Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Ἀπὸ ψαλμοῦ μʹ. «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. κύριος διαφυλάξει αὐτόν, καὶ ζήσαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι ψυχήν μου, ὅτι ἥμαρτόν σοι. οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ.
10.1.2
ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ' ἐμοῦ· ἐλογίζοντο κακά μοι· μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆ ναι; καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμοί. ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.»
10.1.3
Ἐπειδή τινες ὑπειλήφασιν τὴν βίβλον τῶν ψαλμῶν ὕμνους μόνον εἰς θεὸν καὶ ᾠδὰς θεολογικὰς περιέχειν, οὐ μὴν καὶ προγνώσεις οὐδὲ μελλόντων προφητείας, τοῦτο πρῶτον ἐπιτηρητέον, ὡς μυρία θεσπίζεται δι' αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο ψαλμοῖς ἐπιγεγραμμένοις μὲν τοῦ Ἀσὰφ εἰρημένοις δὲ κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους.
10.1.4
τὸ τηνικαῦτα γὰρ εἷς τῶν ἱεροψαλτῶν ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτοῦ ψαλμοὺς θείῳ πνεύματι προσεφώνησεν.
10.1.5
τί δὴ οὖν περιέχουσιν οἱ ψαλμοὶ ἢ προρρήσεις τῆς πολιορκίας τῆς βασιλικῆς πόλεως τοῦ Ἰουδαίων ἔθνους, ἥτις γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσιν μετὰ τὴν πρόρρησιν;
10.1.6
λέγει δ' οὖν ὁ ἑβδομηκοστὸς τρίτος ἐπιγεγραμμένος «συνέσεως τῷ Ἀσάφ»· «ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ' ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.
10.1.7
ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς· ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός.
10.1.8
καὶ ὁ ἑβδομηκοστὸς δὲ ὄγδοος, τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων, τάδε περιέχει· «ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον· ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς».
10.1.9
τούτων δὲ τὰ μὲν πρῶτα, λέγω δὲ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ τρίτου ψαλμοῦ, εἴρητο βασιλεύοντος ἔτι τοῦ Δαβίδ, πρὸ τοῦ τὸν ναὸν ὑπὸ Σολομῶνος κατασκευασθῆναι· τέλους δὲ ἔτυχεν οὐκ ἄλλοτε ἢ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου.
10.1.10
ἕκαστα γὰρ τῶν εἰρημένων ἐπληροῦτο ἐπί τε τῆς πρώτης καὶ δευτέρας τοῦ ἱεροῦ κατασκαφῆς, προγνωσθέντα καὶ ἀναφωνηθέντα ἐν τοῖς εἰρημένοις ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα, τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου, ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων, πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνῄρει, ποικίλαις προαικιζόμενος τιμωρίαις.
10.1.11
εἰς ἐκεῖνον τοιγαροῦν τὸν καιρόν, καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφή, τοῦτον ἔχουσα τὸν τρόπον· «καὶ προσεπισυνήχθησαν πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια»,
10.1.12
καὶ ἑξῆς ἐπιλέγει· «καὶ ὤμοσεν αὐτοῖς λέγων, οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν. καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον Ἀσὰφ ὃν ἔγραψεν· ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζῴοις τῆς γῆς, αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων».
10.1.13
Τούτων οὕτως προρρηθέντων καὶ ἀποτελεσθέντων, οὐ θαυμαστὸν εἰ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ προεκτεθέντα τοῦ τεσσαρακοστοῦ ψαλμοῦ λόγια σημαίνει τὰ μέλλοντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς· ἅπερ μὴ πάντων ἀνθρώπων συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ καὶ φῶς ἀληθινόν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτημένος, «δι' ἡμᾶς ἐπτώχευσεν» σάρκα λαβών, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθείς, «μορφήν» τε «δούλου» καὶ πένητος ἀνειληφώς, καὶ μάλιστα καθ' ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ ψαλμοῦ προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιείς, ἐπαγγελίας τυγχάνων τῆς ἀναγεγραμμένης. εἶθ' ἑξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι' ἡμᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται· «ἐγὼ εἶπα, κύριε ἐλέησόν με». ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ ψαλμῷ θεσπίζεται, αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει.
10.1.14
ἱστορεῖ γάρ, ὅτι λαβὼν ὁ Ἰησοῦς ποτε λέντιον περιεζώσατο, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ εἶπεν, «ἐγὼ οἶδα οὓς ἐξελεξάμην. ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ».
10.1.15
ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ' ἢ τὴν τοῦ μετὰ χεῖρας ψαλμοῦ, ἐν ᾧ εἴρηται· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν»; φησὶν οὖν ἀρχόμενος· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», καὶ δι' ὅλου τοῦ ψαλμοῦ.
10.1.16
ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· «ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με· ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι. οἱ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακά, πότε ἀποθάνῃ καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσερχόμενος ἐπισκέψασθαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ' ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι.
10.1.17
λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνέσθων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου ἀκολούθως. σὺ δέ, κύριε, οἴκτειρόν με καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι' αἰῶνος.»
10.1.18
ἰσοδυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου. Πρῶτον οὖν περὶ τοῦ δοκεῖν ἀπεμφαίνειν ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν τὸ εἰρημένον, τὸ «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι». καὶ οὕτως δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας.
10.1.19
διὸ λέλεκται·
10.1.20
«καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν», καὶ «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει».
10.1.20
γέγονε γοῦν «ὑπὲρ ἡμῶν κατάρα» «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὃν καὶ «μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν», ἀντίψυχον ὑπὲρ πάντων ἡμῶν προέμενος αὐτόν, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ». ἀλλ' ἐπεὶ καὶ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενόμενος «κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», εἰκότως προφέρεται τὰ ἐκκείμενα.
