De martyribus Palaestinae Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
11.2.1
ὧν ὁ κορυφαῖος καὶ τῇ τοῦ κατὰ Καισάρειαν πρεσβείου τιμῇ κεκοσμημένος μόνος ἐτύγχανεν ὁ Πάμφιλος, ἀνὴρ καὶ παρ' ὅλον αὐτοῦ τὸν βίον πάσῃ διαπρέψας ἀρετῇ, ἀποτάξει καὶ καταφρονήσει βίου, τῆς οὐσίας εἰς ἐνδεεῖς κοινωνίᾳ, κοσμικῶν ἐλπίδων ὀλιγωρίᾳ, φιλοσόφῳ πολιτείᾳ καὶ ἀσκήσει· μάλιστα δὲ παρὰ τοὺς καθ' ἡμᾶς πάντας διέπρεπεν τῇ περὶ τὰ θεῖα λόγια γνησιωτάτῃ σπουδῇ ἀτρύτῳ τε περὶ ἃ προύθετο φιλοπονίᾳ καὶ τῇ περὶ τοὺς προσήκοντας καὶ πάντας τοὺς αὐτῷ πλησιάζοντας ὠφελείᾳ· 11. 3 οὗ τὰ λοιπὰ τῆς ἀρετῆς κατορθώματα, μακροτέρας ὄντα διηγήσεως, ἐπ' ἰδίας τῆς τοῦ κατ' αὐτὸν ὑποθέσεως βίου γραφῇ ἐν τρισὶν ἤδη πρότερον ὑπομνήμασι παραδεδώκαμεν. ἀλλὰ γὰρ ἐπ' ἐκεῖνα τοὺς φιλοτίμως καὶ ταῦτα εἰδέναι ἔχοντας ἀναπέμψαντες, τὰ νῦν ἐχώμεθα τῆς κατὰ τοὺς μάρτυρας ἀκολουθίας.
11.4.1
δεύτερος μετὰ Πάμφιλον ἐπὶ τὸν ἀγῶνα παρῄει, ἱεροπρεπεῖ πολιᾷ τετιμημένος, Οὐάλης, τῶν ἀπὸ Αἰλίας διάκονος, αὐτῇ προσόψει σεμνότατος πρεσβύτης, τῶν θείων γραφῶν εἰ καί τις ἄλλος ἐπιστήμων· τοσαύτας γέ τοι μνήμας αὐτῶν ἐνεστέρνιστο ὡς μὴ ἐνδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως τῆς ἧς ποτε λάβοι γραφῆς οἵας δ' οὖν ἀπεμνημόνευσε διεξόδους.
11.5.1
τρίτος ὁ θερμουργότατος καὶ τῷ πνεύματι ζέων ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως ἐν αὐτοῖς ἐγνωρίζετο Παῦλος, πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπομονῆς τὸν τῆς ὁμολογίας διαθλήσας ἀγῶνα. τούτοις ἐπὶ τῆς εἱρκτῆς ἐτῶν δυεῖν ὅλων χρόνον κατατρίψασιν ὑπόθεσις τοῦ μαρτυρίου γίνεται Αἰγυπτίων αὖθις ἀδελφῶν ἔφοδος τῶν καὶ σὺν αὐτοῖς τελειωθέντων.
