Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
378.1
Contra Hieroclem ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΠΡΟΣ ΤΑ ΥΠΟ ΦΙΛΟΣΤΡΑΤΟΥ ΕΙΣ ΑΠΟΛΛΩΝΙΟΝ ΤΟΝ ΤΥΑΝΕΑ ΔΙΑ ΤΗΝ ΙΕΡΟΚΛΕΙ ΠΑΡΑΛΗΦΘΕΙΣΑΝ ΑΥΤΟΥ ΤΕ ΚΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ ΣΥΓΚΡΙΣΙΝ. Αρ' ουν, ὦ φιλότης, κἀκεῖνά σε τοῦ συγγραφέως αξιον ἀποθαυμάζειν, ἃ τῷ ἡμετέρῳ σωτῆρί τε καὶ διδασκάλῳ τὸν Τυανέα συγκρίνων παρεδοξολόγει; πρὸς μὲν γὰρ τὰ λοιπὰ τῶν ἐν τῷ Φιλαλήθει, οὕτω γὰρ εὖ εχειν αὐτῷ τὸν καθ' ἡμῶν ἐπιγράφειν ἐδόκει λόγον, οὐδὲν αν εἴη σπουδαῖον ἐπὶ τοῦ παρόντος ιστασθαι μὴ αὐτοῦ ιδια τυγχάνοντα, σφόδρα δὲ ἀναιδῶς ἐξ ἑτέρων οὐκ αὐτοῖς μονονουχὶ νοήμασιν, ἀλλὰ καὶ ῥήμασι καὶ συλλαβαῖς ἀποσεσυλημένα, ἃτύχοι μὲν αν καὶ αὐτὰ τῆς προσηκούσης κατὰ καιρὸν ἀπελέγξεως, δυνάμει δ' ηδη καὶ πρὸ τῆς ἰδίας κατ' αὐτῶν γραφῆς ἀνατέτραπται καὶ προαπελήλεγκται ἐν ολοις ὀκτὼ συγγράμμασι τοῖςὨριγένει γραφεῖσι πρὸς τὸν ἀλαζονικώτερον τοῦ Φιλαλήθους ἐπιγεγραμμένον ΚέλσουἈληθῆ λόγον, ᾧ τὰς εὐθύνας ἀπαραλείπτως, ἐν ὅσοις εἰρήκαμεν, ὁ δεδηλωμένος παραγαγὼν συλλήβδην ὅσα εἰς τὴν αὐτὴν 370 ὑπόθεσιν παντί τῳ ειρηταί τε καὶ εἰρήσεται, προλαβὼν διελύσατο, ἐφ' ἃ τοὺς ἐπ' ἀκριβὲς τὰ καθ' ἡμᾶς διαγνῶναι εχοντας φιλαλήθως ἀναπέμψαντες φέρε μόνην ἐπὶ τοῦ παρόντος τὴν κατὰ τὸν κύριον ἡμῶνἸησοῦν Χριστὸν τοῦ Φιλαλήθους τουτουὶ λόγου παράθεσιν ἐπισκεψώμεθα μηδέν τι σπουδαῖον ἡγούμενοι πρὸς τὰ λοιπὰ τῶν ἑτέρωθεν ὑποσεσυλημένων αὐτῷ διαμάχεσθαι. μόνα δὲ εἰκότως νυνὶ τὰ περὶ τὸνἈπολλώνιον ἐποψόμεθα, ἐπεὶ καὶ μόνῳ παρὰ τοὺς πώποτε καθ' ἡμῶν γεγραφότας ἐξαίρετος νῦν τούτῳ γέγονεν ἡ τοῦδε πρὸς τὸν ἡμέτερον σωτῆρα παράθεσίς τε καὶ σύγκρισις. Θαυμάζει γοῦν καὶ ἀποδέχεται θείᾳ τινὶ καὶ ἀρρήτῳ σοφίᾳ, οὐχὶ δὲ γοητείας σοφίσμασι τεθαυματουργηκέναι φάσκων αὐτὸν καὶ ταῦτα ἀληθῶς οὕτως εχειν ὡς ετυχε, πιστεύων καὶ ἀναποδείκτως ἀπισχυριζόμενος. ακουε δ' ουν, ἅφησιν αὐταῖς συλλαβαῖς· «ἄνω δὲ καὶ κάτω θρυλοῦσι σεμνύνοντες τὸνἸησοῦν ὡς τυφλοῖς ἀναβλέψαι παρασχόντα καί τινα τοιαῦτα δράσαντα θαυμάσια.» εἶτά τινα μεταξὺ εἰπὼν ἐπιλέγει· «ἐπισκεψώμεθα γε μήν, ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα καὶ ην περὶ τῶν ἐναρέτων ἀνδρῶν εχομεν γνώμην.» καὶ ἐπὶ τούτοις τὸν ΠροκοννήσιονἈριστέαν καὶ Πυθαγόραν ὡς ἂν ἀρχαιοτέρους παρελθὼν ἐπιφέρει λέγων· ἀλλ' ἐπὶ τῶν προγόνων ἡμῶν κατὰ τὴν Νέρωνος βασιλείανἈπολλώνιος ηκμασεν ὁ Τυανεύς, ος ἐκ παιδὸς κομιδῇ νέου καὶ ἀφ' οὗπερ ἐν Αἰγαῖς τῆς Κιλικίας ἱεράσατο τῷ φιλανθρώπῳἈσκληπιῷ, πολλὰ καὶ θαυμαστὰ διεπράξατο, ων τὰ πλείω παρεὶς ὀλίγων ποιήσομαι μνήμην.» εἶτα καταλέγει ἀπὸ πρώτου ἀρξάμενος τὰ παράδοξα, μεθ' ἃ καὶ ἐπιλέγει ταῦτα 371 κατὰ λέξιν· «τίνος ουν ενεκα τούτων ἐμνήσθην; ιν' ἐξῇ συγκρῖναι τὴν ἡμετέραν ἀκριβῆ καὶ βεβαίαν ἐφ' ἑκάστῳ κρίσιν καὶ τὴν τῶν Χριστιανῶν κουφότητα, εἴπερ ἡμεῖς μὲν τὸν τὰ τοιαῦτα πεποιηκότα οὐ θεόν, ἀλλὰ θεοῖς κεχαρισμένον ανδρα ἡγούμεθα, οἱ δὲ δι' ὀλίγας τερατείας τινὰς τὸνἸησοῦν θεὸν ἀναγορεύουσι.» τούτοις ἐπιφέρει μεθ' ετερα φάσκων· «κἀκεῖνο λογίσασθαι αξιον, οτι τὰ μὲν τοῦἸησοῦ Πέτρος καὶ Παῦλος καί τινες τούτοιν παραπλήσιοι κεκομπάκασιν ἄνθρωποι ψεῦσται καὶ ἀπαίδευτοι καὶ γόητες, τὰ δὲἈπολλωνίου Μάξιμος ὁ Αἰγιεὺς καὶ Δάμις ὁ φιλόσοφος ὁ συνδιατρίψας αὐτῷ καὶ Φιλόστρατος ὁἈθηναῖος παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ' ἀληθὲς τιμῶντες διὰ φιλανθρωπίαν ἀνδρὸς γενναίου καὶ θεοῖς φίλου πράξεις μὴ βουλόμενοι λαθεῖν.» ταῦτα ῥήμασιν αὐταῖςἹεροκλεῖ τῷ τὸν καθ' ἡμῶν ἐπιγεγραφότι Φιλαλήθη λόγον ειρηται. Δάμις μὲν ουν ὁ τὰ πολλὰ ξυνδιατρίψας τῷἈπολλωνίῳ ἀπὸ τῆςἈσσυρίων γῆς ὁρμώμενος αὐτόθι τε πρῶτον ἐπὶ τῆς ἰδίας χώρας αὐτῷ συμμίξας τὴν ἐξ ἐκείνου μετὰ τοῦ ἀνδρὸς αὐτῷ γενομένην συνουσίαν ἱστόρησεν, ὁ δὲ Μάξιμος κομιδῇ βραχέα τῶν κατὰ μέρος αὐτῷ πεπραγμένων ἀνεγράψατο, ὅ γεμὴνἈθηναῖος Φιλόστρατος τὰ φερόμενα πάντα ὁμοῦ ἀπό τε τῶν Μαξίμου καὶ αὐτοῦ Δάμιδος καὶ ἄλλων συναγαγεῖν ἑαυτὸν φήσας πάντων μάλιστα ἐντελῆ τὴν ἀπὸ γενέσεως καὶ μέχρι τελευτῆς ἱστορίαν τοῦ κατὰ τὸν ανδρα βίου πεποίηται. Εἰ δὴ ουν ἐξὸν τὴν ἐπικατηγορουμένην ἡμῶν εὐχέρειάν τε καὶ κουφότητα καὶ τὴν τοῦ Φιλαλήθους ἀκριβῆ καὶ βεβαίαν ἐφ' ἑκάστῳ παραθεῖναι κρίσιν, φέρε διαπυθώμεθα, οὐχ ὅστις θειότερος γεγόνει. 372 οὐδ' ὁποῖος θαυμασιώτερά τε καὶ πλείω διεπράξατο παράδοξα, οὐδ' ὡς μόνος παρὰ τοῖς ἀνέκαθεν πρὸ μυρίων οσων ἐτῶν γενομένοιςἙβραίων σοφοῖς ὁ σωτὴρ ἡμῶν καὶ κύριοςἸησοῦς Χριστὸς ἥξειν εἰς ἀνθρώπους κατὰ θείαν ἐπίπνοιαν προπεφήτευτο, οὐδ' ὡς πλείους ἐπὶ τὸν τῆς θείας διδασκαλίας αὐτοῦ λόγον προὐτρέψατο, οὐδ' ὡς γνησίους καὶ οντως ἀληθεῖς ἐκτήσατο φοιτητὰς μονονουχὶ καὶ ὑπεραποθνήσκειν ἑτοίμως τῶν λόγων αὐτοῦ παρεσκευασμένους, οὐδ' ὡς μόνος σώφρονος βίου διδασκαλεῖον καὶ ἐς τὸν μετέπειτα χρόνον συνεστήσατο, οὐδ' ὡς τῇ ἰδίᾳ θεότητί τε καὶ ἀρετῇ πᾶσαν ἔσωσε τὴν οἰκουμένην καὶ εἰσέτι καὶ νῦν μυρία πλήθη πανταχόθεν ἐπὶ τὴν θείαν ἑαυτοῦ διδασκαλίαν ἐπαγόμενος, οὐδ' ὡς τῶν πώποτε μόνος πρὸς ἁπάντων σχεδὸν εἰπεῖν ἀνθρώπων ἀρχόντων τε καὶ ἀρχομένων πλείστοις ἔτεσιν ἤδη πολεμούμενος κρείττων καὶ πολὺ δυνατώτερος τῶν πικρῶς ἐλαυνόντων ἀπίστων ἀποδέδεικται θείᾳ καὶ ἀρρήτῳ δυνάμει τοὺς μὲν κατὰ καιρὸν ἐπανισταμένους αὐτοῦ τῇ θείᾳ διδασκαλίᾳ ῥᾳδίως μετιών, τὸν δὲ παγέντα πρὸς αὐτοῦ καὶ παραδοθέντα θεῖον λόγον εἰς απειρον αἰῶνα καθ' ολης κρατύνων τῆς οἰκουμένης, οὐδ' ὡς εἰσέτι καὶ νῦν τῆς ἐνθέου δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται μοχθηρούς τινας καὶ φαύλους δαίμονας ψυχαῖς ἀνθρώπων καὶ σώμασιν ἐφεδρεύοντας ἀπελαύνων διὰ μόνης τῆς ἀρρήτου προσηγορίας αὐτοῦ, ὡς αὐτῇ πείρᾳ κατειλήφαμεν, ταῦτα γὰρ περὶ τὸνἈπολλώνιον ζητεῖν μὴ καὶ τὸ ἐρωτᾶν