10.1.21
ὅτι δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειούμενος διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑποκαταβὰς ἐν αὐτῷ τῷ ψαλμῷ ἐπιφέρει λέγων· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου», σαφῶς τὸ ἀπειρόκακον τοῦ ἀμνοῦ τοῦ θεοῦ παριστάς. πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν ἢ καθ' ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα κατὰ τὸν ἀπόστολον φήσαντα· «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους»;
10.1.22
καὶ καθ' ὃ πάσχοντος ἑνὸς μέλους «συμπάσχει πάντα τὰ μέλη», οὕτως τῶν πολλῶν μελῶν πασχόντων καὶ ἁμαρτανόντων, καὶ αὐτὸς κατὰ τοὺς τῆς συμπαθείας λόγους ἐπειδήπερ εὐδόκησεν θεοῦ λόγος ὢν «μορφὴν δούλου» λαβεῖν καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι συναφθῆναι τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμβάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπεραλγεῖ καὶ ὑπερπονεῖ κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους.
10.1.23
οὐ μόνον δὲ ταῦτα πράξας «ὁ ἀμνὸς τοῦ θεοῦ», ἀλλὰ καὶ ὑπὲρ ἡμῶν κολασθεὶς καὶ τιμωρίαν ὑποσχών, ἣν αὐτὸς μὲν οὐκ ὤφειλεν ἀλλ' ἡμεῖς τοῦ πλήθους ἕνεκεν τῶν πεπλημμελημένων, ἡμῖν αἴτιος τῆς τῶν ἁμαρτημάτων ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς ἑαυτὸν μετατιθείς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ' ἑαυτὸν ἑλκύσας, «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχον. διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον· «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν», ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὐτῷ καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος φησίν· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι».
10.1.24
Ὁρῶντας δὲ εἰκότως τοὺς ἐπιβουλεύοντας, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ ἀοράτους δυνάμεις, τὴν ὑπερβάλλουσαν ἰσχὺν αὐτοῦ τῆς θείας προσηγορίας καὶ τοῦ ὀνόματος, δι' οὗ μικρὸν ὕστερον Χριστιανῶν τὴν πᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν οἴεσθαι ὑπειληφέναι, εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ,
10.1.25
τοῦτο δὴ οὖν αὐτὸ διελέγχει, φάσκων· «οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;» ἐπεὶ δὲ καθυποκρινόμενοι προσῄεσαν, πειράζοντες «ὅπως αὐτὸν παγιδεύσωσιν», ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ' αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτων ἕνεκα ἐπιλέγει· «καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ».
10.1.26
ἑξῆς δὲ τούτοις ἤδη σαφῶς ἐμφαίνει καὶ αὐτὸν ἐκεῖνον τὸν δυσσεβέστατον προδότην, ἐπειδὴ συνέβαινεν, μεθ' ἃς πεποίητο συνθήκας τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας, μηκέτ' ἀπαντᾶν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθημάτων διδασκαλίαν, μηδ' ὡς παρὰ διδάσκαλον φοιτᾶν μηδ' ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ σωτῆρος διατριβῇ, ἀλλ' ἐπὶ τῷ κατοπτεύειν καὶ θηρεύειν καιρὸν ὅτε δεῖ ἐπιθέσθαι αὐτῷ.
10.1.27
τοῦτο δ' οὖν καὶ κατηγορεῖται πράττων ὑπὸ τῶν ἱερῶν εὐαγγελιστῶν, ὧν ὁ μὲν Ματθαῖός φησιν· «τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς», ὁ δὲ Μάρκος· «καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα αὐτὸν παραδῷ αὐτοῖς.
10.1.28
οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ», ὁ δὲ Λουκᾶς γράφει λέγων· «εἰσῆλθεν δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσι καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἵνα αὐτὸν παραδῷ αὐτοῖς, καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου».
10.1.29
ταῦτα δὴ οὖν αὐτὰ θεσπίζουσα ἡ μετὰ χεῖρας πρόρρησις ἐπιλέγει· «καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ. ἐψιθύριζον πάντες οἱ ἐχθροί μου».
10.1.30
ὁ γοῦν Σύμμαχος, «εἰσερχόμενος», φησίν, «ἐπισκοπῆσαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ' ἐμοῦ πάντες οἱ μισοῦντές με». μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύπτων τὴν ἐπιβουλήν,
10.1.31
ἐξιὼν δὲ μετὰ πλειόνων «ὁμοθυμαδὸν» καὶ ἐπὶ τὸ αὐτὸ «κατελάλει», τοῖς ἐχθροῖς προδιδοὺς τὸν σωτῆρα, καὶ συνταττόμενος τοῖς τῶν Ἰουδαίων ἄρχουσιν λεληθότως περὶ ἑτέρων οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν χρημάτων, ἐφ' οἷς παραδώσειν αὐτὸν ὑπισχνεῖτο, περὶ ὧν μετ' αὐτῶν ἐκείνων ἐψιθύριζεν. διό φησιν· «ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ· ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ' ἐμοῦ· ἐλογίζοντο κακά μοι· λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ».
10.1.32
ἔοικεν δὲ τὴν συνταγὴν τὴν περὶ τῶν ἀργυρίων «λόγον παράνομον» διὰ τῆς προφητείας ὀνομάζειν, ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ' αὐτοῦ διενοοῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον καὶ μηκέτ' ἐν ζῶσιν ἐξετασθησομένου.
10.1.33
τοιοῦτον γάρ ἐστιν τὸ «μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;» ὅπερ λευκότερον ὁ Σύμμαχος ἐξέφηνεν, εἰπών· «καὶ πεσὼν οὐκέτ' ἀναστήσεται», ὁ δὲ Ἀκύλας φησίν· «καὶ ὃς ἂν κοιμηθῇ, οὐ προσθήσει τοῦ ἀναστῆναι». καὶ ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ. ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ὡς ἂν περὶ μαθητευθέντος αὐτῷ, ἑξῆς ἐπιφέρει λέγων· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν»,
10.1.34
ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος· «καὶ ἄνθρωπος», φησίν, «ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου». χείριστος γὰρ ἀληθῶς ἁπάντων καὶ ἐναγέστατος ὁ μετὰ κοινὴν τράπεζαν καὶ τὴν ἐν λόγοις τοῦ διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος.
