρα θαυμασίως ἐγγύς που διακοσίοις ὕστερον ἔτεσι γενομένου καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσαντος τὸν Ἰουδαίων λαόν, τόν τε νεὼν προστάξαντος τὸν ἐν τῇ Ἰερουσαλὴμ ἀνεγεῖραι. διόπερ ὡς ἐπὶ τοιαύτῃ ἀγαθῶν ἐπαγγελίᾳ διὰ τῶν ἔμπροσθεν ἐπεφώνει τοῖς οὐρανοῖς καὶ τοῖς θεμελίοις τῆς γῆς, τοῖς τε ὄρεσι καὶ τοῖς βουνοῖς καὶ πᾶσι τοῖς ξύλοις ὑμνεῖν καὶ δοξάζειν τὸν θεόν, οἷς ἀκολούθως καὶ τὰ διὰ τῶν ἐν χερσὶν ἐπιφέρει λέγων· Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας. τίς δέ ἐστιν ὁ πλάσσων ἐκ κοιλίας, διδάξει ἡ τοῦ Ἰερεμίου γραφή, ἐν ᾗ εἴρηται· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε», λόγον κυρίου σαφῶς ὁ προφήτης ὑποστησάμενος τοῦτον εἶναι τὸν τῶν κατὰ γαστρὸς κυουμένων σωμάτων πλάστην διδάσκει. εἶτ' ἐπειδήπερ ἐπάνοδον αὐτοῖς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ᾐνίττετο, λυτρούμενον αὐτὸν εὐκαίρως ὠνόμασεν. ἐπεὶ δὲ σωματικώτεροι ἦσαν, οἷς ταῦτ' ἐλέγετο, εἰκότως αὐτοὺς ὑπομιμνῄσκει, ὡς ἄρα αὐτὸς εἴη ὁ ἐκ κοιλίας αὐτοὺς πλάσας. καὶ ἐπιλέγει· Ἐγὼ κύριος ὁ συντελῶν πάντα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ ποιήσας πάντα. καὶ πρῶτον μὲν τὸν οὐρανόν φησι μόνος ἐξέτεινα, ἔπειτα ἐστερέωσα τὴν γῆν· «πάντα» γὰρ «δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἐξέτεινε δὲ τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσε τὴν γῆν νεύματι καὶ βουλῇ τοῦ πατρός· «αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». διὸ ἐν Παροιμίαις εἴρηται ἐξ αὐτοῦ προσώπου· «ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ»· «ἑτοιμάζοντι» μὲν γὰρ τῷ πατρὶ διὰ τοῦ βούλεσθαι καὶ διατάττειν «συμπαρῆν», εἰς ἔργα δὲ προάγοντι διηκονεῖτο ἔργοις ἐπιτελῶν τὸ πρὸς τοῦ πατρὸς ὡρισμένα. διό φησιν· ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. ἡ μὲν οὖν γῆ ναστὴ οὖσα καὶ στερέμνιος, ὡς ἡδράσθαι ἀκινήτως τὸν σύμπαντα αἰῶνα, εἰκότως ἐστερεῶσθαι λέγεται· ὁ δὲ οὐρανὸς ἅτε ἐξηπλωμένος δι' ὅλου ἐκτετάσθαι. διὸ καὶ ἐν ἑτέροις εἴρηται· «ἐκτείνας τὸν οὐρανὸν ὡσεὶ δέρριν». Τίνα δέ ἐστιν ἅπερ ὁ τοσοῦτος διδάσκει κύριος, ἑξῆς ἐπιφέρει λέγων· τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας; σημαίνει δὲ ὡς ἔσται τις μετὰ ταῦτα καιρός, ἐν ᾧ πᾶσαι αἱ μαντεῖαι καὶ τὰ χρηστήρια τῶν πάλαι νομιζομένων θεῶν διασκεδασθήσεται τῇ αὐτοῦ δυνάμει. ἀλλὰ καὶ «τοὺς» νομιζομένους «τοῦ αἰῶνος τούτου» φρονίμους ἀποστρέψω φησὶν εἰς τὰ ὀπίσω «μωρὰν» ἀποδεικνὺς «τὴν» νομιζομένην «αὐτῶν σοφίαν». ταῦτα μὲν οὖν οὕτω διαθήσομαι· «τοῦ δὲ ἐμοῦ παιδὸς τοῦ ἀγαπητοῦ καὶ ἐκλεκτοῦ», λέγω δὲ τοῦ Χριστοῦ μου, περὶ οὗ διὰ τῶν ἔμπροσθεν πλεῖστα ὅσα εἴρηται, συστήσω τὰ ῥήματα καὶ τῶν ἀγγέλων δὲ αὐτοῦ, λέγω δὲ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν, τὴν βουλὴν ἐπαληθεῦσαι ποιήσω. ἐγὼ δὲ τοίνυν ὁ ταῦτα μέλλων ποιεῖν ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὅτι τὴν Ἰερουσαλὴμ μετὰ τὴν πρώτην καθαίρεσιν τὴν ὑπὸ Βαβυλωνίων γενησομένην ἀνακαινισθῆναι ποιήσω, ὡς καὶ τὰς τῆς Ἰουδαίας πόλεις κατοικηθῆναι καὶ τὰ ἐν αὐταῖς ἔρημα πάλιν «ὡς τὸ ἀπ' ἀρχῆς» συστῆναι. Ἀλλὰ καὶ τὴν πολυπλήθειαν τῆς κακίας ἄβυσσον ὀνομαζομένην ἔρημον καταστήσω καὶ τοὺς ποταμοὺς τῆς πολυπληθείας τῶν πόλεων ἀποξηρανῶ, ὡς μηκέτι τὴν Βαβυλῶνα συστῆναι μήτε τοὺς ποταμοὺς αὐτῆς τοὺς πολλὰ δεδυνημένους ἐν πλήθει ὑποστῆναι. ταῦτα δὲ πάντα ποιήσω διακόνῳ χρησάμενος ἀνδρὶ τοῦ Περσῶν γένους βασιλεύοντι πρώτῳ. εἰ δὲ χρὴ καὶ ἐπ' ὀνόματος προφητεῦσαι τούτου τὴν προσηγορίαν, Κῦρος ὄνομα θεσπιζομένῳ, ὃν προστήσομαι τῶν ἐμῶν λόγων ὑπηρέτην φρόνησιν αὐτῷ δωρησάμενος εὐσεβῆ, ὡς πάντα τὰ καταθύμιά μοι ποιῆσαι καὶ προστάξαι τὴν Ἰερουσαλὴμ οἰκοδομηθῆναι καὶ τὸν νεὼν τὸν ἐν αὐτῇ θεμελιωθῆναι, ἢ κατὰ τὸν Σύμμαχον· ὁ λέγων Κύρῳ Ποιμήν μου καί Πᾶν τὸ θέλημά μου πληρώσει, καὶ λέγων τῇ Ἰερουσαλήμ Οἰκοδομηθήτω, καὶ ὁ ναὸς θεμελιωθήσεται. Ταῦτα γὰρ ἐμοῦ πράξαντος καὶ βουληθέντος ἔργοις ἐπιτελέσει Κῦρος ὁ Περσῶν βασιλεύς, διὸ καὶ χριστὸν αὐτὸν ὠνόμασα ὡς ὑπ' ἐμοῦ προαχθέντα εἰς τὴν βασιλείαν. χριστοὶ γὰρ παρὰ τοῖς Ἑβραίοις πάντες οἱ ὑπὸ τοῦ θεοῦ προαγόμενοι βασιλεῖς ἐχρημάτιζον. ἀγαθὸν δὲ ὑπηρέτην «τῆς ἐμῆς βουλῆς» εὑρὼν τὸν δηλωθέντα «ἄνδρα»· ἐντεῦθεν ἤδη ἐπαγγέλλομαι κρατήσειν αὐτοῦ τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι μηδὲ νικᾶσθαι ὑπό τινος κρείττονος. ὑποτάσσω δὲ αὐτῷ πλεῖστα ὅσα ἐν τοῖς λοιποῖς ἔθνεσι βασιλεύονται· δι' αὐτοῦ δὲ τὴν ἰσχὺν διαρρήξω πάσης τῆς ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείας. πάντα δὲ λεῖα καὶ ὁμαλὰ καταστήσας πρὸ τῶν αὐτοῦ ποδῶν, θύρας πόλεων καὶ αὐτὰς ὅλας τὰς πόλεις ὑποχειρίους αὐτῷ παραδώσω ὡς μηδεμίαν ἐναντίαν αὐτῷ γενέσθαι. Ἀκουσάτω δὲ καὶ αὐτὸς ὁ Κῦρος τῆς τούτων προγνώσεως κατηξιωμένος τὰ πρὸς αὐτὸν λεγόμενα. ἴσθι τοίνυν, ὦ οὗτος, ὡς ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ καὶ θύρας χαλκᾶς συντρίψω καὶ τὰ δυ..... καὶ ἑτέροις ἄλυτα ὡς ἂν μοχλοῖς σιδηροῖς ἀποκεκλεισμένα, τούς τε εἴσω τούτων τεταμιευμένους θησαυροὺς ἀφανεῖς καὶ ἀοράτους τοῖς προτέροις βασιλεῦσι γενομένους ἀναπετάσω σοι, ὡς ἂν αὐτοῖς ἔργοις γνῷς, ὅστις ποτέ εἰμι ὁ πρὸ τοσούτων ἐτῶν τὴν σὴν προσηγορίαν ταῖς προφητικαῖς γραφαῖς μου ὥσπερ ἐν στήλαις αἰωνίοις ἐγχαράξας. εἰμὶ δὲ ὁ θεὸς Ἰσραήλ, ὃν προσήκει καὶ σὲ μὴ ἀγνοεῖν, ὦ Κῦρε· πάντα γὰρ τὰ προλεχθέντα χαριοῦμαί σοι οὐ διά τι ἕτερον, ἀλλ' ἕνεκεν τοῦ ἐμοῦ «λαοῦ», ὃν ἐμαυτῷ «ἐξελεξάμην ἐξ ἁπάντων τῶν ἐθνῶν» διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν τιμήν. ἤδη γοῦν ἐπ' ὀνόματός σε καλέσας καὶ χριστὸν ἀναγορεύσας προσεδεξάμην σε ὡς ἐμαυτοῦ οἰκεῖον καίπερ μὴ ἐγνωκότα με, ἀλλ' «ἑτέροις θεοῖς», οὓς ἐκ πατέρων παρείληφας, προσανακείμενον καὶ μὴ εἰδότα, ὅτι οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ. πλὴν ἀλλ' εἰ καὶ πρότερον μὴ τοῦτ' ἠπίστασο, νῦν γοῦν μάθε, ἀφ' ὧν διαπράξομαι, δι' ὧν πάντες οἱ τὴν σύμπασαν οἰκουμένην οἰκοῦντες γνώσονται, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ θεὸς ἕτερος. ἐξ αὐτῶν γὰρ τοῦτο μαθήσονται τῶν ἔργων· ὅτε γὰρ λυπηρὰ μὲν ἐχρῆν ἐπαγαγεῖν τῷ ἐμῷ λαῷ ἐπὶ ἐπιστροφῇ καὶ παιδείᾳ, τοῖς πολεμίοις αὐτὸν ἐξέδωκα ὥσπερ σκότῳ καὶ ὀργῇ παραδοὺς αὐτὸν τῶν ἀσεβημάτων αὐτοῦ χάριν. ὅτε δὲ λοιπὸν ἐπιστρέψαντα καὶ ὠφελημένον προσήκει ἀναλαβεῖν, ἀκόλουθον ἂν εἴη φῶς εἰρήνης καὶ πάντων τῶν ἀγαθῶν ἀνατελεῖν ἐπ' αὐτόν· ἐξ ἐμοῦ γὰρ καὶ τὸ φῶς χορηγεῖται καὶ τὰ τῆς εἰρήνης πάντα, κρίσει δὲ τῇ ἐμῇ καὶ τὰ τῆς ὀργῆς ἐπάγεται. διόπερ δόγμα παρ' ἐμοῦ τοῦτο μάνθανε· ὡς ἄρα ἐγὼ αὐτὸς καὶ φωτός εἰμι δημιουργὸς καὶ εἰρήνης χορηγός, ὁμοίως δὲ καὶ σκότους καὶ τῶν νομιζομένων λυπηρῶν· ἅπερ κακὰ τοῖς πολλοῖς εἶναι νενόμισται, ὧν ποιητὴς ἂν λεχθείην κρίσει δικαίᾳ τὰ κατάλληλα τοῖς ἀξίοις ἐπάγων. εἷς τοίνυν ἐγὼ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ ἕτερος ὁ ποιῶν ταῦτα πάντα, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ὄντα τῇ φύσει εἶναι ἐναντία. ἐπεὶ καὶ τὰ νομιζόμενα ὑπ' ἐμοῦ ἐπάγεσθαι κακὰ τὰ μέγιστα συμβάλοιτ' ἂν πρὸς ὠφέλειαν καὶ σωτηρίαν τῶν δι' αὐτῶν σωφρονιζομένων. Ταῦθ' ὥσπερ εὐαγγελισάμενος ὁ λόγος καὶ προθεσπίσας τὴν ἐπάνοδον τοῦ λαοῦ τὴν ἀπὸ τῆς πολεμίας τὴν κατὰ τοὺς χρόνους Κύρου γενομένην αὖθις ταῖς οὐρανίαις δυνάμεσιν ἐπιφωνεῖ λέγων· εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. ὥσπερ γὰρ ἦν καιρός ποτε, «ὅτε ταῖς νεφέλαις ἐνετειλάμην τοῦ μὴ βρέξαι» εἰς τὸν ἀμπελῶνα «ὑετόν», οὕτω νῦν κατὰ καιρὸν «ταῖς ἐμαῖς νεφέλαις» λογικαῖς οὔσαις προστάσσω μὴ αἰσθητὸν ὕδωρ, ἀλλ' αὐτὴν δικαιοσύνην ἄνωθεν ἐξ ὕψους ἐπιρραίνειν τοῖς τὴν γῆν οἰκοῦσι. καὶ ἡ γῆ δὲ ἡ πάλαι διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ γενομένη ἔρημος ἀνανεωθεῖσα βλαστησάτω καρποὺς θεοσεβείας ἔλεος καὶ δικαιοσύνην ἐργαζομένη, γῆν δὲ καλῶ τοὺς οἰκήσοντας τὴν γῆν. καὶ ταῦτ' ἔσται φησὶν πάντα, ἐπείπερ ἐγὼ κύριος ὁ κτίσας σε ταῦτα γενέσθαι παρεκελευσάμην· ὡς γὰρ «ἐκ τοῦ μὴ ὄντος» ὑπέστησά σε καὶ παρήγαγον εἰς φῶς μὴ πρότερον ὄντα, οὕτω τῇ δυνάμει τῇ ποιητικῇ καὶ τὰ προλεχθέντα πάντα ἐπὶ πέρας ἄξω ἀνανεῶν σε καὶ ὥσπερ ἐξ ὑπαρχῆς κτίζων σε. διὰ δὴ τούτων ἁπάντων ὁ προφητικὸς τυγχάνει λόγος προτρεπτικὰς ποιῶν τῷ λαῷ παρακλήσεις εἰς ἀποστροφὴν τῆς πολυθέου πλάνης ὁμοῦ καὶ τὴν τῶν μελλόντων πρόγνωσιν εἰδέναι παρέχων τοῖς ἐντυγχάνουσιν. εἰκὸς δὲ ἐκ τῆς παρούσης γραφῆς θάρσος ἀναλαβεῖν τὸν Κῦρον καὶ προθυμότερον γενέσθαι εἰς τὸ πρᾶξαι τὰ διηγορευμένα μεμαθηκότα, οἷα περὶ αὐτοῦ προλαβὼν ὁ θεὸς εἴρηκεν· τοιαύτης γὰρ βίβλου σῳζομένης παρὰ τοῖς ἐν Βαβυλῶνι Ἰουδαίοις οὐδὲν ἦν θαυμαστὸν τὸ καὶ ἐκφῆναι τὴν προφητείαν τῷ βασιλεῖ Κύρῳ ἅπαξ ὁρμήσαντι ἐξ ὑποβολῆς θεοῦ τὰ τῆς εἰς αὐτοὺς ἐνδείξασθαι εὐεργεσίας. μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ ἐν ταῖς Ἱστορίαις ὁ Ἰώσηπος τοῦτον γράφων κατὰ λέξιν τὸν τρόπον· Κῦρος ὁ βασιλεὺς λέγει· «ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν οἰκοδομήσω τὸν ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ». ταῦτα δὲ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἠσαΐας καταλέλοιπε πρὸ ἐτῶν διακοσίων δέκα. ταῦτα δὲ εἴρηται ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας τόμῳ.
2.28.1
Ἀντὶ τοῦ· Ποῖον βέλτιον κατεσκεύασα καὶ τῶν ἑξῆς ἀσαφῶς εἰρημένων παρὰ τοῖς Ἑβδομήκοντα, σαφεστέραν διάνοιαν ἐξέδωκεν ὁ Σύμμαχος οὕτως εἰπών· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτὸν καὶ ὄστρακον σὺν ὀστράκοις τῆς γῆς· μὴ ἐρεῖ πηλὸς τῷ πλάσαντι αὐτόν Τί ποιεῖς; καὶ τῷ ἔργῳ σου Οὔκ εἰσι χεῖρες αὐτῶν; κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται τοῦτον τὸν τρόπον· Ὠὶ δικαζόμενος σὺν πλάσσοντι αὐτόν, κεράμιον σὺν τέκτοσι χθονός· μήτι ἐρεῖ ὁ πηλὸς τῷ πλάσσοντι αὐτόν Τί ποιήσεις; καὶ κατ' ἔργου σου οὗ Οὔκ εἰσι χεῖρες αὐτῷ; κατὰ δὲ τὸν Θεοδοτίωνα οὕτως ἔχει· Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσσοντος αὐτόν, ἀροτριῶν ἀροτριῶντας τὴν γῆν· μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς; καὶ τὸ ἔργον σου Οὐκ ἔχεις χεῖρας; καί μοι δοκεῖ διὰ τούτων ὁ λόγος ἐπιτιμᾶν τοῖς μετὰ τὰς τοσαύτας εὐεργεσίας, ἃς κατέλεξε περὶ τῆς ἐπανόδου τῆς αἰχμαλωσίας καὶ περὶ τῆς ἀνοικοδομήσεως τοῦ ἐν τῇ Ἰερουσαλὴμ ναοῦ, μὴ προστρέχουσι τῷ θεῷ μηδ' ὁμολογοῦσιν αὐτὸν εἶναι μόνον τὸν ἐπὶ πάντων θεὸν παιδεύοντα μέν, ὅτε καὶ βούλεται, τὸν ἑαυτοῦ λαόν, ἀναλαμβάνοντα δὲ αὐτὸν πάλιν καὶ εἰς τὴν ἑαυτοῦ χώραν ἐπανάγοντα, ὅτε τοῦτο γενέσθαι κρίνει· ὡς γὰρ πρὸς τοὺς ἀντιλέγοντας τῇ καθ' ὅλου προνοίᾳ τε καὶ διοικήσει φησίν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. ὅτε μὲν γὰρ παιδείας καὶ ἐπιστροφῆς χρεία ἦν, καὶ συνέτριψα τὴν Ἰερουσαλὴμ ὡς ὄστρακον καὶ τὸν λαὸν ἐχθροῖς καὶ πολεμίοις παραδέδωκα· ὅτε δὲ πάλιν χρὴ μετὰ τὴν αὐτάρκη παιδείαν τὰ τῆς φιλανθρωπίας ἐνδείξασθαι, τότε βελτίονα τοῦ προτέρου κατεσκεύασα τὸν τότε νεὼν καὶ τὴν πόλιν ὡς πηλὸν κεραμέως μεταβαλὼν καὶ ἀνανεωσάμενος τὰ πάλαι συντετριμμένα. καὶ παρὰ τῷ Ἰερεμίᾳ δὲ τὰ ὅμοια ὧδέ πως λέλεκται· «καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέρριψε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ»; καὶ ἐπὶ τοῦ παρόντος τοίνυν φησίν, ὅτι νῦν βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν, ὁ Θεοδοτίων οὕτως ἐξέδωκεν· ὁ ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν. αὐτὸς γὰρ ἐγὼ ὁ θεός, ὁ ὥσπερ δι' ἀρότρου τοῦ ἐμοῦ λόγου τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους γεωργῶν καὶ ἀροτριῶν αὐτὸς κατεσκεύασα ὡς πηλὸν κεραμέως τὸν λαὸν καὶ τὸν νεὼν βέλτιον ἔργον ἀπεργασάμενος τοῦ προτέρου. μήτι οὖν δύναται ὁ πηλὸς διατάττειν τῷ κεραμεῖ ἢ ἀντιλέγειν τῷ πλάστῃ αὐτοῦ ἢ καταμέμφεσθαι αὐτῷ καὶ λέγειν· Τί ποιεῖς ἢ τί οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας; ἀλλ' ὥσπερ οὐκ ἂν εἴποι ταῦτα τῷ κεραμεῖ ὁ πηλός, οὕτως οὐ θέμις τῷ πάντων ποιητῇ καὶ δημιουργῷ θεῷ, παρ' ᾧ πάντες πηλὸς λελογίσμεθα, καταμέμφεσθαι. παιδευέσθω τοιγαροῦν πᾶς ἄνθρωπος ὁ «ἀπὸ γῆς» ληφθεὶς καὶ σῶμα γεῶδες περικείμενος, πηλοῦ τε μηδὲν διαφέρων παραθέσει τοῦ κτίσαντος αὐτόν, μὴ τολμᾶν ταῖς τοῦ θεοῦ διοικήσεσιν ἀντιλέγειν μηδὲ καταμέμφεσθαι τῆς προνοίας τοὺς λόγους· οὐαὶ γὰρ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ἐξαιρέτως δὲ ὁ τῷ θεῷ ἀνακείμενος λαὸς καὶ πατέρα αὐτὸν ἐπιγραφόμενος φυλαττέσθω τι φθέγγεσθαι προπετῶς· οὐαὶ γὰρ ὁ λέγων τῷ πατρὶ αὐτοῦ Τί γεννήσεις; καὶ τῇ μητρὶ αὐτοῦ Τί ὠδίνεις; κατὰ δὲ τὸν Σύμμαχον· Τί ἐγέννησας καὶ τῇ γυναικί Τί ὠδίνεις; πολλοὶ γάρ εἰσιν οἱ φιλεγκλήμονες αἰτιᾶσθαι εἰωθότες· καὶ τί γὰρ ἀναγκαῖον ἦν τὴν ἀρχὴν εἰς τὸν βίον παρελθεῖν λέγοντες· Διὰ τί δὲ ταῦτα οὕτως γίνεται; Τίς δὲ τῶν τοιούτων ἦν χρεία; ἔδει δὲ οὕτως γεγενῆσθαι, ἀλλὰ τούτοις μὲν ἀπόκειται τό· οὐαί. Ἐπιλέγει δὲ ἑξῆς ὁ αὐτὸς κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι, ὡς ἂν συμβουλεύοντές μοι ἤτοι περὶ τῶν ἐμῶν υἱῶν ἢ περὶ τῶν ἔργων τῶν χειρῶν μου, τῆς μὲν νοερᾶς καὶ λογικῆς οὐσίας διὰ τῶν υἱῶν δηλουμένης, τῶν δὲ τοῦ κόσμου μερῶν διὰ τῶν ἔργων τῶν χειρῶν αὐτοῦ παρισταμένων. περὶ ὧν εἴ τις ἂν ἔχοι φησὶ πρὸς ἐπανόρθωσιν λέγειν τι, φερέτω εἰς μέσον καὶ λεγέτω· εἰ δὲ μηδὲν ἔχοι τις διδάσκειν, ἐρωτησάτω εἰ βούλοιτο καὶ πυνθανόμενος λόγον αἰτησάτω παρ' ἐμοῦ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου, μανθανέτω δέ τίνα τρόπον διέπω καὶ διοικῶ προνοῶν καὶ κηδόμενος τῶν ἐπὶ γῆς ἁπάντων, ἐξαιρέτως δὲ τῶν διὰ τὴν ἐν αὐτοῖς λογικὴν οὐσίαν υἱῶν μου χρηματίσαι ἠξιωμένων τῶν τε ἔργων τῶν χειρῶν μου, ὧν οὐ διαλείπω πρόνοιαν ποιούμενος. περὶ ὧν εἴ τινα ἀγνοεῖτε, μάθετε παρ' ἐμοῦ διὰ τῶν ἐμῶν προφητῶν ἐρωτήσαντες. Ταῦτ' εἰπὼν ἑξῆς ἐπιφέρει διδασκαλίαν εὐσεβῆ τῆς αὐτοῦ παραστατικῆς προνοίας λέγων· ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. τίνα οὖν ἔχοιεν ταῦτα μέμψιν; ποῖον δὲ οὐχ ὑπεραίρει κάλλος ἢ ποῖον οὐ καλύπτει μέγεθος; τί δ' οὐχὶ συμβαλεῖται ταῦτα πρός τε τὴν τοῦ παρόντος διακόσμησιν καὶ πρὸς τὸν ἐν ἀνθρώποις βιωφελῆ βίον; γῆν μὲν γὰρ ἐποίησα οὐκ ἔρημον οὐδὲ ἄχρηστον στοιχεῖον, οἰκητήριον δ' ἀνθρώπων. διὸ καὶ τὰ λοιπὰ ζῷά τε καὶ φυτὰ εἰς χρῆσιν καὶ ὑπηρεσίαν ἀνθρώποις παρεσκεύασα, οὐρανόν τε ἐστερέωσα κοσμήσας ἄστροις, οἷς ἐνετειλάμην εὔτακτον καὶ ἐναρμόνιον ποιεῖσθαι τὴν κίνησιν, ὡς τοτὲ μὲν «φαίνειν» τοῖς «ἐπὶ τῆς γῆς», τοτὲ δὲ εἶναι «εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτούς». Ἐγὼ τοίνυν ὁ τῶν τοσούτων δημιουργὸς ἔργων μετὰ τῶν ἄλλων καλῶν καὶ τοῦτο διεπραξάμην τοῦ ἐμοῦ λαοῦ χάριν καὶ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα. τίνα δὲ τοῦτον ἢ ποῖον; ὁ μέν τις ἐρεῖ τὸν τῶν Περσῶν βασιλέα «Κῦρον», οὗ καὶ διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσεν ὁ λόγος, ὥστε περὶ αὐτοῦ λέγεσθαι τό· καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, ἢ κατὰ τὸν Σύμμαχον· καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου· δυνάμει γὰρ αὐτὸς ἦν ὁ τὴν πόλιν οἰκοδομήσας τὴν Ἰερουσαλὴμ διὰ τοῦ συγχωρῆσαι τοῖς ἐθέλουσιν ἀνιέναι ἀπὸ τῆς Βαβυλῶνος καὶ ἀνεγείρειν τὸν τόπον, ἀλλὰ καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μού φησιν ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος ὁ θεός, ὃ καὶ αὐτὸ ἐπλήρου κατὰ τὴν ἱστορίαν ὁ δηλωθεὶς Περσῶν βασιλεύς. ἄλλος δ' ἂν εἴποι ταῦτα λέγεσθαι περὶ τοῦ Ζοροβάβελ, ὃς ἀπὸ τοῦ βασιλικοῦ γένους ὁρμώμενος ἐκ φυλῆς Ἰούδα καὶ τῆς τοῦ Δαυὶδ διαδοχῆς καθηγήσατο μὲν τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἐπανελθόντων εἰς τὴν Ἰουδαίαν, ᾠκοδόμησε δὲ τὸν νεὼν προφητευόντων Ἁγγαίου καὶ Ζαχαρίου, ὡς περὶ αὐτοῦ λελέχθαι τό· «αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν». ἕτερος δέ τις παρὰ τούτους ἀνοίσει τὰ προκείμενα ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ, «ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νεκρῶν» «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», κατέστησέ τε μετὰ δικαιοσύνης βασιλέα, ὥστε αὐτὸν ἐπαληθεύοντα λέγειν· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ». μόνου δὲ τοῦ Χριστοῦ πᾶσαι ἀληθῶς αἱ ὁδοὶ ἦσαν εὐθεῖαι, καὶ αὐτὸς ᾠκοδόμησε τὴν ἀληθινὴν πόλιν τοῦ θεοῦ, καθ' ἣν πεποίηται ἐπαγγελίαν εἰπών· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». πόλις γὰρ ὡς ἀληθῶς αὕτη «ἐκ λίθων» συνεστῶσα «ζώντων» τυγχάνει πόλις θεοῦ ἀκαθαίρετος «ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν» διήκουσα καὶ πληροῦσα πάντα τὰ ἔθνη διὰ τοῦ θεοσεβοῦς πολιτεύματος, ἀλλὰ καὶ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν μόνος ὁ Χριστὸς τοῦ θεοῦ ὑπέστρεψε τῆς δαιμονικῆς πλάνης ἐλευθερώσας αὐτὰς καὶ δουλείας. καὶ τοῦτ' ἔπραξεν οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, ὃ δὴ διδάσκει ὁ Ἀπόστολος εἰπών· «χάριτί ἐσμεν σεσῳσμένοι». καὶ εἴποι δ' ἄν τις τὰ κατὰ τὸν Ζοροβάβελ ἢ κατὰ τὸν Κῦρον ἱστορικῶς γενόμενα εἰκόνας καὶ σύμβολα περιέχειν τῶν ἀληθῶν, τὰ δὲ κατὰ τὸν ἀληθῆ κύριον καὶ τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ πνευματικῶς πεπληρῶσθαι ὡς ἐπ' αὐτοῦ μᾶλλον ἀληθεύειν τὸν λόγον τὸν φήσαντα· «τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ». κατὰ γὰρ τὸν πρόχειρον λέξιν οὔτε Χριστὸς ὢν τοῦ θεοῦ ὁ Περσῶν βασιλεὺς φαίνεται οἰκοδομήσας τὴν Ἰερουσαλήμ, ἀλλ' οὐδ' ὅλως κατὰ τὴν αὐτοῦ ζωὴν προὔκοψε τῆς οἰκοδομῆς τὸ ἔργον· μόνον γὰρ ἤρξαντο τῶν θεμελίων κατὰ τοὺς αὐτοῦ χρόνους, εἶτ' ἐπισχεθέντος τοῦ ἔργου διέμεινεν ἔρημος ὁ τόπος μέχρι τῆς Δαρείου βασιλείας. καὶ τὰ ἑξῆς δὲ ἐπιλεγόμενα μᾶλλον τῷ Χριστῷ τοῦ θεοῦ ἢ τῷ τῶν Περσῶν βασιλεῖ ἐφαρμόσειεν ἂν καὶ μᾶλλον τῷ ἡμετέρῳ σωτῆρι ἢ τῷ Ζοροβάβελ. Οὕτως γάρ φησι λέγει κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. Αἴγυπτον δέ φησι κεκοπιακέναι διὰ τῆς εἰδωλολάτρου πλάνης, ὁπηνίκα τῷ διαβόλῳ καὶ τοῖς περὶ αὐτὸν δαίμοσι πονηροῖς καταδεδούλωτο· πλὴν ἀλλ' ὅμως διαναπαύεσθαι τοῦ κόπου τὴν Αἴγυπτον ἐπαγγέλλεται δι' αὐτῆς πᾶν τὸ τῶν εἰδωλολατρῶν γένος αἰνιττόμενος. καὶ ἡ ἐμπορία δέ φησιν Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ τὸν προφητευόμενον βασιλέα διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι, δι' ὧν σημαίνειν ἔοικε βάρβαρά τινα καὶ ἀνήμερα καὶ ἐν τοῖς ἐξωτάτω τῆς γῆς οἰκοῦντα ἔθνη, ἃ δὴ δουλεύσειν τῷ Χριστῷ θεσπίζει. διὸ ἐπιλέγει· ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσί σοι. Σαβὰ δὲ ἔθνος ἐστὶν Αἰθιοπικόν, ὅθεν «βασίλισσα Σαβὰ» παραγέγονε «τῆς σοφίας Σολομῶντος ἀκουσομένη». ἀλλὰ καὶ τούτοις τέλος ἀγαθὸν ὑπισχνεῖται τὸ προσκυνήσειν τῷ προφητευομένῳ καὶ τὸ προσεύξασθαι ἐν αὐτῷ, ἐπειδήπερ ὁ θεὸς ἐν αὐτῷ ἦν καὶ διὰ τὸν ἐνοικοῦντα ἐν αὐτῷ θεὸν καὶ αὐτὸς θεὸς ἦν. οὐκ ᾔδεισαν δὲ τοῦτο πάλαι πρότερον οἱ προσκυνοῦντες αὐτόν, ὅμως δὲ γνόντες τὰ μεγάλα ὤναντο. αὐτὸς δὲ ἦν καὶ τοῦ Ἰσραὴλ σωτήρ, διὸ καὶ τὸ Ἰησοῦς ὄνομα εἰς τὸν σωτῆρα μεταλαμβάνεται. ἐπειδὰν οὖν αἱ τῶν εἰδωλολατρῶν ψυχαὶ καὶ αἱ τῶν ἀνημέρων καὶ βαρβάρων ἀνδρῶν καταδουλωθεῖσαι τῷ Χριστῷ τοῦ θεοῦ προσκυνήσωσιν αὐτῷ καὶ αὐτῷ προσεκύνησαν γνοῦσαι αὐτὸν εἶναι θεὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα. τὸ τηνικαῦτα αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ὅπως δὲ κατῃσχύνθησαν καὶ ἐνετράπησαν πάντες οἱ κατὰ καιροὺς ἀντικείμενοι γενόμενοι τῷ Χριστῷ, αὐτοί τε οἱ ἐκ περιτομῆς καὶ τῶν ἐθνῶν πάντες οἱ τοὺς κατὰ τῆς αὐτοῦ ἐκκλησίας διωγμοὺς ἐξάψαντες, παντὸς λόγου μᾶλλον ἡ διὰ τῶν ἔργων μαρτυρία παρίστησιν. ἀντὶ δὲ τοῦ· ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ, κατὰ τὸν Θεοδοτίωνα τοῦτον ἔχει τὸν τρόπον· πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ· τοῦ γὰρ ἐν σοὶ κατοικοῦντος θεοῦ ἕτερος οὐκ ἔστι. πάλιν ἀντὶ τοῦ· σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ μὲν Σύμμαχος· ὄντως φησὶ σὺ θεὸς κρυφαῖος, ὁ δὲ Ἀκύλας· ἄρα σὺ ἰσχυρὸς ἀποκρυπτόμενος, ὁ δὲ Θεοδοτίων· διὰ τοῦτο σὺ ἰσχυρὸς κρυφαῖος, τὸ ἀπόρρητον τῆς τοῦ Χριστοῦ θεολογίας διὰ τοῦ κρυφαῖον θεὸν αὐτὸν ὀνομάσαι δηλώσας. τούτοις ἑξῆς ἐπιφέρει· ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται περὶ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· αὐτοὶ γὰρ ἦσαν ὁ σῳζόμενος Ἰσραήλ, καὶ δι' αὐτῶν ἀνεκαινίσθησαν αἱ πολλάκις διὰ τῶν ἔμπροσθεν δηλωθεῖσαι νῆσοι. αὗται δὲ ἦσαν αἱ ἐκκλησίαι τοῦ θεοῦ ὡς ὑπὸ θαλάσσης κυκλούμεναι ὑπὸ τῆς τοῦ βίου κακίας. ταύτας οὖν φησιν ἐγκαινίζεσθαι καὶ πρὸς αὐτὸν ἐπιστρέφειν διὰ τῆς τῶν ἀποστόλων αὐτοῦ κλήσεως, οἵτινες ἦσαν Ἰσραὴλ σῳζόμενος ὑπὸ κυρίου σωτηρίαν αἰώνιον, οἷς καὶ τό· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, ἐναργῶς ἥρμοττε μαρτυροῦντος τοῦ δι' αὐτῶν καθ' ὅλης τῆς οἰκουμένης ἐπιτελεσθέντος ἔργου διὰ τῶν ἐκκλησιῶν τοῦ θεοῦ.
2.29.1
Θέα δέ μοι διὰ τούτων ὅπως μεγάλως τετίμηται παρὰ τῷ πάντων ποιητῇ θεῷ τὸ τῶν ἀνθρώπων γένος. διὸ καὶ τῆς κλήσεως αὐτὸς τῆς σωτηρίου κατηξίωσε καὶ πάντων τῶν διὰ τῆς παρούσης προφητείας ἐπηγγελμένων· ὥσπερ γὰρ τὸν οὐρανὸν εἰς διατριβὴν ἀγγέλων καὶ πνευμάτων ἁγίων ἀναγκαίως ὑπεστησάμην εἰς σύστασίν τε καὶ εἰς κόσμον τοῦ παντός, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς γῆς στοιχεῖον οὐκ εἰς ἀργὸν οὐδὲ εἰς ἄχρηστον κατεσκεύασα· οἰκητήριον δὲ αὐτὸ καὶ διατριβὴν τῶν ἐν αὐτῷ λογικῶς πολιτευομένων εἰργασάμην, οἳ καὶ θεὸν εἰδέναι καὶ θεοσεβῶς βιοῦν οἷοί τε ἦσαν, ἅτε «κατ' εἰκόνα θεοῦ» πεποιημένοι. ὅπερ δ' οὖν ἐν οὐρανῷ «ἄγγελοι λειτουργοὶ θεοῦ», τοῦτ' ἐπὶ γῆς ἄνδρες τῷ θεῷ μεμελημένοι. ἐπεὶ τοίνυν τοσαύτης ἠξίωται παρ' ἐμοὶ τιμῆς τὸ τῶν ἀνθρώπων γένος ὡς δι' αὐτοὺς τὴν σύμπασαν γῆν ὑποστήσασθαι, εἰκότως τὸ κήρυγμα τὸ εὐαγγελικὸν προφανῶς πᾶσιν ἀνθρώποις ἀνεκήρυξα, ὅπως μὴ μόνοι Ἰουδαῖοι, ἀλλὰ καὶ πάντα τὰ ἐπὶ γῆς ἔθνη τῆς παρ' ἐμοῦ τύχοιεν σωτηρίας. διὸ ἐπιλέγει· Ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἔτι. οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἐπεὶ γὰρ «πᾶσα ἡ γῆ καὶ οἱ ἐν αὐτῇ» πάντες ἄνθρωποι «ἐμοί εἰσι», διὰ τοῦτό φησι τοὺς ἐμαυτοῦ λόγους οὐκ εἴασα κρύπτεσθαι οὐδ' ὥσπερ ἐν σκότῳ λανθάνειν, εἰς φανερὸν δ' ἀγαγὼν πᾶσιν ἥπλωσα «ὡς πᾶσιν ἔθνεσι κηρυχθῆναι τὸ σωτήριον εὐαγγέλιον». διὸ «εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος ἐξῆλθε» τῶν ἐμῶν ἀποστόλων «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». σφόδρα δὲ ἀκολούθως συμβάλλεται ταῦτα τῷ· «ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος». δι' ὧν ὁ λόγος τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν μνημονεύσας ἀκολούθως ἐπήγαγε τό· οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· οὐ κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. ἄντικρυς δὲ ταῦτα μόνῳ τῷ εὐαγγελικῷ ἁρμόζοιεν ἂν κηρύγματι· τὰ γὰρ Μωσέως λόγια εἴ τις ἐξετάζειν ἐθέλοι, εὕροι ἂν αὐτὰ κρυφῇ λελαλημένα, γλώσσῃ δὲ Ἑβραΐδι, χαρακτῆρσι δὲ ἰδιάζουσι καὶ μὴ γνωριζομένοις παρὰ πᾶσιν. ἀλλὰ καὶ εἴ τις ἐννοήσειε τὸ «ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ» ὁ Μωσέως ἐξεδόθη νόμος, εὕροι ἂν αὐτὸν ἐν τόπῳ γῆς σκοτεινῷ λελαλημένον. οὐ μὴν ὁμοίως καὶ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· «εἰς πᾶσαν» γοῦν «τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος» τῶν ἀποστόλων αὐτοῦ «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». παντοίᾳ δὲ γλώττῃ καὶ πάσῃ φωνῇ, χαρακτῆρσί τε τοῖς καθ' ἕκαστον ἔθνος παραδέδοται εἰς ἐξάκουστον πᾶσι τοῖς ἔθνεσι. διὸ εἴπερ τι ἄλλο καὶ τοῦτο θαυμαστῶς καὶ εὐκαίρως ἀναπεφώνηται, λέγω δέ· οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. τούτοις ἑξῆς ἐπιλέγει· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε, κατὰ δὲ τὸν Σύμμαχον· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Ματαίως ζητήσατέ με, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Κενῶς ζητήσατέ με. πρώτους μὲν γάρ φησιν ἐκείνους ἀνεκαλεσάμην διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ πρώτοις αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγειλάμην ὥσπερ μισθοὺς τῆς εἰς ἐμὲ πίστεως αὐτοῖς ὑπισχνούμενος πρὸς τὸ μὴ νομίσαι αὐτοὺς ματαίως θεοσεβεῖν. διὸ καὶ ζωὴν αἰώνιον ἐπηγγειλάμην καὶ ἀγαθά, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». ἐπεὶ δὲ θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον μετ' ἐκείνους πάντας ἀνθρώπους πρὸς ἐμαυτὸν ἀνεκαλεσάμην. Ἐντεῦθεν ἤδη τοῖς πᾶσι κηρύττω λέγων· συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. ἀντὶ δὲ τοῦ· βουλεύσασθε ἅμα, ὁ Σύμμαχος· προσεγγίσατέ μοι οἱ διαπεφευγότες τῶν ἐθνῶν. ὁρᾷς ὅπως τοὺς ἀπὸ τῶν ἐθνῶν βουλομένους σῴζεσθαι προσκαλεῖται. ἐπειδὴ δὲ μὴ ὑπακούειν ἔμελλον τῷ κηρύγματι μηδὲ ὑποδέχεσθαι τῆς κλήσεως τὴν χάριν, ἐναπομένειν δὲ τῇ ἑαυτῶν ἀθέῳ πλάνῃ, ἀκολούθως καὶ τὴν περὶ τούτων ἐπισυνάπτει μνήμην λέγων· οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι πρὸς θεούς, οἳ οὐ σῴζουσιν αὐτούς. εἰ δ' ἔχοιέν τι ὑπὲρ τῶν οἰκείων θεῶν λέγειν, προσίτωσάν μοι καὶ ἐγγισάτωσάν μοι· «γνώσονται» γὰρ ἐγγὺς γενόμενοι «τὸν ἀληθινὸν θεόν», οὗ μέγα δεῖγμα τῆς θεότητος τοῦ προφητεῦσαι ταῦτα διὰ τῶν ἐμῶν προφητῶν καὶ τὸ ἀπ' ἀρχῆς ἀπαγγεῖλαι ταῦτα εἰς τὰς ἀκοὰς ὑμῶν. διό φησι· τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ' ἀρχῆς; τότε ἀνηγγέλη ὑμῖν. ἀνθ' οὗ ὁ Σύμμαχός φησιν· ἐκ πρώτης τότε εἶπον αὐτά. εἰ γάρ τινα οἴεσθε εἶναι θεόν, εἴπατε τίς ἕτερος θεὸς ταῦτα γνοὺς προεῖπε; τίς δὲ προαπήγγειλε τὰ γενησόμενα; ἀλλ' οὐδεὶς ἕτερος ἔγνω οὐδεὶς προεῖπεν, ἐπεὶ μηδὲ ἦν ἄλλος θεός, μόνος δὲ ἐγὼ ταῦτα ἐθέσπισα. διό φημι· Ἐγὼ κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. ἐθέσπισα δὲ καὶ προεῖπον, ἐπεὶ δίκαιός εἰμι καὶ σωτήρ, διόπερ κατὰ τὸν τοῦ δικαίου λόγον πάντα τὰ ἔθνη καλῶ εἰς τὴν παρ' ἐμοὶ σωτηρίαν. Οἷς ἀκολούθως ἐπιλέγει· ἐπιστράφητε ἐπ' ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς, ἢ κατὰ τὸν Σύμμαχον· τράπητε πρός με καὶ σώθητε πάντα τὰ πέρατα τῆς γῆς. ὁρᾷς ὅπως καθολικὸν κήρυγμα πᾶσι τοῖς ἔθνεσι καταγγέλλει. καὶ προστίθησιν· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος. κατ' ἐμαυτοῦ ὀμνύω Εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη. καὶ πάλιν τὴν δικαιοσύνην προΐσχετε «μεθ' ὅρκου» παραλήψεως «εἰς βεβαίωσιν» «τῆς ἐπαγγελίας», «ἵνα διὰ δύο» φησὶν ὁ θεῖος Ἀπόστολος «πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν σχῶμεν». διὰ δὲ τῆς δικαιοσύνης τῆς παρ' αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπαγγέλλεται σωτηρίαν. καὶ οἱ λόγοι δέ μού φησιν οὗτοι οὐκ ἀποστραφήσονται· ποῖοι δὲ λόγοι ἢ δι' ὧν ἔλεγεν· ἐπιστράφητε ἐπ' ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς; καὶ ἐπιφέρει· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ, ἤ· καὶ ὀμεῖται κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς πᾶσα γλῶσσα τῷ θεῷ. θεσπίζει δὲ καὶ διὰ τούτων, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ, οὐχὶ τὸ Ἰουδαίων μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν ἐθνῶν, οὗ μακαριώτερον οὐδὲν ἂν γένοιτο. καὶ ταύτης δὲ τῆς προφητείας τὸ ἀποτέλεσμα ἐπληροῦτο τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ, μεθ' ἣν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ τῇ καθ' ὅλης τῆς οἰκουμένης πάντες συγκροτούμενοι λαοὶ γόνυ κλίνειν τῷ θεῷ ἐν ταῖς προσευχαῖς ἐδιδάχθησαν, καίτοι Ἰουδαίων τοῦτο ποιεῖν οὐκ εἰδότων. διὸ λέλεκται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ· οὐκέτι γὰρ θεοῖς ἑτέροις οὐδὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας, ἀλλ' ἐμοὶ κάμψει πᾶν γόνυ φησὶ τῷ ταῦτα προαγορεύοντι θεῷ καὶ ἐμοὶ ὀμεῖται πᾶσα γλῶσσα. ὅπερ καὶ ἀκόλουθον ἦν· οἱ γὰρ ἐμὲ τὸν θεὸν ἐπιγνόντες ἐν πᾶσι τοῖς ἔθνεσι διὰ παντοίας γλώσσης καὶ ὁμιλίας, «βαρβάρου τε καὶ Ἑλληνικῆς», «ἐν τοῖς ὅρκοις» ἐμὲ μάρτυρα «παραλήψονται βεβαιοῦντες τὰς ἑαυτῶν πίστεις». Οἱ δ' αὐτοὶ οὗτοι ἐροῦσι Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, ἢ κατὰ τὸν Σύμμαχον· δικαιοσύνη καὶ ἰσχὺς εἰς αὐτὸν ἐλεύσεται. πᾶσαι αἱ ἐν ἀνθρώποις ἀρεταὶ τέλος αὐτὸν ἕξουσι καὶ πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται καὶ τὸν τῶν καμάτων καρπὸν τήν τε ἀμοιβὴν τῆς ἀρετῆς λήψονται, οἱ δὲ διορίζοντες ἑαυτοὺς ἀπ' αὐτοῦ αἰσχυνθήσονται. διὸ καὶ ἐν ἑτέροις λέλεκται· «αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν». πότε δὲ οὗτοι αἰσχυνθήσονται ἢ ὅταν πᾶν γόνυ κάμψῃ τῷ θεῷ καὶ ἐξομολογήσηται αὐτῷ πᾶσα γλῶσσα. Ἑξῆς τούτοις λέγεται· δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. καὶ θέα τὴν ἀκρίβειαν τοῦ λόγου· οὐ γὰρ τὸν Ἰσραὴλ εἶπεν οὐδὲ τὸ σπέρμα Ἰσραήλ, ἀλλὰ τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. υἱοὶ δὲ Ἰσραὴλ ἐτύγχανον οἱ πρῶτοι κήρυκες τοῦ σωτηρίου εὐαγγελίου, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι εἴρηται. καὶ ἐν ἀρχῇ δὲ τῆς προφητείας περὶ τῶν αὐτῶν εἴρητο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».
2.30.1
Περιγράψασα ἡ προφητεία τὰ περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν καὶ τὰ περὶ τῆς ἐκλογῆς τοῦ σπέρματος τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέφει πάλιν πρὸς Ἰουδαίους τὸν λόγον καὶ τὴν τῆς εἰδωλολατρίας παντελῆ κατάλυσιν σημαίνει λέγουσα· Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. Βὴλ δὲ εἴδωλον ἦν, ὅπερ Ἕλληνες καλοῦσιν ἤλ, ἑρμηνεύοντες αὐτὸν εἶναι τὸν παρ' αὐτοῖς καλούμενον Κρόνον, περὶ ὃν οὕτως ἦσαν οἱ παλαιοὶ ἐπτοημένοι ὡς κατασφάττειν αὐτῷ τὰ ἑαυτῶν φίλτατα καὶ ἄλλας μυρίας ἀνθρωποθυσίας αὐτῷ κατὰ πάντα τόπον προσφέρειν. Δαγὼν δὲ καὶ αὐτὸ ξόανον ἦν τῶν ἀλλοφύλων τῶν τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν οἰκούντων. καὶ δὴ μερικῶς τούτων μνημονεύσας ὁ λόγος ἑξῆς καθολικώτερον περὶ πάντων τῶν ἁπανταχοῦ θεοποιουμένων ἐπιφέρει· ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. καὶ ταῦτα δέ ἐστι καθ' ὅλης συνιδεῖν τῆς Αἰγύπτου, ἔνθα πᾶν θηρίων καὶ κτηνῶν γένος σέβειν ὡς θεοὺς εἰώθασι. κατὰ δὲ τὸν Σύμμαχον· ἐγένετο τὰ εἴδωλα αὐτῶν ζῴοις ἔκδοτα, ἅτε δὴ ἀπορριφέντα καὶ εἰς παντελῆ καταστάντα ἐρημίαν. τούτοις ἑξῆς εἴρηται· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, κατὰ δὲ τὸν Σύμμαχον· καὶ κτήνεσιν βαστάγμασιν ὑμῶν γόμοι ἄρσεως εἰς ἔκλυσιν. ἐβαρήθησαν, ὑπερεταλάντησαν ὁμοῦ, οὐκ ἐδυνήθησαν ἐπισῶσαι τὸν βασταγμόν. ταῦτα δὲ καὶ αὐτοῖς ἔργοις καθ' ἡμᾶς ἐπληροῦτο πρὸς λέξιν, καὶ κατὰ διάνοιαν δὲ βαρὺ καὶ δυσβάστακτον καὶ διαβολικὸν φορτίον ταῖς τῶν ἀνθρώπων ψυχαῖς τῆς εἰδωλολάτρου πλάνης ἐπέκειτο πάλαι. διὸ λέλεκται· ὥσπερ πεινῶντι καὶ μηκέτι ἔχοντι ἰσχὺν ἀλλ' ἐκλελυμένῳ ἀπὸ ἀτροφίας ἐπιθείη τις φορτίον, οὕτω βαρύτατα εἶναι τὰ δαιμονικὰ βάρη τοῖς δεδουλωμένοις αὐτῶν τῇ πλάνῃ ἀσώτοις τισὶ καὶ μὴ οἵοις τε σωθῆναι ἀπὸ τοῦ καταλαβόντος αὐτῶν τὰς ψυχὰς πολέμου, ἐν ᾧ δίκην αἰχμαλώτων κλοιοῖς καὶ δεσμοῖς διαβολικοῖς περιβληθέντες ἀπήχθησαν. διό φησιν· οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ταῦτα τὸ Ἰουδαίων ἔθνος διδάσκων ὁ λόγος εἰς ἀποτροπὴν τῆς συνεχούσης αὐτοὺς εἰδωλολατρίας εἰς αὐτῶν πρόσωπον ἑξῆς προσφωνεῖ λέγων· Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, ἀλλ' οὔτε Ἰακὼβ αὐτοὺς καλεῖ οὔτε Ἰσραὴλ ὀνομάζει, οἶκον δὲ αὐτὸν μόνον τοῦ Ἰακὼβ διὰ τὴν κατὰ σάρκα οἰκειότητα καὶ κατάλοιπον ὡσανεὶ περίττευμα καὶ τρύγα τοῦ Ἰσραήλ. εἶτ' ὀνειδίζει αὐτοὺς τὴν ἐξ ἁπαλῶν ὀνύχων μελέτησιν καὶ ἐκμάθησιν τῶν θείων ἀναγνωσμάτων, ἃ δὴ μανθάνοντες ἐκ παιδίου καὶ εἰς γῆρας «εἰς κενὸν ἐμελέτησαν», ὡς διὰ τοῦτ' εἰρῆσθαι τό· «καὶ λαοὶ ἐμελέτησαν κενά». δεῖγμα δὲ μέγιστον τοῦ «εἰς κενὸν καὶ μάταιον» τὴν τῶν θείων γραφῶν μελέτην αὐτοὺς πεποιῆσθαι τὸ εἰσέτι τότε εἰδωλολατρεῖν καὶ δεῖσθαι λόγων προφητικῶν εἰς ἔλεγχον καὶ ἀποτροπὴν τῆς πλάνης. ἀλλ' εἰ καὶ ὑμεῖς φησι τοιοῦτοι, ἐγὼ θεὸς ὢν ὁ αὐτὸς ἐμαυτῷ ἔσομαι καὶ οὐ παύσομαι εἰσφερόμενος σπουδὴν πρὸς τὸ σῶσαι ὑμᾶς.
2.31.1
Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται, ὃν οὐκέτι «παῖδα αὐτοῦ» ἐκάλει οὐδὲ «ἐκλεκτὸν καὶ ἀγαπητὸν Ἰσραήλ»· αὗται γὰρ αἱ προσθῆκαι διὰ τῶν ἀνωτέρων τὴν ἐξ αὐτῶν ἐκλογὴν ἐδήλουν. φησὶν οὖν πρὸς αὐτούς· Ὑμεῖς μέν, ὦ οὗτοι ἐκ παίδων καὶ ἐξ αὐτῆς κοιλίας ὡς εἰπεῖν τὰ θεῖα λόγια παιδευόμενοι καὶ καταγηρῶντες ἐν αὐτοῖς, οὐδὲν πρὸς ψυχῆς ὠφέλειαν ἐξ αὐτῶν ἐκαρπώσασθε· ἐγὼ δὲ καὶ μετὰ τοσαύτας ὑμῶν ἀποπτώσεις ἔτι καὶ νῦν ἀνεχόμενος εἰς μετάνοιαν ὑμᾶς προσκαλοῦμαι, ἐπειδήπερ ἐμὸν τυγχάνετε ὄντες ποίημα. ἐγὼ γὰρ ἐποίησα, διὸ κἀγὼ ἀνέχομαι· ἐπαγγέλλομαι δὲ καὶ συγχώρησιν ποιήσασθαι τῶν ἡμαρτημένων ὑμῖν, εἰ μεταβαλεῖσθε. διό φημι· καὶ ἐγὼ ἀνήσω καὶ πάλιν ἀναλήψομαι ὑμᾶς καὶ σώσω. Καὶ τὰ μὲν τῆς ἐμῆς προτροπῆς τοιαῦτα, ὑμεῖς δὲ λογίσασθε εἰς ποίας ἐκπεπτώκατε θεομαχίας καὶ δυσσεβείας τολμήσαντες ὁμοιῶσαί με τοῖς μὴ οὖσι καὶ ἐν οὐδενὶ λόγῳ θέσθαι τὴν ἐμὴν θεότητα. ἰσότιμον δέ με ἔθεσθε τῇ ἀψύχῳ ὕλῃ, ἣν ἐπλάσασθε· χρυσίον καὶ ἀργύριον ἐκ συμβολῆς συνάγοντες καὶ διὰ χειρῶν ἀνθρωπίνων ἀνειδωλοποιήσαντες, οἷς δὲ προσκυνεῖν οὐκ αἰσχύνεσθε μήτε βαδίζειν μήτε κινεῖσθαι δυνατοῖς οὖσιν, ἀλλ' ἐπ' ὤμων φερομένοις καὶ ὑφ' ἑτέρων ὠθουμένοις καὶ μήτε ἀκούειν μήτε αὐτοὺς σῴζειν δυνατοῖς. τούτοις ὅμοιον κἀμὲ εἶναι ἐλογίσασθε, ὦ τὰς ψυχὰς πεπηρωμένοι. Ἀλλὰ γὰρ βραχύ τι διαβλέψαντες ἐννοήσατε εἰς οἷον ἀσεβείας βυθὸν ἐξωκείλατε· τούτων δὲ αὐτῶν μνησθέντες μετανοήσατε καὶ ἐπιστρέψατε ὀρθοῖς λογισμοῖς εἰς ἔννοιαν τῆς ἐμῆς θεότητος, ἐννοήθητέ τε παρ' ἑαυτοῖς ὡς ἐξ αἰώνων ἀπείρων καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου ἐγώ εἰμι, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ θεός. Τούτου δὲ μέγιστον ἀνθρώποις μαρτύριον διὰ τῶν ἐμαυτοῦ προφητῶν παρεστησάμην τὰ μέλλοντα θεσπίσας καὶ τὰ μακροῖς ὕστερον χρόνοις γενησόμενα προειπών, ἃ καὶ δι' ἔργων ἐξετέλεσα καὶ αὖθις ἐπιτελέσω ἐν τοῖς ἐπιοῦσι χρόνοις. καὶ πάντα δὲ ὅσα βεβούλευμαι καὶ ὥρισα ἀραρότως γενήσεται ἐμοῦ τέλος ἐπιθήσαντος τοῖς ἐμαυτοῦ λόγοις· ὅτε καὶ βούλομαι διὰ τοῦ καλεῖν τοὺς ἐμαυτοῦ ὑπηρέτας δι' ἀέρος φερομένους ὀρνέων καὶ πετηνῶν δίκην, λέγω δὲ τὰς ἀγγελικὰς δυνάμεις καὶ «τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». οὕτως γοῦν καλῶν ἀπὸ ἀνατολῶν πετηνόν, ἢ ὄρνεον κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ γῆς πόρρωθεν τὰς ἐμοὶ διακονουμένας θείας δυνάμεις. ἅπερ πρότερον ἐλάλησα διὰ τῶν ἐμαυτοῦ προφητῶν, ταῦτα δι' αὐτῶν ἔργοις ἐπιτελέσω. κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· πᾶν φησι τὸ θέλημά μου ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν ἀπὸ γῆς πόρρωθεν, ἄνδρα βουλῆς μου· καίγε ἐλάλησα, καίγε ἄξω αὐτό, ἔπλασα καὶ ποιήσω αὐτό. ἄνδρα δὲ βουλῆς αὐτοῦ τίνα ἂν εἴποις ἢ τὸν Χριστὸν αὐτοῦ, ὃν ἀνακαλεσάμενός φησιν ἐκ γῆς πόρρωθεν, δηλαδὴ ἐκ τῶν τοῦ ᾅδου μυχῶν. πάντα ὅσα πρὸ τούτου ἐπηγγειλάμην, εἰς ἔργα δι' αὐτοῦ χωρῆσαι ποιήσω.
2.32.1
Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν εἴρηται, ἅπερ συνάψαι προσήκει τοῖς ἀνωτέρω εἰρημένοις, δι' ὧν προσφωνήσας αὐτοῖς ὁ λόγος καὶ εἰπών· «Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ τὸ κατάλοιπον τοῦ οἴκου Ἰσραὴλ» ἐπήγαγε· «τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι». ἀλλ' ἐκεῖ «πλανωμένους» αὐτοὺς ὠνόμαζεν, ἐνταῦθα δὲ ἀκούσατέ μού φησιν, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ἀνθ' οὗ ὁ Σύμμαχος σκληροκάρδιοι ἡρμήνευσε. καὶ προστίθησιν· οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης, ἀλλ' ὑμεῖς μέν φησιν ἐμακρύνατε ἑαυτοὺς τῆς ἐμῆς δικαιοσύνης, ἐγὼ δὲ οὐ καθ' ὑμᾶς ἔπραξα, κατὰ δὲ τὴν φιλανθρωπίαν ὡς θεὸς ἀγαθὸς καὶ δίκαιος τὴν δικαιοσύνην μου ἤγγισα καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδυνῶ. καὶ ταῦτα πράξω οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ' ἐντεῦθεν ἤδη δώσω ἐν Σιὼν σωτηρίαν καὶ τῷ Ἰσραὴλ δόξαν· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· δώσω ἐν Σιὼν σωτήριον καὶ τῷ Ἰσραὴλ δόξαν. τῇ μὲν οὖν ἐμαυτοῦ φιλανθρωπίᾳ χρώμενος ταῦτα τῇ Σιὼν καὶ τῷ Ἰσραὴλ δώσω, τὴν δὲ δικαιοσύνην μου ἐνδείξομαι ἐν τῷ ἐπεξιέναι τοῖς πολιορκήσασιν αὐτούς. Χαλδαῖοι δὲ ἦσαν οὗτοι καὶ Βαβυλώνιοι, πρὸς οὓς μεταβαίνων ἀποτείνεται προαγορεύων αὐτοῖς καθαίρεσιν τῆς βασιλείας καὶ ταπείνωσιν τοῦ ὕψους, ἐφ' ᾧ ἐμεγαλαύχουν μακροῖς χρόνοις δυναστεύσαντες τῶν ἐθνῶν. προσωποποιεῖται δὲ ἐν τούτοις τὴν βασιλείαν αὐτῶν θυγατέρα Βαβυλῶνος ὀνομάζων αὐτήν· καλεῖ δὲ αὐτὴν καὶ παρθένον διὰ τὸ ὡραΐζεσθαι καὶ καλλωπίζεσθαι παρθένου δίκην, βούλεσθαί τε φαίνεσθαι νέαν καὶ κόρην εἶναι νομίζεσθαι. εἶθ' ὡς ἐν ὕψει καθημένῃ διαναστῆναι αὐτῇ προστάττει καὶ καταβῆναι ἀπὸ τοῦ ἑαυτῆς θρόνου, καθεσθῆναί τε ἐπὶ τῆς γῆς καὶ ἀποκρύψαι ἑαυτῆς τὴν ἀσχημοσύνην, ἣν πείσεται ἐκ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. τοῦτο δὲ σημαίνει φάσκων· εἴσελθε εἰς τὸ σκότος. εἶθ' ὡς ἐπὶ παρθένου προσωποποιῶν τὴν βασιλείαν οὐκέτι φησὶ κληθήσῃ ἁπαλὴ καὶ τρυφερά. Ὁποῖα ἐτύγχανες πάλαι ποτὲ κατεντρυφῶσα ὡς πάντας τοὺς ἀρχομένους ὑπὸ σοῦ τοιούτοις τισὶν ὀνόμασιν ἐπὶ σοῦ κεχρῆσθαι. διὸ ἀποθεμένη τὴν βασιλικὴν ἐκείνην τρυφὴν θεραπαίνης τρόπον κακοπαθοῦς τινος καὶ μυλωθρίδος παρασκεύασον σεαυτὴν δουλεύειν τοῖς σαυτῆς δεσπόταις, μύλον δηλαδὴ λαβοῦσα ἐν αὐτῷ ἄλεσον τὴν σκληρὰν ταύτην καὶ ἐπίπονον θητείαν τῆς παλαιᾶς τρυφῆς ἀντικαταλλαξαμένη. ἀλλὰ καὶ τὸ κατακάλυμμά σου, ᾧ τὴν κεφαλὴν περιέσκεπες χρυσῷ καὶ λίθοις καὶ τῇ λοιπῇ κομμωτικῇ περιεργίᾳ κατακεκοσμημένη περίελε ἀπὸ σοῦ. καὶ ἐπειδὴ μακροῖς χρόνοις παλαιωθεῖσα καὶ καταγηράσασα ἐν τῇ τῶν ἐθνῶν κατατυράννιδι ἀπέκρυπτες τὸ γῆρας καὶ τὴν παλαιότητα ἐγκαλύπτουσα τὰς σαυτῆς πολιὰς τῇ τοῦ κόσμου περιβολῇ ὡς νομίζεσθαί σε παρθένον ἁπαλὴν καὶ τρυφερὰν εἶναι. ἄκουε νῦν ἐλεγχομένη ὡς δεήσει σε τὰς ἐπὶ τῆς κεφαλῆς πολιὰς ἀνασῦραι καὶ τοῖς πᾶσι τὴν σαυτῆς ἐνδείξασθαι παλαιότητα. κατὰ δὲ τὸν Σύμμαχον· κάλυψαί φησιν ὦτα, ἀποκάλυψαι κνήμην, πάρελθε ποταμούς· ἀποκαλυφθήτω ἡ αἰσχύνη σου, καὶ γὰρ ἐφάνη τὸ ὄνειδός σου· ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος. ταῦτα κατὰ τὸν Σύμμαχον, δι' ὧν ἀπαγωγήν τινα τὴν ἐπ' ἀλλοδαπῆς χώρας καὶ ὥσπερ αἰχμαλωσίαν τὴν ὑπ' ἐχθροῖς καὶ πολεμίοις ὁ λόγος ἀποτελεῖ τῇδε δουλωμένῃ. ἐκ δὲ τῆς τούτων παραθέσεως καὶ ἡ παρ' ἡμῖν ἀνάγνωσις σαφηνισθήσεται. ἀντὶ γὰρ τοῦ· τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις, ὁ Σύμμαχος· ἐκδίκησίν φησι λήψομαι, καὶ οὐκ ἀντιστήσεταί μοι ἄνθρωπος. ἀντὶ δὲ τοῦ· ὁ ῥυσάμενός σε, κύριος σαβαώθ, Ἀκύλας· ἀγχιστεύων ἡμῶν κύριος, ὁ δὲ Σύμμαχος· λυτρωτὴς ἡμῶν κύριος δυνάμεων, ὁ δὲ Θεοδοτίων· ὁ λυτρούμενος ἡμᾶς κύριος τῶν δυνάμεων, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ. Ταῦτα γάρ φησι κατὰ σοῦ ὥρισεν ὁ ἡμέτερος κύριος «λυτρούμενος ἡμᾶς» καὶ ἐλευθερῶν ἀπὸ τῆς ὑπὸ σὲ ταλαιπωρίας. διό φησιν· Κάθισον κατανενυγμένη, ἢ κατὰ τὸν Σύμμαχον σιωπῶσα, ἡ πάλαι ἐπαιρομένη καὶ μεγαλαῦχος, ἡ ὡς οἰκέταις προστάσσουσα τοῖς λοιποῖς ἔθνεσι καὶ ὥσπερ μεταμελομένη, ἐφ' οἷς ἔπραξας, καὶ τὴν ψυχὴν κατανενυγμένη. κάθισον ἐν αὐτῷ ἐδάφει ταπεινή, ἢ εἰ δυνατὴ τυγχάνεις, ἀπόκρυψον σαυτὴν καὶ σκότῳ παράδος, ἵνα μὴ ἀσχημονῇς. εἶτα κατὰ τὸν Σύμμαχον εἴρηται· οὐκέτι γὰρ κληθήσῃ δέσποινα βασιλειῶν. ὠργίσθην κατὰ τοῦ λαοῦ μου, ἐβεβήλωσα τὴν κληρονομίαν μου. κἀγὼ μὲν κατὰ τὸ δίκαιον παιδείας ἕνεκεν καὶ ἐπιστροφῆς εἰς τὰς σὰς χεῖρας παρέδωκα τὸν ἐμαυτοῦ λαὸν σωφρονίζων αὐτόν, σὺ δὲ ἐκ περιττοῦ καὶ τοῦ δέοντος ἔπραξας πλέον οὐδὲν φιλάνθρωπον ὡς πρὸς ὁμοιωπαθεῖς ἐνδειξαμένη. Καὶ τὰ λοιπὰ δὲ σαφέστερα ὄντα τὸ ὑπερήφανον τῆς τῶν Χαλδαίων βασιλείας διαγράφει καὶ τὴν ἀλαζονείαν τῶν παρ' αὐτοῖς βασιλευσάντων ἀνδρῶν, ὅπως τε ὑπέγραφον ἑαυτοῖς ἀθάνατον κράτος καὶ ἀκαθαίρετον ἕξειν τὴν ἀρχήν. ἀλλ' ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἥξει ἐπὶ σέ φησι καὶ ἀνδρὸς στέρησις καὶ τέκνων ἀπώλεια, ἀνδρὸς μὲν τοῦ ἐν σοὶ βασιλεύοντος, τέκνων δὲ τῶν ὑπὸ σοῦ βασιλευθησομένων. ἀθρόως δὲ ταῦτα ἥξει ἐπὶ σὲ ὡς καὶ χήραν καὶ ἄτεκνον ἀποδειχθῆναί σε· ταῦτα δὲ σοὶ συμβήσεται, οὐ διὰ τὰ προλεχθέντα μόνον, ἀλλὰ καὶ διὰ τὸ πλῆθος τῶν φαρμακειῶν σου καὶ τῶν ἐπαοιδῶν σου, ἐφ' οἷς τὰς ἐλπίδας ἔχουσα ἀγαυριᾷς μονουχὶ λέγουσα· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. ἀντὶ δὲ τοῦ· γνῶθι ἡ σύνεσις τούτων ἔσται, ὁ Σύμμαχος· καὶ ἡ γνῶσίς σού φησιν αὕτη ἐξηπάτησέ σε, διὸ εἶπας ἐν τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐχ ὑπάρχει μετ' ἐμὲ ἔτι. Ἀλλ' ἐπελθούσης σοι τῆς ἐκ θεοῦ ὀργῆς χρῆσαι ταῖς ἐπαοιδαῖς καὶ ταῖς φαρμακείαις, αἷς εἴωθας εἴ πως ἄρα βοηθείας τεύξῃ· ταῦτα γὰρ ἦν σοῦ τὰ μαθήματα, ἃ ἐμάνθανες ἐξ ἀρχείων χρόνων καὶ ἐκ νεότητός σου. ἔστι δὲ ἀπὸ τῆς τοῦ Δανιὴλ γραφῆς γνῶναι, ὅπως διέπρεπον παρὰ τοῖς Χαλδαίοις τοῖς τὴν Βαβυλῶνα κατοικοῦσι «μάγοι» τινὲς καὶ «γαζαρηνοὶ» καὶ «φάρμακοι» καὶ οἱ περὶ ταῦτα καὶ τὰ τοιαῦτα δεινοί τε καὶ «σοφοί». καὶ εὐδοκίμουν παρὰ τῷ βασιλεῖ ὡς δι' αὐτῶν κατορθουμένης τῆς βασιλείας, ἀλλ' ἐπεὶ μὴ μόνον φαρμακείαις καὶ ἐπαοιδίαις ἐσχόλαζον, ἤδη δὲ καὶ ἐπὶ τῇ τῶν μαθηματικῶν θεωρημάτων γνώσει μέγα ἐφρόνουν τὰ οὐράνια ἐπίστασθαι ἐπαγγελλόμενοι καὶ «τῶν ἀστέρων» τὰς κινήσεις, τά τε ἐκ τούτων ἀποτελέσματα καὶ τούτοις ἐπὶ τοῦ παρόντος χρῆσαι κατὰ καιρόν, ὡς ἂν μάθοις τὰ μέλλοντά σε διαλήψεσθαι. ἀλλ' οὐδεὶς ἔσται ὁ δυνησόμενος ἐκ τῆς τούτων θεωρίας τὸ μέλλον ἐξειπεῖν· μάλιστα γὰρ αὐτοὺς καταλήψεται τοὺς ἐπὶ τούτοις μέγα φρονοῦντας ἡ «διὰ πυρὸς» τιμωρία. ἐπειδὰν καὶ «πᾶσα ἡ πόλις πυρίκαυστος» γίγνεσθαι μέλλῃ, τότε γοῦν ἐλεγχθήσονται τῷ μὴ δεῖν ἑαυτοῖς ἐπαμύνειν δύνασθαι καὶ ὅλην δὲ σὲ τοῦτο τὸ τέλος περιμένει, λέγω δὲ τὸ ἐν ἄνθραξι καὶ πυρὶ καυθῆναι. καὶ μᾶλλον οἱ ἄνθρακές σου τότε τῆς παλαιᾶς τρυφῆς κρείττους γενήσονταί σοι ἐπιστρεπτικοί τινες ὄντες καὶ ὠφέλιμοι. τὸ δέ· ἔσονταί σοι βοήθεια, οὐκ εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. τούτῳ δέ φησι περιβληθήσῃ τῷ τέλει, ὦ σὺ Χαλδαία, ἐπειδήπερ μακροῖς χρόνοις πλάνῃ σεαυτὴν ἐκδοῦσα καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς νεότητος ἐκοπίασας ἐν τῇ μεταβολῇ σου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ ἔμποροί σου ἀπὸ νεανιότητός σου, ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ, ἢ διὸ οὐκ ἔστιν ὁ σῴζων σε κατὰ τὸν Σύμμαχον.