11.6.1
τοὺς κατὰ Κιλικίαν οὗτοι μέχρι τῶν αὐτόθι μετάλλων ὁμολογητὰς προπέμψαντες, ἐπαλινόστουν ἐπὶ τὰ οἰκεῖα. ὁμοίως δῆτα καὶ αὐτοὶ πρὸς αὐταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες τε εἶεν καὶ ὁπόθεν ἀφικνούμενοι, πρὸς τῶν φυλάκων βάρβαροι δέ τινες ὑπῆρχον οὗτοι τὸν τρόπον ἀνερωτηθέντες καὶ μηδὲν τῆς ἀληθείας ἀποκρυψάμενοι, οἷα κακοῦργοι ἐπ' αὐτοφώρῳ ληφθέντες, συνείχοντο· πέντε δ' ἦσαν οὗτοι τὸν ἀριθμόν· 11. 7 οἳ καὶ προσαχθέντες τῷ τυράννῳ κἀπὶ τούτου παρρησιασάμενοι, αὐτίκα μὲν καθείργνυνται δεσμωτηρίῳ· τῇ δ' ἑξῆς, Περιτίου μηνὸς ἡμέρᾳ ἑκκαιδεκάτῃ Μαρτίου κατὰ Ῥωμαίους ἡ πρὸ δεκατεσσάρων Καλανδῶν, ἐκ προστάγματος τούτους δὴ αὐτοὺς ἅμα τοῖς ἀμφὶ τὸν Πάμφιλον δεδηλωμένοις τῷ δικαστῇ προσάγουσιν· 11. 8 ὃς καὶ πρῶτον τῆς τῶν Αἰγυπτίων ἀκαταμαχήτου ἐνστάσεως παντοίοις βασάνων εἴδεσιν μηχανῶν τε ξένων καὶ ποικίλων ἐπινοίαις πεῖραν λαμβάνει. τὸν μὲν προήγορον ἁπάντων τούτοις ἐγγυμνάσας τοῖς ἄθλοις, τίς εἴη, πρῶτον ἠρώτα, εἶτ' ἀντὶ τοῦ κυρίου ὀνόματος προφητικόν τι ἐπακούσας– τοῦτο δὲ καὶ πρὸς ἁπάντων ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδωλικῶν ὄντων, εἰ τύχοι, μετατεθεικότων ἑαυτοῖς τὰς προσηγορίας. Ἠλίαν γοῦν καὶ Ἱερεμίαν Ἡσαΐαν τε καὶ Σαμουὴλ καὶ Δανιὴλ ἤκουες ἂν αὐτῶν ἐπιγραφομένων καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον γνήσιόν τε καὶ εἰλικρινῶς Ἰσραὴλ τοῦ θεοῦ οὐ μόνον ἔργοις, ἀλλὰ φωναῖς κυρίως ἐκφερομέναις ἐπιδεικνυμένων– τοιοῦτον οὖν τι πρὸς τοῦ μάρτυρος ὄνομα ἐπακούσας ὁ Φιρμιλιανός, οὐ μὴν ἐπιστήσας τῇ τοῦ ῥήματος δυνάμει, δεύτερον ἥτις αὐτοῦ πατρὶς γένοιτο, ἠρώτα· 11. 9 ὃ δὲ συνῳδὸν τῇ προτέρᾳ δευτέραν ἀφίησιν φωνήν, Ἱερουσαλὴμ εἶναι λέγων τὴν ἑαυτοῦ πατρίδα, ἐκείνην δῆτα νοῶν περὶ ἧς εἴρηται τῷ Παύλῳ ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν καὶ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.
11.10.1
καὶ ὃ μὲν ταύτην ἐνόει· ὃ δ' ἐπὶ χθόνα καὶ χαμαὶ ῥίψας τὴν διάνοιαν, ἥτις εἴη αὕτη καὶ ποῖ γῆς κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει, εἶτα καὶ βασάνους ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη. ὃ δὲ στρεβλούμενος κατόπιν τὼ χεῖρε καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶ ξένοις διακλώμενος, τἀληθὲς εἰπεῖν ἀπισχυρίζετο.
11.11.1
εἶτα πάλιν πολλάκις ἐρομένου τίς εἴη καὶ ποῖ κειμένη ἣν δὴ φράζει πόλιν, μόνων εἶναι τῶν θεοσεβῶν ταύτην ἔλεγεν πατρίδα· μὴ γὰρ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι, κεῖσθαι δὲ πρὸς αὐταῖς ἀνατολαῖς καὶ πρὸς ἀνίσχοντι ἡλίῳ.