10.1.35
Ἀλλ' ἐπειδήπερ ἐπιβουλεύοντες οἱ ἐχθροὶ ἔλεγον· «πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ», ᾤοντό τε κοιμηθέντα μηκέτ' ἀναστήσεσθαι, τούτου χάριν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τἀναντία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν τὸν πατέρα, φησίν· «σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ».
10.1.36
καὶ πρόδηλόν γε τίνα τρόπον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετῆλθεν τοὺς ἐπιβεβουλευκότας αὐτῷ ἡ ἀνταπόδοσις, ὅπως τε «ὁ ἐχθρὸς» αὐτοῦ ζωῆς τυγχάνοντος θάνατος κατῃσχύνθη, ὥστε τοὺς ἐπονειδίζοντας εἰπεῖν· «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, θάνατε, τὸ νῖκος;» ἐντυχὼν δέ τις ταῖς μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν ἱστορίαις τῷ Ἰωσήπῳ γραφείσαις εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφοράς, αἷς εἰκότως περιπεπτώκασιν, τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες.
10.1.37
καὶ ταῦτα μὲν εἰς ἐκείνους ἐπληροῦτο πάντα κατὰ τὴν πρόρρησιν. τοῦ δὲ σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξεν τοῖς πᾶσιν ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ πατήρ, ὃ καὶ αὐτὸς διδάσκει λέγων· «ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμοί». τούτοις ἐπιλέγει· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου».
10.1.38
καὶ τήρει γε τίνα τρόπον αὐτῷ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμπων ἐπὶ τοσαύτῃ ταθάρρηκεν παρρησίᾳ, ὡς «ἀκακίαν» ἑαυτῷ μαρτυρεῖν, καίτοι ἀνωτέρω φήσας· «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι».
10.1.39
ἀλλὰ τὸ μὲν «ἥμαρτόν σοι» ὁποίας ἔχεται διανοίας προδιειλήφαμεν, καὶ ὁ Σύμμαχος δὲ σαφέστερον παρέστησεν εἰπών· «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι», ὃ καὶ αὐτὸ λέγοιτ' ἂν περὶ τῶν ἡμετέρων ἁμαρτημάτων, ἅπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν εἰς ἑαυτὸν ἀνεδέξατο.
10.1.40
τὸ δὲ «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου» τὴν δι' ὅλου καθαρότητα τῆς αὐτοῦ φύσεως παρίστησιν, δι' ἣν καὶ τὸ ἑδραῖον καὶ ἄσειστον τῆς ζωῆς καὶ τῆς μετὰ τὴν ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων, ἐπιλέγει· «καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα», ἢ «καὶ παραστήσεις με ἔμπροσθέν σου δι' αἰῶνος» κατὰ τὸν Σύμμαχον.
10.2.1
Ἀπὸ Ψαλμοῦ νδʹ. «Ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι, καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ, καὶ ἐκάλυψέν με σκότος», καὶ τὰ ἑξῆς.
10.2.2
οἷς ἐπιλέγει· «καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντι λογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.»
10.2.3
Τὸ «εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ, σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα» ὅμοιόν ἐστιν τῷ «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν», περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ.
10.2.4
ὥσπερ οὖν ἐν ἐκείνῳ ἐδείκνυτο «ἄνθρωπος εἰρήνης» ποτὲ γεγονώς, ὅτε τῷ σωτῆρι ἐμαθητεύετο, εἷς καὶ αὐτὸς τοῦ τῶν ἀποστόλων ἀριθμοῦ χρηματίσας, οὕτως καὶ ἐν τῷ προκειμένῳ «ἰσόψυχος» καὶ «ἡγεμὼν» καὶ «γνωστὸς» αὐτῷ προσηγόρευται.
10.2.5
καὶ πάλιν ὡς ἐν ἐκείνῳ περὶ αὐτοῦ εἴρητο «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν», τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος εἰς αὐτοῦ πρόσωπον λέγεται τὸ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα»· καὶ γὰρ τῶν καταξιουμένων καὶ αὐτὸς εἷς ἦν τῆς ἀπορρήτου πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς.
10.2.6
τοῖς μὲν γὰρ ἔξω πλήθεσι καὶ «τοῖς ὄχλοις» «ἐν παραβολαῖς» ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, «ἐπέλυεν ἅπαντα». διὸ λέλεκται «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμὸν» καὶ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα».
10.2.7
ἅπερ σαφέστερον ἐξέφηνεν ὁ μὲν Ἀκύλας εἰπών· «οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρρητον», ὁ δὲ Σύμμαχος· «οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν». ἀντὶ δὲ τοῦ «σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου» ὁ Σύμμαχός φησιν «σὺ δὲ ἄνθρωπε ὁμότροπός μοι καὶ ἡγεμών μου καὶ γνωστέ μου». ἐπειδήπερ τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ «ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν», καὶ τὰ ἑξῆς.
10.2.8
Ταῦτα δὲ περὶ τοῦ Ἰούδα θεσπίσας, ἀκολούθως τὴν ἐκ τοῦ θανάτου σωτηρίαν καὶ ἀποφυγὴν ἑαυτοῦ προδιδάσκει λέγων· «ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος ἔσωσέν με. ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου».
10.2.9
ὡς ἐν εὐχῇ τὸν πρὸ τοῦ θανάτου καιρὸν σημαίνει, καθ' ὃν καὶ ὁ Ἰούδας τὰ τῆς κατ' αὐτοῦ προδοσίας συνεσκευάσατο·
10.2.10
τότε οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὡς ἐπὶ ὀλέθρῳ καὶ ἀπωλείᾳ τοῦ γνωρίμου δυσφορῶν, καὶ ἔτι μᾶλλον ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποβολῇ, ὥσπερ ἐπὶ μεμηνόσιν οἰκείοις καὶ ὡς ἐπὶ φιλτάτοις συμπάσχων, πᾶσαν τὴν πρὸς αὐτοὺς ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, «ἀδολεσχίαν» ἀποκαλεῖ, φάσκων· «ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν», φησίν, «ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι».