ἀνόητον· μόνην δὲ ἐπισκεψώμεθα τὴν τοῦ Φιλοστράτου γραφήν, δι' ης εὐθυνοῦμεν, ὡς οὐχ οτι γε ἐν φιλοσόφοις, ἀλλ' οὐδὲ ἐν ἐπιεικέσι καὶ μετρίοις ἀνδράσιν αξιον ἐγκρί 373 νειν, οὐχ οπως τῷ σωτῆρι ἡμῶν Χριστῷ παρατιθέναι τὸνἈπολλώνιον οσον ἐπὶ τῇ γραφῇ τοῦ παρὰ τῷ Φιλαλήθει παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντος, τὸ δ' ἀληθὲς μὴ τιμῶντος συγγραφέως. τοιοῦτος γὰρ ην αὐτῷ μετὰ τῶν αλλων καὶ ὁἈθηναῖος Φιλόστρατος, ἐξ οὗ ῥᾳδίως αν καταμάθοιμεν καὶ τῶν λοιπῶν τῶν κατ' αὐτὸν παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἡκόντων, αὐτὸ δὲ τὸ ἐξητασμένως μὴ ἀπηκριβωμένων τῆς κατὰ τὸνἈπολλώνιον ἱστορίας. τούτων γὰρ ἡμῖν διευκρινηθέντων ὁμοῦ τοῦ τε Φιλαλήθους τὰ ἀνωτάτω τε καὶ καθ' ολων δικαστήρια διειληφότος ἡ κατὰ Χριστιανῶν βεβαία καί, ὡς αὐτὸς ἑαυτῷ δοκεῖ, ἀκριβὴς ἐφ' ἑκάστῳ κρίσις φανερὰ καταστήσεται ἡμῶν τε αυ, οἳ μωροὶ καὶ βεβουκολημένοι νενομίσμεθα παρ' αὐτοῖς, ἡ πρὸς αὐτῶν ἐπικαλουμένη εὐχέρειά τε καὶ κουφότης. Ἄλλος μὲν οὖν ὁμόσε χωρῶν αὐτόθεν διέβαλλεν αν βλασφημῶν ὡς ἐχθρὸν αὐτῷ καὶ πολέμιον τὸν καθ' οὗ τὸν λόγον ἐποιεῖτο, ἐγὼ δέ, ἑταῖρε, σοφόν τινα τὰ ἀνθρώπινα τὸν Τυανέα γεγονέναι ἡγούμην καὶ ἔτι γε τῆς αὐτῆς ἔχεσθαι διανοίας ἑκὼν ειναι βουλοίμην καί σοι τὴν αὐτὸς ἐμαυτοῦ περὶ αὐτοῦ δόξαν ἐκθείην ἂν ἐρωτῶντι· φιλοσόφων μὲν ὅτῳ τις βούλοιτο συγκαταλέγειν τὸν ἄνδρα πέρα μηδὲν διενοχλῶν ταῖς περὶ αὐτοῦ μυθολογίαις. μὴ φθονεῖν, εἰ δ' ὑπερπηδᾶν τοὺς ορους καὶ φιλοσοφίας ὑπέρτερα φρονεῖν εἴτε τις ΔάμιςἈσσύριος, ειτε Φιλόστρατος, ειτε τις συγγραφεὺς ἢ λογογράφος θρασύνοιτο λόγῳ μὲν ἐκτρεπόμενος γοητείαν, εργοις δὲ πλέον ἢ ῥήμασιν ἐπιφορτίζων τὸν ανδρα προσωπείου δίκην τὴν Πυθαγόρειον ἐπιμορφαζόμενος ἀγωγήν, οἰχήσεται μὲν ἡμῖν ὁ φιλόσοφος, ὄνος δ' ἀντὶ τοῦ 374 λέοντος ἐπικρυπτόμενος δέρρει σοφιστής τις ὡς ἀληθῶς ἀγείρων κατὰ τὰς πόλεις αὐτό τε τοῦτο γόης ἀτεχνῶς ἀντὶ φιλοσόφου φωραθήσεται. πῶς δὲ τοῦτό φημι καὶ πόθεν ὁρμώμενος, ἐρωτᾷς; μάνθανε· οροι φύσεως ἀρχὰς καὶ μέσα καὶ τέλη τῆς τῶν ολων οὐσίας περιειληφότες μέτρα καὶ θεσμοὶ ἅπασι, δι' ων τόδε τὸ πᾶν μηχάνημά τε καὶ ἀρχιτεκτόνημα τοῦ παντὸς κόσμου τελεσιουργεῖται, διατέθεινται νόμοις ἀλύτοις καὶ δεσμοῖς ἀρρήκτοις τῆς τὰ πάντα οἰκονομούσης προνοίας τὸ πάνσοφον βούλημα διαφυλάττοντες. οὔκουν κινήσειέ τι καὶ μεταθείη τις αν τῆς τάξεως τῶν απαξ διατεθειμένων. κεκράτηται δ' οὖν θεσμῷ φύσεως τὸν θεῖον ὑπεραναβαίνειν νόμον πᾶς, ὅτῳ τις θρασύτερος τῶν ἐπέκεινα ἐπιβαίνειν ἔνεστι πόθος. ουτ' ουν παρὰ φύσιν ὁ ενυδρος ἐπὶ τὴν χέρσον μεταβὰς βιῶναι δυνήσεται ἰχθύς, ουτε τὸ ἐν χέρσῳ τραφὲν τοῖς υδασιν ἐγκαταδύσεται τὴν ἐκεῖσε διηνεκῆ μονὴν ἀσπαζόμενον, οὔτε μέγα πηδήσας μετέωρός τις τῶν ἐπὶ γῆς ἀρθήσεται πρὸς ἀέρα συμπεριπολεῖν ἀετοῖς ἐπιθυμῶν· καὶ μὴν ἐκεῖνοί γε καν ἐπὶ γῆς ἔλθοιεν βρίσαντες ἐπὶ τὸ κάτω τὴν δύναμιν καὶ τοῦ πτεροῦ χαλάσαντες καὶ ἀνέντες τὴν φύσιν, ἐπεὶ καὶ τοῦτο θείοις ωρισται νόμοις, ἐκ τοῦ υψους τὸ μετέωρον ὑποκαταβαίνειν δύνασθαι, οὐ μὴν καὶ ἔμπαλιν τὸ ταπεινὸν καὶ γεῶδες ἐπὶ τὸ μετέωρον αἴρεσθαι. ταύτῃ δὴ καὶ τὸ θνητὸν ἀνθρώπων γένος ψυχῆς μετέχον καὶ σώματος οροις περιγέγραπται θείοις. ουτ' ουν τῷ σώματι δι' ἀέρος ἔλθοι ποτὲ τῶν ἐπὶ γῆς τις καταφρονήσας διατριβῶν μὴ οὐχὶ τοὐπιτίμιον αὐτίκα τῆς ἀνοίας παρασχών, οὔτε τὴν ψυχὴν ἀρθεὶς φρονήματι καθίξεται τῶν ἀνεφίκτων, ἢ μελαγχολίας νοσήματι ἂν περιπέσοι. 375 σωφρονοῖ δ' αν ἀρτίοις μὲν τὸ σῶμα ποσὶν ἐπὶ γῆς φερόμενος, τὴν δὲ ψυχὴν παιδείᾳ καὶ φιλοσοφίᾳ σκηρίπτων, ευξαιτο δὲ καί τινα συνεργὸν ανωθέν ποθεν ἐκ τῶν κατ' οὐρανὸν διατριβῶν ἐλθεῖν καὶ τῆς ἐκεῖσε διδάσκαλον αὐτῷ φανῆναι σωτηρίας. ἐρρωμένῳ γάρ τοι παραδείγματι νοσοῦντι μὲν τὸν ἰατρὸν ἐπιφοιτᾶν θέμις, καὶ τὸν διδάσκαλον εἰσαγομένῳ τοῖς μαθήμασι συμφέρεσθαι καὶ τὸν ανω που καὶ ἐν υψει συγκατιέναι τοῖς ταπεινοῖς, οὐ μὴν καὶ ἀνάπαλιν. ὅθεν δὴ θείαν μὲν φύσιν εὐεργέτιν οὖσαν καὶ σώτειραν καὶ προνοητικὴν τῶν ἐπιόντων ἀνθρώποις ποτὲ εἰς ὁμιλίαν ἐλθεῖν οὐδεὶς ἂν ἀπείργοι λόγος ὅρῳ θείας προνοίας καὶ τούτου συγκεχωρημένου, ἀγαθὸς γὰρ ην κατὰ τὸν Πλάτωνα, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· οὔκουν σωμάτων μόνων ἀγαθὸς ων ὁ τόδε τὸ πᾶν διακυβερνῶν ἐπιμελήσεται, πολὺ πλέον δὲ ψυχῶν, αις τὸ ἀθάνατόν τε καὶ αὐτοκρατορικὸν κεχάρισται γέρας. ταύταις δῆτα οἷα τῆς οἰκονομίας ἁπάσης κύριος ων καὶ χαρίτων, ων αν δωρούμενος αὐτὰς εὐεργετῇ τὴν φύσιν οὔσαις ἀντιληπτικαῖς ἀκτῖνας ὥσπερ τοῦ παρ' ἑαυτοῦ φωτὸς δωρήσεται ἀφθόνως τῶν ἀμφ' αὐτόν, εστιν οτε τοὺς μάλιστα προσεχεῖς εἰς τὴν τῶν ἐπίταδε σωτηρίαν τε καὶ ἀντίληψιν ἐκπέμπων, ὧν εἴ τῳ εὐτυχῆσαι γένοιτο, τὴν διάνοιαν οὗτος ἀποκαθαρθεὶς καὶ τὴν τῆς θνητότητος ἀποσκεδάσας ἀχλὺν θεῖος ἀληθῶς ἀναγραφήσεται μέγαν τινὰ θεὸν ἀγαλματοφορῶν ἐν τῇ ψυχῇ. κινήσειε δῆτ' ανοια τηλικοῦτος τὸ πάντων ἀνθρώπων γένος καὶ μᾶλλον ἡλίου τὴν οἰκουμένην καταλάμψειε τοὖργον τῆς ἀιδίου θεότητος καὶ εἰς τὸν ἐπιόντα συνορᾶσθαι καταλείπων χρόνον οὐ μεῖον τῶν ἐξ ἀψύχου ὕλης 376 δημιουργημάτων τὸ τῆς ἐνθέου παράδειγμα φύσεως παρεσχημένος. καὶ ταύτῃ μὲν ἀνθρωπεία φύσις τῆς ὑπὲρ ανθρωπον κοινωνήσαι αν, αλλως δ' οὐ θέμις τοὺς ὅρους ὑπερβαίνειν, οὐδ' ἄπτερον εχοντα τὸ σῶμα τὰ τῶν πτηνῶν ἐπιτηδεύειν, οὐδ' ανθρωπον οντα τὰ τῶν δαιμόνων πολυπραγμονεῖν. Τίνα δῆτα ἡμῖν ἐπὶ τούτοις τὸνἈπολλώνιον εἰσάγεις, ὦ συγγραφεῦ; εἰ μὲν δὴ θεῖον καὶ φιλοσόφου κρείττονα τήν τε φύσιν ἁπλῶς εἰπεῖν ὑπὲρ ἄνθρωπον, τήρει μοι δι' ολης τῆς ἱστορίας τὴν ὑπόθεσιν καὶ τουργον εἰσέτι νῦν ἐπιδείκνυθι τῆς θειότητος. ἦ γὰρ οὐκ ἀτοπώτατον τεκτόνων μὲν καὶ οἰκοδόμων καὶ μετὰ τὴν τῶν δημιουργῶν τελευτὴν ἐπὶ μήκιστον τουργον διαρκεῖν ἀθάνατόν που σχεδὸν τῶν συστησαμένων τὴν μνήμην