11.12.1
ὃ μὲν πάλιν διὰ τούτων κατὰ τὸν ἴδιον νοῦν ἐφιλοσόφει, μηδαμῶς τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων ἐπιστροφὴν ποιούμενος, ἄσαρκος δ' ὥσπερ καὶ ἀσώματος οὐδ' ἐπαΐειν δοκῶν τῶν ἀλγηδόνων· ὃ δ' ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν πάντως που συστήσασθαι πόλιν Χριστιανοὺς οἰόμενος, πολύς τε ἦν ταύτην ἀνερευνῶν καὶ τὴν δηλωθεῖσαν χώραν κατ' ἀνατολὰς ἐξετάζων.
11.13.1
ὡς δ' ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας παντοίαις τε τιμωρησάμενος βασάνοις ἀπαράλλακτον τὴν ἔνστασιν τῶν πρότερον αὐτῷ ῥηθέντων ἐγίνωσκεν, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. τοσαύτην μὲν οὖν τὰ κατὰ τοῦτον δραματουργίαν εἰλήχει· καὶ τοὺς λοιποὺς δὲ τοῖς παραπλησίοις ἄθλοις ἐγγυμνάσας τὸν ὅμοιον ἀπαλλάττει τρόπον.
11.14.1
εἶτ' ἀποκαμὼν διαγνούς τε εἰς μάτην τιμωρεῖσθαι τοὺς ἄνδρας, ἐπιθυμίας κόρον λαβών, ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μέτεισιν, ἀναδιδαχθείς τε ὡς ἤδη καὶ πρότερον διὰ βασάνων ἀμετάθετον ἐνεδείξαντο τὴν ὑπὲρ τῆς πίστεως προθυμίαν, ἀνερωτήσας εἰ ἄρα εἰς ἔτι κἂν νῦν πειθαρχοῖεν, δεξάμενός τε αὐτὸ μόνον παρ' ἑνὸς ἑκάστου τὴν τελευταίαν αὐτῶν τῆς κατὰ τὸ μαρτύριον ὁμολογίας φωνήν, τὴν αὐτὴν τοῖς προτέροις ἐπάγει τιμωρίαν.
11.15.1
τούτων ἐπὶ πέρας ἀχθέντων, μειράκιον τῆς οἰκετικῆς ὑπάρχον τοῦ Παμφίλου θεραπείας, οἷα γνησίᾳ ἀνατροφῇ καὶ παιδείᾳ τοῦ τηλικούτου συνησκημένον ἀνδρός, ὡς ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀναβοᾷ, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν.
11.16.1
ὁ δ' οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ εἴ τι θηρὸς ἀγριώτερον, μήτε τῆς αἰτήσεως τὸ εὔλογον ἀποδεξάμενος μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ἐρωτήσας ὁμολογοῦντα Χριστιανὸν ἔμαθεν, ὥσπερ ὑπό τινος τρωθεὶς βέλους, οἰδήσας τὸν θυμόν, ὅλῃ δυνάμει τοῖς βασανισταῖς χρῆσθαι κατ' αὐτοῦ προστάττει· 11. 17 ὡς δ' ἐπικελευομένου θύειν ἀνανεύοντα ἑώρα, οὐκέθ' ὡς σάρκας ἀνθρώπου, ἀλλ' ἢ λίθους ἢ ξύλα ἤ τι τῶν ἄλλων ἀψύχων ἄχρις αὐτῶν ὀστέων καὶ τῶν ἐν βάθει καὶ ἐν μυχοῖς σπλάγχνων παραμόνως καταξαίνεσθαι κελεύει. εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου καὶ ἀνεπαισθήτου, μικροῦ δὲ δεῖν καὶ πάντῃ ἀψύχου τοῦ σώματος αὐτῷ ταῖς βασάνοις κατατριβομένου· 11. 