10.2.11
ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς ἀναφέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν πειρωμένους, δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσπολεμουσῶν καὶ τὴν δι' ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν λέγεσθαι. ἃ καὶ συνᾴδειν μοι δοκεῖ τοῖς ἐν τῷ εὐαγγελίῳ ὑπ' αὐτοῦ λελεγμένοις κατὰ τὸν τοῦ πάθους καιρόν, ὅτε λέγει τοῖς ἑαυτοῦ μαθηταῖς· «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ»,
10.2.12
καὶ πάλιν· «νῦν ἡ ψυχή μου τετάρακται». ὅμοια γοῦν τούτοις ἐστὶν καὶ τὰ ἐν τῷ ψαλμῷ, ἐν ᾧ λέλεκται· «ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ, φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ, καὶ ἐκάλυψέν με σκότος», δι' ὧν τῶν ἀντικειμένων δυνάμεων τὰς κατ' αὐτοῦ ὁρμὰς σημαίνει.
10.2.13
ὡς γοῦν ἐν ταῖς προφητείαις ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ «πνεύματι πορνείας ἐπλανήθησαν», καὶ ἄλλο «πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ» τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιητικόν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ θεὸν ἐνεργητικόν.
10.2.14
οὕτω δ' ἂν λεχθείη πνεῦμα φόβου καὶ τρόμου, καὶ πάλιν ἕτερον παρὰ ταῦτα πνεῦμα φόβου καὶ συγχύσεως, ἃ καὶ σχεδὸν εἰπεῖν ἅπασι μὲν τοῖς ἐν μαρτυρίῳ τὸν ὑπὲρ εὐσεβείας θάνατον ἀναδεχομένοις ἐφορμᾶν εἴωθεν, πολὺ πλέον δὲ καὶ μᾶλλον ἐπιτέθειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι.
10.2.15
πλὴν ἀλλ' εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τίς γε ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ' οὔ τι γε κατέρραξεν αὐτόν, ἐπεὶ οἷα γενναῖος ἀθλητὴς τὴν μὲν δειλίαν τοῦ θανάτου πεποιθήσει ζωῆς αὐτὸς γὰρ ἡ ζωή μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν,
10.2.16
ἐπεὶ κατὰ τὸν Ἡσαΐαν ἐπανεπαύσατο «ἐπ' αὐτὸν» μετὰ τῶν ἄλλων πνευμάτων καὶ «πνεῦμα βουλῆς καὶ ἰσχύος». οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασεν δυνάμει, ἐπεὶ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». εὕροις δ' ἂν τὰ παραπλήσια τούτοις καὶ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἐν ᾧ πάλιν ἐκ τοῦ αὐτοῦ λέλεκται προσώπου· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος»,
10.2.17
καὶ πάλιν· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», καὶ αὖθις· «ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου».
10.2.18
σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς ταύρους καὶ μόσχους καὶ λέοντας καὶ κύνας καὶ μονοκέρωτας ἀποκαλεῖ, αἳ «περιέσχον» μὲν αὐτὸν καὶ «περιεκύκλωσαν» κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ' αὐτοῦ δεδύνηνται.
10.2.19
καὶ ταῦτα μὲν..., εἰ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ' αὐτὸν ἀλλ' ἐφ' ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτός, ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. πλὴν ἀλλὰ καὶ περὶ τῆς τῶν Ἰουδαίων μητροπόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλήμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς· «εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ νῦν σχολὴ διηγεῖσθαι.
10.3.1
Ἀπὸ Ψαλμοῦ ρηʹ. «Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέ βαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.»
10.3.2
Καὶ τῆς τῶν προκειμένων ἐπὶ τὸν προδότην Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς καὶ ταῦτα φήσας· «ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
10.3.3
οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας αὐτοῦ, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ· καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμάχ, ὅ ἐστι χωρίον αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.»
10.3.4
ταῦτα γοῦν ὁ Πέτρος εἰπὼν ὑποτίθεται ἕτερον ἀντὶ τοῦ Ἰούδα δεῖν παραλαβεῖν εἰς τὸν λείποντα τῶν δώδεκα ἀποστόλων ἀριθμόν, ὅπως πληρωθῇ τὸ τῆς προφητείας, ὅτε κλήρου γενομένου «ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν δώδεκα ἀποστόλων». τούτων οὕτως ἐκτελεσθέντων, ἀκόλουθον ἂν εἴη τὸ λέγον ἐν τῷ ψαλμῷ πρόσωπον οὐχ ἕτερον ἡγεῖσθαι τοῦ σωτῆρος ἡμῶν, ὃς τῷ πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσεν, τὸ μέλλον περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας.
10.3.5
φησὶν οὖν· «ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς», τὴν ὑπ' αὐτοῦ παραδοθεῖσαν τοῖς αὐτοῦ μαθηταῖς διδασκαλίαν καὶ τῆς καινῆς διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγασθῆναι, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα παραμεῖναι τῷ βίῳ.
10.3.6
«Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου» κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· «τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς».
10.3.7
τοιαῦτα γοῦν κατ' αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν αὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν «ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
10.3.8
καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν ἕκαστος αὐτῶν, μή τι ἐγώ εἰμι, κύριε;» ἐν οἷς ἦν καὶ Ἰούδας, ὃς τὸ πλῆρες παντὸς δόλου καὶ εἰρωνείας ἀνοίξας στόμα ἀποκριθεὶς «εἶπεν, μή τι ἐγώ εἰμι Ῥαββί;» δόλιον δὴ στόμα, δι' οὗ τὸ σημεῖον τοῖς ἐπιβούλοις τοῦ σωτῆρος ἡμῶν ἐδήλου, λέγων· «ὃν ἐὰν φιλήσω, αὐτός ἐστιν, κρατήσατε αὐτόν».