στηλιτεῦον, θείαν δὲ αρα φύσιν ἀνθρώποις ἐπιλάμψασαν σκότιόν που καὶ μινυνθάδιον ἀποτελεῖν, οὐχὶ δὲ εἰς αἰῶνα τὴν ἀρετὴν ἐπιδείκνυσθαι, μὴ εἰς ενα τινὰ Δάμιν ἢ καὶ αλλους βραχεῖς πτωχεύουσαν τῶν ἀνθρώπων, ἀλλ' εἰς μυρίων ὅσων ὠφελείας οὐ τῶν καθ' ὃν χρόνον ἐγνωρίζετο μόνων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γενησομένων τὴν πάροδον ποιουμένην; ταύτῃ τοι καὶ τοὺς πάλαι σοφοὺς ζηλωτάς τε καὶ διαδόχους ποιήσασθαι τῆς ἀρετῆς ἀθάνατον ὡς ἀληθῶς ἀνθρώποις παρεσχημένους τὸ κατόρθωμα. εἰ δὲ θνητὴν ὑπογράφεις τἀνδρὸς τὴν φύσιν, ορα μὴ πλέον, ἢ προσῆκε, ταύτῃ χαριζόμενος δίκην ἀποίσεις παραλογίας. ἀλλὰ μὴν εἰσῆκται αὐτῷ θεῖος ἄνθρωπος καὶ θαλαττίου δαίμονος σχῆμά τε καὶ προσωπεῖον ἀπὸ γενέσεως ἀναλαμβάνων. «κυούσῃ γάρ,» ως φησι, τῇ αὐτοῦ μητρὶ φάσμα ηλθε θαλαττίου δαίμονος, Πρωτεὺς ὁ παρὰ τῷὉμήρῳ ἐξαλλάττων. ἡ δὲ οὐδὲν δείσασα 377 ηρετο αὐτόν, τί ἀποκυήσοι, ὁ δὲ «ἐμὲ» εἶπε· «σὺ δὲ τίς» εἰπούσης «Πρωτεὺς» ἔφη «ὁ Αἰγύπτιος.» εἶτα δὲ λειμῶνά τινα, καὶ κύκνους τὴν γυναῖκα μαιεύεσθαι γράφει, ὁπόθεν αὐτὸ τοῦτ' εἴη ληφθέν, μὴ εἰπών· οὐ γὰρ δὴ καὶ τούτου ὑγηγητήν. Δάμιν τὸνἈσσύριον ὑπογράψεται. ἀλλὰ καὶ οὐκ ἐς μακρὸν τῆς αὐτῆς ἱστορίας αὐτῷ Δάμιδι οἷαδὴ θείας ὄντα φύσεως τὸνἈπολλώνιον εἰσάγει αὐτὰ δὴ ταῦτα λέγοντα· «ἐγώ, ὦ ἑταῖρε, πασῶν τῶν φωνῶν ξυνίημι μαθὼν οὐδεμίαν·» καὶ «μὴ θαυμάσῃς, οἶδα γὰρ καὶ ἃ σιωπῶσιν οἱ ανθρωποι.» καὶ πάλιν ἐνἈσκληπιοῦ τιμώμενον πρὸς τοῦ δαίμονος καὶ πρόγνωσιν φυσικήν τινα καὶ ἀδίδακτον ἔχειν ἐκ παιδὸς κρείττονά τε ἀτεχνῶς ἀνθρώπου φῦναι αὐτὸν ἐξ αὐτῆς γενέσεως καὶ δι' ολης ἡμῖν τῆς ἱστορίας ὑπογράφει. λύσαντος γοῦν ἑαυτόν ποτε ἀπὸ δεσμῶν ἐπιφέρει λέγων· «τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆςἈπολλωνίου φύσεως, οτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου. μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ.» ἐπὶ τελευτῇ δὲ τάφον μὲν αὐτοῦ μηδόλως ποι γῆς εὑρίσκεσθαι, χωρῆσαι δὲ εἰς οὐρανὸν αὐτῷ σώματι μεθ' ὕμνων καὶ χορείας λέγει. εἰκότως δὴ οὖν οἷαοντα τοσοῦτον «θειότερον ἢ ΠυθαγόραςἘμπεδοκλῆς τε καὶ Πλάτων φιλοσοφίᾳ τὸν ανδρα προσεληλυθέναι φησίν. οὐκοῦν ἐν θεοῖς ἡμῖν διὰ τούτων ἀναγεγράφθω ὁ ανθρωπος καὶ ὁ φθόνος ἀπέστω τῆς τῶν φωνῶν ἁπασῶν αὐτοφυοῦς καὶ αὐτοδιδάκτου συνέσεως. τί δῆτα οὖν ἐς διδασκάλου αγει αὐτὸν καὶ τὸν μηδεμίαν φωνὴν μεμαθηκότα διαβάλλει ὡς αν ἐξ ἀσκήσεως καὶ μελέτης, ἀλλ' οὐκ ἐκ φύσεωςἈττικὸν γενόμενον τὴν γλῶτταν; φησὶ γάρ τοι, ὡς προϊὼν ἐς ἡλικίαν γράμματά τε καὶ μνήμης ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος καὶ ἡ γλῶττα αὐτῷ ἀττικῶς ειχε.» καὶ «γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρ' Εὐθύδημον τὸν ἐκ Φοινίκης, ος ῥήτωρ τε ἀγαθὸς ην καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ διδασκάλου ειχετο.» εἶτα «ξυνεφιλοσόφουν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου. διήκουε δὲ καὶ τῶνἘπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δὲ Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνελάμβανε.» τοσαῦτα ὁ μηδεμίαν μαθὼν φωνὴν θείᾳ τε δυνάμει «ἃ καὶ σιωπῶσιν ανθρωποι» προλαβὼν ἐξεπαιδεύετο. ὁ δὲ διαλιπὼν αυθις αὐτὸν θαυμάζει, ἐς οσον συνέσεως τῆς τῶν ζῴων φωνῆς ηλθε καὶ ἐπιφέρει λέγων «καὶ ἐς ξύνεσιν δὲ τῆς τῶν ζῴων φωνῆς ηλθε, καὶ εμαθε δὲ τοῦτο διὰ τῶνἈραβίων πορευόμενος αριστα γιγνωσκόντων τε καὶ πραττόντων αὐτό. εστι γὰρ τῶνἈραβίων κύκνων ηδη καὶ ὀρνίθων μαντευομένων ἀκούειν, ὁπόσα οἱ χρησμοί. ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.» ἐνταῦθα πάντως που δρακόντων καρδίας δήπου καὶ ἥπατος τὸν Πυθαγόρειον ἐμψύχων τε τροφῆς ἀπεχόμενον καὶ μηδὲ θύειν δαίμοσιν ἐπιτολμῶντα εἰκὸς ην ἀπογεύσασθαι, ὡς ἂν καὶ τῆς παρὰ τούτοις κοινωνήσοι σοφίας. πρὸς γὰρ τοιῶνδε διδασκομένῳ πῶς αν αλλως μὴ οὐχὶ τὰ ομοια τοῖς διδασκάλοις ζηλώσαντι κατωρθοῦτο τὸ ἐπιτήδευμα; ἔχομεν δὴ οὖν πρὸς τοῖς καταλελεγμένοις καὶ τοὺςἈραβίων σοφοὺς διδασκάλους τῆς κατὰ τὴν οἰωνιστικὴν τἀνδρὸς ἐπιστήμης, ἐφ' ἧς εἰκότως ὁρμώμενος υστερόν ποτε τὸν στρουθόν, οτι καὶ 379 βούλοιτο συγκαλῶν τοὺς ἑτέρους ἐπὶ τροφήν, προειπὼν θαῦμα μέγιστον παρέχειν ἔδοξε τοῖς παροῦσι. ταύτῃ δὴ καὶ τὴν ἀπεσφαγμένην οσον οὔπω λέαιναν ἅμα τοῖς ὀκτὼ σκύμνοις κατὰ τὴν εἰςἈσσυρίους ὁδὸν θεασάμενος αὐτίκα τῷ θεάματι συμβαλὼν τῆς ἐσομένης αὐτῷ παρὰ Πέρσαις διατριβῆς τὸν χρόνον ἐμαντεύσατο. ἀκόλουθα δὲ τῇ παρὰ τοῖςἈραβίοις φοιτήσει ἐγχειρεῖν αὐτὸν καὶ παρὰ Πέρσαις ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ· τῷ γάρ τοι Δάμιδι, ος μόνος φοιτητὴς ην αὐτῷ καὶ ἑταῖρος, ἀπαγορεύσας παρὰ τοὺς μάγους ἰέναι μόνος αὐτός, ὡς αν μὴ μετ' ἀγνώμονος δηλαδὴ τὰ τῆς μαγείας μανθάνοι, μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας τὰς μετ' αὐτῶν ἐποιεῖτο σχολάς. ετι δὲ Οὐαρδάνῃ Βαβυλωνίῳ εἰς λόγους ἐλθόντα βασιλεῖ ὧδέ πως λέγειν αὐτὸν παρατίθεται· «σοφία δέ μοι Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ωδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διαλέξεις θεῶν.» τίς δ' αὐτῷ ταῦτα συγχωρήσειεν, ὅτε Πυθαγόρᾳ μὲν οὐδεμία τις τοιαύτη καταλέλειπται γραφή, οὐδ' ἀπόρρητα τινα συγγράμματα, ὡς καν ὑπονοῆσαι αὐτὸν ἐξ ἐκείνων ὁρμᾶσθαι, ὁ δέ γε διδάσκαλος αὐτῷ τῆς κατὰ Πυθαγόραν φιλοσοφίας οὐδέν τι διαφέρειν τῶνἘπικουρείων πρὸς αὐτοῦ μεμαρτύρηται τοῦ Φιλοστράτου ωδέ πως εἰρηκότος «διδάσκαλος μὲν ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδ' ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε ἥττων καὶ ἀφροδισίων καὶ κατὰ τὸνἘπίκουρον ἐσχημάτιστο. ην δὲ οὗτος Εὔξενος ὁ ἐξἩρακλείας τοῦ Πόντου. τὰς δὲ Πυθαγόρου γνώμας ἐγίγνωσκεν, ωσπερ οἱ ορνιθες αμανθάνουσι παρὰ τῶν ἀνθρώπων. «φεῦ τῆς ἀτοπίας, εἰ παρὰ 380 τούτου λέγοι τις τῆς πρὸς τοὺς θεοὺς