18 παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος, εὐθὺς ὡς εἶχεν μακρῷ πυρὶ παραδοθῆναι αὐτὸν ἀποφαίνεται. καὶ οὗτος μὲν πρὸ τῆς τοῦ κατὰ σάρκα δεσπότου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθών, τὴν ἀπὸ τοῦ σώματος ἀπαλλαγὴν προύλαβεν, ἔτι διαμελλόντων τῶν περὶ τοὺς προτέρους ἐσπουδακότων· 11. 19 ἦν δὲ ἄρα τὸν Πορφύριον ἰδεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος κεκονιμένον μὲν τὸ σῶμα, φαιδρὸν δὲ τὸ πρόσωπον, θαρσαλέῳ φρονήματι καὶ γαύρῳ μετὰ τοσαῦτα τὴν ἐπὶ θανάτῳ βαδίζοντα καὶ θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων αὐτοῦ, τε φιλοσόφῳ σχήματι μόνῳ τῷ περὶ αὐτὸν ἀναβολαίῳ ἐξωμίδος τρόπον ἠμφιεσμένον νηφαλέῳ τε λογισμῷ περὶ ὧν ἐβούλετο, τοῖς γνωρίμοις ἐντελλόμενον καὶ διανεύοντα ἐπ' αὐτῷ τε ἰκρίῳ τὸ πρόσωπον ἔτι φαιδρὸν διατηροῦντα, ἀλλὰ καὶ ἁφθείσης ἔξω ἀπὸ μακροῦ ἀποστήματος κύκλῳ περὶ αὐτὸν τῆς πυρᾶς, ἐνθένδε κἀκεῖθεν ἀφαρπάζοντα τῷ στόματι τὴν φλόγα γενναιότατά τε εἰς ἐσχάτην ἀναπνοὴν ἐγκαρτεροῦντα τῇ σιωπῇ μετὰ μίαν τε ἣν ἅμα καθαψαμένης αὐτοῦ τῆς φλογὸς ἀπέρρηξε φωνήν, τὸν υἱὸν τοῦ θεοῦ Ἰησοῦν βοηθὸν ἐπιβοώμενος.
11.20.1
τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος· τῆς δὲ κατ' αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος, τῶν ἀπὸ στρατείας τις ὁμολογητής, οἷα τηλικαύτης ἀγγελίας διάκονος, τοῦ σὺν αὐτοῖς παραχρῆμα κλήρου καταξιοῦται. αὐτίκα γάρ τοι αὐτὸν διαγγείλαντα τὸ τοῦ Πορφυρίου τέλος τῶν τε μαρτύρων ἕνα δή τινα φιλήματι προσειπόντα ἐπιλαβόμενοι στρατιῶταί τινες ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα· ὃ δὲ ὥσπερ ἐπισπέρχων αὐτὸν τῶν πρότερον συναπόδημον τῆς εἰς οὐρανοὺς γενέσθαι πορείας, αὐτίκα κεφαλικῇ τιμωρίᾳ κολασθῆναι προστάττει.
11.21.1
οὗτος ἦν μὲν ἀπὸ τῆς Καππαδοκῶν γῆς, τῆς δ' ἐν στρατείαις ἐπιλέκτου νεολαίας καὶ τῶν ἐν Ῥωμαϊκοῖς ἀξιώμασιν οὐ μικρᾶς τιμῆς ἐπειλημμένος· ἡλικίᾳ τε γὰρ καὶ ῥώμῃ σώματος μεγέθει τε καὶ ἰσχύϊ παρὰ πλεῖστον ὅσον τοὺς συστρατιώτας ἐπλεονέκτει, ὡς καὶ τὴν πρόσοψιν αὐτῷ περιβόητον τοῖς πᾶσιν εἶναι καὶ τὸ πᾶν εἶδος ἀξιάγαστον μεγέθους ἕνεκα καὶ εὐμορφίας.
11.22.1
κατ' ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διαπρέψας ἀγῶσιν, μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων τῶν τε ἐν πενίαις καὶ ἀσθενείαις ἀπερριμμένων ἐπίσκοπος ὥσπερ καὶ ἐπίκουρος πατρὸς καὶ κηδεμόνος δίκην ἀναπέφανται· ὅθεν δὴ εἰκότων πρὸς τοῦ τοῖς τοιοῖσδε μᾶλλον τῶν διὰ καπνοῦ καὶ αἵματος θυσιῶν χαίροντος θεοῦ τῆς κατὰ τὸ μαρτύριον παραδόξου κλήσεως ἠξιώθη.