10.3.9
ὃ καὶ εἰπὼν ἔργῳ τὸν δόλον ἀπεπλήρου, ὅτε «προσελθὼν τῷ Ἰησοῦ εἶπεν αὐτῷ, χαῖρε Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ' ᾧ πάρει;» καὶ πάλιν· «Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» τούτων δ' οὖν ἕνεκα προλαβὼν διὰ τοῦ ψαλμοῦ φησιν· «ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν», ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων αὐτῷ μνημονεύει.
10.3.10
λέγει δ' οὖν τὸ εὐαγγέλιον, ὡς ἄρα τοῦ σωτῆρος ἡμῶν «ἔτι» τοῖς ἑαυτοῦ μαθηταῖς «λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ».
10.3.11
οἷς καὶ εἶπεν ὁ κύριος· «ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ' ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν». Ἔτι δέ φησιν ἐν τῷ ψαλμῷ· «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην».
10.3.12
τότε καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἐν τῷ καλουμένῳ Γεθσημανῆ χωρίῳ μετὰ τῶν ἕνδεκα ἀποστόλων προσευχομένου, μικρόν γε ἀναχωρήσαντος αὐτῶν καὶ προσπεσόντος τῷ πατρί, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυεν, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν αὐτὸν παρεσκευασμένων. «κακὰ» δὲ εἰς αὐτὸν «ἔθεντο» «ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, ὅτε πονηρὰ διετέθειντο τὸν σωτῆρα καὶ εὐεργέτην καὶ διδάσκαλον, μυρίας ὅσας ἰάσεις καὶ θεραπείας λόγων τε διδασκαλίας καὶ παντοίας ὠφελείας αὐτοῖς παρεσχημένον.
10.3.13
ἀνθ' ὧν, ἐπειδήπερ «κακὰ ἀντὶ ἀγαθῶν» «ἔθεντο» κατ' αὐτοῦ «καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, εἰκότως ἐπιλέγει· «κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.»
10.3.14
ἃ καὶ αὐτὰ ὁποίαν εἴληφεν τὴν ἔκβασιν, ὁ ἱερὸς ἀπόστολος Πέτρος προλαβὼν διεσάφησεν, ἐπ' αὐτὸν τὸν προδότην ἐφαρμόσας τὴν γραφήν. καὶ σοὶ δὲ αὐτῷ πάρεστιν συνορᾶν, εἰ μὴ καθέσταται ἐπὶ τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἡγούμενος ἁμαρτωλός, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις δουλεύειν κατηναγκασμένοι.
10.3.15
τίς δ' οὐκ ἂν θαυμάσειεν τῆς προρρήσεως τὸ ἀποτέλεσμα; φήσαντος γὰρ τοῦ λόγου «γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι», σαφὲς ὅπως βραχὺς ὁ πᾶς διεγένετο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν χρόνος καθ' ὃν ἔδοξαν διαμένειν, μεθ' ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ' ᾗ καὶ «τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος», ὁ διὰ Χριστοῦ συγκροτηθεὶς λαός.
10.3.16
καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ αὐτοῖς τούτοις καταλλήλως νοήσεις. Τὰ δ' ἑξῆς ὡς περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα, ἐν τῷ «γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί» καὶ τὰ παραπλήσια, ἀνάγοιτ' ἂν καὶ ἐπ' αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ' ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αὐτῷ τὸν σωτήριον λόγον προδιδόντας· καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ καὶ τῆς λεγομένης μητρὸς αὐτοῦ, τῆς τοῦ Ἰουδαίων ἔθνους συναγωγῆς· περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ «καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη».
10.3.17
πλὴν ὥσπερ ἐν τῇ πρὸ ταύτης προφητείᾳ πτωχὸς καὶ πένης ὠνομάζετο ὁ σωτὴρ καὶ κύριος ἡμῶν, καθάπερ ἀπεδείξαμεν ἐν τῷ «μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα», τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι ψαλμῷ τούτοις ἐπικέκληται τοῖς ὀνόμασιν·
10.3.18
τάδε γὰρ καὶ τάδε γενηθήτω τῷ Ἰούδᾳ καὶ τοῖς τὰ ὅμοια αὐτῷ ἐζηλωκόσιν διὰ τὰ τετολμημένα αὐτῷ φησιν. τίνα δὲ ταῦτα, ἐπιφέρει λέγων· «ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ».
10.3.19
οἷς ἑξῆς ἐπικαταβὰς αὖθις πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων· «καὶ σύ, κύριε κύριε, ποίησον μετ' ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με· ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ». Οἷς μεθ' ἕτερα ἐπιλέγει· «τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς·
10.3.20
ἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν», ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν, ὅτε «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες», «ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι». ἐπεὶ δὲ εἰσέτι νῦν οἱ ἐκ περιτομῆς τὴν τῶν πατέρων αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι, βλασφήμοις καὶ ἀσεβέσι ῥήμασι καταθεματίζειν τὸν σωτῆρα καὶ κύριον ἡμῶν καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας εἰώθασιν, τούτου χάριν ἑξῆς ἐπιλέγει «καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·
10.3.21
οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. ἐγὼ δὲ ἐξομολογήσομαι τῷ κυρίῳ ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.»
10.3.22
καὶ πρόδηλόν γε, ὁπόσοις εἰσέτι καὶ νῦν οἱ τὰς κατ' αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς, ἀπὸ τῶν αὐτῶν χρόνων μηδ' ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος. διό φησιν· «ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος».
10.3.23
καὶ τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν διδάσκει λέγων· «τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου».
10.3.24
ἀνωτέρω γοῦν φήσας τὸ «κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι», καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον, περιγράφων τὴν προφητείαν, τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν ᾐνίξατο, εἰπών· «ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου».
10.4.1
Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατά μου. καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ λήψομαι τὴν ῥάβδον τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι· ὅτι λόγος κυρίου ἐστίν. καὶ ἐρῶ πρὸς αὐτούς, εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον. καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.»