διαλέξεως τὴν σύνεσιν αὐτὸν εἰληφέναι. ἀλλὰ δὴ συγκεχωρήσθω καὶ ἑτέρων ὑφηγητῶν αὐτὸν ἀκηκοέναι καίτοι γε τοῦ συγγραφέως τοῦτο μηδαμῶς ἐπισημηναμένου· τίς δὴ ουν τούτων σύνεσίν τε καὶ φοίτησιν εἰς διαλέξεις θεῶν ὁρωμένων καὶ οὐχ ὁρωμένων αὐτός τε ὡς ἀπὸ Πυθαγόρου μαθὼν εἰδέναι διδάσκεσθαί τε ἑτέρους ἐπηγγέλλετο; καὶ μὴν οὐδ' ὁ περιβόητος Πλάτων πάντων γε μᾶλλον τῆς Πυθαγόρου κεκοινωνηκὼς φιλοσοφίας, οὔτ' Ἀρχύτας, ου τ' αὐτὸς ἐκεῖνος ὁ τὰς Πυθαγόρου γραφῇ παραδοὺς ὁμιλίας Φιλόλαος, οὐδ' εἴ τινες ἄλλοι γνώριμοι τἀνδρὸς γεγονότες, οι δόξας τε αὐτοῦ καὶ γνώμας γραφῇ τοῖς μετ' αὐτὸν παραδεδώκασιν, ἐπὶ τοιαύτῃ τινὶ ἐσεμνύναντο σοφίᾳ. οὐκοῦν ἑτέρωθεν, ἀλλ' οὐκ ἀπὸ Πυθαγόρου τὰ τοιαδὶ μαθὼν προσχήματι σεμνολογῶν ἐπιγράφεται τὴν τοῦ φιλοσόφου πρόσρησιν, ινα δὲ καὶ παραλογώτατα τὸ ψεῦδος ὡς ἀληθές τις γεγονέναι συγχωρήσειεν, οὐκ οἶδ' οπως ἐξ αὐτοῦ λέγων ἐκείνου τοῦ Σαμίου πρὸ μυρίων ὅσων ἐτῶν ἐξ ἀνθρώπων γενομένου τὰ περὶ τούτων αὐτὸν μεμαθηκέναι. οὐκοῦν πρὸς τοῖςἈραβίοις καὶ τοῦτον διδάσκαλον αὐτοῦ τῆς δὴ νομιζομένης ἀπορρήτου περὶ θεῶν ἐπιστήμης ἐπιγραπτέον. εἰ δὴ ουν θείας ην φύσεως, κατέψευσται αὐτοῦ τοὺς διδασκάλους ὁ λόγος, εἰ δ' ἀληθὴς ην ουτος, ψευδὴς ἦν ὁ μῦθος καὶ οὐκ ἀληθὴς ἡ περὶ τοῦ θεῖον γεγονέναι αὐτὸν γραφή. οὔπω μοι τοῦ Πρωτέως τὸ φάσμα πολυπραγμονεῖν ἔπεισι καὶ τὴν περὶ τούτου πίστιν αἰτεῖν, οὐδὲ τῶν παρ' αὐτῷ κύκνων τὰς ἀποδείξεις, οὓς γελοίως τὴν μητέρα τίκτουσαν αὐτὸν μαιοῦσθαι ἱστορεῖ, ἀλλ' οὐδὲ τῆς περὶ τοῦ σκηπτοῦ μυθολογίας τὸν μάρτυρα 381 παρέχειν ἀξιῶ, οὐ γὰρ δὴ καὶ τούτων, ὡς εφην, Δάμις ἡμῖν συνίστωρ ἀφίξεται, μακρῷ ὕστερον ἐν Νίνῳ τῆςἈσσυρίας τἀνδρὶ συνάψας. ἐγὼ μὲν οὖν εὖ μάλα προθύμως τοῖς εἰκόσι τε καὶ ἀληθείας ἐχομένοις πειθόμενος, εἰ καὶ μείζονά τινα καθ' ὑπερβολὴν ἐς ἔπαινον ἀνδρὸς ἀγαθοῦ λέγοιτ' ἄν, πιστὰ καὶ παραδεκτέα εἶναί μοι δοκῶ, ὅτι μὴ μόνα τὰ τερατώδη καὶ λήρου πλέα. οὔκουν φθονοίην, εἴ φησιν ὁ συγγραφεὺς γένος τε ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον τῷ ἀνδρὶ γεγονέναι καὶ πλουτῶν εἰ ουτως ετυχεν ὑπὲρ τοὺς ἐγχωρίους απαντας διδασκάλων τε νέον οντα οὐ μόνον τῶν δεδηλωμένων τυχεῖν, ἀλλ', εἰ δοκεῖ, καὶ τούτων αὐτὸν διδάσκαλον καὶ καθηγητὴν γεγονέναι. εστω δ' ἐπὶ τούτοις ἐντρεχὴς καὶ τὰ κοινά, ὡς τὸν εἰςἈσκληπιοῦ θεραπείας χάριν ἀφιγμένον διὰ γνώμης ἀρίστης ἀπαλλάξαι τῆς ἀρρωστίας, νοσοῦντι γὰρ δὴ ὑδέρου πάθει κατάλληλον ἐγκρατείας ὑποθέσθαι δίαιταν τῷ κάμνοντι καὶ ταύτῃ αὐτὸν ὑγιᾶ καταστῆσαι καὶ τούτῳ γε τῆς φρονήσεως ἀποδεκτὸν τὸ μειράκιον, καὶ ὡς τὸν πολυτελῶς θύειν παρεσκευασμένον εἶρξεν οἷα εἰκὸς ἐπὶ κακίᾳ διαβεβοημένον, καὶ γὰρ δὴ τῶν ἐγχωρίων ἁπάντων πλουσιώτατόν τε καὶ περιφανέστατον αὐτὸν ὑποτίθεται. καὶ ἐν σώφροσι δ' αὐτὸν φθόνος οὐδεὶς ἐγγράφειν, οτι τε πρὸς τὸν ἐραστὴν πειρώμενον αὐτοῦ τῆς ωρας διελοιδορήσατο καὶ γυναικείας οτι καθαρὸν ἑαυτὸν μίξεως διὰ τέλους, ὡς ὁ λόγος φησίν, ηγαγε. πιστὰ δ' ἔστω καὶ τὰ τῆς πενταετοῦς κατὰ Πυθαγόραν σιωπῆς αὐτοῦ, καὶ τά, ὅπως ταύτην διήνυσεν, ἐπαίνου αξια. ταῦτα δὴ καὶ οσα τοιαῦτα ἀνθρώπινα καὶ ὡς ἀληθῶς φιλοσοφίας καὶ ἀληθείας οὐ πόρρω δεχοίμην αν περὶ πολλοῦ τὸ 382 ευγνωμόν τε καὶ φιλάληθες τιμώμενος, τὸ γέ τοι κρεῖττον ἀνθρώπου τὴν φύσιν ὑποτίθεσθαι καὶ παρὰ πόδας ἐναντιολογεῖν τῆς τε δοθείσης ἀμνημονεῖν ὑποθέσεως, ἔχειν ψόγον ἂν καὶ διαβολὴν αὐτῷ τε τῷ γράφοντι καὶ πολὺ πρότερον τῷ γραφομένῳ περιάψειν ἡγοῦμαι. Καὶ ταῦτα μὲν ἀπὸ τοῦ πρώτου συγγράμματος. ἐπίωμεν δὲ καὶ τὰ ἐκ τοῦ δευτέρου. τὴν ἀπὸ Περσίδος ἐπ' Ἰνδοὺς πορείαν αγει παραλαβὼν αὐτὸν ὁ λόγος. εἶτά τι πεπονθὼς ἀπειρόκαλον, ωσπερ τι παράδοξον, δαιμόνιόν τι, ὃ καὶ εμπουσαν ὀνομάζει, κατὰ τὴν ὁδὸν ἰδόντα λοιδορίαις αμα τοῖς ἀμφ' αὐτὸν ἀπελάσαι φησί, καὶ ζῴων δὲ εἰς τροφὴν αὐτοῖς προσαχθέντων εἰρηκέναι αὐτὸν τῷ Δάμιδι, ὡς αρα συγχωροίη αὐτῷ τε καὶ τοῖς ἑταίροις σιτεῖσθαι τῶν κρεῶν, τὸ γὰρ ἀπέχεσθαι αὐτῶν αὐτοῖς μὲν εἰς οὐδὲν ὁρᾶν προβαῖνον, ἑαυτῷ δὲ εἰς ἃ ὡμολόγηται πρὸς φιλοσοφίαν ἐκ παιδός. καίτοι τίς οὐκ ἂν ἀπορήσειεν, ὅτι μηδ' αὐτόν, ὃν μόνον ἐδόκει τοῦ βίου ζηλωτὴν κεκτῆσθαι καὶ προυτρεπεν ἐπὶ φιλοσοφίαν, εἶργεν οἷα φίλτατον τῆς τῶν ἐμψύχων, ὡς αν οὐχ ὁσίας κατὰ Πυθαγόραν τροφῆς, ὁ δ' οὐκ οἶδ' ὁποίῳ λόγῳ λέγων μὲν οὐ συνοίσειν ἑαυτῷ, κείνοις δ' οὐδὲν ὁρᾶν ἀπὸ τῆς ἀποχῆς προβαῖνον ὡμολόγει; ἐπὶ τούτοις ὁ Φιλόστρατος ὁ τἀληθὲς τιμᾶν πρὸς τοῦ Φιλαλήθους μεμαρτυρημένος, ορα τῆς ἀληθείας ὁποῖα δείγματα παρίστησι· γενόμενον παρ' Ἰνδοῖς τὸνἈπολλώνιον παραστήσασθαί φησιν ἑρμηνέα καὶ δι' αὐτοῦ προσδιαλέγεσθαι Φραώτῃ, τοῦτο δ' ειναι τῷ βασιλεῖ τῶνἸνδῶν ονομα, καὶ ὁ μικρῷ πρόσθεν κατ' αὐτὸν πασῶν γλωσσῶν συνεὶς νῦν αὖ κατὰ τὸν αὐτὸν ἑρμηνέως δεῖται. καὶ πάλιν ὁτὰ κατὰ διάνοιαν 383 ἀνθρώπων εἰδὼς καὶ μόνον οὐχὶ κατὰ τὸν παρ' αὐτοῖς θεὸν κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων δι' ἑρμηνέως ἀνερωτᾷ, ὁποία τις εἴη τῷ βασιλεῖ δίαιτα, ἡγεμόνα τε ἀξιοῖ τῆς ἐς Βραχμᾶνας πορείας γενέσθαι τινὰ αὐτῷ. καὶ μεταξὺ ὁ μὲν τῶνἸνδῶν βασιλεὺς καὶ ταῦτα βάρβαρος ὢν τὴν φύσιν τὸν ἑρμηνέα ἐκποδὼν μεταστησάμενοςἙλλάδι χρῆται πρὸς αὐτὸν τῇ ὁμιλίᾳ παιδείαν καὶ πολυμάθειαν ἐνδεικνύμενος, ὁ δὲ οὐδ' ως, οτι δὴ καὶ αὐτὸς τῆς παρ' αὐτοῖς οὐκ ἀμαθῶς εχοι φωνῆς δέον ἐπεφιλοτιμήσατο, ἀλλὰ καὶ λαλοῦντοςἙλλάδι γλώσσῃ τοῦἸνδοῦ ἐκπλήττεται, ᾗ φησιν ὁ Φιλόστρατος ἀκόλουθα, ὡς ἔοικεν, ἑαυτῷ γράφων. πῶς γὰρ ἂν ἐξεπλάγη μὴ οὐχὶ βάρβαρον οἰηθείς; καὶ τὸν τοιοῦτον θαυμάσας οὔποτ' αν ἑλληνίσαι προσεδόκησεν· ειθ', ωσπερ τι παραδόντα παράδοξον καταπλαγεὶς καὶ τὸ τούτου ἔτ' ἀγνοῶν αιτιον «εἰπέ μοι» ἔφη ὁἈπολλώνιος «ὦ βασιλεῦ, πόθεν οὕτως εχεις φωνῆςἙλλάδος; φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐδὲ γὰρ ἐς διδασκάλους