2.33.1
Τὰ ἐπελευσόμενα τῇ Βαβυλῶνι, τοῖς τε οἰκήτορσι καὶ τοῖς βασιλεῦσιν αὐτῆς προαναφωνήσας ὁ λόγος τὸν Ἰουδαίων ἀπελέγχει λαὸν διὰ τῶν προκειμένων φάσκων, ὅτι διὰ τὸ παρ' ἐμοὶ δίκαιον ἐπάξω ταῦτα κατὰ τῶν Χαλδαίων· οὐ μὴν ὅτι σὺ βοηθείας ἦσθα ἄξιος. καὶ ταῦτα προλαβὼν προεῖπον «πρὶν γενέσθαι» τὰ πράγματα προγνώσει θεϊκῇ θεσπίσας, ἵν' ἐπειδὰν εἰς πέρας ἀχθῇ καὶ δι' ἔργων χωρήσῃ τὰ κατὰ τῶν Χαλδαίων προηγορευμένα, μὴ οἷς νομίζεις θεοῖς τὴν αἰτίαν ἀναθῇς μηδὲ εἴπῃς, ὅτι θεοί μου, οἷς εἰδωλολατρῶν προσεῖχον. ταύτην παρὰ τῶν πολεμίων τὴν τιμωρίαν εἰλήφασιν, ἐμοῦ γὰρ ἐντεῦθεν ἤδη προφητεύσαντος τὰ συμβησόμενα καὶ ἀπειλήσαντος διὰ τῶν ἐμῶν προφητῶν ἐπάξειν τὰ προλεχθέντα τῇ Βαβυλωνίων βασιλείᾳ. ἐπειδὰν δι' ἔργων ταῦθ' οὕτως χωρήσειε καθὼς διεστειλάμην, ἀνάγκη πᾶσα ὁμολογεῖν ὑμᾶς ἐμὲ μόνον εἶναι θεὸν τὸν ἐπαληθεύσαντα τοὺς ἐμαυτοῦ λόγους. καλεῖ δὲ αὐτοὺς οἶκον Ἰακὼβ ὡς μὴ ὄντας ἀξίους τῆς τοῦ προπάτορος αὐτῶν ἐπωνυμίας, ἀλλὰ καὶ οἱ κεκλημένοι φησὶν ἐπὶ τῷ ὀνόματι Ἰσραήλ, οὐκ ὄντες Ἰσραὴλ οὐδὲ φερώνυμοι τῆς προσηγορίας ὄντες ὅμως οὕτως ὠνομάζοντο. εἶτ' ἐπιλέγει· καὶ ἐξ ὕδατος Ἰούδα ἐξελθόντες· μηδὲν γὰρ ἔχοντες ἄξιον τῆς τοῦ πατριάρχου ψυχῆς, ἐκ τοῦ ὕδατος δὲ αὐτοῦ καὶ τοῦ σωματικοῦ σπέρματος ὑποστάντες· σωματικοὶ καὶ σάρκινοι μόνον ἦσαν υἱοί, οὐχὶ δὲ καὶ ψυχῆς ἀληθινὰ τέκνα. σημαίνει δὲ διὰ τοῦ ὕδατος Ἰούδα «τὸ βασιλικὸν γένος» ἐκ διαδοχῆς Δαυὶδ καὶ ἐκ φυλῆς Ἰούδα ἔτι τότε κατὰ τοὺς προφητικοὺς χρόνους διαμένον ἐν τῇ Ἰερουσαλήμ. ὥσπερ δὲ ἐπιπλάστως καὶ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ Ἰούδας ἐχρημάτιζον οἱ νῦνκατηγορούμενοι οὐκ ὄντες κατὰ ἀλήθειαν ἄξιοι τούτων τῶν προσηγοριῶν, οὕτως καὶ ὀμνύοντες τῷ ὀνόματι κυρίου καὶ μνήμην ποιούμενοι τοῦ θεοῦ Ἰσραὴλ μέχρι χειλέων καὶ στόματος ταῦτ' ἔπραττον. οὐ μὴν μετὰ ἀληθείας τῇ τῶν ὅρκων ἐχρῶντο παραλήψει, ἀλλὰ καὶ τῆς πόλεως τῆς τῷ θεῷ ἀνακειμένης ἀντεχόμενοι ἐδόκουν ἀντιστηρίζεσθαι ἐπὶ τῷ θεῷ καὶ τοῦτο μεθ' ὑποκρίσεως πράττοντες. Ταῦτα τῷ Ἰουδαίων προσφωνήσας λαῷ ἑξῆς διαστέλλεται τοῖς αὐτοῖς λέγων Μὴ νομίσητέ με, ὦ οὗτοι, ἀργῶς τὰ μέλλοντα προαγορεύειν· τοῦτο γὰρ ὅλον γίνεται, ὅπως οἱ ἐν ὑμῖν ἄπιστοι ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως μάθοιεν, ὅτι οὐκ ἀνθρώπινοι ἦσαν οἱ τῶν ἐμῶν προφητῶν λόγοι· οὐ γὰρ ἀνθρώπου φύσεως τὸ γνῶσιν ἔχειν τῶν μελλόντων. θεὸς δέ εἰμι ὁ ταῦτα θεσπίζων, ἤδη μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν χρόνων, ἀλλά τινα προηγόρευσα καὶ λόγοι τινὲς ἐξῆλθον διὰ στόματος ἑτέρων μου προφητῶν, ὡς εἰς ἀκοὰς ἐλθεῖν πολλῶν τὰ προλελεγμένα, οἷς καὶ τὰ ἔργα ἐπηκολούθησε σύμφωνα ταῖς προαγορεύσεσιν. Ὅμως ἐπειδὴ σὺ ὁ Ἰουδαίων λαὸς τράχηλον ἀκαμπῆ καὶ σιδήρεον ἔοικας φέρειν, ἤδη δὲ καὶ ἀναίσχυντος οὕτως εἶ ὡς μὴ ἄν τινα σφαλῆναι φήσαντα μέτωπον ἔχειν σε χάλκεον. Τούτου χάριν καὶ νῦν προαπήγγειλά σοι τὰ ἐσόμενα, μήποτε τῶν πραγμάτων ἐπελθόντων ἀπατῶν σαυτὸν τοὺς πεπλανημένως νομιζομένους θεοὺς πεποιηκέναι αὐτὰ νομίσειας. πλὴν καὶ τοῦτο τὴν ἐμὴν οὐ λανθάνει πρόγνωσιν τὸ μηδ' ἐκ τούτων ὠφεληθήσεσθαί σε τῶν λόγων. ὅμως δ' οὖν ἐπιμένων τῇ ἐμαυτοῦ φιλανθρωπίᾳ ἔτι καὶ νῦν μαρτύρομαι καὶ διαστέλλομαί σοι τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Χαλδαίοις τοῖς μέλλουσί σε καταπολεμεῖν. ἰδοὺ γὰρ ἐντεῦθεν προαπεφηνάμην ὡς ἂν εἰδείης τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, ἵν' ἐπειδὰν οἱ πολέμιοι παραγένωνται ἐκ Βαβυλῶνος ἐπιστάντες γνωρίσῃς τὸν θεὸν τὸν προφήσαντά σοι ταῦτα καὶ βοηθὸν αὐτὸν ἀνακαλέσῃ ὡς ἂν ἤδη προαποφηνάμενον τὸ διαληψόμενον αὐτοὺς τέλος. ταῦτα δέ σοι ἐκ τῶν ἐμῶν γιγνώσκειν παρέσχον λόγων, ἄλλοθέν ποθεν οὐδὲ μίαν αὐτῶν εἰληφότι γνῶσιν. μὴ γὰρ σαυτὸν ἀπάτα μηδὲ λέγε, ὅτι πρὸ τῆς ἐμῆς προφητείας ἐγίνωσκες αὐτά· πόθεν γάρ σοι παρῆν ταῦτα γινώσκειν; πλὴν οὐδέν σε ἐκ τούτων ὠφεληθήσεσθαι τῶν λόγων πέπεισμαι. Οἶδα γὰρ καὶ πρὸ τούτου γινώσκων, ὡς ἀθετῶν ἀθετήσεις· διὸ παρ' ἐμοὶ ὡς παρὰ θεῷ προγνώστῃ πάντων καὶ πρὶν γεννηθῆναί σε ἄνομος καὶ παράνομος ἐκέκλησο. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἀσύνθηκος ἐκ κοιλίας ἐκλήθης· ὅμως γοῦν οὐ διὰ σέ, ἀλλὰ διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐντεῦθεν ἤδη καὶ προεῖπον καὶ ἐπέδειξά σοι τὸν μέλλοντα κατὰ τῶν σῶν πολεμίων ἐπιέναι ὄλεθρον σπουδάζων διὰ πάσης προφάσεως σωθῆναί σε. Ὅθεν ἐν τῷ παραδιδόναι σε τοῖς ἐχθροῖς σου οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε· ἐπ' ὠφελείᾳ δὲ τῇ σῇ καὶ τοῦτ' ἔπραττον ὡς ἂν τοῦτον σωφρονισθείης τὸν τρόπον, ὅτι μὴ τὴν διὰ λόγων καὶ παραινέσεων ὑπεδέξω παιδείαν. τοῖς δὲ πολεμίοις οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε, ἀλλὰ τῶν σῶν ἁμαρτημάτων καὶ ἀσεβημάτων χάριν· «ταῖς γὰρ ἁμαρτίαις ὑμῶν ἐπράθητε». καὶ ὅμως οὐδ' οὕτως εἴασα ὑμᾶς διὰ παντὸς τοῖς ἐχθροῖς δουλεύειν, ἀλλὰ πάλιν λυτρώσομαι καὶ ὥσπερ ἀπὸ καμίνου πτωχείας ἐκ τῆς ὑπὸ τοῖς Βαβυλωνίοις κακώσεως αὖθις ὑμᾶς ἐλευθερώσω. Καὶ ταῦτα πάντα διὰ τὸ ἐμὸν ποιήσω ὄνομα, ἐπειδὴ λαβόντες εἰς τὸ περιττὸν οἱ πολέμιοι τὴν ἐμὴν κατεβλασφήμουν θεότητα. οὐκ ἐνόμιζον δὲ παραδεδωκέναι ὑμᾶς αὐτοῖς, θρασυνόμενοι δὲ καὶ μέγα φρονοῦντες ἐφ' ἑαυτοῖς τὸ μηθὲν εἶναί με ὑπελάμβανον, τοὺς δὲ αὐτῶν ἐδόξαζον θεοὺς ὡς αἰτίους αὐτοῖς γενομένους τῆς καθ' ὑμῶν νίκης. διὸ τὴν ἐμαυτοῦ δόξαν οὐ καθυφίημι οὐδὲ ἑτέρῳ παραχωρήσαιμι τὴν ἐμὴν θεότητα, ἥτις δικαιοσύνης τῆς εἰς πάντας ἀνθρώπους ἐκτεινομένης συνίσταται.
2.34.1
Ἔτι καὶ ταῦτα πρὸς τοὺς αὐτοὺς καὶ περὶ τῶν αὐτῶν ὁ λόγος ἀποτείνεται καί φησιν· Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ, ἢ κατὰ τὸν Σύμμαχον· ὁ κλητός μου, κατὰ δὲ τὸν Ἀκύλαν· κλητέ μου. ἐν τούτοις τοὺς κατορθοῦντας ἀνακαλεῖται διὰ τῶν ἔμπροσθεν ἑτέρους τοὺς παρ' αὐτοῖς διαβεβλημένους ὀνομάσας, ἀλλ' ἐνταῦθα τοῖς κρείττοσι διαλέγεται, οὓς κλητοὺς αὐτοῦ ὀνομάζει· ἦσαν γὰρ ἐξ ἐκείνου «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί», πλὴν οἱ δηλούμενοι οὐκ ἦσαν ἐκλεκτοί, ἀλλὰ κλητοί. ὑπομιμνῄσκει δὲ αὐτοὺς τῆς ἑαυτοῦ θεολογίας πρῶτον καὶ ἔσχατον εἶναι ἑαυτὸν λέγων. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· ἐγὼ πρῶτος καὶ ἐγὼ ἔσχατος. εἴρηται δέ που «περὶ τοῦ μονογενοῦς τοῦ θεοῦ», ὅτι αὐτός ἐστιν «ὁ πρῶτος καὶ ἔσχατος», καί· «τὸ Ἄλφα καὶ τὸ Ὦ». πῶς δὲ πρῶτος καὶ πῶς ἔσχατος, ἑξῆς διασαφεῖ φάσκων· «ὁ ζῶν, καὶ ἐγενόμην νεκρός». ἀρχὴ μὲν γὰρ ζωῆς αὐτός, ὅτι «αὐτὸς ἦν ἡ ζωή», καὶ ἔσχατος δὲ πάλιν αὐτός, ἐπεὶ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ γενόμενος ὑπήκοος τῷ πατρὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Εἶθ' ἑξῆς τὴν ὑπερμεγέθη δύναμιν αὐτοῦ παρίστησι φάσκων· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν. διὸ λέγεται ἐν Παροιμίαις· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν». ἀλλὰ καὶ ἡ δεξιά μου ἐστερέωσέ φησι τὸν οὐρανόν, ἢ τοὺς οὐρανοὺς κατὰ τοὺς λοιπούς, δηλαδὴ τὰς θείας καὶ οὐρανίας δυνάμεις. καὶ ἐπιφέρει· καλέσω αὐτούς, καὶ στήσονται ἅμα· ὡς γὰρ δεσπότῃ προστάττοντι ὑπακούσουσιν αἱ προλεχθεῖσαι δυνάμεις, ἀλλὰ καὶ συναχθεῖσαι ἐπὶ τὸ αὐτὸ ἑστᾶσιν ἀκουσόμεναι τῶν αὐτοῦ λόγων. τοῦτό τοι ἐδήλου καὶ ἐν ἀρχῇ τῆς βίβλου φάσκων ὁ λόγος· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν». δυσωπεῖ δὲ διὰ τούτων τοὺς ἀκούοντας· εἰ γὰρ αἱ θεῖαι δυνάμεις τοιαύτην ἐνδείκνυνται σὺν εὐλαβείᾳ ὡς πρὸς δεσπότην τῶν ὅλων ὑπακοήν, ὑμεῖς ἄνθρωποι ὄντες, πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; ἀντὶ δὲ τοῦ· τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; ὁ Σύμμαχος τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν, ὃς ποιήσει τὸ θέλημα αὐτοῦ ἐξέδωκεν. ὅτι δὲ καὶ αἱ οὐράνιαι δυνάμεις ὑπακούουσι καλούμεναι καὶ ἄγονται ἀκουσόμεναι τῆς τοῦ θεοῦ βουλῆς, πόθεν ἐγνώσθη ἀνθρώποις τοῦτο; εἰ γνῶναι ποθεῖς μάνθανε, ὅτι αὐτὸς ὁ κύριος ἀπήγγειλε καὶ σοὶ τοῦτο φανερὸν ἐποίησε διὰ τὸ ἀγαπᾶν σε, κατὰ δὲ τὸν Ἀκύλαν τοῦτον εἴρηται τὸν τρόπον· τίς ἐν ἀνθρώποις ἀπήγγειλε ταῦτα, κύριος ἠγάπησεν αὐτόν, ὁμοίως τῷ Συμμάχῳ φήσαντι· τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν. αὐτὸς οὖν οὗτος, ὃν ὁ κύριος ἠγάπησεν, ἀκουστὰ ἐποίησε ταῦτα ἀνθρώποις· ὁ δ' αὐτὸς οὗτος, ὃν ἠγάπησε κύριος, «τὸ θέλημα τοῦ πατρὸς» ἐνεργήσει τὰ προλεχθέντα διὰ τῶν ἔμπροσθεν κατὰ τῆς Βαβυλῶνος ἐπάξων καὶ ἀνακαλεσάμενος τὸν ἑαυτοῦ λαὸν ἀπὸ τῆς πολεμίας γῆς, ἐπανάξων τε αὐτὸν εἰς τὴν οἰκείαν καὶ ὁδηγήσων τὴν ὁδὸν αὐτοῦ. ταῦτα μὲν οὖν κατὰ καιρὸν τὸν μέλλοντα ποιήσω, ὑμεῖς δὲ ταῦτα προμεμαθηκότες οὐκ ἐν κρυφῇ λαλούμενα, ἀλλὰ μετὰ παρρησίας ὑμῖν ἀπαγγελλόμενα, ἥκετε πρός με σπεύδοντες. καὶ γὰρ ὅτε ἐβουλεύετο ταῦτα ὁ πατήρ, παρ' αὐτῷ ἤμην, καὶ νῦν αὐτὸς κύριος ὢν ὁ ἐπὶ πάντων θεὸς καὶ τὸ πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ ἀπέστειλέ με τὰ ἅπαξ ὑπ' αὐτοῦ ὡρισμένα διαπράξασθαι. Ἄκουε τοίνυν, ὦ Ἰσραήλ, ἅπερ διδάσκει σε ὁ ῥυσάμενός σε κύριος· μέμνησο δὲ μεταξὺ παντὸς λόγου, πῶς ἐγώ εἰμι ὁ θεός σου, «καὶ οὐκ ἔστιν ἕτερος»· ταῦτα γὰρ πάντα δείκνυμί σοι ὑπὲρ τοῦ εὑρεῖν σε «ὁδὸν σωτηρίας». εἰ γοῦν καὶ τὴν ἀρχὴν ὑπήκοός μοι ἐγεγόνεις, οὐκ ἄν ποτε τοῖς ἐχθροῖς παρεδόθης· τοσοῦτο δὲ «πλῆθος εἰρήνης» ἐφυλάττετό σοι ὡς ποταμοῦ ῥεύματι ἐοικέναι τὸ πολὺ «πλῆθος» τῆς ἐπιρρεούσης σοι ἐξ ἐμοῦ «εἰρήνης», διαβόητος δ' ἂν ἐγένετό σου ἡ δικαιοσύνη ὥσπερ τι κῦμα θαλάσσης εἰς τὰς πάντων ἐξήχουν ἀκοάς. τήρει δὲ ἐν τούτοις, ὅπως ποταμῷ ἀπεικάζει «τὸ πλῆθος τῆς εἰρήνης» καὶ κύματι θαλάσσης, ἢ κύμασι θαλάσσης κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, τὴν τοῦ λαοῦ δικαιοσύνην, ἵν' εἴ ποτε συμβαίη λέγεσθαι. καὶ ἐπὶ ἑτέρων μὴ πάντως ἐπὶ τὸ πρόχειρον ἐκπίπτοι μὲν ὡς νομίζειν περὶ θαλάσσης καὶ ποταμῶν σωματικῶν τὰ τοιαῦτα λέγεσθαι, ἀλλὰ καὶ τὸ σπέρμα σού φησιν ἐπληθύνθη ἂν εἰς ἀνήριθμον πλῆθος ὡς τῇ ἄμμῳ παραβάλλεσθαι αὐτὸ καὶ τῆς κοιλίας σου τὰ γεννήματα τῷ χοῒ τῆς γῆς ἀπεικάζεσθαι πλήθους ἕνεκα, εἰ ἐγεγόνεις φύλαξ τῶν ἐμῶν ἐντολῶν. ἀντὶ δὲ τοῦ· ὡς ὁ χοῦς τῆς γῆς, ὡς αἱ κέγχροι αὐτῆς, οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασιν. εἰ μὲν οὖν σωματικώτερον ταῦτά τις ἐκδέχοιτο ὡς πρὸς Ἰουδαίους σαρκίνους ὄντας καὶ σωματικωτέρους, εἴποι ἂν εἰρῆσθαι τὴν ἐπαγγελίαν σεμνυνομένως ἐπὶ τῇ τῶν παίδων πολυπληθείᾳ διὰ τὸ μηδὲν σεμνὸν μηδὲ θεοπρεπὲς ἐννοεῖν. εἰ δὲ πρὸς τὴν ἐπαγγελίαν τοῦ θεοῦ τὸ ἀξίωμα τοῦ λέγοντος ἀπίδοις, νόει μοι σπέρμα τὸ ἐκ τοῦ Ἰσραὴλ ἐκεῖνο καὶ τὸ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον ἐν τῷ· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν», δι' οὗ ἐδηλοῦτο ὁ ἀποστολικὸς χορὸς καὶ πάντες οἱ τοῦ σωτῆρος ἡμῶν ἐξ Ἰουδαίων γενόμενοι μαθηταί. οἱ πατέρες κατέστησαν τῶν τῆς οἰκουμένης ἐκκλησιῶν καὶ τοῦ πλήθους τῶν ἐν αὐταῖς κατὰ θεὸν ἀναγεννημένων, «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν». ἀλλὰ ταῦτά φησιν ἐγένετο ἂν περὶ σέ, εἰ ἤκουσας τῶν ἐντολῶν μου. εἴποι δ' ἄν τις ὡς πρὸς Ἰουδαίους καὶ μὴ παρακούσασιν αὐτοῖς καὶ μὴ φυλάξασι τὰς ἐντολάς, ἀλλὰ καὶ εἰδωλολατροῦσι καὶ «τοὺς προφήτας ἀναιροῦσι» πολυπλήθει τὰ τῆς κατὰ σάρκα παιδοποιΐας. πῶς οὖν ὡς ἐξαίρετον ἐπαγγελίαν μεθ' ὑποστολῆς ὑπισχνεῖται ὁ λόγος φάσκων· εἰ τάδε πεποιήκεις, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κύματα θαλάσσης, καὶ τὸ σπέρμα σου καὶ τὰ ἔκγονά σου. τοσάδε τῷ πλήθει εἰ μὲν οὖν δικαιοπραγοῦσιν αὐτοῖς «τὸ τῆς εἰρήνης πλῆθος» παρῆν καὶ σὺν τούτῳ τὰ τῆς πολυπαιδίας, οὐκ ἦν ἄλλο τι φάναι. εἰ δὲ κακῶς πράττοντες εἰρήνης μὲν «μακρὰν ἀφεστήκασι» ὡς τοῖς ἐχθροῖς αὐτοὺς εἰσέτι καὶ νῦν δεδουλῶσθαι, «ἔρημον» δὲ «καὶ ἄβατον» αὐτοῖς εἶναι τὸν πάλαι σεπτὸν καὶ ἅγιον τόπον, λελῦσθαι δὲ αὐτῶν τὰ νόμιμα καὶ τὴν βασιλείαν, οὕτω δὲ πράττοντες κακῶς ἐν μόνῃ τῇ τῶν σωμάτων γονῇ σκωλήκων δίκην πληθύνουσιν. ὥρα μὴ ἑτέρως ἢ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν ἑρμηνείαν τὴν τῆς προφητείας διάνοιαν παραδέχεσθαι, ἀλλὰ καὶ νῦν φησιν, ὅτε μὴ τὰς ἐντολὰς ἐφυλάξατε, ἀλλ' ὅμως διὰ τὴν ἐμὴν φιλανθρωπίαν οὐ μὴ ἐξολοθρευθῆτε οὐδὲ μὴ ἐξαλειφθήσεται τὸ ὄνομά σου ἐνώπιόν μου, ἢ κατὰ τὸν Σύμμαχον· ἐξ ἔμπροσθέν μου. Διόπερ ἐντεῦθεν ἤδη ἐπαγγελλόμενος μὴ ἐξολοθρεῦσαί σε μηδὲ ἐξαλείψειν τὸ ὄνομά σου, εἶπά σοι ἐξιέναι ἀπὸ Βαβυλῶνος ἄφετον καὶ ἐλεύθερον τοῦ τῶν πολεμίων φόβου γενόμενον. λαβὼν δὲ τὴν ἐξουσίαν τῆς εἰς τὰ οἰκεῖα ἐπανόδου μὴ ὑπτίως μηδὲ νωχελῶς ποιοῦ τὴν πορείαν σὺν πάσῃ δὲ σπουδῇ· ἀπαντήσει γάρ σοι φωνὴ εὐφροσύνης ἐντεῦθεν ἤδη ἀκουομένης, ἀλλὰ καὶ πάντες οἱ τούτων τῶν ἐμῶν λόγων ἀκούοντες συγχαρήσονταί σου τῇ σωτηρίᾳ. βοήσονταί τε εἰς ἐξάκουστον ὡς πᾶσι τοῖς εἰς τὰ ἔσχατα τῆς γῆς οἰκοῦσι τὴν ἀκοὴν γνωσθῆναι λεγόντων· Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. καὶ ἐὰν διψήσωσι, δι' ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος. καὶ ταῦτα δὲ πρὸς μὲν ἱστορίαν οὐκ ἐπληροῦτο κατὰ τὸν χρόνον τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἠλευθερωμένων ὑπὸ Κύρου καὶ Δαρείου τῶν βασιλευσάντων ἐν Πέρσαις· πρὸς δὲ διάνοιαν, ἐπεὶ μὴ ἔστι πρὸς λέξιν εὑρεῖν ἐν τῇ ἱστορίᾳ πέτραν ὑδάτων ῥεύσασαν κατὰ τὴν ἐπάνοδον τοῦ λαοῦ, φήσομεν τοῖς τῆς νοητῆς αἰχμαλωσίας ἠλευθερωμένοις, περὶ ὧν ὁ Χριστὸς ἔλεγε τοῦ θεοῦ· «εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν» ἐπαληθεύειν τὴν ἐπαγγελίαν. τούτοις γὰρ αὐτοῖς τὸ λογικὸν πόμα ἐκ τῆς ἀληθινῆς πέτρας ἐξομβρεῖ· «ἡ πέτρα δὲ ἦν ὁ Χριστὸς» κατὰ τὸν Ἀπόστολον· ὃ δὴ καὶ παρίστησιν αὐτὸς ὁ σωτὴρ ἡμῶν λέγων· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον». τὰ μὲν οὖν τῆς ἐπαγγελίας τοῦ θεοῦ τοιαῦτα ἐπεὶ δὲ συνεώρα ὁ λόγος πολλοὺς τῶν ἀκροωμένων τῆς προφητείας ἀναξίους γενομένους τῶν ἐπαγγελιῶν, ὅπως μὴ ἀδιακρίτως Ἰουδαίων παῖδες ὑπολάβωσι περὶ αὐτῶν εἰρῆσθαι τὰ λεγόμενα, ἀναγκαίως ἐπιφέρει ταῖς ἐπαγγελίαις τό· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος· εὐσεβοῦσι γὰρ πᾶσα παρέσται ἡ παρὰ θεοῦ τρυφὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ ὅσα ἐπήγγελται ἄλλα, τοῖς δὲ ἀσεβοῦσιν οὐδεὶς λόγος πρὸς τὰ ἐπηγγελμένα.
2.35.1
Αὐτάρκως ὁ λόγος διαλαλήσας τὰ κατάλληλα τῷ Ἰουδαίων λαῷ ἐξ ἑτέρας ἀρχῆς διὰ τῶν προκειμένων αὖθις ἐπὶ τὴν τῶν ἐθνῶν μεταβαίνει κλῆσιν ὁμοῦ καὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφανείας θεσπίζων. διὸ ἀνακαλεῖται ἀρχόμενος τὰς ἐκκλησίας τοῦ θεοῦ τὰς ἁπανταχοῦ γῆς μεταξὺ τῶν ἀπίστων ἐθνῶν ἱδρυμένας καὶ ὥσπερ ὑπὸ θαλάσσης πανταχόθεν περικλυζομένας ὑπὸ τῶν τῆς κακίας ἁλμυρῶν κυμάτων. διὸ νήσους αὐτὰς ὀνομάζει καί φησιν· Ἀκούσατέ μου, νῆσοι. ἀλλ' ἵνα μή τις συκοφαντῇ τὴν ἡμετέραν ἑρμηνείαν ὡς οὐκ ὀρθῶς ἀποδεδομένην, διασαφεῖ τοῦ λόγου τὴν διάνοιαν ἐπιφέρων ἑξῆς καὶ λέγων· καὶ προσέχετε, ἔθνη, μονονουχὶ σαφῶς διαστελλόμενος, ὅτι μὴ πρὸς Ἰουδαίους τὰ παρόντα συντείνει μηδ' ὡς ἔτυχε πρός τινας προχείρως νοουμένας νήσους, ἀλλὰ πρὸς τὰ ἔθνη καὶ τὰς μεταξὺ τῶν ἐθνῶν μεσολαβουμένας τοῦ θεοῦ ἐκκλησίας. ὅθεν κατὰ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· Ἀκούσατέ μου, νῆσοι, καὶ ἀκροάσασθε, ἔθνη. τί τοίνυν βούλεται διδάξαι τὰς ἐκκλησίας αὐτοῦ, ἐπιλέγει· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. καὶ πρῶτον ἐπιτηρητέον, ὡς ἐκ προσώπου τοῦ κυρίου ταῦτα προφέρεται καὶ τὰ ἑξῆς τούτοις ἐπιφερόμενα, ἐν οἷς αὐτὸς ὁ τοῦ λόγου κατάρξας κύριος ὡς περὶ ἑτέρου διδάσκει τὰ ἐπιλεγόμενα, ἀλλὰ καὶ γεγεννῆσθαι ἑαυτὸν ὁμολογεῖ καὶ δοῦλον ἑαυτὸν ὀνομάζει καὶ ὅσα ἄλλα παρίστησι διὰ τῶν ἑξῆς ἐπιφερομένων. τί δὴ οὖν προσφωνῶν ταῖς νήσοις καὶ τοῖς ἔθνεσιν ὁ παρὼν κύριος διδάσκει, ἐπακουστέον. μὴ νῦν φησιν ὅτε ταῦτα διεξέρχομαι προσδοκήσητε τῶν λόγων ὄψεσθαι τὰ ἀποτελέσματα· μακρὸς γὰρ ἔσται μεταξὺ χρόνος, ἐν ᾧ δι' ἔργων συστήσεται τὰ προφητευόμενα. ἀντὶ δὲ τοῦ· διὰ χρόνου πολλοῦ στήσεται, οἱ λοιποὶ ἑρμηνευταὶ μακρόθεν εἰρήκασι, συνάψαντες τὸ μακρόθεν τῇ ἀνωτέρω διανοίᾳ, διόπερ ὁ Σύμμαχος καὶ ἀκροάσασθε, ἔθνη, μακρόθεν ἡρμήνευσεν. εἶτ' ἐπήγαγε· κύριος ἐκ γαστρὸς ἐκάλεσέ με καὶ ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου· τοῦτο γὰρ παιδεύθητε, ὦ ἔθνη καὶ ὑμεῖς αἱ νῆσοι. ποῖον δὲ τοῦτο ἢ ὅτι κύριος ὁ πάντων δεσπότης καὶ πρὶν εἰς ἀνθρώπους ἐμὲ τὸν κύριον προελθεῖν ἔτι κυόμενον κατὰ γαστρὸς ἀνεκαλέσατο, αὐτὸς δέ μοι καὶ ὄνομα ἐδωρήσατο; ὅτι μὲν ὡς αὐτῷ μόνῳ γνώριμόν ἐστι· κατὰ καιρὸν δὲ καὶ ὑμῖν αὐτοῖς, λέγω δὴ πᾶσι τοῖς ἔθνεσι, φανερὸν γενήσεται. Ἀλλὰ καὶ ἔθηκεν ὁ αὐτὸς θεὸς καὶ πατὴρ τὸ ἐμὸν τοῦ ταῦτα λέγοντος κυρίου στόμα ὡς μάχαιραν ὀξεῖαν, τμητικὴν οὖσαν εἰς τὸ διαιρεῖν καὶ ἀφορίζειν τοὺς ἀξίους τοῦ θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. ὃ δὴ καὶ ἐν Εὐαγγελίοις ὁ αὐτὸς ἐμαρτύρει λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν»· οὕτως οὖν καὶ ἐνταῦθά φησιν· καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν. καὶ ἐπιλέγει· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με τὴν κρύφιον καὶ τὴν τοὺς πολλοὺς λανθάνουσαν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ὧδέ πη αἰνιξάμενος. ὥσπερ δὲ μάχαιραν ὀξεῖαν τὴν γλῶσσαν ἑαυτοῦ ὠνόμασεν, οὕτω καὶ βέλος ἐκλεκτόν φησι τεθεῖσθαι ἑαυτὸν ὑπὸ τοῦ πατρός, ἵν' ὅτε βούλοιτο τιτρώσκῃ τοὺς ἀξίους τῶν αὐτοῦ κέντρων· ὁποία ἦν ἡ λέγουσα ψυχή· «ὅτι τετρωμένη ἀγάπης ἐγώ». πλὴν ἀλλὰ καὶ τοῦτο τὸ βέλος ὡς ἐν φαρέτρᾳ καὶ θήκῃ βελῶν ἀπέκρυψεν ὁ θεὸς καὶ πατήρ, ἵνα μὴ πάντες αὐτὸ θεωρῶσι μηδὲ νοῶσιν εἰ μὴ μόνον οἱ ἄξιοι. καταλλήλως δὲ ἐπὶ τῇ τοῦ βέλους ἐπηγορίᾳ τῷ τῆς φαρέτρας ὀνόματι κέχρηται. φαρέτραν δὲ καὶ βελοθήκην οὐκ ἂν ἁμάρτοις εἰπὼν τὸ σαρκίον ὃ ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος ἐπιδημῶν ἀνθρώποις. Τοιοῦτον δὲ κατεσκεύασας ἐμὲ τὸν ταῦτα λέγοντα κύριον, ὁ ἐμὸς θεὸς καὶ πατὴρ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. ἐπειδὴ γὰρ προῆλθες ἐκ κοιλίας μητρὸς καὶ γένεσιν ὑπέμεινας τὴν ἐκ σπέρματος Ἰσραήλ, οὐκ ἐν ἑτέρῳ τε γένει οὐδ' ἐν ἀλλοφύλοις ἔθνεσι τὴν ἐνανθρώπησιν ἐποιήσω, ἀλλ' ἐν τῷ Ἰσραὴλ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» καὶ «ἐκ φυλῆς Ἰούδα» γενόμενος, εἰκότως καὶ αὐτὸς Ἰσραὴλ χρηματιεῖς ἂν καὶ δοῦλος διὰ τὸ «μορφὴν δούλου» «ἀνειληφέναι» καίτοι «μονογενῆ» ὄντα «υἱόν»· ἀλλὰ γὰρ ὁμοίως τοῖς ἔμπροσθεν καὶ ἐνταῦθα τὸ μὲν τοῦ υἱοῦ ὄνομα ἀποκρύπτει, δοῦλον δὲ ὀνομάζει τὴν τοῦ υἱοῦ προσηγορίαν τῇ αὐτοῦ παρουσίᾳ καὶ τῇ δι' αὐτοῦ πᾶσιν ἀνθρώποις ἀνακαλυφθείσῃ χάριτι ταμιευόμενος. εἶθ' ὅπερ οὐδενὶ τῶν πώποτε δούλων ὑπῆρξεν, τοῦτο διὰ σοῦ φησι γενήσεται· ἐν σοὶ γὰρ δοξασθήσομαι. ταῦτα μὲν οὖν ὁ θεὸς καὶ πατήρ· ἐγὼ δὲ ὁ ταῦτα λέγων κύριος τούτων ἀκούσας τῶν λόγων ἀπεκρινάμην καὶ εἶπον· Καὶ πῶς «δοξασθήσῃ ἐν ἐμοί, ὦ πάτερ»; ὁπότε πολλὰ καμὼν καὶ μυρίους κόπους ὑπομείνας ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας οὐδὲν ἤνυσα· οἱ πλείους γὰρ αὐτῶν «ἐναπέμειναν τῇ ἀπιστίᾳ» καὶ πρῶτόν γε τὸ Ἰουδαίων ἔθνος. διό φημι· Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. εἶτ' ἐπιφέρει· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου, ἢ κατὰ τὸν Σύμμαχον· τὸ κρίμα μου παρὰ τῷ κυρίῳ καὶ τὸ ἔργον μου παρὰ τῷ θεῷ μου. εἰ γὰρ καὶ μὴ ἄνθρωποι κατορθοῦσι μηδὲ ἀξίως τῶν ἐμῶν πόνων, ὧν ὑπέμεινα δι' αὐτούς, ὠφελοῦνται· ἀλλ' ἐγὼ τὰ παρ' ἐμαυτοῦ πράξας ἐναντίον τοῦ θεοῦ μου τὸ πατρικὸν ἐτελείωσα βούλημα. διὸ πρώτοις αὐτοῖς ἐκήρυξα τοῖς ἐκ περιτομῆς τὴν πατρικὴν χάριν· ὁ γὰρ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ καὶ ἐκ τοῦ Ἰσραὴλ «τὸ σῶμά μοι κατασκευάσας» πρώτοις αὐτοῖς κηρύξαι βεβούληταί με τὴν αὐτοῦ χάριν εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ. εἰκότως οὖν παραινεῖ λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». ὁ μὲν οὖν πατὴρ εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ εὐδόκησε τὴν εἰς ἀνθρώπους πάροδόν με ποιήσασθαι εἰπών· ἐν σοὶ δοξασθήσομαι. ἐγὼ δὲ «τὴν ἀπιστίαν καὶ τὴν σκληροκαρδίαν» θεωρῶν τοῦ Ἰσραὴλ εἶπον ἤδη πρότερον, ὅτι κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. καὶ ἐν ἑτέροις τοῦτ' αὐτὸ δηλῶν εἶπον· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν»; νῦν δέ φημι, ὅτι εἰ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσι καὶ τῇ ἑαυτῶν ἐπιμένουσι σκληροκαρδίᾳ, ἀλλ' ἐγὼ συναχθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς· μόνη γὰρ ἡ παρ' αὐτοῦ μοι δόξα πεφύλακται, καὶ αὐτός μού ἐστιν ἰσχύς. τὰ γοῦν θαυμάσια καὶ παράδοξα ἔργα τὰ δι' ἐμοῦ πεπραγμένα τῆς αὐτοῦ δυνάμεως ἦν παραστατικά. Ἑξῆς τούτοις ἐπιλέγει· καὶ εἶπέ μοι Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. καὶ γὰρ ἦν ὡς ἀληθῶς μέγιστον ἔργον τοῦ σωτῆρος ἡμῶν τὸ «μορφὴν δούλου» «ἀναλαβεῖν» καὶ τὴν ἐν ἀνθρώποις ὑπομεῖναι γέννησιν. διὸ εἴρηται πρὸς αὐτόν· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. τὸ δ' αἴτιον τοῦ δοῦλον γενέσθαι τὸν σωτῆρα τοῦτ' ἦν, λέγω δὲ τό· στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς Ἰσραὴλ ἐπιστρέψαι. διὸ αὐτοῖς πρώτοις «ἐκήρυττεν αἰχμαλώτοις» οὖσι τὰς ψυχὰς «τὴν ἄφεσιν καὶ τυφλοῖς» οὖσι «τὴν ἀνάβλεψιν». ἐπειδὴ δὲ μὴ παρεδέχοντο τὴν χάριν ἐκεῖνοι, ἀκολούθως εἴρηται ἑξῆς· ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἑξῆς τούτοις τὸ προφητικὸν πνεῦμα τοῖς ἔθνεσι προσφωνεῖ λέγων· Οὕτως λέγει κύριος. εἶτ' ἐπεὶ μὴ ἐγίνωσκον, τίς ποτε ἦν ὁ κύριος ἐπιφέρει· ὁ ῥυσάμενος τὸν Ἰσραήλ, κατὰ δὲ τὸν Σύμμαχον· ὁ λυτρούμενος τὸν Ἰσραήλ, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· ἀγχιστεύων Ἰσραήλ. αὐτὸς γάρ φησιν ἐκεῖνος ὁ πάλαι τὸν Ἰσραὴλ ῥυσάμενος «ἐκ χειρὸς Αἰγυπτίων», αὐτὸς δὲ ὑμῖν τοῖς ἔθνεσι ταῦτα προσφωνεῖ καὶ διατάττεται λέγων· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· ὅσῳ γὰρ «ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου καὶ θανάτου σταυροῦ», τοσούτῳ ὑμεῖς αὐτὸν δοξάζετε, λέγω δὲ τοῦτον τὸν βδελλυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν ἀπίστων τῶν δουλευόντων «τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου», λέγω δὲ τοῖς πονηροῖς δαίμοσιν, οἳ γὰρ ἔτι τούτοις καταδεδουλωμένοι τὸν Χριστὸν τοῦ θεοῦ βλασφημοῦντες βδελλύττονται, διασύροντες καὶ χλευάζοντες καὶ φαυλίζοντες αὐτοῦ τὸν θάνατον. ἀλλὰ γὰρ ὑμεῖς οἷς ὁ λόγος προσφωνεῖ τοῦτον αὐτὸν ἁγιάσατε δοξάζοντες, ἐπεὶ καὶ «πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πᾶσά τε γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». τότε γοῦν τότε βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ, «ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ», «κρίνων ζῶντας καὶ νεκρούς». τότε γὰρ πάντες προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου τοῦ πατρὸς αὐτοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ, ὁ ἐκλεξάμενος αὐτόν. ἀντὶ δὲ τοῦ· καὶ ἐξελεξάμην σε, ὁ Σύμμαχος ὃς ἐξελέξατό σε εἴρηκε. Ταῦτα μὲν οὖν τοῖς ἔθνεσι παραδέδοται, τὰ δὲ ἐπιλεγόμενα εἰς αὐτοῦ πρόσωπον τοῦ σωτῆρος θεσπίζεται· ᾧ καί φησι τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ σωτῆρος· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν. σφόδρα δὲ θαυμαστῶς εἴρηται τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου, οὗτος δὲ ἦν ὁ τῆς ἀναστάσεως αὐτοῦ χρόνος· κατὰ μὲν γὰρ τὸν καιρὸν τοῦ πάθους «ἀνεβόησεν» ὁ σωτὴρ εἰπών· «ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ' ἔστι· θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες»; ἀλλὰ καὶ προσεύχεται λέγων τό· «πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο». εἶθ' ὡς ἀνανεύοντα τὸν πατέρα ἑώρα, ἐπήγαγε· «πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτό, γενηθήτω τὸ θέλημά σου». ταύτην οὖν τὴν εὐχὴν εἰς καιρὸν δεχόμενος ὁ πατὴρ μετὰ τὸ πάθος καὶ μετὰ τὴν εἰς ᾅδου κάθοδον καιρὸν τῆς ἀναστάσεως αὐτοῦ δεικνύς φησι πρὸς αὐτόν· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἀντὶ δὲ τοῦ· καὶ ἔπλασά σε, καὶ διετήρησά σε οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι. δι' ὧν αἰνιξάμενος αὐτοῦ τὴν ἀνάστασιν ἐπιφέρει· καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τῆς καινῆς διαθήκης κατὰ καιρὸν μνημονεύσας. εἶτα διασαφεῖ λέγων· τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους. πάλαι μὲν οὖν πρὸ τοῦ πάθους καὶ πρὶν χεῖρας ἐπιβαλεῖν αὐτῷ τοὺς ἐκ περιτομῆς ἐλέγετο· τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. ἀλλ' ἐπεὶ μὴ κατεδέξαντο τὴν χάριν, οὐκέτι μὲν ἐκείνων μέμνηνται, περὶ δὲ τῶν ἐθνῶν ἐνταῦθά φησι· καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, ἢ κατὰ τὸν Σύμμαχον· ἀνεγεῖραι τὴν γῆν καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας. τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων καὶ πολυθέων ψυχαὶ ἔρημοι θεοῦ καὶ ἀληθῶς παντελῶς ἠφανισμέναι. Ἀλλὰ καὶ εἰς τὸ εἰπεῖν φησι τοῖς ἐν δεσμοῖς Ἐξέλθετε· ἦσαν δὲ οὗτοι «σειραῖς ταῖς ἑαυτῶν ἁμαρτίαις κατεσφιγμένοι», οἷς τὴν ἄφεσιν κηρύξας καὶ τὸν τῆς ἀναγεννήσεως τρόπον παραδοὺς αὐτοῖς ἔργοις εἶπε τοῖς ἐν δεσμοῖς Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι· «ἦμεν» γὰρ «πάντες τέκνα ὀργῆς» καὶ «ἦμέν ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ». εἶτ' εὐαγγελίζεται τοὺς τῶν προτέρων δεσμῶν καὶ τοῦ προτέρου σκότους ἠλευθερωμένους λέγων· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι τοῦ θεοῦ ἄνδρες, αἱ θεόπνευστοί εἰσι γραφαί, ἐν αἷς βοσκόμενοι οἱ τῆς ἐπαγγελίας τυχόντες τῆς ἐνθέου καὶ λογικῆς τρυφῆς ἀπολαύουσιν ἀγαθὴν νομὴν ταύτην εὑρόμενοι, ὥστε λέγειν· «κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με». Οὕτω δὴ λογικῶς τρεφόμενοι οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος. καύσωνα δὲ καὶ ἥλιον τὸν φλογμὸν τοῦ θνητοῦ βίου ἀποκαλεῖ καὶ τοῦ νομιζομένου ἐν ἀνθρώποις φωτὸς τὴν πρόσκαιρον ἀπόλαυσιν. ἀλλ' οὐδὲ ταῦτά φησι καθάψονται αὐτῶν, ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· πολλαὶ δὲ «πηγαὶ Ἰσραὴλ» καὶ «πηγαὶ σωτηρίου», αἱ μὲν τῆς παλαιᾶς διαθήκης, αἱ δὲ τῆς καινῆς. Καὶ θήσω δέ φησι πᾶν ὄρος εἰς ὁδόν, ἵνα μηδὲν αὐτοῖς ἄναντες ᾖ μηδὲ δύσβατον καὶ τραχύ, ἀλλὰ καὶ πᾶσαν τρίβον πάλιν εἰς βόσκημα θήσειν αὐτοῖς ἐπαγγέλλεται. ἤδη καὶ πρότερον ἡμῖν εἴρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ· καθ' ἕνα μὲν τρόπον ταπεινὸν καὶ Ἰουδαϊκόν, καθ' ἕτερον δὲ πᾶν τὸ θεοσεβὲς πολίτευμα συγκρίματι ψυχῶν νοούμενον, κατὰ δὲ τὸν ἐπαναβεβηκότα τρόπον ἡ ἐν οὐρανοῖς ἀγγελικὴ πολιτεία, περὶ ἧς φησιν ὁ Ἀπόστολος· «ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν», καί· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». ὧν οὕτως ἐχόντων ὁ παρὼν λόγος πρὸς τὸ θεοσεβὲς πολίτευμα, ὃ πάλαι μὲν παρὰ Ἰουδαίοις συνεστήκει, καθαιρεθὲν δὲ καὶ ὡσπερεὶ πτῶσιν πεπονθὸς παρ' αὐτοῖς μεταβέβληται ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ προκείμενα θεσπίζει. Τίσι δὲ ταῦτα πάντα εὐαγγελίζεται, διασαφεῖ ἑξῆς λέγων· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν, τῶν τεσσάρων ἐνταῦθα κλιμάτων τῆς γῆς δηλουμένων ἑνὸς μὲν διὰ τοῦ λέγεσθαι· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἰδοὺ οὗτοι μακρόθεν ἥξουσιν σεσιωπημένης τῆς χώρας, τῶν δὲ λοιπῶν τριῶν διὰ τῶν ἑξῆς παρισταμένων· βορρᾶν γὰρ καὶ δύσιν καὶ ἀνατολὴν σαφῶς σημαίνει λέγων· οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. εἰ δὲ οἱ μὲν ἀπὸ βορρᾶ, οἱ δὲ ἀπὸ θαλάσσης, τῶν δυτικῶν δηλαδὴ μερῶν, ἄλλοι δὲ ἐκ γῆς Περσῶν, δι' ὧν τὰ ἀνωτερικὰ σημαίνεται, ἀκόλουθόν ἐστι καὶ τοὺς πρώτους τοὺς ἀπὸ γῆς πόρρωθεν λεγομένους τοὺς μεσημβρινοὺς νοεῖσθαι, ἐπεὶ δὲ ἀκατάληπτος ἀνθρώποις ἡ νότιος γῆ ἐν τοῖς μεσημβρινοῖς τοῦ παντὸς κειμένη. πόρρωθεν ἥξειν αὐτοὺς εἰκότως ἔφη· πλὴν ἀλλὰ πανταχόθεν ἐκ τῶν τεσσάρων κλιμάτων ἥξειν πρὸς τὸν θεὸν καὶ τὰς προλεχθείσας ἐπαγγελίας ἀπολήψεσθαι ὁ λόγος θεσπίζει. Εἶτ' ἐπὶ τῇ κοινῇ πάντων ἀνθρώπων σωτηρίᾳ ἐπιβοᾷ· εὐφραίνεσθε, οὐρανοί· «χαρὰ» γὰρ «ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», καὶ ἀγαλλιάσθω φησὶν ἡ γῆ, οἷα μήτηρ χαίρουσα ἐπὶ σῳζομένοις υἱοῖς. ἀντὶ δὲ τοῦ· ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὁ Σύμμαχος· ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων κελαδήσατε ὄρη αἴνεσιν εἰρήκασιν· οὐκοῦν καὶ τὰ ὄρη ὡς λογικὰ χαίρειν καὶ ἀγαλλιᾶν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ προστάττεται. εἶεν δ' ἂν ὄρη ψυχαὶ ἐπὶ γῆς μὲν ἔτι βιοῦσαι, σφόδρα δὲ εἰς ὕψος ἐπηρμέναι διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως ἢ καὶ θεῖαι καὶ οὐράνιαι δυνάμεις, αἷς εὐφραίνεσθαι παρακελεύεται, ἐπειδὴ ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. τίνες δὲ ἦσαν οὗτοι ἀλλ' ἢ οἱ προδηλωθέντες, δηλαδὴ οἱ ἀπὸ τῶν τεσσάρων κλιμάτων τῆς γῆς τοῦ παντὸς ἀνακεκλημένοι;
2.36.1
Προειπὼν γοῦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως τὰ δηλωθέντα ὡς περὶ νήσων καὶ ἐθνῶν ἀκολούθως διὰ τῶν παρόντων ἐπήγαγεν, ὅτι εἰ καὶ καθῄρηται ἡ παρὰ Ἰουδαίοις Σιών, τοῦτ' ἔστι τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὼς παρ' αὐτοῖς, ἀλλὰ μὴ λεγέτω Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· οὔτε γὰρ δυνατὸν λήθην ποιήσασθαι τὸν θεὸν τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος. καὶ παραδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἀδύνατόν ἐστι μητέρα τοῦ ἰδίου τέκνου λαθεῖν καὶ ὡς οὐ δυνατὸν μὴ ἐλεῆσαι τὴν γεννήσασαν τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, οὕτως κἀμὲ τὰς ἐν ἀνθρώποις λογικὰς ψυχὰς ὥσπερ τέκνα συστησάμενον ἀδύνατόν ἐστιν ἐπιλαθέσθαι τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος. διὸ μὴ λεγέτω ἡ Σιών Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· θᾶττον γὰρ μήτηρ ἐπιλάθοιτο τῶν ἑαυτῆς σπλάγχνων ἢ ἐγὼ τοῦ τῶν ἀνθρώπων γένους, ὅπερ δεῖ πάντως συνεστάναι, «εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ Ἑλλήνων» εἴτε ἐξ ὁποίων δὴ ἐθνῶν. σφόδρα δὲ ἀναγκαίως ἐπεξεργάζεται τὴν διάνοιαν λέγων· ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐναντίον μου εἶ διὰ παντός, δι' ὧν ἄντικρυς παρίστησι τὴν ἀληθινὴν Σιὼν ἄπτωτον εἶναι καὶ ἀκαθαίρετον ἀεὶ μένουσαν καὶ διὰ παντὸς συνεστῶσαν. ὥστ' εἴ τις αὐτῆς ἐν θεωρίᾳ γενέσθαι ποθεῖ μὴ κάτω περιβλεπέσθω μηδὲ ἐπὶ τῆς Παλαιστίνης χώρας αὐτὴν ἀναζητείτω, ἀκουέτω δὲ τοῦ θεοῦ λέγοντος αὐτῇ· ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός· χεῖρες γὰρ ὡς ἀληθῶς θεοῦ τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, μᾶλλον δὲ διατυποῦσιν αὐτὴν καὶ διαζωγράφουσιν, ὥσπερ ἐν πίνακος γραφῇ διαχαράττουσαι τὴν θέσιν καὶ τοὺς τύπους τῆς κατὰ θεὸν πολιτείας ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς συνιστῶσαι. ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος, δηλαδὴ ὁ τοῦ θεοῦ λόγος ἐδίδασκε λέγων· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». τὸ γὰρ θεοσεβὲς πολίτευμα καὶ ἡ ἄπτωτος καὶ ἀκαθαίρετος τοῦ θεοῦ πόλις ἡ λεγομένη Σιὼν καὶ ἐπὶ τῶν κατορθούντων ἐπὶ τῷ προτέρῳ λαῷ νοεῖται καὶ ἐπὶ τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρεπόντων. διὸ λέλεκται πρὸς αὐτήν· μὴ λέγε Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· οὐ γὰρ ἐπιλήσομαι σοῦ, εἶπε κύριος. ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Εἶτ' ἐπειδήπερ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν ἐκκλησία συνέστη μετὰ τὴν ἀπόπτωσιν τοῦ παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπιλέγει ἑξῆς· καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης· ὥσπερ γὰρ Ἰουδαῖοι τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, οὕτω πάλιν ἐξ αὐτῶν ἦσαν οἱ τῆς νέας οἰκοδομῆς ἐργάται, οἱ ἀπόστολοι δηλαδὴ τοῦ σωτῆρος ἡμῶν, μαθηταί τε καὶ εὐαγγελισταί, δι' ὧν ἡ ἐξ ἐθνῶν ἐκκλησία τοῦ θεοῦ ἀνεγήγερται. καὶ αὐτοὶ δὲ οὗτοι τὴν Ἰουδαϊκὴν ἐθελοθρησκείαν καθελόντες, ὡς ὁ Παῦλος διδάσκει λέγων· «εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ», τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πολιτείαν, ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται ἑξῆς οἱ ἐρημώσαντες μὲν τὴν Σιών, οὐ μὴν καὶ οἰκοδομήσαντες αὐτήν, περὶ ὧν εἴρηται· καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται. θαυμάσαι δέ ἐστιν, ὅπως πρὸς τῇ διανοίᾳ καὶ κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐπληροῦτο τοῦ παντὸς Ἰουδαίων ἔθνους μετὰ τὴν σύστασιν τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἀποβλήτου γενομένου τῆς αἰσθητῆς πόλεως τῆς κατὰ Παλαιστίνην κειμένης πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωποποιεῖ ὥσπερ τινὰ νύμφην εἰσάγων ἐπὶ πλήθει τέκνων κομῶσαν, προσφωνεῖ τε αὐτῇ λέγων· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσει. τίνας δὲ πάντας οὐκ εἴρηκεν διὰ τὸ ἤδη προφθάσαι καὶ διδάξαι, τίνες ἦσαν καὶ πόθεν οὗτοι, ἐν οἷς ἔλεγεν· «ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι ἐκ γῆς Περσῶν». οὗτοι πάντες φησὶ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ ἐπιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης· κοσμίαις γοῦν ψυχαῖς ταῖς ἐν αὐτῇ διαπρεπούσαις ἡ νύμφη τοῦ κυρίου, ἡ ἐκκλησία δηλαδὴ σεμνύνεται φαιδρυνομένη καὶ καλλωπιζομένη τῷ πλήθει τῶν ἀρετῶν καὶ τῶν ἐξ ἁγίου πνεύματος χορηγουμένων αὐτῇ χαρισμάτων. Εἶτά φησι· καὶ τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε· ἀντὶ γὰρ τῶν ἀποβλήτων τοῦ ἐκ περιτομῆς λαοῦ τὸ πολὺ πλῆθος τῆς ἐκκλησίας καθ' ὅλης τῆς οἰκουμένης ἐξ ἁπάντων ἀντεισήχθη τῶν ἐθνῶν. ἀλλ' οὗτοι μὲν εἰσεποιήθησαν, μακρυνθήσονται δέ φησιν ἀπὸ σοῦ οἱ καταπίνοντές σε. ὁποῖοι ἦσαν πάλαι πρότερον οἱ ἐν τῷ ἐκ περιτομῆς λαῷ πολλὰ δυνάμενοι ψευδοπροφῆται καὶ Φαρισαῖοι καὶ Σαδδουκαῖοι κἀκεῖνοι, περὶ ὧν ἐλέγετο· «οἱ καταπίνοντες τὸν λαὸν ὅλῳ τῷ στόματι», οὓς ἐλαθήσεσθαι καὶ μακρυνθήσεσθαι τῆς καινῆς καὶ νέας τοῦ θεοῦ πόλεως προλέγει, τοσοῦτον δὲ ἔσεσθαι τὸ πολὺ πλῆθος τῶν προσιόντων τῇ δηλωθείσῃ πόλει θεσπίζει ὡς ἐθέλειν οἰκοδομὰς εὐρυτέρας καὶ μείζους. Ὃ δὴ αὐτὸ δηλοῦται ἐν τῷ· ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπώλεσας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω· ἦσαν γὰρ ἐν ἀπωλείᾳ ποτὲ οὗτοι οἱ διὰ τῆς σωτηρίου χάριτος τῇ πολιτείᾳ τοῦ θεοῦ προσδραμόντες, οὓς ὁρῶσα ἡ ἐκκλησία τοῦ θεοῦ ἀποθαυμάσει λέγουσα· Τίς ἐγέννησέ μοι τούτους; τὸ ξένον τῆς τῶν ἐθνῶν κλήσεως ἐκπληττομένη, ὁμολογήσει τε τὴν ἐπισυμβᾶσαν αὐτῇ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀτεκνίαν. διό φησιν· ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; Εἶτ' ἐπειδήπερ ἠπόρησεν, ἀποκρίνεται πρὸς αὐτὴν ὁ θεὸς λέγων· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι, διδάσκων ὅτι υἱοὺς αὐτῆς καὶ θυγατέρας, περὶ ὧν εἶπεν, ὅτι οὗτοι δέ μοι ποῦ ἦσαν; ἐκ τῆς ἐκλογῆς τῶν ἐθνῶν πρὸς αὐτὴν συνάξει. τὴν χεῖρα δέ μού φησιν ἀρῶ εἰς τὰ ἔθνη καὶ εἰς τὰς νήσους, δηλαδὴ τῆς ἐκκλησίας τὸ σύσσημον. ποῖον δὲ τοῦτο ἢ τοῦ σωτηρίου πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τὸ εὐαγγελικὸν κήρυγμα, μεθ' ὃ ἄξουσί φησι τοὺς υἱούς σου βασταζομένους ἐν ἀγκάλαις· οὕτως γὰρ ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων· ὁ μὲν εἰπών· καὶ ἄξουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις, ὁ δέ· καὶ οἴσουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι. τίνες δὲ τοῦτο πράξουσιν ἢ πάντως που οἱ τοὺς εἰσαγομένους εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ χειραγωγοῦντες αὐτῶν τὴν φρενῶν νηπιότητα; οἷος ἦν Παῦλος λέγων Κορινθίοις· «γάλα ὑμᾶς ἐπότισα». Καὶ τιθηνοὺς δὲ ἑξῆς τῆς ἐκκλησίας τοῦ θεοῦ βασιλεῖς εἰσάγει καὶ τὰς ἀρχούσας αὐτῶν τῆς αὐτῆς γενήσεσθαι τροφούς φησιν. ὅπερ καὶ αὐτὸ κατὰ λέξιν πληρούμενον αὐτοῖς εἴδομεν ὀφθαλμοῖς τῶν κρατούντων τῆς ἀνωτάτω ἀρχῆς τιθηνῶν τρόπον διαβασταζόντων τὴν τοῦ θεοῦ ἐκκλησίαν, αἱ δὲ τούτων ἄρχουσαι, δηλαδὴ αἱ καθ' ἕκαστον ἔθνος καὶ καθ' ἑκάστην ἐπαρχίαν «ἀρχαὶ καὶ ἐξουσίαι» τῇ ἀνωτάτω βασιλείᾳ διακονούμεναι τροφῶν δίκην ἐξυπηρετήσονται τοῖς ἐνδεέσι τῆς ἐκκλησίας νεύματι βασιλικῷ τὰ σιτηρέσια χορηγοῦσαι αὐτοῖς· διὸ τροφοὶ αὐτῆς ὠνομάσθησαν, ἢ κατὰ τὸν Σύμμαχον γαλοῦχοι φήσαντα· καὶ ἄρχουσαι αὐτῶν γαλοῦχοί σου. τίς δὲ ὀφθαλμοῖς ὁρῶν «τὰς» εἰρημένας «ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ γόνυ καμπτούσας καὶ τὸ μέτωπον ἐρειδούσας ἐπὶ τοῦ ἐδάφους, οὐκ ἂν ὁμολογήσειε πρὸς λέξιν καὶ πρὸς ἱστορίαν τέλος εἰληφέναι καὶ ταύτην τὴν προφητείαν διαρρήδην φήσασαν· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν. ἐπειδὰν δὲ ταῦτά φησι δι' ἔργων χωρήσῃ, τότε γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με· καλὸν γὰρ τὸ μὴ ὀλιγωρεῖν μηδ' ἀπογινώσκειν τὴν ἐλπίδα τῶν ἐπηγγελμένων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως· οὐ γὰρ αἰσχυνθήσονται οἱ ὑπομένοντες αὐτόν. Ταῦτ' εἰπὼν ἑξῆς διδάσκει τίνα τρόπον τὰ ὑποχείρια τῷ διαβόλῳ ἔθνη ἠλευθερώθη αὐτοῦ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν δυνάμεως· λέγει γάρ· μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; γίγαντα σημαίνων τὸν διάβολον καὶ τὴν ἀντικειμένην δύναμιν. μήτι οὖν τῷ τυχόντι φησὶ δυνατόν ἐστι γίγαντα παρατάξασθαι καὶ σκυλεῦσαι τὸν οὕτως ἰσχυρόν; εἰ δὲ καὶ ἐπιχειρήσειέ τις τὸν τοιοῦτον αἰχμαλωτεῦσαι, δικαίως γε ποιῶν ἄρα σωθήσεται; οὐχὶ κρατηθεὶς ὑπὸ τοῦ γίγαντος ὡς ὑπὸ ἰσχυροτέρου κινδυνεύσει περὶ τῆς αὐτοῦ σωτηρίας; ἀντὶ δὲ τοῦ ἀδίκως ἡ Ἑβραϊκὴ λέξις δικαίως περιέχει· ὁ γὰρ αἰχμαλωτεύων γίγαντα δικαίως τοῦτο ποιήσειε καὶ ὁ σκυλεύων αὐτὸν ὁμοίως. ὅθεν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων δίκαιον ἡρμήνευσαν· δίκαιον γὰρ τὸν τύραννον καὶ πάντα τὸν ἀδίκως κατέχοντα σκυλεύειν καὶ αἰχμάλωτον ποιεῖν, ἀλλὰ γὰρ τίς οὗτος ὁ δυνατὸς παρατάξασθαι τῷ τοιούτῳ καὶ διασωθῆναι ἀνθρώπων μὲν οὐδείς, «τὸ δὲ παρὰ ἀνθρώποις ἀδύνατον ὅπως θεῷ δυνατόν ἐστιν», ἐπακούσατε· Οὕτως λέγει κύριος· καὶ γίγας σκυλευθήσεται καὶ ὁ σκυλεύων αὐτὸν σωθήσεται. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἀλλὰ καὶ αἰχμαλωσία δυνατοῦ ληφθήσεται καὶ λῆψις φοβεροῦ διασωθήσεται. τίς οὖν ἐστιν ὁ ταῦτα πράξων, εὐθὺς παρίστησι λέγων· ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι, ἑαυτὸν σαφῶς διδάξας εἶναι τὸν μόνον δυνατὸν ἀφελέσθαι τοῦ δηλωθέντος τὰ σκῦλα. εἶθ' ἑξῆς διερμηνεύει, τίνες τὰ σκῦλα τοὺς υἱοὺς αὐτοῦ εἶναι λέγων· διὸ ἐπιφέρει· τοὺς υἱούς μου ῥύσομαι, ὧν ῥυσθέντων οἱ ἀφῃρημένοι αὐτῶν ἐξ ἐπηρείας, αὐτοὶ τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα αὐτῶν ὡς οἶνον πίονται· οὐκέτι γὰρ ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι τὰς ἑαυτῶν φάγονται οὐδὲ ἐκπίνειν ἔτι τὸ αἷμα τῶν ἀνθρωπείων ψυχῶν δυνάμενοι τὸ ἑαυτῶν αἷμα πίονται ὡς καὶ μεθυσθῆναι αὐτοὺς ἐξ αὐτοῦ. τούτων δὲ οὕτως πραχθέντων αἴσθησις ἔσται πάσῃ τῇ σαρκί, τοῦτ' ἔστι πᾶσιν ἀνθρώποις καὶ τοῖς ἔτι σαρκίνοις οὖσιν, ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος. τίνα δὲ σὲ ἢ τὴν ἐμαυτοῦ πόλιν καὶ τὴν ἀποδοθεῖσαν Σιών, πρὸς ἣν πάντα ταῦτ' ἐλέγετο. τοῦτο οὖν γνώσονταί φησι καὶ ὁμολογήσουσιν ἁπαξαπλῶς πάντες ὡς οὐκ ἦν θνητῆς φύσεως τὸ κατόρθωμα τῆς τοσαύτης τῶν ἐθνῶν σωτηρίας, ἀλλὰ θεοῦ δύναμις, ἣν ἡ τοὺς ἰδίους υἱοὺς ῥυσαμένη ἀπὸ τοῦ προλεχθέντος γίγαντος καὶ τῶν σὺν αὐτῷ. καθ' ἑτέραν δὲ διάνοιαν δύναται ταῦτα ἐπὶ τοὺς κατὰ καιρὸν διώκοντας τὴν τοῦ θεοῦ ἐκκλησίαν ἀναφέρεσθαι τοῦ λόγου τὸ τέλος αὐτῶν καὶ τὴν καταστροφὴν διαγράφοντος καὶ ὡς τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα ἑαυτῶν πίονται. ὅτε καὶ γνώσονται πάντες καὶ ὁμολογήσουσιν, ὅτι μὴ θνητὴ δύναμις ἦν ἡ τὴν ἐκκλησίαν τοῦ θεοῦ ῥυσαμένη, ἀλλ' ἦν ὁ ἀντιλαμβανόμενος αὐτῆς θεὸς Ἰακώβ. ἀντὶ δὲ τοῦ· θεὸς Ἰακώβ, ἰσχυρὸς Ἰακὼβ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. εὐκαίρως δὲ τοῦ θεοῦ Ἰακὼβ ἢ τοῦ ἰσχυροῦ Ἰακὼβ ἐμνημόνευσεν ὁ λόγος ἀναπέμπων ἡμᾶς ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ Ἰακὼβ ὀφθέντα θεόν, ὃν οὐδὲ ἕτερον ὑποληπτέον εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. ἀσώματον τὸ θεῖον, ἄϋλον, ἀναφὲς καὶ ἁπλοῦν· καὶ οὐκ ἄν τις ἐπ' αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβοι σωματικήν. πλὴν τὸ γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὸ περὶ αὐτοῦ διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως δυνηθῆναι νοεῖν τοὺς ἐν αὐτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ' ἡμᾶς, ἵν' ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων κἂν τὸ ἐκ μέρους νοεῖν ἰσχύσωμεν τὰ περὶ τῆς θείας οὐσίας.