10.4.2
Καὶ ταῦτα τέλους ἐτύγχανεν, ὅτε κατὰ μὲν τὸν Λουκᾶν «ἀπελθὼν» ὁ Ἰούδας «συνελάλει τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τοῦ ἱεροῦ, ὅπως αὐτὸν παραδῷ αὐτοῖς. καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι», κατὰ δὲ τὸν Μάρκον ὁπηνίκα «ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτόν, οἱ δὲ ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι».
10.4.3
ἀλλ' ἐν τούτοις μὲν ἁπλῶς τὸ ἀργύριον ὠνόμασται, παρὰ δὲ τῷ Ματθαίῳ μνημονεύεται καὶ ὁ ἀριθμός, συνᾴδων τῇ ἀπὸ τοῦ Ζαχαρίου παραθέσει.
10.4.4
λέγει δ' οὖν ὁ Ματθαῖος· «τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας». σύμφωνα οὖν ταῦτά ἐστιν τῷ «καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς» ἐν τῇ προφητείᾳ εἰρημένῳ ὑπὸ τοῦ κυρίου,
10.4.5
ἀνθ' οὗ ὁ μὲν Σύμμαχος ἐποίησεν· «καὶ ἐστάθμισαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς», ὁ δὲ Ἀκύλας· «καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς». οἷς ἐπιλέγεται· «καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν»,
10.4.6
ἀνθ' οὗ πάλιν ὁ μὲν Ἀκύλας φησίν· «καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, ῥῖψον αὐτὰ πρὸς τὸν πλάστην· ὑπερμεγέθης ἡ τιμή, ἣν ἐτιμήθην ὑπὲρ αὐτῶν». καὶ πρόσσχες τίνα τρόπον αὐτὸς ὁ κύριος τιμὴν ἑαυτοῦ ὁμολογεῖ τοὺς τριάκοντα ἀργυροῦς δεδόσθαι.
10.4.7
ἔοικεν δὲ ἡ τῆς λέξεως διάνοια τοιοῦτόν τινα ἐμφαίνειν νοῦν· ἐγὼ μὲν ὁ κύριος ἐκ πρώτης ἀρξάμενος ἡμέρας οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων καὶ μυρία ὅσα ὑμᾶς εὐεργετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας, ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογικοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασιν καὶ ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσιν καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι «δότε τὸν μισθόν μου ἢ ἀπείπασθε» αἰτῶν αὐτούς, ὡς εἰκός, καρποὺς εὐσεβείας καὶ δεῖγμα τῆς εἰς αὐτὸν πίστεως.
10.4.8
οἱ δέ, κατὰ τὸ εἰρημένον ἐν τῇ πρὸ ταύτης παραθέσει, «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου», «τριάκοντα ἀργυροῦς» στήσαντες, ὥσπερ τοσούτου αὐτὸν πωλούμενον ἐτιμήσαντο.
10.4.9
ἀλλ' ἐπεὶ «τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει», εἰκότως προστάττει καθεῖναι αὐτοὺς «εἰς τὸ χωνευτήριον», ἐπιλέγων· «ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν». χωνευτήριον δὲ ἐνταῦθα ἔοικεν τὸν οἶκον κυρίου ὀνομάζειν. εἰπόντος γοῦν τοῦ κυρίου κατὰ τοὺς ἑβδομήκοντα «κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον», ἐπιφέρει· «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον».
10.4.10
κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου «ῥῖψον αὐτό» δῆλον δ' ὅτι τὸ ἀργύριον «πρὸς τὸν πλάστην», ἐπιφέρει· «καὶ ἔρριψα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην»,
10.4.11
κατὰ δὲ τὸν Σύμμαχον, εἰπόντος τοῦ κυρίου· «ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον», ἐπιφέρει λέγων· «καὶ ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον». μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, ἰδὼν «ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψεν τὸ ἀργύριον τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις, λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτῷ τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο.
10.4.12
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον ἡμέρας. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.»
10.4.13
ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέστερον τὰ τῶν ἱερῶν εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος τινὸς καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι· τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου,
10.4.14
ἀντὶ δὲ τοῦ «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον» ἐσφαλμένως πεποιηκότος· «καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως». σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ κυρίου ναὸν ἐρρίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι' αὐτοῦ δὲ τοῦ εὐαγγελίου εἰς τὸν ναόν· «ῥίψας γοῦν», φησίν, «Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν».
10.4.15
καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν καὶ πεπληρῶσθαι τὸ «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». καὶ ὅρα γε μήποτε «χωνευτήριον» ὁ οἶκος κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ μεταπλάττεσθαι τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ θεοῦ οἴκῳ συμβαίνει, ἢ ἄλλως ἀπελέγχεσθαι μὴ καθαράς, ὡς ἐν χωνευτηρίῳ πυρουμένας καὶ δοκιμαζομένας.
10.4.16
ὅπερ ὁ Ἀκύλας, ἔρριφεν, φήσας, τὸ ἀργύριον ἐν τῷ «οἴκῳ κυρίου πρὸς τὸν πλάστην», σαφῶς διδάσκει, ὡς τοῦ λόγου τοῦ θείου, δίκην πλάστου, κατοικοῦντος εἰς τὸν οἶκον κυρίου καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσιόντων ψυχάς. Πλὴν ἀλλ' ἐπείπερ ἡ τιμὴ τοῦ τετιμημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ἐπιλέγει· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ».
10.4.17
ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπερρίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐτοὺς ἐπισκοπῆς τοῦ θεοῦ. «δευτέραν» δὲ «ῥάβδον» ἡγοῦμαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦσθαι. καλεῖ δ' οὖν αὐτὴν «σχοίνισμα», λέγων· «τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα». καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας, φάσκων· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ».
10.4.18
οὗτοι γὰρ ἦσαν τὸ «σχοίνισμα» καὶ «ἡ ῥάβδος ἡ δευτέρα»· ἡ δὲ προτέρα «κάλλος» ὠνομασμένη οὐδ' ἂν ἄλλη γένοιτο τῆς Ἱερουσαλὴμ αὐτῆς καὶ τῆς κατὰ Μωσέα λατρείας ἁπάσης τε τῆς παλαιᾶς διαθήκης.
