De martyribus Palaestinae Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Καὶ εἰς ἕκτον δὲ ἔτος πνεύσαντος ἐπιμόνως τοῦ καθ' ἡμῶν χειμῶνος, εἶχεν μὲν πρὸ τούτου τὸ καλούμενον ἐν Θηβαΐδι φερωνύμως οὗ γεννᾷ πορφυρίτου λίθου μέταλλον πλείστην ὅσην πληθὺν τῶν τῆς θεοσεβείας ὁμολογητῶν· ἐξ ὧν τρισὶν δέουσι τὸν ἀριθμὸν ἑκατὸν ἄνδρες ἅμα γυναιξὶν καὶ κομιδῇ νηπίοις πρὸς τὸν τῆς Παλαιστίνης ἡγούμενον διαπέμπονται· οὓς ἐπὶ τῆς τῶν Ἰουδαίων** τὸν τῶν ὅλων θεὸν καὶ τὸν Χριστὸν ὁμολογήσαντας, τῶν σκαιῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς νεύροις καυτῆρσιν ἀποτμηθῆναι καὶ αὖ πάλιν τῶν ὀφθαλμῶν τοὺς δεξιοὺς πρῶτον μὲν ξίφεσιν αὐτοῖς ὑμέσιν καὶ κόραις ἐκκοπῆναι, εἶτα δὲ πυρὶ διὰ καυτήρων πάμπαν εἰς ῥίζας αὐτὰς ἀχρειωθῆναι Φιρμιλιανός, ὁ τῇδε διάδοχος Οὐρβανῷ πεμφθεὶς ἡγούμενος, ὡς ἂν ἐκ βασιλικοῦ νεύματος προστάττει· κἄπειτα αὐτοὺς τοῖς κατὰ τὴν ἐπαρχίαν μετάλλοις μόχθου καὶ κακοπαθείας ἕνεκεν ταλαιπωρεῖσθαι παραδίδωσιν.
8.2.1
οὐ τούτους δὲ ἄρα μόνον τὰ τηλικαῦτα παθόντας ἤρκει παραλαβεῖν ὀφθαλμοῖς, ἀλλὰ καὶ Παλαιστίνων τοὺς ἐπὶ πυγμῇ εἰς μονομαχίας κατακεκρίσθαι μικρῷ πρόσθεν δεδηλωμένους, ἐπεὶ μήτε τὰς ἐκ τοῦ βασιλικοῦ ταμείου τροφὰς μήτε μὴν τὰς ἐπιτηδείους τῇ πυγμῇ μελέτας ὑπέμενον, 8. 3 ἤδη δὲ οὐκ ἐπιτρόποις αὐτὸ μόνον οὐδ' ἡγουμένοις, ἀλλὰ καὶ αὐτῷ Μαξιμίνῳ τούτου γε ἕνεκεν παραστάντες, γενναιοτάτην ἔνστασιν ὁμολογίας διὰ λιμοῦ καρτερίας καὶ μαστίγων ὑπομονῆς ἐνεδείξαντο τὰ ὅμοια τοῖς δηλωθεῖσιν παθόντες μεθ' ἑτέρων προστεθέντων αὐτοῖς ὁμολογητῶν ἐπ' αὐτῆς τῆς Καισαρείας·
8.4.1
ὧν κατὰ πόδας ἐπὶ τῇ τῶν θείων ἀναγνωσμάτων συγκροτήσει κατὰ τὴν Γαζαίων πόλιν ἁλόντες ἕτεροι, οἳ μὲν τὰς αὐτὰς τούτοις ὑπέμειναν κατά τε τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν πάθας, οἳ δὲ καὶ ἔτι μείζους δι' ὧν φοβερώτατα κατὰ τῶν πλευρῶν ἐπειράθησαν βασάνων· 8. 5 ἐξ ὧν μία τις, τὸ μὲν σῶμα γυνή, τὸν δὲ λογισμὸν ἄρρην, πορνείας ἀπειλὴν μὴ ἐνεγκοῦσα, εἰποῦσά τι ῥῆμα κατὰ τοῦ τυράννου ὡς ἂν οὕτως ὠμοῖς δικασταῖς τὴν ἀρχὴν ἐπιτετραφότος, πρῶτον μὲν μαστίζεται, εἶτα δὲ μετέωρος ἐπὶ τοῦ ξύλου γενομένη τὰς πλευρὰς αἰκίζεται.