2.37.1
Διελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ τὴν δι' αὐτοῦ γενομένην τῶν ἐθνῶν κλῆσιν, τοῦ τε θεοσεβοῦς πολιτεύματος τὴν σύστασιν καὶ τὴν τοῦ δηλωθέντος γίγαντος καθαίρεσιν μεταβαίνει πάλιν ἐπὶ τὸν ἐκ περιτομῆς λαὸν ὡσπερεὶ πείθων καὶ ἀπολογούμενος, δι' ἣν αἰτίαν ἐπισκοπήσας πάντα τὰ ἔθνη αὐτοὺς ἐκδότους ἐποιήσατο. φησὶν οὖν εἰς αὐτῶν πρόσωπον· Μή μοί τις ὑμῶν καταμεμφέσθω ὡς ἐπιλελησμένῳ, ἧς ἔσῳζον πάλαι πρότερον περὶ ὑμᾶς σπουδῆς μηδέ τις καταιτιάσθω ὡς ἐμοῦ βιβλίον ἀποστασίου δεδωκότος τῇ πάλαι χώραν γαμετῆς ἐπεχούσῃ παρ' ἐμοὶ μητρὶ ὑμῶν, ἀλλὰ μηδ' ἐκβιασθέντα με ὑπόχρεως τῶν τινων πεπρακέναι ὑμᾶς νομιζέτω εἰς ἀπόδοσιν τοῦ χρέους· τούτων γὰρ οὐδὲν ἐξ ἐμοῦ γεγένηται. εἰ δὲ χρὴ τἀληθῆ λέγειν· Ὑμεῖς ἑαυτοὺς πεπράκατε ταῖς ὑμετέραις ἁμαρτίαις, ὅτι δὲ ταῦθ' οὕτως ἔχει, ὁμολογήσετε ἂν καὶ αὐτοί, ὡς ἐγὼ μὲν οὐκ ὤκνησα θεὸς ὢν καὶ κύριος τῶν ὅλων ὑποκαταβῆναι τοῦ οἰκείου μεγέθους καὶ μέχρις ὑμῶν αὐτῶν ποιῆσαι τὴν ἐμαυτοῦ παρουσίαν. Ὅθεν καὶ ἦλθον καὶ μέσος ὑμῶν γέγονα καὶ σὺν ὑμῖν ἀνθρώπου δίκην ἐπολιτευσάμην, ἐκάλεσα δὲ πάντας ὑμᾶς πρὸς ἐμαυτὸν καὶ ταῦτα πάντα ἔπραξα δι' ὑπερβάλλουσαν φιλανθρωπίαν. ἀλλ' οὐδεὶς ἦν ὁ ἀπαντῶν πρός με οὐδὲ ὑπακούων βοῶντος καὶ τοὺς πάντας ὑμᾶς πρὸς ἐμαυτὸν ἀνακαλουμένου, ἀλλ' ἔτι καὶ τοιαῦτα τετολμήκατε, ὁποῖα οὐκ ἂν ὑπομένοι ἂν ἀκοῇ. ἃ δὴ καὶ αὐτὰ ἀνεξικάκως ἤνεγκα δυνάμενος μηδὲν μηδ' ὅλως παθεῖν μηδὲ ἐπιτρέψαι τοιαῦτα τολμᾶν ἢ οὐ μέμνησθε ὑμεῖς αὐτοί, ὡς καιρῷ τινι «τὴν ἐρυθρὰν θάλασσαν ξηρὰν» κατέστησα βουληθεὶς τοὺς προπάτορας ὑμῶν δι' αὐτῆς ἀγαγεῖν καὶ «ἐπὶ τοῦ Ἰορδάνου» δὲ «ποταμοῦ» ἀναδραμόντος εἰς τοὐπίσω τοῦ ῥεύματος διῆλθον ὡς διὰ ξηρᾶς χώρας οἱ τηνικαῦτα ὑπὸ τῆς ἐμῆς δυνάμεως ποδηγούμενοι. πάντως δήπου καὶ τὰς κατ' Αἰγυπτίων δέκα πληγὰς οὐκ ἀγνοεῖτε, καθὼς ὡσπερεὶ σάκκῳ περιβαλὼν τὸν οὐρανὸν σκότος τριήμερον εἰργασάμην. Τί οὖν ὁ τοσαῦτα ἐνδειξάμενος ἐπὶ τῶν ὑμετέρων προπατόρων οὐχ οἷός τε ἤμην καὶ νῦν ἐμαυτὸν καὶ τὸ δι' ἀνθρώπους ἀναληφθέν μοι ὄργανον σωματικὸν τῶν ὑμετέρων ἐξελέσθαι χειρῶν; ἀλλ' ἐπεὶ τοῦτο ἐδόκει τῷ ἐπὶ πάντων καὶ ἀνωτάτῳ κυρίῳ, ὃς καὶ ἐμοῦ αὐτοῦ κύριος ὢν καὶ πατὴρ τυγχάνει, διὸ δὴ καὶ αὐτὸν κύριον ὀνομάζων φημί· Κύριος κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. εἰκότως «καὶ ὅτε κατηγορούμενος» «ἐσιώπων» καὶ ψευδομαρτυρούμενος παρ' ὑμῶν «οὐδὲν ἀπεκρινάμην», τοῦτ' ἔπραττον παραγγελίᾳ τοῦ πατρός, ἐπεὶ γὰρ ἐχρῆν «ὑπήκοον αὐτῷ γενέσθαι» «μέχρι θανάτου». τούτου χάριν σιωπὴν ἦγον τὰς ὕβρεις τὰς ὑπὲρ ὑμῶν ἀναδεχόμενος εὖ εἰδώς, ὅτι ποτὲ ἔσται καιρός, καθ' ὃν «οὐκέτι σιωπήσομαι», ἀλλὰ παρὰ τοῦ πατρὸς λαβὼν γλῶσσαν παιδείας ταύτῃ χρήσομαι εὐκαίρως, ἡνίκα δεῖ εἰπεῖν λόγον. γένοιτο δ' ἂν οὗτος ὁ καιρός, καθ' ὃν τὰς ἐμὰς ἐκκλησίας καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης ἱδρύσω· τότε γὰρ οὐκέτι μὲν σιωπῇ χρήσομαι, βοήσομαι δὲ εἰς ἐπήκοον πᾶσι τοῖς ἔθνεσι τὸν ἐμαυτοῦ γνωρίζων πατέρα, ὃς κατὰ τὸν εἰρημένον χρόνον χαριεῖταί μοι ὠτία ἀκουστικὰ συνιέναι δυνάμενα τῆς ἐμῆς διδασκαλίας τὸν νοῦν, ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα τῆς ἐμῆς μεταλήψεται παιδεύσεως. αὐτὸς γὰρ ὁ ἐμὸς κύριος τὰ ἐμὰ ὦτα τὰ ἐμοὶ προσεδρεύοντα καὶ ἐμοὶ μαθητευόμενα διανοίξει. διό φημι· ἔθηκέ μοι πρωΐ, ἢ κατὰ τὸν Σύμμαχον· ἔθηκέ μοι πρωῒ γύρῳ, ἢ κατὰ τὸν Ἀκύλαν· ἐγείρει ἐν πρωΐᾳ ἐν πρωΐᾳ ἐξεγείρει μοι ὠτίον τοῦ ἀκούειν· ὑμᾶς μὲν γὰρ καλῶν οὐκ εἶχον ὑπακούοντας. διὸ ἔλεγον· διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; τοῖς δὲ ὑπὸ τοῦ πατρὸς χαρισθησομένοις μοι μαθηταῖς κατὰ καιρὸν διαλεχθήσομαι τῆς τοῦ πατρὸς χάριτος, ἐμοὶ μὲν τότε λόγον παρεχούσης καὶ γλῶσσαν παιδείας, τοῖς δὲ ἐμοῖς μαθηταῖς ὠτία εἰς τὸ συνιέναι δύνασθαι τὴν τῶν ἐμῶν λόγων παιδείαν. ταῦτα μὲν οὖν οἶδα κατὰ καιρὸν γενησόμενα, τέως δὲ ἐπὶ τοῦ παρόντος ὁπηνίκα τὴν ἐμαυτοῦ πρὸς ὑμᾶς ἄφιξιν ἐποιησάμην. «ἐζήτουν» μὲν παρ' ὑμῖν τοὺς βουλομένους «σωθῆναι» οὐ μὴν εὑρίσκων, ἀλλὰ καὶ πάντας ὑμᾶς ἀνακαλούμενος, οὐκ εἶχον ὑπακούοντας, καὶ ἐπιστάντος δὲ τοῦ καιροῦ τῶν ὑμετέρων τολμημάτων βουλομένου τοῦ πατρὸς σιωπὴν ἦγον ὡς μηδὲν ἀποκρίνασθαι συκοφαντούμενον. Αὐτίκα δ' οὖν καὶ τύπτειν βουλομένοις παρεῖχον τὸν ἐμαυτοῦ νῶτον, ὑβρίζουσί τε αἰσχρῶς καὶ κατὰ τοῦ προσώπου τύπτουσι παρεῖχον τὰς σιαγόνας καὶ τὸ πρόσωπον δέ μου πληρούμενον τῶν ὑμετέρων σιέλων οὐκ ἀπέστρεφον, ἔμενον δὲ ἀδιάτρεπτος τὸν ἐμαυτοῦ σωματικὸν ἄνθρωπον ἔκδοτον παντοίαις ἀτιμίαις καὶ ὕβρεσι παρέχων μηδένα κατὰ μηδὲν ἀμυνόμενος· ἀπήρκει γάρ μοι τὸ νεῦμα τὸ πατρικόν, ᾧ «γινόμενος ὑπήκοος» τῶν ἁπάντων ἠνειχόμην εἰδώς, ὅτι ὁ κυριεύων τῶν ὅλων κύριος βοηθός μοι παρῆν. διὸ καὶ τὸ πρόσωπόν μου ὡσεὶ στερεὰν πέτραν παρέστησα πεπεισμένος, ὡς οὐ φέρει μοι αἰσχύνην ἡ πρὸς τὸν πατέρα ὑπακοή, ὃν καὶ πλησίον μου ἑστῶτα καὶ ὥσπερ ἀγωνοθετοῦντα τοῖς γινομένοις καὶ τὴν ἐμὴν δικαιοῦντα ὑπομονὴν διὰ παντὸς ἑώρων. εἰ δέ τις ἔχοι τὰς κατ' ἐμοῦ ὕβρεις καὶ τὸν θάνατον αὐτὸν ἐνδίκως ἐπενηνέχθαι μοι φάναι διά τινα πλημμελήματα, δεικνύτω παρελθὼν εἰς μέσον, εἴ τις αἰτία ἢ πρόφασις ἐξ ἐμοῦ τῆς τοσαύτης κατ' ἐμοῦ ὕβρεως γέγονεν. Εἰ δὴ βούλοιτό τις κρίνεσθαί μοι καὶ τοιοῦτό τι ἀπελέγχειν, ἐγγισάτω μοι, εἰς μέσον τε παρελθὼν στήτω καὶ ἐλεγχέτω. οὐδενὸς δὲ ἔχοντος μέμψιν ἐπαγαγεῖν μήτε τῇ διδασκαλίᾳ μήτε ταῖς πράξεσι ταῖς ὑπ' ἐμοῦ πεπραγμέναις, εἰκότως ὁ μὲν ἐμὸς κύριος βοηθὸς ἐμοὶ παρέσται. ἐπαμύνοντος γάρ φησι τοῦ θεοῦ καὶ πατρὸς καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος καὶ τὴν ἐμὴν ἱστάντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ καὶ κακῶσαι δύνασθαι τὸν παρ' αὐτοῦ βοηθούμενον; οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπόσχοιντο ἂν τῶν κατ' αὐτοῦ σκεμμάτων τε καὶ ἐγχειρημάτων διὰ προφητῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν θεὸν ὄντα καὶ κύριον καὶ υἱὸν ἀληθινὸν τοῦ πατρός. Ὑμεῖς δὲ πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς, ἢ καὶ εὐρὼς κατὰ τὸν Σύμμαχον, ἢ βρωτὴρ κατὰ τὸν Ἀκύλαν. δι' ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ' αὐτοὺς σωματικῆς λατρείας· «πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ». σῆτα δὲ καταβιβρώσκοντα αὐτοὺς τὴν συνείδησιν ὧν τετολμήκασι δηλοῖ, δίκην σκώληκος κατεσθιούσης τὴν ψυχήν· ὁρῶντες γὰρ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν καὶ τὴν ἑαυτῶν ἀπόπτωσιν, ἣν ὑπέμειναν διὰ τὰς ἀσεβείας αὐτῶν, ὑπὸ τῆς συνειδήσεως τιτρώσκονται καὶ κατεσθίονται. διὸ καὶ ἐπὶ τέλει τῆς μετὰ χεῖρας βίβλου περὶ τῶν αὐτῶν ὁ αὐτὸς θεσπίζει λέγων· «ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσται εἰς ὅρασιν πάσῃ σαρκί». Τοσαῦτα περὶ τῶν κατὰ τὸ πάθος αὐτῷ συμβεβηκότων ἐπελθὼν αὐτὸς ὁ κύριος ἐπιφέρει τοῖς αὐτοῖς προσφωνῶν· Καὶ νῦν, εἴ τίς ἐστιν ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον, ὑπακουσάτω τῷ παιδὶ αὐτοῦ. ἑαυτὸν δὲ παῖδα θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς υἱός ἐστιν ἀληθινὸς τοῦ θεοῦ καὶ πατρός. καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς οὐ «νόμου παράβασις» ἦν, ἀλλὰ βεβαίωσις νόμου διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ θεὸς καὶ τὰ αὐτοῦ θεσπίσματα. «οὐ» γὰρ «βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ». ὅθεν ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας καί φημι· Οἱ πορευόμενοι ἐν σκότει καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθετε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ. μόνον ἥκετε καὶ ὑπακούσατε, ἐπαγγελλομένῳ τε ὑμῖν σωτηρίαν πιστεύσατε. Ἀλλ' ὡς ὁρῶ, πάσης μὲν ἀγαθῆς ἐλπίδος ἑαυτοὺς ἀποκλείετε, τὸ δὲ ἑαυτῶν πῦρ σωρεύετε καὶ κατισχύετε τὴν ἑαυτῶν φλόγα τῇ ἑαυτῶν «ἐπιμένοντες ἀπιστίᾳ» καὶ ταῖς κατ' ἐμοῦ βλασφημίαις τὸ περιμένον ὑμᾶς τῆς «αἰωνίου κολάσεως» πῦρ μειζόνως ἐξάπτοντες. διὸ καὶ ἐν λύπῃ κοιμηθήσεσθε, ἢ κατὰ τὸν Σύμμαχον· ἐν ὀδύνῃ κοιμηθήσεσθε, ἢ κατὰ τὸν Ἀκύλαν· εἰς διαπόνησιν κοιμηθήσεσθε. Ἀλλ' ἵνα μὴ ταῦτα πάθοιτε, ἔτι καὶ νῦν παραινῶ ἐπιστρέψαι καὶ τούτων ἐπακοῦσαί μου τῶν λόγων. καὶ δὴ ἀκούετε, ὦ ἄνδρες οἱ προσποιούμενοί τε τὸν κύριον τιμᾶν, ἐναντία δὲ πράττοντες τῇ τοῦ κυρίου βουλῇ ἐν τῷ τὸ δίκαιον ἐλαύνειν καὶ τὴν ἀλήθειαν αὐτὴν ἔχθραν ἡγεῖσθαι, ἐπειδὴ ἐκ πολλῆς ἄγαν ἀβελτηρίας οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ' ἡμᾶς, τοῦτ' ἔστιν γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ' αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς ἀνοσίως. καθάπερ ἔφην ἀρτίως, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν εὐπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ' αὐτῷ βούλεσθαί τινας ἀποκομίζει λέγων· «πεποίθατε ἐπὶ τῷ κυρίῳ». ἐναργέστατα δὴ οὖν κύριον ἑαυτὸν καὶ θεὸν εἶναί φησιν, ἀποκομίζων ὡς ἔφην τοῦ χαμαιπετῆ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. τί οὖν ἐστιν ὅ φημι· ἀποβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. ἀντὶ δὲ τοῦ· καὶ εἰς τὸν βόθυνον, ὁ Σύμμαχος· εἰς τὴν τρυμαλιάν, ὁ δὲ Ἀκύλας· πρὸς ἐκκοπήν. ἔοικε δὲ διὰ τούτων ὁ λόγος αἰνίττεσθαι αὐτὴν ἐκείνην τὴν τὸ σῶμα τοῦ σωτῆρος ὑποδεξαμένην «πέτραν», ἐν ᾗ «ὁ Ἰωσὴφ» τὸ σπήλαιον ὤρυξεν «ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ». εἶτ' ἐνθένδε μεταβαίνει ἐπὶ τὸ παράδειγμα τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας, οἳ δίκην πέτρας ἄγονοι καὶ ἄκαρποι καὶ ἄπαιδες γενόμενοι καὶ μέχρι γήρως ἐστειρωμένοι «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει» συνέστησαν. διό φησιν· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ πεποίηκα, οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς αὐτοὶ ἐλατομήσατε, ἔσται τις ἐλπὶς ἅπασιν ἀνθρώποις σωτηρίας, ὡς μὴ ἀπολειφθῆναι τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας, τὴν δοθησομένην ἅπασι τοῖς ἔθνεσιν ἐξ ἐμοῦ διὰ τῆς εἰρημένης πέτρας χάριν. ἦν μὲν οὖν πέτρα καὶ τὸ σπήλαιον, «ὃ ἐλατόμησεν ὁ Ἰωσὴφ» «εἰς μνημεῖον», ἀλλὰ καὶ τὸν Χριστὸν αὐτὸν οἶδεν ὁ θεῖος Ἀπόστολος πέτραν ὀνομάζειν λέγων· «ἡ δὲ πέτρα ἦν ὁ Χριστός». ἐπεὶ δὲ χεῖρας ἐπιβαλόντες τὸ σῶμα τοῦ Χριστοῦ ἐλωβήσαντο κατὰ τὸ πάθος οἱ τὸν θάνατον αὐτοῦ τυρεύσαντες, εἰκότως πρὸς αὐτοὺς εἴρηται τό· ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. τοῦτο δὲ διδάσκει καὶ αὐτὸς ὁ σωτὴρ ἐν Ψαλμοῖς λέγων· «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου». μήποτε δὲ βόθυνον λάκκου ᾐνίξατο τὴν τρωθεῖσαν τοῦ σώματος αὐτοῦ «πλευράν, ἐξ ἧς αἷμα καὶ ὕδωρ ἐξῆλθεν». Ἀλλὰ γὰρ ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ καὶ τῆς ἀγόνου καὶ ἀτέκνου καὶ τὴν φύσιν ἐστειρωμένης Σάρρας παραδόξῳ καὶ θεϊκῇ δυνάμει «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει» συνέστη, οὕτω καὶ νῦν γενήσεται διὰ τῆς λατομηθείσης καὶ ὀρυχθείσης ὑφ' ὑμῶν πέτρας. δι' αὐτῆς γὰρ τῆς Σιών, λέγω δὲ τὸ θεοσεβὲς πολίτευμα, τὴν ἀπεγνωσμένην Σιὼν δὲ λέγω· καὶ σὲ νῦν παρακαλέσω, Σιών, τὸ θεοσεβὲς δηλῶν παρακαλέσω, ὅπερ εἰς ἔρημον δι' ὑμᾶς κατέστη. πλὴν αὐτὸς ἐγὼ ἀναλήψομαι τὴν ἐρημίαν αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον κυρίου. ὡς ἐν παραθέσει δὲ τῆς πάλαι ἐχούσης τὸν ἄνδρα νῦν ἡ ἐξ ἐθνῶν ἐκκλησία πάλιν ἔρημος ὠνομάσθη· ὥσπερ οὖν καὶ ἐν οἷς ὁ αὐτὸς προφήτης θεσπίζει λέγων· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». τίς δὲ ἦν ἡ τὸν ἄνδρα ἔχουσα ἀλλ' ἢ ἡ «τὸ βιβλίον τοῦ ἀποστασίου» ποιησαμένη; ἐν δέ γε τῇ ἐρήμῳ ἔσται τίς φησι παράδεισος ἐοικότως τῷ παραδείσῳ τοῦ θεοῦ, ὃν ἐν τῇ κοσμοποιΐᾳ «πεφυτεῦσθαι» Μωσῆς συνέγραψε. διὸ λέγεται· ὡς παράδεισος κυρίου, τοῦτον δὲ ἔσεσθαί φησι πρὸς ταῖς δυσμαῖς. «τοῖς γὰρ καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλε» τὸ σωτήριον καὶ ὁ τοῦ θεοῦ παράδεισος ὁ τῶν χαρισμάτων τοῦ ἁγίου πνεύματος πεπληρωμένος, ἔνθα φησὶν εὑρήσειν ἀγαλλίαμα καὶ εὐφροσύνην καὶ πρὸς τούτοις ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως, τῶν μὲν κατορθούντων φωνὴν αἰνέσεως ἀφιέναι, τῶν δὲ ἐπιστρεφόντων ἐκ προτέρων ἁμαρτημάτων δι' ἐξομολογήσεως καθαιρομένων.
2.38.1
Τὴν κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίαν καὶ τὸν ἔλεγχον τῆς κατὰ τοῦ Χριστοῦ δυσσεβείας αὐτῶν, τά τε διαδεξάμενα αὐτοὺς κακά, ἐφ' οἷς κατ' αὐτοῦ τετολμήκασι, διελθών, εἶτα τῆς πάλαι ἐρήμου ἐκκλησίας τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν θεσπίσας καὶ ὡς ἔσται παράδεισος θεοῦ ἐν αὐτῇ καὶ ὡς ἀγαλλίαμα καὶ εὐφροσύνην εὑρήσουσιν οἱ ἐν αὐτῇ, ἐξομολόγησίν τε καὶ φωνὴν αἰνέσεως. ταῦτα προφήσας σφόδρα ἀκολούθως εἰς ὑπακοὴν τῶν ἑαυτοῦ λόγων ἀνακαλεῖται οὐκέτι τὸ Ἰουδαίων ἔθνος τὸ συνήθως ὀνομαζόμενον Ἰσραήλ, ἀλλὰ σαφῶς τὸν ἐξ ἐθνῶν συστάντα αὐτῷ λαὸν καὶ τοὺς τῶν ἐθνῶν βασιλεῖς αὐτοῖς ῥήμασι λέγων· ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. λαὸν δὲ αὐτοῦ ἐν τούτοις οὐχ οὕτω τις γένοιτ' ἂν ἠλίθιος ὡς νομίσαι δηλοῦσθαι ἐκεῖνον πρὸς ὃν ἐλέγετο· «ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν», ἀλλ' ὁ παρὼν λαὸς ἐξ ἐθνῶν «χάριτι θεοῦ σεσῳσμένος» εἴη ἄν. τοῦτο τοιγαροῦν καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων· ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου. ἀλλὰ καὶ τοὺς βασιλεῖς προσέχειν τοῖς λεγομένοις βούλεται τοὺς τῶν ἐθνῶν ἄρχοντας ἢ καὶ τὰς βασιλείας τῆς γῆς· δηλῶν ἐστι γὰρ ὅτε τὰς βασιλείας τοῦτον ὀνομάζει τὸν τρόπον. τούτοις κατάλληλον διδασκαλίαν ἐκτίθεται λέγων· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, ὃ δὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως ἐκδεδώκασιν. ἔδει γὰρ καινῷ λαῷ τῷ ἐξ ἐθνῶν συστησομένῳ καὶ νόμον δοθῆναι καινόν· ὁ γὰρ διὰ Μωσέως δοθεὶς ἀκατάλληλος ἦν τῇ τῶν ἐθνῶν πολιτείᾳ πᾶσαν περιγράφων τὴν σωματικὴν θρησκείαν εἰς ἕνα τόπον τὸν ἐν Ἱεροσολύμοις· διόπερ ἀναγκαίως αἰνιττόμενος τὴν καινὴν διαθήκην καὶ τὸ εὐαγγελικὸν κήρυγμα φάσκει· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν, πάλιν κἀνταῦθα φῶς τοῖς ἔθνεσιν ὑπισχνούμενος, οὐ μὴν τῷ Ἰσραήλ. ἀντὶ δὲ τοῦ· καὶ ἡ κρίσις μου, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ τὸ κρίμα μου ἐκδεδώκασι· κέκρικα γάρ φησι, καὶ κρίμα παρ' ἐμοῦ ὥρισται τὸ γενέσθαι τοῖς ἔθνεσιν εἰς φῶς τὸν ἐμὸν τοῦτον νόμον καὶ τὸ ἐμὸν κρίμα. Καὶ ταῦτά φησιν οὐ μακράν ποτε ἔσται, ἐγγίζει δὲ ταχὺ ἡ δικαιοσύνη μου, κατὰ δὲ τὸν Σύμμαχον· ἐξαίφνης ταχυνῶ· ἐγγὺς ἡ δικαιοσύνη· δικαιοσύνης γὰρ πεπλήρωτο ἡ πᾶσι τοῖς ἔθνεσιν ἐξ ἴσου δωρηθεῖσα χάρις. τοῦτο δὲ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ὃν «λαβὼν ἐν ἀγκάλαις ὁ Συμεὼν» ἀναγέγραπται εἰρηκώς· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου» καὶ τὰ ἑξῆς, τὴν θεότητα τοῦ λόγου σημαινούσης τῆς προφητείας. ὡς γὰρ τὴν ἀνθρωπότητα ἐδήλου διὰ τοῦ σωτηρίου, οὕτως καὶ τὴν θεότητα τοῦτον ᾐνίξατο τὸν τρόπον. μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι φησὶν· «οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ διωχθήσονται» καὶ ὀνειδισθήσονται καὶ φαυλισθήσονται ὑπὸ ἀνθρώπων, διωγμούς τε παντοίους καὶ πειρασμοὺς ὑπομενοῦσι. ὅθεν καὶ περιφράττων αὐτοὺς ἐντεῦθεν ἤδη παραγγέλλει λέγων· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Χρὴ δὲ μᾶλλον ὁρᾶν φησιν ἐπὶ τὸ διαδεξόμενον αὐτοὺς τέλος. ὃ δὴ καὶ ὑπογράφει λέγων· ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός, οὕτω δηλαδὴ καὶ οὗτοι φθορᾷ καὶ ἀπωλείᾳ παραδοθήσονται. ὅθεν οὐδὲν δεῖ φοβεῖσθαι, θαρσεῖν δὲ τῷ ἑαυτῶν σωτῆρι, ὃν προεδίδαξεν ἀθάνατον καὶ ἀγήρω καὶ διαρκῆ καὶ σωτήριον ὑπάρχειν. καὶ αὖθις δευτεροῖ τὴν θεολογίαν ἐπισφραγιζόμενος διὰ τῶν μετὰ χεῖρας φάσκων· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.
2.39.1
Ἡ προσθήκη Ἰερουσαλὴμ οὔτε ἐν τῇ Ἑβραϊκῇἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται, ἀλλ' ὁ μὲν Ἀκύλας· ἐξεγείρου φησὶν ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου, καὶ ὁ Σύμμαχος· ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου, καὶ ὁ Θεοδοτίων δὲ ὁμοίως· ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου. ὅτι τοίνυν κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ κατ' αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν οὐ τῇ Ἰερουσαλὴμ ὁ λόγος προσφωνεῖ, ἀλλὰ τῷ βραχίονι κυρίου· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς εἰς τὸν βραχίονα κυρίου τὴν τοῦ λόγου προσφώνησιν ἀναφέρειν, περὶ οὗ ἀνωτέρω ἐλέγετο· καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. ἐφάσκομεν δὲ τὴν θεότητα τοῦ λόγου τοῦτον σημαίνεσθαι τὸν τρόπον, ἐπεὶ τοίνυν τῷ λαῷ παρεκελεύσατο μὴ φοβεῖσθαι ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθαι, ἀκολούθως ἐκ προσώπου τοῦ λαοῦ εὐχὴ ἀναπέμπεται πρὸς τὸν βραχίονα τοῦ θεοῦ παρακλητική, ἐξεγερθῆναι αὐτὸν καὶ ὑπερμαχῆσαι τοῦ ἰδίου λαοῦ καθικετεύουσα. ἡμεῖς γάρ φησιν οὐδέν ἐσμεν μὴ σοῦ προασπίζοντος καὶ ὑπερμαχοῦντος ἡμῶν, ὅθεν σὺ αὐτὸς ὁ βραχίων κυρίου ἐξεγείρου ἐξεγείρου καὶ ἔνδυσαι τὴν σαυτοῦ ἰσχὺν καὶ τὸ σαυτοῦ κράτος. οὕτω δέ φησιν ἐξεγείρου ὡς καὶ ἐν τοῖς πρὸ τούτου χρόνοις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐξεγέρθητι κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν, γενεὰς αἰώνων. σὺ γὰρ ἦσθα ὁ «τὸν μέγαν δράκοντα» τὸν ἐν Αἰγύπτῳ τραυματίαν ἀπεργασάμενος καὶ τὴν ἀλαζονείαν αὐτοῦ καθελών, ὁπηνίκα «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ» «ἔρριψας» «εἰς θάλασσαν». καὶ νῦν ἐξεγείρου ὁ βραχίων κυρίου, ὅπως καὶ ἐφ' ἡμῶν τὰ ὅμοια ἐργάσῃ καὶ διαγάγοις ἡμᾶς σώους ἀπὸ παντὸς πειρατηρίου. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· μήτι οὐ σὺ αὐτὸς ὁ λατομήσας ὅρμημα; ἢ ἀλαζονείαν κατὰ τὸν Σύμμαχον, ἀλλὰ καί· ἐτραυμάτισας δράκοντα, ἢ κατὰ τὸν Θεοδοτίωνα· μήτι οὐ σὺ αὐτὸς ὁ ἐρημώσας θάλασσαν, ὕδωρ ἀβύσσου, ὁ θεὶς βάθη θαλάσσης ὁδὸν τοῦ διελθεῖν αὐτὴν ἐρρυσμένους καὶ λελυτρωμένους ὑπὸ κυρίου. Αὐτὰ τοίνυν τὰ ἐπὶ τῶν παλαιῶν ὑπὸ σοῦ τοῦ βραχίονος κυρίου πεπραγμένα καὶ καθ' ἡμᾶς οἰκονόμησον· οὕτω γὰρ οἱ μὲν πολέμιοι καὶ ἐχθροὶ τοῦ σοῦ λαοῦ τὰ ὅμοια τοῖς παλαιοῖς τυράννοις πείσονται, οἱ δὲ σοὶ θεράποντες καὶ οἰκεῖοι ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης, δηλαδὴ «τὴν ἐπουράνιόν σου πόλιν», εἰς ἣν ἀφικόμενοι μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ὥσπερ νικηταί τινες τοῖς παρὰ σοῦ βραβείοις ἀναδήσονται· ἐπὶ κεφαλῆς γοῦν αὐτῶν ἔσται αἴνεσις, ἣν ἀντὶ στεφάνου περιθήσονται, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. ὅτε καὶ παντὸς φόβου ἐκτὸς γενήσονται οὐκέτι πολεμίους οὐδὲ ἐχθροὺς ὑφορώμενοι· ἐν γὰρ «τῇ ἐπουρανίῳ Σιὼν» ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ταῦτα τοῦ προφητικοῦ πνεύματος εὐξαμένου ἐκ προσώπου τοῦ νέου λαοῦ καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ παρακληθεὶς βραχίων τοῦ κυρίου ἀποκρίνεται καί φησιν· ἐγώ εἰμι ὁ παρακαλῶν σε· «αὐτὸς γάρ ἐστιν ὁ ἱλασμὸς ἡμῶν» καὶ «ὁ παρακαλῶν τοὺς ταπεινούς». εἶτα καὶ ὑπομιμνῄσκει εὐκαίρως τῆς λογικῆς καὶ «κατ' εἰκόνα θεοῦ πεποιημένης» οὐσίας λέγων· γνῶθι τίς οὖσα ἐφοβήθης· σὺ μὲν γὰρ παρ' ἐμοῦ μεγίστης ἠξίωσαι τιμῆς, ὡς παρακαλεῖσθαι ὑπ' ἐμοῦ. διό φημι· ἐγώ εἰμι ὁ παρακαλῶν σε. οὐκ οἶδα δ' ὅπως ἐπιλαθομένη τῆς σαυτῆς ἀξίας δειλίᾳ ὑπήχθης καὶ ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου. λέγει δὲ ταῦτα ὡς πρὸς τοὺς δειλοτέρους καὶ ἀσθενεστέρους τῆς ἐκκλησίας· οἱ γὰρ τελειωθέντες καὶ τοῖς ἐν μαρτυρίοις στεφάνοις κατακοσμηθέντες ἔτυχον τῆς παρ' αὐτῷ δόξης. ἐπεὶ δὲ «οἱ πάντες» «ἓν σῶμα» τυγχάνουσι «καὶ πάσχοντος μέλους συμπάσχουσι πάντα τὰ μέλη», εἰκότως καὶ τοῖς δειλοτέροις καὶ ἀσθενεστέροις καὶ κατὰ καιρὸν τῶν διωγμῶν ὑποσκάζουσι τὴν παράκλησιν καὶ τὴν θεραπείαν προσάγει προσκαλούμενος αὐτοὺς ἐπὶ μετάνοιαν. διό φησι· γνῶθι τίς οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡς χόρτος ἐξηράνθησαν· δέον γὰρ ἄφοβόν σε καὶ ἀτάραχον διαμένειν ὡς ἂν ἐμὸν ὄντα λαὸν εἰς τὸ τέλος ἀφορῶντα τῆς φθαρτῆς τῶν ἀνθρώπων φύσεως καὶ τοῦ μέλλοντος ὀλέθρου διαδέξεσθαι τούτους αὐτούς, οὓς ἐφοβήθης. Σὺ δὲ τούτους μὲν ἐφοβήθης, ἐπελάθου δὲ θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, τοῦ βουλευσαμένου ἐξᾶραί σε. ἀλλ' εἰ καὶ ἐφοβήθης δι' ἀσθένειαν, νῦν γοῦν τὸ τέλος αὐτῶν κατανοήσας καὶ τὸν ἐξ ἀνθρώπων ἀφανισμὸν ἐννόησον παρὰ σεαυτῷ καὶ λόγισαι, ποῦ ἄρα ἀπέσβη ὁ θυμὸς ἐκεῖνος τοῦ θλίβοντός σε, ὃν ἐφόβου· ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσονται οὐδὲ φανήσονται οἱ πρότερόν σε πολεμοῦντες, ὑμεῖς δὲ οἱ πρὸς ὀλίγον ταπεινωθέντες ἀναστήσεσθε τῆς πτώσεως, ἧς πεπτώκατε. Καὶ ταῦτ' ἔσται περὶ ὑμᾶς, ἐπειδὴ ἐγώ εἰμι ὁ θεός σου ὁ μὴ μόνον «τὸν Φαραὼ» πάλαι ποτὲ τοῖς «τῆς θαλάσσης» παραδοὺς «βυθοῖς» καὶ τὸν ἐμαυτοῦ διασώσας λαόν, ἀλλὰ καὶ εἰς ἀεὶ τὴν αὐτὴν τῆς ἐμῆς θεότητος ἀρετὴν ἐνδεικνύμενος. πρὸς ὀλίγον μὲν γὰρ ὅτε βούλομαι τὴν θάλασσαν ἐπαίρεσθαι, συγχωρῶ ὡς ἐξηχεῖν αὐτῆς καὶ ταράσσεσθαι τὰ κύματα, πάλιν δ' αὐτὴν καταστέλλων πραΰνω καὶ εἰς γαληνὸν ἄγω. διὸ καὶ τοὺς κατὰ τῆς ἐκκλησίας τῆς ἐμῆς διωγμοὺς εἰς δοκιμὴν τῶν ἐμῶν ἀθλητῶν ἀφίημι καὶ συγχωρῶ γίνεσθαι. ἐγὼ γάρ εἰμι ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, ἀλλὰ πάλιν ἐμοῦ θελήσαντος καταστέλλεται καὶ εἰρηνεύει τὰ πάντα. πλὴν ταρασσομένης τῆς θαλάσσης καὶ τῶν κυμάτων αὐτῆς ἐπαιρομένων ἐγὼ τοὺς ἐμαυτοῦ λόγους εἰς τὸ στόμα σου θήσω καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε. ὡς ἂν μή τι πάθοις ὑπὸ τῶν πολεμούντων, ἵνα δὲ ἐπὶ μᾶλλον θαρσαλέος γένῃ καὶ ἀτρεμὴς καὶ ἄπτωτος, μάνθανε ὡς ἐν τῇ ἐμῇ χειρί, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν καὶ τὸν σύμπαντα κόσμον «ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι» παρήγαγον, ἐν αὐτῇ ταύτῃ σκεπάσειν σε ἐπαγγέλλομαι. τί οὖν χρὴ ἀγωνιᾶν ἢ φοβεῖσθαι φόβον ἀνθρώπινον, δέον ὑποτρέχειν τὴν ἐμὴν σκιὰν μηδὲ ἀναχωρεῖν αὐτῆς, ἀλλὰ καὶ τοὺς λόγους μου πάντοτε φέρειν διὰ στόματος; τὸ δέ· θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, ὅμοιον γένοιτ' ἂν τῷ ὑπὸ τοῦ σωτῆρος ἡμῶν λελεγμένῳ πρὸς τοὺς αὐτοῦ μαθητάς· «ὅταν δὲ ἄγωσιν ὑμᾶς εἰς δικαστήρια, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν λόγος ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν». διὰ τοῦτο δὲ τὴν ἐμαυτοῦ χεῖρα, δι' ἧς ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν, ἐξέφηνα ἀνθρώποις ἐπὶ τῷ εἰπεῖν με τῇ Σιών, τοῦτ' ἔστι τῷ ἐμῷ λαῷ, θαρσεῖν καὶ μὴ ἀγωνιᾶν ἔτι μηδὲ φοβεῖσθαι ἀπὸ ἀνθρώπου θνητοῦ. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἐν σκιᾷ τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἐφύτευσα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ εἰς τὸ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ τοῦ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ. πᾶς τοίνυν ὁ τοῦ θεοῦ λαὸς χρηματίζει ἂν εὐλόγως Σιών, καὶ ἡ Σιὼν οὐδὲν ἕτερον ἔσται ἢ ὁ λαὸς τοῦ θεοῦ. δι' ὅλου δὲ τοῦ παρόντος λόγου τῷ ἐξ ἐθνῶν λαῷ ταῦτα προσπεφώνηται ὡς ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν.
2.40.1
Τὴν κλῆσιν τῶν ἐθνῶν θεσπίσας ὁ λόγος διὰ τῶν πρὸ τούτου ἐν οἷς ἐλέγετο· «ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν», διὰ τῶν προκειμένων ἐπὶ ἑτέραν ὑπόθεσιν μεταβαίνει καὶ προσφωνεῖ τῇ πεσούσῃ Ἰερουσαλήμ, ᾗ διαναστῆναι τοῦ πτώματος παραινεῖ. ἔοικε δὲ σημαίνειν διὰ τούτων τὴν ἐσχάτην αὐτῆς πτῶσιν, ἣν πέπονθε μετὰ τὰ τολμηθέντα ἐν αὐτῇ κατὰ τοῦ σωτῆρος ἡμῶν, δι' ἃ καὶ τῆς ὀργῆς τοῦ θεοῦ ἐπειράθη. χρηστὸς δὲ ὢν ὁ λόγος καὶ φιλάνθρωπος καὶ «μὴ βουλόμενος» «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ» παραινεῖ αὐτὴν σπεύδειν εἰς μετάνοιαν ὑπογράφων ἐλπίδας ἀγαθάς, εἰ μετανοήσειε. διό φησιν· Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλὴμ ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· οὐκοῦν Ἰερουσαλήμ ἐστιν ἡ πιοῦσα τὸ ποτήριον τῆς ὀργῆς. καὶ ἔστιν ἑτέρα Ἰερουσαλήμ, περὶ ἧς τὰ μάλιστα θεσπίζεται, διόπερ οὐ χρὴ συγχωρεῖσθαι οὐδὲ νομίζειν περὶ τῆς αὐτῆς λέγεσθαι οὐδὲ ἐναντία· ἡ μὲν γάρ ἐστιν ἐν οὐρανῷ, ἧς καὶ βασιλεύειν λέγεται ὁ θεός, ἧς οὔτε ὀργὴ οὔτε θυμὸς ἅπτεται· «ἀπέδρα» γὰρ «ὀδύνη καὶ λύπη καὶ στεναγμὸς» ἐξ αὐτῆς, ἡ δέ ἐστι συνεστῶσα ἐπὶ γῆς τοῦ θεοῦ πόλις, δι' ἧς ἀπεδείκνυμεν σημαίνεσθαι τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα· ἑτέρα δὲ παρὰ ταύτας ἐστὶν ἡ τοῦ θυμοῦ τοῦ θεοῦ πεπειραμένη διὰ τὰς τῶν οἰκητόρων παρανομίας. ἀντὶ δὲ τοῦ· τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, ὁ Σύμμαχος τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ ἔπιε καὶ ἐξεστράγγισε, καὶ οὐκ ἔστιν ὁ παρηγορῶν αὐτὴν ἐξέδωκε. πίνει δέ τις τὸ ποτήριον θυμοῦ καὶ πτώσεως καὶ πιὼν ἐκστραγγίζει, ὅτε πάσας ὑφίσταται τὰς τιμωρίας καὶ τὰς κολάσεις τὰς ἐπαγομένας, ὑπὲρ ὧν ἔπραξεν ἀτοπημάτων. ὡς δὲ ἰατρῶν παῖδες τοῖς καχεκτοῦσι πικρὰς προσάγουσιν ἀντιδότους ὑπὲρ τοῦ καθᾶραι τὴν ἐν τῷ σώματι προϋποκειμένην κάκωσιν, οὕτω καὶ περὶ τοῦ θεοῦ λέλεκται· «ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς»· ἀναλόγως γὰρ τοῖς ὑποκειμένοις τῇ ψυχῇ πάθεσιν ὁ τῶν ψυχῶν ἰατρὸς τὰς τιμωρίας αὐτῇ προσάγει ὥσπερ τινὰς ἀντιδότους θεραπευτικὰς ἐπὶ καθάρσει τῆς προϋποκειμένης κακίας. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς Ἰερουσαλήμ, τοῦ τε ἐν αὐτῇ λαοῦ γεγονέναι διδάσκει. οὐδένα δέ φησιν εὑρῆσθαι τῶν ἐν αὐτῇ γεγεννημένων υἱῶν αὐτῆς τὸν δυνάμενον αὐτὴν παρακαλέσαι καὶ τῶν κακῶν ἀπαλλάξαι. ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο οὐκ ἄλλοτε ἢ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν, ὅτε οὔτε προφήτης οὔτε ἱερεὺς οὔτε τις τῶν θεοφιλῶν ἀνδρῶν εὕρηται ἐν αὐτῇ, ἐπεὶ καὶ τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς ἐξ ἑαυτῶν ἤλασαν, τοὺς μὲν ἀνελόντες, τοὺς δὲ πληγαῖς αἰκισάμενοι καὶ πορρωτάτω ἑαυτῶν ἐκδιώξαντες. κατὰ γὰρ τοὺς τῶν Βαβυλωνίων χρόνους πολιορκηθείσης τῆς πόλεως καὶ τοῦ λαοῦ αἰχμαλώτου ληφθέντος ὑπελίποντο ἐν αὐτοῖς ἄνδρες δίκαιοι καὶ προφῆται οἱ παρακαλεῖν αὐτοὺς δυνάμενοι. ἀλλὰ νῦν φησιν ἡ προφητεία· οὐδεὶς ἦν ὁ παρακαλῶν σε ἀπὸ τῶν τέκνων σου, ὧν ἔτεκες. ἀντὶ δὲ τοῦ· δύο ταῦτα ἀντικείμενά σοι, ὁ Σύμμαχος δύο φησίν ἐστι ταῦτα τὰ συσταθέντα σοι· τίς λυπηθήσεταί σοι; ἡ ταλαιπωρία καὶ ἡ συντριβὴ καὶ ὁ λιμὸς καὶ ἡ μάχαιρα· τίς παρηγορήσει σε; Καὶ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ' ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ, καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἀντὶ τοῦ· ὡς σευτλίον ἡμίεφθον, ὡς ὄρυξ εἴρηται ἠμφιβληστρευμένος ἢ συνειλημμένος. ὄρνεον δέ ἐστιν ὄρυξ οὕτω καλούμενος, ᾧ παραβάλλει τοὺς υἱοὺς Ἰερουσαλὴμ ἀμφιβλήστρῳ τοῦ διαβόλου περιβληθέντας· διὸ καὶ τῷ θυμῷ παρεδόθησαν. ὅθεν ὁ Σύμμαχος ἐπιλέγει· οἱ πλήρεις ὀργῆς κυρίου, ἐπιτιμήσεως τοῦ θεοῦ. Καὶ ἐπιφέρει· διὰ τοῦτο ἄκουσον δὴ κεκακωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. καὶ ἐπιφέρει κατὰ τὸν Σύμμαχον· τάδε λέγει ὁ δεσπότης σου· καὶ ὁ θεός σου ὑπερμαχήσει τοῦ λαοῦ αὐτοῦ. ἰδοὺ ἦρα ἀπὸ τῆς χειρός σου τὸ ποτήριον τοῦ σπαραγμοῦ, τὸν κρατῆρα τὸ ποτήριον τοῦ θυμοῦ, οὐ προσθήσεις πιεῖν αὐτὸ ἔτι. ἐπαγγέλλεται δὲ τῇ Ἰερουσαλὴμ ὁ λόγος λήψεσθαι ἀπ' αὐτῆς τὸ ποτήριον τοῦ θυμοῦ, εἰ μετανοήσειε· τὸ γὰρ ἰδοὺ ἦρα ἀντὶ τοῦ λήψομαι εἴρηται. εἰ τάδε ποιήσειες τὰ προσταττόμενά σοι καὶ εἰ πεισθείης τῷ φάσκοντί σοι λόγῳ· «Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλήμ»· «ἐξεγερθείσῃ» γὰρ αὐτῇ καὶ διαναστάσῃ ἐπαγγέλλεται τὰ εἰρημένα, ὡσεὶ μὴ πεισθείη μηδὲ διεγερθείη μηδὲ τοῦ πτώματος ἀνασταίη, μείνειε δὲ ἀπειθὴς καὶ ἀνήκοος, αὐτῇ ἑαυτῆς ἔσται αἰτία τοῦ μὴ τυχεῖν τῶν ἐπηγγελμένων. ταῦτα δὲ πρὸς πᾶν τὸ Ἰουδαίων ἔθνος ἐλέγετο· οὐ γὰρ τοῖς λίθοις καὶ τοῖς οἰκοδομήμασιν, ἀλλ' οὐδὲ τῷ χοῒ τῆς γῆς καὶ τῇ ἐρημίᾳ τοῦ τόπου ταῦτα προσεφωνεῖτο. νοήσεις δὲ τοῦ λόγου τὴν διάνοιαν ἀπὸ τοῦ καὶ ἐν ἑτέροις λέγεσθαι τοῖς αὐτοῖς· «μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει κύριος». διαναστήσειν αὐτὴν τοίνυν ἐπαγγέλλεται μηκέτι πίεσθαι τὸ ποτήριον τοῦ θυμοῦ· δοθήσεσθαι γὰρ αὐτὸ τοῖς αὐτῆς πολεμίοις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε, τῶν εἰπόντων τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ὡς γῆν τὸν νῶτόν σου καὶ ὡς πάροδον τοῖς παροδεύουσιν. Εἰκὸς δὲ ταῦτα λέγεσθαι καὶ περὶ ἀντικειμένων δυνάμεων, αἷς ὑποτάσσει ἑαυτὴν πᾶσα ψυχὴ ἡ τοῦ θεοῦ ἀποστᾶσα· ἡ μὲν γὰρ τῷ θεῷ προσιοῦσα ὄρθιος ἕστηκεν ἄνω βλέπουσα καὶ πρὸς αὐτὸν ἐπηρμένη, ἡ δὲ συνάψασα ἑαυτὴν τοῖς τὴν ἁμαρτίαν ἐνεργοῦσι δαίμοσι πονηροῖς ἀναγκάζεται «κύπτειν», ὁποία «ἦν ἡ» ἐν τῷ Εὐαγγελίῳ «συγκύπτουσα εἰς τὸ παντελὲς καὶ μὴ δυναμένη ἀνανεύειν γυνή», περὶ ἧς ὁ σωτὴρ ἔλεγε· «ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραάμ, ἣν ἔδησεν ὁ σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη». οὕτω δ' οὖν καὶ ἡ Ἰερουσαλὴμ ὅλη δι' ὅλου χαμαὶ πεσοῦσα καὶ εἰς ἔδαφος ἁπλωθεῖσα ὡς καταπατεῖσθαι ὑπὸ τῶν ταπεινωσάντων αὐτὴν προστάττεται διαναστῆναι, καὶ δεύτερον δὲ αὐτῇ προσφωνεῖ ὁ λόγος φάσκων· Ἐξεγείρου ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών· ἔχει γάρ τινα μεγίστην δύναμιν καὶ ἰσχὺν ἡ λογικὴ ψυχὴ καὶ δόξαν ἔχει μεγάλην, ἅτε «κατ' εἰκόνα θεοῦ πεποιημένη» ἦν, ἐπαναλαβεῖν αὐτὴν βούλεται καὶ γενέσθαι πόλιν ἁγίαν ὡς μηκέτι διαβαίνειν δι' αὐτῆς ἀπερίτμητον μηδὲ ἀκάθαρτον· διὰ μὲν οὖν τοῦ ἀπεριτμήτου τὸν ἀλλογενῆ καὶ ἀλλόφυλον σημαίνει, διὰ δὲ τοῦ ἀκαθάρτου τὸν εἰδωλολάτρην. εἰ τοίνυν ὑπακούσειας τῷ προστάγματι καὶ διαναστᾶσα γένοιο ἁγία πόλις τοῦ θεοῦ, ἐπαγγέλλεταί σοί φησιν ὁ λόγος μήτε εἰδωλολάτρην μήτε ἀλλογενῆ διαβήσεσθαι διὰ σοῦ. Καὶ ἕτερον δὲ αὐτῇ παρακελεύεται πρᾶξαι λέγων· ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, Ἰερουσαλήμ· ἐπ' αὐτῇ γὰρ ἦν τὸ ἀποτρίψασθαι τὸν περιπλασθέντα αὐτῇ χοῦν καὶ τὸ διαναστῆναι τῆς ἐπισυμβάσης αὐτῇ πτώσεως καὶ τὸ ἐκλῦσαι τὸν ἐπιτεθέντα αὐτῇ δεσμὸν τοῦ τραχήλου, ᾧ τὴν ψυχὴν ὥσπερ βρόχῳ κατέδησαν «σειραῖς ἁμαρτιῶν» αἱ ἀντικείμεναι δυνάμεις. καὶ ὅτι ταῦτα οὐ πρὸς τὰ οἰκοδομήματα οὐδὲ πρὸς τὴν αἰσθητὴν πόλιν λέλεκται, ἀλλὰ πρὸς τὸν ἄπιστον λαὸν διασαφεῖ, δι' ὧν ἐπιφέρει ἑξῆς λέγων· ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών. σαφῶς γὰρ αἰχμάλωτον εἰπὼν οὐδὲν ἕτερον ἢ τὸν λαὸν ἐδήλωσεν ὅλον δι' ὅλου ληφθέντα αἰχμάλωτον ὑπὸ τῆς διαβολικῆς δυνάμεως. διὸ καὶ σαφέστερον προσφωνῶν τῷ αὐτῷ λαῷ φησι· Δωρεὰν ἐπράθητε, καὶ ἀνωτέρω δὲ πρὸς τὸν αὐτὸν ἐλέγετο· «ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων», ἄντικρυς τοῦ λόγου διὰ τούτων τὴν εἰς ἀνθρώπους πάροδον τοῦ κυρίου δηλοῦντος, μεθ' ἣν «ἐπράθησαν ταῖς ἁμαρτίαις αὐτῶν» δωρεὰν μηδὲν ἀντικαταλλαξάμενοι τῆς ἑαυτῶν ἀπωλείας. πλὴν καὶ μετὰ τοσαῦτα εἰς σωτηρίαν ὁ λόγος αὐτοὺς ἀνακαλούμενος ἐπαγγέλλεται λυτρώσασθαι αὐτούς, εἰ βουληθεῖεν προσδραμεῖν αὐτῷ καὶ καταδέξασθαι τὴν τοῦ Χριστοῦ χάριν, λυτρώσεσθαι δὲ οὐ μετὰ ἀργυρίου· οὐ γὰρ ἦν σωματικὴ αὐτῶν ἡ αἰχμαλωσία, ἵνα διὰ λύτρων σωματικῶν τύχωσι τῆς ἐλευθερίας, ἐπειδὴ τὰς ψυχὰς ἦσαν πεπραμένοι. διὰ τοῦτο οὐκ ἐν ἀργυρίῳ λυτροῦσθαι ἔμελλον, «ἀλλὰ» δηλονότι «τῷ τιμίῳ τοῦ Χριστοῦ αἵματι». Τούτοις ἑξῆς κατηγορεῖ τοῦ Ἰουδαίων λαοῦ εἰς Αἴγυπτον πάλαι καταβεβηκότος οἰκείᾳ προαιρέσει καὶ μετὰ ταῦτα ἀπαχθέντος εἰς Ἀσσυρίους βίᾳ καὶ ἀνάγκῃ. ἀντὶ δὲ τοῦ· βίᾳ ἤχθησαν, ὁ Σύμμαχος· καὶ Ἀσσούρ φησιν ἕνεκεν οὐδενὸς ἐδημαγώγησεν αὐτόν. ἀλλὰ πάλαι μέν φησιν ὑποχείριος γέγονεν Αἰγυπτίοις ἔπειτα Ἀσσυρίοις, νῦν δὲ ἐπὶ τῆς ἐμῆς παρουσίας ἄλλῳ λόγῳ δωρεὰν ἐπράθησαν. διὸ ἐπιλέγεται· καὶ νῦν τί ὧδε ἔσται; ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ νῦν τί ἐστί μοι ὧδε; οὐδὲν γάρ φησιν ὧδε παρ' αὐτοῖς εὑρίσκω, ὃ δὴ καὶ ἀνωτέρω ἐδηλοῦτο λέγων· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων». ἀλλὰ πάλαι μὲν βίᾳ καὶ ἀνάγκῃ καταδεδουλωμένοι πρότερον μὲν τοῖς Αἰγυπτίοις ἔπειτα δὲ τοῖς Ἀσσυρίοις διὰ τὰς αὐτῶν παρεδόθησαν ἁμαρτίας, νῦν δὲ δωρεὰν ἐλήφθησαν «ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ» ὑπὸ τοῦ τῶν ψυχῶν θηρευτοῦ τοῖς τῆς κακίας «ἀμφιβλήστροις» περιβληθέντες. διὸ ἐπιλέγει· ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. ὁ μὲν Σύμμαχος· οἱ ἐξουσιάζοντες αὐτοῦ φησιν ὀλολύζουσιν, ὁ δὲ Ἀκύλας· οἱ ἐξουσιάζοντες αὐτοῦ δακρύουσιν, ὁ δὲ Θεοδοτίων· οἱ ἄρχοντες αὐτοῦ ὀλολύζουσιν. οὐκοῦν οἱ ἄρχοντες καὶ οἱ προεστῶτες τοῦ λαοῦ ὡς αἴτιοι τῆς ἀπωλείας αὐτοῦ γενόμενοι κολάσει παραδοθέντες ὀλολύζουσιν· αὐτοὶ γὰρ ἦσαν οἱ καὶ «ἀνασείσαντες τὰ πλήθη» ταῖς κατὰ τοῦ σωτῆρος ἡμῶν ἀθέοις χρήσασθαι φωναῖς. ὃ δὴ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο ἐν τῷ· «αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν»; τούτοις ἑξῆς ἐπαναλαβὼν ὁ λόγος φησί· τάδε λέγει κύριος Δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, ἢ κατὰ τὸν Σύμμαχον· διὰ παντὸς ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖται. τὸ δέ· ἐν τοῖς ἔθνεσιν οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. σημαίνει δὲ διὰ τούτων ἡ προφητεία τὰς κατὰ τοῦ Χριστοῦ βλασφημίας αὐτῶν, ἃς δι' ἡμέρας ἁπάσης ἀεὶ καὶ διὰ παντὸς ποιοῦνται οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους. Ἀλλ' ὑμεῖς μέν φησι τοιοῦτοι, ἕτερος δὲ συστὰς ἐμοὶ λαὸς ἐξ ἐθνῶν, περὶ οὗ διὰ τῶν ἔμπροσθεν εἴρηται· γνώσεται τὸ ὄνομά μου, ὅπερ ὑμεῖς βλασφημεῖτε «οὐκ εἰδότες αὐτοῦ τὴν δύναμιν». ὁ δὲ ἐμὸς λαὸς γνώσεταί μου τὸ ὄνομα αὐτῇ πείρᾳ μαθών, ὅσης μετέχει σωτηρίου καὶ θείας δυνάμεως. καὶ ταῦτα ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ποίᾳ δὲ ταύτῃ, ἀλλ' ὅταν ἐγώ φησιν αὐτὸς ὁ νῦν διὰ τῶν προφητῶν ταῦτα φθεγγόμενος τὴν ἐμαυτοῦ ποιήσωμαι παρουσίαν εἰς ἀνθρώπους; καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· γνώσεται ὁ λαός μου τὸ ὄνομά μου διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγὼ αὐτὸς ὁ λαλῶν· ἰδού εἰμι, ὡσεὶ σαφέστερον ἔλεγεν, ὅταν ἐγὼ αὐτὸς ὁ νῦν διὰ τοῦ προφήτου λαλῶν ταῦτα ἐμαυτὸν ἀνθρώποις ἐπιδείξας εἴποιμι, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι.
2.41.1
Θεσπίσας ὁ λόγος τὴν εἰς ἀνθρώπους παρουσίαν αὐτοῦ «πάλαι διὰ τῶν προφητῶν λαλοῦντος» σφόδρα ἀκολούθως ἐπισυνάπτει τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πάντα τὰ ἔθνη διαδοθὲν διὰ τῶν ἀποστόλων αὐτοῦ, ὧν τὴν μνήμην διὰ τῶν προκειμένων ποιεῖται. τὴν δὲ τούτων διάνοιαν καὶ ὁ θεσπέσιος Ἀπόστολος ἐκλαβὼν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ τοῦτον μετέφρασε τὸν τρόπον· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην». ὁ δὲ Σύμμαχος τὰ κατὰ τοὺς τόπους οὕτως ἡρμήνευσε· τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθά, ἀκουστὴν ποιοῦντος σωτηρίαν. ἀντὶ τοῦ σωτηρίαν, ἰησουὰ ἡ Ἑβραϊκὴ λέξις περιέχει, ὥστε εἰ ἦσαν ἀμετάβλητον φυλάξαντες οἱ ἑρμηνευταὶ τὴν Ἑβραϊκὴν φωνήν, οὐδὲν ἐκώλυεν αὐτοὺς εἰπεῖν· ἀκουτίζοντος τὸν Ἰησοῦν. κατὰ δὲ τὸν Ἀκύλαν· τί ὡραιώθησάν φησιν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένων ἀγαθά, ἀκουτίζοντος σωτηρίαν, κατὰ δὲ τὸν Θεοδωτίονα· ὡς εὐπρεπεῖς ἐπὶ τὰ ὄρη πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. ἐν τούτοις τὸ πνεῦμα τὸ προφητικὸν τῶν κηρύκων τοῦ εὐαγγελίου τοὺς πόδας ἀποθαυμάζει, δι' ὧν πεποίηνται δρόμον ἐκπεριελθόντες τὴν εἰς πάντα τὰ ἔθνη περίοδον. ὡραῖοί τε ἦσαν αὐτῶν οἱ πόδες καὶ διὰ τὸ κεκαθάρθαι ὡς ἂν τοῦ σωτῆρος αὐτοὺς «ἀπονίψαντος», ἐπὶ δὲ τῶν ὀρέων ἔτρεχον διὰ τὸ μετέωρον καὶ ὑψηλὸν τοῦ εὐαγγελικοῦ κηρύγματος, εἰρήνην δὲ κατήγγελλον ἀνθρώποις εὐαγγελιζόμενοι τὴν πρὸς θεὸν εἰρήνην καὶ ταύτην γε τὴν εἰρήνην, ἣν «τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς» εὐηγγελίζοντο, δηλοῦντες τὸν Χριστὸν τοῦ θεοῦ «ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ». διὸ ταῖς ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος «χάρις ὑμῖν καὶ εἰρήνη» λέγων ἔγραφε. καὶ ἀγαθὰ δὲ εὐηγγελίζοντο, τὰ ὄντως ἀγαθά, τοὺς μακαρισμοὺς καταγγέλλοντες, οὓς ὁ σωτὴρ ἐδίδου διὰ τῆς εὐαγγελικῆς διδασκαλίας. ἔλεγε δὴ τὸ κήρυγμα τῇ Σιών, δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τῷ χορῷ τῷ ἀποστολικῷ· Βασιλεύσει σου ὁ θεός, διὸ τὴν βασιλείαν τῶν οὐρανῶν ἅπασι κατήγγελον ἀνθρώποις. Ἀντὶ δὲ τοῦ· φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, ὁ Σύμμαχος φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνὴν εἴρηκε καὶ ἐπήγαγεν· ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπιστρέψαι κύριον τὴν Σιών, πάλιν κἀνταῦθα τοῦ θεοσεβοῦς πολιτεύματος Σιὼν ὀνομαζομένου, κατὰ δὲ τὸν Ἀκύλαν· φωνή φησι τῶν σκοπῶν σου ἐπῆρε φωνήν, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται, κατὰ δὲ τὸν Θεοδοτίωνα· φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν, περὶ οὗ αἰνέσουσιν· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται, σκοποὺς ἐνταῦθα τοὺς μαθητὰς καὶ ἀποστόλους τοῦ σωτῆρος ἡμῶν ὀνομάζοντος τοῦ λόγου. ὥσπερ γὰρ ἐκαλοῦντο σκοποὶ τοῦ ἐκ περιτομῆς λαοῦ οἱ παρ' αὐτοῖς γενόμενοι προφῆται, οὕτω καὶ νῦν τῆς νέας καὶ καινῆς Σιών, δηλαδὴ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι γεγόνασι σκοποὶ καὶ φύλακες, οἳ καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ σωτῆρος γενόμενοι ὕψωσαν τὴν ἑαυτῶν φωνὴν ὡς ἐξάκουστον αὐτὴν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν. οἱ δ' αὐτοὶ πάσης πνευματικῆς εὐφροσύνης ἐπληροῦντο ἐλεουμένης ὑπὸ τοῦ θεοῦ τῆς ἀποδοθείσης ἡμῖν Σιὼν καὶ τῶν πάλαι ἐρήμων αὐτῆς σῳζομένων διὰ τῆς σωτηρίου ἀπολυτρώσεως. Ἀντὶ δὲ τοῦ· ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἰερουσαλήμ, ὁ Σύμμαχος· ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἰερουσαλήμ, Ἰερουσαλὴμ νοουμένης τῆς τοῦ θεοῦ πόλεως, λέγω δὲ τοῦ θεοσεβοῦς πολιτεύματος, οὗ τὰ πάλαι γενόμενα ἔρημα εὐαγγελίζεται, νῦν ὁ λόγος ἀγαλλιάσεως καὶ εὐφροσύνης πληρωθήσεσθαι διὰ τὸ τοῦ θεοῦ ἔλεος. Σφόδρα δὲ ἀκολούθως τίνα ἦν τὰ εἰρημένα τῇ Ἰερουσαλήμ, παρίστησι συνάπτων ἑξῆς καὶ λέγων· ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· ἀπεκάλυψε κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψεται πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ὁρᾷς ὅπως καὶ διὰ τούτων τοῖς ἔθνεσι τὸ εὐαγγελικὸν κήρυγμα τὰ ἐπαγγελλόμενα ὑπισχνεῖται· τὸν γὰρ βραχίονα τὸν ἅγιον αὐτοῦ, αὐτὸς δὲ ἦν ὁ θεὸς λόγος, ἀποκαλύψειν τὸν θεόν φησι πᾶσι τοῖς ἔθνεσι καὶ ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν. οὐκοῦν ἐπειδὰν αὐτὸς φωνήσῃ τῇ Σιὼν καὶ τῇ Ἰερουσαλήμ, τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀναφέρεται· τὸ γὰρ θεοσεβὲς πολίτευμα, ὅτε μὲν παρ' ἐκείνοις ἦν, ὅτε δὲ παρὰ τοῖς ἔθνεσιν, ὃ δὴ Σιὼν καὶ Ἰερουσαλὴμ ὠνόμασται. διὸ καὶ πάντοτε ἐν ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ θεοῦ πόλις· οὐδὲν οὖν διαφέρει Σιὼν καλεῖσθαι καὶ Ἰερουσαλὴμ ὀνομάζεσθαι τὴν ἐν ἀνθρώποις ἀφωρισμένην τῷ θεῷ ἐκλογήν. Καὶ ὡς πολλάκις ἡμῖν εἴρηται τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα, τούτοις ἑξῆς εἰς πρόσωπον τοῦ χοροῦ τῶν ἀποστόλων τὸ πνεῦμα τὸ προφητικόν φησιν· ἀπόστητε ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, δῆλον δὲ ὅτι ἐκ τοῦ ἀπίστου λαοῦ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη κυρίου. σκεύη δὲ κυρίου ἦν τὰ ἐκλεχθέντα ὑπὸ τοῦ κυρίου σώματα αὐτῶν «ἐν ἁγιωσύνῃ καὶ τιμῇ» τῷ θεῷ ἀφωρισμένα ἢ καὶ σκεύη κυρίου ἐτύγχανε τὰ τῆς καινῆς διαθήκης εὐαγγέλια, ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων λαοῦ καὶ ἀφορίζεσθαι αὐτῶν προστάττει. Καὶ ἐπιλέγει· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε· οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἀλλὰ προθυμίᾳ πάσῃ καὶ προαιρέσει αὐτεξουσίῳ κελευσθέντες «μαθητεῦσαι πάντα τὰ ἔθνη ἐν τῷ αὐτοῦ ὀνόματι». διὸ ὡς πρὸς αὐτοὺς εἴρηται· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε· ἐποιοῦντο γοῦν τὴν πορείαν σὺν πάσῃ εἰρήνῃ ἔχοντες σὺν αὐτοῖς τὸν εἰρηκότα αὐτοῖς· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»· ὃ δὴ σημαίνει καὶ ὁ παρὼν λόγος φάσκων· προπορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ.