11.23.1
δέκατος οὗτος ἀθλητὴς ἐπὶ τοῖς δεδηλωμένοις ἐν μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ' ἥν, ὡς ἔοικεν, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ ἐπαξίως τοῦ ἀνδρὸς διανοιχθείσης πύλης, εὐμαρὴς ἅμ' αὐτῷ καὶ ἑτέροις ἡ πάροδος τῆς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσόδου γεγένηται.
11.24.1
κατ' ἴχνη δῆτα τῷ Σελεύκῳ Θεόδουλος, σεμνός τις καὶ θεοσεβὴς πρεσβύτης, τῆς ἡγεμονικῆς τυγχάνων οἰκετίας τετιμημένος τε παρὰ τῷ Φιρμιλιανῷ πλέον τῶν κατὰ τὸν οἶκον ἁπάντων, τοῦτο μὲν τῆς ἡλικίας ἕνεκεν καὶ τῷ τριγενείας πατέρα καθεστάναι, τοῦτο δὲ δι' ἣν ἔσῳζεν περὶ αὐτοὺς εὔνοιαν καὶ πιστοτάτην συνείδησιν, τὸ παραπλήσιον τῷ Σελεύκῳ διαπραξάμενος, προσαχθεὶς τῷ δεσπότῃ καὶ μᾶλλον αὐτὸν τῶν πρότερον ὀξύνας, ταὐτὸν τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς κατεδέξατο.
11.25.1
ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος, ὃς τὸν δωδέκατον ἀποπλήσοι τοῖς δηλουμένοις μάρτυσιν ἀριθμόν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων. ἐξ ἀποδημίας γέ τοι ἀφικόμενος αὐτίκα καὶ μηδ' εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ, μαθὼν καὶ ὁρμήσας ἐπὶ τὴν τῶν μαρτύρων θέαν, ὡς ἐπὶ γῆς χαμαὶ τὰ τῶν ἁγίων εἶδεν σκηνώματα, χαρᾶς ἔμπλεως γεγονώς, ἑκάστῳ περιπλακείς, τοὺς πάντας ἠσπάζετο.
11.26.1
τοῦτο ποιοῦντα συλλαβόντες αὖθις οἱ τῶν φόνων διάκονοι προσάγουσι τῷ Φιρμιλιανῷ, ἀκόλουθα δ' αὑτῷ ἐπιτελῶν μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος μεγάλῃ τε φωνῇ τῷ τηλικούτων αὐτὸν ἀξιώσαντι κυρίῳ ὑπερευχαριστῶν, τοῦ τῶν μαρτύρων κατηξιώθη στεφάνου.
11.27.1
ἦν δὲ καὶ οὗτος τὸ μὲν κατὰ σάρκα γένος Καππαδοκῶν, τὸν δὲ τρόπον εὐλαβέστατος καὶ πιστότατος καὶ γνησιώτατος σπουδαῖός τε τὰ ἄλλα πάντα καὶ πνέων αὐτοῦ ἁγίου πνεύματος. τοιοῦτο τῆς συνοδίας τὸ στῖφος τῶν ἅμα Παμφίλῳ συνεισελθεῖν ἐπὶ τὸ μαρτύριον ἀξιωθέντων.
11.28.1
τούτων ἐπὶ τέσσαρας ἡμέρας τοσαύτας τε νύκτας ἐκ προστάξεως τοῦ δυσσεβοῦς ἡγουμένου τὰ ἱερὰ καὶ ὄντως ἅγια σώματα εἰς βορὰν τοῖς σαρκοβόροις ἐτηρεῖτο· ὡς δ' οὐδὲν αὐτοῖς παραδόξως, οὐ θηρίον, οὐ πτηνόν, οὐ κύων προσεπέλαζεν, αὖθις ἐξ οἰκονομίας τῆς τοῦ θεοῦ προνοίας ἀβλαβῆ ληφθέντα τῆς τε προσηκούσης κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ.