γε, οἶμαι, ἀναφέρεις, ἐπεὶ μηδὲ ειναιἸνδοῖς εἰκὸς διδασκάλους τούτου.» αυται αἱ παράδοξοι τοῦ πάντα προγνώσει διειληφότος φωναί, ας ὁ βασιλεὺς ἀμειβόμενος, οτι τε σχοίη διδασκάλους καὶ οἵτινες ουτοι εκαστά τε πατρόθεν τῶν περὶ αὐτὸν συμβεβηκότων φράζει. εἶτα καί τισι τοῦἸνδοῦ δικάζοντος περὶ θησαυροῦ φωραθέντος ἐν ἀγρῷ, πότερα τῷ πριαμένῳ ἢ τῷ τὸ χωρίον ἀποδομένῳ δέοι νεῖμαι τοῦτον, ὁ πάντα φιλόσοφος καὶ θεοῖς κεχαρισμένος ἐρωτηθεὶς ἐπικρίνει τῷ πριαμένῳ, λογισμὸν δὴ αὐτοῖς ῥήμασιν ἐπειπὼν «ὡς οὐκ αν οἱ θεοὶ τὸν μὲν ἀφείλοντο καὶ τὴν γῆν, εἰ μὴ 384 φαῦλος ην, τῷ δ' αὖ καὶ τὰ ὑπὸ γῆν δοῦναι, εἰ μὴ βελτίων ην τοῦ ἀποδομένου.» ὡς κατ' αὐτὸν δὴ συνάγεσθαι, τοὺς μὲν εὐπόρους καὶ πλούτῳ διαφέροντας, καν αἰσχρότατοι καὶ πανωλέστατοι τυγχάνοιεν, τρισευδαίμονας καὶ θεοφιλεῖς ἡγεῖσθαι, μόνους δ' αρα κακοδαίμονάς τε καὶ ἀθλίους τοὺς πενεστάτους, καν Σωκράτης, κἂν Διογένης, καν αὐτὸς ἐκεῖνος Πυθαγόρας τυγχάνῃ, καν αλλος, οἱ πάντων ἀνδρῶν σωφρονέστατοι τε καὶ ἐπιεικέστατοι. εἴποι γὰρ αν τις ἑπόμενος τῷ λόγῳ μὴ αν κατ' αὐτὸν τοὺς θεοὺς τοὺς μὲν πένητας, τούτους δὴ αὐτούς, οἳ κατὰ φιλοσοφίαν διήνεγκαν, ἀφελέσθαι καὶ τὰ πρὸς τὴν ἀναγκαίαν τροφὴν μὴ οὐχὶ πάντως φαύλους ὄντας τὸν τρόπον, τοῖς δὲ τὸ ηθος ἀκολαστοτέροις αφθονα καὶ τὰ μὴ ἀναγκαῖα παρασχεῖν, εἰ μὴ βελτίους ἐτύγχανον τῶν προτέρων, ἐξων παντί τῳ καταφανὴς ἡ τοῦ συμπεράσματος ἀτοπία. Ταῦτα καὶ ἀπὸ τοῦ δευτέρου παραθέμενοι ἴωμεν ἐπὶ τὸ τρίτον τὰ κατὰ τοὺς βεβοημένους ἐποψόμενοι Βραχμᾶνας· ἔνθα δὴ τὰ ὑπὲρ Θούλην απιστα καὶ εἴ τί περ αλλο τερατῶδές ποτε μυθολόγοις τισὶν ἀναπέπλασται, εὖ μάλα πιστὰ καὶ ἀληθέστατα, ὡς ἐν παραθέσει τούτων, ἀναφανήσεται, οἷς καὶ τὸν νοῦν ἐπιστῆσαι αξιον τῆς τοῦ Φιλαλήθους ενεκεν αὐθαδείας ἡμῖν μὲν εὐχέρειαν καὶ κουφότητα τρόπου περιάπτοντος, αὑτῷ δὲ καὶ τοῖς αὐτῷ παραπλησίοις τὴν ἀκριβῆ καὶ βεβαίαν μετὰ συνέσεως κρίσιν. Ορα γοῦν, ἐφ' οις σεμνύνεται παραδόξοις τῶν ἡμετέρων θείων εὐαγγελιστῶν προκρίνων τὸν Φιλόστρατον, ὡς μὴ μόνον παιδείας ἐπὶ πλεῖστον ἥκοντα, ἀλλὰ καὶ ἀληθείας ἐπιμεμελημένον. πρῶτα μὲν ουν ἐν τῇ πρὸς τοὺς Βραχμᾶνας πορείᾳ τοῦἈπολλωνίου γυνή 385 τις αὐτῷ τὴν χροιὰν εἰσάγεται ἀπὸ τῆς κεφαλῆς ἐς ὀσφὺν λευκοτάτη, τὸ δὲ ετερον μέρος τοῦ σώματος μέλαινα, τὰ δὲ προϊόντων τῆς ἐπὶ τοὺς Βραχμᾶνας ὁδοῦ ὄρη καταπεφυτευμένα τὸ πέπερι καὶ τούτου πίθηκοι γεωργοὶ καὶ παράδοξοί τινες τὸ μέγεθος δράκοντες, ων ἀπὸ κεφαλῆς λαμπάδες ἀπορριπτοῦνται πυρός, ους εἴ τις ἀνέλοι, ευ ροιαν, φησι, παραδόξους λίθους ἐν ταῖς κεφαλαῖς τῷ τοῦ Γύγου τοῦ παρὰ τῷ Πλάτωνι παραπλησίους. καὶ ταῦτα μὲν τὰ πρὸ τοῦ τῶν Βραχμάνων λόφου. ὡς δὲ καὶ εἰς αὐτὸν ἀφίκοντο, σανδαράκινον ἐνταῦθα φρέαρ υδατος ἰδεῖν παραδόξου καὶ κρατῆρα πλησίον πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολιβδώδη, δύο τε πίθους λίθου μέλανος τὸν μὲν ὄμβρων, τὸν δὲ ἀνέμων, ἀφ' ων τοὺς Βραχμᾶνας, οις αν εἶεν τῆς χώρας ἵλεῳ, χορηγεῖν. ἀλλά γε καὶ ἀγάλματα παρ' αὐτοῖςἈθηνᾶς Πολιάδος καὶἈπόλλωνος Πυθίου καὶ Διονύσου Λιμναίου, καὶ ἄλλων τινῶνἙλληνικῶν θεῶν, Ἰάρχαν δὲ τὸν ἐπὶ πάντων διδάσκαλον καλεῖσθαι, ον καὶ ἰδεῖν καθεζόμενον πολλοῦ γε δεῖ φιλοσοφικῷ, σατραπικῷ δ' ἂν μᾶλλον σχήματι ἐφ' ὑψηλοτάτου δίφρου, χαλκοῦ δὲ μέλανος οὗτος ἦν καὶ πεποίκιλτο χρυσέοις ἀγάλμασιν, οἷαδὴ εἰκὸς τεχνουργῶν βαναύσων τρόπον πυρὶ καὶ σιδήρῳ μοχθοῦντας τοὺς φιλοσόφους τεχνουργεῖν, ἡ καὶ θαυματοποιῶν δίκην αὐτόματον ἀποτελεῖν τὸ δημιούργημα, οἱ δὲ τῶν αλλων τῶν μετ' αὐτὸν διδασκάλων δίφροι χαλκοῖ μέν, φησιν, ασημοι δ' ησαν καὶ ηττον ὑψηλοί. εδει γάρ που πάντως τυράννου σχήματι προνομίας τῆς ἐν ἀγάλμασι καὶ χρυσῷ τὸν τῆς θείας φιλοσοφίας ἀξιοῦσθαι διδάσκαλον. πρῶτον δὲ τὸνἸάρχαν ἰδόντα φησὶ τὸνἈπολλώνιον ἐξ ὀνόματός τε προσειπεῖνἙλλάδι τῇ φωνῇ καὶ ἣν 386 αὐτῷ παρὰ Φραώτου κομίζοι, ἐπιστολὴν αἰτῆσαι κατὰ πρόγνωσιν ηδη τοῦτο προειληφότα ἐνδείξασθαί τε τὸ ενθεον τῆς προγνώσεως προειρηκότα, ὡς αρα ἑνὶ γράμματι τῷ δέλτα λείποι ἡ ἐπιστολὴ ἄρξασθαί τε ἀπειροκάλως εὐθὺς ἀπὸ πρώτης ὁμιλίας ἀπειροπλούτου δίκην ἐνεπιδείκνυσθαι τὸ τῆς προγνώσεως πλεονέκτημα πατέρα καὶ μητέρα καταλέγοντα τοῦἈπολλωνίου γένος τε καὶ τροφὴν καὶ παιδείαν καὶ τὰς κατὰ χρόνους ἀποδημίας καὶ τὴν εἰς αὐτὸν πορείαν καὶ τὰ κατ' αὐτὴν πεπραγμένα τε αὐτῷ καὶ ὡμιλημένα. εἶτα δέ φησιν αὐτὸς οὗτος ὁ θαυμάσιος συγγραφεὺς τοὺς Βραχμᾶνας ἅμα τῷἈπολλωνίῳ χρισαμένους ἠλεκτρίνῳ φαρμάκῳ λούσασθαι καὶ περιστάντας ὡς ἐν χορῷ τὴν γῆν τύψαι ταῖς ῥάβδοις, τὴν δὲ κυρτωθεῖσαν ἀναπέμψαι αὐτοὺς εἰς δίπηχυ τοῦ ἀέρος, ἑστάναι τε αὐτοὺς μετεώρους ἐν αὐτῷ ἀέρι ἐπί τι χρόνου διάστημα, ελκειν δὲ καὶ πῦρ ἀπὸ τοῦ ἡλίου, οτε βούλοιντο, αὐτομάτως. τούτοις δ' ἐπιφέρει παράδοξον ὁ θαυματολόγος, ὡς αρα τρίποδες Πυθικοὶ τέτταρες ἐξεκυκλήθησαν αὐτόματοι φοιτῶντες, καὶ εἰκάζει δὴ οὖν αὐτοὺς τοῖςὉμηρείοις οἰνοχόους τε ἐπὶ τούτοις ἐκ χαλκοῦ διακόνους τὴν υλην ιστησι τέτταρας, ἐπιλέγει δέ, ὡς αρα καὶ ἡ γῆ αὐτομάτως ὑπεστόρνυτο αὐτοῖς πόας. τῶν δὲ τριπόδων οἱ μὲν δύο, φησίν, οἴνου ἀπέρρεον, οἱ δὲ ετεροι δύο ὁ μὲν υδατος θερμοῦ κρᾶσιν παρεῖχεν, ὁ δ' αὖ ψυχροῦ. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι εὐμέτρως τοῦ τε οινου καὶ τοῦ υδατος, περιελαύνειν τε κύκλῳ τὰς κύλικας, ωσπερ ἐν τοῖς πότοις. ταῦταἹεροκλεῖ τὰ ἀνωτάτω καὶ καθόλου δικαστήρια πεπιστευμένῳ μετὰ πολλῆς ἀνετάσεως ἀληθῆ καὶ πιστὰ εἶναι δοκεῖ καὶ ἡμῶν μὲν εὐχέρεια καὶ κουφότης 387 πλείστη ὅση κατέγνωσται παρ' αὐτῷ, αὐτὸς δὲ τοιαῦτα Φιλοστράτῳ πιστεύων αὐτοῖς δὴ ῥήμασι σεμνύνεται λέγων «ἐπισκεψώμεθά γε μήν, οσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα, καὶ ην περὶ τῶν ἐναρέτων ἀνδρῶν εχομεν γνώμην.» ἐπὶ τοιούτῳ δὴ τῷ συμποσίῳ κατὰ τὸν αὐτὸν Φιλόστρατον βασιλεὺς ἐγχωριάζωνἸνδοῖς εἰσάγεται συμπίνων τοῖς φιλοσόφοις, τοῦτον δὲ ἐνυβρίζειν καὶ ἐμπαροινεῖν φιλοσοφίᾳ μεθύσκεσθαί τε παρ' αὐτοῖς καὶ ἀντιπαρεξάγεινἩλίῳ καὶ ἀλαζονεύεσθαι ἱστορεῖ, καὶ πάλιν τὸνἈπολλώνιον δι' ἑρμηνέως τὰ παρὰ τούτου μανθάνειν καὶ αὖ πάλιν πρὸς αὐτὸν διαλέγεσθαι ὑφερμηνεύοντος τοῦἸάρχα· καὶ πῶς οὐ θαυμάζειν αξιον, οπως τὸν ουτως ὑβριστὴν καὶ ἀτοπώτατον παροινεῖν καὶ μεθύσκεσθαι παρὰ τηλικούτοις εἰκὸς ἦν, ὃν οὐδὲ παρεῖναι αξιον ἐν φιλοσόφων μή τί γε καὶ ἰσοθέων ἑστίᾳ; τί δέ μοι ἰσοθέους τούτους καλεῖν καὶ τῆς ἀξίας ἐνυβρίζειν τοὺς ανδρας; ὁπότε πυθομένου τοῦἈπολλωνίου, τίνας ἑαυτοὺς ἡγοῦνται, θεοὺς εφη ὁἸάρχας, ος καὶ τοῖς συμπόταις, οἷα δὴ θεὸς φιλοσόφου μὲν ηκιστα τρόπῳ, πολλοῦ γε δεῖ, μή τί γε μᾶλλον, οὗ εφησε, θεοῦ ἀξίως, ἐς τὴν φιάλην ἐπικύπτων ἐξῆρχεν, ἡ δέ, φησιν ὁ συγγραφεύς, ὡς ἄρα ἐπότιζεν ἱκανῶς πάντας, καὶ ἐπεδίδου, καθάπερ αἱ ἀπόρρητοι πηγαὶ τοῖς ἀνιμωμένοις. μετὰ ταῦτα κοιναὶ λόγων ὁμιλίαι καὶ σπουδαιολογίαι τῶν φιλοσόφων τοῦ μὲνἸάρχα διδάσκοντος, ὡς ἄρα ποτὲ αὐτῷ ἡ ψυχὴ ἐν ἑτέρῳ ἀνθρώπου βασιλέως γένοιτο σώματι καὶ τοιαδί τινα αὐτῷ πεπραγμένα εἴη, τοῦ δὲἈπολλωνίου, ὡς νηὸς Αἰγυπτίας ποτὲ γένοιτο κυβερνήτης, καὶ τὰ τοιαῦτα διαπράξαιτο, πεύσεις τε καὶ ἀποκρίσεις ἑκάστου, ων καὶ τῆς σοφίας αξιον 388 μηδαμῶς παρεκθέσθαι τὴν μνήμην. ἐρέσθαι δέ φησι τὸνἈπολλώνιον, εἰ εστι παρ' αὐτοῖς χρύσεον υδωρ– ὢ τοῦ σοφοῦ καὶ παραδόξου πύσματος– καὶ περὶ ἀνθρώπων δὲ ὑπὸ γῆν οἰκούντων καὶ Πυγμαίων αλλων καὶ σκιαπόδων ἀνερωτᾶν, καὶ εἰ γίγνοιτο παρ' αὐτοῖς ζῷον τετράπουν, ὃ λέγεται μαρτιχόρα, ὃ τὴν κεφαλὴν ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν ἐκφέρειν πηχυαίας καὶ ἀκανθώδεις τὰς τρίχας, ας βάλλειν ωσπερ τοξεύματα ἐς τοὺς θηρῶντας, καὶ τοιαῦτα μὲν τὸνἈπολλώνιον ἀνερωτᾶν, τὸν δὲἸάρχαν διδάσκειν αὐτὸν περὶ μὲν τῶν Πυγμαίων, ὡς ἄρα εἶεν οἰκοῦντες μὲν ὑπόγειοι, διατρίβοντες δὲ ὑπὲρ τὸν Γάγγην ποταμὸν ζῶντες, περὶ δὲ τῶν αλλων, ὡς ἀνύπαρκτα εἴη. εριον ἐπὶ τούτοις φυόμενον αὐτοῖς ἀπὸ γῆς ἐς ἐσθῆτος υλην ὁ Φιλόστρατος ἀναγράφει, πάντως δήπου τῶν φιλοσόφων ἱστὸν ἐποιχομένων καὶ ταλασιουργίαις ἐς ἐσθῆτος κατεργασίαν ἐκπονουμένων– οὐδὲ γὰρ εἰσῆκται παρ' αὐτοῖς γυναικεῖον φῦλον– εἰ μὴ καὶ τοῦτο φήσειεν αὐτόματον αὐτοῖς παραδόξως δὴ ἱερὰν ἐς ἐσθῆτα μεταφύεσθαι. φέρειν δ' εκαστον αὐτῶν ῥάβδον καὶ δακτύλιον ἀπόρρητον εχοντα ἰσχύν. εἶτα παραδοξοποιίαι τοῦ Βραχμᾶνος, ὡς δαιμονῶντα δι' ἐπιστολῆς ἀνακαλέσαιτο, ὡς χωλεύοντα καταψήσας τὸν γλουτὸν θεραπεύσειεν, ὡς τυφλῷ τὸ βλέπειν καὶ ἀδρανεῖ τινι τὴν χεῖρα σῴαν χαρίζοιτο. πολλὰ κἀγαθὰ γένοιτο πραγμάτων ἡμᾶς ἀπολύσαντι τῷ συγγραφεῖ· δῆλα γάρ, ὡς ἀληθῆ καὶ ταῦτα, ὅτε βροντὰς καὶ ἀνέμους ἐν πίθοις τρίποδάς τε ἐκ λίθου φοιτῶντας αὐτομάτως καὶ οἰνοχόους ἀπὸ χαλκοῦ περιελαύνειν ἐν κύκλῳ τὰς κύλικας προιστορήσας διὰ τῆς περὶ τούτων ὡς ἀληθῶν ἀφηγήσεως καὶ τῶν 389 λοιπῶν ἁπάντων ἐξέφηνέ τε καὶ διήλεγξε τὴν μυθολογίαν. εἰρηκέναι δέ φησιν ὁ Φιλόστρατος τὸν Δάμιν δίχα τῆς αὐτοῦ παρουσίας καὶ τῷ Ἰάρχᾳ συμφιλοσοφῆσαι τὸν Ἀπολλώνιον εἰληφέναι τε παρ' αὐτοῦ δακτυλίους ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς καὶ φορεῖν αὐτὸν καθ' ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν. ταῦτα δὲ νῦν εἰπὼν ὁ τἀληθὲς τιμᾶν παρὰ τῷ Φιλαλήθει νενομισμένος μεθ' ἕτερα τῆς γραφῆς, ὡς ἂν δὴ γοητείαν τῶν Βραχμάνων καταγνοὺς καὶ ταύτης ἐλεύθερον καταστῆσαι τὸν Ἀπολλώνιον φροντίσας ἐπιφέρει φάσκων κατὰ λέξιν· «ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ', ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ' ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.» καὶ πῶς, ὦ οὗτος, οὐκ ἠξίου; ὁ δίχα τοῦ Δάμιδος σπουδὴν ποιούμενος συμφιλοσοφεῖν αὐτοῖς καὶ τὸν μόνον ἑταῖρον, ὅ τι καὶ πράττοι, λανθάνειν δέον ἡγούμενος, πῶς δὲ οὐκ ἠξίου ζηλοῦν ὁ τοὺς τῶν ἀστέρων ἐπωνύμους καταδεχόμενος δακτυλίους καὶ τούτους ἀναγκαῖον τιθέμενος διὰ παντὸς τοῦ βίου φέρειν πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν καίτοι γε ἀπόρρητον, ὡς φῂς αὐτός, ἔχοντας ἰσχύν; εἰ δὲ καὶ δοθείη τὸ μὴ ζηλοῦν ἠξιωκέναι αὐτὸν ὡς μὴ εὖ πράττοντα, οὐκ ἐζήλου δηλονότι. πῶς οὖν ἐπῄνει, ἐφ' οἷς μὴ ἠξίου ζηλοῦν; εἰ δ' ὡς θείως ἐνεργοῦντας ἐπῄνει, πῶς οὐκ ἐζήλου τὰ ἐπαίνων ἄξια; ἀλλὰ γὰρ μετὰ τὴν παρὰ τούτοις διατριβὴν παλινοστοῦντα αὐτὸν ἅμα τοῖς ἑταίροις ἐληλυθέναι φησὶν ἐς τὴν τῶν Ὠρειτῶν χώραν, ἔνθα χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦ δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. Καὶ τοσαῦτα μὲν τὰ κατὰ τὸ τρίτον σύγγραμμα, 390 ἐπίωμεν δ' ἤδη καὶ τὰ ἑξῆς. ἐπανελθόντα φησὶν ἀπὸ τῆς Ἰνδῶν χώρας ἐπὶ τὴν Ἑλλάδα κοινωνὸν τῶν θεῶν πρὸς αὐτῶν τῶν θεῶν ἀνακεκηρῦχθαι, οἳ καὶ τοὺς κάμνοντας ὡς αὐτὸν ἐφ' ὑγείᾳ παρέπεμπον, καὶ δῆτα ὡς ἐξ Ἀράβων καὶ μάγων καὶ Ἰνδῶν παράδοξόν τινα καὶ θεῖον ἡμῖν αὐτὸν ἀγαγὼν παραδόξων ἐντεῦθεν ἀφηγημάτων κατάρχεται. καίτοι ἄν τις εἴποι εὐλόγως, ὅτι δὴ εἰ θειοτέρας ἢ κατ' ἄνθρωπον φύσεως ἦν, πάλαι, ἀλλ' οὐ νῦν ἔδει, πρὸ τῆς δὲ ἑτέρων μεταλήψεως τῶν θαυμασίων κατάρχεσθαι, περιττὴ δ' ἂν καὶ ἡ ἐξ Ἀράβων αὐτῷ μάγων τε καὶ Ἰνδῶν διὰ σπουδῆς ἐπεχειρεῖτο πολυμάθεια, εἰ δή τις κατὰ τὴν δοθεῖσαν ὑπῆρξεν ὑπόθεσιν· ἀλλ' οὗτός γε κατὰ τὸν φιλαλήθη συγγραφέα νῦν δὴ πάρεστι μετὰ τοσούτους διδασκάλους τὴν σοφίαν ἐνεπιδεικνύμενος, καὶ πρῶτα μὲν οἷα ἐξ Ἀράβων καὶ τῆς παρ' αὐτοῖς οἰωνιστικῆς ὁρμώμενος τὸν στρουθόν, ὅ τι καὶ βούλοιτο τοὺς ἑτέρους ἐπὶ τροφὴν παρακαλῶν ἐφερμηνεύει τοῖς παροῦσιν, εἶτα δὲ λοιμοῦ ἐν Ἐφέσῳ προαισθόμενος προμαντεύεται τοῖς πολίταις. τὴν δ' αἰτίαν καὶ τούτου ἐν τῇ πρὸς Δομετιανὸν ἀπολογίᾳ αὐτὸς παρατίθεται. ἐρομένου γάρ τοι αὐτόν, ὁπόθεν ὁρμώμενος τοῦτο