2.42.1
Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα· ἐπειδὴ γὰρ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὰ τοῦτο ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». τοῦτο δὴ οὖν αὐτὸ καὶ ἡ παροῦσα προφητεία δηλοῖ νῦν μὲν φάσκοντα· Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται, δι' ὧν τὴν μετὰ τὸν θάνατον ἀνάστασιν αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψίν τε καὶ ὕψωσιν σημαίνει. ἐν δὲ τοῖς ἑξῆς τὴν ταπείνωσιν αὐτοῦ τὴν «μέχρι θανάτου» παρίστα, ἐν οἷς εἴρηται· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ πάλιν· «ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται», καὶ αὖθις· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον». ὅτε τοίνυν διὰ τούτων «ἡ ταπείνωσις αὐτοῦ» καὶ «ὁ θάνατος αὐτοῦ» παρέστη, ἀκολούθως καὶ τὰ τῆς μετὰ τὸν θάνατον ὑψώσεως προεθεσπίζετο προλαμβάνοντος τοῦ προφητικοῦ πνεύματος τὰ χρηστότερα πρὸ τῶν σκυθρωπῶν, ἃ δὴ παρίστησι λέγων· Ἰδοὺ συνήσει ὁ παῖς μου, ἢ κατὰ τὸν Ἀκύλαν· ἰδοὺ ἐπιστημονισθήσεται ὁ δοῦλός μου. δοῦλον δὲ αὐτὸν εἰκότως ἀποκαλεῖ «διὰ τὴν μορφὴν τοῦ δούλου, ἣν ἀνείληφεν»· «ἑαυτὸν» γὰρ «ἐκένωσεν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων» θεὸς λόγος, ὁ κατὰ τὸν ἱερὸν Ἀπόστολον «μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος». ἀλλ' οὗτος ὁ παῖς τοῦ θεοῦ καὶ ὁ δοῦλος πάσης «ἐπληροῦτο σοφίας» καὶ ἐπιστήμης τὸν θεὸν λόγον εἰς ἑαυτὸν χωρήσας. διὸ λέλεκται· ἰδοὺ ἐπιστημονισθήσεται ἀλλὰ καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται. ταῦτα δὲ πάντα ἐπληροῦτο περὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος ἡμῶν διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν. Εἶτ' ἐπιλέγει· ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, κατὰ δὲ τὸν Θεοδοτίωνα· ὃν τρόπον ἐθαύμασάν φησιν πολλοὶ ἐπ' αὐτόν, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. τοῦτο γὰρ μάλιστα τὸ πολλοὺς ἐκστῆσαν καὶ ἐν ἀπορίᾳ γενέσθαι ποιῆσαν, λέγω δὲ τὸ ταπεινὸν καὶ ἄδοξον τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου· ἔκστασιν γοῦν καὶ ἀπορίαν καὶ ἀμηχανίαν ὁ περὶ αὐτοῦ λόγος εἰσέτι καὶ νῦν τοῖς πολλοῖς ἐμποιεῖ, ἀλλὰ καὶ ἔθνη πολλὰ ἐπ' αὐτῷ ἐθαύμασαν, τῶν μὲν εἰς αὐτὸν πεπιστευκότων προσκυνούντων αὐτοῦ τὴν θεότητα, τῶν δὲ «ἐναπομεινάντων τῇ ἀπιστίᾳ» θαυμαζόντων αὐτοῦ τὴν δύναμιν, ὡς ἀνωτέρα καὶ κρείττων γεγένηται τῶν πολεμεῖν αὐτὴν πεπειραμένων. καὶ βασιλεῖς δὲ πολλὰ κατ' αὐτοῦ βλάσφημα καὶ ἄθεα καὶ ἀσεβῆ ῥήματα φθεγξάμενοι καὶ τὴν ἐκκλησίαν αὐτοῦ διώξαντες, κἄπειτα μηδὲν δυνηθέντες τέλος μετὰ τοὺς ματαίους πόνους συνέσχον τὸ ἑαυτῶν στόμα καὶ παρεχώρουν αὐτοῦ τῇ διδασκαλίᾳ ἡττώμενοι ἄλλοτε ἄλλως κατὰ καιροὺς καὶ χρόνους διὰ τὸ θεηλάτοις μάστιξι περιελαύνεσθαι. ὃ δὴ καὶ ἡμεῖς οἱ ταῦτα συντάττοντες αὐτῇ πείρᾳ παρειλήφαμεν, ἀλλ' οἱ μὲν αὐτῶν συνέσχον τὸ ἑαυτῶν στόμα, οἱ δὲ καὶ παλινῳδίαν ᾖδον νόμοις καὶ διατάγμασι τοὺς εὐκτηρίους οἴκους ἐγείρειν καὶ τὰ συνήθη πράττειν τὴν ἐκκλησίαν αὐτοῦ ἐγκελευόμενοι. διὰ τί δὲ ἐπ' αὐτῷ βασιλεῖς ἐκινήθησαν, ἐπιλέγει ἑξῆς· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι· τοῦτο γὰρ ἦν τὸ κινῆσαν τοὺς βασιλεῖς, λέγω δὲ τὸ διαδραμεῖν αὐτοῦ τὸν εὐαγγελικὸν λόγον καὶ ἐπὶ τὰ πορρωτάτω ἔθνη. ἠρέμα δὲ καὶ πλαγίως ὁ λόγος καὶ τὴν τοῦ Ἰουδαίων ἔθνους περὶ αὐτοῦ ἄγνοιαν ἐξελέγχει· ἐπειδὴ γὰρ αὐτοῖς πρώτοις ἀνηγγέλη τὰ περὶ τοῦ προφητευομένου, ἐκ παιδός τε τὰς περὶ αὐτοῦ προφητείας ἐξεμάνθανον, οὐ μὴν καὶ ἐλθόντα αὐτὸν συνῆκαν. τούτου χάριν οὐχ οὗτοί φησιν ὄψονται οὐδὲ αὐτοὶ συνήσουσιν, ἐμπάλιν δὲ οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ καὶ τοῖς μηδέπω μεμαθηκόσι τι τῶν κατ' αὐτόν. οὗτοι γάρ φησι τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὄψονται αὐτὸν καὶ οὗτοι τὴν αὐτοῦ διδασκαλίαν συνήσουσι. καὶ ταῦτα μὲν λόγοις ἐθεσπίζετο πάλαι, ἔργοις δὲ ἐπληροῦτο ἐπὶ τῆς εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν παρόδου, ὃν ὀφθαλμοῖς ἰδόντες Ἰουδαίων παῖδες, φωνῆς τε αὐτοῦ ὑπακούσαντες οὔτε συνῆκαν οὔτε καλοῦντι παρέσχον τὴν ἀκοήν, ὡς καὶ τὴν ἔμπροσθεν προφητείαν εἰς αὐτοὺς πεπληρῶσθαι τὴν φήσασαν· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε». ἀλλ' ἐκεῖνοι μὲν οὔτε εἶδον οὔτε συνῆκαν, κατὰ δὲ τὴν αὐτοῦ τοῦ σωτῆρος φωνήν, δι' ἧς εἴρηται· «μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες», οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν μηδὲν πώποτε περὶ αὐτοῦ μεμαθηκότες μηδὲ τὰς περὶ αὐτοῦ γραφὰς ἐγνωκότες, ὅμως καὶ εἶδον καὶ συνῆκαν αὐτὸν καὶ τῆς θεότητος αὐτοῦ τὴν γνῶσιν εἰλήφασιν. Ὃ δὴ καὶ θαῦμα καὶ ἔκπληξιν τοῖς πάλαι ταῦτα προφητικῷ πνεύματι θεωμένοις παρεῖχε. διὸ ἑξῆς εἴρηται· κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἀποθαυμαστικῶς γὰρ οἱ τοῦ θεοῦ προφῆται τὴν ἀπιστίαν ὁρῶντες τοῦ Ἰουδαίων ἔθνους, τήν τε τῶν ἐθνῶν ἐπιστροφὴν καὶ ὑπακοὴν θεώμενοι ταῦτ' ἔλεγον. ἀλλὰ καὶ ὁ βραχίων φησὶ κυρίου τίνι ἀπεκαλύφθη; ἐδίδασκε δὲ ἡ πρὸ ταύτης προφητεία, τίνι ἀπεκαλύφθη ὁ βραχίων τοῦ θεοῦ, ἐν οἷς εἴρητο· «καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν»· βραχίονα δὲ τοῦ θεοῦ λέγεσθαι τὸν «μονογενῆ υἱὸν» αὐτοῦ πολλάκις ἀπεδείξαμεν, ὃς πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἔθνεσιν ἐγνώσθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς, ἀλλὰ γὰρ ταῦτα ἀποθαυμάσαντες οἱ τοῦ θεοῦ προφῆται διηγηματικῶς λοιπὸν τὴν εἰς ἀνθρώπους πάροδον τοῦ προλεχθέντος «παιδὸς» ἢ τοῦ «δούλου» τοῦ θεοῦ θεσπίζουσι λέγοντες· ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἀναβήσεταί φησιν ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου· εἰς πρόσωπον γὰρ αὐτοῦ φησι, λέγω δὲ τοῦ προλεχθέντος βραχίονος, ἀναβήσεται ὡς τιθιζόμενον. τοῦτο δὲ ἦν τὸ ἐκ τῆς παρθένου γεγεννημένον, περὶ οὗ λέλεκται διὰ τῶν ἔμπροσθεν· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», τοῦτ' ἦν τὸ τιθιζόμενον τὸ εἰς πρόσωπον τοῦ βραχίονος τοῦ θεοῦ ἀναβὰν ἑξῆς ὁ λόγος διασαφεῖ λέγων· ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου, γῆν μὲν ἄβατον αἰνιττόμενος τὴν παρθένον, ἧς οὐδεὶς ἐπιβεβήκει, ῥίζαν δὲ αὐτὴν ἐκείνην, περὶ ἧς ἐλέγετο· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται»· κἀκεῖ γὰρ ἀναβήσεσθαι ἐδηλοῦτο, ἀλλ' ἐκεῖ μὲν «ἀπὸ τῆς ῥίζης Ἰεσσαί», ἐνταῦθα δὲ ἀπὸ τῆς ἀβάτου γῆς τῆς δηλωθείσης. κατὰ δὲ τὸν Σύμμαχον καὶ ἀνέβη ὡς κλάδος ἐνώπιον αὐτοῦ εἴρηται, καὶ ὡς ῥίζα ἀπὸ γῆς διψώσης, τὴν ἄβατον γῆν τὴν διψῶσαν κἀνταῦθα ὀνομάσαντος τοῦ λόγου, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἀναβήσεταί φησιν ὡς θηλάζον ἐνώπιον αὐτοῦ, δηλαδὴ τοῦ βραχίονος τοῦ θεοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ. τοῦτο δὲ τὸ ἐνταῦθα λεγόμενον παιδίον κατὰ τοὺς Ἑβδομήκοντα φήσαντας· ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, αὐτὸ ἦν ἐκεῖνο, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρητο· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ», καὶ πάλιν· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ», καὶ αὖθις· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ», ἅπερ εἰς τὸν Χριστὸν τοῦ θεοῦ ἀναφέρεσθαι κατὰ τοὺς οἰκείους ἀπεδείκνυμεν τόπους, ἀλλὰ γὰρ μετὰ τὸ θεσπίσαι τὴν εἰς ἀνθρώπους τοῦ προφητευομένου γένεσιν τὴν ἀπὸ τῆς ἀβάτου ἢ ἀπὸ τῆς διψάδος γῆς γενομένην τὴν σὺν ἀνθρώποις αὐτοῦ διατριβήν, ἑξῆς διέρχεται λέγων· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, ἀντὶ τοῦ· οὐκ ἦν αὐτῷ ἔνδοξον εἶδος, καὶ εἴδομεν δέ φησιν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. πλὴν ἡμεῖς μέν, κοινοποιεῖ δὲ ὁ προφήτης συγκαταλέγων καὶ ἑαυτὸν διὰ φιλανθρωπίαν τοῖς μὴ λογισαμένοις τὸν σωτῆρα, οὐκ ἐλογισάμεθα αὐτὸν οὐδὲ προσεποιησάμεθα οὐδ' ἐνενοήσαμεν τίς ποτε ἦν. ὁ δὲ ἦν ἄρα ὁ τῶν ἡμετέρων ψυχῶν σωτὴρ ἰατρεύων αὐτὸς καὶ καθαίρων πάσης ἁμαρτίας. διὸ ἐπιλέγει· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, κατὰ δὲ τὸν Σύμμαχον· ὄντως τὰς νόσους ἡμῶν αὐτὸς ἀνέλαβε καὶ τοὺς πόνους ὑπέμεινεν, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν ἁφῇ ὄντα πεπληγότα ὑπὸ τοῦ θεοῦ καὶ τεταπεινωμένον, ὁ δὲ Ἀκύλας· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν τετραυματισμένον πεπληγότα ὑπὸ θεοῦ καὶ τεταπεινωμένον. Ἀλλ' ἡμεῖς μὲν οἷα νήπιοι ταύτην εἴχομεν περὶ αὐτοῦ τὴν δόξαν, ὁ δὲ πάντα ταῦτ' ἔπασχε δι' ἡμᾶς, ἵνα ἡμᾶς ἐλευθερώσῃ πάσης τιμωρίας. διὸ ἐπιφέρεται· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ὁ δὲ Ἀκύλας· καὶ αὐτός φησι βεβηλωμένος ἀπὸ ἀθεσμιῶν ἡμῶν, συντετριμμένος ἀπὸ τῶν ἀνομιῶν ἡμῶν· ἦν γὰρ ἀληθῶς βεβηλωμένος, ὅτε «γέγονεν» «ὑπὲρ ἡμῶν κατάρα», ὅτε γοῦν καὶ συνετρίβη καὶ ἐβεβηλώθη καὶ πάντα τὰ χείριστα ὑπέμεινεν, οὐ διά τινας οἰκείας ἁμαρτίας διὰ δὲ τὰς ἡμετέρας. καὶ γέγονεν ἡ παιδεία τῆς εἰρήνης ἡμῶν ἐπ' αὐτόν· ἅπερ γὰρ ἐχρῆν ἡμᾶς παθεῖν παιδευομένους διὰ τὰς ἡμετέρας ἁμαρτίας, ταῦτ' ἐπ' αὐτὸν ἦλθεν ὑπὲρ τῆς ἡμετέρας πρὸς τὸν θεὸν εἰρήνης. καὶ τῷ μώλωπι αὐτοῦ φησιν ἰάθημεν, ἐπεὶ καὶ μώλωπας εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ τοῦ σώματος καὶ τραύματα τυπτόμενον καὶ «μαστιγούμενον» καὶ τὰς ὄψεις «ῥαπιζόμενον» «τήν τε κεφαλὴν καλάμῳ παιόμενον». πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. τίνες δ' ἡμεῖς ἀλλ' ἢ οἱ πάλαι πλανηθέντες καὶ μὴ λογισάμενοι αὐτὸν μηδὲ συνιέντες, τίς ποτε ἦν; διὸ πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· ἄλλος γὰρ ἄλλην ὁδὸν ὥδευσε πλάνης διάφορα περὶ αὐτοῦ καὶ ἐναντία δοξάσας· τῷ δὲ ἄρα οὐκ ἀθεεὶ ἐγίγνετο τὰ γινόμενα· αὐτὸς γὰρ αὐτὸν παρεδίδου ὁ κύριος ταῖς ἁμαρτίαις ἡμῶν, ἵνα γένηται ἀντίψυχον καὶ «ἀντίλυτρον» ἡμῶν. οὕτω γὰρ καὶ «ἀμνὸς τοῦ θεοῦ» γέγονεν, «αἴρων» καὶ περικαθαίρων «τὴν ἁμαρτίαν τοῦ κόσμου». διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· κύριος δὲ καταντῆσαι ἐποίησεν εἰς αὐτὸν τὴν ἀνομίαν πάντων ἡμῶν. Εἶτ' ἀντὶ τοῦ· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα, ὁ Σύμμαχος προσηνέχθη φησὶ καὶ αὐτὸς ὑπήκουσε. τίνι δὲ προσηνέχθη ἀλλ' ἢ «τῷ Πιλάτῳ»; «καὶ ἐπειδὴ κατηγορούμενος» «ἐσιώπα» καὶ ψευδομαρτυρούμενος «οὐδὲν ἀπεκρίνατο», τούτου χάριν κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ οὐκ ἤνοιξε τὸ στόμα αὐτοῦ. Εἶτα διελθὼν αὐτοῦ τὰ πάθη ἀναπέμπει τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν ἐπιλέγων· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; τότε γὰρ μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ τίς ὢν καὶ ὁποῖος καὶ «ἐκ θεοῦ γεγεννημένος» «μονογενὴς υἱὸς» ταῦτα πάντα ὑπέστη. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· τὴν γενεὰν αὐτοῦ τίς ἐξομιλήσει; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ὁ δὲ Σύμμαχος· ἀπετμήθη γάρ φησιν ἐκ γῆς ζώντων καὶ διὰ τὴν ἀδικίαν τοῦ λαοῦ μου πληγὴ αὐτοῖς, ὁ δὲ Θεοδοτίων· ὅτι ἀπετμήθη ἀπὸ γῆς ζώντων ἀπὸ ἀθεσίας τοῦ λαοῦ μου ἥψατο αὐτῶν· μᾶλλον γὰρ αὐτῶν καθήψατο καὶ πληγὴ αὐτοῖς μεγίστη γέγονεν ὁ αὐτοῦ θάνατος· αὐτίκα γοῦν ἀνίατον ἐσχήκασι μετὰ ταῦτα τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν καὶ τὴν ἁψαμένην αὐτῶν πληγήν. σαφῶς δὲ ὁ προφήτης ἐν τούτοις ὅτι μήτε περὶ ἑαυτοῦ ταῦτ' ἐθέσπιζε μήτε περὶ τοῦ λαοῦ ὡς ἂν οἰηθείη παρέστησεν εἰπών· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἀντὶ δὲ τοῦ· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, ὁ Σύμμαχος· καὶ δώσει φησὶ τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ. τίς δὲ δώσει ἢ ὁ τῶν ὅλων κριτής; καὶ τίνας ἢ τοὺς τὰ εἰρημένα δεδρακότας, οὓς καὶ παρέδωκεν αὐτίκα καὶ οὐκ εἰς μακρὸν ἐχθροῖς καὶ πολεμίοις καὶ πολιορκηταῖς; καὶ τοὺς πάλαι δὲ πλουσίους, ἐν οἷς ἐπλεονέκτουν προτερήμασι, παραδώσειν φησὶν ἀντὶ τοῦ θανάτου αὐτοῦ. ὃ δὴ καὶ αὐτὸ παραχρῆμα συνέβη ὡς «ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ μνημόσυνον» τῶν πάλαι παρὰ Ἰουδαίοις πολλὰ δεδυνημένων, Φαρισαίων καὶ γραμματέων καὶ Σαδδουκαίων· καὶ ἔτι πρὸς τούτοις, ἱερέων τε καὶ ἀρχιερέων καὶ τῶν παρ' αὐτοῖς βασιλικῇ ἀξίᾳ τετιμημένων. οὗτοι γὰρ ἦσαν οἱ ἐνταῦθα λεγόμενοι πλούσιοι, οὓς «μετῆλθεν οὐκ εἰς μακρὰν ἡ ὀργὴ τοῦ θεοῦ», διότι ἀναμάρτητον ὄντα τὸν Χριστὸν τοῦ θεοῦ τοιαύτῃ κολάσει ὑποβεβλήκασι. διὸ ἐπιλέγει· ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ τοῦτ' ἦν τὸ ξένον τῆς τοῦ σωτῆρος ἡμῶν θειοτέρας ἀρετῆς, λέγω δὲ τὸ δι' ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον καὶ ἀνεπίληπτον ἐν λόγῳ καὶ ἔργῳ· «οὐδεὶς γοῦν καθαρὸς γέγονεν ἀπὸ ῥύπου, οὐδ' εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ ἢ μόνος αὐτός»· «ὑπὲρ πάντων» οὖν αὐτὸς «ἀπέθανεν», ἵνα καθάρῃ καὶ «περιέλῃ» «τὴν ἁμαρτίαν τοῦ κόσμου». διὸ καὶ ἔκρινεν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ καθαρίσαι αὐτὸν τῆς πληγῆς, τοῦτ' ἔστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ κύριος ἐβουλήθη ἐπιτρῖψαι αὐτοῦ τὸ ἀρρώστημα, κατὰ δὲ τὸν Σύμμαχον· κύριος ἠθέλησεν ἀλοῆσαι αὐτὸν ἐν τῷ τραυματισμῷ. τούτοις ἑξῆς εἴρηται· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. ὃ δὲ λέγει τοιοῦτον ἔχει τὸν νοῦν· μετὰ τὰ προλεχθέντα πάντα, εἴ τις τῶν εἰς αὐτὸν ἠσεβηκότων βουληθείη θυσίαν ἀνενεγκεῖν ὑπὲρ τῆς αὐτοῦ ἁμαρτίας, τοῦτ' ἔστιν ἐξομολόγησιν καὶ μετάνοιαν τῶν ἡμαρτημένων ἐνδείξασθαι, οὐκ ἀποτεύξεται τῆς εἰς αὐτὸν ἀγαθῆς ἐλπίδος. εἰ γὰρ καὶ τὰ μάλιστα εἴρηται· ὅτι δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ἀλλ' ὅμως ἐὰν δῶτε ὑμεῖς οἱ τὰ τοιαῦτα τολμήσαντες τὸ ὑπὲρ ἁμαρτίας δῶρον, τεύξεσθε ἀφέσεως καὶ ἡ ψυχὴ ὑμῶν σωθήσεται, καὶ οὐχ ἁπλῶς σωθήσεται, ἀλλὰ καὶ ὄψεται τὸ μακρόβιον σπέρμα. τοῦτο δὲ ἦν τὸ ὑπ' αὐτοῦ καταβληθὲν εἰς ἀνθρώπους, περὶ οὗ «ἐν παραβολαῖς» διδάσκων ἔλεγεν· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι», καὶ πάλιν· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ». ἐὰν οὖν δῶ τε περὶ ἁμαρτίας, τοῦτο τὸ λογικὸν καὶ οὐράνιον σπέρμα ὄψεται ἡ ψυχὴ ὑμῶν. ἀντὶ δὲ τοῦ· καὶ κύριος βούλεται ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, ὁ Σύμμαχος· καὶ θέλημά φησι κυρίου ἐν χειρὶ αὐτοῦ εὐοδωθήσεται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ βούλημα κυρίου ἐν χειρί. τοῦτο δὲ ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν λέγεσθαι ἁρμόζει· διὰ παντὸς γὰρ τοῦ πατρὸς τὸ θέλημα ἐν τῇ χειρὶ αὐτοῦ κατευωδοῦτο. Ἔδωκε δὲ αὐτῷ καὶ φῶς εἰς τὸ φωτίζεσθαι τοὺς δι' αὐτοῦ δικαιουμένους, καὶ σύνεσιν δὲ αὐτῷ ἐδωρήσατο· «ἐπανεπαύσατο γὰρ ἐπ' αὐτὸν» «πνεῦμα σοφίας καὶ συνέσεως» εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι καὶ δικαιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι. τίνες δέ εἰσιν οὗτοι, ἐπιλέγει· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει, ἢ κατὰ τὸν Σύμμαχον· καὶ τὰς ἀσεβείας αὐτῶν αὐτὸς ὑπενέγκει· ἀναλαμβάνων γὰρ τῶν πάλαι ἁμαρτωλῶν καὶ ἀσεβῶν εἰς ἑαυτὸν τὰς ἀσεβείας καὶ ἀποδιδύσκων αὐτοὺς τὸν τῆς ἁμαρτίας χιτῶνα δικαίους αὐτοὺς ἀπειργάζετο. διὸ ἐπιφέρεται· διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς· διὰ τοῦτο γὰρ ἐπειδὴ εἰς ἑαυτὸν τὰς τῶν πολλῶν ἀνέλαβεν ἁμαρτίας, τούτου χάριν καὶ δεδύνηται κλῆρον ἑαυτῷ ποιήσασθαι τοὺς πάντας. εἰ γὰρ μὴ οἷός τε ἦν ἀφιέναι ἁμαρτίας, διέμειναν ἂν ἐν τοῖς αὐτῶν πλημμελήμασι καὶ οὐκ ἂν ἔτυχον σωτηρίας. νῦν δὲ ἐπειδὴ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνέλαβε, διὰ τοῦτο καὶ κληρονομίαν αὐτοὺς εἴληφε παρὰ τοῦ πατρός. ὃ δὴ καὶ διδάσκει αὐτὸς λέγων· «κύριος εἶπε πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». καὶ τῶν ἰσχυρῶν δὲ ἐμέρισε σκῦλα, τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων, τῶν τε πονηρῶν δαιμόνων, ὧν ἐξαρπάσας τὰς αἰχμαλώτους ὑπ' αὐτοῖς γενομένας ψυχάς, σκῦλα ἑαυτῷ ἐποιήσατο, ἅπερ σκῦλα τοῖς ἑαυτοῦ μαθηταῖς διένειμε διαφόρους ἐξ αὐτῶν συστησάμενος ἐκκλησίας. διὸ ἀνωτέρω ἐλέγετο· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». ταῦτα δὲ πάντα δυνατός ἐστι ποιῆσαι καὶ ποιήσει, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὥσπερ τινὰ μισθὸν παρὰ τοῦ πατρὸς τοῦτ' εἰληφώς, λέγω δὲ τὸ ἀφιέναι ἁμαρτίας τοῖς προημαρτηκόσι καὶ ὑπὸ τὸν αὐτοῦ κλῆρον ὑπάγειν αὐτούς. ἐπειδὴ γὰρ παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ ἐπειδὴ αὐτὸς ἁμαρτίας πολλῶν ἀνέλαβε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη, τούτου χάριν κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. πῶς δὲ ἐν ἀνόμοις ἐλογίσθη, διδάσκει τὸ Εὐαγγέλιον, καθ' ὃν καιρὸν «συνεσταυροῦντο» αὐτῷ παρ' ἑκάτερα «οἱ λῃσταί», πεπληρῶσθαι λέγον τὴν προφητείαν· εἴρηται δ' οὖν παρὰ τῷ Μάρκῳ· «καὶ σὺν αὐτῷ ἐσταύρωσαν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων. καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη».
2.43.1
Ἀκολούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν προφητείαν, ἐν ᾗ διεγράφετο ἡ εἰς ἀνθρώπους αὐτοῦ γένεσις καὶ ὁ μετὰ ταῦτα βίος, ὅ τε θάνατος καὶ ἡ τοῦ θανάτου αἰτία διὰ τῶν προκειμένων ὁ λόγος εὐαγγελίζεται τὴν δι' αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ἱδρυνθεῖσαν ἐκκλησίαν πάλαι οὖσαν ἔρημον καὶ ἄγονον καὶ ἄκαρπον, διὸ καὶ στείραν αὐτὴν ὀνομάζει, ἐπειδὴ τοιαῦταί τινες ἦσαν πάλαι πρότερον αἱ τῶν ἀπίστων ἐθνῶν ψυχαί. ἀλλὰ νῦν μεταβολὴν τὴν ἐπὶ τὸ κρεῖττον ὁ λόγος αὐταῖς εὐαγγελιζόμενος τῇ πάλαι στείρᾳ παρακελεύεται εὐφραίνεσθαι, ἤδη δὲ ὡς ἂν ὑποδεξαμένῃ σπόρον καὶ λοιπὸν κυούσῃ καὶ μελλούσῃ τίκτειν τὸ σωτήριον καὶ ἀγαθὸν γέννημα ἐπιλέγει· ῥῆξον καὶ βόησον, ἡ πάλαι οὐ τίκτουσα, ἢ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· ῥῆξον καὶ βόησον, κελάδει αἴνεσιν καὶ χρεμέτισον, οὐκ ὠδίνουσα, ὁ δὲ Σύμμαχός φησιν· ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτισον, μὴ τίκτουσα, ὁ δὲ Θεοδοτίων ῥῆξόν φησιν εὐφροσύνην καὶ τέρπου, οὐκ ὠδίνουσα. καὶ ἐπιλέγει· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, κατὰ δὲ τὸν Σύμμαχον· πολλὰ γὰρ τὰ τέκνα τῆς ἠφανισμένης ὑπὲρ τὰ τέκνα τῆς ὑπάνδρου· καὶ γὰρ ἦν πάλαι πρότερον ἡ ἐξ ἐθνῶν ἐκκλησία ἠφανισμένη καὶ ἔρημος, ἅτε μηδέπω τὸν ἐπουράνιον κεκτημένη νυμφίον. πλὴν πολυκαρπίαν αὐτῇ καὶ πολυτεκνίαν ἐπαγγέλλεται πλείονα τῆς ἐχούσης τὸν ἄνδρα. τίς δὲ ἦν αὕτη ἢ τὸ Ἰουδαίων ἔθνος καὶ ἡ παρ' αὐτοῖς πάλαι τετιμημένη ὡς θεοῦ πόλις Ἰερουσαλήμ; ἥτις ἔχουσα τὸν ἄνδρα τὸν ἐπουράνιον λόγον ἠλέγχετο «ἀποστασίου βιβλίον» αὐτῷ δεδωκυῖα καὶ ἐκπορνεύσασα ἐξ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν, δι' ὧν ἐλέγετο· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί». ἐν παραθέσει τοιγαροῦν τῆς πάλαι τὸν ἄνδρα κτησαμένης ἡ ἐν τοῖς ἔθνεσιν ἔρημος οὖσα θεοῦ τὸ πρὶν ψυχὴ ἐπαγγελίας ἀξιοῦται χρηστῆς πολυπαιδίαν καὶ πολυτεκνίαν αὐτῇ εὐαγγελιζομένου τοῦ λόγου ὡς ἐν παραθέσει τοῦ ἐκ περιτομῆς λαοῦ τὰ ταύτης τέκνα πολυπλασιάζεσθαι. διὸ λέλεκται· ὅτι πολλὰ τὰ τῆς ἐρήμου τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶτα τῇ αὐτῇ προσφωνεῖ λέγων· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον. λέλεκται δὲ ταῦτα ὡς ἂν καὶ ἐπὶ «τῆς σκηνῆς» τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης· ἐκείνῃ γὰρ χρησάμενος ὁ λόγος εἰκόνι τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ προσφωνεῖ μὴ κατ' ἐκείνην σμικρύναι τὴν ἑαυτῆς οἰκοδομήν, ἀλλὰ πλατύναι τὴν σκηνοπηγίαν ἑαυτῆς ἐκτείνασαν εἰς ἄφατον «μῆκός» τε καὶ «πλάτος»· ἡ μὲν γὰρ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα πηχῶν ἦν «ἑκατὸν μήκους, πλάτος δὲ πεντήκοντα». ἐνταῦθα δὲ μὴ φείσῃ φησὶ τούτου μηδὲ στενοχωρήσῃς σεαυτὴν τοῖς μέτροις, ἀλλ' ἐκτείνασα μάκρυνον καὶ κατίσχυσον, ἔτι μᾶλλον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον. νοήσεις δὲ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ μέγεθος τῆς νέας ταύτης σκηνῆς, ἣν ἔπηξεν οὐκ ἄνθρωπος, ἀλλ' ὁ κύριος ἐπὶ νοῦν βαλών, ὅση μὲν ὑπῆρχε τοῖς μέτροις ἡ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα, ὅση δὲ ἦν ἡ Ἰερουσαλὴμ τὸν νεὼν ἔχουσα «μήκους πηχῶν ἑξήκοντα καὶ πλάτους εἴκοσι». ὥσθ' εἴπερ ἦν θαύματος ἄξιος ὅ τε νεὼς ἐν μιᾷ πόλει τῆς Παλαιστίνης ἱδρυμένος, πόσῳ μᾶλλον τὰ πλήθη καὶ τὰ μεγέθη καὶ τὰ κάλλη τῶν κατὰ πάντα τόπον ἀνεγηγερμένων ἐκκλησιῶν τοῦ θεοῦ. καὶ ὅτι ταῦτα τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ θεσπίζεται, παρίστησι σαφῶς τὸ λόγιον ἐπιφέρων ἑξῆς· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. σπέρμα δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ εἴη ἂν ὁ εὐαγγελικὸς λόγος, περὶ οὗ εἴρηται· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι», καί· «οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ»; τὸ δ' αὐτὸ τοῦτο σπέρμα καὶ πόλεις ἠρημωμένας συνεστήσατο. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· τὸ δὲ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠφανισμένας κατοικιοῦσι. δύναται δὲ σπέρμα εἶναι τῆς ἐκκλησίας καὶ ἡ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν διαδοχή, δι' ὧν ἡ θεοσεβὴς πολιτεία ἐν ταῖς πάλαι ἠφανισμέναις καὶ θεοῦ ἐρήμοις ἐκκλησίαις συνέστη. Τούτοις ἑξῆς ἐπιλέγει· μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης. ὅτε μὲν γὰρ ἦν στεῖρα καὶ οὐ τίκτουσα οὐδὲ ὠδίνουσα μηδὲ τὸν ἄνδρα ἔχουσα, ἐπονείδιστος ἦν καὶ αἰσχύνης ἔμπλεως· ἀλλὰ νῦν φησι πρὸς αὐτήν· Εἰ καὶ πάλαι ποτὲ αἰσχύνης καὶ ὀνείδους ἔπραττες ἄξια, ἀλλὰ νῦν θάρσει, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. χηρείαν δὲ ἀποκαλεῖ ἐνταῦθα τὴν στέρησιν τοῦ νυμφίου λόγου, ἧς οὐ μνησθήσῃ φησὶν ὅτι κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε· οὐ γὰρ ἐξ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου τὰ τῆς συστάσεως γέγονεν, ἀλλὰ δι' αὐτοῦ τοῦ κυρίου. διὸ καὶ ὁ σωτὴρ αὐτὸς ἐπαγγέλλεται λέγων· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». αὐτὸς οὖν οὗτος ὁ ποιῶν σε, κύριος τῶν δυνάμεων αὐτός ἐστιν, ὁ καὶ πάλαι ὢν θεὸς Ἰσραὴλ καὶ νῦν πάσῃ τῇ γῇ γινωσκόμενος. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· θεὸς πάσης τῆς γῆς κληθήσεται. Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις ἐπιφέρει· οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε κύριος οὐδ' ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ θεός σου, κατὰ δὲ τὸν Σύμμαχον· ὡς γὰρ γυναῖκα καὶ κατώδυνον καὶ ἐγκαταλελειμμένην πνεύματι ἐκάλεσέ σε κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀπωσθῇ, εἶπεν ὁ θεός· ἐν τάχει σμικρῷ ἐγκατέλιπόν σε καὶ ἐν οἰκτιρμοῖς μεγάλοις ἀθροίσω σε, ἐν ὀξυσμῷ ὀργῆς ἔκρυψα τὸ πρόσωπόν μου πρὸς ὀλίγον ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ᾠκτείρησά σε. Εἶτ' ἐπιλέγει, ὅτι ὥσπερ ἐπὶ τοῦ Νῶε ἐπωμοσάμην μηκέτι κατακλυσμῷ τοὺς ἐπὶ γῆς ἀπολέσειν, οὕτως καὶ νῦν ἐπὶ σοὶ ὅρκῳ τὸν ἐμαυτοῦ λαὸν πιστοῦμαι μηκέτι σοὶ θυμωθήσεσθαι· τὰ γὰρ ὄρη σαλευθήσονται καὶ οἱ βουνοὶ ταραχθήσονται, τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου ἀνακλιθήσεται, εἶπεν ὁ οἰκτείρων σε κύριος· θᾶττον γὰρ τὰ ὄρη μεταστήσονται τῶν οἰκείων ἑδρασμάτων καὶ οἱ βουνοὶ ταραχθήσονται ἢ τὸ ἐμὸν ἔλεος ἀποκινηθήσεται. καὶ ταῦτα δὲ τῷ θεοσεβεῖ πολιτεύματι ἐπαγγέλλεται ὁ λόγος, ὃ πάλαι μὲν ἦν παρὰ Ἰουδαίοις, διαπεσὸν δὲ παρ' αὐτοῖς ἐπὶ τὴν «ἐξ ἐθνῶν» ἐκκλησίαν μεταβέβηκε. καὶ διαθήκην δὲ εἰρήνης ὑπισχνεῖται αὐτῇ φάσκων· οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μεταστῇ. Εἶθ' ὑπομιμνῄσκει ὁποία τις ἦν τὸ πρότερον παρὰ Ἰουδαίοις ἡ θεοσεβὴς πολιτεία καὶ οἵας τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. διό φησι· ταπεινὴ καὶ ἀκατάστατος· ἦν γὰρ παρὰ Ἰουδαίοις τῷ ὄντι ταπεινὴ σωματικὴ θρησκεία ἐν σώματος περιτομῇ καὶ ἐν θυσίαις ζῴων καὶ τοῖς τούτων παραπλησίοις ἐξεταζομένη, διὸ ταπεινὴν καὶ ἀκατάστατον αὐτὴν ὠνόμασεν. εἶτ' ἐπιλέγει· οὐ παρεκλήθης· οὐδεὶς γὰρ ἦν τῶν προφητῶν οὐδὲ τῶν θεοφιλῶν ἀνδρῶν τοσοῦτος ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι. ἀλλ' εἰ καὶ μηδεὶς ταῦτά φησιν ἔπραξεν ἐπὶ σοί, ἀλλ' ἰδοὺ ἐγὼ αὐτὸς ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, ἀνθ' οὗ ὁ Σύμμαχος· ἰδοὺ ἐγώ φησι συντίθημι στίμει τοὺς λίθους σου, ὁ δὲ Θεοδοτίων· ἰδοὺ ἐγὼ ἐμβαλῶ ἐν στίμει τοὺς λίθους σου. ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη «στιμίζοιτο τοὺς ὀφθαλμούς», οὕτως αὐτὸς ἐγώ φησιν ὑπὲρ πάντα ὡραϊσμὸν καὶ καλλωπισμὸν τοὺς τῆς σῆς οἰκοδομῆς λίθους διαθήσω, κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἄνθρακα λίθον τίμιον ἑτοιμάσει αὐτῇ λέγεται. μήποτε δὲ ὁ ἄνθραξ οὗτος τὸ καθάρσιον αἰνίττεται τῆς ψυχῆς, ἐπεὶ καὶ «τὸ ἓν τῶν σεραφεὶμ τοῦ προφήτου Ἠσαΐου τῷ ἄνθρακι τῷ ἀπὸ τοῦ θυσιαστηρίου ἐκάθηρε τὰ χείλη». ἀλλὰ πάντα μὲν τὸν τῆς οἰκοδομῆς σου λίθον τοιοῦτον, δηλαδὴ κεκαθαρμένον φησὶ παρασκευάσειν ὡς μηδένα λίθον τῆς οἰκοδομῆς εἶναι ἀκάθαρτον, τὰ δὲ θεμέλιά σου ἀπὸ λίθου σαπφείρου συνθήσω. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· καὶ θεμελιώσω σε ἐν σαπφείροις. Ἀλλὰ καὶ τὰς ἐπάλξεις σου ἀπὸ λίθου ἰάσπιδος οἰκοδομήσω, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ποιήσω καρχηδόνιον τὰς οἰκίας σου καὶ τὰς πύλας σου λίθους γλυφῆς, κατὰ δὲ τοὺς Ἑβδομήκοντα· καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. ταῦτα δὲ πάντα νοήσομεν ψυχὰς τιμίας καὶ πολυτελεῖς, ἀφ' ὧν οἰκοδομήσειν ὁ θεὸς ἐπαγγέλλεται τὸ θεοσεβὲς πολίτευμα. σαπφείρῳ δὲ αὐτοὺς ἀπεικάζει διὰ τὸ ἐοικέναι τῷ οὐρανίῳ χρώματι τὸν σάπφειρον. καὶ τούτων δὲ τὴν πολιτείαν οὐράνιον γεγονέναι καὶ ἀγγελικήν, ὡς διδάσκει λέγων ὁ Παῦλος· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει». εἴρηται δὲ καὶ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ ὁ τόπος ὁ «ὑπὸ τὸν θρόνον τοῦ θεοῦ ὡς σάπφειρος». οὗτοι δὴ οὖν «οἱ προφῆται πάντες καὶ οἱ ἀπόστολοι θεμέλιοί» τινες ἦσαν τοῦ θεοσεβοῦς πολιτεύματος εὐπαγεῖς καὶ «ἑδραῖοι» «σαπφείροις» ἀφωμοιωμένοι διὰ «τὸ οὐράνιον πολίτευμα» καὶ διὰ τὸ «φορεῖν» «τὴν εἰκόνα τοῦ ἐπουρανίου». διὸ εἴρηται· καὶ θήσω τὰ θεμέλιά σου σάπφειρον. καὶ αἱ ἐπάλξεις δὲ τῆς νέας ταύτης καὶ καινῆς Ἰερουσαλὴμ ἴασπις ἦν λίθος, ἢ καρχηδόνιος κατὰ τὸν Σύμμαχον, ἐξαίρετός τις ἦν καὶ διαφανής. τοιοῦτοι δ' ἂν εἶεν οἱ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι ὥσπερ προμαχῶνες ὄντες τοῦ θεοσεβοῦς πολιτεύματος διὰ τὸ δύνασθαι «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» «καθαιρεῖν» καὶ διελέγχειν πάντα ψευδῆ λόγον τὸν τῆς ἀληθείας πολέμιον· ὥσπερ γὰρ ἐπὶ τῶν τειχῶν αἱ ἐπάλξεις προμαχῶνές εἰσιν ἐπὶ παρασκευῇ τῆς πρὸς τοὺς πολεμίους παρατάξεως παρεσκευασμένοι, οὕτω καὶ τῆς ἐκκλησίας οἱ ἐν λόγῳ καὶ σοφίᾳ δυνατοὶ λεχθεῖεν ἂν εἰκότως ἐπάλξεις. τούτοις συγκαταλέγει ἑτέρους ἀφομοιῶν αὐτοὺς λίθοις κρυστάλλου, δι' ὧν τὰς πύλας τῆς πόλεως συστήσεσθαι θεσπίζει τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπιστευμένων τὴν πρώτην καὶ στοιχειώδη καὶ εἰσακτικὴν διδασκαλίαν. ἐπὶ τούτοις τὸν περίβολον τῆς νέας τοῦ θεοῦ πόλεως ἐκ λίθων ἐκλεκτῶν θήσειν ἐπαγγέλλεται· τοιοῦτοι δ' ἂν εἶεν οἱ περιφράττοντες καὶ ἀντὶ παντὸς ἕρκους ἀσφαλιζόμενοι διὰ τῶν πρὸς τὸν θεὸν εὐχῶν τὴν πᾶσαν οἰκοδομὴν τῆς πόλεως καὶ τὰ μὲν τῆς πόλεως μεγάλα καὶ πολυτελῆ καὶ ἔντιμα οἰκοδομήματα. Τοιαῦτα τὰ δὲ λοιπὰ πλήθη τῶν τὴν εἰρημένην πόλιν οἰκησόντων θεὸν αὐτὸν ἐπιγράψονται διδάσκαλον· τοῦτο γὰρ παρίστησι τὸ λόγιον φῆσαν· καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ· ὁ γὰρ εἰπὼν ἐν Εὐαγγελίοις· «μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς». διδακτοὺς θεοῦ ἀποτελέσει τοὺς υἱοὺς τῆς πάλαι «στείρας», ἀλλὰ καὶ ἐν πολλῇ εἰρήνῃ ἔσεσθαι αὐτῆς τὰ τέκνα. τοῦτο γὰρ αὐτοῖς ἐπηγγείλατο εἰπών· «εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Οἷς ἐπιλέγει· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· κατὰ γὰρ τὸ δικαιότατον αὐτὸς ὁ τῶν ὅλων οἰκοδόμος, ἡ σοφία τοῦ θεοῦ, «τοὺς ζῶντας» καὶ εὐπαγεῖς «λίθους» προσάπτων τῇ οἰκοδομῇ τοὺς μὲν ἐπάλξεις ἐποίει, τοὺς δὲ θεμελίους κατεβάλλετο, τοὺς δὲ ἐν τοῖς περιβόλοις κατέταττε, καὶ τοὺς μὲν ἀφώριζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδοτάτω τοῦ ναοῦ, τοὺς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει. διὸ λέλεκται· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· καὶ τὰ μὲν παρὰ τοῦ θεοῦ ἐπηγγελμένα τῇ ἐκκλησίᾳ αὐτοῦ, τοιαῦτα ἑξῆς δὲ τῇ αὐτῇ διαστέλλεται λέγων· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι· τὰ μὲν γὰρ προϋπάρξαντά σοι ἐξ ἐμῆς χάριτος ἔσται, τοιαῦτα εἰ δὲ ἀγωνιᾷς μήποτε ἐπίστη σοι φόβος ἔκ τινος πολεμίων ἐπιθέσεως. θάρσει τῷ ἐμῷ παραγγέλματι· εἰ γὰρ τάδε ποιήσειας, οὐκ ἔσται σοι τάδε, εἰ δὲ μὴ φυλάξειας τὸ παράγγελμα, σαυτὴν ἐπιμέμφου φόβοις ἀνθρωπίνοις περιπεσουμένη. διὸ μαρτύρομαί σοι καί φημι· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι, ἀλλὰ καὶ μενούσῃ παρ' ἐμοὶ καὶ θεοσεβούσῃ κατὰ τὸν πρέποντα λόγον προσήλυτοί σοι προσελεύσονται, οὐκ ἄνευ τῆς ἐμῆς βουλῆς· δι' ἐμοῦ γὰρ καὶ οὗτοι παροικήσουσι. εἴποις δ' ἂν προσηλύτους μετὰ τὰ προλεχθέντα τῆς ἐκκλησίας τάγματα τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσβάλλοντας ἐν τοῖς πλήθεσιν· οὓς καὶ παροικήσειν, ἀλλ' οὐ κατοικήσειν φησὶν αὐτὴν διὰ τὸ ὡς ἐν παρόδῳ ποιεῖσθαι αὐτοὺς τὴν εἴσοδον. διὸ λέλεκται τοῖς καλλίστοις· ἰδοὺ προσήλυτοί σοι προσελεύσονται δι' ἐμοῦ καὶ παροικήσουσί σοι καὶ ἐπὶ σὲ καταφεύξονται· ὡς γὰρ καταφυγῆς δεόμενοι προσέρχονται οἱ τοιοῦτοι, οἱ μὲν προστασίας, οἱ δὲ ἐπικουρίας δεόμενοι, οἱ δὲ ἑτέρας ὑποθέσεως ἕνεκεν, ὅθεν καὶ προσηλύτους ἀπεκάλεσε καὶ παροικήσειν αὐτοὺς εἶπε προσφυῶς τῇ τῶν ἀνδρῶν προαιρέσει. Καὶ ταῦτα πάντα ἐγώ φησιν αὐτὸς ὁ κύριος ποιήσω, ἐπειδὴ καὶ αὐτός σου γέγονα κτίστης «ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν ἐκκλησίαν», καὶ ἔκτισά σε οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ, θεϊκῇ δὲ καὶ ἀρρήτῳ χάριτι. διὸ καί φημι· ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· τὰ μὲν γὰρ ἀνθρώπινα ἐπισκευάσματα καὶ ἐξ ἀνθρωπίνης σπουδῆς συνιστάμενα τοιαῦτά τινα τυγχάνει. διὸ καὶ εἰς φθορὰν χωρεῖ καὶ εἰς ἀπώλειαν, τὸ δὲ ἐμὸν ἔργον ἀδιάφθορον πέφυκε. διό φημι· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν, οὐδὲ εἰς τὸ φθεῖραι πᾶν σκεῦος σκευαστὸν ἐπὶ σέ· οὐδὲν γὰρ τοιοῦτον εὑρεθήσεται ἐπὶ τοῦ ἐμοῦ ἔργου ὡς διαφθεῖραι αὐτὸ καὶ ἀπολέσαι. ἀλλὰ καὶ πᾶσα φωνή φησιν, ἥτις ἀναστήσεται, καὶ πᾶς ὁ βουλευόμενος διακριθῆναι πρὸς σέ, ἡττηθήσεται, καὶ ἐπιλέγει· πάντας αὐτοὺς ἡττήσεις. ἑξῆς τούτοις εἴρηται· ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον, σφόδρα ἀκολούθως· μετὰ γὰρ τὰ προλεχθέντα πάντα ἐχρῆν ὑπομνῆσαι καὶ τῆς ὑποκειμένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας. τίς δ' ἂν γένοιτο αὕτη ἀλλ' ἢ ἡ βασιλεία τῶν οὐρανῶν; τὸ δὲ λεγόμενον παρὰ τοῖς Ἑβδομήκοντα· οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ οὔτε ἐν τῷ Ἑβραϊκῷ φέρεται οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. τούτοις ἑξῆς ἐπιλέγεται· καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος, ὅπερ συνῆπται κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῖς προτέροις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· αὕτη ἡ κληρονομία μου τῶν δούλων κυρίου, καὶ ἡ δικαιοσύνη αὐτῶν παρ' ἐμοῦ, φησὶ κύριος.
2.44.1
Ἡ μετὰ χεῖρας προφητεία εἰς αὐτὸν ἀναπέμπει τὸν Χριστὸν τοῦ θεοῦ φάσκουσα· Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ. εἶτα τὴν χάριν τὴν διὰ τοῦ σωτῆρος προῖκα δωρηθεῖσαν ἀνθρώποις αἰνιττομένη φησί· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, πορευθέντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου. ἀντὶ δὲ τοῦ· καὶ τιμῆς οἴνου καὶ στέαρ, ἵνα τιμᾶσθε ἀργυρίου ὁ Σύμμαχος καὶ ἄνευ ἀλλάγματος οἶνόν φησι καὶ γάλα, καὶ ὁ Ἀκύλας δὲ ὁμοίως οἶνον καὶ γάλα ἡρμήνευσεν, ὡς μὴ μόνον ὕδωρ, ἀλλὰ καὶ οἶνον καὶ γάλα ἐπαγγέλλεσθαι τὸ λόγιον τοῖς διψῶσιν. ὕδωρ μὲν οὖν «ἀπὸ τῆς πηγῆς τοῦ σωτηρίου» δηλοῖ τὸ εὐαγγελικὸν κήρυγμα, οἶνον δὲ καὶ γάλα τὸ μυστήριον αἰνίττεται τῆς ἐν Χριστῷ ἀναγεννήσεως· «οἱ» γὰρ «ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι» «ὡς ἀρτιγέννητα βρέφη» «τῷ λογικῷ» τρέφονται «γάλακτι» καὶ τοῦ τῆς καινῆς διαθήκης μεταλαμβάνουσιν οἴνου. χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι κατὰ τὸν παλαιὸν τοῖς ἐν Χριστῷ ἀναγεννωμένοις γάλα μυστικὸν προσεφέρετο μετὰ τοῦ σώματος καὶ τοῦ αἵματος τῆς καινῆς διαθήκης· φασὶ δὲ εἰσέτι καὶ νῦν τουτὶ τὸ ἔθος ἔν τισιν ἐκκλησίαις σῴζεσθαι, πλὴν εἰ καὶ μὴ σωματικῶς κατὰ γοῦν τὴν διάνοιαν τὸ αἷμα τοῦ Χριστοῦ τὸ μυστικὸν καὶ ἀντὶ οἴνου καὶ ἀντὶ γάλακτος τοῖς καταξιουμένοις τῆς ἐν Χριστῷ ἀναγεννήσεως προσφέρεται. εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγοιτο καὶ στέαρ τὸ πῖον καὶ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ πνευματικῆς τροφῆς αἰνίττεται, ὃ καὶ αὐτὸ πάλιν ὁ σωτὴρ ἐδήλου λέγων· «ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς». ὥσπερ οὖν ἐκεῖ τὴν σάρκα οὕτως ἐνταῦθα τὸ στέαρ ὠνόμασεν καὶ ὡς ἐκεῖ τὸ αἷμα, οὕτως ἐνταῦθα τὸν οἶνον, δι' ὧν τὸ μὲν στέαρ καὶ ἡ σὰρξ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν δηλοῖ, ὁ δὲ οἶνος καὶ τὸ αἷμα τὸ μυστήριον τοῦ πάθους σημαίνει. ταῦτ' οὖν τοῖς διψῶσι τῆς ἐν θεῷ σωτηρίας ἀμισθὶ παρέξειν καὶ προῖκα δωρήσασθαι ἐπαγγέλλεται. Διὰ τί δὲ καταναλίσκετε τὸν μόχθον ὑμῶν, περὶ ἕτερα ἀσχολούμενοι, ἐξ ὧν οὐκ ἔστι ψυχὴν τραφῆναι οὐδ' εἰς πλησμονὴν ἀπολαῦσαι τροφῆς. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· διὰ τί ἵστατε ἀργύριον οὐχ ὑπὲρ ἄρτων καὶ τοὺς κόπους ὑμῶν οὐχ ὑπὲρ πλησμονῆς; νοήσεις δὲ τοὺς ἀργυρίου ἐξωνουμένους τὸν τῆς ψυχῆς ἄρτον ἐπιστήσας τοῖς χρήματα προσάγουσι τοῖς λογικήν τινα διδασκαλίαν ἐπαγγελλομένοις «σοφοῖς τοῦ αἰῶνος τούτου» ἢ καὶ τοῖς τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων παράδοσιν μισθοῦ πιπράσκουσι τοῖς μαθητευομένοις. ἑξῆς τούτοις παρακαλεῖ τὰ ὦτα κλῖναι διὰ τοῦ συνεῖναι καὶ τὰς τῆς ψυχῆς ἀκοὰς ὑπηκόους παρασχεῖν τοῖς λεγομένοις. διό φησιν· ἀκούσατε καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· πρὸς γὰρ τοῖς προτέροις καὶ ἑτέρων ἀγαθῶν ἐλπίδα καὶ τρυφὴν ἔνθεον τεταμιεῦσθαί φησι ταῖς τῶν ὑπηκόων ψυχαῖς. οὐ γὰρ τοῖς σώμασι, διαρρήδην δὲ ταῖς ψυχαῖς τὴν «τῶν μελλόντων ἀγαθῶν» δόσιν προβάλλεται. Οἷς προστίθησι λέγων· προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου, κατὰ δὲ τὸν Σύμμαχον· κλίνατέ φησι τὸ οὖς ὑμῶν καὶ ἔλθετε πρός με, ἀλλὰ καὶ εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ ταῦτα πάντα ταῖς ψυχαῖς ἐπαγγέλλεται. εἶτα προτρέψας διὰ τούτων καὶ διεγείρας τὰς ἀκοὰς ἄρχεται διδασκαλίας φάσκων· καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά· ἡ μὲν γὰρ παλαιὰ διαθήκη πρόσκαιρος οὖσα παρῆλθε καὶ τέλος εἴληφεν. ἐπεὶ δὲ πολλαχοῦ τῶν γραφῶν ἐπαγγελίαι τῷ Δαυὶδ ἐδόθησαν ἐκ «σπέρματος» αὐτοῦ προελεύσεσθαι τὸν Χριστὸν τοῦ θεοῦ, συγκροτήσαντες ἑαυτοὺς ἀκούσατε τὸν περὶ τούτων λόγον· εὖ ἴστε γάρ, ὅτι ἐὰν ἐπιδῶτε ἑαυτοὺς τοῖς ἐμοῖς λόγοις, κἀγὼ τῆς ὑπακοῆς καρπὸν ὑμῖν παρέξω. ἣν πεποίημαι πρὸς τὸν Δαυὶδ ἐπαγγελίαν, ταύτην ὑμῖν χαριούμενος· διαθήσομαι γοῦν ὑμῖν «τὴν καινὴν διαθήκην», ἥτις ἔσται οὐ κατὰ τὴν Μωσέως πρόσκαιρος, διαρκὴς δὲ καὶ αἰώνιος καὶ μέχρι συντελείας τοῦ παντὸς διαμενεῖ. καὶ τὰ ὅσια Δαυίδ, ἃ ἐπηγγειλάμην αὐτῷ, πιστὰ ποιήσω ἐπαληθεύσας μου τὰς ἐπαγγελίας. Εἶτ' ἐπειδὴ προγνωστικὸν ἦν τὸ προφητικὸν πνεῦμα καὶ τοῦ μέλλοντος προορατικόν, οὐκ ἠγνόησεν, ὡς τὰς φωνὰς ταύτας καθέξουσι μὲν παρ' ἑαυτοῖς Ἰουδαῖοι, οὐ μὴν ἕξουσί τι πλέον ἐξ αὐτῶν πρὸς ψυχῆς ὠφέλειαν. διὸ στρέφει τὸν λόγον ἐπὶ τὰ ἀλλόφυλα καὶ ἀλλογενῆ ἔθνη, οἷς καὶ ἐπαγγελίας ὑπισχνεῖται δώσειν αὐτοῖς ῥήμασι φάσκων· ἰδοὺ μαρτύριον ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. ἀναπέμπει δὴ διὰ τούτων τοὺς ἐντυγχάνοντας ἐπὶ τὸν διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, ἐν οἷς εἴρηται· «ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι», καὶ τό· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος»· «αὐτὸν» οὖν ἐκεῖνόν φησι, περὶ οὗ ταῦτα πάντα λέλεκται· μαρτύριον τοῖς ἔθνεσιν ἔδωκα. διὸ καὶ εὐηγγελιζόμην «τὴν στεῖραν τὴν πάλαι μὴ τίκτουσαν καὶ τὴν μὴ ἐσχηκυῖαν τὸν ἄνδρα τὴν σκηνὴν ἑαυτῆς ἐκτεῖναι καὶ πλατῦναι» παρεκελευόμην, ἐπειδὴ γὰρ τὸ ἐπηγγελμένον ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν. εἰκότως μαρτύριον αὐτὸν οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἔδωκα καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσι· δῆλον γὰρ ἐμοὶ τῷ θεῷ, ὅτι πάντα μᾶλλον ὑπακούσεται αὐτῷ τὰ ἔθνη ἢ ὁ ἐκ περιτομῆς λαός. τὸ δὲ μαρτύριον αὐτοῦ τὸ κήρυγμα ἦν τὸ περὶ αὐτοῦ, ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν εἰπών· «δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν». εἶτα εἰς αὐτοῦ πρόσωπον τοῦ προφητευομένου ἀναφωνεῖ τὸ πνεῦμα λέγον· ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται. ταῦτα δὲ πάντα γενήσεταί φησιν ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ἑξῆς παρακελεύεται ἐπιζητεῖν τὸν κύριον συνάπτων τῷ προστάγματι ἐπαγγελίαν εὑρέσεως. διό φησι· Ζητήσατε τὸν κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε αὐτόν. εἶτα παραινεῖ λέγων· ἐπειδὰν εὑρήσητε αὐτὸν πλησίον ὑμῶν ἑστῶτα καὶ μὴ μακράν που ἀπῳκισμένον, ὡς ἂν ἐνώπιον ἑστῶτες αὐτοῦ τὸν βίον τὸν ἑαυτῶν κατορθώσατε. καὶ ἐπειδήπερ τοῖς ἔθνεσι τοῖς ἀθέοις καὶ ἀσεβέσι πάλαι πρότερον οὖσι ταῦτα προσφωνεῖ, ἀκολούθως παραινεῖ λέγων· ἐπειδὰν ἐγγίσῃ ὑμῖν ὁ κύριος, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ. καλὴ γὰρ ἡ μετάνοια καὶ ἡ ἀπὸ τῶν κακῶν ἀναχώρησις. εἰ γὰρ καὶ ἀθεράπευτα εἶναι νομίζετε τὰ καθ' ἑαυτούς, κἂν ᾖ ἀπεγνωσμένα ὡς ἐν ἀνθρώποις, ἀλλ' οὐ καὶ παρ' ἐμοὶ ἀνίατα καὶ ἀθεράπευτα· πολὺς γάρ εἰμι τοῦ ἀφιέναι. Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὡς αἱ βουλαὶ ὑμῶν οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑμῶν τῶν ἀνθρώπων, οὕτως καὶ αἱ ἐμαὶ κρίσεις καὶ αἱ ὁδοί, λέγει κύριος. ὥσπερ γὰρ ὑψηλὸς ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ὑψωθήσονται αἱ ὁδοί μου παρὰ τὰς ὁδοὺς ὑμῶν καὶ οἱ λογισμοί μου παρὰ τοὺς λογισμοὺς ὑμῶν. ὃν τρόπον γὰρ κατέβη ὁ ὑετὸς καὶ ἡ χιὼν ἀπὸ τοῦ οὐρανοῦ ἐκεῖ οὐχ ὑποστρέψει, ἀλλ' ἐκμεθύσει τὴν γῆν καὶ ἐκτοκήσει τὴν γῆν καὶ βλαστῆσαι αὐτὴν ποιήσει καὶ δώσει σπέρμα τῷ σπείροντι καὶ ἄρτον τῷ ἐσθίοντι, οὕτως ἔσται ὁ λόγος μου, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματός μου, οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ' ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἀπέστειλα αὐτόν. ταῦτα πάντα εἰς πίστωσιν τῆς ἐπαγγελίας, ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ καὶ τὸν ἄνομον τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα εἰπὼν σαφῶς παρέστησε τὸν «ἐν ἀρχῇ» θεὸν «λόγον» ἄνωθεν ἐκ τοῦ πατρὸς κατιόντα δίκην ὑετοῦ καὶ χιόνος ἐπὶ τῷ καταβήσεσθαι εἰς ἀνθρώπους, ἐφ' ᾧ τε τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι καὶ καρποφορῆσαι ποιῆσαι. καὶ τὴν ἐπάνοδον δὲ αὐτοῦ τὴν πρὸς τὸν πατέρα δεδήλωκε φήσας· οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ' ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἐνετειλάμην αὐτῷ· ἐπὰν γὰρ ταῦτα πρότερον ποιήσῃ, τότε πρός με ὑποστρέψει. εἰ δὲ λέγοιτο ἐκ στόματος τοῦ Χριστοῦ ἐξιέναι, οὐ χρὴ λόγον σημαντικὸν κατὰ τὸν παρ' ἡμῖν προφορικὸν νομίζειν εἶναι αὐτόν, ἐπεὶ μηδὲ στόμα τῷ θεῷ σωματικὸν ἀντίος προσάψειε μὴ τοῦ καθεστῶτος ἐκπεσὼν λογισμοῦ. πῶς δ' ἂν ἄλλου λόγος ἀνυπόστατος ἐκπέμπεται καὶ κατέρχεται καὶ ποιήσας τινὰ καὶ κατορθώσας πάλιν ὑποστρέψει πρὸς τὸν ἀποστείλαντα, ἀλλὰ γὰρ ταῦτα σαφῶς συνᾴδει ταῖς εὐαγγελικαῖς διδασκαλίαις, δι' ὧν ὁ θεὸς λόγος εἰσάγεται ἐκ τοῦ πατρὸς ἀποστελλόμενος καὶ τὰς ἐν ἀνθρώποις οἰκονομίας ἐκτελῶν καὶ πάλιν ἀνιὼν πρὸς τὸν πατέρα. Μετὰ ταῦτα ἡ προφητεία πρὸς τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ λόγῳ προσιόντας φησίν· ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· ἐξελεύσεσθε μὲν γὰρ ἀπὸ τῆς πατροπαραδότου πλάνης, τεύξεσθε δὲ διδασκαλίας τῆς κατὰ τὸ σωτήριον εὐαγγέλιον, ὃ δὴ καὶ χαρᾶς ἐνθέου ποιητικὸν ὑμῖν ἔσται. ὁ δὲ Σύμμαχος· ἐν εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν εἰρήνῃ ὁδηγηθήσεσθε. εἶτά φησι· τὰ ὄρη καὶ οἱ βουνοὶ νεμηθήσονται ἔμπροσθεν ὑμῶν ἐν ἀγαλλιάσει, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ κροτήσει χειρί, δι' ὧν οἶμαι δυνάμεις θείας συγχαιρούσας τοῖς ἐπὶ γῆς μετανοοῦσι δηλοῦσθαι, ὃ δὴ καὶ ὁ σωτὴρ ἐδίδαξεν εἰπὼν «χαρὰν ἔσεσθαι» «ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». ξύλα δὲ ἀγροῦ ἐπικροτοῦντα κλάδοις τάχα που αἱ καρποφόροι εἶεν ἂν ψυχαὶ συγχαίρουσαι ταῖς τῶν ἀνόμων ψυχαῖς ἐπιστρεφούσαις πρὸς τὸν θεόν. σημεῖα γοῦν παρεῖχον χαρᾶς διὰ τοῦ κροτεῖν τοῖς κλάδοις, ἀλλὰ καὶ ἀντὶ τῆς στοιβῆς φησιν ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. ἀλληγορικῶς δὲ καὶ διὰ τούτων ᾐνίττετο τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω τῶν ψυχῶν καρποφορίαν· αἳ πάλαι μέν, ὅτ' ἦσαν ἐν ἀθεότητι, οὐδὲν γόνιμον οὐδὲ τρόφιμον ἔφερον· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ καὶ ἀγεωργήτῳ χώρᾳ στοιβὴν ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσωδεστάτην καὶ ἄχρηστον παντελῶς βοτάνην ἔφυον. νῦν δ' ὅτε τῆς θείας μετέσχον χάριτος. μυρσίνην εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν. κατὰ δὲ τὸν Σύμμαχον· ἀντὶ στοιβῆς φησιν ἀναβήσεται βράθυ, ἀντὶ δὲ τῆς κνίδης ἀναβήσεται μυρσίνη, ὡσεὶ σαφέστερον ἐλέγετο· ἀντὶ κακίας ἀναβήσεσθαι δικαιοσύνην καὶ ἀντὶ ἀκολασίας σωφροσύνην καὶ ἀντὶ θράσους ἀνδρείαν καὶ ἀντὶ ἀφροσύνης φρόνησιν καὶ ἁπαξαπλῶς ἀντὶ πονηρίας ἀρετήν. πρὸς τούτοις ἕτερόν τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν θεὸν ἐπιστρέψασιν ἔθνεσιν· ἔσται γάρ φησι κύριος αὐτοῖς εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει. καὶ τίς οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὁρῶν καθ' ὅλης τῆς οἰκουμένης ἀπὸ τοῦ Χριστοῦ τοῦ θεοῦ Χριστιανοὺς προσαγορευομένους; καὶ τοῦτο αὐτοῖς ἔσεσθαι σημεῖον αἰώνιον τῆς παρὰ τῷ θεῷ σωτηρίας τὸ ἐπιγράφεσθαι τὸ τοῦ κυρίου ὄνομα, ὅπερ αὐτοῖς εἰς αἰῶνα παραμενεῖ καὶ οὐκ ἐκλείψει πώποτε· «ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ τυγχάνει».