8.6.1
ὡς δ' ἐπιμόνως καὶ σφοδρῶς ἐκ προστάξεως τοῦ δικαστοῦ τὰς βασάνους ἐπῆγον οἱ ταύτῃ τεταγμένοι, ὑπὲρ τοὺς παρ' Ἕλλησιν ἐκείνους τοὺς μαχητὰς ἐπ' ἐλευθερίᾳ τεθρυλημένους, μὴ βαστάσασα τὸ ἀνηλεὲς καὶ ὠμὸν καὶ ἀπάνθρωπον τῶν πραττομένων, ἄλλη τις ὁμοίως τῇ προτέρᾳ τὸν τῆς παρθενίας ἐπανῃρημένη κόπον, τὸ μὲν σῶμα πάνυ γε τῷ δοκεῖν εὐτελὴς καὶ τὴν ὄψιν εὐκαταφρόνητος, ῥωμαλέα δὲ ἄλλως τὴν ψυχὴν καὶ μείζονα τοῦ σώματος τὸν λογισμὸν ἐνεστερνισμένη, «καὶ μέχρι τίνος», ἐκ μέσου τοῦ ὄχλου, «τὴν ἐμὴν ὠμῶς οὕτως βασανίζεις ἀδελφήν;» ἀνέκραγεν πρὸς τὸν δικαστήν. ὃ δὲ πικρότερον ὑποκινηθείς, αὐτίκα συλληφθῆναι κελεύει τὴν ἄνθρωπον· 8. 7 εἶτα σύρεται εἰς μέσον, καὶ τὸ σεβάσμιον τοῦ σωτῆρος ἐπιγραψαμένη ὄνομα, πρῶτον μὲν λόγοις θύειν ἀνεπείθετο, ὡς δ' ἠπείθει, βίᾳ πρὸς τὸν βωμὸν εἵλκετο. ἣ δὲ ἀδελφὰ ἑαυτῇ πράττουσα καὶ τῆς προτέρας ἐχομένη προθυμίας, ἀτρεμεῖ καὶ θαρσαλέῳ ποδὶ λὰξ ἐντείνει τῷ βωμῷ, καὶ τὰ εἰς αὐτὸν ἅμα τῇ ἐπικειμένῃ ἀνατρέπει πυρᾷ· 8. 8 ἐφ' ᾧ θηρὸς ἀγρίου δίκην ὁ δικαστὴς ὀξυνθεὶς τὸν θυμόν, τοσαύτας μὲν αὐτῇ πρότερον αἰκίας κατὰ τῶν πλευρῶν ἐπιτίθησιν, ὅσας οὐδενὶ τῶν πώποτε, μόνον οὐχὶ καὶ ὠμῶν τῶν σαρκῶν αὐτῆς ἐμφορηθῆναι γλιχόμενος· ὡς δὲ κόρον αὐτῷ ἤδη τὰ τῆς μανίας ἐλάμβανεν, ἄμφω ζεύξας, αὐτὴν τε ταύτην ἅμα τῇ πρὸς αὐτῆς ἀδελφῇ προσαγορευθείσῃ, τὸν διὰ πυρὸς αὐτῶν καταψηφίζεται θάνατον. τούτων ἡ μὲν προτέρα τῆς Γαζαίων χώρας ἐλέγετο, τὴν δ' ἑτέραν ἰστέον ἀπὸ τῆς Καισαρέων ὡρμῆσθαι, τὴν πολλοῖς γνώριμον, Οὐαλεντῖναν τοὔνομα.