προείποι, «λεπτοτέρᾳ» ἔφη «χρώμενος, ὦ βασιλεῦ, διαίτῃ πρῶτος τοῦ δεινοῦ ᾐσθόμην.» καὶ τρίτον δ' αὐτοῦ θαῦμα γεγονὸς ἱστορεῖ, ὡς δὴ ἀλεξήσαντος τὸν λοιμόν, ὅπερ εἰ καὶ τὰ μάλιστα ἐν ταῖς ἐπὶ τέλει κατ' αὐτοῦ κατηγορίαις οὐ τέθεικεν ὁ συγγραφεύς, ὅτι μὴ παρῆν, ὡς εἰκός, αὐτῷ δι' ἀπολογίας ἀπολύσασθαι τὸ ἔγκλημα, φέρε δ' οὖν ὅμως αὐτοὶ τὴν ἱστορίαν ἐς φανερὸν ὑποθώμεθα, οὕτω δὴ καὶ ταύτην εὐθύνοντες. εἴ τινι γὰρ οὐκ ἂν εἴη σαφές, ὅτι δὴ πολὺ τὸ πλάσμα καὶ 391 ἀπατηλὸν γοητείας τε ὡς ἀληθῶς ἔμπλεων, αὐτὸς ὁ τρόπος ἀπελέγχει τῆς ἱστορίας. τὸν γάρ τοι λοιμὸν ὑποτίθεται ἐν εἴδει πτωχεύοντος καὶ ῥάκεσιν ἠμφιεσμένου πρεσβύτου ἀνδρὸς ἑωρᾶσθαι, ὃν καταλεύειν ἐπικελευσαμένου τοῦ Ἀπολλωνίου πρότερον μὲν πῦρ βάλλειν τῶν ὀφθαλμῶν, εἶθ' ὕστερον βληθέντα λίθοις κύνα συντετριμμένον καὶ παραπτύοντα ἀφρόν, ὡς οἱ λυττῶντες, φανῆναι, εἰρηκέναι δ' αὐτὸν περὶ τούτου καὶ ἐν τῇ πρὸς τὸν αὐτοκράτορα Δομετιανὸν ἀπολογίᾳ ταῦτα γράφει· «τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον οὐ παύσας νόσον, ἀλλ' ἐξελών.» τίς δὴ οὖν ἐπὶ τούτοις οὐ μέγα τὴν τοῦ θαυματοποιοῦ γελάσεται παραδοξοποιίαν ζῷον ὀφθαλμοῖς καὶ λίθων ὑποπῖπτον βολαῖς συντριβόμενόν τε πρὸς ἀνθρώπων καὶ ἀφρὸν παραπτῦον τὴν τοῦ λοιμοῦ φύσιν ἀκούων, ὃς οὐδ' ἄλλ' ὁτιοῦν τυγχάνει ἢ φθορὰ καὶ κάκωσις ἀέρος ἐπὶ τὸ νοσῶδες τρεπομένου τοῦ περιέχοντος ἐκ πονηρῶν τε καὶ φαύλων ἀναθυμιάσεων, ᾗ λόγος ἰατρικὸς παραδίδωσι, συνισταμένου; καὶ ἄλλως δ' ἂν τὸ φάσμα διευθυνθείη, ἐπείπερ μόνῃ τῇ τῶν Ἐφεσίων πόλει, ἀλλ' οὐχὶ καὶ τοῖς ὁμόροις τὸν λοιμὸν ἐπισκῆψαί φησιν ὁ λόγος, ὅπερ πῶς οὐκ ἂν γεγόνει κάκωσιν τοῦ περιέχοντος πεπονθότος; οὐ γὰρ δὴ κατακλεισθὲν μόνῳ ἂν ἐφήδρευσε τῷ περὶ τὴν Ἔφεσον ἀέρι τὸ νόσημα. τέταρτον αὐτῷ παράδοξον Ἀχιλλέως ἦν ψυχὴ πρότερον μὲν ἐν χλαμύδι πεντάπηχυς, εἶτα δωδεκάπηχυς τὸ μέγεθος παρὰ τῷ ἰδίῳ αὐτοῦ μνήματι φαινομένη Θετταλούς τε καταιτιωμένη, ὅτι δὴ τὰ ἐναγίσματα αὐτῷ, ὡς ἔθος ἦν, οὐκ ἐπετέλουν, μηνιῶσά τε εἰσέτι Τρωσὶ τῶν ἐς αὐτὸν πεπλημμελημένων καὶ προστάττουσα τῷ Ἀπολ 392 λωνίῳ πέντε λόγους, οὓς ἂν αὐτός τε βούλοιτο καὶ αἱ Μοῖραι συγχωροῖεν, ἀνερέσθαι. εἶθ' ὁ πάντα εἰδὼς καὶ τῶν μελλόντων πρόγνωσιν αὐχῶν ἔτι ἀγνοεῖ, εἰ τάφου τύχοι Ἀχιλλεὺς καὶ εἰ Μουσῶν θρῆνοι καὶ Νηρηίδων ἐπ' αὐτῷ γεγόνασι, καὶ περὶ τούτων αὐτὸν ἀνερωτᾷ καὶ διαπυνθάνεται, εἰ Πολυξένη ἐπισφαγείη αὐτῷ καὶ εἰ Ἑλένη ἐς Τροίαν ἐληλύθοι, ὡς σεμνά γε καὶ κατεπείγοντα εἰς τὸν φιλόσοφον βίον τοῦ ἥρωος καὶ σπουδῆς ἄξια ἐρωτήματα. θαυμάζει δ' ἐπὶ τούτοις, εἰ τοσοῦτοι ἥρωες παρὰ τοῖς Ἕλλησιν ἑνὶ χρόνῳ γεγόνασι καὶ εἰ ἀφίκετο ἐς Τροίαν Παλαμήδης. τὸν δὴ θεῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων ὁμιλητὴν τοιαῦτα ἀγνοεῖν, καὶ περὶ τοιούτων ἀνερωτᾶν, ποίας οὐχὶ γένοιτ' ἂν αἰσχύνης; εἰ μὴ ἄρα, ἐπειδὴ νεκροῖς ὁμιλῶν εἰσῆκται, ἐπὶ τὸ ψυχρότερον μεταποιεῖ τὰς πεύσεις ὁ συγγραφεύς, ὡς ἂν ὑπεκλύσειε τὴν ὑπόνοιαν τοῦ πέρα τῶν προσηκόντων αὐτὸν περιειργάσθαι δοκεῖν, καὶ γὰρ δὴ καὶ ἀπολογούμενον αὐτὸν ὑπογράφει, ὅτι μὴ κατὰ νεκρομαντείαν ὁ τρόπος αὐτῷ τῆς φανείσης ὄψεως γένοιτο, «οὔτε γὰρ βόθρον» εἶπεν «Ὀδυσσέως ὀρυξάμενος, οὐδ' ἀρνῶν αἵμασι ψυχαγωγήσας, ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ' εὐξάμενος ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασι δεῖν εὔξασθαι.» καὶ ταῦτα νῦν πρὸς τὸν ἑταῖρον ἀποσεμνύνεται ὁ μηδὲν μαθεῖν παρ' Ἰνδῶν, μηδὲ ζηλῶσαι τὴν παρ' αὐτοῖς σοφίαν πρὸς τοῦ συγγραφέως μεμαρτυρημένος. τί δῆτα οὖν, ὦ οὗτος, εἰ μή τις ἦν κακοήθης περιεργία, μηδὲ τὸν ἕνα σοι καὶ γνήσιον καὶ μόνον ἑταῖρον Δάμιν κοινωνὸν ἐποιοῦ τῆς θαυμαστῆς ταύτης ὄψεώς τε καὶ ὁμιλίας; τί δ' οὐχὶ καὶ δι' ἡμέρας τοῦτο ποιεῖν ἐξῆν, ἀλλὰ τῶν νυκτῶν ἀωρὶ καὶ μόνον; τί δὲ καὶ 393 ἤλαυνον τὴν τοῦ ἥρωος ψυχὴν ἀλεκτρυόνων βοαί; «ἀπῆλθε γάρ» φησι «ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.» δαίμοσι μὲν οὖν πονηροῖς γένοιτ' ἂν ἴσως ὁ τῆς ὥρας ἐπιτήδειος εἰς περιέργους ὁμιλίας καιρός, ἀλλ' οὐχ ἡρωίδι ψυχῇ, ἣν τῆς παχείας τοῦ σώματος ἐλευθερωθεῖσαν ὕλης ἀγαθὴν καὶ πανάρετον εἶναι χρεών. ὅ γε μὴν εἰσηγμένος ἐνταῦθα δαίμων βάσκανος καὶ φθονερὸς τὸν τρόπον ὀργίλος τε καὶ ταπεινὸς τὴν διάθεσιν ὑποτετύπωται. ἢ οὐχὶ τοιοῦτος ὁ τὸν Ἀντισθένην μειράκιόν τι σπουδαῖον ὡς ἂν δὴ φιλοσόφῳ συνέπεσθαι τῷ Ἀπολλωνίῳ πειρώμενον ἀπείργων; προστάττει γὰρ τὸ μὴ ποιεῖσθαι αὐτὸν συνέμπορον τῆς ἑαυτοῦ φιλοσοφίας ἐπιλέγων τὴν αἰτίαν· «Πριαμίδης τε γάρ» φησιν «ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.» πῶς δὲ οὐκ ὀργίλος καὶ ταπεινὸς ὁ Θετταλοῖς, ὅτι μὴ θύοιεν αὐτῷ, θυμούμενος καὶ Τρωσίν, ὅτι δὴ πρὸ μυρίων ὅσων ἐτῶν εἰς αὐτὸν διημαρτήκασι, μὴ καταλλασσόμενος καὶ ταῦτα θύουσι καὶ συνεχῶς σπενδομένοις, ἀλλὰ καὶ τὸν Παλαμήδους τάφον αὐτῷ ἀγάλματι φαύλως ἐρριμμένῳ ἀναλαβεῖν ἐγκελευόμενος; τὸ μέντοι πέμπτον καὶ ἕκτον θαῦμα οὐ πολλῆς (ἂν) δέοιτο τοῦ λόγου διατριβῆς εἰς ἔνδειξιν τῆς τοῦ γράφοντος εὐχερείας· δαίμονας γὰρ ἀπελαύνει ἄλλῳ ἄλλον, ᾗ φασι, δαίμονι, τὸν μὲν γὰρ ἐξ ἀκολάστου μειρακίου, τὸν δὲ ἐπιπλάστως εἰς γυναικείαν μορφὴν σχηματιζόμενον, τουτονὶ δὲ τὸν δαίμονα ἔμπουσαν καὶ λάμιαν αὐτοῖς ὀνόμασιν ὁ σοφώτατος ἀποκαλεῖ. τό γε μὴν ἐπὶ τῆς Ῥωμαίων πόλεως μετὰ ταῦτα κόριον, ὅ τι δὴ μετὰ θάνατον ἐπὶ δευτέραν ζῳὴν ἤγαγεν, ἀπιστότατον καὶ αὐτῷ δόξαν τῷ Φιλοστράτῳ παραιτητέον. ἐν 394 δισταγμῷ μέντοι ἀμφιβάλλει, μὴ ἄρα σπινθήρ τις ψυχῆς ἐνυπάρχων τῇ παιδὶ τοὺς θεραπεύοντας ἐλελήθει. λέγεσθαι γάρ φησιν, «ὡς ψακάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου.» καὶ γὰρ δὴ εἰ ἀληθῶς αὐτῷ τοιόνδε ἐπ' αὐτῆς Ῥώμης ἐπέπρακτο, οὐκ ἂν ἐλελήθει βασιλέα τε πρῶτον καὶ τοὺς μετ' αὐτὸν ὑπάρχους ἅπαντας, μάλιστα δὲ τὸν φιλόσοφον Εὐφράτην