2.45.1
Ἐπειδὴ ὁ Ἰουδαίων λαὸς μηδὲν ἀγαθὸν πράσσων μηδὲ φυλάσσων κρίσιν μηδὲ ποιῶν δικαιοσύνην ὥσπερ τι μέγα χαριζόμενος τῷ θεῷ τὴν τοῦ σαββάτου μόνην περιεῖπεν ἡμέραν, εἰκότως ὡς πρὸς αὐτοὺς φάσκει· Ἀκούσατε, ὦ οὗτοι, ἐπειδὴ τὰ ἀναγκαῖα παραλείποντες τὴν τοῦ σαββάτου ἡμέραν οἴεσθε δεῖν φυλάττειν καὶ τοῦτ' εἶναι τὸ κατόρθωμα τῆς θεοσεβείας, προσήκει μὴ ἀγνοεῖν ὑμᾶς, ὅτι δεῖ πρῶτον ἁπάντων φυλάσσειν κρίσιν καὶ ποιεῖν δικαιοσύνην· ὁ γὰρ ταῦτα ποιῶν τοῦ παρὰ θεοῦ μακαρισμοῦ γένοιτ' ἂν ἄξιος. σὺν τούτοις δὲ καὶ τὰ σάββατα μὴ βεβηλοῦν ἀναγκαῖον· ὅπερ ἔσται εἰ τὰς ἑαυτῶν χεῖρας καθαρὰς πάσης ἀτόπου πράξεως διατηρήσετε. εἰ δὲ ταῦτα μὴ πράττοντες ἐπὶ σχολῆς καὶ ἀργίας διάγοιτε τὴν τοῦ σαββάτου ἡμέραν, ἴστε τὸ μηθὲν ποιοῦντες. Εἶτα καὶ τοὺς παρ' αὐτοῖς προσηλύτους ἀλλοφύλους μὲν καὶ ἀλλοτρίους τοῦ γένους ὄντας συναφθέντας δὲ τῷ λαῷ διὰ τοῦ τῷ θεῷ προσεληλυθέναι προσκαλεῖται. καὶ προτρέπει τοῦ τῆς θεοσεβείας ἔχεσθαι λόγου διδάσκων μὴ μέγα φρονεῖν Ἰουδαίων παῖδας ἐπὶ τῷ γένει μηδ' ἐπὶ τοῖς προπάτορσι σεμνύνεσθαι. διὸ εἴρηται κατὰ τὸν Σύμμαχον· μὴ λεγέτω ὁ υἱὸς τοῦ ἀλλοτρίου προσκολληθεὶς πρὸς κύριον λέγων Χωρισμῷ χωρίσει με κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. ἐπεὶ δὲ καὶ τὴν πολυπαιδίαν εὐλογίαν θεοῦ ἡγοῦντο εἶναι Ἰουδαῖοι, μισθόν τε καὶ καρπὸν θεοσεβείας τὴν πολυτεκνίαν ὑπολαμβάνοντες, ἀναστέλλων αὐτῶν καὶ ταύτην τὴν δόξαν, ἐσφαλμένην τε οὖσαν ἐλέγχων ἀγόνοις καὶ μὴ δυνατοῖς παιδοποιεῖν διὰ τὸ ἐκτετμῆσθαι τὴν νῦν ὑπισχνεῖται ἐπαγγελίαν μηδὲν ἐμποδὼν ἔσεσθαι τοῖς εὐνούχοις φάσκων πρὸς τὸ τυχεῖν τῶν παρὰ θεῷ ἀγαθῶν, εἰ ζῆν κατὰ θεὸν προέλοιντο. διόπερ καὶ τοῖς εὐνούχοις τοῖς ἐοικόσι κατὰ τὴν τοῦ σώματος ἀτεκνίαν ἀκάρπῳ ξύλῳ τὴν ἴσην τῷ Ἰσραὴλ ὑπογράφει ἐλπίδα· εἰ γὰρ φυλάξαιντο καὶ οὗτοι τὰ προλεχθέντα πάσης μὲν ἀδικίας ἀποσχόμενοι διὰ δὲ τῶν κατὰ θεὸν ἔργων τὸν τῷ θεῷ ἀρεστὸν μετιόντες βίον πρὸς τῷ φυλάττειν τὸν ἀκριβῆ περὶ τῶν σαββάτων νόμον τεύξασθαι καὶ αὐτοὺς τῶν ἐπηγγελμένων. ἀκριβῶς γοῦν διαστέλλεται καὶ ἐπὶ τούτων πρὸς τῷ φυλάττειν τὰ σάββατα προσήκειν αὐτοὺς φάσκειν ἐκλέγεσθαι, ἅπερ ἐγὼ θέλω, ἀλλ' οὐ τὰ σάββατα θέλω φησί. διὸ κατ' ἀρχὰς ἔφασκον τῆς βίβλου· «τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι». διόπερ εἰ καταδέξαιντο, ἃ ἐγὼ θέλω, καὶ ἀντέχοιντο τῆς ἐμῆς διαθήκης, ἣν παρεδείκνυον ἀρτίως λέγων φυλάσσεσθαι δεῖν κρίσιν καὶ ποιεῖν δικαιοσύνην, καί· μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα· πῶς γὰρ οὐ μακάριος τοιαύτας εἰληφὼς τὰς ἐπαγγελίας; ταῦτα γὰρ ἦν ἃ θέλω, ἅπερ εἰ πράττοιεν οἱ προσήλυτοι καὶ οἱ εὐνοῦχοι, οὐδὲν ἂν λυπήσειεν αὐτοὺς καὶ τὸ φυλάττειν τὰ σάββατα τῆς τοῦ νόμου παραγγελίας εἵνεκα. Τοῖς μὲν οὖν εὐνούχοις τοῖς τῶν λελεγμένων φύλαξι καρπὸν ὡς ἐν ἀνθρώπων διαδοχῇ μηδένα κεκτημένοις ἀντὶ πάσης πολυτεκνίας δώσειν ἐπαγγέλλεται ἐν τῷ οἴκῳ καὶ ἐν τῷ τείχει αὐτοῦ τόπον ὀνομαστόν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων, καὶ ὄνομα δὲ αἰώνιον δώσω φησὶν αὐτοῖς, ὃ οὐκ ἐξαρθήσεται· ὥσπερ γάρ ποτε «τῷ Ἰακὼβ ὄνομα» ἐδωρησάμην «Ἰσραὴλ» αὐτὸν προσειπὼν ἀντὶ τοῦ Ἰακώβ, ἔργῳ δὲ ποιήσας αὐτὸν ἄνθρωπον θεωρὸν θεοῦ, οὕτω γὰρ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν ὁ Ἰσραὴλ ἑρμηνευόμενος ἄνθρωπος ὁρῶν θεόν, οὕτως καὶ τοῖς κατὰ σάρκα ἀτέκνοις, εἰ θεοσεβεῖν προέλοιντο, παρέξω ὄνομα, ὅπερ ὑπάρξει αὐτοῖς ὑπὲρ πᾶσαν πολυπαιδίαν. εἰ δὲ καὶ κατὰ τὴν σωτήριον διδασκαλίαν «εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίασαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἔτι μᾶλλον νοῆσαι, ὅπως εἴρηται τό· δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· εἰ γὰρ «πολλαὶ μοναὶ παρὰ τῷ πατρί», καὶ ἔστι «πόλις θεοῦ Ἰερουσαλὴμ ἐπουράνιος» καὶ τόπος αὐτοῖς εἴσω τοῦ οἴκου τοῦ θεοῦ «ἐν ταῖς πολλαῖς μοναῖς», δοθήσεται καὶ μερὶς ἐν τῷ τείχει «τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως». καὶ ὄνομα δὲ τοῖς αὐτοῖς δοθήσεται κρεῖττον υἱῶν καὶ θυγατέρων, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ ὄνομα ἀγαθὸν παρὰ υἱοὺς καὶ θυγατέρας, ὄνομα αἰώνιον δώσω αὐτοῖς. διὰ τούτων οἶμαι τὴν Ἰουδαίων δόξαν ἀπελέγχειν τὸν λόγον, ἐπειδὴ θεοφιλεῖς ἑαυτοὺς ἐνόμιζον εἶναι ἐπὶ τῇ πολυτεκνίᾳ· ἐν ταύτῃ γὰρ ὑπελάμβανον εἶναι τὴν εὐλογίαν τοῦ θεοῦ. Τοῖς δ' ἐξ ἐθνῶν προσηλύτοις, εἰ τὰ προλεχθέντα φυλάττοιεν καὶ μὴ μόνον δουλεύειν τῷ θεῷ, ἀλλὰ δὴ καὶ ἀγαπᾶν αὐτὸν προθέμενοι εἶεν καὶ ἀντέχεσθαι τῆς διαθήκης αὐτοῦ, καὶ τούτους εἰσάξειν ἐπαγγέλλεται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, εὐφρανεῖν τε αὐτοὺς καὶ τὰς παρ' αὐτῶν ἀποδέξασθαι θυσίας, εἰ καὶ ἀλλογενεῖς καὶ ἀλλόφυλοι δοκοῖεν τυγχάνειν· τὸν γὰρ οἶκον αὐτοῦ μὴ τῶν δὲ μὲν ὑπάρχειν τῶν δὲ μή, ἀνεῷχθαι δὲ πᾶσιν τοῖς ἔθνεσι, δι' ὑπερβολὴν φιλανθρωπίας ὡς καὶ εὐνούχους παραδέχεσθαι καὶ προσηλύτους, θυσίας δ' ἐν τούτοις παρὰ τῶν εἰρημένων καταδέξασθαί φησι πάντως που τὰς δι' εὐχῶν καὶ αἰνέσεων. Εἰ δὲ κατὰ τὰς σωματικὰς φήσειέ τις οὐχ ἁμαρτήσεται, πρὸς γὰρ τοὺς πρὸ τῆς καινῆς διαθήκης κατὰ τὸν Μωσέως νόμον πολιτευομένους ταῦτα ἐλέγετο, ταῦτα δέ φησιν ἅπαντα ὁ μέλλων συνάγειν τοὺς διεσκορπισμένους Ἰσραὴλ θεὸς ἐπηγγείλατο, ἢ τοὺς ἐξωσμένους κατὰ τὸν Ἀκύλαν· οἶμαι δὲ διὰ τούτων ὡς μὲν πρὸς τὴν λέξιν διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου γενομένην τὸν θεὸν ἂν εἰρῆσθαι συναγαγεῖν τοὺς διεσκορπισμένους Ἰσραήλ· κατὰ τούτους γὰρ τῶν Περσῶν βασιλέας ἐπανῆλθον ἐκ τῆς αἰχμαλωσίας οἱ ἐν τῇ ἱστορίᾳ τοῦ Ἔσδρα ἀναγεγραμμένοι, καθ' οὓς χρόνους εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι, οὓς διὰ τὴν ἑτέραν κατάστασιν καὶ διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον τοῦ τρόπου ἀγροῦ θηρία ὠνόμασεν ὁ λόγος. καὶ ταῦτα συναχθήσεσθαι μετὰ τοῦ Ἰσραὴλ φήσας ὡς δὲ πρὸς βαθυτέραν διάνοιαν ὁ μὲν Ἰσραὴλ ὁ συναχθεὶς ἐκ τῆς διασπορᾶς ὁ χορὸς ἂν γένοιτο ὁ προφητικὸς καὶ πάντες οἱ ἐπὶ τοῦ προτέρου λαοῦ ἐν θεοσεβεῖ κατορθώσαντες βίῳ, οἵ τε τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταὶ καὶ μαθηταὶ καὶ ἀπόστολοι, πάντες οἱ ἐξ Ἰσραὴλ τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι, περὶ ὧν αὐτὸς ὁ σωτὴρ ἐδίδασκεν ἐπισφραγιζόμενος τὴν Ἠσαΐου προφητείαν ἐξ αὐτοῦ προσώπου λέγουσαν· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». τὰ δὲ θηρία τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα οἱ ἐξ ἐθνῶν προσιόντες τῷ λόγῳ εἶεν ἂν οὓς ἀνακαλεῖται λέγων ἑξῆς· δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ· δρυμὸν δὲ πολλάκις τετηρήκαμεν τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν λελέχθαι. ταῦτ' οὖν τὰ θηρία τῆς τοῦ θεοῦ κλήσεως καταξιοῖ καὶ εἰς ἑστίασιν ἀνακαλεῖται. διὸ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· πάντα τὰ θηρία, πᾶν ζῷον αὐτοῦ εἴρηται, καὶ πάλιν· πάντα τὰ ζῷα αὐτοῦ· τίνος δὲ αὐτοῦ ἢ τοῦ θεοῦ; οὐχ ἁπλῶς οὖν καλεῖ τὰ θηρία, ἀλλὰ τὰ αὐτοῦ. εἶτ' ἐπειδήπερ ἐθνῶν ἀλλοφύλων καὶ θηρίων δρυμοῦ μνήμην ἐποιήσατο καὶ συνεῖδε τῷ πνεύματι, ὡς ἄρα ὑπακούσονται οὗτοι τῇ κλήσει, τὸ δὲ Ἰουδαίων πλῆθος «ἐναπομένει τῇ ἀπιστίᾳ», μεταβαλὼν πάλιν πρὸς αὐτοὺς καταμέμφεται αὐτοῖς τύφλωσιν· εἰ γὰρ θῆρες καὶ τὰ τοῦ δρυμοῦ ζῷα μεταβαλεῖν ἐπὶ τὸν θεοσεβῆ βίον μέλλοι, οἱ δὲ τῇ ἑαυτῶν ἐναπέθνῃσκον κακίᾳ. Πῶς οὐκ εὐλόγως τὰ ἐπιφερόμενα κατ' αὐτῶν ῥηθήσεται, τινὰ δὲ ταῦτα ἐπιλέγει· ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, ὁ δὲ Σύμμαχος· οἱ σκοποὶ αὐτοῦ φησι τυφλοί, πάντες ἀνόητοι, πάντες κύνες ἄλαλοι, μὴ δυνάμενοι ὑλακτεῖν. οἱ τοῦ Ἰουδαίων δὲ ἔθνους ἄρχοντες τυφλοὶ σκοποὶ λέγονται καὶ ἀνόητοι καὶ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν· δέον γὰρ αὐτοὺς ἐπαμύνειν τῇ ποίμνῃ τοῦ θεοῦ καὶ κυνῶν θηρευτῶν δίκην ἀπελαύνειν τῶν θρεμμάτων τοὺς λύκους. οἱ δὲ ὥσπερ ἐνεοὶ κύνες οὐδὲ μέχρι τοῦ ὑλακτεῖν ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις ὥσπερ ἐνυπνιαζόμενοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ὁραματισταί, κοιμώμενοι, ἀγαπῶντες νυστάζειν, κατὰ δὲ τὸν Ἀκύλαν· φανταζόμενοι, ἀγαπῶντες τὸ νυστάξαι. καὶ τοιοῦτοι μὲν ἦσαν οἱ τῶν Ἰουδαίων ἄρχοντες πρὸς τοὺς ἐκτός, πρὸς οὓς ἔδει διεγρηγορέναι καὶ νήφειν καὶ κατὰ τῶν ἐχθρῶν ὑλακτεῖν. πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς τινες ὑπῆρχον «κατεσθίοντες» τὰ ὑπ' αὐτοῖς ποιμαινόμενα «πρόβατα». διὸ ἐπιφέρει ἑξῆς· καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, οὐ ταῖς ὁδοῖς τοῦ θεοῦ, ἀλλὰ ταῖς ἑαυτῶν διὰ τοῦ τὰ καταθύμια ἑαυτοῖς πράττειν. Σφόδρα δὲ ἀκολούθως σκοπῶν τυφλῶν μνημονεύσας καὶ κύνας αὐτοὺς ἀνειπών, κατά τι μὲν ἐνεούσης νυστάζοντας καὶ μὴ εἰδότας ὑλακτεῖν, κατά τι δὲ ἀναιδεῖς καὶ πονηροὺς τὴν κατὰ τῶν δικαίων καὶ θεοφιλῶν ἀνδρῶν τόλμαν αὐτῶν ἐπήγαγε καὶ τὰς κατὰ τῶν προφητῶν ἀπειλὰς λέγων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. καὶ πῶς γὰρ ἔμελλον κατανοεῖν οἱ τὰς ψυχὰς τυφλοί; εἰ γὰρ μὴ οὕτως εἶχον, κἂν ἑώρων τὸν δίκαιον καὶ συνίεσαν τὴν κατ' αὐτὸν οἰκονομίαν, ἀλλ' οἱ μὲν τυφλοὶ ὄντες καὶ κύνες ἀναιδεῖς τοιαῦτα κατὰ τῶν δικαίων ἐτόλμων, οἱ δὲ ἐν εἰρήνῃ ὑπὸ τοῦ θεοῦ παρελαμβάνοντο. καὶ ἡ ταφὴ δὲ αὐτοῦ ἦρτο ἐκ τοῦ μέσου. εἴποι δ' ἄν τις δύνασθαι ταῦτα ἁρμόττειν καὶ τῷ σωτῆρι καὶ τοῖς μαθηταῖς αὐτοῦ τοῖς ὑπὸ τοῦ Ἰουδαίων ἔθνους ἐπιβεβουλευμένοις, ἀλλὰ καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν αἰνίττεσθαι τὸ λόγιόν φησι· τοῦ μὲν θανάτου διὰ τῆς ταφῆς αὐτοῦ δηλουμένου, τῆς δὲ ἀναστάσεως διὰ τοῦ ἦρθαι ἐκ τοῦ μέσου τὴν ταφὴν αὐτοῦ. ἀλλ' οὗτος μὲν ἐκ μέσου ἀδικίας ἤρθη καὶ γέγονεν ἐν εἰρήνῃ καὶ ἡ ταφὴ αὐτοῦ ἐκ τοῦ μέσου ἀφανὴς γέγονε διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ τῆς ταφῆς τόπῳ· ὅθεν «ὁ ἄγγελος ἐπιστὰς ταῖς γυναιξὶν ἔλεγε»· «Τίνα ζητεῖτε; Ἰησοῦν; οὐκ ἔστιν ὧδε· δεῦτε ἴδετε τὸν τόπον αὐτοῦ». Ὑμεῖς δὲ οἱ τὰ ὅμοια καὶ πάλαι πρότερον ὑπὸ τῶν προφητῶν τοῦ θεοῦ τετολμηκότες οἱ ἀληθῶς «τετυφλωμένοι καὶ κύνες ἐνεοὶ καὶ ἀναιδεῖς», προσαγάγετε ὧδε, ἢ ἐγγίσατε ὧδε κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, υἱοὶ ἄνομοι καὶ σπέρμα μοιχῶν καὶ πόρνης· οὐ γὰρ ἄξιον «τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνα» ὑμᾶς καλεῖν· «εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν». μοιχοὺς δὲ οἶδεν ὁ λόγος καλεῖν τοὺς πάλαι εἰδωλολατροῦντας, περὶ ὧν εἴρηται· «καὶ ἐμοίχευσαν τὸ ξύλον καὶ τὸν λίθον», πόρνην δὲ τὴν Ἰερουσαλήμ, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ παρὼν προφήτης εἰπών· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών»· ὅθεν κατὰ τὸν Σύμμαχον σπέρμα μοιχῶν εἴρηται καὶ πορνευσάσης, ὥστε εἰ καὶ μὴ ἐπὶ τοῦ παρόντος εἰδωλολατροῦσιν Ἰουδαίων παῖδες, ἀλλὰ σπέρμα γοῦν εἰσι μοιχῶν καὶ πόρνης. διό φησι πρὸς αὐτοὺς ὁ λόγος· σπέρμα μοιχῶν καὶ πόρνης, προσαγάγετε ὧδε καὶ πλησίον γενόμενοι εἴπατε· ἐν τίνι ἐνετρυφήσατε; ἢ κατὰ τὸν Σύμμαχον· τίνος κατετρυφήσατε καὶ κατὰ τίνος ἐπλατύνατε τὸ στόμα, ἐμηκύνατε γλῶσσαν; μάλιστα γὰρ αὐτῶν τὴν γλῶσσαν καὶ τὸ στόμα καταιτιᾶται διὰ τὰς κατὰ τοῦ σωτῆρος φωνὰς καὶ ἃς εἰσέτι καὶ νῦν κατ' αὐτοῦ ποιοῦνται βλασφημίας. διό φησιν· ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; ὁ μὲν γὰρ ἦρται ἐκ μέσου ἀδικίας καὶ ἐν εἰρήνῃ γέγονεν, ἥ τε ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου· ὑμεῖς δὲ ἄρα ἦτε τέκνα τῆς ἀπωλείας καὶ τὸ σπέρμα τὸ ἄνομον. Ὑμεῖς οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, καὶ ἐκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας, ἢ κατὰ τὸν Σύμμαχον· ὑποκάτω παντὸς ξύλου εὐθαλοῦς σφάζοντες τὰ γεννήματα ἐν ταῖς φάραγξιν ὑπὸ τὰς ἐξοχὰς τῶν πετρῶν· τούτων γὰρ ἄξιοί φησιν ἦτε, διὸ ἐκείνη σου ἡ μερὶς καὶ οὗτος ὁ κλῆρός σου. σαφῶς δὴ διὰ τούτων δείκνυται ἡ παροῦσα προφητεία τοῖς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου εἰδωλολάτραις ἁρμόζουσα, ὧν καταλέξασα τὰς παρανομίας ἐπιφέρει· ἄρ' οὖν ἐπὶ τούτοις οὐκ ἄξιον καθ' ὑμῶν ἐπαφεῖναι τὴν ὀργήν, μάλισθ' ὅτι ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ ἡ κοίτη σου, καὶ ἐκεῖ ἀνεβίβασας θυσίαν καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου. καὶ ταῦτά φησιν ἔπραττες οὐδὲ κεκρυμμένως ἀσεβῶν, ἀλλὰ πεπαρρησιασμένως· οὕτως ὡς καὶ ἐπ' αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπιτελεῖν τὰς δαιμονικὰς θυσίας. ἤδη δὲ καὶ ὀπίσω τῶν θυρῶν σου ὥσπερ ἀντὶ φυλακτηρίου τὰ μνημόσυνα τῆς σαυτοῦ εἰδωλολατρίας, δηλαδὴ τὰ ἄψυχα ἀγάλματα ἐπιτιθεὶς καὶ ταῦτ' ἔπραττες ὡς ἂν εὑρήσων τι πλέον ἐκ τῆς ἐμῆς ἀναχωρήσεως. ταῦτα μὲν ὡς πρὸς «τοὺς» εἰρημένους «σκοποὺς τοὺς τυφλοὺς» καὶ «τοὺς κύνας τοὺς ἐνεούς», τὰ δ' ἑξῆς ὡς πρὸς αὐτὴν τὴν Ἰερουσαλὴμ καὶ τὴν συναγωγὴν τοῦ Ἰουδαίων λαοῦ ἐπιφέρει λέγων· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· ἠγάπησας τὴν κοίτην αὐτῶν, τίνων δὲ αὐτῶν ἢ «τῶν σκοπῶν σου» τῶν προειρημένων καὶ «τῶν κυνῶν τῶν ἀναιδῶν»; Καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν· διὸ ἐλέγετο περὶ αὐτῶν· «ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι». ἐκεῖνοι μὲν οὖν ἦσαν τοιοῦτοι «ἐνυπνιαζόμενοι» «κοίτας» καὶ «φιλοῦντες νυστάξαι», ἡ δὲ διαβαλλομένη διὰ τῶν προκειμένων ὡς ἐν αὐτοῖς ἐκείνοις χαίρουσα ἀκούει· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ· πολλοὶ γὰρ ἔφυγον τὴν Ἰερουσαλὴμ οἱ τῷ θεῷ ἀνακείμενοι ἄνδρες διὰ τὰς ἐν αὐτῇ συντελουμένας ἀθέους πράξεις. διὸ λέλεκται· καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, ἀλλὰ καὶ ἀπέστειλάς φησι πρέσβεις ὑπὲρ τὰ ὅριά σου, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἐπλήθυνας τὰ μυρέψιά σου, ἀπέστειλας ὅμηρά σου ἕως μακράν. ταῦτα πάντα προσωποποιεῖ ὡς πρὸς ἑταίραν καλλωπιζομένην καὶ πάντα πράττουσαν ἐφ' ἡδονῇ τῶν προσιόντων αὐτῇ. διὸ τούτων ἕνεκά φησιν· ἐταπεινώθης ἕως ᾅδου, ταῖς πολυοδίαις σου ἐκοπίασας· οὐ γὰρ μίαν ὥδευες «τὴν βασιλικὴν ὁδόν», ἀλλὰ πολλὰς καὶ πεπλανημένας. διόπερ ἐκοπίασας καὶ οὐδ' οὕτως ἔστης οὐδὲ εἶπας Παύσωμαι ἐνισχύουσα, ἀλλ' ὥσπερ ἰσχύουσα καὶ νεανιευομένη χείρονα τούτων ἔπραξας ἐπιμένουσα ταῖς οἰκείαις ἀτοπίαις. ὅθεν οὐδὲ ἐπέστρεψας οὐδὲ κατεδεήθης μου, ἢ κατὰ τὸν Ἀκύλαν· οὐκ ἐλιτάνευσας, ὥστε τυχεῖν ἀφέσεως. Διέμενες δὲ ἐξ αἰῶνος ἄφοβος καὶ ἀνευλαβής· εἰ δὲ καί ποτε ἔδοξας θεοσεβεῖν, ἐπαγγέλλεσθαι καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω, ἀλλ' οὐδὲ πρὸ τούτου φησὶν ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου οὐδὲ εἰς τὴν καρδίαν σου· εἰκότως οὖν κἀγώ σε παρόψομαι διὰ ταῦτα καὶ καταλείψω σε ἔρημον· οὐδὲ γὰρ ἔτι καὶ νῦν φόβον ἀναλαμβάνεις θεοῦ. Διὸ μάνθανε τὰ περιμένοντά σε τίνα δὲ ἔστι ταῦτα· θεοῦ καταλήψεταί σε ὀργὴ ἔκδικος πάντων τῶν τετολμημένων σοι, καθ' ὃν καιρὸν ἐλεγχθήσεταί σου τὰ κακά, κατὰ δὲ τὸν καιρὸν τῆς ἐπελευσομένης σοι ὀργῆς οὐδείς σοι παραστήσεται, οὐδὲ τῆς φωνῆς σου ἐπακούσονται οἱ νομιζόμενοί σου θεοί. ἀντὶ δὲ τοῦ· ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου, ὁ Σύμμαχος· ἐξελέσθωσάν σέ φησιν αἱ συναγωγαί σου, γυμνῶς καὶ σαφῶς διδάσκοντος τοῦ λόγου, ὡς οὐδὲν ὠφελήσουσιν αὐτοὺς αἱ συναγωγαὶ αὐτῶν. εἶτ' ἐπιλέγει· τούτους γὰρ πάντας λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ἐροῦσι Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου· πάντας μὲν οὖν τοὺς κατηγορηθέντας φησὶ λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. καὶ τοιοῦτο τέλος λήψεται τοὺς ἐπὶ τοῖς εἰρημένοις διαβληθέντας· τοὺς δὲ «τὴν καλὴν ἐκλεξαμένους μερίδα», ἐμὲ δηλαδὴ τὸν θεόν, καὶ τοὺς γνησίως καὶ καθαρῶς ἀντεχομένους ἡ παρ' ἐμοῦ ἀμοιβὴ διαδέξεται· κτήσονται γὰρ τὴν ἐπηγγελμένην αὐτοῖς γῆν καὶ τὸ ὄρος τὸ ἅγιόν μου κληρονομήσουσιν. ἤδη δὲ καὶ ἑτέρων ἔσονται διδάσκαλοι παραινοῦντες αὐτοῖς ἐξομαλίζειν τὰς ὁδοὺς τοῦ λαοῦ διὰ τοῦ καθαρὰς ποιεῖσθαι καὶ λείας πρὸς τὸν λαὸν διδασκαλίας «μηδὲν ἐχούσας σκολιὸν μηδὲ στραγγαλιῶδες». γῆ δὲ καὶ ὄρος ἅγιον ὡς μὲν πρὸς τοὺς πάλαι λέγοιτο ἂν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος, ἥ τε τῆς Ἰουδαίας χώρα ὡς δὲ πρὸς τὸν ἀληθῆ λόγον ὄρος ἅγιον, ὃ πολλάκις καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου «τὴν ἐπουράνιον Ἰερουσαλήμ», γῆν δὲ τὴν ἀμφὶ τὰ οὐράνια διατριβὴν καὶ πάντα τὸν ἐπουράνιον χῶρον, ἔνθα τὸν ἐπάξιον κλῆρον ἀπολήψονται οἱ ἀντεχόμενοι τοῦ θεοῦ. κατὰ δὲ τὸν Σύμμαχον· ὁ δὲ παρρησιάσας φησὶν ἐν ἐμοὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ἐρεῖ Ὁδοποιήσατε, σχολάσατε ὁδόν, ἐπάρατε προσκόμματα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου· οὐ γὰρ μόνης τῆς αὐτοῦ σωτηρίας πρόνοιαν ποιήσεται ὁ παρὰ τῷ θεῷ κατορθώσας, ἀλλὰ καὶ τῷ λαῷ τοῦ θεοῦ χρήσιμον ἑαυτὸν παρέξει προστάττων ἐξομαλίζειν αὐτῷ τὴν ὁδὸν τῆς θεοσεβείας καὶ τὰ δοκοῦντα προσκόμματα τῶν θείων ἀναγνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὐτῶν ἑρμηνείας.
2.46.1
Πρὸς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, οὓς «κύνας ἐνεοὺς» καὶ «σκοποὺς τυφλοὺς» ὠνόμαζε καὶ «υἱοὺς ἀνόμους καὶ σπέρμα μοιχῶν καὶ πόρνης», ἀποτεινόμενος ὁ λόγος τὴν πρὸ τούτου προφητείαν, πρός τε τὸν ὑπὸ τούτοις λαὸν τὰ κατάλληλα θεσπίσας διὰ τῶν προκειμένων πρὸς τοὺς ἐν αὐτοῖς εὐλαβεῖς καὶ φόβον θεοῦ κεκτημένους καὶ μετανοοῦντας, ἐφ' οἷς ἥμαρτον, οὓς ἡ παροῦσα λέξις συντετριμμένους τὴν καρδίαν καὶ ὀλιγοψύχους ὀνομάζει, παράκλησιν καὶ παραμυθίαν προσάγει. ἦσαν γὰρ ἐν αὐτοῖς, εἰ καὶ βραχεῖς καὶ ἀριθμῷ ληπτοί, πλὴν ὅμως ἦσαν ἄνδρες ἀνακείμενοι τῷ θεῷ· οὐχ οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἕτεροι τούτων ζηλωταὶ μαθητευόμενοι τοῖς προφήταις καὶ ταῖς διδασκαλίαις αὐτῶν προσανέχοντες. οἱ δὲ ἀποκλαόμενοι τὴν τοῦ πλήθους ἀπώλειαν ἐν ταπεινώσει καὶ κακώσει διῆγον τὸν βίον «ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς», καὶ ἄλλοι πάλιν ἦσαν ἀποκλαόμενοι τὰ ἑαυτῶν κακὰ ταπεινοῦντές τε ἑαυτοὺς καὶ κολάζοντες τὸν ἑαυτῶν βίον, ὑπὲρ ὧν ἔτυχον ἡμαρτηκότες. διὸ συντετριμμένους αὐτοὺς τὴν καρδίαν καὶ ὀλιγοψύχους ἢ κατὰ τὸν Σύμμαχον τεθλασμένους καὶ ταπεινοὺς πνεύματι ὁ παρὼν ὀνομάζει λόγος. εἰσάγει δὲ τὸν ἐπὶ πάντων θεὸν τὸν ἐπέκεινα τῶν ὅλων τὸν ὕψιστον καὶ ἐν ὑψηλοῖς κατοικοῦντα τὸν αἰῶνα, τὸν ἅγιον, τὸν ἐν ἁγίοις ἀναπαυόμενον λέγοντα πρὸς τοὺς ταπεινοὺς καὶ ὀλιγοψύχους· εἰ γὰρ καὶ τὰ μάλιστα ὕψιστός ἐστιν αὐτὸς καὶ τὸ κατοικητήριον ἐν ὑψηλοῖς ἔχει, ἀλλ' ὅμως οὐχ ὑπερορᾷ τοὺς ταπεινούς, ἀλλὰ καὶ «δίδωσιν αὐτοῖς χάριν» καὶ τῆς ταπεινώσεως αὐτοὺς ἐγείρας ὑψηλοὺς ἀπεργάζεται. διὸ λέλεκται· «ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν», «καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· οὕτω γοῦν «ὑψώσας τοὺς ταπεινοὺς» καὶ ἐν αὐτοῖς οἰκήσει· ὕψιστος γὰρ ὢν ἐν ὑψηλοῖς κατοικεῖ τὸν αἰῶνα. τοῖς γοῦν ταπεινοῖς διαλέγεται, ὅπως αὐτοὺς ὑψώσῃ πρὸς τὸ καὶ ἐν αὐτοῖς οἰκῆσαι, οὕτω καὶ ἅγιος ὢν αὐτὸς τοὺς ἐν ἀνθρώποις ἁγίους ἐκλέγεται πρὸς τὸ ἀναπαύεσθαι ἐν αὐτοῖς· διὸ λέλεκται· Ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος. ἀλλὰ καὶ μακρόθυμος ὢν αὐτὸς τῆς ἀνθρωπίνης στοχαζόμενος ἀσθενείας τοῖς ἐν τῷ θνητῷ βίῳ καταπονουμένοις δι' εὐσέβειαν καὶ ἐπὶ ταῖς θλίψεσιν ὀλιγοψυχοῦσι δίδωσι μακροθυμίαν πρὸς τὸ εὐτόνως καὶ καρτερῶς τὰς δι' αὐτῶν θλίψεις ὑπομένειν. καὶ ἔτι πρὸς τούτοις «ζωὴ» ὢν αὐτὸς ὁ θεὸς καὶ ἔχων παρ' ἑαυτῷ «πηγὴν ζωῆς» τοῖς συντετριμμένοις τὴν καρδίαν, ἐπειδὴ «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», τῆς ἐξ αὐτοῦ ζωῆς αἰωνίου καὶ ἀθανάτου παρέχει αὐτὸς οὖν ὁ τῶν τοσούτων ἀγαθῶν χορηγὸς θεὸς τοῖς ταπεινοῖς καὶ ὀλιγοψύχοις· τάδε προσφωνῶν λέγει ἀναπαύσασθαι ἐν αὐτοῖς. Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς· οὐ γὰρ ἐξ ἅπαντος ἐκδίκησιν λήψομαι τῶν πώποτε ὑμῖν ἡμαρτημένων, ἀλλὰ καὶ ὡς ἄνθρωποι, βραχείας τινὸς ἐκδικήσεως δὲ δέησθε καὶ εἰ συναπολαῦσαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ καὶ ὑμῖν συνέβη, ὥστε καὶ ὑμᾶς συναπαχθῆναι τῷ πλήθει καὶ τῇ τιμωρῷ δίκῃ παραδοθῆναι διὰ τὰς ἑτέρων ἁμαρτίας. ὅμως οὖν τοῦτο γινώσκειν ὀφείλετε, ὅτι τοὺς μὲν ἄλλους πάντας τοὺς ἀσεβεῖς ἀληθῶς καὶ ἁμαρτωλοὺς τοῦ λαοῦ αἰωνία ὀργὴ παραλήψεται, ὑμᾶς δὲ οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν· μέλει γάρ μοι τοῦ ἐμοῦ πνεύματος, ὅπερ ἐξ ἐμοῦ προελθὸν εἰς ὑμᾶς κατῴκησεν· ἐπειδὴ καὶ ποιητὴς τυγχάνω πάσης πνοῆς τῆς δυναμένης με «αἰνεῖν» κατὰ τό· «πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον». καὶ ἐν τῇ κοσμοποιΐᾳ δὲ «ἐμφυσήσαντος» τοῦ θεοῦ «πνοὴν ζωῆς, ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». ἀκολούθως καὶ νῦν εἴρηται· πᾶσαν πνοὴν ἐγὼ ἐποίησα. τοῦτο δὲ καὶ ὁ Ἰὼβ διδάσκει λέγων· «πνεῦμα κυρίου τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με». εἰκότως τοίνυν τοῖς τοῦτο φυλάξασι τὸ παρ' ἐμοῦ πνεῦμα καὶ ἣν ἐγὼ ἐποίησα πνοήν, δι' ἧς «ὁ ἄνθρωπος γέγονεν εἰς ψυχὴν ζῶσαν», οὐκ εἰς τὸν αἰῶνα ὀργισθήσομαι. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν διά τινας ἐξ ἀνθρωπίνης ἀσθενείας ἐπιγενομένας ἁμαρτίας ἐλύπησα τοὺς ἡμαρτηκότας καὶ ἐπάταξα, οἷα «πατὴρ υἱοὺς παιδεύων»· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται». ἀλλ' ἐπειδήπερ συναίσθησιν λαβόντες τῆς ἐμῆς παιδείας, «ἐλυπήθητε» «τὴν κατὰ θεὸν λύπην» καὶ ἐπορεύθητε στυγνοὶ μεταμεληθέντες· τούτου χάριν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ὑμῶν θεασάμενος καὶ τὰς μετὰ ταῦτα πράξεις καὶ τοῦ βίου τὰς ὁδούς, ἰασάμην ὑμᾶς καὶ παρεκάλεσα δοὺς παράκλησιν ἀληθινήν· πάντα γὰρ παρ' ἐμοῦ εἰς τοὺς ἐμοὺς οἰκείους χορηγούμενα ἀληθινὰ τυγχάνει. διόπερ τοῖς ἐκ τῆς ἐμῆς παιδείας σωφρονισθεῖσι παράκλησιν ἀληθινὴν ἔδωκα καὶ εἰρήνην οὐχ ἁπλῆν τινα καὶ πρόσκαιρον, ἀλλὰ πολυπλασιαζομένην ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν καὶ ἀπὸ τῶν πόρρω καὶ μακρὰν ἀπῳκισμένων. ταῦτ' ἐπαγγειλάμενος ὁ τεθεολογημένος κύριος ἐπιλέγει· Ἰάσομαι αὐτούς, τοῖς τὰς ψυχὰς κεκακωμένοις καὶ τὴν καρδίαν τὴν παρ' αὐτοῦ ἴασιν ὑπισχνούμενος. καὶ τοῦτο τέλος ἐπήγαγε τοῖς ἐκ τῆς τοῦ θεοῦ παιδείας ὠφελημένοις. Οἱ δὲ μὴ τοιοῦτοί φησιν, ἀπομείναντες δὲ ἄδικοι καὶ ἀσεβεῖς κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ μὴ δύνωνται. εἶτ' ἐπειδὴ οὐκ ἔχει φύσιν τοὺς ἀπαλλοτριωθέντας τοῦ θεοῦ χαρᾶς μεταλαμβάνειν, ἐπενήνεκται τοῖς πᾶσι τό· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος, κατὰ δὲ τὸν Σύμμαχον· οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθήσονται παρὰ τὰ ὕδατα αὐτῆς καὶ καταπάτημα καὶ πηλός. οὐκ ἔστιν εἰρήνη, εἶπεν ὁ θεός μου, τοῖς ἀσεβέσιν. ἔνθα πάλιν τηρητέον, ὅπως τὸ πλῆθος τῶν ἀσεβῶν θαλάσσῃ ἐκβρασσομένῃ παρείκασε καὶ «θαλάσσῃ κυμαινούσῃ» καὶ ταραττομένῃ. διό φησιν ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται, ἀλλὰ καὶ τὰ ὕδατα τῆς τοσαύτης θαλάσσης πηλοῦ πατήματι ἐοικέναι φησί. καὶ ὁ Ἀκύλας ὁμοίως καὶ οἱ ἀσεβεῖς ὡς θάλασσα ἐκβράσσουσα, ὅτι ἡσυχάσαι οὐ δυνήσονται, καὶ ἐκβράσσει ὕδατα αὐτῆς ὡς πάτημα καὶ πηλὸν εἴρηκεν, ὥστε εἰ λέγοιτό ποτε ὡς περὶ θαλάσσης Αἰγύπτου ἢ περὶ ὑδάτων τινῶν μνημονευτέον τῶν προκειμένων χρησίμων ὄντων εἰς τὴν ἐκείνων ἑρμηνείαν.
2.47.1
Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ «ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ» μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς ἀσεβῶν, καθ' ὧν ἐξενήνεκται τὴν προλεχθεῖσαν ἀπόφασιν δι' ἧς ἔφη· «οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός»· ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, τίνες ποτ' ἦσαν οἱ ἀσεβεῖς οὗτοι καὶ τὰ αἴτια τῆς κατ' αὐτῶν ἀποφάσεως. ταῦτα δὴ οὖν ταῦτα προστάττει τῷ προφήτῃ σὺν πάσῃ παρρησίᾳ καὶ μετὰ φωνῆς ἰσχυρᾶς εἰς φανερὸν ἀγαγεῖν μηδὲν φόβῳ θανάτου ἤ τινος ἄλλης ἀνθρώπων ἀπειλῆς ὑποστείλασθαι καὶ ἀποκρύψαι τοῦ θεοῦ τὸ κήρυγμα. διὸ σάλπιγγος δίκην τῆς πάντων μουσικῶν ὀργάνων μεγαλοφωνοτάτης εἰς ἐξάκουστον αὐτῶν τῶν ἐλεγχομένων ἀναβοῆσαι προστάττει καὶ τοῦ θεοῦ τοὺς λόγους ἐξειπεῖν τοῖς μὲν οὖν εὐαγγελισταῖς τοῦ σωτηρίου λόγου διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε», ἐνταῦθα δὲ οὐκ «ἐπὶ ὄρος ὑψηλὸν ἀναβαίνειν» ὁ προφήτης κελεύεται· οὐδὲ γὰρ ἦσαν ἐν ὕψει, οἷς ταῦτα προσεφώνει· τὸ διαβοῆσαι μόνον ἐν ἰσχύι καὶ μὴ φείσασθαι, οἷα εἰς ὦτα κωφῶν λαλοῦντα προστάττεται καὶ δίκην σάλπιγγος ὑψῶσαι τὴν φωνήν. σάλπιγξ δὲ πολέμου σημεῖον. ὡς δὲ πρὸς πολέμιον τὸν ἀσεβῆ καὶ ἁμαρτωλὸν τῇ βοῇ χρήσασθαι κελεύει, ὡς ἂν καθάψοιτο τῆς τῶν ἀκουόντων διανοίας καὶ τρώσειεν αὐτὴν τῷ πληκτικωτάτῳ λόγῳ. φησὶ δὲ ἑξῆς· καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, εἰς κατάκρισιν λαὸν αὐτοῦ ὀνομάζων τὸν ἁμαρτωλόν, ὃν ἐγὼ μέν φησιν εἰσεποιησάμην καὶ οὐκ ἀπηξίωσα λαὸν ἐμὸν χρηματίζειν· οἱ δὲ ἐμάκρυναν ἑαυτοὺς ἐμοῦ ταῖς ἑαυτῶν ἔκδοτοι γενόμενοι κακίαις. Εἰς μάταιον καὶ ἐπ' οὐδεμιᾷ ὠφελείᾳ προσποιοῦνται ζητεῖν ἐμὲ τὸν θεὸν ἐφ' ἑκάστης ἡμέρας σπεύδοντες ἀπαντᾶν εἰς τὰς παρ' αὐτοῖς συναγωγάς, ἀλλὰ καὶ τοῖς ἀναγνώσμασι τοῖς θείοις τὰς ἑαυτῶν παρέχοντες ἀκοὰς μάταιόν φησι σχηματίζονται ἐθέλειν γινώσκειν τὰς ὁδούς μου καὶ περὶ ταῦτα σπουδάζουσιν, ὡσανεὶ τὰ λοιπὰ κατορθώσαντες καὶ πάντας τοὺς κατὰ δικαιοσύνην καρποὺς ἔργοις ἐκπεπληρωκότες. καὶ μὴν ἐξ αὐτῶν ἀπελέγχονται τῶν πράξεων τὴν κρίσιν τοῦ θεοῦ καταλελοιπότες ἐντεῦθεν δι' ὑπερβολὴν ἀναισθησίας τῶν οἰκείων κακῶν ὡσπερεὶ διαδικαζόμενοι καὶ κρινόμενοι πρὸς ἐμὲ ἀμοιβὰς αἰτοῦσι τῆς ἑαυτῶν εὐπραξίας κρίσιν δικαίαν ἀπαιτοῦντες παρ' ἐμοῦ, ἅτε δὴ αὐτοὶ μὲν θεοσεβεῖν ἐπιθυμοῦντες καὶ πλησίον ἐμοῦ γενέσθαι, ἐμοῦ δὲ μὴ θέλοντος, ἀλλὰ καὶ ἀποστρεφομένου αὐτοὺς ἀδικώτατα. Διὸ καὶ ἐπιμέμφονται καὶ ἐπικαλοῦσι λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐπειδὴ τοίνυν τοιαῦτα λέγειν ἀναιδῶς τολμῶσι, μεγάλῃ βοῇ χρησάμενος, σὺ ὁ ἐμὸς προφήτης, ἀπόκριναι αὐτοῖς καὶ ἀπέλεγχε, ὅπως τὴν ἐμὴν κρίσιν καταλελοίπασι, καὶ πάνθ' ὅσα φάσκουσιν, οὐκ ἀληθῶς διαβεβαιοῦνται. εἰ τοίνυν ἐπὶ τοιαύτῃ σεμνύνονται νηστείᾳ, πολὺ κρεῖττον ἦν αὐτοῖς τροφῇ σχολάζειν καὶ μὴ τοιαῦτα τολμᾶν. διὰ ταῦτα γοῦν καὶ κατ' ἀρχὰς τῆς προφητείας πρὸς αὐτοὺς ἐλέγετο· «νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου». αὐτίκα γοῦν ἐπὶ τὴν νηστείαν προΐσχονται καὶ νῦν φασι τῶν ψυχῶν ταπείνωσιν κατὰ τὴν ἡμέραν τῆς νηστείας αὐτῶν γινομένην αὐτὸ δὴ τοῦτο, ὅπως πράξουσιν ἀπέλεγξον ἐξ ἑνὸς τούτου καὶ τῶν λοιπῶν αὐτῶν ἀποδείξας τρόπον. λέγε τοίνυν αὐτοῖς καὶ δείκνυε, ὡς ἐν αὐταῖς ταύταις, ἐν αἷς σεμνύνονται ἡμέραις τῶν νηστειῶν, οὐ τὰ ἐμὰ θελήματα ζητοῦσι, ταῖς δὲ ἑαυτῶν ἡδοναῖς καὶ ταῖς ἑαυτῶν κακοπραγίαις σχολάζουσι, τότε μὲν τοὺς ὑποχειρίους τύπτοντες, τότε δὲ μάχαις καὶ ἀντιλογίαις ταῖς πρὸς ἀλλήλους κατατριβόμενοι ὡς φωνὰς ἀφιέναι κλαυθμοῦ τοὺς ὑπ' αὐτῶν τυπτομένους καὶ κραυγὰς ἀπρεπεῖς. Φησὶν οὖν· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ τοιαύτην ταπεινώσεως ἡμέραν, οὐδ' εἰ κρίκῳ ὁμοίως κάμψειεν τὸν ἑαυτῶν τράχηλον κάτω νεύοντες καὶ σχηματιζόμενοι ταπεινοφροσύνην, οὐδ' εἰ περιβάλοιντο σάκκους κατ' αὐτῆς τῆς ἑαυτῶν σαρκὸς ἐπὶ τὸ πόνους καὶ κάκωσιν αὐτοῖς ἐμποιῆσαι τὴν σάκκου τραχύτητα, οὐδ' εἰ σποδὸν ὑποστρώσαιντο τὸ ἑαυτῶν τιμωρούμενοι σῶμα. ταῦτα γὰρ πάντα μετὰ τῶν προλεχθέντων ἁμαρτημάτων ματαίαν ἕξει τὴν σπουδήν. εἰ δὲ δὴ ἐθέλοι τις τρόπον ἀληθοῦς καὶ ἐμοὶ τῷ θεῷ ἀρεστῆς νηστείας διδάσκεσθαι, ταῦτα πραττέτω· «φαιδρὸν τὸ πρόσωπον καταστήσας καὶ τὴν κεφαλὴν ἀλείψας ἐλαίῳ» κατὰ τὴν σωτήριον παρακέλευσιν, τὴν μὲν νηστείαν «ἐν κρυπτῷ» φυλαττέτω καὶ «τῷ πατρὶ τῷ βλέποντι κρυπτὰ» μόνῳ τὴν ταπείνωσιν τῆς ψυχῆς δεικνύτω· εἰς δὲ τὸ φανερὸν δι' ἔργων τοὺς καρποὺς τῆς κατὰ ψυχὴν εὐλαβείας τοῖς πᾶσιν ὁρᾶν παρεχέτω διὰ τοῦ λύειν πάντα σύνδεσμον ἀδικίας. εἰ γὰρ καί τινες εἶεν προϋποκείμενοι πραγμάτων ἔκ τινος συμβολαίων καὶ συναλλαγῶν ἀνθρωπίνων ταῦτα καιροῦ θρησκείας διὰ τῆς νηστείας ἐπιστάντος διαλύεσθαι δίκαιον καὶ τῶν βιαίων συναλλαγμάτων τὰς στραγγαλιὰς ἀποσείεσθαι. αὐτὸ δὴ τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος ἔργῳ πληροῦντα τό· «ἐὰν προσφέρῃς τὸ δῶρόν σου κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου». ἀλλὰ καὶ τοὺς τεταπεινωμένους ἀπὸ δάνους καὶ χρέων ὀφειλῆς ἐλευθέρου τῶν χρέων καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. εἰ δὲ καὶ μὴ εἶέν τινες τοιαῦται στραγγαλιαὶ πεπραγμέναι σοι καθαρεύοις δὲ τῶν τοιούτων ἁμαρτημάτων, ἀλλὰ τοῦτο γοῦν πράττειν σε ἀναγκαῖον τὸν βουλόμενον εὐαρεστοὺς τῷ θεῷ τὰς ἑαυτοῦ νηστείας ποιεῖσθαι. Τὸν ἄρτον τὸν σαυτοῦ, ὃν εἰ μὴ τὴν νηστείαν εἶχες πάντως ἂν ἤσθιες, διάθρυπτε τοῖς πεινῶσιν· οὐ γὰρ δὴ λείπουσιν ἐν ἀνθρώποις οἱ τροφῆς ἐνδεεῖς. καὶ οὕτως γάρ σοι γένηται οὐ πρὸς κέρδους ἡ ἀσιτία, ἀλλ' ἑτέρῳ τρόπῳ τραφήσῃ τὴν ψυχὴν τῷ σαυτοῦ ἄρτῳ τὸν ἐνδεῆ καὶ τροφῆς δεόμενον ἀνακτώμενος. οὐ χρὴ δὲ μέχρι τούτου ἵστασθαι, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν οἶκον τὸν σεαυτοῦ μὴ πλουσίους τινὰς εἰσκάλει μηδὲ τοὺς δυναμένους μεθ' ἡμέραν τὴν αὐτήν σοι παρέχειν ἀμοιβήν, πτωχοὺς δὲ τοὺς ἀληθῶς ἐν ἀπορίᾳ βίου ἐξεταζομένους τοὺς ἀπερριμμένους διὰ τὸ μηδὲ στέγης εὐπορεῖν. τούτοις αὐτὸς γένου στέγη ὑποδεξάμενος εἰς τὸν σαυτοῦ οἶκον πρὸς ἀναπλήρωσιν δὲ τῆς καλῆς ταύτης καὶ θεῷ ἀρεστῆς νηστείας. γυμνὸν θεασάμενος μὴ ἀντιπαρέλθοις μηδὲ ὡς ἀλλότριον παρίδοις· ὁ γὰρ τῶν ὅλων θεὸς τοὺς μὲν εὐπορεῖν τροφῆς καὶ χρημάτων, τοὺς δὲ ἐνδεεῖς καὶ πένητας ὑπεστήσατο εἰς δοκιμὴν ἑκατέρων, ἵν' οἱ μὲν ἔχοιεν καρπὸν τῆς ἑαυτῶν εὐπορίας διὰ τῆς εἰς τοὺς ἐνδεεῖς παροχῆς, οἱ δὲ ἐγγυμναζόμενοι τῇ πενίᾳ ἀντὶ πολυκάρπου χώρας τὴν ἀπὸ τῶν εὐπόρων διεποιοῦντο χορηγίαν ἔτι πρὸς τοῖς προειρημένοις· καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. μάλιστα μὲν γὰρ τὰ πρῶτα τοῖς πᾶσι δεήσει κοινωνεῖν ἀφθόνως, τὰ δὲ ἐξαίρετα «τοῖς οἰκείοις τῆς πίστεως» ἀπονέμειν· τοῦτο γὰρ καὶ ἡ ἀποστολικὴ διάταξις παρεκελεύσατο φήσασα δεξιοὺς εἶναι «πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως». ταῦτα δὴ τὰ λελεγμένα ὥσπερ τινὰς νόμους ἔργοις φυλάξας μὴ ταπεινοῦ τὴν σαυτοῦ ψυχὴν μηδὲ κάμπτε ὡς κρίκον τὸν τράχηλόν σου μηδὲ σάκκον καὶ σποδὸν ὑποστρώννυσο· φαιδρὸς δὲ καὶ ἄνω πρὸς τὸν θεὸν βλέπων δέχου τὰς παρ' αὐτοῦ ἀμοιβάς. Ποίας ταύτας ἐντεῦθεν ἤδη μάνθανε ὥσπερ ἀπὸ νυκτὸς καὶ σκότους μεταβολῆς γενομένης ἀθρόως τὸ μεθ' ἡμέραν φῶς ἐκλάμψαν δείκνυσι τηλαυγεῖς τὰς ἡλιακὰς μαρμαρυγάς. τὸν αὐτὸν τρόπον καὶ σοὶ ῥαγήσεται πρώϊμον τὸ φῶς οὐράνιόν τι καὶ θεῖον ἀθρόως ἐπελθὸν καὶ τὸ πρότερον ἐπιπολάζον τῇ ψυχῇ σκότος μακρὰν αὐτῆς ἐλαῦνον ὡς ἐν ἡμέρᾳ θεοῦ καὶ φωτὶ γνώσεως καὶ ἀληθείας διάγειν. οὕτω δὲ καὶ τὰ ἰάματα τῆς σῆς ψυχῆς σὺν αὐτῷ τῷ φωτὶ ἀνατελεῖ, ὡς πάσης νόσου καὶ μαλακίας καὶ παντὸς ἄγους ἐλευθέραν αὐτὴν καταστῆναι. ἤδη δὲ καὶ ἑτέροις γενήσῃ φῶς τοιοῦτος ἀποτελεσθείς· προπορεύσεται γάρ σου ἡ δι' ἔργων ἀρετῆς δικαιοσύνη εἰς πολλοὺς τοὺς ὁρῶντας ἐκλάμπουσα. καὶ οἱ μέν σοι καρποὶ ταῦτα προξενήσουσί σοι, ἐκ περιουσίας δὲ ἡ ἐκ θεοῦ δόξα ὥσπερ στεφάνῳ τὴν σὴν ψυχὴν παντοίοις ἄνωθεν κατακοσμήσει ὡς «καὶ παρὰ ἀνθρώποις καὶ παρ' αὐτῷ τῷ θεῷ» δοξάζεσθαι. Πρὸς τούτοις καὶ ταῦτα ἕξεις ἐξαίρετα, ἅμα γὰρ τῷ βοῆσαί σε πρὸς τὸν θεόν, ἕξεις αὐτὸν ἐπήκοον· μόνον γὰρ οὐχὶ φωνὴν ἀφιεὶς ἔτι σοὶ φθεγγομένῳ ἐρεῖ Ἰδοὺ πάρειμι. ταῦτα δὲ πάντα περὶ σὲ ἔσται, ἐὰν τὰ προλελεγμένα φυλάττοις καὶ ἀφέλοις μὲν ἀπὸ σαυτοῦ τοὺς τῶν ἁμαρτημάτων κλοιούς· οὐδὲν γὰρ λυπεῖ καὶ δεύτερον τῶν αὐτῶν μνείαν ποιήσασθαι, εἰ τοίνυν ἀφέλοις ἀπὸ σαυτοῦ σύνδεσμον ἀπὸ τῆς ἁμαρτίας καὶ τὰς ἀδίκους χειροτονίας καὶ ῥημάτων σου τὰς μομφάς, τούς τε κατὰ θεοῦ γογγυσμούς. Ἔτι μὴν εἰ καθὼς προείρηται δῷς πεινῶντι τὸν ἄρτον σου, σαυτῷ τὰ μεγάλα ἴσθι κεχαρισμένος. ὁμοίως εἰ τὴν δι' ἔνδειαν τεταπεινωμένην ψυχὴν ἐμπλήσειας τῶν παρὰ σοὶ εὐπορουμένων, πάλιν ὁ λόγος τὰς αὐτὰς ποιήσεταί σοι ἐπαγγελίας· ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρίαν ἐκλάμψει. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλήσει σε καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου· ἐπαγγέλλεται δέ σοι ψυχῆς τροφὴν καὶ ἀπόλαυσιν τῶν παρ' αὐτῷ ἀγαθῶν καὶ τὰ ὀστᾶ δέ σού φησι, δηλαδὴ τῆς ψυχῆς αἱ δυνάμεις, πιανθήσονται ὑπὸ τῆς πνευματικῆς καὶ ἐνθέου τροφῆς. ἔσται δὲ ἐν σοὶ καὶ «πηγὴ ὕδατος ζῶντος» καὶ κῆπος ἀειθαλὴς ταῖς ἐξ ἁγίου πνεύματος καρποφορῶν φυτείαις. καὶ τὰ πάλαι δὲ τῆς ψυχῆς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ καὶ ἀναπληρωθήσεται διὰ μαθημάτων καὶ λόγων θείων· ὡς καὶ οἰκοδόμον σε γενέσθαι σεαυτοῦ διδασκαλίαις ἐνθέοις οἰκοδομοῦντα τοὺς ἐν τῇ σαυτοῦ διανοίᾳ λογισμούς. ἤδη δὲ καὶ φραγμὸν περιβαλεῖς τῇ σαυτοῦ ψυχῇ περιφράττων αὐτὴν πανταχόθεν καὶ ἀσφαλιζόμενος ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν. ταῦτα δὲ καὶ πρὸς ἕνα ἕκαστον τῶν ἀκροωμένων εἴρηται εἰς πρόσωπον τοῦ παντὸς λαοῦ· εἰ γὰρ ταῦτα ποιήσειας, ὁ τὰ πρῶτα καταμεμψάμενος λαός, ἔσται σοι τὰ ἐπηγγελμένα· ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· ὀστᾶ δὲ τοῦ λαοῦ οἱ ἐν αὐτῷ δυνατοὶ εἰκότως ἂν λεχθεῖεν οἱ τὸ πᾶν σῶμα ὑποβαστάζοντες. ἔσται δὲ ἐν σοὶ καὶ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ. καὶ οἰκοδομηθήσονταί σοι αἱ ἔρημοι αἰώνιοι· τὰ ἐκ μακροῦ χρόνου δι' ἁμαρτίαν ἔρημα γεγενημένα, ταῦτα οἰκοδομηθήσεται. καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς· νοήσεις δὲ καὶ τὰ θεμέλια ἐπιστήσας τῇ ἀποστολικῇ γραφῇ, δι' ἧς εἴρηται· «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν», ἀλλὰ καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν· φραγμοὺς δὲ οἰκοδομεῖ ὁ περιφράττων καὶ περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσι τὰ ἐκκλησιαστικὰ δόγματα· ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ τοῦ σαφηνίζειν τὰ λεγόμενα, οὗτός ἐστιν ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Πρὸς τούτοις φησὶν ἅπασιν· ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα σου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσῃς τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ' ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον. εἰ γὰρ μετὰ πάντων ἐκείνων καὶ τὰ σάββατα φυλάττοις, οὕτως ὡς ὁ λόγος ὑπαγορεύει, τότε σοὶ ἔσται καὶ αὐτὰ ἀναγκαῖα. ὑποβάλλει δὲ ὁ λόγος μὴ τὰ θελήματα πράττειν ἑαυτῶν «μέθαις καὶ κραιπάλῃ» σχολάζοντας, ἐν ἁγιασμῷ δὲ καὶ καθαρότητι διάγοντας, οὕτω καὶ τὴν ἡμέραν ἁγιάζειν, τρυφεράν τε αὐτὴν καὶ ἄλυπον διὰ τῆς ἐν αὐτῇ κατὰ θεὸν ἐπιτελουμένης σχολῆς φυλάττειν μηδὲ μέχρι τοῦ τυχόντος κινοῦντα τὸν πόδα ἐπὶ πράξεσιν ἑτέραις μηδὲ μέχρι λόγου μολύνειν τὰ χείλη· μόνῃ δὲ τῇ σχολῇ τῶν θείων διὰ πάσης προσανέχειν τῆς ἡμέρας. Ὁμοῦ δὴ ταῦτα πάντα συναγόμενα καὶ τὸ σάββατόν σοι οὐκ ἀνωφελὲς κατασκευάσει καὶ «τὴν νηστείαν» σοι «δεκτὴν» ποιήσει· οὕτω τε ἔσῃ πεποιθὼς ἐπὶ κύριον θαρσῶν εἰς τὸν ἐπίλοιπον βίον ὡς ἀνέχων αὐτοῦ ἀψευδεῖς τὰς ἐπαγγελίας, πρὸς αἷς καὶ τοῦτο δώσειν ὑπισχνεῖται, λέγω δὲ τὸ ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἐπί τινα τὴν ἄνω λεγομένην γῆν ἀναβιβάσειν σε κἀκεῖνά σοι παρασχεῖν τὰ ἀγαθά, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». καὶ ψωμιεῖ δέ σε τὴν ἐκεῖ τροφὴν καὶ τὴν κληρονομίαν, ἣν ἐπήγγελται τῷ πατρί σου Ἰακώβ, ἀποδώσει σοι. ἦσαν δὲ πρὸς τοὺς πατέρας ἐπαγγελίαι οὐράνιοι καὶ πνευματικαί· ταῦτα δὴ πάντα εἰ καὶ δι' ἀνθρώπου λελάληται, ἀλλ' οὐκ ἦσαν ἀνθρώπινοι λόγοι, θεὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα φθεγγόμενος. διὸ τοῖς πᾶσιν ἐπιλέγεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα· δύναται δὲ τὰ περὶ γῆς καὶ τῶν ταύτης ἀγαθῶν Ἰουδαϊκώτερόν τις ἐκλαμβάνειν, ἐπεὶ καὶ τὰ λελεγμένα πάντα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποδέδεικται προσπεφωνημένα.