11.29.1
ἔτι δὲ τῆς κατὰ τούτους κινήσεως ἀνὰ στόμα τοῖς πᾶσι λαλουμένης, Ἀδριανὸς καὶ Εὔβουλος ἀπὸ Βαταναίας οὕτω καλουμένης χώρας ὡς τοὺς λοιποὺς ὁμολογητὰς εἰς τὴν Καισάρειαν ἀφικόμενοι, πρὸς τῇ πύλῃ καὶ αὐτοὶ δι' ἣν ἐληλύθασιν ἀνεκρίνοντο αἰτίαν· εἶτα ὁμολογήσαντες τἀληθές, τῷ Φιρμιλιανῷ προσάγονται. ὃ δ' ὡς εἶχεν, πάλιν μηδὲν ὑπερθέμενος, μετὰ πλείστας βασάνους ἃς κατὰ τῶν πλευρῶν αὐτοῖς ἐπιτέθεικεν, θηρίων αὐτοὺς βορᾷ κατακρίνει.
11.30.1
δυεῖν δὴ οὖν μεταξὺ διελθουσῶν ἡμερῶν, ὁ μὲν Ἀδριανὸς Δύστρου πέμπτῃ μηνός, πρὸ τριῶν Νώνων Μαρτίων, γενεθλίων τῆς κατὰ Καισάρειαν νομιζομένης Τύχης ἡμέρᾳ, λέοντι παραβληθεὶς καὶ μετὰ τοῦτον ξίφει κατασφαγεὶς ἐτελειώθη· ὁ δὲ Εὔβουλος μεθ' ἑτέραν μέσην, Νώναις αὐταῖς, ἣ γένοιτ' ἂν ἑβδόμη Δύστρου, πολλὰ λιπαρήσαντος αὐτὸν τοῦ δικαστοῦ ὡς ἂν θύσας τῆς νομιζομένης παρ' αὐτῶν ἐλευθερίας τύχοι, τῆς προσκαίρου ζωῆς τὸν ὑπὲρ εὐσεβείας εὐκλεῆ προτιμήσας θάνατον, μετὰ τοὺς θῆρας ὁμοίως τῷ προτέρῳ θῦμα γενόμενος, ὕστατος τῶν ἐπὶ τῆς Καισαρείας μαρτύρων τοὺς ἄθλους ἐπεσφραγίσατο.
11.31.1
μνημονεῦσαι δ' ἔτι ἄξιον ἐνταῦθα τοῦ λόγου ὡς ἄρα οὐκ εἰς μακρὸν τῆς οὐρανίου προνοίας τοὺς δυσσεβεῖς ἄρχοντας αὐτοῖς τυράννοις μετελθούσης, ὁ τὰ τοσαῦτα κατὰ τῶν τοῦ Χριστοῦ μαρτύρων παροινήσας, αὐτὸς δὴ ὁ Φιρμιλιανός, μετὰ τῶν ἄλλων ἐσχάτην ὑπομείνας τιμωρίαν ξίφει τὴν ζωὴν καταστρέφει. καὶ τὰ μὲν κατὰ Καισάρειαν ἐφ' ὅλοις τοῖς τοῦ διωγμοῦ χρόνοις ἐπιτελεσθέντα μαρτύρια τοιαῦτα· 12. 1 Ὅσα δ' ἐπὶ τούτοις κατὰ τὸν ἐν μέσῳ χρόνον ἐπιτελεσθῆναι συμβέβηκεν κατά τε τοὺς τῶν ἐκκλησιῶν προεστῶτας, ὡς ἀντὶ ποιμένων τῶν λογικῶν τοῦ Χριστοῦ προβάτων, ὧν οὐκ ἐνθέσμως προύστησαν, καμήλων, ἀλόγου καὶ τῇ τοῦ σώματος φύσει σκολιωτάτου ζῴου, φροντιστὰς αὐτοὺς ὥσπερ εἰ τούτων ἀξίους ἡ θεία κατακρίνασα δίκη προεστήσατο, ὅπως τε βασιλικῶν ἵππων