De martyribus Palaestinae Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
6.2.1
ἔθους τὸ πρὶν ὄντος ἐπὶ βασιλέων, εἰ καὶ ἄλλοτε, τὰς φιλοτίμους θέας πλείους τοῖς θεαταῖς ἐμπαρέχειν θυμηδίας καινῶν καὶ ξένων τά τε συνήθη παραλλαττόντων θεαμάτων, ζῴων ἔσθ' ὅπῃ τῶν ἐξ Ἰνδίας ἢ Αἰθιοπίας ἢ καὶ ἄλλοθεν εἰσκομιζομένων ἢ καὶ ἀνδρῶν ἐντέχνοις τισὶ σωμασκίαις παραδόξους ψυχαγωγίας τοῖς ὁρῶσιν ἐνδεικνυμένων, πάντως που καὶ τότε, οἷα βασιλέως τὰς θέας παρέχοντος, πλεῖόν τι καὶ παράδοξον χρῆν ὑπάρξαι ταῖς φιλοτιμίαις.
6.3.1
τί τοίνυν τοῦτο ἦν; μάρτυς τοῦ καθ' ἡμᾶς δόγματος παρήγετο εἰς μέσον, τῆς μόνης καὶ ἀληθοῦς εὐσεβείας ὑπεραγωνιζόμενος· Ἀγάπιος οὗτος ἦν, ὁ δεύτερος ἅμα τῇ Θέκλᾳ θηρσὶν ἐπὶ βορᾷ δίδοσθαι μικρῷ πρότερον δεδηλωμένος· ὃς δὴ καὶ ἄλλοτε τοῦ δεσμωτηρίου τρίτον καὶ πολλάκις ἅμα κακούργοις ἐμπομπεύσας τῷ σταδίῳ, ἀεί γε μὴν κατὰ χρόνους τοῦ δικαστοῦ μετὰ τὰς ἀπειλὰς ἤτοι κατ' οἶκτον ἢ κατ' ἐλπίδα τοῦ μεταθήσεσθαι τῆς προθέσεως εἰς ἑτέρους αὐτὸν ἀγῶνας ὑπερτιθεμένου, τότε δὴ βασιλέως ἐπιπαρόντος ἤγετο, ὥσπερ ἐπίτηδες εἰς ἐκεῖνο τοῦ καιροῦ πεφυλαγμένος, ὡς ἂν κἀκεῖνο τὸ σωτήριον ῥῆμα, ὃ τοῖς μαθηταῖς θείᾳ γνώσει προηγόρευεν, ὡς ἄρα καὶ ἐπὶ βασιλέων ἀχθήσονται ἕνεκεν τῆς εἰς αὐτὸν μαρτυρίας, καὶ ἐπ' αὐτοῦ πληρωθείη.
6.4.1
φέρεται δὴ εἰς μέσον τὸ στάδιον σὺν καί τινι κακούργῳ, φόνῳ δὲ τοῦ δεσπότου τοῦτον ἐνέχεσθαι ἔλεγον.
6.5.1
εἶθ' ὁ μὲν τοῦ δεσπότου φονεὺς τοῖς θηρσὶν παραβληθείς, ἐλέου καὶ φιλανθρωπίας ἠξίωτο μόνον οὐχὶ κατ' αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Βαραββᾶν, βοαῖς δ' ἐπὶ τούτῳ καὶ εὐφημίαις τὸ πᾶν ἐξηχεῖτο θέατρον, ὡς ἂν τοῦ μιαιφόνου φιλανθρώπως πρὸς τοῦ βασιλέως σεσωσμένου τιμῆς τε καὶ ἐλευθερίας ἠξιωμένου· 6. 6 ὁ δὲ τῆς θεοσεβείας ἀθλητὴς ἀνακαλεῖται μὲν πρότερον ὑπὸ τοῦ τυράννου, εἶτα ἄρνησιν τῆς προθέσεως αἰτηθεὶς ἐπ' ἐλευθερίας ἐπαγγελίᾳ, μεγάλῃ φωνῇ διαμαρτύρεται, μὴ φαύλης μὲν ἕνεκεν αἰτίας, εὐσεβείας δὲ τοῦ τῶν ὅλων δημιουργοῦ προθύμως καὶ μεθ' ἡδονῆς, ὅσα δἂν ἐπάγοιτο αὐτῷ, γενναίως ὑποστήσεσθαι, 6. 7 καὶ τοῦτ' εἰπών, ἅμα λόγῳ τοὔργον ἐπάγει, δρομαῖος ἄντικρυς ἀπολυθείσῃ κατ' αὐτοῦ ἄρκτῳ ὑπαντιάσας ταύτῃ τε ἑαυτὸν ἀσμενέστατα ἐπιδεδωκὼς εἰς βοράν· μεθ' ἣν ἔμπνους εἰς τὸ δεσμωτήριον αἴρεται, μίαν τε ἐνταῦθα ἐπιβιώσας ἡμέραν, τῇ ἑξῆς λίθων αὐτοῦ προσαρτηθέντων τοῖς ποσὶ μέσῳ πελάγει καταποντοῦται. τοιοῦτο καὶ τὸ Ἀγαπίου μαρτύριον.