10.4.19
καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρίσταται τῆς προφητείας, φησάσης· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου». ὁρᾷς ὡς τὴν μὲν διαθήκην αὐτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώτην, τὴν δὲ δευτέραν ῥάβδον τὸ σχοίνισμα. πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀπορρίψειν ἀπειλεῖ, προειπὼν πρότερον· «καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα».
10.4.20
ἀνθ' ὧν ὁ μὲν Ἀκύλας φησίν· «τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα», ὁ δὲ Σύμμαχος· «τὴν μὲν ἐκάλεσα εὐπρέπειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα». τοῦ μὲν οὖν παντὸς ἔθνους κάλλος καὶ εὐπρέπειαν τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχομένην διαθήκην ὠνόμασεν, εἰκότως·
10.4.21
τά τε γὰρ σεμνὰ τῆς Ἱερουσαλὴμ καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους καὶ κατὰ τὴν παλαιὰν διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρεπὴς ὑπῆρχεν τοῖς ὑπὸ τούτων κοσμουμένοις. σχοίνισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται, λέγοντι· «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».
10.4.22
ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόαν μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιᾶς διαθήκης καὶ τοῦ πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοῦ τε σχοινίσματος καὶ τοῦ παντὸς ἔθνους διασκεδασθησομένου, ἐπὰν «τὴν τιμὴν τοῦ τετιμημένου» τριάκοντα ἀργυρίων τιμησάμενοι τῆς σφῶν δυσσεβείας τὴν προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν.
10.4.23
λέγει δ' οὖν· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου», καὶ πάλιν· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα». Ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ «καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί», νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ θεοῦ προεστώτων, βασιλέως καὶ ἀρχιερέως καὶ προφήτου, ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο.
10.4.24
ἀλλ' ἐπειδὴ διαστροφὴν καὶ οἱ τρεῖς οὗτοι πεπόνθασιν ποιμένες καθ' ἕνα καιρόν, τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν ὅ τε γὰρ βασιλεὺς παρανόμως αὐτῶν ἡγεῖτο, ἀλλόφυλός τις ὢν καὶ οὐκ οἰκεῖος τοῦ ἔθνους, ὅ τε ἀρχιερεὺς ὑπὸ Ῥωμαίων παραγενόμενος ἐπὶ τὴν λειτουργίαν, οὐ κατὰ τὴν τοῦ γένους διαδοχὴν οὐδὲ κατὰ τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει, ὅ τε προφήτης μέχρις Ἰωάννου παυσάμενος οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαόν, εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ πάντα κόσμον εὐπρεπῆ τὸ πᾶν ἔθνος κοσμοῦντα, περιαιρήσειν ὑφ' ἕνα καιρὸν ἀπειλεῖ, λέγων· «καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς»,
10.4.25
ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησίν· «καὶ ἐκολοβώθη ἡ ψυχή μου ἐν αὐτοῖς», ὁ δὲ Σύμμαχος· «καὶ ὠλιγοψύχησα ἐν αὐτοῖς», ὁ δὲ Θεοδοτίων· «καὶ ὠλιγοψύχησεν ἡ ψυχή μου ἐπ' αὐτούς». καὶ τὸ αἴτιόν γε τῆς ὀλιγοψυχίας διδάσκει, ἐπιλέγων· «καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ», ἀνθ' οὗ πάλιν ὁ Ἀκύλας· «καί γε ἡ ψυχὴ αὐτῶν ἐπέρκασεν ἐν ἐμοί»,
10.4.26
ὁ δὲ Σύμμαχος· «καὶ ἡ ψυχὴ αὐτῶν ἤκμασεν ἐν ἐμοί». ὅμοιον δὲ τῷ «καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ» παρὰ τοῖς ἑβδομήκοντα εἰρημένῳ φέρεται παρὰ τῷ Ἱερεμίᾳ ἐκ προσώπου τοῦ κυρίου κείμενον τὸ «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί;»
10.4.27
εἰκότως οὖν διὰ ταῦτα ἑξῆς ἐπιφέρει, λέγων· «καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς, τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ». μεθ' ἃ ἐπιλέγει· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτήν»,
10.4.28
ἀνθ' οὗ ὁ Ἀκύλας· «καὶ ἔλαβον», φησίν, «τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτήν», δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος, ἡ ἐν ἀρχαῖς τοῦ λόγου, πρώτη συντριβήσεσθαι καὶ ἀπορριφήσεσθαι λέγεται.
10.4.29
ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη «εἰς τὸν οἶκον κυρίου» ὡς «εἰς χωνευτήριον», τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδή, ἀκολούθως οἷα πείσεται προφητεύεται ἐν τῷ «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ».
10.4.30
καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἑξῆς οὐκέτ' αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν ἀλλὰ τοὺς Χαναναίους, λέγων· «καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος κυρίου ἐστίν».
10.4.31
τίνες δ' ἂν εἶεν οἱ Χαναναῖοι ἀλλ' ἢ ἡμεῖς, οἱ πρὶν ἀλλόφυλοι καὶ ἐξ ἁπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἳ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα καὶ συνέντες τὰ τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνωμέν τε, ἡμεῖς οἱ Χαναναῖοι, καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι.
10.5.1
Ἀπὸ τοῦ Ἱερεμίου. «Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείωσιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ὑμῶν. ἡνίκα ἀναμνησθῶσιν οἱ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.»
10.5.2
Εἰ καὶ μὴ παρὰ τοῖς ἑβδομήκοντα, ἀλλ' οὖν γε ἐν τῷ Ἑβραϊκῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομήκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνομαστὶ τὸν προδότην Ἰούδαν δηλοῦντα καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ τὸ «ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ».