2.48.1
Ὡς πρὸς τὸν τῶν Ἰουδαίων λαὸν διαστειλάμενος ὁ λόγος ἐν τοῖς πρὸ τούτου τὰ πρακτέα, καὶ τοῖς μὲν τὰ πρακτέα δι' ἔργων ἐπιτελέσασι τὰς πρεπούσας ἐπαγγελίας παραθείς, τοῖς δὲ τὰ ἐναντία ἑλομένοις τὰς καταλλήλους ἀπειλήσας τιμωρίας· διὰ τῶν προκειμένων ἔλεγχον αὐτοῖς προσφέρει ὥς τινα ἐναντία ἑλομένοις τῇ τοῦ θεοῦ βουλῇ, οὗ χάριν καὶ τοῖς κακοῖς περιπεπτώκασι. φησὶν οὖν πρὸς αὐτούς· Οὐκ ἦν ἀδύνατον ἐμοὶ τῷ θεῷ καὶ ἀπολλυμένους ὑμᾶς ἀνακτήσασθαι οὐδ' ἠσθένει ἡ ἐμὴ χεὶρ καὶ ἀναξίους ὄντας ὑμᾶς διασῶσαι· καὶ τὸ οὖς δὲ τὸ ἐμὸν τὸ πάντων ἀκουστικὸν οὐχ οὕτως ἦν βαρυήκοον ὡς μὴ δύνασθαι ὑμῶν εἰσακοῦσαι βοώντων. πλὴν εἰ καὶ τὰ παρ' ἐμοῦ τοιαῦτα ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν τυγχάνει ὡς κακῶν σωρὸν ποιεῖσθαι καὶ «μεσότοιχον» ἐγείρειν μεταξὺ τοῦ θεοῦ καὶ ὑμῶν· τοιούτους δὲ ὄντας σῴζειν οὔτε δίκαιον οὐθ' ὑμῖν συμφέρον ἐστίν. ὁ δὲ Ἀπόστολος λέγει που περὶ τοῦ σωτῆρος· «ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ». ἀλλ' ὁ μὲν σωτὴρ διὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας» λέγεται, ὁ δὲ παρὼν προφήτης διδάσκει, ὡς ἄρα αἱ ἑκάστου ἁμαρτίαι μέσαι παρεμβαλλόμεναι θεοῦ καὶ ἀνθρώπων μακρὰν ἀποσκορακίζουσι τὴν ἁμαρτάνουσαν ψυχὴν τοῦ θεοῦ, ἐπειδὴ τῶν ἀδυνάτων ἐστὶ θεῷ συνάπτεσθαι ἁμαρτίαν. διὸ ἐπιλέγει· καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψα τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας διὰ τὸ βδελύττεσθαι ὥσπερ δυσώδη καὶ αἰσχρὸν καὶ ἄτιμον τὴν ἁμαρτίαν. Τὸ μὲν οὖν αἴτιον τῆς ἀποπτώσεως τοῦ λαοῦ καὶ τῆς πορρωτάτω τοῦ θεοῦ ἀποβολῆς αὐτοῦ οὐδὲν ἕτερον εἶναι ἐδίδαξεν ἢ τὰς ἁμαρτίας· τὸ δὲ τούτων εἶδος ἑξῆς καταριθμεῖται λέγων· αἱ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν. καὶ θέα ὡς οὐκ ἐπιμέμφεται αὐτοῖς ἐν τούτοις εἰδωλολατρίαν οὐδ' ἑτέραν τινὰ παράνομον πρᾶξιν, ἀλλὰ τὴν διὰ χειρῶν μιαιφονίαν καὶ τὴν διὰ στόματος παρανομίαν, δι' ὧν ᾐνίξατο τὴν κατὰ τοῦ σωτῆρος ἐπανάστασιν αὐτῶν καὶ τὴν κατὰ τῶν δικαίων ἀνδρῶν ἐπιβουλήν. περὶ ὧν καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου φάσκων· «Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς κατανοεῖ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. ἀπὸ γὰρ προσώπου ἀνομίας ἦρται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου». εἰ δὲ καὶ μὴ αὐτόχειρες γεγόνασι τοῦ σωτῆρος, ἀλλὰ «τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν» αἰτησάμενοι καὶ βοαῖς ἀθέοις χρησάμενοι ἔργῳ παρέστησαν τὰς χεῖρας ἔχειν μεμολυμμένας αἵματι, τά τε χείλη αὐτῶν λελαληκέναι ἀνομίαν καὶ τὴν γλῶσσαν αὐτῶν μεμελετηκέναι ἀδικίαν. Διό φησιν ὁ προφήτης· οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή. εἶτ' ἐπειδήπερ ἐξαπατῶντες ἑαυτοὺς ἕτερον προσδοκῶσι Χριστὸν ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες. τούτου χάριν ἐπιλέγει· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά. διὸ παραινεῖ ὁ θεῖος Ἀπόστολος «μὴ προσέχειν» «Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν». οἱ δ' αὐτοὶ οὗτοι ἐπινοοῦντες εὑρησιλογίας ἑαυτοῖς καὶ ἐξ οἰκείων λογισμῶν βλασφήμους τινὰς συντιθέντες λόγους κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν· οὐ γὰρ ἐπίστανται λέγειν· «ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας». τοιαῦτα δὲ κύουσιν, ὁποῖα καὶ δι' ἑτέρου λέλεκται· «ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο». εἴη δ' ἂν τοιαῦτα καὶ τὰ ἀσεβῆ καὶ ἄθεα δόγματα, ὅσα ἕκαστος ἐκ τῆς αὐτοῦ διανοίας εὑρησιλογῶν ἀναπλάττει. οἱ δὲ τοιοῦτοι καὶ ᾠὰ ἀσπίδων ἔρρηξαν τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς κυήσαντες· διὸ τοῖς τῆς κακίας καὶ πονηρίας αὐτῶν υἱοῖς ἐλέγετο· «ὄφεις, γεννήματα ἐχιδνῶν». ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ᾠὰ ὠνόμασε διὰ τὸ παράδειγμα τοῦ ἑρπυστικοῦ γένους· ἀσπίδες καὶ ὄφεις καὶ τὰ τοιαῦτα τῶν ᾠοτόκων ἐστίν. ἐπειδὴ δὲ μετὰ τὴν τοσαύτην κακίαν ἐπαγγέλλονται μὲν τὰς ἀπὸ τῶν θείων γραφῶν διδασκαλίας, ἐκπίπτουσι δὲ εἰς «γραώδεις μύθους» καὶ εἰς «παραδόσεις ἀνθρώπων» οὐδὲν ὑγιὲς οὐδὲ ὠφέλιμον περιεχούσας. εἰκότως ἐπιλέγει· καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, τὸ σαθρὸν καὶ ἄτιμον τῆς τοιαύτης αὐτῶν σπουδῆς τῷ τῆς ἀράχνης ὑφάσματι παραβάλλων. καὶ ὁ μέλλων φησὶν τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον· ποίων δὲ ᾠῶν ἢ περὶ ὧν εἴρηται τό· ᾠὰ ἀσπίδων ἔρρηξαν. οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι διαρρήξαντες τουτωνὶ τῶν ᾠῶν τὰ τελεσφορηθέντα εἰς ἑαυτοὺς ὑπεδέξαντο, οἱ δὲ ἀτελέστεροι πρὶν διαρραγῆναι καὶ τελεσφορηθῆναι ἐμφαγόντες αὐτῶν ἀπόλλυνται. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· ὁ ἐσθίων ἐκ τῶν ᾠῶν αὐτῶν ἀποθανεῖται. εἰ δέ τις εὑρεθείη συνετὸς ἀνὴρ ὁ συντρίβειν αὐτὰ δυνάμενος ἀνατρεπτικῷ καὶ ἐλεγκτικῷ λόγῳ, οὗτος εὕροι ἂν τὸ ἐν αὐτοῖς ἀνεμιαῖον καὶ οὔριον καὶ δυσῶδες καὶ φθοριμαῖον καὶ ἐν τούτοις ἅπασιν ἰλυσπώμενον καὶ ἐγκρυπτόμενον τὸ πάντων ἑρπετῶν καὶ ἐξ αὐτοῦ βλέμματος θανατοποιόν, τὸν βασιλίσκον λέγω, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα, κατὰ δὲ τὸν Σύμμαχον· τὸ δὲ συνεστραμμένον ἀπορραγὲν ἔσται ἀσπίς, κατὰ δὲ τὸν Θεοδοτίωνα· τὸ θαλφθὲν ἐρράγη ἀσπίς. τοιαῦτα δὲ τὰ παρὰ τοῖς δηλουμένοις ᾠά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. Εἶτ' ἐπειδὴ προείρητο· καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, πλατύτερον τὴν τούτου διάνοιαν ἐκτίθεται φάσκων· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· ἱστὸν παρ' αὐτοῦ μαθὼν τοῦ προφήτου Ἠσαΐου φήσαντος διὰ τῶν ἔμπροσθεν· «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων», «τὰς παραδόσεις τῶν πρεσβυτέρων» αὐτῶν περιέποντες τὸν νόμον τοῦ θεοῦ παρεώρων ὑφαίνοντες καὶ συνείροντες «ἐντολὰς ἀνθρώπων» ἀποστρεφομένων τὴν ἀλήθειαν. διό φησιν· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. οἱ μὲν οὖν διὰ λόγων θείων τῶν ἐξ ἁγίου πνεύματος λελαλημένων «πνευματικὰ πνευματικοῖς συγκρίνοντες» χιτῶνα θεῖον ὑφαίνουσιν, οἱ δ' εἰς ἄχρηστον «ταῖς Ἰουδαϊκαῖς μυθολογίαις» κατατρίβοντες πλέον οὐδὲν ἢ τὸν τῆς ἀράχνης ζηλοῦσιν ἱστὸν ἐπὶ θήρα ψυχῶν εὐτελῶν τῶν ἁλισκομένων ὥσπερ ἐν βρόχοις ἐν ταῖς μυθολογίαις αὐτῶν. εἶθ' ἑξῆς εἴρηται· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων. ταῦτα πάντα ἐξυφαίνουσιν ἑαυτοῖς διὰ τοῦ οἰκείου ἱστοῦ τὴν ἀράχνην ἀπομιμούμενοι καὶ τρέχοντες ἐπὶ πονηρίαν καὶ ταχεῖς γινόμενοι εἰς τὸ ἐκχέειν αἷμα ἀναίτιον κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. διὸ καὶ ἀνωτέρω ἐλέγετο πρὸς τοὺς αὐτούς· «αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ», ἀλλὰ καὶ σύντριμμα καὶ ταλαιπωρία φησὶν ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. διὸ καὶ ἀπεκλαύσατο αὐτοὺς ὁ σωτὴρ εἰπὼν πρὸς τὴν Ἰερουσαλήμ· «εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου. ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σοὶ καὶ περιβαλοῦσί σε οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν». οὐκ ἔγνωσαν οὖν ὁδὸν εἰρήνης, ἀλλ' οὐδὲ κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν εὕρηται, ἀκρισία δὲ πᾶσα καὶ ἀδικία, πᾶσαί τε αἱ τρίβοι αὐτῶν διεστραμμέναι, καὶ οὐκ οἴδασιν εἰρήνην· οὐ γὰρ παρεδέξαντο τὸν τῆς εἰρήνης πρύτανιν, περὶ οὗ εἴρηται· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν». διὸ τοῖς αὐτοῦ μαθηταῖς ταύτην προεξένει λέγων· «εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Ἀλλὰ γὰρ τούτων ἕνεκεν ἁπάντων ἀπέστη φησὶν ἡ κρίσις ἀπ' αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· κρίσιν δὲ λέγει ἐνταῦθα, περὶ ἧς ἀνωτέρω εἴρηται· «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν ἠγάπησεν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει». αὕτη τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα κρίσις ἀπέστη ἐξ αὐτῶν καὶ ἡ δικαιοσύνη δὲ ἡ πᾶσι τοῖς ἔθνεσιν διὰ τῆς σωτηρίου χάριτος δεδωρημένη καὶ αὕτη καταλιποῦσα αὐτοὺς ἀνεχώρησεν. εἶτ' ἐπεὶ προσεδόκων τὸν Χριστὸν τοῦ θεοῦ κηρυττόμενον αὐτοῖς διὰ τῶν προφητικῶν λόγων, «ἐλθόντα δὲ αὐτὸν οὐ παρεδέξαντο», ἀκολούθως εἴρηται· ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Καὶ ἐπειδὴ ψηλαφῶντες τὰς θείας γραφὰς οὐ συνίεσαν τὸν ἐν βάθει τῶν λέξεων ἐναποκεκρυμμένον νοῦν, περὶ δὲ μόνην τὴν λέξιν ἀσχολούμενοι ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾶν. τούτου χάριν ἑξῆς ἐπιλέγει· ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ τούτοις συνάπτει λέγων· πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ καὶ ὡς ἀποθνῄσκοντες· κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς ταῖς σωτηρίοις καὶ εὐαγγελικαῖς αὐγαῖς τῆς ἐκκλησίας τοῦ θεοῦ καταλαμπομένης μόνοι αὐτοὶ ὡς ἂν τὰ «πρὸς θάνατον ἡμαρτηκότες» πεπτώκασι καὶ ὥσπερ ἐν μεσονυκτίῳ διάγουσι. Καὶ στενάξουσι δέ φησιν ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· οἱ γὰρ στεναγμοὶ αὐτῶν, εἰ μὲν κατὰ λόγον ἐγίνοντο ὑπὲρ ὧν τετολμήκασι κατὰ τοῦ σωτῆρος, ἐπωφελεῖς ἐγένοντο ἄν. χρὴ γὰρ αὐτοὺς καὶ πενθεῖν καὶ στενάζειν καὶ ἀποδύρεσθαι καὶ δακρύειν, ὧν ἐξέχεον αἱμάτων ἕνεκα. ἐπεὶ δὲ τοῦτο μὲν οὐ προσποιοῦνται, τὴν δὲ πόλιν τὴν αἰσθητήν, λέγω δὲ τὴν Ἰερουσαλήμ, ἀποκλαίονται καὶ τὴν πτῶσιν αὐτῆς στενάζουσιν ἀλόγως, εἰκότως θηρίῳ ἀγρίῳ παρεβλήθησαν. διὸ λέλεκται· καὶ στενάξουσιν ὡς ἄρκος, καὶ ἐν ἄλλοις δὲ εἴρηται· «ὡς ἄρκος ἀτεκνουμένη». ἄρκος μὲν οὖν διὰ τὸ ἀνθρωποβόρον τοῦ θηρὸς ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον μιαιφονοῦντες καὶ «τοὺς προφήτας ἀναιροῦντες», «ἠτεκνωμένῃ» δὲ «ἄρκῳ» παρωμοιώθησαν διὰ τὴν ἀπώλειαν τῶν τέκνων. ἀντὶ δὲ τοῦ· καὶ ὡς περιστερὰ ἅμα πορεύσονται, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ὡς περιστερὰ μελέτῃ μελετήσομεν εἰρήκασιν, ὁ δὲ Ἀκύλας· καὶ ὡς περιστεραὶ φθογγῇ φθεγξόμεθα. μετὰ γὰρ τὰ τοσαῦτα εἰσέτι καὶ νῦν τὰς θείας πειρῶνται καταμελετᾶν γραφὰς καὶ τοῦτ' αὐτοῖς μόνον λείπεται τὸ ἐκμανθάνειν καὶ διὰ στόματος μελετᾶν αὐτὰς περιᾴδοντας τῇ φωνῇ ὡς μηδὲν διαφέρειν ἀλογίστου περιστερᾶς δοκούσης μέν τι πράττειν, δι' ἧς ἀφίησι φθογγῆς οὐ μὴν ἔναρθρόν τινα λόγον ἀποδιδούσης. ὅθεν καλῶς κυριολεκτῶν τὴν Ἑβραϊκὴν λέξιν ὁ Ἀκύλας καὶ ὡς περιστεραί φησι φθογγῇ φθεγξόμεθα, καὶ τὰ συνημμένα δὲ πάντα ὡς ἐκ προσώπου τοῦ κατηγορουμένου λαοῦ ἐξέθεντο οἱ λοιποί· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· διὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ' ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς. δικαιοσύνην γὰρ προσδοκήσομεν εἰς φῶς, καὶ ἰδοὺ σκότος, εἰς φέγγος, ἐν ζόφῳ περιπατήσομεν. ψηλαφήσομεν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐκ ὄντων ὀφθαλμῶν ψηλαφήσομεν. καὶ παρὰ τοῖς Ἑβδομήκοντα δὲ τὰ ἑξῆς ἐπιφερόμενα ἐκ προσώπου τοῦ λαοῦ λέλεκται, φησὶ γοῦν· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν· πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου. λέγει δὲ ταῦτα ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ διδάσκων αὐτοὺς ἑαυτῶν ἐξομολογεῖσθαι τῷ θεῷ τὰς ἁμαρτίας καὶ κατηγορεῖν αὐτοὺς ἑαυτῶν, ἵνα κἂν οὕτως πληγέντες τὴν ψυχὴν ἀνανεύσωσι καὶ ἐπιστρέψωσι μετανοεῖν διδαχθέντες. πῶς δὲ ἀνέμειναν κρίσιν, καὶ οὐκ ἔστιν, ἀλλ' ἐπεὶ μὴ εὗρον τὴν κρίσιν τὴν τοῖς ἔθνεσι κατηγγελμένην, ὡς προείρηται· μακρὰν γὰρ ἐξ αὐτῶν ἀπέστη καὶ διὰ τί διδάσκουσιν αὐτοὶ λέγοντες· πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν. Τίνα δὲ πάντα ταῦτα, ἃ κατηγόρησαν ἑαυτῶν πάλιν διδάξουσι λέγοντες· ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, κατὰ δὲ τὸν Σύμμαχον· ἔγνωμέν φησιν ἀδικεῖν καὶ ψεύδεσθαι κατὰ κυρίου, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἀρνήσασθαι ἐν κυρίῳ, σαφῶς τὴν ἄρνησιν αὐτῶν παριστῶντος τοῦ λόγου, ἀλλὰ καὶ ἀπέστημέν φησιν ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν συκοφαντίαν. ὁρᾷς ὡς οὐδαμοῦ εἰδωλολατρίαν αὐτῶν κατηγορεῖ, ἀλλὰ καὶ συκοφαντίας καὶ λόγους ψευδεῖς καὶ τὰ τούτοις παραπλήσια. καὶ ἠπειθήσαμεν δέ φησι, καὶ ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους, κατὰ δὲ τὸν Ἀκύλαν· λαλεῖν φησι συκοφαντίαν καὶ ἀπόστασιν, συνέλαβον καὶ ἐφθέγξαντο ἀπὸ καρδίας ῥήματα ψεύδους, κατὰ δὲ τὸν Σύμμαχον· λαλεῖν συκοφαντίαν καὶ ἔκκλισιν, κύειν καὶ μελετᾶν ἀπὸ καρδίας λόγους ψευδεῖς. Εἶθ' ἑξῆς εἴρηται· καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν· οὐ γὰρ αὕτη ἡμᾶς φησι κατέλειψεν, ἀλλ' ἡμεῖς αὐτὴν ἀπεστήσαμεν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι' εὐθείας οὐκ ἠδύναντο διελθεῖν, κατὰ δὲ τὸν Σύμμαχον· ὅτι ἠσθένησεν ἐν πλατείᾳ ἡ ἀλήθεια, καὶ εὐθύτης οὐκ ἠδύνατο ἐλθεῖν, καὶ ἐγένετο ἡ ἀλήθεια ἐπιλείπουσα. τήρει δ' ὅπως πολλάκις ἐν τούτοις ἀληθείας ἄρνησιν αὐτῶν κατηγορεῖ καὶ τοὺς ἐφευρημένους αὐτοῖς ψευδεῖς λογισμοὺς ἀπελέγχει. οἷς ἑξῆς ἐπάγει· καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις, καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ. καὶ ἀνωτέρω δὲ ἐλέγετο· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων»; ἀλλὰ καὶ ἐνταῦθα καὶ εἶδέ φησι καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο, ἢ καὶ τῇ δικαιοσύνῃ κατὰ τοὺς λοιποὺς ἐπεστηρίσατο. καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. καὶ τοῦτο τὸ τέλος τῆς παρούσης κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίας, ὃ δὴ σημαίνει ἄντικρυς πόλεμον θεοῦ κατ' αὐτῶν ἐπανιστάμενον, ὃς καὶ μετῆλθεν αὐτούς, ὃν ἐπὶ τῆς ἐσχάτης πολιορκίας πεπόνθασι κατὰ τοὺς Ῥωμαϊκοὺς χρόνους.
2.49.1
Τὰς κατὰ τοῦ σωτῆρος δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ διεξελθὼν ὁ προφητικὸς λόγος μετὰ πάσας τε τὰς κατ' αὐτῶν κατηγορίας αὐτὸν τὸν θεὸν πολέμιον αὐτῶν ἔσεσθαι προαναφωνήσας διὰ τῶν προκειμένων μεταβαίνει πάλιν ἐπὶ τὴν κλῆσιν τῶν ἐθνῶν, ᾗ συνάπτει Χριστοῦ παρουσίαν· καὶ γὰρ ἦν ἀκόλουθον τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ τὴν δι' αὐτοῦ προξενηθεῖσαν τοῖς ἔθνεσι χάριν συμπεριλαμβάνεσθαι. λέγει δ' οὖν ἀρχόμενος· καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου· «ἀρχὴ δὲ σοφίας φόβος κυρίου». ταύτης οὖν τῆς σοφίας μεταλήψεσθαι οὐ τὸν Ἰσραὴλ θεσπίζει, ἀλλὰ τοὺς ἀπὸ δυσμῶν, δηλαδὴ τοὺς τὰ δυτικὰ μέρη λαχόντας οἰκεῖν, καὶ οἱ ἀπὸ ἀνατολῶν δὲ ἡλίου. ὁμοίως καὶ αὐτοὶ φοβηθήσονται τὸ ὄνομα τὸ ἔνδοξον. καὶ ἀνωτέρω δὲ ἐλέγετο· «ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ δυσμῶν καὶ οὗτοι ἀπὸ βορρᾶ, ἄλλοι δὲ ἀπὸ γῆς Περσῶν. εὐφραίνεσθε, οὐρανοί». περὶ δὲ «τῶν φοβουμένων τὸν κύριον» πολλὰ εἴρηται, ἐπεὶ καί· «μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον», καί· «οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν», καί· «φόβος κυρίου παιδεία καὶ σοφία», καί· «φόβος κυρίου προστίθησιν ἡμέρας». ταῦτ' οὖν ἅπαντα τοῖς ἔθνεσιν ὁ προφήτης εὐαγγελίζεται λέγων· καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ' ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον. τῆς δὲ τοσαύτης τῶν ἐθνῶν σωτηρίας τὸ αἴτιον παρίστησιν ἑξῆς λέγων· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ κυρίου, ἥξει μετὰ θυμοῦ. οὔτε δὲ ἡ Ἑβραϊκὴ ἀνάγνωσις ὀργῆς ἐμνημόνευσεν ἐνταῦθα οὔτε θυμοῦ οὔτε οἱ λοιποὶ ἑρμηνευταί· οὔτε γὰρ λόγον εἶχεν ἐν ἀγαθῶν ἐπαγγελίαις θυμὸν καὶ ὀργὴν θεοῦ παραλαμβάνεσθαι. διὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· ὅτι ἐλεύσεται ὡς ποταμὸς πνεῦμα κυρίου σύσσημον ἑαυτῷ, κατὰ δὲ τὸν Σύμμαχον· ἥξει ὡς ποταμὸς θλίβων τὸ πνεῦμα κυρίου, ἐπείγει καὶ ἥξει, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἥξει γὰρ ὡς ποταμὸς πολιορκητὴς πνεῦμα κυρίου, ἐσημειώθη ἐν αὐτῷ. οὐδαμοῦ δὲ ἐν τούτοις ὀργὴ κυρίου εἴρηται, οὐδὲ θυμός· οὐκοῦν τὸ πνεῦμα κυρίου ἥξει ὡς ποταμὸς βίαιος, ἵνα φοβηθῶσιν αὐτὸν οἱ ἀπὸ δυσμῶν καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου· διὰ γὰρ ταῦτα ἥξειν εἴρηται τὸ πνεῦμα κυρίου. νοήσομεν δὲ πῶς εἴρηται ὡς ποταμὸς βίαιος ἥξειν τὸ ἀποτέλεσμα τοῦ λόγου θεασάμενοι, ὅπερ ἐπληροῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ὅτε συνηγμένων «ἐπὶ τὸ αὐτό, ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσε τὸν οἶκον ὅλον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπληρώθησαν ἅπαντες πνεύματος ἁγίου». οὕτως οὖν εἴρηται ἥξειν ὡς ποταμὸν βίαιον τὸ πνεῦμα κυρίου, ἀλλὰ καὶ σημεῖόν φησιν ἑαυτῷ. τοῦτο δὲ ἦν τὸ σημεῖον τῆς ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν, ὥσπερ οὖν ἐδίδασκεν αὐτὸς λέγων· «ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται», καὶ πάλιν· «ὅταν ἀπέλθω, ἀποστείλω ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας». Εἶθ' ἑξῆς εἴρηται· καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἥξει τῇ Σιὼν ἀγχιστεύων, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐλεύσεται τῇ Σιὼν ἀγχιστεύων. τοῦτο δὲ καὶ αὐτὸς ὁ σωτὴρ ἐδήλου λέγων· «οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». πάλιν δὲ καὶ ἐνταῦθα τὸ θεοσεβὲς πολίτευμα σημαίνεται διὰ τῆς Σιών, ἥτις διαφόρως ἀπεδείκνυτο οὖσα ἡ ἐκκλησία τοῦ θεοῦ. ταύτης οὖν ἕνεκεν τῆς τοῦ θεοῦ πόλεως ἥξειν λέγεται ὁ ῥυόμενος ἢ ὁ ἀγχιστεύων. καὶ τί ποιήσει; συγχωρήσει τὰς ἀδικίας τοῖς προσιοῦσιν αὐτῷ. διὸ λέλεκται· ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, δηλονότι τοῖς ἀπὸ τοῦ Ἰακὼβ ἐπιστρέφουσιν. εἰ δὲ μὴ ἐπιστρέφοιεν ἑαυτοῖς μέμφονται, ὅτι μὴ τῆς χάριτος ὁμοίως τοῖς ἔθνεσι μετέσχον καίπερ πρῶτοι κεκλημένοι. Καὶ αὕτη αὐτοῖς φησιν ἔσται ἡ παρ' ἐμοῦ διαθήκη· ποία δὲ αὕτη ἐπιλέγει ἑξῆς· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί· τοῦτο γοῦν τὸ πνεῦμα ἡ διαθήκη ἐτύγχανε, διόπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς αὐτοῦ μαθηταῖς ἐδίδου τὸ πνεῦμα λέγων· «λάβετε πνεῦμα ἅγιον. ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεται αὐτῷ». αὕτη τοίνυν ἡ καινὴ διαθήκη καὶ τὸ κεφάλαιον τοῦ μυστηρίου τὸ πνεῦμα τὸ ἅγιον εἴη ἄν. διὸ λέλεκται· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐν σοί. προσφωνεῖ δὲ ταῦτα τῷ ἀγχιστεῖ καὶ τῷ ῥυομένῳ καὶ ἀφιέντι τὰς ἁμαρτίας· τούτου δὴ οὖν τοῦ πνεύματος καὶ τοῖς ἑαυτοῦ μετεδίδου μαθηταῖς εἰς τὸ καὶ αὐτοὺς μεταδιδόναι τοῖς ἀξίοις. καὶ τὰ ῥήματά μού φησιν, ἃ ἔδωκα εἰς τὸ στόμα σου, τὰ διὰ τῆς καινῆς διαθήκης παραδοθησόμενα, γένοιτ' ἂν καὶ αὐτὰ ἐμὴ διαθήκη· τὸ πνεῦμα γὰρ τὸ ἐμὸν καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, ταῦτα ἤδη διαθήκη σού εἰσιν, ἥτις οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ σπέρματός σου, εἶπε κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· μένει γὰρ καὶ εἰς τὸν παρόντα αἰῶνα καὶ εἰς τὸν μέλλοντα ταῦτα τὰ ῥήματα, ὡς ἐδίδαξεν αὐτὸς ὁ σωτὴρ εἰπὼν ἐν Εὐαγγελίοις· «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι».
2.50.1
Χριστοῦ παρουσίαν εὐαγγελισάμενος ὁ προφήτης πρώτην παρακελεύεται τοῦ φωτὸς μεταλαγχάνειν τὴν Ἰερουσαλήμ, δηλαδὴ τῷ παντὶ Ἰουδαίων ἔθνει τῷ πάλαι προσκειμένῳ τῇ Ἰερουσαλήμ. ἐπεὶ τοίνυν ὁ Χριστὸς τοῦ θεοῦ αὐτὸς «ἦν τὸ φῶς» καὶ «ἡ ἀλήθεια καὶ ἡ ζωὴ» καὶ «τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», εἰκότως τῆς τούτου παρουσίας ἀπολαύειν ὁ λόγος τῇ Ἰερουσαλὴμ προσεφώνει λέγων· Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς· αὐτῆς δὲ εἶναι φάσκει τὸ φῶς διὰ τὸ αὐτῇ τὰς περὶ τοῦ Χριστοῦ ἐπαγγελίας ὑπὸ τῶν προφητῶν κεκηρύχθαι. εἰ μὲν οὖν πεισθεῖσα τῷ παραγγέλματι τοῦ φωτὸς μετειλήφει τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένη, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι τέλους. τὸ γὰρ πάλαι σοί φησι διὰ τῶν προφητῶν κατηγγελμένον φῶς ἰδοὺ νῦν ἐλήλυθε. διὸ μὴ μέλλε, φωτίζου δὲ φωτίζου καὶ τῆς χάριτος μεταλάμβανε· ἔσται γάρ σοι φωτισθείσῃ τάδε καὶ τάδε. καὶ τὰ ἑξῆς δὲ ἐπιφερόμενα πάντα ἅπερ ὡς ἔφην καὶ σωματικῶς εἰς αὐτοὺς τάχα που ἐπληρώθη ἄν, εἰ καταπειθεῖς γενόμενοι τῷ προστάγματι τὸν Χριστὸν τοῦ θεοῦ ἐπιδημήσαντα αὐτοῖς ἔτυχον παραδεδεγμένοι. νυνὶ δὲ ὁμοῦ τῇ ἀρνήσει τοῦ Χριστοῦ καὶ τοῦ φωτὸς ἑαυτοὺς ἐστέρησαν ὡς καὶ πάντων ἀθρόως τῶν διὰ τῆς προφητείας ἐπηγγελμένων. ταῦτα μὲν οὖν ὡς πρὸς τὴν ψιλὴν λέξιν, πρὸς δὲ διάνοιαν, ἐπειδὴ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τὸ τῆς Ἰερουσαλὴμ οὐ πρόσκειται ὄνομα· ὁ μὲν γὰρ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἀνάστηθι φωτίζου, ὅτι ἦλθε φῶς σου, ὁ δὲ Σύμμαχος· ἀνάστηθι φωτίζου, ἥκει γάρ σου τὸ φῶς. ἀλλ' οὐδ' ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει ὠνόμασται Ἰερουσαλήμ, ἀκόλουθόν ἐστι νοεῖν ταῦτα λέγεσθαι πρὸς τούτοις ἐπηγγελμένον «ἥξειν λυτρωτὴν ἢ ἀγχιστέα» παραδεδεγμένους. οὗτοι δ' ἦσαν, περὶ ὧν εἴρητο· «καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον». πολλάκις δὲ ἡμῖν ἀποδέδοται τὸ θεοσεβὲς πολίτευμα ἐν ψυχαῖς ἀνθρώπων θεοσεβῶν νοούμενον πόλις θεοῦ καὶ Ἰερουσαλὴμ ὠνομάσθαι. καὶ ὡς πάλαι τοῦτο παρὰ Ἰουδαίοις συνεστήκει, καθ' ὃν χρόνον ἤκμαζον ἐν αὐτοῖς προφῆται καὶ δίκαιοι καὶ πολὺς χορὸς θεοσεβῶν καὶ θεοφιλῶν ἀνδρῶν, καὶ ἡμῶν ὡς ἀληθῶς θεοῦ πόλις ἡ κατὰ τὸ βούλημα τοῦ θεοῦ συντελουμένη παρ' αὐτοῖς θεοσέβεια, ἀλλ' ἐπειδήπερ οἱ παρ' αὐτοῖς πάντες τελειωθέντες «προσδοκῶντες τὴν» διὰ τῶν προφητῶν καταγγελλομένην Χριστοῦ «τοῦ παρουσίαν», ἀπηλλάττοντο τοῦ βίου, ἤλπιζον δὲ «μέχρι θανάτου» καταβήσεσθαι αὐτὸν ὑπὲρ τῆς αὐτῶν σωτηρίας. τούτου χάριν ὡς ἂν «ἐν σκότῳ καθημένοις» αὐτοῖς εὐαγγελίζεται τοῦ φωτὸς τὴν παρουσίαν φάσκων ὁ λόγος· Φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου, ὡς κατὰ τὴν πρώτην παρουσίαν τοῦ σωτῆρος ἡμῶν δύνασθαι ταῦτα πληροῦσθαι, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν τέλους αὐτὰ τεύξεσθαι. εἰκὸς ἐν ᾗ «ἥλιος» μὲν οὐκέτ' ἔσται οὐδὲ «σελήνη» οὐδὲ ἀστέρες, ἀπαρκεῖ δὲ αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ «τὸ φῶς τὸ ἀληθινὸν» καὶ «ὁ τῆς δικαιοσύνης ἥλιος» πρὸς φωτισμὸν ψυχῶν τῶν τῆς αὐτοῦ βασιλείας καταξιουμένων. τότε γὰρ κατὰ τὸν ἱερὸν Ἀπόστολον «αὐτὸς ὁ κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, ἔπειτα ἡμεῖς οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλῃ εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα». ἐπειδὰν οὖν τὴν ἔνδοξον αὐτοῦ ποιῆται παρουσίαν, τηνικαῦτα τοῖς ταύτης ἀξίοις προσφωνῶν ὁ λόγος φησί· Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀνάστηθι φωτίσθητι, ἦλθε γὰρ τὸ φῶς σου, καὶ ὅρα εἰ μὴ σαφῶς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐθέσπισε φήσας· ἀνάστηθι, τὸ δ' αἴτιον τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν ἡ παρουσία τοῦ φωτὸς ἦν· ταῖς γὰρ ἀκτῖσι ταῖς ζωοδόχοις ἀναζωπυρήσασαι αἱ τῶν πάλαι τετελευτηκότων ἁγίων ψυχαὶ τῶν ἐπηγγελμένων τεύξονται. διὸ κατὰ τὸν Ἀπόστολον «αὐτὸς ὁ κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καταβήσεται, ἔπειτα οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται»· εἶτα ἀναστάντες ὄψονται τὴν δόξαν αὐτοῦ. διὸ ἐπιλέγει· καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν· οὐ γὰρ ἐπὶ πάντας ἀνατελεῖ, ἀλλ' ἐπὶ μόνους τοὺς ἀξίους· τοὺς γὰρ μὴ τοιούτους διαλήψεται «τὸ ἐξώτερον σκότος» καὶ «τὸ πῦρ τὸ αἰώνιον» καὶ ὅσα ἄλλα τοῖς ἀσεβέσιν ἠπείληται. ἀλλ' ἐπὶ σέ φησι τὴν τοῦ θεοῦ πόλιν καὶ τὴν νέαν Ἰερουσαλὴμ ἡ δόξα κυρίου ἀνατέταλκεν, ἧς μεταλαβοῦσα φωτίζου· τοῖς γὰρ μὴ τὸν κύριον ἐπεγνωκόσι μηδὲ τὴν ἄφιξιν αὐτοῦ πρὸ ὀφθαλμῶν θεμένοις σκότος ἀποκεῖσθαι, ὃ δὴ σημαίνει φάσκων· ἰδοὺ σκότος καλύψει τὴν γῆν καὶ γνόφος ἐπ' ἔθνη· ἐπὶ σὲ δὲ φανήσεται κύριος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐπὶ σὲ δὲ ἀνατελεῖ κύριος, ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. δεῖ δὲ πρότερον φωτὸς καὶ ἀνατολῆς τοῖς μέλλουσιν αὐτοῦ ὄψεσθαι τὴν δόξαν, ὅπως ἐν ἡμέρᾳ θεϊκοῦ φωτὸς γενόμενοι θεωροὶ «τῆς δόξης τοῦ μονογενοῦς τοῦ θεοῦ» καταστῶσι. Τότε δέ φησι· πορεύσονται ἔθνη τῷ φωτί σου καὶ βασιλεῖς τῇ λαμπρότητί σου. καί μοι νοεῖ ἐν τούτοις δύο τάγματα σῳζομένων, πρῶτον μὲν τὸ σύστημα τῶν ἐν θεοσεβείᾳ κατωρθωκότων παρὰ τῷ Ἰουδαίων ἔθνει, ἐπεὶ καὶ προφῆται καὶ πατριάρχαι καὶ ἱερεῖς καὶ θεοφιλεῖς καὶ ἀρχιερεῖς, ἄνδρες τε καὶ γυναῖκες μύριοι παρὰ τοῖς παλαιοῖς αὐτῶν γεγόνασι τὸ πολίτευμα τῆς θεοσεβείας ἀποσώσαντες ὥστ' εἶναι αὐτοὺς οὐ μικρὸν μέρος τῆς τοῦ θεοῦ πόλεως, οἳ «καὶ πάντες οὗτοι διὰ πίστεως τελειωθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας» κατὰ τὸν ἱερὸν Ἀπόστολον, «τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι». διὸ καὶ ἐν τοῖς τοῦ θανάτου συνείχοντο χώροις τὴν αὐτόθι τοῦ Χριστοῦ παρουσίαν ἐκδεχόμενοι. ὃ δὴ διδάσκει καὶ ὁ βαπτιστὴς Ἰωάννης πυνθανόμενος τοῦ Χριστοῦ καὶ λέγων· «σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν»; ἐπεὶ τοίνυν προσεδόκων αὐτὸν πάντες οἱ προκεκοιμημένοι ἅγιοι, εἰκότως τὰς τούτων ψυχὰς εὐαγγελιζόμενος ὁ παρὼν λόγος τὴν μεχρὶς αὐτῶν κάθοδον τοῦ σωτῆρος ἐδήλου λέγων· ἀνάστηθι φωτίσθητι, ἦλθε γὰρ τὸ φῶς σου. τὸ μὲν οὖν πρῶτον τάγμα τῶν ἐκ τοῦ προτέρου λαοῦ σῳζομένων τοῦτ' ἦν, τὸ δ' ἕτερον τάγμα τὸ τῆς ἐξ ἐθνῶν ἐκκλησίας δεύτερον διὰ τῆς Χριστοῦ χάριτος κεκλημένον, περὶ οὗ ἑξῆς ἐπιφέρει καὶ πορεύσονται ἔθνη τῷ φωτί σου· ᾧ γὰρ πάλαι κέχρησο φωτί, ᾧ καὶ προφῆται καὶ πατριάρχαι καὶ πάντες οἱ παρὰ Ἰουδαίοις θεοσεβῶς πολιτευσάμενοι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἐφωτίσθησαν, τούτῳ καὶ τὰ ἔθνη τὰ ἀλλόφυλα καὶ τὰ ἀλλογενῆ φωτισθήσεται. ἀλλὰ καὶ τῇ λαμπρότητι, ᾗ κέχρησο σύ, ἡ προτέρα πόλις ἐσμηγμένη λόγοις θείοις ἀποσμηχομένη καὶ λαμπρυνομένη πάντα τε ῥύπον καὶ πᾶσαν κηλῖδα καθαιρομένη, ταύτῃ τῇ λαμπρότητι καὶ οἱ τῶν ἀλλοφύλων βασιλεῖς χρήσονται καθαιρόμενοι τῇ τῶν θείων μυστηρίων δυνάμει καὶ ἀποσμηχόμενοι. Θαυμάσαι δέ ἐστι καὶ ὑπερεκπλαγῆναι τοῦ θεσπίσματος τὸ ἀποτέλεσμα, ὅπως καθ' ἡμᾶς ἐπληροῦτο τῶν ἀνωτάτω βασιλέων τῆς «διὰ λουτροῦ» χάριτος καταξιουμένων, εἶτα ἐπειδὴ ἐθνῶν ἐμνημόνευσε καὶ βασιλέων, ἐθνῶν σφόδρα ἀκολούθως τὴν προτέραν τοῦ θεοῦ πόλιν, διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν προσιόντας τῷ θεοσεβεῖ πολιτεύματι οἰκεῖα τέκνα ἡγεῖσθαι. διό φησι πρὸς αὐτήν· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. διὸ πάντες οἱ ἐξ ἐθνῶν εἰς τὸν θεὸν διὰ Χριστοῦ πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν «ἀναπαύσασθαι εἰς κόλπους Ἀβραὰμ» καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῦτο τοῦ σωτῆρος αὐτοῦ διδάξαντος. καὶ ἐν ἑτέροις δὲ πλείοσιν ἡ ἐξ ἐθνῶν ἐκκλησία θυγάτηρ ἀνηγόρευται Σιὼν καὶ θυγάτηρ Ἰερουσαλήμ. μήτηρ τοίνυν τῆς νέας Ἰερουσαλὴμ τῆς ἐξ ἐθνῶν συστάσης ἐτύγχανεν ἡ πάλαι παρὰ τῷ προτέρῳ λαῷ κατορθώσασα, κἀκείνης τέκνα πάντες ἡμεῖς. διὸ λέλεκται· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν· ἦμεν γὰρ πόρρω που μακρὰν «τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ», ἀλλ' «ὑμεῖς» φησί «ποτε οἱ μακρὰν ὄντες, ἐγγὺς ἐγενήθητε». διὸ λέλεκται· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται· ἅτε γὰρ ἁπαλαὶ οὖσαι ψυχαὶ καὶ ἔτι νήπιαι «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα» «ἐπιποθοῦσαι», διά τε τῆς ἐν Χριστῷ ἀναγεννήσεως γενομένης «τέκνα τοῦ Ἀβραὰμ» ὑποβαστάζονται ἐπ' ὤμων αἰρόμεναι καὶ ὑποκουφιζόμεναι ὑπὸ τῶν χειραγωγούντων αὐτὰς διδασκάλων, οἷος ἦν ὁ Παῦλος λέγων· «ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς». Ταῦτα δὲ ὁρῶσα ἡ παλαιὰ μήτηρ χαρᾶς πίμπλαται· τότε ὄψει καὶ χαρήσῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ· τὸ δέ· καὶ φοβηθήσῃ, οὐκ ἐμφέρεται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. εἰ γὰρ «ἐπὶ ἑνὶ ἁμαρτωλῷ χαρὰ γίνεται μετανοοῦντι ἐν τοῖς οὐρανοῖς», ἐπὶ τοσούτοις ἔθνεσιν ἐπιστρέφουσι, πῶς οὐ χαρήσονται αἱ προεξελθοῦσαι τῶν ἁγίων ψυχαὶ αἱ τῆς αὐτῆς θεοσεβείας προαρξάμεναι καὶ ἐν αὐτῇ τελειωθεῖσαι; ἔτι δὲ αἱ τοιαῦται χαρήσονται ὁρῶσαι μεταβάλλονται τῆς θαλάσσης τὸν πλοῦτον εἰς αὐτὴν καὶ τὸν τῶν ἐθνῶν καὶ τῶν λαῶν τῶν ἀλλοφύλων ἁπάντων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ὅταν μεταστραφῇ ἐπὶ σὲ τὸ πλῆθος τῆς θαλάσσης, ἡ δύναμις τῶν ἐθνῶν. καὶ ἐνταῦθα δὲ τήρει ὅπως τὴν πολλὴν πολυπλήθειαν τῶν σῳζομένων πλήθει θαλάσσης ἀπείκασεν. δύναμις δὲ τῶν ἐθνῶν οἱ κατορθοῦντες εἶεν ἂν μὴ ἐξασθενήσαντες πρὸς τὸν τόνον τοῦ κατὰ θεὸν βίου, ἀλλ' ἐνισχύοντες ὥστε λέγειν· «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ». προηγουμένως μὲν οὖν χαρήσεται ἐπὶ τῇ τούτων δυνάμει, μετὰ ταῦτα δὲ ὄψεται καὶ τὰ λοιπὰ πλήθη τῶν ἐν θεοσεβείᾳ ἀτελεστέρων καὶ ἀλογωτέρων, ὧν τοὺς τρόπους ἀγέλαις καμήλων ἀπείκασε φήσας· καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ· πάντες ἐκ Βασὰν ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν· αἰνίττεσθαι δὲ οἶμαι διὰ τούτων τοὺς ἐν τῇ ἐκκλησίᾳ εὐπόρους καὶ πλούτῳ πολλῷ περιρρεομένους. οὕτω γοῦν καὶ ὁ σωτὴρ «τὸν πλούσιον καμήλῳ» παραβάλλων ἔλεγεν· «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». πλὴν ἀλλὰ τὸ θαῦμα τοῦτ' ἦν, ὅτι «τὸ παρ' ἀνθρώποις ἀδύνατον τοῦτο δυνατὸν γίνεται τῷ θεῷ». διὸ καὶ ἐξίσταται ἡ Ἰερουσαλὴμ διὰ τοῦ χαρᾶς πληροῦσθαι καμήλοις παραβεβλημένας ψυχὰς θεωμένη μεταβαλλούσας καὶ ὡσπερεὶ «διὰ τρυμαλιᾶς ῥαφίδος» διὰ «τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰς τὴν αἰώνιον ζωὴν εἰσιούσας». οὐ δίχα δὲ φόρτου προσῄεσαν αὗται, δῶρα δὲ τῷ θεῷ προσφέρουσαι εἰκότως «τὰ λύτρα τῆς αὐτῶν ψυχῆς». κάμηλοι δὲ ἀπὸ Σαβὰ ἥξουσιν ἀπὸ τῶν βαρβαριαίων ἐθνῶν δι' ἑνὸς τοῦ τῶν Σαβαϊτῶν ἔθνους καὶ τῶν λοιπῶν βαρβάρων ἐθνῶν σημαινομένων, ὅτι δὲ λογικαὶ ἦσαν αἱ τοιαίδε κάμηλοι. πρόσσχες ἐπιμελῶς ὅπως περὶ τῶν αὐτῶν εἴρηται τό· ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ· πάντες ἐκ Βασὰν ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται· οὐκοῦν κάμηλοι τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται μετὰ τοῦ δῶρα φέρειν τὰ προλεχθέντα, λίβανον μὲν τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν, χρυσὸν δὲ τὴν σωματικὴν εὐπορίαν. ἡ δὲ Μαδιὰμ καὶ Γεφὰρ γόνιμοι καμήλων εἰσὶ χῶραι βαρβάρων ὡς καὶ ἡ Σαβὰ ὑπὲρ τὴν Ἀραβίαν κείμεναι, παρ' οἷς πολυπληθεῖ τὸ τῶν καμήλων γένος· διὸ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι. πλὴν ἀλλὰ τὸ μάλιστα παραδοξότατον τοῦτο ἦν τὸ μεταβληθήσεσθαι τὰς κτηνώδεις καὶ ἀλογωτέρας τῶν κατὰ κόσμον πλουσίων ψυχὰς καμήλοις ἀπεικασμένας διὰ τὸ ἀχθοφόρον καὶ πολύτομον καὶ σκολιὸν τοῦ ζῴου καὶ εἰς τοσαύτην ὠφέλειαν ἐλθεῖν ὡς τὸ σωτήριον κυρίου εὐαγγελίζεσθαι αὐτάς. τοῦτο δὲ ἦν τὸ σωτήριον αὐτὸς ὁ Χριστός, ἀλλὰ καὶ τὰ πρόβατα Κηδάρ φησι συναχθήσεσθαι καὶ κριοὺς Ναβεὼθ ἥξειν καὶ ἀνενεχθήσεσθαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, καί μοι δοκεῖ διὰ τοιούτων ὁ λόγος θέλγειν καὶ ἐκγλυκαίνειν τὰς ἀκοὰς τὰς νηπιώδεις τῶν σωματικῶν Ἰουδαίων εἰς τὸ ἐφελκύσασθαι αὐτὰς καὶ προτρέψαι σπεύδειν ἐπὶ τὴν κατὰ θεὸν πολιτείαν. ἵνα κἂν οὕτως ἐπεὶ μὴ ἄλλως οἷοι τ' ἦσαν, ἐν ἐπιθυμίᾳ γένοιντο τῶν τοῦ θεοῦ ἐπαγγελιῶν ὡσεὶ καὶ νηπίῳ παιδὶ συμψελλίζων τις ὑποβαίνοι· καὶ τὰ τῇ παιδικῇ ἡλικίᾳ γνώριμά τε καὶ ἥδιστα εἶναι δοκοῦντα ὑπισχνεῖτο εἰς προτροπὴν ὧν ἂν βούλοιτο διδάσκειν τὸν παῖδα· τὸν γὰρ αὐτὸν οἶμαι τρόπον μετὰ τοῦ μυστικὰ καὶ θεῖα νοήματα παραδιδόναι τοῖς τὰς ψυχὰς πεφωτισμένοις συνεσκιασμένως τὸν λόγον ὡς νηπίοις τὰς φρένας τῷ Ἰουδαίων προσομιλῶν λαῷ ταῖς γνωρίμοις καὶ συνήθεσιν αὐτοῖς λέξεσί τε καὶ φωναῖς τὰς ἐπαγγελίας προϊσχόμενον. τάχα δέ που καὶ ταῦτα πάντα σωματικῶς οὕτως ἐπληρώθη ἂν εἰς αὐτούς, εἰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἦσαν παραδεδεγμένοι, ὡς εἴρηται ἡμῖν ἤδη πρότερον. παρακελευσάμενος γοῦν αὐτοῖς ὁ λόγος φωτίζεσθαι ἐπήγαγε τὰ ἑξῆς συνημμένα, εἰ φωτισθεῖεν τῷ φωτὶ τῆς σωτηρίου χάριτος. ὅτε δὲ τοῦ φωτὸς πρώτοις ἐπιλάμψαντος οὐ μετέσχον, ἀκόλουθον ἦν μηδὲ τῶν ἑξῆς ἐπιφερομένων ἀπολαῦσαι αὐτούς· διόπερ οἱ μὲν τῶν προσδοκηθέντων αὐτοῖς ἐξέπεσον, ὁ δὲ θεὸς τὰς αὐτοῦ πληρῶν ἐπαγγελίας ἀψευδεῖς αὐτὰς παρίστη κατὰ διάνοιαν συνισταμένας θείαις ὑποσχέσεσι πρεπόντως. ὅτι γὰρ πρόβατα οἶδεν ἡ θεία γραφὴ ψυχὰς λογικὰς τὰς ἐν ἀνθρώποις ἀφελεστέρας παραστῆσαι ἐστὶν ἐκ τῆς εὐαγγελικῆς φωνῆς τῆς λεγούσης· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». διὸ ἐπάγει· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι, καὶ κριοὶ Ναβεὼθ ἥξουσι. πάλιν δὲ καὶ ἡ Κηδὰρ ἑρμηνεύεται μὲν σκοτασμός· λέγεται δὲ ἀμφὶ τὴν ἔρημον εἶναι τῶν καλουμένων βαρβάρων Σαρακηνῶν. καὶ πάλιν Ναβεὼθ ἑτέρα τις εἴη χώρα ἀλλοτρία τῆς γῆς τοῦ Ἰσραήλ. ὥσπερ οὖν καμήλους ξένας τινὰς καὶ ἀλλοτρίας παρέσεσθαι ἔλεγεν ἀπὸ Μαδιὰμ καὶ Γεφὰρ καὶ ἀπὸ Σαβά, οὕτω καὶ τὰ πρόβατα καὶ κριοὺς ἀπὸ Κηδὰρ καὶ Ναβεὼθ τὸ ἀλλογενὲς καὶ ἀλλόφυλον τῶν τοιούτων ἐθνῶν αἰνιττόμενος. διὰ μὲν οὖν τῶν καμήλων οἱ εὔποροι καὶ πλούσιοι τῶν ἐν ἀνθρώποις ἐδηλοῦντο, διὰ δὲ τῶν προβάτων οἱ ἡμερώτατοι καὶ ἁπλούστατοι, διὰ δὲ τῶν κριῶν οἱ ἀρχικώτεροι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων· οὓς ἀνενεχθήσεσθαι δῶρα ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ φησιν ὁ λόγος. καὶ ἔστι τὸ λόγιον πληρούμενον θεάσασθαι, ἐπειδὰν ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς τοιάσδε ψυχὰς ἴδοι τις ἀναθείσας ἑαυτὰς τῷ τῆς θεοσεβείας λόγῳ καὶ τῇ λειτουργίᾳ τοῦ θυσιαστηρίου προσεδρευούσας τοῦ θεοῦ· τότε γὰρ μάλιστα διὰ τῆς τῶν τοιούτων ἐπιστροφῆς τε καὶ σωτηρίας ἡ ἐκκλησία τοῦ θεοῦ δοξάζεται. διὸ λέλεκται ἑξῆς· καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. ταῦτα μὲν οὖν ἐπηγγέλλετο τῇ πάλαι Ἰερουσαλὴμ τῇ μητρὶ τῆς νέας πόλεως, ἣν ἔφασκον μὲν εἶναι τὸ σύστημα τῶν ἐν τῷ παλαιῷ λαῷ κατορθωσάντων προφητῶν καὶ πατριαρχῶν, δικαίων τε καὶ θεοφιλῶν ἀνδρῶν, οἷος ὁ λόγος πρώτοις τὴν τοῦ Χριστοῦ παρουσίαν εὐηγγελίζετο. Τὰ δ' ἑξῆς ἐκ προσώπου τούτων αὐτῶν ἐπιφέρεται, δι' ὧν εἴρηται· τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ; καὶ τοῦτο δὲ νοήσομεν ἐπιστήσαντες τῇ Παύλου φωνῇ διδασκούσῃ, ὡς ἄρα «ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Χριστοῦ ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα», συναφθέντες δηλαδὴ καὶ συγκαταγαγέντες τῷ χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων. διὸ ἀποθαυμάζοντες τὴν εἰς ἀνθρώπους χυθεῖσαν τοῦ Χριστοῦ χάριν καὶ τῶν ἐξ ἐθνῶν σῳζομένων τὸ πλῆθος, τήν τε εἰς οὐρανοὺς αὐτῶν ἀνάπτησιν τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου φασί· τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ; ἐμὲ νῆσοι ὑπέμειναν· τὰς ἐκκλησίας δὲ νήσους καὶ διὰ τῶν ἔμπροσθεν ὁ λόγος πολλάκις ᾐνίττετο σημαίνων. ἐπεὶ τοίνυν τὰς ἐπηγγελμένας πρὸς τοὺς πατέρας ἐπαγγελίας αἱ ἐκκλησίαι τοῦ θεοῦ τὰς προφητείας διερχόμεναι προσεδόκων, εἰκότως φησίν· ἐμὲ νῆσοι ὑπέμειναν, ἀλλὰ καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου· πλοῖα δὲ Θαρσεῖς αἰνίττεται τὰ σώματα οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Θαρσεῖς δὲ πάλιν ἀλλοφύλων ἐτύγχανε χώρα· διὸ περὶ τῶν ἀλλοφύλων ἀπίστων εἴρηταί που· «πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς». ἀλλ' ἐκεῖνα μὲν «συνετρίβετο», ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἰερουσαλὴμ τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἥξει, τοῦτ' ἔστιν αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι· «δεῖ γὰρ τὸ φθαρτὸν ἐνδύσασθαι τὴν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι τὴν ἀθανασίαν». ἥξουσι τοίνυν αὐτοῖς τοῖς σώμασιν οἱ προλεχθέντες τὰς κατ' ἀρετὴν πράξεις ἀργύριον καὶ χρυσίον ὀνομαζομένας ἐπαγόμενοι, πράξεις δὲ οἶδε τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὁ Ἀπόστολος. διὸ λέλεκται· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν μετ' αὐτῶν, καὶ τὸ ὄνομα κυρίου τὸ ἅγιον δοξασθήσεται. Πρὸς τούτοις εἴρηται· καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, ὃ καὶ αὐτὸ δι' ἔργων ἐπιτελούμενον ὄψει ἐπιστήσας τὸν νοῦν ὡς ἐξ ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τῆς ἐκκλησίας τοῦ θεοῦ προεστῶτες ἄνδρες λογικαῖς διδασκαλίαις περιφράττουσιν, ὥσπερ τισὶ περιβόλοις καὶ τείχεσιν ἀσφαλιζόμενοι τὸν τῆς θεοσεβείας λόγον εἰς τὸ μὴ παρεισδύεσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως μηδὲ χώραν ἔχειν ἐπιβουλῆς κατὰ τῶν τῆς ἀληθείας δογμάτων. ἀλλὰ καὶ οἱ βασιλεῖς αὐτῶν, δηλαδὴ τῶν ἀλλογενῶν ἐθνῶν, παραστήσονταί σοί φησιν, ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν. οἱ γοῦν τῶν Ῥωμαϊκῶν ταγμάτων ἄρχοντες καὶ τῶν κρατούντων βασιλέων ὁ φόβος τὰ μεγάλα συμβάλλεται πρὸς ἀνατροπὴν τῶν ἐπιβουλεύειν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πειρωμένων. διὸ λέλεκται· καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. καὶ ἐπιλέγει· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπηκά σε· ὥσπερ γάρ φησί ποτε σὲ τὴν ἐπαγγελλομένην θεοσεβεῖν πόλιν θεοῦ διὰ τὸ πλῆθος τῶν ἐν σοὶ μὴ θεοσεβούντων ἐπάταξα πολεμίοις παραδοὺς καὶ αἰχμαλωσίᾳ ὡς καὶ προφήτας καὶ διδασκάλους ἄνδρας συναπολαῦσαι τῇ κατὰ τῶν ἀσεβῶν ὀργῇ, οὕτως διὰ τοὺς νεωστὶ κατορθοῦντας τῆς ἐμῆς καταξιωθήσῃ «ἀγάπης», ἧς «καρποὶ ἡ πολλὴ παρρησία καὶ ἡ εἰρήνη». διὸ λέλεκται· καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται· πύλαι δὲ τῆς τοῦ θεοῦ πόλεως τίνες ἂν εἶεν ἢ αἱ στοιχειώδεις καὶ εἰσακτικαὶ διδασκαλίαι, ἃς διὰ νυκτὸς καὶ ἡμέρας φησὶν ἠνεῷχθαι πᾶσιν ἀνθρώποις πρὸς τὸ πάντας εἰσδέχεσθαι τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένους; διὸ εἴρηται· εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, ἀλλὰ καὶ βασιλεῖς τῶν αὐτῶν ἐθνῶν εἰσδεχθήσεσθαι ἐν ταῖς εἰρημέναις πύλαις ἐπαγγέλλεται. δυνάμεις μὲν οὖν τῶν ἐθνῶν εἰσιν οἱ δυνάμενοι λέγειν· «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με», βασιλεῖς δὲ αὐτῶν οἱ ἐξαίρετοι καὶ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. ἤδη δὲ καὶ σωματικοὺς Ῥωμαίων αὐτοκράτορας καὶ βασιλεῖς ὁρῶντες ὑποτρέχοντας τῆς ἐκκλησίας τοῦ θεοῦ τὰς πύλας καὶ τῶν εἴσω πυλῶν μυστηρίων καταξιουμένους, πῶς οὐκ ἀλήθειαν μαρτυρήσαιεν τῷ θεσπίσματι; τούτους μὲν οὖν εἰσδέξονται καὶ τῆς βασιλείας τῶν οὐρανῶν αἱ πύλαι, τὰ δ' «ἐναπομείναντα τῇ ἀπιστίᾳ» ἔθνη καὶ οἱ τούτων ἄρχοντες καὶ βασιλεῖς οἱ τῇ εἰδωλολατρίᾳ ἐναποθανόντες, ὁποῖον τέλος ἕξουσι, παρίστησιν ἑξῆς ὁ λόγος φάσκων· τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται· δουλεῦσαι γὰρ δεῖ τὴν σωτήριον καὶ καλλίστην δουλείαν τῇ τοῦ θεοῦ πόλει, λέγω δὴ τῇ ἐκκλησίᾳ καὶ τῷ θεοσεβεῖ πολιτεύματι τῷ ἐν αὐτῇ τοὺς ἀξίους σωτηρίας, ἢ ἀπωλείᾳ παραδοθῆναι τοὺς ἀσεβήσαντας τῇ τοιαύτῃ δουλείᾳ. Σοὶ δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτῶν κομισθήσεται εἰς τὸ δι' αὐτῶν δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου. Λίβανος δὲ πάλιν ὄρος ἀλλοφύλων ἐστίν, ἔνθα τὰ ὑψηλότατα καὶ ὑπερμεγέθη εἰς οἰκοδομάς τε χρησιμώτατα δένδρα φύει. τοιοῦτοι δ' ἂν εἶεν οἱ ἐξ ἐθνῶν ἐλλόγιμοι ἄνδρες καὶ «σοφίας τοῦ αἰῶνος τούτου» μετεσχηκότες, οὓς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρέποντας, κοσμοῦντάς τε αὐτὴν τῇ τοῦ λόγου παρασκευῇ θεασάμενος οὐκ ἂν ἁμάρτοις αὐτοὺς εἶναι τὰ ξύλα τοῦ Λιβάνου, κυπάρισσον καὶ πεύκας καὶ κέδρους κατὰ νόμον ἀλληγορίας εἰπών, δι' ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ θεοῦ, ὁ τόπος τῶν ποδῶν αὐτοῦ, δηλαδὴ ἡ ἐκκλησία. Πρὸς τούτοις ἅπασιν ἐπειδὴ πολλοὶ διαφθονούμενοι τῷ λαῷ τοῦ θεοῦ διαπρίονται τὰς ψυχὰς μηδὲν δεδυνημένοι, ταπεινοῦνται καὶ καθυποκρίνονται προσποιούμενοι τιμᾶν καὶ τὸν σωτήριον λόγον μετ' εἰρωνείας ἀποδέχεσθαι, οὐδὲ τὴν τούτων μνήμην παρῆλθεν ὁ προφήτης. διό φησι· καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε· καὶ ἄλλως δὲ τῶν πάλαι βλασφημησάντων τὴν ἐκκλησίαν καὶ παροξυνάντων αὐτὴν καὶ διωξάντων πολλοὺς ἴσμεν μεταβαλόντας καὶ ἐπὶ τὸ προσκυνεῖν τὸν ἐν αὐτῇ θεὸν ἐληλυθότας. καὶ τότε δέ φησι· κληθήσῃ Πόλις κυρίου Σιών· τότε γὰρ ὡς ἀληθῶς, ἐπειδὰν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ», τότε «πᾶς Ἰσραὴλ σωθήσεται». ἑνωθεὶς γὰρ ὁ τῶν παλαιῶν ἁγίων τοῦ θεοῦ χορὸς τῷ ἐθνῶν διὰ Χριστοῦ συναφθέντι λαῷ καὶ «ἓν σῶμα» γενόμενος μίαν συνημμένην πόλιν ἐργάσεται. διὸ κληθήσεται τὸ ἐξ ἁπάντων ἑνωθὲν «σῶμα» πόλις κυρίου Σιὼν ἁγίου Ἰσραήλ. Εἶτα ἐπιλέγει· διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐπειδὴ γὰρ «πάσχοντος μέλους συμπάσχει πάντα τὰ μέλη» τῶν ἐν τῷ προτέρῳ λαῷ παραβεβηκότων καὶ «τῶν κατὰ φύσιν κλάδων τῆς καλλιελαίου ἐκκοπέντων» γεγόνασιν ἐγκαταλελειμμένοι καὶ μεμισημένοι, καὶ οὐκ ἦν αὐτοῖς ὁ βοηθῶν. νυνὶ δὲ ἀντὶ «τῶν ἀποκοπέντων κλάδων» ἀντεισαχθέντων οἱ «ἐκ τῆς ἀγριελαίου» ἀντανεπλήρωσαν τὸ ὑστεροῦν μέρος τῆς τῶν ἀποβληθέντων χώρας καὶ οὕτω τῇ τοῦ σωτῆρος δυνάμει συνέστη τὸ τῶν σῳζομένων πλήρωμα καὶ τέλειος θεοῦ χορὸς εἷς ἐξ ἀμφοτέρων τῶν λαῶν, μία τε πόλις ἐξ ἀμφοτέρων τῶν ταγμάτων ἡ καλουμένη τοῦ θεοῦ Σιών, ᾗ τελειωθείσῃ ἐπαγγέλλεται τὰ ἑξῆς λέγων· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον καὶ εὐφροσύνην γενεῶν γενεαῖς. Καὶ πάλιν τῶν ἐθνῶν τὸ γάλα παρέξειν αὐτῇ θεσπίζει λέγων· καὶ θηλάσεις γάλα ἐθνῶν· γάλα δὲ ἐθνῶν τί ποτ' ἂν εἴη εἰ μὴ τὸ καινὸν μυστήριον τῆς εὐαγγελικῆς διδασκαλίας καὶ ἡ στοιχειώδης διδασκαλία τῆς καινῆς διαθήκης, ἧς μετέχουσιν οἱ ἐν Χριστῷ ἀναγεννώμενοι; καὶ τὸν πλοῦτον δὲ τῶν βασιλέων ἐπαγγέλλεται τῷ δηλουμένῳ λαῷ. πάλιν κἀνταῦθα βασιλέας οὐχ ἑτέρους χρὴ νοεῖν ἢ τοὺς τῶν μακαρισμῶν ἀξίους, οἷς ὁ σωτὴρ ἐπήγγελται «τὴν βασιλείαν τῶν οὐρανῶν». τίς δὲ ὁρῶν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σιτοδοσίας χορηγουμένας παρὰ τῶν κρατούντων, δῶρά τε αὐτῇ καὶ ἀναθήματα πλούσια προσφερόμενα, οὐκ ἀναμφιβόλως εἴποι ἂν αὐτὰ καὶ πρὸς λέξιν πεπιστῶσθαι ἐξ ἁπάντων δὲ τῶν εἰρημένων· ἐπιγνώσῃ φησὶν ὅτι ἐγώ εἰμι κύριος ὁ σῴζων σε καὶ ὁ ἐξαιρούμενός σε θεὸς Ἰακώβ. Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσι καὶ ταῦτα μάνθανε, ὡς οὐκέτι ξύλων ἀργῶν δεήσει· πυρὸς γὰρ ταῦτα ἀποβρώματα, ἀλλ' οὐδὲ λίθων, τοῦτ' ἔστι ψυχῶν ἠλιθίων, ἔσται σοι χρεία. διὸ ἀντὶ τούτων οἴσω σοι τὰ τούτων τιμιώτερα, οἵ τε πάλαι χάλκεοι καὶ ἀντίτυποι ἄνδρες σιδήρου τε παντὸς τραχύτεροι καὶ ἀπόσκληροι τοὺς τρόπους μεταβληθέντες εἰς χρυσὸν καὶ ἄργυρον ἐφαρμόσουσι «τῇ σῇ κατὰ θεὸν οἰκοδομῇ». καὶ οἱ ἠλίθιοι δὲ καὶ ξύλων ξηρῶν ἀναισθητότεροι μεταβαλόντες ἀντὶ χαλκοῦ καὶ σιδήρου χρησιμεύσουσί σοι, βελτίους μὲν ἑαυτῶν γενησόμενοι καὶ χρησιμώτεροι «τῇ τοῦ θεοῦ οἰκοδομῇ» κατὰ τοὺς πρώτους, οἳ ἀντὶ χαλκοῦ καὶ σιδήρου, χρυσοῦ τε καὶ ἀργύρου τιμὴν ἀντικατηλλάξαντο. ἀλλὰ γὰρ τούτων ὧδέ πη προχωρησάντων οἱ ἄρχοντές σου ἐν εἰρήνῃ τὸν ἑαυτῶν βίον τοῦ λοιποῦ διάξουσιν ἐπιστατοῦντες καὶ καθηγούμενοι τῆς ἐκκλησίας τοῦ θεοῦ, οὓς εἰ χρὴ προλαβόντας προγνώσει προφητικῇ κυρίῳ προσειπεῖν ὀνόματι ἐπισκόπους ἐντεῦθεν ἤδη θεὸς αὐτοὺς ἐπωνόμασεν εἰπών· καὶ καταστήσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. Τούτοις ἐπιλέγει τό· καὶ οὐκέτι ἀκουσθήσεται ἀδικία ἐν τῇ γῇ σου, τοῦτ' ἔστιν ἐν τῇ σῇ διατριβῇ, ἀλλ' οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου· οὐκέτι γοῦν ἐχθρὸς περιλειφθήσεται οὔτε πολέμιος τότε ἀλλ' οὐδὲ κακίας ἔσται τις μνήμη, ἀλλ' «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός». κληθήσεται δὲ τότε φησὶ τὸ Σωτήριον τὰ τείχη σου. ἀντὶ δὲ τοῦ Σωτήριον ἡ Ἑβραϊκὴ ἀνάγνωσις τὸν Ἰησοῦν αὐτὸν περιέχει αὐτοῖς στοιχείοις καὶ χαρακτῆρσιν, οἷς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται· ὡς τὴν αὐτοῦ δύναμιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀντὶ περιβόλου καὶ τείχους στερροῦ τοῖς τούτων ἀξίοις τοῦτο γενέσθαι. ταῦτα δὲ ἐκ μέρους μέν ἐστιν ἐνταῦθα ἰδεῖν, κατὰ δὲ τὸν νέον αἰῶνα μετὰ τὴν συντέλειαν τοῦ παρόντος γενήσεται. πρὸς τούτοις φησί· καὶ αἱ πύλαι σού φησι κληθήσονται Γλύμμα, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ αἱ πύλαι σού φησιν ὕμνησις, κατὰ δὲ τὸν Σύμμαχον· αἴνεσις. ὁρᾷς ὅπως ἀφίστησιν ἡμᾶς ὁ λόγος τῆς σωματικωτέρας ὑπολήψεως εἰς τὸ μὴ πίπτειν ἐπὶ τὰς προχείρους καὶ Ἰουδαϊκὰς ὑπολήψεις. διὸ τὰς πύλας τῆς νέας ταύτης Ἰερουσαλὴμ ὕμνησιν καὶ αἴνεσιν ὀνομάζει· διὰ γὰρ τούτων μάλιστα αἱ εἴσοδοι τοῦ θεοσεβοῦς πολιτεύματος συνίστανται διὰ τοῦ ὑμνεῖν καὶ αἰνεῖν τὸν θεὸν διδάσκεσθαι τοὺς εἰσαγομένους. Ἀλλὰ οὐκέτι ἥλιος ἡμέραν σοι παρέξει οὐδὲ σελήνη φωτιεῖ σε διὰ τῆς νυκτός, ἐπεὶ μήτε ἐν νυκτὶ γενήσονται μήτε ἐν αἰσθητῷ καὶ σωματικῷ φωτὶ οἱ τοῦ καινοῦ αἰῶνος καταξιωθησόμενοι· ὑπὲρ γὰρ πάντα ἥλιον αὐτὸν ἕξουσι τὸν κύριον φῶς αἰώνιον καὶ τὸν θεὸν δόξαν ἑαυτῶν. διὸ ἑξῆς ἡ προφητεία φησί· καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου· ἔργῳ φησὶν ὁ μακαρισμὸς πιστωθήσεται ὁ λέγων· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Καὶ ὁ λαὸς πᾶς δίκαιος τότε φησὶν ἀποφανθήσεται οὐδενὸς ἀδίκου τότε ἐν αὐτῷ εὑρεθησομένου· διὸ ὥσπερ ἐκλελεγμένος κληρονομήσει τὴν ἐπηγγελμένην αὐτῷ γῆν. ὃ δὴ καὶ ὁ σωτὴρ ἐδίδαξεν εἰπών· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», οὕτω τὴν οὐράνιον αἰνιξάμενος διατριβήν, ἐν ᾗ καὶ «ἡ πόλις ἐστὶ τοῦ θεοῦ ἡ ἐπουράνιος καὶ ἀληθινὴ Ἰερουσαλήμ», «ἥτις ἐστὶ μήτηρ ἡμῶν» κατὰ τὸν Ἀπόστολον. ἀντὶ δὲ τοῦ· φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ, ὁ Σύμμαχος· βλαστὸς φυτείας μου, ἔργα χειρῶν μου εἰς τὸ ἐνδοξασθῆναι. τοιοῦτος γὰρ ὁ λαός μου βλαστὸς ἐμῆς φυτείας· «πᾶσα» γὰρ «φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται», ὁ δὲ βλαστὸς οὗτος ὁ ἐκ τῆς φυτείας τοῦ θεοῦ ἔργα χειρῶν αὐτοῦ γενόμενος κληρονομήσει τὴν ἐπηγγελμένην γῆν ὡς δοξασθῆναι τῶν τοσούτων ἀγαθῶν. Τότε δὲ καὶ ὁ ἐν τῷ παρόντι βίῳ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας κατὰ τὰς σωτηρίους ἐπαγγελίας, δι' ὧν «ἄρχοντας καταστήσειν» ἐπαγγέλλεται λέξων αὐτοῖς τότε· «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων», καί· «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων». οὕτω τοίνυν εἰς χιλιάδας γενήσονται ὥσπερ χιλιάρχου τινὸς τῶν σῳζομένων γενησομένων, ἀλλὰ καὶ ὁ νῦν ἐλάχιστος ἔσται τότε εἰς ἔθνος μέγα· οἷος ὡς ἐπὶ παραδείγματος Παῦλος εἰπών· «ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη». ἄρχων ἔσται τότε οὐρανίου τινὸς ἔθνους μεγάλου παρὰ θεῷ λελογισμένου. ταῦτα δέ φησιν ἅπαντα ἔσται, ἐπειδὰν ἐγὼ κύριος κατὰ τὸν ὡρισμένον ὑπ' ἐμοῦ καιρὸν συνάξω αὐτούς. εἰ γὰρ καὶ τὰ μάλιστα οὐδέπω τὰ τῆς ἐπαγγελίας ἐνέστηκεν, ἀλλ' ἔσται καιρὸς ὁ ἅπαξ ὡρισμένος, ἐν ᾧ ταῦτα πάντα γενήσεται διὰ τῆς ἐμῆς συναγωγῆς· «τότε γὰρ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξουσι πρὸς αὐτὸν πάντας τοὺς ἁγίους ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν».
