Contra Marcellum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.4
. 7 ταῦτα ὁ Μάρκελλος πρὸς Ἀστέριον, οὐκ ἀρεσκόμενος τῷ τὸν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι20 ὁμολογεῖν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως20. ὅθεν ἑξῆς διὰ μακροτέρων ἀνασκευάζειν τὸν περὶ τούτων πειρᾶται λόγον. ψιλὸν γὰρ καὶ τῷ ἀνθρωπείῳ λόγῳ ὅμοιον, οὐχὶ δὲ υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα τὸν
20.1.5
. 11 καὶ πρὸς ταύτας δὲ τὰς φωνὰς πολλὴν ἑξῆς ποιεῖται τὴν ἀντίρρησιν, μεθ' ἣν ἐπισυνάπτει λέγων ὥστε συνηγορῆσαι Εὐσεβίῳ κακῶς γράψαντι βουλόμενος Ἀστέριος, φύσεώς τε πατρὸς καὶ φύσεως ἀγεννητοῦ20 μνη μονεύσας, αὐτὸς ἑαυτοῦ κατήγορος γέγονεν. πολὺ γὰρ βέλτιον ἦν τὸ βάθος τοῦ νοήματος Εὐσεβίου20, ὡς αὐτὸς γέγραφεν, ἐν βραχυλογίᾳ κείμενον20 ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγαγεῖν.
20.1.6
. 21 εἶθ' ἑξῆς μετὰ τὴν τῶν Ὠριγενειῶν φωνῶν παράθεσιν ἐπιφέρει λέγων ταῦτα Ὠριγένης γέγραφεν, μὴ παρὰ τῶν ἱερῶν προφητῶν τε καὶ ἀποστόλων περὶ τῆς ἀιδιότητος τοῦ λόγου μαθεῖν βουλη θείς, ἀλλ' ἑαυτῷ δεδωκὼς πλεῖον δευτέραν ὑπόθεσιν διηγήσασθαι τοῦ λόγου μάτην τολμᾷ. καὶ τούτοις δὲ τοῖς ὑπὸ Ὠριγένους ὀρθῶς εἰρημένοις, περὶ τοῦ μὴ δεῖν σωματικήν τινα καὶ παθητικὴν ὑπολαμβάνειν τὴν τῆς θεότητος τοῦ υἱοῦ γέννησιν, ἀντιλέγει, μάλισθ' ὅτι τῷ υἱῷ δέδωκεν ὑπόστασιν. καὶ ἐπιφέρει τὸν Ὠριγένη πάλιν κακῶς λέγων τοῖς τε ὑπ' αὐτοῦ ὀρθῶς γραφεῖσιν ἀντιλέγων ἐν τούτοις ὅτι τὰ τοιαῦτα γράφων Ὠριγένης ἰδίοις ἐχρῆτο δόγ μασιν, δῆλον ἀφ' ὧν καὶ τὰ ἑαυτοῦ ἀνατρέπει πολλάκις. ἐν γοῦν ἑτέρῳ χωρίῳ ἅτινα περὶ θεοῦ λέγει, ἀκόλουθόν ἐστιν ὑπο
20.1.7
. 23 πῶς οὖν Ὠριγένους καὶ τοῦτο γράψαντος, ὁ μακάριος κατ' αὐτὸν Παυλῖνος τοῦτο μὲν ἀποκρύψασθαι οὐκ ἀκίνδυνον ἐνόμισεν, χρή σασθαι δὲ εἰς κατασκευὴν τῶν ἑαυτῷ δοκούντων τοῖς ἐναντίοις, ὧν οὐδὲ αὐτὸν ἂν Ὠριγένη εἴποιμι τὸν λόγον ἀποδοῦναι δυνατὸν εἶναι; ἐν τούτοις ὁ Μάρκελλος ἐναντία φάναι αὑτῷ τὸν Ὠριγένη εἰπὼν κατεψεύσατο, μὴ δυνηθεὶς συνεῖναι, ὡς διὰ μὲν τῆς προτέρας παραθέσεως τὸ ἀσώματον καὶ ἀπαθὲς τοῦ πατρὸς ἐδήλου, διὰ δὲ τῆς δευτέρας τὸ μὴ χρόνῳ πρὸ πάντων δὲ αἰώνων τὸν υἱὸν γεγεννηκέ
20.1.8
. 46 ὤδινεν γὰρ ἀληθῶς δριμεῖάν τινα καὶ πικρὰν ὠδῖνα, ὅτι ἠπίσ τατο Γαλάτας περὶ θεοσεβείας μὴ ὥσπερ ἐκεῖνος δοξάζοντας, μηδὲ δύο οὐσίας τε καὶ πράγματα καὶ δυνάμεις καὶ θεοὺς20 λέγοντας. τήρει δὲ ταῦτα ὅπως διαλοιδορεῖται πικρῶς τῷ μηδὲν εἰρηκότι πλεῖον, ὡς αὐτὸς γράφει, ἢ τὸ ἀποστολικὸν ῥητόν. καὶ νῦν δύο μὲν θεοὺς λέγειν20 τὸν Εὐσέβιον ὁμολογεῖ, ὡς ἂν τὸν υἱὸν τοῦ θεοῦ θεολογοῦντα σὺν τῷ πατρί· προϊὼν δ' ἐν τοῖς ἑξῆς, ὥσπερ ἐπιλελησμένος ὧν ἐνταῦθα κατηγόρηκεν, τὸν αὐτὸν πειρᾶται διαβάλλειν ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἶναι20 λέγοντα.
20.1.9
. 50 καὶ πάλιν μυθολογῶν διειλέχθαι τῷ Παυλίνῳ φησίν. ἔπειτα διαβάλλει τὸν μακάριον ὡς θεοὺς πολλοὺς εἰρηκότα20, καὶ καταλιπὼν τὸν Παυλῖνον πάλιν τῷ Εὐσεβίῳ σχολάζει φάσκων οὕτω δὲ καὶ Εὐσέβιος ὁ τῆς Καισαρείας γέγραφεν καὶ αὐτὸς τὴν αὐτὴν ἔχων Παυλίνῳ τε καὶ τοῖς ἔξωθεν περὶ θεῶν
20.1.10
. 60 καὶ ὁ ταῦτα γράψας καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν γρα φῶν μεγαλαυχῶν οὐκ ἐνενόησεν ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος ἀπόστολος κἀκεῖνο γέγραφεν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἐκένωσεν ἑαυτόν, μορ φὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχή
20.2.3
. 7 καὶ ἐπιλέγει οὐ τοίνυν οὗτος ὁ ἁγιώτατος λόγος πρὸ τῆς ἐνανθρω πήσεως «πρωτότοκος ἁπάσης κτίσεως» ὠνόμαστο πῶς γὰρ δυνα τὸν τὸν ἀεὶ ὄντα πρωτότοκον εἶναί τινος;, ἀλλὰ τὸν πρῶτον «καινὸν ἄνθρωπον», εἰς ὃν «τὰ πάντα ἀνακεφαλαιώσασθαι» ἐβου λήθη ὁ θεός, τοῦτον αἱ θεῖαι γραφαὶ «πρωτότοκον πάσης» ὀνομά ζουσιν «κτίσεως». καὶ αὖθις ἐπιφέρει ἀκούεις ὅπως οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ προϋπάρχοντα «ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ» κατὰ τὴν καινὴν κτίσιν «ἐκτίσθαι» συμβαίνει.