ἐνόχους παραστάσει κατεδίκασεν, ὅσα τε τῶν ἱερῶν σκευῶν τῶν τ' ἐκκλησιαστικῶν ἕνεκα κειμηλίων οἱ αὐτοὶ πρὸς τῶν κατὰ καιροὺς βασιλικῶν ἐπιτρόπων τε καὶ ἀρχόντων ἐν ὕβρεσι καὶ ἀτιμίαις καὶ βασάνοις ἀνατετλήκασι, τάς τε ἐπὶ τούτοις τῶν πολλῶν φιλαρχίας ἀκρίτους τε καὶ ἐκθέσμους χειροτονίας καὶ τὰ ἐν αὐτοῖς ὁμολογηταῖς σχίσματα, ὅσα τε οἱ νέοι στασιώδεις κατὰ τῶν τῆς ἐκκλησίας λειψάνων διὰ σπουδῆς ἐμηχανήσαντο, καινότερα καινοῖς ἐπινεωτερίζοντες καὶ ἀφειδῶς ταῖς τοῦ διωγμοῦ συμφοραῖς ἐπεντρίβοντες καὶ κακὰ κακοῖς ἐπιτειχίζοντες, ταῦτα πάντα παρήσειν μοι δοκῶ, ἀνοίκειον ἐμαυτῷ κρίνας παραιτουμένῳ τε καὶ ἀποφεύγοντι, ὡς δ' οὖν καὶ ἀρχομένῳ μοι εἴρηται, τὴν περὶ τούτων διήγησιν, ἀλλὰ γὰρ ὅσα σεμνὰ καὶ εὔφημα κατὰ τὸν ἱερὸν λόγον καὶ εἴ τις ἀρετὴ καὶ ἔπαινος, ταῦτα λέγειν τε καὶ γράφειν καὶ πισταῖς ἀκοαῖς παρέχεσθαι οἰκειότατον ἡγούμενος τῇ τῶν θαυμαστῶν μαρτύρων ἱστορίᾳ. καὶ τῇ μετὰ ταύτην οὐρανόθεν ἡμῖν ἐπιφανείσῃ εἰρήνῃ κοσμήσειν μοι δοκῶ τοῦ παντὸς λόγου τὴν περιγραφήν. Ἕβδομον ἔτος τοῦ καθ' ἡμῶν ἀγῶνος ἠνύετο, καί πως ἠρέμα τῶν καθ' ἡμᾶς ἡσυχῇ τὸ ἀπερίεργον εἰληφότων εἰς ὄγδοόν τε διαγενομένων ἔτος, ἀμφὶ τὰ ἐν Παλαιστίνῃ χαλκοῦ μέταλλα οὐκ ὀλίγης ὁμολογητῶν συγκεκροτημένης πληθύος πολλῇ τε τῇ παρρησίᾳ χρωμένων, ὡς καὶ οἴκους εἰς ἐκκλησίας δείμασθαι, ὁ τῆς ἐπαρχίας ἄρχων, δεινός τις ὢν καὶ πονηρὸς καὶ οἷον αὐτὸν τὰ κατὰ τῶν μαρτύρων δρασθέντα συνέστησεν, ἐπιδημήσας αὐτόθι καὶ τὴν τῶν ἐκεῖσε διαγωγὴν πυθόμενος, βασιλεῖ κοινοῦται, ὅσα δοκεῖν, εἰς διαβολὴν καταγράφων, 13. 2 εἶτ' ἐπιστὰς ὁ τοῖς μετάλλοις ἐπιτεταγμένος, ὡς ἂν ἐκ βασιλικοῦ νεύματος διελὼν τὴν τῶν ὁμολογητῶν πληθύν, τοῖς μὲν Κύπρον, τοῖς δὲ τὸν Λίβανον οἰκεῖν ἔνειμεν, ἄλλους τε ἄλλαις κατὰ Παλαιστίνην χώραις κατασπείρας, τοὺς πάντας διαφόροις πονεῖσθαί τισιν ἔργοις ἐπικελεύεται.