2.51.1
Ὁ διὰ τῆς ἔμπροσθεν περικοπῆς μετὰ τὰς εὐαγγελικὰς ἐπαγγελίας πρὸς τῷ τέλει τοῦ λόγου φήσας· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς, σφόδρα ἀκολούθως διὰ τῶν προκειμένων ἀναβοᾷ λέγει· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. εἶθ' ὅπως τὴν ἐπισυναγωγὴν ποιεῖται, διὰ τῶν ἐπιφερομένων διδάσκει, πῶς δὲ ὁ λέγων· κύριος κατὰ καιρὸν συνάξω αὐτούς, ὡσπερεὶ ἕτερος ὢν τοῦ εἰρηκότος ἐπήγαγε· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. σαφὲς ἂν γένοιτο τοῖς τὸν Χριστὸν τοῦ θεοῦ μήτε ψιλὸν ἄνθρωπον εἶναι δοξάζουσι μήτε ἄσαρκον καὶ ἀσώματον λόγον οὐδὲν τῆς θνητῆς φύσεως μεταληφότα. ὁμοῦ λέγουσι δὲ αὐτὸν καὶ θεὸν εἶναι καὶ ἄνθρωπον· θεὸν μὲν καθ' ὃ «μονογενής» ἐστι «θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», ἄνθρωπον δὲ καθ' ὃ νοεῖται «ἐκ σπέρματος Δαυὶδ» γεγονὼς «κατὰ σάρκα». ὃ δὴ τοίνυν θεὸς λόγος ὁ διὰ τῆς προφητείας κυριολεκτούμενος μεθ' ὧν ἄλλων πεποίηται ἐπαγγελιῶν καὶ τοῦτο προσέθηκεν εἰπών· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς. εἶθ' ὅπως παρίστησιν ὃν ἀνείληφεν ἄνθρωπον εἰσάγων φάσκοντα· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. πολλάκις δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἀπεδείχθη, ὅπως «ἐπαναπέπαυται ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ» «πνεῦμα τοῦ θεοῦ καὶ πνεῦμα σοφίας καὶ συνέσεως καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος καὶ πνεῦμα γνώσεως καὶ εὐσεβείας». ἐντεῦθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀναγέγραπται ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ πεπληρῶσθαι ἐπ' αὐτῷ διδάξας τὴν προφητείαν, ὁπηνίκα «ἦλθεν εἰς Ναζαρέτ, οὗ ἦν ἀνατεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, ἀνέστη τε ἀναγνῶναι. καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπερ ἀνοίξας εὗρε τό· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. ὅτε πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἱ ὀφθαλμοὶ ἦσαν ἐν τῇ συναγωγῇ ἀτενίζοντες αὐτῷ. καὶ ἤρξατο λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ». ἐπιστήσας δὲ τῷ καιρῷ τῷ δηλουμένῳ ἀπὸ τοῦ· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη», εὕροις ἂν ὅτι κατ' αὐτὸν ἐκεῖνον «μετὰ τὸ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατελθὸν» «ἔμεινεν ἐπ' αὐτόν». εἶτα «ἀνήχθη εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου»· εἶτα «ἐλθὼν εἰς Ναζαρὲτ ἀνέγνω» τὴν εἰρημένην προφητείαν. διόπερ ἀκριβῶς ἐπήγαγε τό· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». κατ' αὐτὸν γάρ τοι τὸν καιρὸν «τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατελθόντος ἐπ' αὐτὸν» ἐπληροῦτο ἡ ἐξ αὐτοῦ προσώπου λέγουσα προφητεία· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· οὐ γὰρ σωματικῷ χρίσματι τοῖς παλαιοῖς ὁμοίως χρισθεὶς ἂν εἴρηται· οὐδὲν γὰρ εἶχεν ἐξαίρετον, εἰ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίως κέχριστο. νυνὶ δὲ τῷ ἁγίῳ πνεύματι τὸ χρίσμα λαβὼν ἐξαίρετος παρὰ πάντας καὶ μονογενὴς Χριστὸς τοῦ θεοῦ ἀποφαίνεται. καὶ τό· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κατὰ τὸν ἐκεῖνον ἐπληροῦτο καιρόν, ἐν ᾧ «κηρύσσων τὴν βασιλείαν τῶν οὐρανῶν» καὶ τοὺς μακαρισμοὺς τοῖς αὐτοῦ προὔφερε μαθηταῖς λέγων· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», ἀλλὰ καὶ ἰᾶτο τοὺς συντετριμμένους τὴν καρδίαν θεραπεύων ταῖς ἐπαγγελίαις, δι' ὧν ἔλεγε· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καί· «μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται». ἤδη δὲ καὶ τοῖς ἔθνεσι τὰς ψυχὰς ἠχμαλωτισμένοις ὑπὸ τῶν ἀοράτων καὶ νοητῶν πολεμίων ἐκήρυττεν ἄφεσιν τοῖς αὐτοῦ παρακελευομένοις μαθηταῖς καὶ λέγει· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», δι' ὧν τὴν ἄφεσιν τῶν προτέρων ἀσεβημάτων προὐξένει. οὕτως οὖν καὶ τοῖς αἰχμαλώτοις ἐκήρυττεν ἄφεσιν καὶ τοῖς ἀβλεψίαν δὲ νοσοῦσιν ὡς τῇ πολυθέῳ δεδουλῶσθαι πλάνῃ ἀνάβλεψιν ἐκήρυττε, ἐνιαυτὸν δὲ δεκτὸν κυρίου ἐκάλει, ὃν αὐτὸς ἐνιαυτὸν οἰκεῖον ἐποίει πάντα τὸν χρόνον, καθ' ὃν τὰς σὺν ἀνθρώποις διατριβὰς ποιούμενος φωτὸς ἡμέρας τοῖς αὐτῷ προσιοῦσι παρεῖχε. μήποτε δὲ τὸν μέλλοντα αἰῶνα τῶν μετὰ τὴν συντέλειαν τοῦ παρόντος ᾐνίξατο εἰπών· καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐνιαυτὸς εὐδοκίας· ὁ γὰρ καταθύμιος τῷ κυρίῳ χρόνος καὶ αἰὼν ἐκεῖνος ἂν εἴη ὁ αὐτὸς αἰὼν καὶ ἡμέρα ἀνταποδόσεως· τὰς γὰρ ἀμοιβὰς τὸ τηνικαῦτα ἀποδώσει τοῖς ἐν τῷ παρόντι βίῳ κεκμηκόσι. διὸ λέλεκται· καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, ἀλλὰ καὶ παρακαλέσαι πάντας τοὺς πενθοῦντας. ὁ γὰρ εἰπών· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», νῦν μὲν αὐτοῖς παράκλησιν ἐπηγγέλλετο, κατὰ δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως τοῖς ἑαυτοῦ λόγοις ἀνακτήσεται αὐτοὺς καὶ παρακαλέσει, ἀλλὰ καὶ τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν καὶ ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης. «ἐπένθει» δὲ τὴν Σιὼν Παῦλος καὶ οἱ αὐτῷ παραπλήσιοι ἀποκλαιόμενοι τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους καὶ τοῦ ἐν αὐτοῖς θεοσεβοῦς πολιτεύματος. καὶ τούτοις οὖν ἀντὶ τοῦ πένθους δώσει δόξαν καὶ ἀντὶ τῆς σποδοῦ, ἣν κατεπάσαντο ἑαυτοὺς κακοῦντες ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ταῖς ὑπὲρ τοῦ λαοῦ εὐφροσύνης ἄλειμμα δώσει καὶ ἀντὶ πνεύματος τῆς ἀκηδίας, ἐν ᾧ δι' ὑπερβάλλουσαν φιλανθρωπίαν ἑαυτοὺς κατέτρυχον καταστολὴν δόξης, τοῖς αὐτοῖς ἐπαγγέλλεται δώσειν ταῦτα κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν ὁ σωτὴρ ἐπαγγειλάμενος ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ποιήσειν. εἰκότως ἀναγνοὺς τὸ μέρος τῆς προφητείας ἐπήγαγε τό· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». ἑξῆς τούτοις εἴρηται· καὶ κληθήσονται Γενεαὶ δικαιοσύνης, Φύτευμα κυρίου εἰς δόξαν· πότε δὲ καὶ κληθήσονται καὶ τίνες, ἀλλ' ἢ οἱ καταξιωθησόμενοι τοῦ δεκτοῦ ἐνιαυτοῦ καὶ τῆς ἡμέρας τῆς ἀνταποδόσεως; κατὰ δὲ τὸν Σύμμαχον· καὶ κληθήσονται Ἰσχυροὶ τῆς δικαιοσύνης, Φυτὸν κυρίου εἰς τὸ δοξασθῆναι. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, τὰς ψυχὰς δηλαδὴ τῶν πάλαι ἐρήμων ἐθνῶν. διὸ ἐπιλέγει· ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς· ἀλλὰ γὰρ διὰ τούτων ἁπάντων τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν ὁ λόγος θεσπίζει. Εἶθ' ἑξῆς ἐπιλέγει· καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ τὴν ποιμαντικὴν ἐπιστασίαν ἀλλογενέσιν ὑπισχνεῖται ἡ προφητεία· καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί φησιν ἔσονταί σοι· ἀλλότριοι γοῦν καὶ ἀλλογενεῖς ποιμαίνουσι τὰ πρόβατα τοῦ θεοῦ καὶ τὸν ἀμπελῶνα ἢ τὴν ἐκκλησίαν ἀροτῆρες ξένοι τινὲς καὶ ἀλλόφυλοι γεωργοῦσι πάλαι ὄντες εἰδωλολάτραι καὶ «ἀπηλλοτριωμένοι τῆς διαθήκης τοῦ θεοῦ καὶ ξένοι τῶν ἐπαγγελιῶν, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ». εἶτα τούτοις αὐτοῖς προσφωνεῖ λέγων· ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ τοῦ θεοῦ ὑμῶν· τίνες δὲ ὑμεῖς, ἀλλ' ἢ οἱ τῆς ἐκκλησίας ἀροτῆρες καὶ ἀμπελουργοὶ καὶ ποιμένες; οἱ δ' αὐτοὶ καὶ τὴν ἰσχὺν τῶν ἐθνῶν κατέδονται, ἢ κατὰ τὸν Ἀκύλαν· εὐπορίαν ἐθνῶν φάγεσθε· οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς ἱερεῦσι τοῦ θεοῦ καὶ τοῖς τῆς ἐκκλησίας ποιμέσι καὶ ἀμπελουργοῖς καὶ ἀροτῆρσι κατάλληλον ὡς ἡ ἰσχὺς τῶν δι' αὐτῶν σῳζομένων ἐθνῶν. νοήσεις δὲ τῶν ἐθνῶν τὴν ἰσχὺν τοὺς καθ' ὅλης τῆς οἰκουμένης τοῦ θεοῦ μάρτυρας θεωρῶν καὶ τὴν ἰσχυρὰν καὶ ἀκαταμάχητον ὑπομονὴν τῶν ἐν πᾶσι τοῖς ἔθνεσιν «ὑπὲρ ἀληθείας ἀγωνιζομένων», ἀλλὰ καὶ ἐν τῷ πλούτῳ φησὶ θαυμασθήσεσθε. τὸν δὲ πλοῦτον τῶν ἐθνῶν νοήσεις ἀπὸ τῆς Παύλου μαρτυρίας, δι' ἧς Κορινθίοις γράφων ἔλεγεν· «Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ θεοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι». Οἱ αὐτοὶ δὲ οὗτοι ἐκ δευτέρας τὴν γῆν ἐκληρονόμουν καὶ τὴν σύμπασαν γὰρ οἰκουμένην ἐκληρονόμησαν, περὶ ἧς εἴρηται ἐν Ψαλμοῖς· «κύριος εἶπε πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοί, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». ταύτην οὖν τὴν τοῦ σωτῆρος κληρονομίαν οἱ τῆς ἐκκλησίας αὐτοῦ προεστῶτες ἐκληρονόμησαν, ἀλλὰ καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν γέγονε. καὶ πάντα ταῦτα ἐκ μέρους εἴληφε κατὰ τὸν παρόντα βίον, τῆς δὲ ἐπαγγελίας τὸ πλήρωμα εἰς τὴν ἐλπίδα τοῦ μέλλοντος αἰῶνος ἀνεπέμπετο. Ἔσται δὲ ταῦτά φησιν, ἐπειδήπερ ἐγώ εἰμι κύριος ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· αἱ μὲν γὰρ ἀντικείμεναι δυνάμεις δαίμονες πονηροὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐξηνδραποδίζοντο βιαίως καὶ ἀδίκως τοῦτο πράττοντες. διὸ ταῦτα μισῶν ἁρπάγματα, δικαιοσύνην δὲ αὐτὸς ἀγαπῶν, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσιν ἐξέχεα τὴν ἐμαυτοῦ χάριν. καὶ δώσω δέ φησι τὸν μόχθον αὐτῶν δικαίοις· τίνων δὲ αὐτῶν ἢ τῶν ἐκ δευτέρου τὴν γῆν κληρονομούντων; ἀντὶ δὲ τοῦ· δικαίοις, ἐν ἀληθείᾳ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ εἰρήκασιν, ὥστε οὐ διαψευσθήσεται αὐτῶν ὁ μόχθος, ἀλλ' ἐν ἀληθείᾳ καὶ αὐτοῖς φυλαχθήσεται. καὶ διαθήκην δὲ αἰώνιον διαθήσομαι αὐτοῖς, οὐκέτι τὰ Μωσέως πρόσκαιρα παραγγέλματα παραδοὺς αὐτοῖς, τὸ δὲ μυστήριον τῆς καινῆς διαθήκης, ὃ δὴ διαρκὲς ἔσται καὶ αἰώνιον. Ἔτι πρὸς τούτοις εἴρηται· καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ κυρίου. καὶ τίς οὐκ ἂν ὁμολογήσειεν ἀκριβῶς ἐξ εὐλογίας τοῦ θεοῦ τὸ ἐκκλησιαστικὸν πληθύνεσθαι σπέρμα, ὡς εἰς πᾶσαν τὴν οἰκουμένην αὐτὸ γνωρίζεσθαι; σπέρμα δὲ αὐτῶν ἢ τὸν λόγον καὶ τὴν διδασκαλίαν τὴν εὐαγγελικὴν προσήκει νοεῖν ἢ τοὺς γνησίως λόγῳ καὶ βίῳ μαθητευομένους αὐτοῖς ὡς ὄψει δήλους εἶναι, ὡς ἄρα εἶεν σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ.
2.52.1
Σφόδρα ἀκολούθως μετὰ τὰς προκαταλεχθείσας ἐπαγγελίας, ἃς αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ πεποίηται κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, προσωποποιεῖ λοιπὸν ὁ λόγος τὴν ἐκκλησίαν τοῦ θεοῦ ὡς ἂν τοσούτων ἀγαθῶν τετυχηκυῖαν καὶ εὐχαριστοῦσαν, ἐφ' οἷς πέπονθεν. ἀπολαβοῦσα τοίνυν ὥσπερ τινὰ οἰκεῖα μέλη τὸ πλήρωμα τῶν σῳζομένων καὶ ὥσπερ τις νύμφη ἐξ ἑνὸς εὐπρεποῦς καὶ ὡραίου συγκειμένη σώματος καὶ τὸν παρὰ τοῦ ἑαυτῆς νυμφίου κόσμον περιβαλλομένη φησίν· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ. καὶ τὸ αἴτιον ἐπάγει λέγουσα· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. στήλη δέ τις ἔσται φωτὸς ἀπαστράπτουσα θείου τὸ σῶμα τῆς ἀναστάσεως τὸ λεγόμενον ἱμάτιον σωτηρίου· οὐκέτι γὰρ «θανάτου σῶμα», οἷον ὁ Παῦλος ἐδήλου λέγων· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου»; ἔσται κἀκεῖνο σωτήριον, σωτηρίου δὲ ἱμάτιον τῇ ψυχῇ περιθήσεται καὶ χιτὼν εὐφροσύνης· ἕκαστος γὰρ ταῖς ἑαυτοῦ πράξεσι ταῖς κατὰ δικαιοσύνην αὐτῷ πεπραγμέναις τὸν ἑαυτοῦ κόσμον ἐνδύσεται. «καταντήσασα» δὲ «εἰς ἄνδρα τέλειον καὶ εἰς μέτρον ἡλικίας» τῷ τε ἑαυτῆς νυμφίῳ ἐξομοιωθεῖσα διὰ μὲν τοὺς ἐν αὐτῇ «τελείους» κατ' εἰκόνα τοῦ νυμφίου μεμορφωμένους ἐρεῖ· περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, διὰ δὲ τοὺς μηδέπω τοιούτους ἐν δευτέρῳ δὲ τάγματι τῶν ἀγαθῶν ἑστῶτας ἐρεῖ· καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. ἡ δὲ αὐτὴ νύμφη τις οὖσα τοῦ νυμφίου λόγου καὶ τὰ παρ' αὐτοῦ σπέρματα ὑποδεξαμένη καρποὺς ὡραίους καὶ εὐανθεῖς ἀποδίδωσι. διό φησι· καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ. εἶθ' ἑξῆς τούτοις ὡς ἂν μὴ συναρπάζοντες εἰς ἑαυτοὺς ταῦτα Ἰουδαίων παῖδες διαστέλλεται ὁ λόγος φάσκων· οὕτως κύριος κύριος ἀνατελεῖ δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ταῦτα θεσπίσας ὁ προφήτης κἄπειτα διατεθεὶς ἐπὶ τοῖς εἰρημένοις ἀναφωνεῖ λέγων· Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἡσυχάσω, ἕως ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριον αὐτῆς ὡς λαμπὰς καυθήσεται, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ τὸ σωτήριον αὐτῆς ὡς λαμπὰς ἀναφθήσεται. οὐ δυνήσομαι γάρ φησιν ἠρεμεῖν καὶ τὰς ἡσυχίας ἄγειν, βοᾶν δέ μοι ἀνάγκη νύκτωρ καὶ μεθ' ἡμέραν, εὐχαῖς τε καὶ ἱκετηρίαις σχολάζειν. ἔστ' ἂν τούτων αὐτῶν τῶν εἰρημένων ὀφθαλμοῖς ἴδοιμι τὸ ἀποτέλεσμα, ὅπερ ἔσται ἐπὰν ἡ δικαιοσύνη τῆς Ἰερουσαλὴμ καὶ τὸ σωτήριον αὐτῆς φωτὸς δίκην ἐκλάμψῃ ἐπὶ πάντας ἀνθρώπους· οὐ γὰρ ἐν αὐτῇ μόνῃ συσχεθήσεται τὸ μέλλον εἰς αὐτὴν ἐκλάμπειν φῶς, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἅπασι μεταδώσει τῶν οἰκείων μαρμαρυγῶν. διὸ ἐπιλέγει· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. πάλιν δὲ κἀνταῦθα τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὸς παρὰ Ἰουδαίοις καὶ τὸν χορὸν τῶν παρ' αὐτοῖς διαπρεψάντων δικαίων καὶ θεοφιλῶν καὶ προφητῶν ἁπάντων τῶν σωτηρίας ἀξίων Σιὼν καὶ Ἰερουσαλὴμ ὀνομάζει, ὧν τὸ φῶς ὑπὲρ πᾶσαν λαμπάδα πᾶσι τοῖς ἔθνεσιν ἐκλάμψειν ἐπαγγέλλεται, ὡς καὶ πάντας τοὺς βασιλεῖς ὄψεσθαι αὐτῶν τὴν δόξαν ἤτοι τὰς ἐπὶ γῆς βασιλείας τοῦτον δηλῶν τὸν τρόπον. εἶτ' ἐπιλέγει· καὶ καλέσεις τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό· τὸ γὰρ ἐπώνυμον κυρίου τὴν ἐκκλησίαν αὐτοῦ κοσμεῖ. Εἶτα καὶ ἔσῃ φησὶ στέφανος κάλλους ἐν χειρὶ κυρίου, ὃν ἀπολήψεται τότε λέγουσα· «τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος», καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου· στέφανος γὰρ ὡς ἀληθῶς Χριστοῦ πάντες οἱ δι' αὐτοῦ κατορθοῦντες τυγχάνουσι καὶ διάδημα βασιλείας εἰσὶ τῆς αὐτοῦ οἱ τοῖς ὑπὲρ αὐτοῦ ἐνηθληκότες ἀγῶσιν ἅγιοι μάρτυρες, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ πατὴρ ἐκλεξάμενος τῷ υἱῷ περιτίθησι στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν τῷ πλήθει τῶν ὑπ' αὐτοῦ καὶ δι' αὐτοῦ σεσῳσμένων. τούτων δὲ πληρουμένων οὐκέτι κληθήσεται ἡ τὸ ὄνομα τὸ καινὸν ὑποδεδεγμένη Καταλελειμμένη οὐδὲ Γῆ ἔρημος, εἰ καὶ πάλαι τοιαύτη τις ἦν, ἀλλὰ νῦν τοσούτων ἀγαθῶν καταξιωθεῖσα Θέλημά φησιν ἐμὸν κληθήσεται, τοῦτ' ἔστι κατὰ τὸ θέλημα τὸ ἐμὸν ὀνομασθήσεται, καὶ ἡ γῆ σου Οἰκουμένη. Ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας συστήσεται μόνους ἕξουσα οἰκήτορας τοὺς τῶν ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησομένους, οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ καὶ εὐφροσύνῃ διάξουσιν ὡς ἐοικέναι νεανίσκῳ ἁγίῳ ἀνδρὶ συνόντι παρθένῳ καθαρᾷ, οὐδαμῶς μὲν αὐτῆς τὴν παρθενίαν σπιλοῦντι, τῇ δὲ ἁγνείᾳ τῇ παρθενικῇ καὶ τῇ καθαρᾷ συνδιατριβῇ καὶ συνοικίᾳ χαίροντι. καὶ οἱ μὲν υἱοί σου οὕτως εὐφρανθήσονται, αὐτὸς δὲ ὁ κύριος τὴν ἑαυτοῦ νύμφην ἀπολαβών σε τὴν ἁγίαν ἐκκλησίαν ἐκ τελείων μελῶν συνεστῶσαν, ἔκ τε τοῦ προτέρου λαοῦ καὶ ἐκ τοῦ νέου τοῦ ἐξ ἐθνῶν. οἷα νυμφίος ἐπὶ νύμφῃ εὐφρανθήσεται, καταστήσει τε φύλακας, ἀγγέλους δηλαδὴ θείους καὶ δυνάμεις ἁγίας εἰς τὸ τηρεῖν καὶ φυλάττειν τὰ τείχη καὶ τοὺς περιβόλους τῆς νέας ταύτης Ἰερουσαλήμ, ὅπως ἐν εἰρήνῃ κατάρχων αὐτὸς τὸν σύμπαντα αἰῶνα διάγοι. οὗτοι δὲ οἱ προλεχθέντες φύλακες διὰ πάσης ἡμέρας καὶ διὰ πάσης νυκτὸς οὐ διαλείψουσί φησιν ὕμνοις καὶ δοξολογίαις τὸν τῶν τοσούτων ἀγαθῶν αἴτιον ἀνυμνοῦντες καὶ εὐχαριστοῦντες αὐτῷ ἐπὶ τῇ τῶν τοσούτων σωτηρίᾳ. Ἀντὶ δὲ τοῦ· οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς, ὁ Σύμμαχος μὴ ἡσυχάσητέ φησι, μηδὲ δῶτε ἡσυχάσαι αὐτῷ, ἕως ἑτοιμάσει καὶ ἕως θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. τίνι δὲ ταῦτα λέλεκται ἢ τοῖς ἀνωτέρω φήσασι· «Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς»; τοῦ γὰρ προφητικοῦ χοροῦ ταῦτα εἰρηκότος τὸ πνεῦμα τὸ ἅγιον ἐπιθαρσῦνον αὐτοὺς προτρέπει ἐπιμένειν ταῖς ὑπὲρ τῶν εἰρημένων εὐχαῖς· διό φησι· μὴ ἡσυχάσητε, μηδὲ δῶτε ἡσυχάσαι, δῆλον δ' ὅτι τῷ ταῦτα ἐπαγγελλομένῳ κυρίῳ, ἕως ἑτοιμάσει καὶ ἕως θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. προστάττει δὲ διὰ τούτων τοῖς ὑπερεύχεσθαι δυναμένοις τοῦ παντὸς λαοῦ μὴ ἀποσιωπᾶν μηδὲ ἡσυχάζειν, ἀλλὰ μηδὲ αὐτῷ ἡσυχίαν διδόναι τῷ θεῷ, βοαῖς δὲ καὶ κραυγαῖς ἀσχέτοις διεγείρειν αὐτόν, ἔστ' ἂν ἐπὶ πέρας ἀγάγοι τὰ ἐπηγγελμένα. Τούτων δὲ βοώντων καὶ μὴ συγχωρούντων τῷ κυρίῳ ἀναβάλλεσθαι ὁ ἐπαγγειλάμενος καὶ εἰπών· «ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ πάρειμι», ἀποκρίσεως αὐτοὺς καταξιοῖ. διὸ ἐπιλέγει ἑξῆς· ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ' ᾧ ἐμόχθησας. πάλαι μὲν γὰρ ταῦτα ἐγίνετο, ὁπηνίκα τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ θεοῦ τοιαῦτα πράττοντες καὶ ἐνεργοῦντες ὡς δαιμόνων γίνεσθαι τροφὴν τὰς αὐτῶν πράξεις· νυνὶ δὲ τοῖς τοῦ νέου αἰῶνος καταξιωθησομένοις καὶ τῶν ἐπηγγελμένων τευξομένοις ὅρκῳ ὄμνυσιν ὁ κύριος μηκέτι δώσειν ἐχθροῖς τοὺς καρποὺς αὐτῶν, ἀλλ' αὐτοὺς αὐτῶν ἀπολαύσειν· κατορθοῦντας γὰρ τὸν κατ' ἀρετὴν βίον καὶ θεοσεβῶς διάγοντας δίκαιον τῶν οἰκείων ἀπολαύσειν καρπῶν κατὰ τὸ λεγόμενον· «τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι», φάγονται δέ φησι καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. εἶεν δ' ἂν αὗται «αἱ πολλαὶ μοναὶ αἱ παρὰ τῷ πατρί», καὶ ἐπειδήπερ ἐμνημόνευσεν ἐπαύλεων, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς αὐλῶν, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει. Διὸ ἐπιλέγει ἑξῆς· πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε. νοεῖν δὲ ἡμῖν παρέχει διὰ τούτων «τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν» καὶ τὰς αὐτῆς πύλας καὶ τὰς εἴσω τῆς πόλεως αὐλάς· ἃ δὴ πάντα κατὰ τὸν ἐπηγγελμένον αἰῶνα ἀναπετασθήσεται τοῖς ἀξίοις καὶ λεχθήσεται· πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου. εἶθ' ὅπως μηδὲν κώλυμα μηδ' ἐμπόδιον μηδέ τις φθόνος μηδὲ βάσκανος μὴ πρόφασίς τε μὴ δαίμων μὴ πνεῦμα πονηρὸν μὴ δύναμις ἀντικειμένη διακωλυέτω τὸν λαὸν τὸν ἐμὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσιέναι, ταῦτα δὲ πρός τινας ἀγγελικὰς λεχθήσεται δυνάμεις. εἶθ' ἑξῆς ἐπιλέγει· ἄρατε σύσσημον εἰς τὰ ἔθνη. ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· μὴ γὰρ νομιζέτω τις φησὶ περὶ τοῦ Ἰουδαίων λαοῦ ταῦτ' εἰρῆσθαι, ἐπειδὴ γὰρ εἰς πάντα τὰ ἔθνη τὸ σημεῖον αἴρεσθαι προστάττει καὶ πάντας τοὺς ἕως ἐσχάτου τῆς γῆς εὐαγγελίζεται τὰ προλεχθέντα. εἶτα τὴν θυγατέρα Σιὼν σαφῶς τὴν ἐκκλησίαν τὸν σωτῆρα ἑαυτῆς προσδοκᾶν διδάσκει λέγων· Εἴπατε τῇ θυγατρὶ Σιών· θυγατέρα δὲ Σιὼν ὠνόμασε τὴν νέαν ἐκκλησίαν τοῦ θεοῦ τὴν τὸ καινὸν ὄνομα ἀπειληφυῖαν θυγατέρα οὖσαν τοῦ προτέρου παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ᾗ καὶ προσφωνεῖ λέγων· Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν. τήρει δ' ὅπως αὐτὰ ταῦτα καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐν οἷς ἐλέγετο· «ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ», νῦν δέ· Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων μεθ' ἑαυτοῦ τὸν μισθὸν αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· πάλαι μὲν οὖν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ὁ αὐτὸς οὗτος ἦν σωτήρ, δι' ὧν ἔπραξε καὶ πέπονθεν ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους τὴν παρὰ τοῦ θεοῦ σωτηρίαν τοῖς εἰς αὐτὸν πιστεύουσι προξενῶν, παρ' ᾧ καὶ «Ἰησοῦς ὠνομάσθη» κατὰ τὴν τοῦ ἀγγέλου μαρτυρίαν. τὴν γὰρ δευτέραν ἄφιξιν αὐτοῦ παριστὰς ὁ λόγος κριτὴν αὐτὸν εἰσάγει καὶ μισθαποδότην. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου. ἀντὶ δὲ τοῦ· καὶ καλέσει αὐτόν, καὶ καλέσουσιν αὐτούς, τοὺς σωθησομένους δηλαδή, παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εἴρηται. οὗτοι μὲν οὖν κληθήσονται λαὸς ἅγιος λελυτρωμένος ὑπὸ κυρίου, σὺ δὲ ἡ τοῦ θεοῦ πόλις, πρὸς ἣν τὰ τοσαῦτα λέλεκται, κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη. Ἰερουσαλὴμ καταλελειμμένη καὶ γέγονε καὶ κέκληται, αὕτη δὲ περὶ ἧς ὁ πᾶς λόγος ἐπιζητουμένη φησὶν ἔσται καὶ οὐκ ἐγκαταλελειμμένη· «ὁ γὰρ ἐλθὼν» «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός», οὗτος εὑρὼν αὐτὸ καὶ σώσας οὐκέτ' ἀπολέσθαι αὐτὸ συγχωρεῖ.
2.53.1
Ὥσπερ τοῖς κατορθώσασιν ἐν θεοσεβείᾳ ὁ σωτὴρ ἐλέγετο ἐληλυθέναι ἔχων τὸν ἑαυτοῦ μισθόν, ὡς ἂν τὰς ἀμοιβὰς ἀποδῷ καὶ τὰ βραβεῖα τῆς ἄνω κλήσεως τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις, οὕτω τοῖς ἀσεβέσι καὶ τὴν ἐναντίαν ὁδὸν πορευομένοις ὁ αὐτὸς ἐπίφοβος καὶ τιμωρητικὸς ἥξειν θεσπίζεται, ὅθεν ἀνωτέρω μὲν ἐλέγετο· «καὶ ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ κύριος». καὶ τὰ λοιπὰ πάντα ὅσα ὁ λόγος τοῖς κατορθοῦσιν ὑπισχνεῖτο, τὰ δὲ προκείμενα τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν ὑπογράφει, ἐν ᾗ κρίσει «πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ θήσει». ὃ δὴ καὶ ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· «εἶτα τὸ τέλος, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». καὶ τούτων τοιγαροῦν τῶν ἀντικειμένων δυνάμεων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν τὴν καθαίρεσιν ἡ παροῦσα προφητεία σημαίνει· προσωποποιεῖ δὲ ὁ λόγος ἐρωτήσεις τινῶν ὁρώντων τὸν Χριστὸν τοῦ θεοῦ πολεμικῷ σχήματι θεωρούμενον καὶ τὴν περιβολὴν ᾑμαγμένον, οἳ καὶ πρὸς ἀλλήλους φασὶ τὸ ξένον τοῦ σχήματος ἐκπληττόμενοι· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; κατὰ δὲ τὸν Σύμμαχον· Τίς οὗτος ἔρχεται ἐξ Ἐδώμ, ἠρυθρωμένος τὸν ἱματισμὸν ἀπὸ Βόσορα, οὕτως εὐπρεπὴς ἐν στολῇ αὐτοῦ, βαίνων πλήθει τῆς ἰσχύος αὐτοῦ; ἐπειδὴ γὰρ ἡ Ἐδὼμ καὶ ἡ Βοσὸρ τῆς τῶν ἀλλοφύλων χώρας καὶ ἀεὶ τῶν πολεμίων τοῦ Ἰσραὴλ ἐτύγχανον οὖσαι, εἰκότως διὰ τούτων τῶν ὀνομάτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, ὧν ἀνῃρημένων καὶ ὡσπερεὶ κατεσφαγμένων τὸν ἱματισμὸν αὐτοῦ φασιν ᾑμάχθαι. σφόδρα δὲ αὐτὸν ἀλλοῖον ὁρῶντες ἐκ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας οὐδὲ γνωρίζειν ἐοίκασιν αὐτὸν φαιδρὸν καὶ γαληνὸν καὶ ἥμερον αὐτὸν ἐπιστάμενοι. διὸ πυνθάνονται λέγοντες· Τίς οὗτος ὁ παραγενόμενος; ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται λέγων· ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου, κατὰ δὲ τὸν Σύμμαχον· ἐγὼ λαλῶ ἐν δικαιοσύνῃ ὑπερμαχῶν εἰς τὸ σῶσαι· ὑπερμαχῶν γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπονουμένων, τοὺς μὲν ὡς ἐχθροὺς μετήρχετο, τοὺς δὲ ἔσῳζεν ἐλευθερῶν τῆς ὑπὸ τῶν ἐχθρῶν δυναστείας. Ἐπὶ ταύτῃ τῇ ἀποκρίσει πυνθάνονται αὐτοῦ δεύτερον λέγοντες· διὰ τί ἐρυθρά σου τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; κατὰ δὲ τὸν Σύμμαχον· διὰ τί πεπύρρωται τὸ ἔνδυμά σου καὶ τὰ ἱμάτιά σου ὡς πατοῦντος ληνόν; καὶ τοῦτο δὲ πόθεν συνέβη γενέσθαι οὐκ ἀναίνεται διδάξαι. διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· ληνὸν ἐπάτησα μονώτατος, καὶ ἀπὸ τῶν λαῶν οὐκ ἔστιν οὐδεὶς σὺν ἐμοί, καὶ ἐπάτησα αὐτοὺς ἐν θυμῷ μου καὶ συνεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ ἐρραντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα. ὅρα δὲ ὅπως εἴρηται ληνὸν πεπατηκέναι μονώτατος· μόνῳ γὰρ αὐτῷ «τὴν κρίσιν δέδωκεν ὁ πατήρ», τὴν δὲ τῶν ἁμαρτημάτων ἔκπραξιν ληνὸν εἴωθε καλεῖν, διὸ ἐν Θρήνοις ὁ Ἰερεμίας φησί· «ληνὸν ἐπάτησε κύριος παρθένῳ θυγατρὶ Ἰούδα. ἐπὶ τούτοις ἐγὼ κλαίω». ὥσπερ δὲ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔθυνα καὶ ὁ ἔλεγχος ὁ ἐπ' αὐτοῖς, ἥ τε ἔκπραξις καὶ ἡ τιμωρία ληνὸς ὠνόμασται, οὕτω καὶ τῶν ἀγαθῶν καρπῶν τῶν ἐκ τῆς ἀγαθῆς ἀμπέλου τρυγωμένων ληνοὶ θεοφιλεῖς καὶ θεῷ ἀρεσταὶ γίγνονται, ἐφ' αἷς καὶ «ἐπιλήνιοι ὕμνοι» εἴρηνται ἐν τοῖς Ψαλμοῖς. ἀλλὰ γὰρ τῶν εἰρημένων μόνος αὐτὸς καὶ μηδενὸς αὐτῷ συμπράττοντος τὴν ληνὸν ἐπάτησε καὶ πάντας τοὺς ἐχθροὺς κατὰ τὸν ἐκδικήσεως καιρὸν ἐκποδὼν ἐποιήσατο, «καταργῶν πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ». οὕτω δ' οὖν ὑποτάξας τοὺς ἐχθροὺς καὶ καταθλάσας αὐτῶν τὸ σπέρμα μηδενὸς ἐχθροῦ λοιπὸν ὑφεστῶτος μηδὲ διαβόλου μηδὲ δαίμονος μηδὲ κακίας μηδὲ ἁμαρτίας ἔτ' οὔσης τοὺς ὑπ' αὐτῷ βασιλευθησομένους ἐν τῷ καινῷ αἰῶνι προσάξει τῷ πατρὶ «ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ» κατὰ τὸν Ἀπόστολον. μολύνει δὲ τὰ ἐνδύματα αὐτοῦ ὥσπερ ἐρυθρὰ γενέσθαι αὐτὰ λέγεται ὡς ἐν προσωποποιΐᾳ ἐμφαντικῶς· ὥσπερ καὶ τὸ αἷμα τῶν ἐχθρῶν, περὶ οὗ φησι· καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· οὐ γὰρ δὴ αἰσθητὸν αἷμα νοητέον εἶναι περὶ τὰς ἀντικειμένας δυνάμεις, μὴ ἄρα τροπικῶς ἐκδεκτέον καὶ ταῦτα; Εἶτα πάλιν ἡμέρας ἀνταποδόσεως καὶ ἐνιαυτοῦ λυτρώσεως μέμνηται, ὥσπερ καὶ ἀνωτέρω ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο· «κηρύξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν». ὁ γὰρ νέος αἰὼν ὁ σύμπας ἐνιαυτὸς κυρίου δεκτὸς ὠνόμασται, ὡς ἂν αὐτὸν ἕξων «τὸν κύριον φῶς αἰώνιον», ὁ δ' αὐτὸς καὶ ἡμέρα ἀνταποδόσεως κέκληται. διό φησιν· ἡμέρα ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν· ἐν ταὐτῷ γὰρ τοὺς μὲν οἰκείους λυτρώσεται, τοῖς δ' «ἀνταποδώσει» κατὰ τὸ εἰρημένον παρὰ Μωσεῖ· «καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει». Εἶτά φησι· καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου. νοήσομεν δὲ πῶς ὁ λόγος εἴρηται ἐπιστήσαντες ὡς μόνος αὐτὸς «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». ἃ γὰρ οὐδεὶς πώποτε ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδὲ τῶν θείων δυνάμεων ὑπέστη, μόνος αὐτὸς ὑπὲρ τῆς ἡμετέρας ἀνεδέξατο σωτηρίας, διὸ καὶ μόνῳ αὐτῷ ὁ πατὴρ «ἐχαρίσατο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» καὶ τὴν κατὰ πάντων κρίσιν ἐνεχείρισεν. ὁ δὲ τὴν παρὰ τοῦ πατρὸς λαβὼν ἐξουσίαν τοὺς μὲν ἐρρύετο τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ πολεμίους καὶ ἐχθροὺς ἐτροποῦτο. διό φησι· καὶ ὁ θυμός μου ἐπέστη, καὶ κατεπάτησα αὐτοὺς καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν, ἀνθ' οὗ οἱ λοιποὶ ἑρμηνευταὶ τὸ νῖκος αὐτῶν ἐκδεδώκασιν· ἐπειδὴ γὰρ ἐδόκουν τὸ πρότερον ἀνυπότακτοί τινες εἶναι καὶ μηδενὶ παραχωροῦντες τῆς νίκης, εἰκότως τὴν ἧτταν καὶ τὴν ταπείνωσιν αὐτῶν αἰνιττόμενος φάσκει εἰς γῆν κατενηνοχέναι τὸ νῖκος αὐτῶν.
2.54.1
Ἡ μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας προφητεία περιγέγραπται, ἑτέρας δ' ὑποθέσεως κατάρχεται ὁ λόγος, δι' ἧς ἐξαγορεύει μὲν τὰς τοῦ θεοῦ εἰς τὸν Ἰουδαίων λαὸν εὐεργεσίας. ἐκ προσώπου δὲ τοῦ λαοῦ κατηγορίαν αὐτοῦ ποιεῖται παριστὰς διὰ τῆς ἐξομολογήσεως τὴν ἀποβολὴν αὐτῶν καὶ τὴν ἐσχάτην τῆς Ἰερουσαλὴμ ἐρημίαν δικαίᾳ κρίσει τοῦ θεοῦ γεγονέναι. διό φησι· Τὸν ἔλεον κυρίου ἐμνήσθην, καὶ ἐπιφέρει· τὰς ἀρετὰς κυρίου ἀναμνήσω, οὐ μὴν ἀλλὰ καὶ τὰς παραδόξους εὐεργεσίας τοῦ ἐλέους αὐτοῦ οὔποτε λήθῃ παραδώσω, μεμνήσομαι δὲ διὰ παντὸς ἐγὼ καὶ τοῦ ἐλέους καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν πώποτε ἡμῖν παρέσχεν. εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐπὶ τέλει καὶ τῇ ὀργῇ τοῦ θεοῦ καὶ τὸ ἔθνος καὶ ἡ πόλις Ἰερουσαλήμ, ὅτε ἐν αὐτῇ νεὼς παρεδόθη ἕως ἐκ βάθρων ἀρθῆναι αὐτά. ἀντὶ δὲ τοῦ· ἐν πᾶσιν, οἷς ἀποδίδωσιν ἡμῖν, ὁ Σύμμαχος περὶ πάντων, ὧν εὐηργέτησεν ἡμᾶς εἴρηκε, καὶ πάλιν ἀντὶ τοῦ· κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος· κύριος ἐκ πλήθους ἀγαθωσύνης τῷ οἴκῳ Ἰσραήλ, ὃς εὐηργέτησεν αὐτοὺς κατὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ. ταῦτα τοίνυν πάντα φησὶν ἀναμνήσω τὰ πλήθη καταριθμούμενος τῆς ἀγαθωσύνης αὐτοῦ, ἐν οἷς καὶ τοῦτο μέγιστον ἐδωρήσατο χάρισμα καταξιώσας «τέκνα ἑαυτοῦ» ὀνομάσαι τὸν λαόν, εἰ «μὴ ἀθετοῖεν τὴν αὐτοῦ χάριν». διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· πλὴν λαός μού εἰσιν, υἱοὶ οὐκ ἀσυνθηκοῦντες. ἀπήλεγχεν δὲ αὐτοὺς κατ' ἀρχὰς τῆς προφητείας λέγων· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν». Αὐτὸς μὲν οὖν προαρξάμενος ἔσπευσεν ἐπὶ τὴν τοῦ λαοῦ αὐτοῦ σωτηρίαν αὐτάγγελος παρὼν καὶ δι' ἑαυτοῦ, οὐχὶ δι' ἑτέρων διακονούμενος αὐτοῖς τὴν τῶν ἀγαθῶν χορηγίαν. διό φησιν· οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν καὶ τὰ ἑξῆς. τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα οἱ δὲ οὐκ ἀξίους ἑαυτοὺς τῶν εὐεργεσιῶν παραστήσαντες πειρῶνται ἐχθρὸν αὐτὸν ἑαυτοῖς καταστῆσαι. αὐτίκα γοῦν ὁ τὰ τοσαῦτα δεδωρημένος αὐτοῖς ἀγαθὰ πολέμιος κατέστη αὐτοῖς ἀνενέγκας τῇ μνήμῃ ὡς νῦν οὐ πρῶτον τοιοῦτοι γεγόνασι, πάντοτε δὲ καὶ ἐκ πρώτης τῆς εἰς αὐτοὺς ἐπισκοπῆς ἀπηνεῖς ἦσαν καὶ ἀνεπαίσθητοι τῶν τοῦ θεοῦ εὐεργεσιῶν. Αὐτίκα δ' οὖν ἐπὶ Μωσέως ὁποῖα μυρίων καταξιωθέντες παραδόξων εὐεργεσιῶν οὐδαμῶς τὸν εὐεργέτην πρὸ ὀφθαλμῶν ἔθεντο οὐδὲ ἐλογίσαντο παρ' ἑαυτοῖς, τίς ἦν καὶ οἷος ὁ τὰ τοσαῦτα αὐτοῖς θαύματα ἐπιδεδειγμένος, ἀλλὰ καὶ «ἐμοσχοποίησαν» καὶ πάλιν εἰδωλολάτρησαν καὶ μυρία ἕτερα ἠσέβησαν ἐπ' αὐτῆς τῆς ἐρήμου μὴ λογισάμενοι τῇ διανοίᾳ, ὅπως αὐτοὺς διὰ τῆς θαλάσσης τῆς ἐρυθρᾶς διήγαγε, Μωσέα οἷα προβάτων ποιμένα ἐπιστήσας αὐτοῖς, ὃν καὶ μέγαν «προφήτην» καὶ «θεράποντα» ἑαυτοῦ ἀνέδειξε πληρώσας αὐτὸν τοῦ ἰδίου πνεύματος. ἀντὶ δὲ τοῦ· κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ὁ Σύμμαχος ὁ ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν εἴρηκε, ποιῆσαι αὐτῶν ὄνομα αἰώνιον. οὕτως οὖν διαρρήξας τὰ τῆς ἐρυθρᾶς θαλάσσης ὕδατα ὡς ἵππον δι' ἐρήμου καὶ διὰ ξηρᾶς καὶ ὡς κτήνη διὰ πεδίου παρήγαγεν αὐτούς, ἀλλὰ τούτων οὐδεμίαν μνήμην ποιησάμενοι οἱ ὑπὸ τοῦ λόγου δηλούμενοι ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· διὸ καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς. Ὁ πρότερος ὑπέρμαχος αὐτῶν ὀρθῷ λόγῳ καὶ δικαιοσύνῃ τοῦτο κρίνας πλὴν ἐπεὶ φιλάνθρωπος καὶ ἀγαθὸς οἷα θεὸς τὴν φύσιν ἐστίν, οὐκ ἀποναρκητέον ἡμῖν οὐδ' ἀπογνωστέον τὴν ἐξ αὐτοῦ σωτηρίαν· ἔξεστι γὰρ ἱκετηρίαις καὶ ἐξομολογήσεσιν ἑαυτοὺς ἐπιδιδόντας ἵλεων αὐτὸν κτήσασθαι. διὸ κοινῇ πάντες, ἐγώ τε ὁ ταῦτα λέγων προφήτης, καὶ ὑμεῖς οἱ ἐν τῷ λαῷ θεοσεβεῖν προῃρημένοι καθικετεύοντες καὶ λιπαραῖς ταῖς παρακλήσεσιν ἀντιβολοῦντες λέγομεν· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου. εἴ γε δεικνύομεν αὐτῷ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν λέγοντες· καὶ ἴδε καὶ τοῦτο δέ, ὦ κύριε, ἀναγκαῖον ὑπομνῆσαι ὡς πολλάκις οὐ δι' ἡμᾶς, ἀλλὰ διὰ τὸν σὸν ζῆλον ἐποίησας μεθ' ἡμῶν καίτοι ἀναξίων ὄντων καὶ παρέσχου τὰ σαυτοῦ ἐλέη· ποῦ τοίνυν ἐστὶν ὁ ζῆλός σου ἐκεῖνος καὶ ἡ ἰσχύς σου καὶ τὸ πλῆθος τοῦ ἐλέους σου; ἤδη γὰρ καὶ ἄλλοτε πολλάκις ἁμαρτησάντων ἡμῶν ἠνέσχου καὶ οὐδὲν θαυμαστόν, ἐπειδὴ ἅπαξ κατηξίωσας εἰπεῖν· «ὁ λαός μου τέκνα καὶ ὁ λαός μου υἱοί εἰσιν». ὡς οὖν πατὴρ τέκνων καὶ πρότερον ἠνέσχου, καὶ νῦν πάλιν ἀνάσχου· οὐ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ διακονεῖσθαι τῇ κατὰ σάρκα ἡμῶν ἔδοξε γενέσει, ἀληθεῖ δὲ λόγῳ σὺ πατὴρ ἡμῶν εἶ ἅτε «πατὴρ πάντων πνευμάτων» ὑπάρχων καὶ τῶν «κατ' εἰκόνα τὴν σὴν πεποιημένων» ψυχῶν. διὸ ῥύσασθαι ἡμᾶς ἀντιβολοῦμεν, ἐπείπερ τὸ ὄνομά σου κοσμεῖ ἡμᾶς. διὸ χαριζόμενος «τῷ σαυτοῦ ὀνόματι, ἵνα μὴ βλασφημεῖται παρὰ τοῖς ἔθνεσι», καταξίωσον ἡμᾶς τοῦ σοῦ ἐλέους. Ταῦτα εἰπὼν ὁ προφήτης ἐξ οἰκείου προσώπου καὶ τῶν ἐν τῷ λαῷ εὐλαβεστέρων καὶ ταῦτα προστίθησιν ἐκ προσώπου τῶν ἐν τῷ λαῷ φιλαιτίων καὶ φιλεγκαλημόνων οὐκ ὀκνούντων πολλάκις καὶ αὐτῷ καταμέμφεσθαι τῷ θεῷ. διό φασι· τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ὡς ἐκ προσώπου τοῦ λαοῦ ταῦτά φησιν· ὥσπερ γὰρ ἐσκλήρυνάς ποτε «τὴν καρδίαν Φαραώ», οὕτως φησὶ καὶ ἡμᾶς νῦν ἐσκλήρυνας ἀναξίους εἶναι κρίνας τοῦ φόβου σου, ἀλλὰ καὶ ἐπλάνησας ἡμᾶς σὺ αὐτός, ὦ κύριε, τοῦ μὴ γνωρίσαι τὴν ὁδόν σου. πλὴν ἀλλ' εἰ καὶ ἡμεῖς τοιοῦτοι, σὺ γοῦν ὡς θεὸς διὰ τοὺς δούλους σου, εἰκὸς γὰρ εἶναί τινας ἐν τῷ παντὶ πλήθει τοιούτους, ἐπίστρεψον, καὶ ἐπειδὴ κλῆρός σου κατηξιώθημεν ὀνομάζεσθαι, ἱκετεύομεν· Ἐπίστρεψαι διὰ τοὺς δούλους σου καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα κἂν διὰ τοὺς σοὺς δούλους καὶ τὰς φυλὰς τῆς κληρονομίας σου δυνηθῶμεν καὶ ἡμεῖς οἱ ἀνάξιοι μικρᾶς τινος μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ, οὗ παντελῶς νῦν ἀποπεπτώκαμεν, ἐπειδήπερ οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. Καὶ τοῦτ' ἔπραξαν διὰ τὸ σὲ ἀποστραφῆναι ἡμᾶς· οὕτω γοῦν καταλειφθέντες ἔρημοι τῆς σῆς ἐπισκοπῆς τοιοῦτοι νῦν ἐσμεν, ὁποῖοι καὶ πρὶν σὲ ἡμῶν ἄρξαι. ὡς γὰρ ἦν ποτε χρόνος, ὅτε «οὔτε προφήτας οὔτε ἱερέας οὔτε βασιλέας» οὔτε τι τῶν σῶν χαρισμάτων εἴχομεν, τὸν αὐτὸν τρόπον καὶ νῦν εἰς ἐκείνην κατέστημεν τὴν ἐρημίαν. ἦμεν δὲ τοιοῦτοι ἐν Αἰγύπτῳ μακρῷ διατρίψαντες χρόνῳ πρὶν καὶ Μωσέα ἡμῖν ἐπιστῆναι. τὸ τηνικαῦτα γὰρ οὐδὲ τὸ ὄνομά σου ἐκόσμει ἡμᾶς οὐδὲ «λαός σου» ἐχρηματίζομεν οὐδὲ «μερὶς κληρονομίας σου», καὶ νῦν δὲ ὁμοίως εἰς τὸ αὐτὸ περιέστημεν τέλος. ταῦτα πάντα ἔοικεν ἀναφέρεσθαι ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, ἐν ᾧ παντελῶς κατελείφθησαν διὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τολμηθέντα αὐτοῖς. νῦν γὰρ ὡς ἀληθῶς τοιοῦτοι γεγόνασιν ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν ὁ θεός. Ἀντὶ δὲ τοῦ· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἐγενήθημεν ὡς ἀπ' αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥήξας οὐρανοὺς κατέβης. ἀπὸ προσώπου σου ὄρη κατέρρευσεν, ὡς ἔκκαυσις πυρὸς ἐτάκη θάλασσα, ὕδατα ἐπτοήθησαν. τοιοῦτοι γοῦν φησι γεγόναμεν ὁποῖοι μηδὲ πώποτε πειραθέντες τῶν σῶν θαυμάτων, οἷς οὐκ ἔδειξας τὰ θαυμάσιά σου τὰ ἐπὶ Μωσέως γεγεννημένα. κατὰ δὲ τοὺς Ἑβδομήκοντα· τοιοῦτοι μὲν ἡμεῖς φησι γεγόναμεν ὁποῖοι ἦμεν πρὶν ἄρξαι σὲ ἡμῶν. πλὴν ἀλλ' ἴσμεν ἀκριβῶς καὶ πεπείσμεθα, ὅτι ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν θεὸς ὢν καὶ πάντα δυνατός, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τὰς ἀντικειμένας δηλαδὴ δυνάμεις τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ πυρός, ἀλλὰ καὶ πῦρ καταφάγεται τοὺς ὑπεναντίους τῆς σῆς θεότητος. ἔργῳ τε δειχθήσεται πᾶσι τοῖς ἐχθροῖς ἡ δύναμις τοῦ ὀνόματός σου, καὶ «τὰ ἔθνη δὲ τὰ σὲ μὴ εἰδότα τὸν θεόν», εἰ βουληθείης αὐτὸ μόνον διανοίξας τὸν σαυτοῦ οὐρανὸν ἐπισκοπῆσαι τοὺς ἐπὶ τῆς γῆς, ταραχθήσονται, καὶ τρόμος λήψεται ἀπὸ σοῦ τὰ προλεχθέντα ὄρη. Τοσαύτη πάρεστί σοι δύναμις, ὅθεν ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, τίς ἕτερος τοιοῦτος θεὸς οὐδὲ δυνάμεθα ψευδομαρτυρήσαντες εἰπεῖν ὡς ἄρα καὶ ἄλλον τινὰ τοιούτων ἔργων ποιητὴν τεθέανται ἡμῶν οἱ ὀφθαλμοὶ οὔτε οὖν θεὸν πλὴν σοῦ ἕτερον εἴδομεν οὔτε πράξεις θεϊκάς. ὁποῖα δὲ τοῖς σὲ ὑπομένουσιν ὁρᾶν παρέσχες, ὑφ' ἑτέρου γεγενημένα τιθέμεθα. ἔνθα γενόμενος ἐπίστησον, ὅπως θεὸν ὁρώμενον ὁ προφητικὸς εἰσάγει λόγος φάσκων ἐκ προσώπου τοῦ λαοῦ· οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ. καὶ μήν· «θεὸν οὐδεὶς ἑώρακε πώποτε», καί· «οὐδεὶς ὄψεται μου τὸ πρόσωπον καὶ ζήσεται», ἀλλ' ἔοικε τὸν Χριστὸν τοῦ θεοῦ διὰ τούτων αἰνίττεσθαι, τὸν δὲ ἐπὶ τῆς ἐρήμου χρηματίσαντα Μωσεῖ, τῷ τε παντὶ λαῷ ἑωραμένον διὰ τῆς ἐμφαινομένης τοῖς πᾶσι δόξης, περὶ ἧς εἴρηται· «καὶ ἑώρα πᾶς ὁ λαὸς τὴν δόξαν κυρίου». Τούτοις ἑξῆς ἐπιφέρει· ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, ὡσεὶ σαφέστερον ἔλεγεν, ἐπειδὴ ἡμάρτομεν ἡμεῖς, σὺ ὠργίσθης, ἀλλὰ καὶ ἐπλανήθημέν φησι, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς. εἰ δὲ καί τις ἐνομίσθη παρ' ἡμῖν εὑρίσκεσθαι δικαιοσύνη καὶ πρᾶξις δικαία, ἐρρυπωμένη καὶ αὐτὴ καὶ ἄτιμος ἐλήλεγκται. διόπερ ὡς ἄκαρπον δένδρον ἀποβαλὸν τοὺς καρποὺς τοιοῦτοι γεγόναμεν, ἀλλὰ καὶ ὡς φύλλα ἐξερρεύσαμεν πάντες καὶ διεσκεδάσθημεν «ὡς χοῦς ἀπὸ προσώπου ἀνέμου». Καὶ οὐδεὶς ἐν ἡμῖν εἴρηται τοιοῦτος ὡς ἐπικαλεῖσθαι τὸ ὄνομά σου καὶ δυσωπεῖν σε διὰ τῶν προσευχῶν δύνασθαι· οὐδὲ γὰρ ἀντέχεταί τις οὐδ' ἐν μνήμῃ τίθεται τὴν παρὰ σοῦ βοήθειαν. διὸ εὐλόγως ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν· πλὴν ὅμως καὶ μετὰ ταῦτά σε πάτερ γινώσκομεν, οὐκ ἀγνοοῦμεν δὲ καὶ ἑαυτοὺς ὡς οὐδὲν διενηνώχαμεν πηλοῦ, οὗ σὺ μόνος πλάστης γέγονας, καὶ ὀστράκου δὲ εὐθραύστου σκεύους κατ' οὐδὲν διαφέρομεν ἄλλοτε ἄλλως ῥηγνύμενοι καὶ συντριβόμενοι. διὸ ἀπιδόντας σε τῇ σαθρότητι τῆς ἡμετέρας ἀσθενείας ἀντιβολοῦμεν νεῖμαι συγγνώμην τοῖς ἡμαρτημένοις ἀνενέγκαντα τῇ μνήμῃ, ὡς σός ποτε λαὸς ἐχρηματίσαμεν καὶ σὴ πόλις, ἣ νῦν ἔρημος, καὶ σὸν ἁγιαστήριον, τὸ νῦν καθῃρημένον, καὶ ὡς ὁ οἶκος τοῦ ἁγιάσματός σου μεταβέβληται εἰς κατάραν καὶ πυρὶ παραδέδοται ὁ ὑπὸ τῶν πατέρων ἡμῶν εὐλογηθεὶς τόπος, κατὰ δὲ τὸν Σύμμαχον· ἔρημός φησιν ἐγένετο Ἰερουσαλήμ, εἰς ἀφανισμὸν ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, ὅπου ὕμνησάν σε οἱ πατέρες ἡμῶν, ἐγένετο εἰς καῦσιν πυρός, καὶ πᾶν τὸ ἐπιθυμητὸν ἡμῶν ἐγένετο εἰς ὄνειδος. μὴ ἐπὶ τούτοις ἐγκρατεύσῃ, κύριε, καὶ σιγήσῃς καὶ ταπεινώσῃς ἡμᾶς ἕως σφόδρα;
2.55.1
Πρὸς τὰς προεκτεθείσας φωνὰς δι' ὧν ἐκ προσώπου τοῦ λαοῦ ἱκετηρίαι ἀνεπέμποντο καὶ ἐξομολογήσεις ἤδη δὲ καὶ ὡσπερεὶ μέμψεις τῶν εἰρηκότων· «πεπλάνηκας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε», ἀπόκρισις διὰ τοῦ προφητικοῦ πνεύματος δίδοται τοῦτον ἔχουσα τὸν νοῦν· καὶ πῶς οἷόν τε ἦν ἐμὲ «τὸν μὴ βουλόμενον» «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ» τοὺς τὰ τοιαῦτα εὐχομένους καὶ ἐξομολογουμένους ὑπερορᾶν; πῶς δὲ δυνατὸν ἐμὲ τὸν ἀπὸ πλάνης ἐπὶ τὴν ἀλήθειαν ἐπιστρέφειν πάντας ἀνθρώπους ἐθέλοντα τὸν καὶ «τοὺς πίπτοντας ἀνίστασθαι» παρακαλοῦντα ὑμᾶς «ἀποπλανᾶν τῆς ἐμῆς ὁδοῦ» ἢ «τὰς καρδίας ὑμῶν σκληρύνειν τοῦ φοβεῖσθαί με»; καὶ μὴν εἴ τις ἐθέλοι φιλαλήθει λογισμῷ τὴν ἐμὴν ὁρᾶν φιλανθρωπίαν, εὕροι ἂν φθάνοντά με ταῖς εὐεργεσίαις καὶ τοὺς μακρὰν ἀφεστῶτας τῆς ἐμῆς γνώσεως. αὐτίκα δ' οὖν τοῖς ἐκτὸς μηδὲ πώποτε ἐρωτήσασί με ἐμφανῆ κατέστησα ἐμαυτὸν δι' ὑπερβάλλουσαν φιλανθρωπίαν, ὥστ' ἤδη τοὺς ἀλλογενεῖς καὶ ἀλλοφύλους τὴν ἐμὴν γνῶσιν ἀνειληφέναι καίπερ μηδὲν εἰς τοῦτο συμβαλλομένους. ἀλλὰ καὶ τοῖς μὴ ζητήσασι τὴν ἐμὴν χάριν ταύτης μετέδωκα φθάσας τε τὰς ἑτέρων παρακλήσεις· πρὶν καὶ εὔξασθαι, πρὶν καὶ ἱκετεῦσαι αὐτούς, εἶπον Ἰδού εἰμι. Ὁ τοίνυν καὶ περὶ τοὺς ἀλλοτρίους τῆς ἐμῆς γνώσεως οὕτω χρηστὸς καὶ ἀγαθὸς πεφυκὼς πῶς ἂν περὶ ὑμᾶς ὠμός τις καὶ ἀπηνὴς καὶ ἀδικώτατος ἐφάνην; καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς ἐμαυτοῦ χάριτος καὶ πρώτοις ὑμῖν τὰς ἐμαυτοῦ χεῖρας ἐξεπέτασα προσκαλούμενος καὶ ἐναγκαλιζόμενος ὡς ἂν ἐμαυτοῦ γνησίους υἱούς· ὑμεῖς δὲ ἀπειθοῦντες διετελεῖτε καλοῦντός τε καὶ παρακαλοῦντος ἐμοῦ σπεύδειν ἐπὶ τὴν παρ' ἐμοὶ σωτηρίαν. Ὑμεῖς τὴν ἐναντίαν ὡδεύσατε πολυπλασιάζοντες τὰ ἑαυτῶν κακά. ἢ οὐχ ὑμεῖς ἐστε ἐκ τοῦ παντὸς αἰῶνος παροξύνοντές με οἱ τὸν καθηγιασμένον ἐμοὶ νεὼν ἐγκαταλείποντες, εἰδωλολατρίᾳ δὲ καὶ πολυθέῳ πλάνῃ ἐκδότους ἑαυτοὺς παρέχοντες ὡς θυσιάζειν μὲν ἐν τοῖς κήποις, θυμιᾶν δὲ πνεύμασιν ἀκαθάρτοις καὶ πονηροῖς δαιμονίοις ἐν τοῖς ἐκ πλίνθων κατεσκευασμένοις ὑμῖν βωμοῖς, ἀλλὰ καὶ ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις ἐγκαθεύδοντες; τοιαῦτα δὲ ἦν τὰ νομιζόμενα τῶν θεῶν ἱερὰ τὰς μαντείας ἑαυτοῖς περινοεῖτε. τί γὰρ ἄλλο ἢ τοῖς πάμπαν ἀνόμοις καὶ ἀλλογενέσιν ὁμοιούμενοι καὶ χοιρείων ἤδη κρέων ἐμφορεῖσθε καὶ πάντα τὰ κατὰ τοὺς οἴκους ὑμῶν σκεύη μιαραῖς μολύνειν θυσίαις οὐκ ἀποκνεῖτε. Καὶ τὸ χείριστον, ἐφ' ᾧ καὶ μάλιστα θυμοῦ πληροῦσθαι καὶ ἀγανακτεῖν ἄξιον, ὅτι δὴ ἐπὶ τοῖς αὐτοῖς ὡς ἂν ἐπ' ἀγαθαῖς πράξεσι σεμνυνόμενοι πάντων ἀνθρώπων καθαρώτεροι εἶναι διέκεισθε, ὡς μηδὲ βούλεσθαι πλησιάζειν τοῖς τυχοῦσι μηδὲ τῶν πέλας ἐφάπτεσθαι καταξιοῦν, λέγειν δὲ τοῖς προσιοῦσι· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. ἄρ' οὖν ἐπὶ τούτοις οὐ δικαιότατα κινηθήσεται κατ' αὐτῶν ὁ λεγόμενος θυμὸς τοῦ θεοῦ, ἡ τιμωρητικὴ δηλαδὴ δύναμις, καὶ τὸ κατ' αὐτῶν ἐξάψον πῦρ; Ἀναγέγραπται γὰρ τοῦτ' ἔστιν ἐνώπιόν μου οὐδὲ παρελθεῖν ἐστὶν αὐτά, ἔστ' ἂν τὴν ὑπὲρ αὐτῶν ἀποτίσωσι τιμωρίαν, καὶ οὐ τὴν ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν οἱ πατέρες αὐτῶν ἠσέβουν ἄρτι μὲν θυμιῶντες ἐπὶ τῶν ὀρέων καὶ αὐτοὶ καὶ ἐπὶ τῶν βουνῶν εἰδωλολατροῦντες, ἄρτι δὲ χλευάζοντες τοὺς ἐμοὺς νόμους, ἃ δὴ κατὰ καιρὸν εἰς τὸν αὐτῶν ἀποδοθήσεται κόλπον. Εἴρηται δὲ τὰ λελεγμένα κατὰ τῶν ἀσεβούντων ἐν τῷ λαῷ, ὡσεί τις εὑρεθείη ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα ἐλεύθερος ἔσται τῶν εἰρημένων, εἰ γὰρ καὶ «ὁ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ», «ἀντὶ σταφυλῆς» «ἐποίησεν ἀκάνθας» καὶ «ἀντὶ κρίσεως» «ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». καὶ εἰ τούτων ἕνεκα ἐρημία καὶ ἀφανισμὸς παντελὴς κατ' αὐτοῦ ὥρισται, ἀλλ' εἴ πού τις ἐν τῇ τοσούτων ἀπωλείᾳ εὑρεθείη ὡς ἐν βότρυι ξηρῷ ὑγιὴς καὶ ἐρρωμένος ῥώξ, οὐ διαπεσεῖται παρ' ἐμοὶ κριτῇ οὗτος οὐδὲ συναπολεῖται τοῖς ἀπολλυμένοις διὰ τὸ μετέχειν αὐτὸν εὐλογίας. οὕτω δ' ἔσται ὁ ῥὼξ οὗτος τίμιος παρ' ἐμοὶ ὅσῳ καὶ σπάνιος. κατὰ τοῦτο δὴ τὸ παράδειγμα καὶ ἐπὶ τοῦ παντὸς ἔθνους ποιήσω, εἴ πού τις εὑρεθείη ἐν αὐτοῖς σωτηρίας ἄξιος. διὸ οὐ μὴ ἀπολέσω πάντας, ἀλλὰ τὸν ἐν αὐτοῖς δουλεύοντά μοι ἐξάξω ἀφορίσας τῶν ἀπολλυμένων, καὶ ἔσται οὗτος σπέρμα ἐξ Ἰακὼβ σπέρμα ζώπυρον καὶ χρήσιμον, δυνάμενον καὶ εἰς ἑτέρων χρησιμεῦσαι καρποφορίαν. οἷον ἦν καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον τό· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὲ τὸ ἀγαθὸν καὶ σπάνιον σπέρμα, δηλαδὴ ὁ ἀποστολικὸς χορὸς τοῦ πλήθους τῶν ἀπολλυμένων ἀφορισθείς, κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, ὃ δὴ καὶ γνωρίζειν ὡμολόγουν φάσκοντες· «προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ», κἀκείνην φησὶ τὴν ἐπουράνιον κληρονομίαν ἀπολήψονται οἱ ἐκλεκτοί μου καὶ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ, πάλιν κἀνταῦθα ἐκλεκτοὺς καὶ δούλους αὐτοῦ τοὺς ἀποστόλους σημάνας οἵτινες ῥῶγες εὕρηνται, οὓς ἐκλεξάμενος ὡσπερεὶ φυλακὴν ἑτέρων καὶ «σπέρμα ἅγιον» καὶ ἐκλεκτὸν ὠνόμασεν. Δι' ὧν καὶ τὰ ἑξῆς ἐπληροῦτό τινα δὲ ταῦτα· καὶ ἔσονταί φησιν ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων· δρυμὸν δὲ εἴωθεν ἡ γραφὴ τὸ πλῆθος τῶν ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν ὀνομάζειν, ἐν οἷς ἐπαύλεις ποιμνίων ἔσεσθαι θεσπίζει τὰς ἐκκλησίας τῶν τοῦ θεοῦ προβάτων αἰνιττόμενος. ἀλλὰ καὶ ὥσπερ ποτὲ ἡ φάραγξ Ἀχὼρ γέγονεν ἀνατεθεματισμένη, ἔνθα ὡς ἡ ἱστορία Ἰησοῦ τοῦ Μωϋσέως διαδόχου περιέχει. ὁ Ἀχὼρ σὺν ὅλῳ τῷ γένει, δι' ἣν ἔπραξε παρανομίαν, ἀπώλετο ἐν τῇ φάραγγι λίθοις βληθεὶς καὶ ἀνάθεμα γενόμενος. τοιαύτη τις ἦν καὶ αὐτῶν ἀνατεθεματισμένων ἡ χώρα τῶν ἀθέων, δηλαδὴ καὶ ἀλλοφύλων ἐθνῶν. ἀλλὰ καὶ αὕτη εἰς ἀνάπαυσιν ἔσται βουκολίων τῷ λαῷ μου τῷ ἐκζητήσαντί με· λαὸς δὲ ὁ ἐκζητήσας αὐτὸν ὁ ῥὼξ ἦν καὶ τὸ ἀνωτέρω εἰρημένον σπέρμα οἱ ἐκλεκτοὶ δοῦλοι αὐτοῦ, δι' ὧν βουκόλια βοῶν καὶ ποίμνια συστήσεσθαι οὐκ ἐν τῷ Ἰσραὴλ οὐδὲ ἐν τῇ Ἰουδαίων χώρᾳ, ἀλλ' ἐν τῷ δρυμῷ καὶ ἐν τῇ λεχθείσῃ φάραγγι Ἀχὼρ προφητεύει. Ταῦτα μὲν οὖν περὶ τούτων, πάλιν δὲ πρὸς τὸ πλῆθος τὸ Ἰουδαϊκὸν ὁ λόγος ἀποτείνεται φάσκων· ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, τὸ πολλάκις ἡμῖν δεδηλωμένον. οἱ τῇ τῶν ἐθνῶν συναπτόμενοι εἰδωλολατρίᾳ ὡς καὶ τῇ τύχῃ παρ' αὐτοῖς ὀνομαζομένῃ παρασκευάζειν τράπεζαν καὶ τῷ δαιμονίῳ τῷ ἐμφωλεύοντι τῷ τῆς λεγομένης τύχης ἀγάλματι ἱστάναι κέρασμα ἐπακούσατε τὰ περιμένοντα ὑμᾶς, παραδοθήσεσθε μαχαίρᾳ πολεμικῇ πάντες. καὶ εἰ ἔροιτό τις ὑμῶν Διὰ τί; διὰ τόδε φημί, ἵνα τὰ λοιπὰ παρέλθω, ἐπειδὴ αὐτὸς ἐγὼ τῆς ἐμαυτοῦ παρουσίας κατηξίωσα ὑμᾶς αὐτούς, πρώτους δὲ ὑμᾶς περὶ ἐμαυτοῦ κέκληκα, ὑμεῖς δὲ οὐχ ὑπηκούσατε. ὃ δὴ καὶ πρὸ τούτου ᾐτιώμην λέγων· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων»; καὶ νῦν αὖθίς φημι· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. ἄρ' οὖν πρώτους ὑμᾶς ἐκάλουν καὶ πρώτους κατηξίουν τῆς ἐμῆς χάριτος, ὑμεῖς δὲ ἦτε ἀνήκοοι καὶ ἀπειθεῖς, πῶς οὖν καταμέμφεσθε ἐπαιτιώμενοι καὶ ἐγκαλοῦντες καὶ λέγειν τολμῶντες· «ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου»; διὸ τὴν δυσσεβῆ ταύτην φωνὴν ἀπελέγχων ἤδη καὶ πρότερον ἔφην ὡς ἄρα· «Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν», εἶτα· «ἰδοὺ εἶπα τοῖς μὴ ἐπικαλεσαμένοις τὸ ὄνομά μου» «Ἰδού εἰμι». ὑμεῖς πᾶν τοὐναντίον ἐπράττετε καλούμενοι καὶ προτιμώμενοι καὶ οὐδαμῶς ὑπακούοντες, ἀλλ' ἐνυβρίζοντες τὴν πρώτοις ὑμῖν ἀπονεμηθεῖσαν ἐξ ἐμοῦ χάριν.