ἐγχωριάζοντα κατ' ἐκεῖνο καιροῦ καὶ ἐπὶ τῆς Ῥώμης διατρίβοντα, ὃς δὴ εἰς ὕστερον τὴν κατ' αὐτοῦ κατηγορίαν, ὡς δὴ κατὰ γόητος, ὑποβάλλειν ἱστόρηται. πάντως γὰρ ἂν καὶ τοῦτο, εἰ δὴ τοῦτο γεγονὸς ἦν, ταῖς ἄλλαις κατ' αὐτοῦ διαβολαῖς πρὸς τοῦ κατηγόρου συγκατείλεκτο. καὶ τὰ μὲν ἐν μέρει καὶ κατ' εἶδος αὐτῷ πεπραγμένα τοσαῦτα, μυρία δὲ καὶ ἄλλα κατὰ πρόγνωσιν αὐτὸν λέγων προμαντεύσασθαί τε καὶ προειρηκέναι γράφει καὶ ὡς Ἀθήνησι βουληθέντα μυηθῆναι τὰ Ἐλευσίνια ὁ τῇδε εἶρξεν ἱερεὺς μὴ ἄν ποτε φήσας μυήσεσθαι γόητα, μηδὲ τὰ Ἐλευσίνια ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ἀλλὰ καὶ τῷ ἀσελγῶς ἀγείροντι κατὰ τὴν Ῥώμην καὶ τὰς Νέρωνος μετὰ κιθάρας ἐπὶ μισθῷ διεξιόντι ᾠδὰς μισθὸν ἐπιδοῦναι τοῖς ἑταίροις τῆς σοφῆς ταύτης ἐπιτηδεύσεως ὁ φιλοσοφώτατος διὰ τὸν Νέρωνος φόβον προστάττει. Ἐν τούτοις καὶ τοῦ τετάρτου περιγραφέντος ἐν τῷ πέμπτῳ τῆς περὶ αὐτοῦ γραφῆς εἰπών τινα περὶ προγνώσεως αὐτοῦ καὶ ἀποθαυμάσας ὁ συγγραφεὺς ἐπιλέγει ταῦτα κατὰ λέξιν «ὅτι μὲν δὴ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προέλεγε καὶ ὅτι τοῖς γόητα ἡγουμένοις τὸν ἄνδρα οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δὲ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώ 395 πων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ' ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν καὶ προέλεγεν, ὡς ἀνάγκη ἔσεσθαι αὐτά, προέλεγε δὲ οὐ γοητεύων, ἀλλ' ἐξ ὧν οἱ θεοὶ ἔφαινον, ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ' ὅπως σοφίζοιντο αὐτὰ ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ' ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.» ταῦτα δὲ λέγων δῆλός ἐστι τοὺς περιβοήτους Ἰνδῶν φιλοσόφους γόητας ἀποφαίνων. περὶ γάρ τοι γοήτων ποιούμενος τὸν λόγον μνημονεύει καὶ τούτων σοφίζεσθαι δὴ τὰ παράδοξα λέγων αὐτοὺς καὶ τόν, περὶ οὗ ὁ λόγος, τῆς τοιασδὶ αὐτῶν σοφιστείας ὡς ἂν μὴ ἀστείας ἀλλότριον ὑποτιθέμενος. οὐκοῦν εἰ φαίνοιτο τούτους θεοὺς ἀποκαλῶν καὶ διδασκάλους ἐπιγραφόμενος αὐτοὺς ὁ Ἀπολλώνιος, ὥρα ταῖς κατὰ τῶν διδασκάλων καὶ αὐτὸν ὑπάγειν διαβολαῖς. εἰσῆκται δὴ οὖν παρ' οἷς φησι γυμνοῖς Αἰγυπτίων, ῥήμασιν αὐτοῖς ταῦτα φάσκων· «οὐκ ἀπεικός τε παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ' ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν. ὡς δὴ ἐν δίκῃ μὲν ἠγάσθην, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν.» καὶ μετὰ βραχέα φησίν· «οὗτοι μὲν γὰρ θεοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν.» καὶ Δομετιανῷ δὲ εἰσῆκται λέγων «καὶ τίς πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς; οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;» καὶ ἐν ἄλλοις δὲ ὁμοίως θεούς τε καὶ διδασκάλους τἀνδρὸς ἐπιγράψας ὁ λόγος τοὺς δεδηλωμένους δακτυ 396 λίους τε παρ' αὐτῶν εἰληφέναι ὁμολογήσας αὐτὸν ἐπιλέλησται νῦν καὶ συνδιαβάλλων τοῖς διδασκάλοις τὸν μαθητὴν οὐκ ἐπαίει. ὑποβὰς δ' ἐν τῇ γραφῇ αὐλητὴν ὑποτίθεται καὶ τὸν Ἀπολλώνιον ὥσπερ τινὸς οὔσης μεγίστης καὶ σοφωτάτης ἐπιστήμης τρόπους αὐλήσεως μάλα σπουδαίως μακροῖς τοῖς διεξηγήμασιν εἴροντα διεξέρχεται, καὶ αὐτοκράτορα Οὐεσπασιανὸν οἷα δὴ θεῷ προσεύξασθαι αὐτῷ ἱστορεῖ, καὶ τὸν μὲν ὡς εὐχῇ εἰρηκέναι τὸν Οὐεσπασιανόν· «ποίησόν με βασιλέα,» τὸν δὲ ἀποκρίνασθαι· «ἐποίησα.» καὶ τίς οὐκ ἂν μισήσειεν εὐλόγως τῆς ἀλαζονείας τὴν φωνὴν μανίας τὸ μηθὲν ἀποδέουσαν, ὅτε γε ἤδη αὐτὸς θεὸς καὶ βασιλέων ποιητὴς εἶναι φρυάττεται ὁ τῆς Αἰγυπτίας κυβερνήτης νεώς; τοῦτο γὰρ αὐτὸς ἑαυτὸν ὁ Ἀπολλώνιος γεγονέναι τὴν ψυχὴν ἐν ταῖς πρὸς τὸν Ἰνδὸν ὁμιλίαις μικρῷ πρόσθεν ἡμῖν δεδήλωκε. τῷ δ' αὐτῷ βασιλεῖ, οὓς ἂν αὐτὸς δοκιμάζοι τῶν φιλοσόφων συμβούλους τῶν πρακτέων, γνωρίσαι αὐτῷ ἀξιοῦντι κατὰ λέξιν φησίν· «ἀγαθοὶ δὲ τούτων σύμβουλοι καὶ οἵδε οἱ ἄνδρες, τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα.» καὶ αὖθις, «ὦ βασιλεῦ, εἶπεν, Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν. κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε.» πρὸς ἃ Οὐεσπασιανὸς «ἀκλείτους» ἔφη «θύρας παρέχω σοφοῖς ἀνδράσιν.» εὖγε τῆς προγνώσεως τοῦ ἥρωος· Εὐφράτης νῦν ἀγαθός τε καὶ σοφός, ἐπεὶ μὴ ἐς διαφοράν πω αὐτῷ ἐληλύθει, εἰ δ' ἔλθοι– ὅσον οὔπω δὲ τοῦτ' ἔσται– ὅρα οἷα περὶ αὐτοῦ ὁ αὐτὸς πρὸς Δομετιανὸν γράφει· «καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατοὺς δηλοῖ τὰ 397 Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν, τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δὲ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ τῶν θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρί ποτε προέμενος ἐπιτειχίζει νῦν τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ' ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ἢ ἑρμηνεύω.» ὁ δὴ πρὸς τὸν πατέρα τὸν Οὐεσπασιανὸν σοφὸν καὶ ἀγαθὸν τὸν Εὐφράτην μαρτυρόμενος, πρὸς δὲ τὸν υἱὸν ταῦτα περὶ αὐτοῦ διεξιὼν δῆλος ἂν εἴη τὸν αὐτὸν ἐπαινῶν τε καὶ ψέγων. ἆρ' οὖν ὁ τὴν τῶν μελλόντων προειληφὼς γνῶσιν ἠγνόει, ὃς ἦν τε καὶ ἔσται τὸν τρόπον ὁ Εὐφράτης; καὶ γὰρ οὐ νῦν πρῶτον, ἀλλὰ καὶ ἐπ' αὐτοῦ Οὐεσπασιανοῦ διαβάλλειν αὐτὸν ὡς δὴ τὸ ἦθος μοχθηρότατον βούλεται. πῶς δὴ οὖν τὸν τοιόνδε συνίστη βασιλεῖ, ὡς καὶ ἀκλείτους αὐτῷ διὰ τὰς παρ' αὐτοῦ συστάσεις τῶν βασιλείων ἀναπεπετάσθαι τὰς πύλας; ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον, ὡς ἄρα πρόγνωσιν μὲν συκοφαντεῖται πρὸς τοῦ συγγραφέως ὁ ἄνθρωπος, εἴη δ' ἂν ἄλλως γενναῖος, πάλαι μὲν πρὸ πείρας ἀφθόνως ἑταίροις, ἀτὰρ καὶ τῷ Εὐφράτῃ τῆς εἰς τὰ βασίλεια παρόδου κοινωνῶν, ὕστερον δὲ τῆς διαφορᾶς ἕνεκα τοιαῦτα περὶ αὐτοῦ λέγων. οὔπω μοι διαβάλλειν ὁ λόγος βούλεται τὸν ἄνδρα, ὡς ἂν τὸν Εὐφράτην συκοφαντοῦντα φιλο

Intertext edge

Open linked passage

Note