8.9.1
τὸ δ' ἐπὶ τούτῳ μαρτύριον πῶς ἂν κατ' ἀξίαν διέλθοιμι, οὗ κατηξίωται ὁ τρὶς μακάριος Παῦλος, κατὰ μὲν τὴν αὐτὴν ταύταις ὥραν ὑπὸ μίαν ἀπόφασιν τὴν ἐπὶ θανάτῳ κριθείς, πρὸς αὐτῇ δὲ τῇ τελειώσει τὸν ἀποτέμνειν αὐτὸν ὅσον οὔπω μέλλοντα βραχύ τι ὥρας ἐνδοῦναι αὐτῷ ἀντι βολήσας· 8. 10 οὗ τυχὼν λαμπρᾷ καὶ γεγωνῷ φωνῇ πρῶτον μὲν τὰς ὑπὲρ τῶν ὁμοεθνῶν ἐπρυτάνευεν τῷ θεῷ δι' εὐχῶν καταλλαγάς, ᾗ τάχος ἐλευθερίαν αὐτοῖς ἐνδοθῆναι ποτνιώμενος, εἶθ' ὑπὲρ τῆς Ἰουδαίων πρὸς τὸν θεὸν διὰ Χριστοῦ προσαγωγῆς ἠξίου, εἶθ' ἑξῆς κατέβαινε τῷ λόγῳ τὰ αὐτὰ καὶ Σαμαρείταις ἐπευχόμενος, καὶ τοὺς ἐν πλάνῃ δὲ καὶ ἀγνωσίᾳ θεοῦ τῶν ἐθνῶν ὄντας εἰς ἐπίγνωσιν ἐλθεῖν αὐτοῦ καὶ τὴν ἀληθῶς εὐσέβειαν ἀναλαβεῖν παρεκάλει, μηδὲ τοὺς τότε παμμιγεῖ περιεστῶτας ἀτημελήτους καταλιπών· 8. 11 μεθ' οὓς πάντας, ὢ τῆς πολλῆς καὶ ἀφάτου ἀνεξικακίας, καὶ ὑπὲρ τοῦ τὸν θάνατον αὐτῷ προστιμήσαντος δικαστοῦ τῶν τε ἐπὶ πᾶσιν ἀρχόντων ἔτι τε καὶ τοῦ ὅσον οὔπω τῆς κεφαλῆς αὐτὸν ἀποτεμοῦντος, εἰς ἐπήκοον αὐτοῦ τ' ἐκείνου καὶ τῶν παρόντων ἁπάντων, τοῦ τῶν ὅλων ἐδεῖτο θεοῦ, μηδαμῶς αὐτοῖς ἐν ἀριθμῷ γενέσθαι τὴν εἰς αὐτὸν ἁμαρτάδα παρακαλῶν.
8.12.1
ταῦτα καὶ τὰ τοιαῦτα μεγάλῃ φωνῇ κατευξάμενος καὶ μόνον οὐχὶ τοὺς πάντας, ὡς ἂν ἀδίκως ἀναιρούμενος, εἰς οἶκτον ἑλκύσας καὶ δάκρυα, ᾗ νόμος αὐτὸς ἑαυτὸν σχηματίσας καὶ τὸν αὐχένα γυμνὸν τῇ τοῦ ξίφους ἀποτομῇ παραδούς, θείῳ κατεκοσμήθη μαρτυρίῳ, μηνὸς Πανέμου πέμπτῃ καὶ εἰκάδι, ἣ λέγοιτ' ἂν πρὸ ὀκτὼ Καλανδῶν Αὐγούστων. καὶ τὰ μὲν κατὰ τούσδε τοιοῦτο τέλος εἶχεν· 8. 13 οὐ μακροῦ δὲ διαδραμόντος χρόνου, αὖθις ἐκ τῆς Αἰγυπτίων γῆς οἱ θαυμάσιοι τῆς εἰς Χριστὸν ὁμολογίας ἀθληταί, τριάκοντα πρὸς ἑκατόν, ἐκ προστάξεως Μαξιμίνου τὰς αὐτὰς τοῖς πρῴην ἐπ' αὐτῆς Αἰγύπτου εἴς τε τοὺς ὀφθαλμοὺς καὶ τοὺς πόδας συμφορὰς ὑποστάντες, τοῖς δεδηλωμένοις ἐν Παλαιστίνῃ μετάλλοις, οἳ δὲ τοῖς κατὰ Κιλικίαν κατακρίτοις παραπέμπονται.