2.56.1
Εὐαγγελισάμενος ὁ λόγος τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐκλεχθησομένους καὶ δίκην ἀγαθοῦ σπέρματος φυλαχθησομένους εἰς ἑτέρων φυτείαν καὶ καρποφορίαν καὶ ὡς αὐτοὶ οὗτοι ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων συστήσουσι καὶ «ἐν τῇ φάραγγι Ἀχὼρ» τῇ ἀποδοθείσῃ «βουκολίων ἀναπαύσεις» ποιήσουσιν, εἶτ' αὖ διαστειλάμενος τῷ λοιπῷ πλήθει τῶν ἀπολλυμένων τὰ ἑξῆς ἐπενηνεγμένα πάλιν πρὸς αὐτοὺς τὰς προκειμένας ποιεῖται κατηγορίας διδάσκων, ὡς δικαιοσύνης ζυγῷ πάντα πράττων ὁ θεὸς οὐδαμῶς μὲν παρόψεται τοὺς ὅποι δήποτε αὐτῷ δουλεύοντας, ἐξ οἵου δ' ἂν ἔθνους εἶεν. πάντας γὰρ ἁπλῶς ἅπαξ τοὺς δουλεύειν αὐτῷ προῃρημένους παραδέξεται καὶ τούτοις παρέξει τὴν ἐπουράνιον τροφήν, τὸν λόγον τὸν σωτήριον τὸν εἰρηκότα· «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». οὗτοι μὲν οὖν τῷ λεχθέντι «ἄρτῳ» τραφήσονται καὶ ἐμπλησθήσονται, ὑμεῖς δέ φησιν, οἱ μὴ τὴν ἐμὴν ἀποδεξάμενοι χάριν ἐν ἐνδείᾳ λογικῆς τροφῆς λιμώξετε. καὶ πάλιν οἱ μὲν ἐμοὶ δουλεύοντες ποτοῦ ζωῆς ἀθανάτου πλησθήσονται, περὶ οὗ λέλεκται· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». ὑμεῖς δὲ οἱ τὴν ἐμὴν «ἀθετήσαντες χάριν», ἅτε «τὴν πηγὴν τῆς ζωῆς καταλιπόντες», διψήσετε, καὶ αὖθις οἱ μὲν ἐμοὶ δουλεύοντες ἀκολούθως τῷ ποτῷ καὶ τῇ τροφῇ, ἧς ἠξιώθησαν εὐφροσύνης ἐνθέου μεταλήψονται, ὑμεῖς δὲ οἱ τὴν ἐμὴν χάριν διαπτύσαντες, τούτων πάλιν στερισκόμενοι αἰσχυνθήσεσθε, ἀλλὰ καὶ οἱ δουλεύοντές μοι πρὸς τοῖς λεχθεῖσιν ἀγαλλιάσονται ἐν εὐφροσύνῃ χαίροντες τῇ ψυχῇ δικαίως, ἅτε τοσούτων ἀγαθῶν ἠξιωμένοι, ὑμεῖς δὲ τούτους θεώμενοι τούτων ἀπολαύοντας κεκράξεσθε ἀπὸ πόνου ψυχῆς καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. μικρὸς μὲν γὰρ ἦν ὁ τῶν σωμάτων πόνος παραβαλλόμενος τῷ ἀπὸ καρδίας, διὸ οὐ τὸ σῶμα, τὴν δὲ καρδίαν αὐτὴν πονήσετε, ἀλγοῦντες καὶ μονονουχὶ κραυγὰς καὶ φωνὰς ἀφιέντες ὡς ἂν ἐπὶ ἀπολωλόσιν ἑαυτοῖς. Ἀντὶ δὲ τοῦ· καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονήν, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως εἰς ὅρκον ἐκδεδώκασιν. ἐπὶ τῶν τὰ δεινὰ πεπονθότων εἰώθασιν ὀμνύειν· εἰ μὴν μὴ πάθοιμεν τὰ ἴσα ὡς οἵδε πεπόνθασι, τὸν αὐτὸν τρόπον τὸ ὄνομα ὑμῶν ὅρκος γενήσεται τοῖς ἐκλεκτοῖς μου φευκτοῦ καὶ τοῦ ὀνόματος ὑμῶν γενησομένου διὰ τὰ συμβησόμενα ὑμῖν ὅθεν ἔσται τοῖς ἐκλεκτοῖς μου εἰς ὅρκον τὸ ὑμέτερον ὄνομα καὶ ἡ τῶν ὑμετέρων κακῶν μνήμη. τέλος δὲ τῶν καταληψομένων ὑμᾶς κακῶν ἔσται ὁ ἐξ αὐτοῦ τοῦ θεοῦ ἐπελευσόμενος ὑμῖν θάνατος χωρισμὸς ὢν οὐ ψυχῆς ἀπὸ σώματος, ἀλλὰ τῆς ἀθανάτου ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ στέρησις. ταῦτα μὲν οὖν ὑμᾶς ἐκδέξεται, τοῖς δὲ δουλεύουσί μοι ἐξ ὁποίου δ' ἂν γένοιντο ἔθνους τὰ ἐπηγγελμένα χαρισθήσεται. εἰ δὲ περιεργότερον ἐθέλοιτε μαθεῖν τίνες εἶεν οὗτοι οἱ μέλλοντές μοι δουλεύειν καὶ τί αὐτοῖς ὄνομα, γινώσκετε ὅτι οὔπω μὲν εἰς φανερὸν τοὔνομα αὐτῶν ὁ θεὸς βούλεται ἀγαγεῖν· τοσοῦτον δὲ μόνον σημαίνει ὡς οὔτε Ἰσραὴλ κληθήσονται οὔτε Ἰακὼβ οὔτε Ἰουδαῖοι οὔθ' ὅλως τιδὴ τῶν ἀνθρώποις ἤδη συνεγνωσμένων. καινὸν γάρ τι καὶ νεώτερον αὐτοῖς ἐπιτεθήσεται ὄνομα ξένον καὶ μηδὲ πώποτε ἀκουσθέν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. εἰ γάρ τις καὶ ἄλλη πλήθους ποιητικὴ τυγχάνει εὐλογία παρὰ θεοῦ, ταύτης τεύξεται τὸ ὄνομα τὸ ἐπιτεθησόμενον τοῖς δουλεύουσί μοι. ὅθεν μηδεὶς πολυπραγμονείτω τέως πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, εὐλογηθέντες δὲ οἱ εἰρημένοι διατελοῦσι καὶ αὐτοὶ τὸν ἀληθινὸν θεὸν εὐλογοῦντες. ἀντὶ δὲ τοῦ· τὸν θεὸν τὸν ἀληθινόν, ὁ μὲν Ἀκύλας· καὶ τοῖς δούλοις αὐτοῦ φησι καλέσει ὄνομα ἕτερον, ᾧ ὁ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται πεπιστωμένως, ὁ δὲ Σύμμαχος· τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ θεῷ ἀμήν. ὥσπερ γάρ φησιν εὐλογήσουσιν αὐτοὶ τὸν θεὸν τὸν ἀληθινόν, οὕτως εὐλογηθήσονται πεπιστωμένως, ἢ κατὰ τὸν Σύμμαχον· ἀμήν. ἀλλὰ καὶ ὀμνύοντες ἐπὶ τῆς γῆς, οἱ μέλλοντές μοι δουλεύειν, ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν, οὐκέτι τοὺς πεπλανημένως αὐτοῖς νομιζομένους θεούς, ἀλλὰ τὸν ἀληθινὸν μαθόντες παρὰ τοῦ σωτῆρος αὐτὸν εἰδέναι «μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλε κύριον Ἰησοῦν Χριστόν». τούτων δὲ τυχόντες οἱ μέλλοντες αὐτῷ δουλεύειν ἐπιλήσονται τὴν θλῖψιν τὴν πρώτην, ᾗ ὑπέκειντό ποτε τοῖς πονηροῖς δαίμοσιν ὑποτεταγμένοι, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν ἡ τῆς εἰδωλολάτρου πλάνης ταλαιπωρία, μεταβαλόντες δὲ ὡς ἀπὸ σκότους εἰς φῶς λήθην ποιήσονται τῆς προτέρας καταστάσεως. Καὶ οὕτως ἔσται αὐτοῖς ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή· ἄλλως μὲν γάρ ποτε ὁρῶντες τὸν οὐρανὸν «ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα» καὶ τὴν γῆν ὁμοίως ἐθεοποίουν καὶ τοὺς ἐκ ταύτης βλαστῶντας καρπούς, νῦν δ' ὅτε καινὸν ὄψονται τὸν οὐρανὸν καὶ τὴν γῆν «ἔργα χειρῶν θεοῦ» αὐτὰ εἶναι ὁμολογοῦσιν, οὐκέτι θεοὺς εἶναι νομίζουσι. διὸ ἐπιφέρει· οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσι, τὴν τῶν ἀγαθῶν πηγὴν ἀπειληφότες. τότε δὲ ποιήσω αὐτοῖς ἐγὼ αὐτὸς ὁ πάντα ποιεῖν δυνατὸς θεὸς τὴν Ἰερουσαλὴμ ἀγαλλίαμα· αὐτὸ γὰρ τὸ ἀγαλλίαμα καὶ αὐτὴ ἡ κατὰ θεὸν εὐφροσύνη καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς. Ἰερουσαλὴμ καὶ τὸν λαόν μου δὲ ἐν εὐφροσύνῃ θήσω, αὐτὸν ἐκεῖνον τὸν καινόν, ᾧ τὸ καινὸν ὄνομα θήσειν ἐπηγγειλάμην. Καὶ αὐτὸς δὲ ἐγὼ ὁ θεὸς ἀγαλλιάσομαι, τὴν Ἰερουσαλὴμ ἐκείνην, δηλαδὴ τὸ θεοσεβὲς πολίτευμα τῶν μελλόντων μοι δουλεύειν θεωρῶν, πολὺ κρείττονα τῆς σωματικῆς Ἰερουσαλὴμ εἶναι αὐτὴν παρ' ἐμαυτῷ κρίνας. διὸ ἀγαλλιάσομαι ἐπ' αὐτῇ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· τοιαῦτα δὲ πράξει ἡ τότε θεοσεβὴς πολιτεία «τῶν δουλευόντων μοι», ὡς μηκέτι ἀκούεσθαι ἐν αὐτοῖς ἔργα καὶ πράξεις κλαυθμοῦ καὶ κραυγῆς ἄξια, οὐδὲ γενήσεται ἐκεῖ ἄωρος καὶ πρεσβύτης· πάντες γὰρ τῆς παρ' ἐμοὶ ἀναστάσεως τυχόντες κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» ἥξουσι καὶ πάντες ἔσονται ἀκμαῖοι τὰς ψυχάς, ὡς μήτε ἄωρον νήπιον καὶ ἀτελὲς μήτε ὑπερβεβηκότα καὶ γεγηρακότα ἐν αὐτοῖς εὑρίσκεσθαι· πάντες δ' ὁμήλικες ὡς ἂν ὑφ' ἕνα καιρὸν τῆς ἀναστάσεως τευξόμενοι καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες. διὸ τέλειος μὲν ἔσται καὶ ἀκμαῖος ὡσανεὶ ἑκατὸν ἐτῶν ὁ σῳζόμενος νέος, ἰσῆλιξ δὲ πάλιν αὐτῷ ἔσται ὁ ἀπολλύμενος ἁμαρτωλός· ὥσπερ γὰρ εἰς ἕνα καιρὸν ἀναβιώσαντες καὶ ὁμήλικες γενόμενοι διὰ τὴν ἰσόχρονον ἀνάστασιν οἱ μὲν τεύξονται «ζωῆς τῆς αἰωνίου», οἱ δὲ «τῷ δευτέρῳ θανάτῳ» παραδοθήσονται «κολάσει» καὶ τιμωρίᾳ ψυχῆς ὑποβληθέντες. θαυμαστῶς δὲ ἑκατὸν ἐτῶν τὸν νέον τὸν σῳζόμενον εἰπὼν καὶ τὸν ἁμαρτωλὸν ὡσαύτως ἑκατὸν ἐτῶν φήσας τὸ ἴσον τοῦ χρόνου τῆς ἐκ νεκρῶν ἀναστάσεως παρέστησεν. ἔσται οὖν ὁ ἁμαρτωλὸς καὶ αὐτὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται, ἀκμαῖος καὶ ὡς ἐν κακίᾳ τέλειος ἀποθνῄσκων τῇ αὑτοῦ ἁμαρτίᾳ, ὅ τε νέος πάλιν ἑκατὸν ἐτῶν καὶ αὐτὸς τέλειος ἐν τελείοις εἰς σωτηρίαν παραλαμβανόμενος. Οὗτοι δὲ αὐτοὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι· τοῖς γὰρ ἑαυτῶν ἔργοις καὶ ταῖς οἰκείαις πράξεσι ποριοῦνται ἑαυτοῖς «τὰς μονὰς τὰς παρὰ τῷ πατρί», ἀλλὰ καὶ «τοὺς πόνους τῶν καρπῶν αὐτῶν φάγονται»· διόπερ ὅσα γεωργήσαντες συνήγαγον, ταῦτα εὑρήσουσι καὶ ἐξ αὐτῶν τραφήσονται οὐκέτι ἀγωνιῶντες, μὴ ἀλλότριοι τοὺς πόνους αὐτῶν ἁρπάσωσι. διὸ εἴρηται· οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοι φάγονται, ἀλλ' εἰς ἄπειρον αἰῶνα ἐν ἀθανάτῳ εὐζωΐᾳ διάξουσι. διὸ λέλεκται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, τὸ ξύλον δὲ εἴρηται «ἐν τῷ παραδείσῳ τοῦ θεοῦ πεφυτεῦσθαι»· δείκνυνται τοιγαροῦν οὐκ ἔξω τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνουσαι αἱ ἐπαγγελίαι. καὶ τὴν αἰώνιον δὲ καὶ ἀθάνατον ζωὴν σαφῶς παρέστησεν εἰπών· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, ξύλον δὲ ζωῆς καὶ ἄλλως Σολομὼν ἐδίδαξεν εἶναι τὴν σοφίαν τοῦ θεοῦ εἰπών· «ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής». εἰ δ' ἡ σοφία τοῦ θεοῦ ἀΐδιός ἐστι καὶ «πηγὴ ζωῆς αἰωνίου», τοιαύτας δ' ἔσεσθαι τὰς ἡμέρας τοῦ λαοῦ ὁ λόγος ἐπαγγέλλεται. τί ἕτερον ἢ τὴν ἀνωτάτω μακαριότητα αὐτοῖς θεσπίζει; ταῦτα δέ φησι ποιήσω τῷ λαῷ μου «καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου»· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, δι' ὧν ἁπάντων σαφῶς ἕτερον λαὸν εἰσάγει ἑαυτῷ παρὰ τὸ Ἰουδαίων ἔθνος. ἀλλὰ καὶ τὰ ἔργα φησὶ τῶν πόνων αὐτῶν παλαιώσουσιν· οὐ γὰρ αὐτοὶ παλαιωθήσονται οὐδ' ἑτέροις καταλείψουσι μέλλοντες αὖθις μεθίστασθαι τοῦ βίου τοὺς ἑαυτῶν πόνους, ἀλλ' αὐτοὶ τὰ ἔργα τῶν πόνων αὐτῶν εἰς ἑαυτοὺς ἀναλήψονται καὶ τοῖς οἰκείοις καρποῖς ἐντρυφήσουσι. Ταῦτα δὲ πάντα ἐπαγγέλλεται ὁ θεὸς οὐ τοῖς τυχοῦσιν οὐδὲ «τοῖς κλητοῖς» «πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί». διὸ τοῖς ἐκλεκτοῖς προαναφωνεῖ λέγων· οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· εἰ γὰρ καί τινες ἔσονται κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν κόποι σωτήριοι καὶ ἀγαθοὶ καὶ ἡδεῖς, ὁποίους πάντως που καὶ ἡ ἀγγελικὴ τάξις ὑπομένει, ἀλλ' οὐκ ἐπικενῶς ἔσται τὰ τῆς ἐργασίας αὐτοῖς· «μισθὸς» γὰρ αὐτοῖς «ἄξιος» τεθησαύρισται. καὶ τὰ γεννήματα δὲ αὐτῶν οὐκ ἔσται εἰς κατάραν, γεννήματα δὲ νοήσωμεν τῶν ψυχῶν τοὺς λογισμοὺς καὶ τῆς διανοίας τοὺς καρπούς, οὓς κατάρας ἔσεσθαι ἀλλοτρίους, εὐλογίας δὲ ἀξίους θεσπίζει. καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον ἐστὶν ὑπὸ τοῦ θεοῦ· δύναται δὲ ταῦτα καὶ εἰς τὸν παρόντα βίον ἐκλαμβάνεσθαι, τοῦ λόγου πάλιν ἐξ ὑπαρχῆς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττομένου διὰ τοῦ· οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ἔστι γὰρ ὀφθαλμοῖς παραλαβεῖν τῶν ἀποστόλων τοὺς κόπους οὐκ εἰς κενὸν γεγενημένους ἀπὸ τῆς ὑπ' αὐτῶν ἱδρυθείσης καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίας. καὶ τὰ τέκνα δὲ αὐτῶν τὰ ἐν Χριστῷ ἀναγεννηθέντα «διὰ λουτροῦ παλιγγενεσίας» νοήσομεν, ὅπως οὐκ εἰς κατάραν γεγέννηνται παραθέντες τὴν εἰς τὸν Ἀδὰμ εἰρημένην κατάραν, καὶ ὡς τῇ γυναικὶ εἴρητο· «ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου». ἀλλ' ἐκεῖνοι μὲν οὕτως ἐτεκνοποίουν κατὰ σάρκα γεννῶντες, οἱ δὲ ἐκλεκτοὶ τοῦ θεοῦ οὐχ οὕτως, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν τὸ εὐαγγελικόν, ὃ κατέσπειραν ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ θεοῦ, εὐλογημένον γεγένηται τοῖς δ' αὐτοῖς τούτοις, δηλαδὴ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ ἀποστόλοις καὶ μαθηταῖς καὶ εὐαγγελισταῖς τοῦ σωτῆρος ἡμῶν. Καὶ ἄλλο τι ἐπαγγέλλεται φάσκων· καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν; ἃ δὴ καὶ ἐπληροῦτο ἐπὶ τῶν πράξεων τῶν ἀποστόλων· «πολλὰ σημεῖα καὶ τέρατα» ἐνηργεῖτο τοῦ θεοῦ αὐτοῖς παρεστῶτος, ὧν τοιαῦτα ἐνεργούντων ἀκολούθως ἡ τῶν ἀλλοφύλων ἐθνῶν ἐγίνετο ἐπιστροφή. καὶ οἱ μὲν πρότερον ἁρπακτικοὶ καὶ θηριώδεις ὡς λύκοις παραβάλλεσθαι μεταβαλόντες ἐπὶ τὸ ἥμερον ἀρνίοις καὶ βουσὶ συνηγελάζοντο ὡς μιᾶς καὶ τῆς αὐτῆς μεταλαμβάνειν τῆς ἀπὸ τῶν θείων ἀναγνωσμάτων λογικῆς τροφῆς, οἱ δὲ τοῖς τρόποις λέοντος οὐδὲν διαφέροντες οὐκέτι σαρκοφάγοις οὐδὲ ὠμοβόροις θηρσὶν ἐοικότες δίκην βοῶν καὶ αὐτοὶ τὴν ἀπὸ τῆς ἐνθέου διδασκαλίας πόαν ἤσθιον. καὶ ὁ πάλαι δὲ πρότερον ὀφιώδης καὶ ἰοῦ μεστὸς ἀνὴρ ἀποπτύσας τὴν ἐν ἑαυτῷ κακίαν ἄρτον φάγεται τροφῇ λογικῇ καὶ ἀνθρωπίνῃ χρώμενος, ἀνθ' ἧς ἤσθιε πρότερον γῆς. οὕτω δὲ οἱ θῆρες οὗτοι ἐξημερωθήσονται ὡς μηδένα ἀδικεῖν μηδὲ λυμαίνεσθαί τινα ἐν τῷ ὄρει τοῦ θεοῦ, ἐν ᾧ καὶ αὐτοὶ τὰς διατριβὰς ἕξουσι διὰ τὴν τῶν τρόπων μεταβολήν. ἄξιον δὲ πρὸς Ἰουδαίους σωματικώτερον ταῦτα ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ ἔσεσθαι, προσδοκῶντας εἰπεῖν πρῶτον ὅτι οὐδεμία ἐν τούτοις ἀγαθῶν μνήμη περὶ αὐτῶν φέρεται, ἀλλ' ἔλεγχοι καὶ ὀνειδισμοὶ καὶ τῶν ἀσεβημάτων αὐτῶν κατηγορίαι. ἔπειτα τί τὸ ἀναγκαῖον ἐν τῷ ὄρει τῷ ἁγίῳ καὶ ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ λέοντας εἶναι καὶ λύκους καὶ ὄφεις; ποίαν δὲ ταῦτα παρέξει χρείαν τοῖς τότε τί δὲ θεοῦ ἄξιον ἐπαγγελίας, ἵνα ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ ὄφεις καὶ λέοντες καὶ λύκοι τοῖς μακαρίοις συνδιατρίβωσιν, ἀλλὰ σαφῶς ταῦτα ἐπὶ τρόπους ἀναφέρεται ἀνθρώπων. Εἶτ' ἐπειδὴ ὄρους ἁγίου αὐτοῦ ἐμνημόνευσεν, ἀναγκαίως ἐπισυνάπτει λέγων· Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἡ χείρ μου ἐποίησε, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει κύριος. δι' ὧν τὴν ἐπὶ γῆς Ἰερουσαλὴμ σαφῶς παραιτεῖται, σημαίνων ὡς οὐδ' ἐπὶ τοῦ σωματικοῦ ὄρους αἱ ἐπαγγελίαι τοῖς ἀξίοις ἀποδοθήσονται. οὕτω καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, οὐδ' οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν». εἰ δὴ «ὁ οὐρανὸς ἔσται καινὸς καὶ ἡ γῆ καινὴ» καὶ οὐκέτι μνήμη «τῶν προτέρων» ἕπεται, εἰ μήτε ὄρους σωματικοῦ μήτε ἐπιγείου Ἰερουσαλὴμ μνήμην γενήσεσθαι, τότε εὐκαίρως τοίνυν ἐπ' ἀνατροπῇ τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἐπήνεγκε τό· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα. τί οὖν δεῖ ἐπὶ γῆς προσδοκᾶν οἶκον θεοῦ; τί δὲ πάλιν τὴν κάτω Ἰερουσαλὴμ ὑπολαμβάνειν; εἰ «γὰρ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή», ἀκόλουθόν ἐστι καὶ τὴν Ἰερουσαλὴμ τοιαύτην εἶναι φαντάζεσθαι, ὡς μηκέτι μνήμην πάσης «προτέρας» ἔσεσθαι. σαφῶς δὴ ὁ παρὼν λόγος «καινὸν οὐρανὸν» εἰσάγει καὶ «γῆν καινὴν» καὶ «λαὸν καινὸν» καὶ «ὄνομα καινὸν» καὶ Ἰερουσαλήμ, ὁμοίως καὶ θύρας καὶ νέως κατεσκευασμένους. οἷς ἐπιλέγεται· «καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν». καὶ ἐπειδὴ Ἰουδαίων παῖδες περὶ τὸ θυσίας προσφέρειν τὰς διὰ ζῴων σφαγῆς πολλὴν εἰσῆγον φροντίδα, καὶ ταῦτα ἀποσείεται καὶ ἀποστρέφεται ὁ θεὸς τὸν μὲν εὐλαβῆ καὶ ταπεινὸν τὴν ψυχὴν εἰλικρινῶς τε ἀνακείμενον αὐτῷ ἀποδέχεσθαι λέγων, τὰς δὲ διὰ θυσιῶν σπονδὰς ἐκτρέπεσθαι. διό φησιν· ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ὁ δὲ ἄνομος ὁ θύων μόσχον ὡς ἀποκτέννων κύνα. κατὰ δὲ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐκ ἐμφέρεται τό· ὁ δὲ ἄνομος, ἀλλὰ τούτου περιῃρημένου ἁπλῶς ἐπάγεται· ὁ σφάζων μόσχον ὡς ὁ τύπτων ἄνδρα καὶ θύων τὸ ἐκ ποιμνίου ὡς τραχηλοκοπῶν κύνα, ἀναφέρων προσφορὰν ὡς αἷμα χοίρου, ἀναμιμνῄσκων λίβανον ὡς εὐλογῶν ἀδικίαν. καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται τῷ· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; ἀναιρῶν γὰρ τὸν ἐπὶ γῆς οἶκον, εἰκότως συναναιρεῖ καὶ τὰ ἐν αὐτῷ συντελούμενα. οἷς ἐπιλέγει· καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν. Οὐ γὰρ ἐμά φησι ταῦτα θελήματα οὐδὲ «ἐμαὶ αἱ ὁδοὶ» αὗται, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως καταθύμια. διόπερ καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τοὺς ἐμπαιγμοὺς αὐτῶν· ἐμπαιχθήσονται γὰρ παραδοθέντες τοῖς αὐτοὺς κολάζουσι, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς. ταῦτα δὲ αὐτοῖς ἐπελεύσεσθαι πάλιν μαρτύρεται, οὐδ' ἀλλ' ὅτι ἀλλ' ἐπειδὴ ἐκάλεσα αὐτούς φησι καὶ οὐχ ὑπήκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. τηρητέον ὡς ἤδη ταῦτα δεύτερον ἐν τῇ αὐτῇ εἴρηται προφητείᾳ, ἐπεὶ καὶ μικρῷ πρόσθεν ἐλέγετο· «διότι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατέ μου, καὶ ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε». πότε δὲ καλοῦντος οὐχ ὑπήκουσαν, ἢ ὁμιλοῦντος αὐτοῖς οὐ συνῆκαν, ἢ ὅτε αὐτοῖς συνδιατρίβων ἐβόα· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς»; ἀλλ' ἐπεὶ μὴ παρέσχον ἑαυτοὺς καλοῦντι, τούτου χάριν ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδώσει οἱ μὲν ἄξιοι τούτων ἀπολαύσουσιν, αὐτοὶ δὲ ταῖς ἑαυτῶν παραδοθήσονται ἁμαρτίαις.
2.57.1
Θεσπίσας ὁ λόγος καινὰ πάντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν, ἀκολούθως ἐκείνοις διὰ τῶν προκειμένων τοῖς κατὰ τὸν ἐνεστῶτα βίον ταῦτα προμεμαθηκόσι προσφωνεῖ λέγων· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. τίνες δ' ἦσαν οὗτοι, διὰ τῶν ἔμπροσθεν ἐδίδαξεν εἰπών· «ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου»; τοῖς τὸν εὐλαβῆ τοίνυν καὶ θεοσεβῆ τρόπον ἀναδεδειγμένοις διὰ τοῦ τρέμειν τὸν λόγον αὐτοῦ προσφωνεῖ λέγων· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελλυσσομένοις. ἀκολούθως εὐαγγελικὸν αὐτοῖς παραδίδωσι παράγγελμα οὐδὲν διαφέρον τοῦ· «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». οὕτω καὶ ἡ προφητεία παρακελεύεται, ὅπερ καὶ τὸ εὐαγγέλιον διδάσκει. πρὸς μὲν γὰρ τελείωσιν οὐκ ἐπαρκεῖ τὸ τρέμειν τὰ θεῖα λόγια καὶ διακεῖσθαι περὶ αὐτὰ σὺν εὐλαβείᾳ τῇ πάσῃ, πρὸς δὲ ἄκρας ἀρετῆς ἀνάληψιν οὕτω προσήκει ἀνεξικακίας εἰς ἄκρον ἐλαύνειν, ὡς τοὺς ἐχθροὺς μισοῦντας ἡμᾶς ἀδελφοὺς ὀνομάζειν καὶ τοὺς βδελυσσομένους ἡμᾶς μὴ ὡς πολεμίους ὁρᾶν, ἀλλὰ στέργειν καὶ ἀγαπᾶν ὡς γνησίους φίλους. «οὕτω γὰρ ἔσεσθε», φησὶν ὁ σωτήρ, «υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς». ἡ δὲ προφητεία ταῦτά φησι· ποιεῖτε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν· εἰ γὰρ ταῦτα πράττοιτε, ὑμῶν μὲν κατὰ τὸ τέλος τῶν ἀμοιβῶν εὐφροσύνη ἔκδηλος ἔσται τοῖς πᾶσιν· ἐκεῖνοι δὲ καταισχυνθήσονται τὸ ὑμέτερον ὀψόμενοι τέλος καὶ τὴν ἑαυτῶν ἀπώλειαν κατὰ τὸν «τῆς δικαιοκρισίας τοῦ θεοῦ» καιρὸν ἔργοις μαθησόμενοι· ὅσον γὰρ οὔπω ἐπιστήσεται «ἡ ἡμέρα τῆς ἀνταποδόσεως», καθ' ἣν φωναὶ παντοῖαι τῶν κολαζομένων ἀκουσθήσονται, αἱ μὲν ἐξ αὐτῆς τῆς πόλεως τῶν οἰκητόρων ἐκβοώντων, αἱ δὲ ἐξ αὐτοῦ τοῦ ναοῦ τῶν ἱερέων καὶ τῶν λοιπῶν λειτουργῶν ἀποκλαομένων. τὸ τηνικαῦτα δὲ καὶ αὐτοῦ τοῦ κριτοῦ ἡ φωνὴ ἀκουσθήσεται ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. ἐπεὶ τοίνυν ταῦτα περιμένει τοὺς μισοῦντας ὑμᾶς καὶ τοὺς βδελυσσομένους, τούτου χάριν τὰ μίση καὶ τὰς καθ' ὑμῶν ὕβρεις ἀνεξικάκως φέροντες κατὰ τὸν παρόντα βίον εἴπατε τοῖς μισοῦσιν ὑμᾶς, ἀδελφοὶ ἡμῶν, καὶ «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς». καὶ δοκεῖ ταῦτα ὁ προφητικὸς λόγος εἰς πρόσωπον τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν λέγειν, ὡσανεὶ μελλόντων ἐλαύνεσθαι ὑπὸ Ἰουδαίων καὶ μάλιστα τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων. καὶ τὰ μὲν τῆς ἐπαγγελίας εἰς τοὺς ἀποστόλους ἐπληροῦτο καθ' ὅλης τῆς οἰκουμένης δι' αὐτῶν ἐκκλησιῶν θεοῦ συνισταμένων, ἡ δ' ὀργὴ τοῦ θεοῦ τοὺς μισοῦντας αὐτοὺς καὶ βδελυσσομένους ἀνυπερθέτως μετῄει ὡς πάντας τοὺς ἐν αὐτῇ τῇ πόλει φωνὰς πένθους ἀφιέναι καὶ τοὺς τῷ ναῷ προσεδρεύοντας ἑτέρας βοὰς τῶν πολεμίων αὐτοὺς περιστάντων καὶ τοῦ θεοῦ τὴν ἀνταπόδοσιν αὐτοῖς ἐπάγοντος. διὸ λέλεκται· φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις αὐτῷ. Ἀλλ' ἐκείνοις μὲν ταῦτα, τὸ δὲ θεοσεβὲς πολίτευμα καὶ ἡ καινὴ καὶ νέα Σιών, δηλαδὴ ἡ ἐκκλησία τοῦ θεοῦ ἡ δι' ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. οἷα γάρ τις ἐγκύμων γυνὴ κατὰ γαστρὸς ἔχουσα μηδεμιᾶς ὠδῖνος προσγενομένης αἰφνίδιον γεννήσειεν καὶ τοῦτο ἄρσεν, τὸν αὐτὸν τρόπον καὶ ἡ νέα Σιὼν λαὸν καινὸν καὶ ὅλον ἔθνος εἰς ἅπαξ ἀθρόως τέξεται· ὡς εἶναι τὸ πᾶν παραδοξότατον, οἷον οὐδὲ πώποτε ἠκούσθη. τὸ μὲν γὰρ Ἰουδαίων ἔθνος καὶ αὐτὸς ὁ Ἰσραὴλ οὐκ ἀθρόως ὑπέστη, ἀλλὰ πρῶτος μὲν ἦν αὐτῶν ὁ προπάτωρ, τούτου δὲ γεγόνασι «παῖδες δώδεκα». εἶτ' ἐξ ἑνὸς ἑκάστου υἱοί τε καὶ θυγατέρες, υἱῶν υἱοί τε καὶ ἔκγονοι καὶ ἀπόγονοι ὑπέστησαν. οὕτως τε κατὰ τὴν τῶν γονέων διαδοχὴν ἐν πλείοσι χρόνοις καὶ ἐν διαφόροις γενεαῖς συνέστη τὸ πᾶν αὐτῶν ἔθνος. κατὰ τὸν αὐτὸν δὲ τρόπον εὕροι ἄν τις καὶ τὰ λοιπὰ ἔθνη χρόνοις εἰς πλῆθος ἐπιδεδωκότα· ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ λαὸς ἀθρόως ὑφ' ἕνα καιρὸν καὶ ὥσπερ ὑπὸ μίαν ἡμέραν ἐπλήρου τὰ πλεῖστα μέρη τῆς οἰκουμένης. ὃ δὴ ξενίζον πρᾶγμα καὶ θαύματος παντὸς ἐπέκεινα ὑπάρχον «οὔτε ὀφθαλμὸς ἑώρακε πώποτε οὔτε οὖς ἤκουσε». τούτων δὲ αἴτιος ἐγὼ κύριός φησιν, ὁ τῶν παραδόξων ἔργων ποιητής, ὃς ἐντεῦθέν σοι ἤδη τὴν προσδοκίαν ταύτην ἔδωκα, προαπαγγείλας τὸ μέλλον ἔσεσθαι διὰ τῆς ἐμῆς προφητείας, ἵν' ἐπειδὰν ἡ ἔκβασις ἐπιστῇ τῶν πραγμάτων ἔχοις τὴν πίστιν ἀσφαλῆ τῶν ἐμῶν λόγων. κἀγὼ μὲν ὑπὲρ τῆς σῆς σωτηρίας προηγόρευσα ταῦτα πάντα, σὺ δὲ ᾧ ταῦτα προσδιαλέγομαι λαῷ, οὐκ ἐμνήσθης μου οὐδ' ὀφθαλμοῖς ὁρῶν ἐπίστευσας. τὸ δέ· σὺ οὐκ ἐμνήσθης μου, εἶπε κύριος, οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. κατὰ δὲ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· μήτι ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν καὶ οὐκ ἐκτοκίζω; εἶπε κύριος, ἢ ἐγὼ ὁ συνεκτοκίζων καὶ συνέξων; εἶπεν ὁ θεός σου. πῶς γάρ φησιν ἔθνος τεχθήσεται ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ τῆς ἐμῆς δυνάμεως; ἐγὼ γάρ εἰμι ὁ τὰς κατὰ γαστρὸς κυούσας καθίζων ἐπὶ τὸ τεκεῖν καὶ αἴτιος αὐταῖς γινόμενος τοῦ προάγειν ἄνθρωπον εἰς φῶς καὶ τὸν μὴ πρότερον ὄντα «εἰς τὸ εἶναι» παράγειν. μήτι οὖν ἐγὼ ὁ ἐπὶ τῇ σωματικῇ γενέσει ταῦτα πράττων τὴν μέλλουσαν τὸ καθ' ὅλου ἔθνος, ὑφ' ἓν καὶ ἀθρόως γεννᾶν οὐκ ἐκτοκιῶ πρὸς τὸ κατ' εὐθὺ ἀβλαβῶς καὶ ἀλύπως προελθεῖν τὸ θεῖον τοῦτο γέννημα, ἀλλὰ μήτι ἐγὼ κύριος εἰωθὼς ἐκτοκίζειν τὰ γεγενημένα συνέξω τὸν τόκον ὡς ἀφανισθῆναι τὸ κύημα; Καὶ πῶς οἷόν τε ταῦτα ἐμὲ ποιεῖν τὸν πάντας τοὺς διὰ γενέσεως σαρκινῆς «εἰς τὸ εἶναι ἐκ τοῦ μὴ ὄντος» ἐρχομένους δυνάμει θεϊκῇ καὶ σωτηρίῳ ὑφιστάμενον; οὐ γὰρ τοὺς κατὰ μέρος, ἀλλὰ γὰρ ἐπὶ τούτοις τί λείπεται ἢ πάντας τοὺς τούτων ἀκροατὰς χαίρειν καὶ εὐφροσύνης πληροῦσθαι μετὰ τῆς καινῆς ἐκείνης Ἰερουσαλήμ, ἣν οὐκέτι ἐξ ἀψύχων λίθων προσήκει νοεῖν, ἀλλ' ἀπὸ ψυχῶν ἁγίων συστησομένην, ᾗ συνευφραίνεσθαι καὶ συμπανηγυρίζειν προσήκει ἑορτὴν ἄγοντας οὐκ ἐκτὸς αὐτῆς, ἀλλ' ἐν αὐτῇ. καὶ χάρητε δὲ ἐπ' αὐτῇ φησι πάντες οἱ ὁρῶντες αὐτὴν τὴν καινὴν καὶ νέαν σύστασιν καὶ οἱ πάλαι καὶ ἐκ μακροῦ πενθοῦντες ἐπὶ τῷ ἀπολαβεῖν αὐτήν, οἷος ἦν Παῦλος λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», «τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες», ἀλλὰ νῦν ἀπολαβόντες, ἣν πάλαι στένοντες καὶ πενθοῦντες ἐπιποθεῖτε, «χαίρετε καὶ ἀγαλλιᾶσθε» ὡς ἂν μέλλοντες ἐμπίπλασθαι τοῦ ἐν αὐτῇ γάλακτος. ἀκόλουθον γάρ ἐστιν αὐτὴν ἀθρόως γεννήσασαν λαὸν τῷ θεῷ ἄρρενα, καὶ γάλακτος πληροῦσθαι εἰς ἐκτροφὴν τῶν αὐτῆς νηπίων· ὃ δὴ «λογικὸν γάλα» ἀπὸ τῶν δύο θηλῶν αὐτῆς ῥεύσει, παλαιᾶς δηλαδὴ καὶ νέας διαθήκης. ἐξ ἀμφοτέρων γὰρ τούτων τῶν ἑαυτῆς μαζῶν, περὶ ὧν εἴρηται καὶ ἐν τῷ Ἄισματι· «ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον» τοῖς ἑαυτῆς νηπίοις ἐπάρδουσα «τὸ λογικὸν καὶ ἄδολον γάλα» ἄνδρας προσάξει τελείους. οἱ οὖν λόγοι οἱ παρακλητικοὶ καὶ παραμυθητικοὶ τῶν ἀτελεστέρων ψυχῶν «γάλα» κυρίως ὠνομάσθησαν, «τῆς στερεᾶς τροφῆς» ἐν δόγμασι μυστικῆς νοουμένης καὶ ἐν θεωρήμασι τοῖς ἐν ταῖς θείαις γραφαῖς ἀποκειμένοις. ἀλλ' ὑμεῖς, τὰ τέκνα τῆς νέας Ἰερουσαλήμ, «τὰ ἀρτιγέννητα βρέφη», εὐφραίνεσθε τούτων ἀκροώμενοι, ἅτε δὴ μέλλοντες αὐτῶν ἀπολαύσειν καὶ κατεντρυφᾶν ἐν ταῖς τοῦ θεοῦ ἐπαγγελίαις. Τούτοις ἑξῆς εἴρηται· ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν. πάλιν κἀνταῦθα τὴν τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν καὶ τῇ νέᾳ Ἰερουσαλήμ, τὴν δὲ δοθησομένην τοῖς ἔθνεσιν εἰρήνην ποταμῷ κατακλύζοντι παραβάλλει, ὃν καὶ ἐν ἑτέροις παρίστη λέγων· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». καὶ δὴ βαθυτάτης εἰρήνης δίκην ποταμοῦ τὴν ἐκκλησίαν τοῦ θεοῦ πολλῷ τῷ ῥεύματι ἀρδευούσης τὰ τέκνα αὐτῶν ἐπ' ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονταί φησι. καὶ ἀνωτέρω δὲ ταῖς αὐταῖς ἐκέχρητο ἐπαγγελίαις σημαίνων ὡς τοὺς ἔτι νηπίους τῆς ἐκκλησίας, ἅτε δὴ γάλακτι τρεφομένους «τιθηνοί» τινες ὑποβαστάζουσιν, ἤτοι διδάσκαλοι καὶ προεστῶτες τῆς ἐκκλησίας τοῦ θεοῦ γνησίως ἢ θεῖοί τινες καὶ οὐράνιοι ἄγγελοι. τοῦτο γὰρ ἐδήλου ὁ σωτὴρ ἡμῶν λέγων· «μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν» τῶν ἐν τῇ ἐκκλησίᾳ μου· «οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». οἱ μὲν οὖν δυνατώτεροι τοὺς ἀσθενεστέρους βαστάξουσιν ἐπ' ὤμων καὶ ἐπὶ γονάτων παρακαλέσουσιν. ὡσπερεί τις μήτηρ τὰ ἑαυτῆς παρακαλέσει τέκνα, κἀγὼ αὐτὸς ὁ κύριος, ἅτε δὴ πάντων αὐτῶν ὑπάρχων πατήρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας. Τούτων οὕτως ἐπιτελουμένων ὄψεσθέ φησι, καὶ χαρήσεται ἡ καρδία ὑμῶν. τί δὲ ὄψεσθε ἢ δηλαδὴ τὸν θεόν; καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ, ἢ κατὰ τὸν Σύμμαχον· ὡς χλόη ἀνθήσει, καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς φοβουμένοις αὐτόν. καὶ τοῦτο τέλος ἔσται τῶν ἐπαγγελιῶν, τό· «ὄψεσθε τὸν θεόν», διὸ καὶ ὁ σωτὴρ τούτους ἐμακάριζεν λέγων· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». οὕτω δὲ καὶ γνωσθήσεται τοῖς πᾶσιν, ὅτι οὐκ ἀνθρώπων ἦν χεὶρ οὐδ' ἀνθρωπίνη δύναμις ἡ τὰ τοσαῦτα ἐνεργήσασα, αὐτοῦ δ' ἀληθῶς τοῦ θεοῦ χείρ, ἥτις γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν· «φόβον» γὰρ ἀνειληφότες τὸν ἐκ «σοφίας» θεοῦ, «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου», νοήσουσιν ὅτι οὐκ ἂν εὔχειρος θεοῦ ἡ τοσαύτη παράδοξος εἰς ἀνθρώπους προεχώρησε χάρις. οὗτοι μὲν οὖν τούτων ἕξουσι τὴν γνῶσιν, τοῖς δὲ μὴ τοιούτοις ἑξῆς ὁ λόγος ἀπειλεῖ τὰ ἐπαγόμενα.
2.58.1
Τοῖς μὲν δηλωθεῖσιν ἐπαγγέλλεται τὰ προλελεγμένα, τοῖς δὲ τὴν ἐναντίαν πεπορευμένοις εἰπὼν ἀπειλήσειν ἀπειλήν, ἀκουλούθως διδάσκει τὸν τῆς ἀπειλῆς τρόπον παριστὰς τὴν δευτέραν καὶ ἔνδοξον τοῦ σωτῆρος παρουσίαν, ὅτε ἥξει «μετὰ τῆς δόξης τοῦ πατρὸς καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ», «κρῖναι ζῶντας καὶ νεκρούς». διό φησιν· Ἰδοὺ κύριος ὡς πῦρ ἥξει. ἀντὶ δὲ τοῦ· ὡς πῦρ ἥξει, ἐν πυρὶ ἥξει οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι. καὶ τὰ ἅρματα αὐτοῦ ὡς καταιγίς· ἅρματα δὲ αὐτοῦ ἄγγελοί εἰσι καὶ αἱ περὶ αὐτὸν δυνάμεις, ἃς δίκην καταιγίδος ἐπιστήσεσθαι τοῖς τιμωρίας ἀξίοις φησί. τοιοῦτος δὲ ἥξειν λέγεται διὰ τοὺς ἀσεβεῖς, οἷς μέλλει τὸν ἑαυτοῦ θυμὸν ἐπαφιέναι· θυμὸς δὲ αὐτοῦ αἱ κολαστικαὶ καὶ αἱ τιμωρητικαὶ δυνάμεις εἰώθασιν ὀνομάζεσθαι. καὶ τὸν ἀποσκορακισμὸν δὲ αὐτοῦ ἐν πυρὶ φλογὸς κατὰ τῶν αὐτῶν ἀφήσει. ἀντὶ δὲ τοῦ· καὶ τὸν ἀποσκορακισμόν, τὸν σκορακισμὸν αὐτοῦ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι. τοιοῦτος μὲν οὖν θυμὸς κατὰ τὸ εἰρημένον ἔσται, πρὸς δὲ τοὺς ἀξίους τῆς αὐτοῦ βασιλείας, ὁποῖος πολλάκις διὰ τῶν ἔμπροσθεν δεδήλωται καὶ ὡς «τὴν δόξαν» τῆς βασιλείας αὐτοῦ «τοῖς πρεσβυτέροις αὐτοῦ» δείξει καὶ ὡς «νυμφίου» δίκην ἐπιστήσεται καὶ «τὴν ἑαυτοῦ νύμφην» ἀπολήψεται καὶ ὅσα ἄλλα τοῖς τῶν ἐπαγγελιῶν μεθέξειν ὁ λόγος εὐηγγελίσατο. Εἶτ' ἀπειλεῖ λέγων· ἐν γὰρ τῷ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου. ῥομφαίαν δὲ ὀνομάζει σωματικώτερον καὶ τραυματίας ὡσαύτως, ἐπεὶ μὴ ἄλλως ἦν δυνατὸν ἀκούειν Ἰουδαίους ὄντας καὶ μὴ οἵους τε παρακολουθεῖν τῇ τῶν λόγων διανοίᾳ. ὅ γε μὴν Ἀπόστολος τὸν τῶν προκειμένων νοῦν διασαφεῖ λέγων· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». Ἑξῆς ὁ προφήτης τοῖς κατὰ τὸν αὐτὸν χρόνον ἀσεβοῦσιν Ἰουδαίοις ἔλεγχον ἐπάγει λέγων· οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι ἐν τοῖς κήποις καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε κύριος. ἔνθα ὁ λόγος οὐχὶ αὐτοὺς ἐσθίοντας τὸ κρέας τὸ χοίρειον διαβάλλει, ἀλλὰ ταῦτα πράττοντας ἅπερ ᾐτιᾶτο ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον καὶ τὰ λοιπά. μεταξὺ γὰρ τῶν ἐθνῶν ζῶντες καὶ μεταξὺ τῶν ἀλλοφύλων πολιτευόμενοι οὐδὲν αὐτῶν διέφερον κατὰ τὸν βίον. διὸ σὺν αὐτοῖς φησιν ἐκλείψουσι τῇ αὐτῇ τοῖς ἔθνεσι παραδοθέντες τιμωρίᾳ. καθαρίζεσθαι δὲ εἰς τοὺς κήπους εἶπεν αὐτοὺς ὡς μηκέτι κατὰ τὸν νόμον ὃν παρέδωκε Μωϋσῆς καθαριζομένους «σποδιᾷ δαμάλεως καὶ περιρραντηρίοις ἡμερῶν ἑπτὰ» καὶ ταῖς διὰ θυσιῶν καθάρσεσιν, ἀντὶ δὲ τούτων ἐν αὐτοῖς περινοστήσαντες τὸ δι' ὕδατος καθάρσιον ἀπαρκεῖν αὐτοῖς ᾤοντο τοῖς κατὰ τοὺς κήπους ὕδασιν ἀπολούεσθαι καὶ μηκέτι μηδενὸς δεῖσθαι τῶν νενομοθετημένων. ἢ καὶ ἄλλως μετὰ μιαρὰς καὶ ἀκαθάρτους πράξεις, ἀθεμίτους τε αἰσχρουργίας ἐνόμιζον ψιλοῖς ὕδασι καθαρίζειν τὰς ἑαυτῶν ψυχάς. Διὸ ἐπιλέγει· κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν ἔρχομαι συναγαγεῖν. ἐπὶ τὸν περὶ τῆς καθ' ὅλου κρίσεως λόγος μεταβαίνει λέγων· πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας ἔρχομαι συναγαγεῖν, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους. σαφέστερον δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ταῦτα διδάσκει λέγων· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη ἔμπροσθεν αὐτοῦ, καὶ ἀφοριεῖ αὐτούς, ὃν τρόπον ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων». καὶ τοῖς μὲν ἐρεῖ τάδε, τοῖς δὲ τάδε. ὃ δὴ καὶ ἡ προφητεία παρίστησι διὰ τοῦ· καὶ ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἔρχομαι συναγαγεῖν, πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ τοῦτο δὲ πάλιν τοῖς ἔθνεσιν ἐπαγγέλλεται τὸ καταξιωθῆναι θεάσασθαι τὴν δόξαν αὐτοῦ. ἵνα δὲ τοῦτο γένηται καὶ εἰς ἀγαθὸν τέλος τοῖς ἔθνεσι τὰ τῆς ἐπαγγελίας προχωρήσῃ, καταλέγω τινάς φησιν ἐξ αὐτῶν· τίνων δὲ αὐτῶν ἢ δηλαδὴ τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται· ἐξ αὐτῶν γὰρ τούτων περιλειφθέντες τινὲς τὸ ἐμὸν καταδέξονται σημεῖον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν τῶν μελλόντων ὄψεσθαι τὴν δόξαν μου. διὸ λέλεκται· καταλείψω ἐπ' αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους. οὗτοι δ' ἦσαν «τὸ λεῖμμα τὸ κατ' ἐκλογὴν χάριτος», περὶ οὗ λέλεκτο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὴ οὖν «τὸ σπέρμα» τὸ ἐξ αὐτῶν ἐκείνων τῶν ἀπολλυμένων διασωθὲν ἐξαποστελῶ φησιν εἰς τὰ ἔθνη τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα, εἰς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου. καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι», καὶ πάλιν· «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι τοῖς μὴ ἐπικαλουμένοις τὸ ὄνομά μου». τούτων ἀδελφὰ τυγχάνει τὰ προκείμενα, δι' ὧν τοὺς ἑαυτοῦ ἀποστόλους ἐπαγγέλλεται ἀποστέλλειν ἐπὶ τὰ ἀλλότρια τοῦ Ἰσραὴλ ἔθνη τὰ πορρωτάτω τῆς Ἰουδαίας καὶ ἐπὶ τὰς νήσους, ἐν αἷς οὐδεὶς πώποτε προφήτου ὄνομα ἀκήκοε, τούτοις δὲ ἐπιδημήσειν τοὺς ἑαυτοῦ ἀποστόλους φησὶ σημεῖον ἐπικομιζομένους. ποῖον δὲ τοῦτο ἢ τὸ σωτήριον σημεῖον, ᾧ θαρσοῦντες «τὴν δόξαν τοῦ μονογενοῦς θεοῦ» πᾶσι κατήγγελον τοῖς ἔθνεσιν, ἐν οἷς ὡς καὶ τοὺς πάλαι πλάνῃ εἰδωλολατρίας δεδουλωμένους ἐλευθερώσαντες ἄξουσιν, ἀδελφούς τε αὐτοὺς ἑαυτῶν ἀποδείξαντες δῶρον προσάξουσι τῷ θεῷ. καὶ τέως μὲν ταῦτα πράξουσι, κατὰ δὲ τὸν καιρὸν τῆς συντελείας ἐπὶ «τὴν τοῦ θεοῦ πόλιν καὶ τὴν ἐπουράνιον Ἰερουσαλὴμ» ἄξουσιν αὐτοὺς τέλος ἀγαθὸν αὐτοῖς τοῦτο προχωρήσαντες, ὅτε καὶ ἀναληφθήσονται ὁμοίως «τῷ Ἠλίᾳ ἐφ' ἁρμάτων» ἀγγελικῶν ὀχούμενοι φωτὸς ἐπουρανίου περιαστράπτοντος αὐτούς. διὸ λέλεκται· μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἰερουσαλὴμ καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ἐκ πάντων τῶν ἐθνῶν. νοήσεις δὲ τοὺς ἵππους καὶ τὰ ἅρματα τὰ ἀγγελικά, ἐπιστήσας τῇ Ζαχαρίου προφητείᾳ, παρ' ᾧ «ἵππους ψαροὺς καὶ ποικίλους καὶ λευκοὺς καὶ ἅρματά» τινα διαγράψας ὁ λόγος ἀγγελικὰς ᾐνίττετο δυνάμεις. λαμπῆναι δὲ ἡμιόνων σημαίνειν ἐοίκασι τὰ τῆς ἀναστάσεως σώματα, οἷς ἐποχούμεναι αἱ ψυχαὶ εἰς τὴν ἐπουράνιον ἀναληφθήσονται πόλιν. εὖ δὲ εἴρηνται λαμπῆναι διὰ τὴν ἐκλάμπουσαν ἐν αὐταῖς δόξαν. ἀντὶ δὲ τοῦ· ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, ὁ Σύμμαχος ἐφ' ἵπποις καὶ ἐν ἅρμασι καὶ ἐν λεκτίσι καὶ ἐν καρούχαις καὶ ἐν φορείοις ἡρμήνευσε. πάντα δὲ ταῦτα παχέως οὕτως καὶ σωματικῶς καταλλήλως ταῖς Ἰουδαϊκαῖς ἀκοαῖς ἐλέγετο, κατὰ δὲ τὴν διάνοιαν τὴν δι' ἀέρος μετάρσιον αὐτῶν πορείαν τὴν εἰς οὐρανοὺς φέρουσαν σημαίνει, ἣν ἑρμηνεύων ἐπὶ τὸ σαφέστερον ὁ θεῖος Ἀπόστολος ἔλεγεν· «ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα». οὕτω δὲ εἰσελεύσονται εἰς τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν, οὕτω δὲ ἥξουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν σῳζόμενοι εἰς τὴν ἐπουράνιον Ἰερουσαλήμ, ὥσπερ ποτὲ ἀνῄεσαν καὶ ἀνέφερον οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τῆς γῆς τὰς θυσίας αὐτῶν, ὃ δὴ σημαίνει λέγων· ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου, κατὰ δὲ τὸν Σύμμαχον· ὡσπερεὶ ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὴν προσφορὰν ἐν σκεύει καθαρῷ εἰς οἶκον κυρίου. ὥσπερ οὖν τότε κατὰ τὸν σωματικὸν νόμον ἐπὶ τῆς ἐπιγείου Ἰερουσαλὴμ ταῦτ' ἔπραττον οἱ τὴν λατρείαν ἐπιτελοῦντες, τὸν αὐτὸν τρόπον κατὰ τὸ ἐπὶ γῆς παράδειγμα οἱ εἰς τὴν ἐπουράνιον Ἰερουσαλὴμ ἀνιόντες ἥξουσι μετὰ τῶν οἰκείων καρπῶν, καὶ ὧν ἕκαστος ἐν τῇ ψυχῇ ἐπικομίζεται δώρων ἐκ τῆς τῶν ἀρετῶν καρποφορίας. Εἶτ' ἐπιλέγει· καὶ ἀπ' αὐτῶν λήψομαι· ποίων δὲ αὐτῶν ἢ ἀφ' ὧν εἴρηκεν ἐθνῶν μικρῷ πρόσθεν ὀνομάσας· «Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου», ἐξ αὐτῶν τούτων λήψομαί φησιν ἱερεῖς καὶ Λευίτας, εἶπε κύριος. ἐπάγει δὲ συλλογισμὸν τὸ εὔλογον δεικνὺς τοῦ λόγου· ὃν τρόπον γάρ φησιν ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν· εἰ γὰρ ὁ οὐρανὸς καινὸς ἔσται καὶ ἡ γῆ καινὴ καὶ Ἰερουσαλὴμ καινή, ἀκόλουθον ἂν εἴη καὶ τοὺς ἱερεῖς καὶ Λευίτας καινοὺς ἔσεσθαι. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν». λήψομαι τοίνυν ἐξ αὐτῶν ἐκείνων, ὧν προεῖπον ἱερεῖς καὶ Λευίτας· οὐδὲ γὰρ πιθανὸν ἦν περὶ τοῦ Ἰουδαίων λαοῦ λέγεσθαι τό· λήψομαι ἱερεῖς καὶ Λευίτας, προϋφεστώτων ἤδη παρ' αὐτοῖς τούτων, ἀλλ' οὐδὲ οἷόν τε ἦν ἀπὸ Λευιτῶν Λευίτας λαμβάνειν οὐδ' ἀπὸ ἱερέων ἱερέας διὰ τὸ πάντας ἁπαξαπλῶς τοὺς ἐκ φυλῆς Λευὶ ἱερεῖς εἶναι καὶ Λευίτας, νῦν δὲ ἐκλογὴν ἐπαγγέλλεται ποιήσειν ἐκ τῆς τῶν ἐθνῶν κλήσεως. καὶ ταῦτα ἔσται, ἐπειδὴ καὶ ὁ οὐρανὸς ἔσται καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μένειν· «τὰ μὲν γὰρ πρῶτα οὐ μένοντα ἦν». διὸ ἐλέγετο· «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται», καὶ πάλιν· «ἑλιγήσεται ὡς βιβλίον ὁ οὐρανός», καί· «φθορᾷ φθαρήσεται ἡ γῆ», τοῦ δὲ μέλλοντος αἰῶνος «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ». εἶτ' ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, περὶ ὧν ἐν μακαρισμοῖς ἔλεγε· «μακάριοι» οἱ τοιοίδε, «ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», καί· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». οὗτος τοίνυν ὁ καινὸς οὐρανὸς καὶ ἡ τοῦ νέου αἰῶνος καινὴ γῆ μένουσιν εἰς ἄπειρον καὶ ἀτελεύτητον αἰῶνα διαρκοῦντες. διαφορὰν δέ μοι νοεῖ τῶν ἐν τῇ βασιλείᾳ τόπων· «πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρί», ὧν αἱ μὲν γῆς πρὸς οὐρανὸν ἄξουσιν ἀναλογίαν, αἱ δὲ παραθέσει τῶν ὑποβεβηκυιῶν μονῶν οὐρανῶν δόξαν ἐφέξουσιν. ἃ δὴ καὶ ἔσται μένοντα ἀεί, οὐκέτι παρερχόμενα· «τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια». διό φησιν· ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, καὶ τὸ ὄνομα δὲ ὑμῶν οὕτως ἔσται διαμένον εἰς ἀεὶ ἐνώπιόν μου· τὸ δὲ εἰς ἀεὶ αἰώνιον καὶ ἀθάνατον καὶ ἄπειρον ζωὴν αἰνίττεται. Εἶτ' ἐπιλέγει· καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος, εἰς Ἰερουσαλήμ. τὸ μὲν οὖν εἰς Ἰερουσαλὴμ οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐδὲ ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει. πλὴν οὐ λυπεῖ κείμενον παρὰ τοῖς Ἑβδομήκοντα· δῆλον γὰρ ὡς τὴν ἐπουράνιον σημαίνει Ἰερουσαλήμ, ἔνθα συστήσεται ἡ τοῦ σωτῆρος ἡμῶν βασιλεία. εἰ δὲ τύποι καὶ σύμβολα καὶ εἰκόνες ἦσαν τὰ παρὰ Μωσεῖ νενομοθετημένα τῶν ἐπουρανίων, ἀκόλουθόν ἐστιν κατὰ διάνοιαν ἐκλαμβάνειν τὰς ἐν οὐρανῷ ἑορτὰς καὶ τὰ ἐκεῖ σάββατα ἀληθινὰ καὶ τοὺς μῆνας τοὺς ἐκεῖ, «περὶ ὧν πολὺς ὁ λόγος καὶ δυσερμήνευτος», σχολῆς τε μακρᾶς καὶ οἰκείας ὑποθέσεως δεόμενος. πλὴν ὥσπερ ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ τὸ μὲν πολὺ πλῆθος τοῦ ἔθνους διαφόρους κατῴκει πόλεις, ἐξαίρετος δὲ ἦν ὁ τοῦ ἁγιάσματος τόπος, ἔνθα κατὰ καιροὺς ἀπήντων οἱ τὴν ἄλλην οἰκοῦντες χώραν «τὰ τῆς τοῦ θεοῦ λατρείας ἐπιτελέσοντες», οὕτως καὶ ἐπὶ τῆς νοουμένης οὐρανίου πόλεως καὶ τοῦ αὐτόθι ἐξαιρέτου ἁγιάσματος, ἔνθα οὐδενὶ βατὸν ἢ «μόνῳ τῷ ἀρχιερεῖ» δηλαδὴ τῷ υἱῷ τοῦ θεοῦ, ᾧ μόνῳ θέμις τῇ τοῦ πατρὸς πελάζειν θεότητι, καὶ εἰς αὐτοὺς τοὺς πατρικοὺς διαβαίνει κόλπους. οἱ «τὰς πολλὰς μονὰς» τὰς οὐρανίους οἰκήσοντες καιροῖς τεταγμένοις, ὁποίους χρὴ νοεῖν τοὺς ἐκεῖ καιροὺς καὶ τοὺς ἐκεῖ ἐνιαυτούς, ὧν ἐν περινοίᾳ γενόμενός τις προφητῶν ἔλεγε· «καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα»· διαβήσονται γὰρ ἐπὶ τὴν οὐρανόπολιν τὴν ἐξαίρετον καὶ ἀφωρισμένην τῇ βασιλείᾳ τοῦ θεοῦ καὶ τοῖς εἰς ἄκρον μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδ' οἱ ὑποβεβηκότες. καὶ αὐτοὶ δὲ κατὰ περιόδους τινὰς ὡς ἐν οὐρανίοις ἑορταῖς ἀφικνούμενοι εὐφροσύνης ἀλήκτου τινὸς καὶ ἐνθέου μεταλήψονται τῶν αὐτόθι ἀρρήτων ἀγαθῶν ἀπολαύσαντες, περὶ ὧν εἴρηται· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». καὶ τούτων ἐμφορηθέντες ἐπανήξουσιν εἰς τὰς ἑαυτῶν μονάς, ἕκαστος τὴν οἰκείαν καὶ ἑαυτῷ κατάλληλον διατριβὴν ἀποληψόμενος, ὅτε καὶ ὁ ἀληθινὸς «σαββατισμὸς» καὶ ἡ τελεία καὶ ἀληθὴς «ψυχῶν ἀνάπαυσις» τοῖς τούτων ἀξίοις ἀποδοθήσεται. διὸ εἴρηται· καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου εἰς Ἰερουσαλήμ, εἶπε κύριος. σάρκα δὲ πᾶσαν λέγει πάντα τὰ ἔθνη τοῦτον ὀνομάζων τὸν τρόπον· οὕτως γοῦν ἐλέγετο καὶ διὰ τῶν ἔμπροσθεν· «ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ», καὶ ἀλλαχοῦ· «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν». ἵνα γὰρ μὴ Ἰουδαῖοι νομίζωσι ταῦτα περὶ αὐτῶν εἰρῆσθαι, ἀναγκαίως ἐξαπλοῖ τὴν διάνοιαν καθολικώτερον πᾶσαν ὀνομάζων σάρκα, οὕτω πᾶν τὸ ἀνθρώπινον δηλῶν γένος· ἀλλ' οἱ δὲ μὲν κατὰ καιροὺς ἥξουσιν, οἱ δὲ αὐτῆς τῆς Ἰερουσαλὴμ πολῖταί εἰσι δὲ «μυριάδες ἀγγέλων» καθὼς καὶ ὁ Ἀπόστολος ἐδίδαξε· «καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς». οὐχ ἥξουσιν ἐκ διαστημάτων, ἀλλὰ καὶ διὰ παντὸς οἰκήτορες ἔσονται καὶ πολῖται, οἷα «λειτουργοὶ» καὶ «ἱερεῖς» ὑπ' «ἀρχιερεῖ» τῷ υἱῷ τοῦ θεοῦ τῶν αὐτόθι ἀγαθῶν διὰ παντὸς ἀπολαύοντες, ὄψονται δὲ πάντες οὗτοι τῶν ἀσεβῶν τὴν ἀπώλειαν ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν. Διὸ λέλεκται· καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὄψονται τὰ ἔσχατα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί. τίνες δὲ ἦσαν οὗτοι, ἐν ἀρχῇ τῆς προφητείας ἐδήλου λέγων· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν»· ᾐνίξατο τοίνυν τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους τὴν σωτήριον «ἀθετήσαντας χάριν». μακρὰν δὲ αὐτῶν ὄντες ὄψονται αὐτοὺς οἱ ἐκ τῆς Ἰερουσαλὴμ ἐξελευσόμενοι καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἀπερχόμενοι· τοῦτο γὰρ παρίστη φάσκων ὁ λόγος· ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί, ὧν ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, ἀλλ' ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. πάσης οὖν τιμωρίας τὸ χείριστον τοῦτο ἂν εἴη, λέγω δὲ τὸ ἀτελεύτητον ἔχειν ἐν ἑαυτοῖς τὸν ἑαυτῶν σκώληκα· οὕτω δὲ ὀνομάζει τὴν συνείδησιν δίκην σκώληκος κατεσθίουσαν τῶν ἑαυτοῖς οὐκ ἀγαθὰ συνειδότων τὴν ψυχὴν ἐν τῷ μετανοεῖν, ἐφ' οἷς ἠσέβουν, ὁρᾶν τε ἑαυτοὺς ἀποκλήτους τῶν τοσούτων ἀγαθῶν. ἕκαστος οὖν αὐτῶν ἐν τῷ ἐξομολογεῖσθαι ἑαυτοῦ κατήγορος γενήσεται ἀναπεμπαζόμενος τὰ κατὰ τὸν θνητὸν βίον αὐτῷ πεπραγμένα καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, καὶ οὕτως αὐτῶν ὁ σκώληξ ἀτελεύτητος διαμένει. οὐ γὰρ δή που περὶ αἰσθητοῦ σκώληκος ὡς μέλλοντος καὶ αὐτοῦ γενήσεσθαι ταῦτ' εἴρηται, «καὶ τὸ πῦρ δὲ αὐτῶν ἄσβεστον» ὑπάρξει. ὃ δὴ τέλος τῶν ἀσεβῶν ὡρίζετο καὶ ὁ σωτὴρ ἡμῶν ἐν Εὐαγγελίοις εἰπὼν τοῖς «εἰς τὰ ἀριστερὰ αὐτοῦ» στησομένοις· «πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». ὥσπερ οὖν ἐκεῖ «αἰώνιον» εἴρηται πῦρ, οὕτω καὶ ἐνταῦθα «ἄσβεστον» μιᾶς καὶ τῆς αὐτῆς οὐσίας πυρὸς ἐξ ἑκατέρων τῶν γραφῶν παρισταμένης. ἀλλὰ καὶ ἔσονται ἐν τοιαύτῃ ὄντες κολάσει εἰς ὅρασιν πάσῃ σαρκί· ποίᾳ δὲ σαρκί; ἢ πάντως που τῇ μὴ κολασθησομένῃ, τῆς δὲ ἐπουρανίου θέας καταξιωθησομένῃ, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος», καὶ ἐξελεύσονται καὶ ὄψονται. αὕτη μὲν οὖν ἡ σὰρξ ὄψεται τούτων κολαζομένων τέλος τῶν κρειττόνων, αὕτη κατηξιωμένη. οἱ δὲ «τῷ πυρὶ τῷ αἰωνίῳ» παραδοθησόμενοι τὸν ἑαυτῶν σκώληκα ἀτελεύτητον ἐν τῇ ψυχῇ φέροντες εἰς θέαν ἐκκείσονται τῶν τῆς ἐνθέου μακαριότητος καταξιωθησομένων.