10.5.3
εἴη δ' ἂν καὶ ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος ἀναφερόμενα, οἷς ἑξῆς καὶ ἀκολούθως μετὰ τὴν ἀνεξάλειπτον αὐτῶν ἀσέβειαν τὸν μετελθόντα αὐτοὺς ἔσχατον ὄλεθρον ἀπειλεῖ, ἅπερ κατὰ λέξιν ἑρμηνεύειν οὐ τοῦ παρόντος τυγχάνει καιροῦ. Ἀλλὰ γὰρ τοσούτων περὶ τοῦ προδώσειν μέλλοντος τὸν σωτῆρα καὶ κύριον ἡμῶν τῶν τε ἄλλως ἐπιβεβουλευκότων αὐτῷ προαναφωνηθέντων, καιρὸς ἰδεῖν καὶ τὰ ἀμφὶ τὸ πάθος αὐτοῦ μέλλοντα συμβήσεσθαι θεσπιζόμενα.
10.6.1
Ἀπὸ τοῦ Ἀμώς. «Ὀμνύει κύριος κατὰ ὑπερηφανείαςἸακώβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς·
10.6.2
καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου· καὶ σαλευθήσονται ὕδατα ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν.»
10.6.3
Τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ὕβριν καὶ ὑπερηφανίαν καὶ ἐπανάστασιν, ἣν ἐπανέστησαν αὐτῷ οἱ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία ὀμνύναι τὸν κύριόν φησι «καθ' ὑπερηφανίας Ἰακώβ», ὡς οὐ μὴ γένοιτο λήθη τῶν κατ' αὐτοῦ τετολμημένων αὐτοῖς, καὶ ὅτι πένθους ἄξια πείσεται ἡ γῆ αὐτῶν μετὰ καὶ τῶν οἰκητόρων, καὶ ὅτι οὐκέθ' ὡς τὸ πρὶν εἰς βραχὺ παιδευθέντες αὖθις ἀποκατασταθήσονται, ἀλλ' εἰς συντέλειαν τὰ κατ' αὐτοὺς ἥξει. «ἀναβήσεται», γοῦν φησίν, «ὡς ποταμὸς ἡ συντέλεια» αὐτῶν, τὴν ἐπελθοῦσαν αὐτοῖς οὐδ' ἄλλοτε ἢ κατὰ τὴν Ῥωμαίων βασιλείαν ὀργὴν ποταμὸν ἀναβησόμενον ἐπ' αὐτούς, ὡς ἐν ὕψει τὸ πρὶν ὄντας, αἰνιττόμενος.
10.6.4
καὶ δὴ μετὰ τὴν δηλωθεῖσαν κατ' αὐτῶν ἐκ τοῦ θεοῦ ὀργὴν αὖθις τὰ κατ' αὐτοὺς πράγματα «ὡς ποταμός», φησίν, «Αἰγύπτου» «καταβήσεται»· δι' ὧν οἶμαι δηλοῦσθαι, ὅτι τὰ πάλαι μετέωρα καὶ παρὰ θεῷ τετιμημένα καὶ ὥσπερ ἐν ὕψει κείμενα πλεονεκτήματα τοῦ Ἰουδαίων ἔθνους ὅμοια τοῖς ῥευστοῖς καὶ δίκην ποταμοῦ παρατρέχουσιν τῶν ἀπίστων ἐθνῶν πράγμασιν καταστήσεται, ἀφ' ὕψους τε εἰς ταπεινὸν περιτραπήσεται.
10.6.5
εἶθ' ἑξῆς τούτοις αὐτὰ δὴ τὰ ἀμφὶ τὸν καιρὸν τοῦ σωτηρίου πάθους συμβεβηκότα δηλῶν, «ἐν ἐκείνῃ», φησίν, «τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς», ἃ καὶ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ὑψωθέντος κατὰ τὸν εὐαγγελιστὴν «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης, περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων ἀηλὶ ἀηλὶ λεμᾶ σαβαχθανί».
10.6.6
Τούτων δὲ τοῦτον ἐπιτελεσθέντων τὸν τρόπον, ἑξῆς ἐπιλέγει· «καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου», καὶ τὰ ἑξῆς.
10.6.7
ἅπερ ἅπαντα διὰ τὴν ὑπερηφανίαν αὐτῶν, τὴν κατὰ τοῦ Χριστοῦ γεγενημένην, ἔσεσθαι προφητευθέντα ἐναργῆ τὴν ἔκβασιν τῆς προρρήσεως ἀπεδείξατο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν.
10.6.8
οὐ πρότερον γοῦν, ἀλλ' ἐξ ἐκείνου καὶ εἰς δεῦρο μετέστρεψεν αὐτῶν ὁ θεὸς «τὰς ἑορτὰς εἰς πένθος καὶ τὰς ᾠδὰς εἰς θρῆνον», τῆς περιβοήτου μητροπόλεως ἀποστερήσας αὐτούς, καὶ τὸ ἐν αὐτῇ σεμνὸν ἁγίασμα κατὰ τὴν ἐπὶ Τίτου καὶ Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατόρων ἡγεμονίαν καθελών, ὡς μηδὲ ἐλθόντας δύνασθαι ἐπ' αὐτῆς τὰς ἐννόμους ἑορτὰς καὶ πανηγύρεις ἐπιτελεῖν. τί δεῖ λέγειν, ὡς ὁ λιμὸς «τοῦ ἀκοῦσαι λόγον κυρίου» πάντας αὐτοὺς μετῆλθεν, ἀνθ' ὧν ἐξήλασαν ἑαυτῶν τὸν τοῦ θεοῦ λόγον, ὁμοθυμαδὸν αὐτὸν ἀρνησάμενοι καὶ ἀπαρνηθέντες ὑπ' αὐτοῦ;
10.7.1
Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.»
10.7.2
Καὶ ταῦτα ἐπὶ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο, ἣν ἐποιήσατο, ἤτοι μετὰ τῶν ἱερῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν, ἢ μετὰ τῶν ἁγίων αὐτοῦ, θείων τινῶν δυνάμεων καὶ ἀσωμάτων πνευμάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὐτοῦ, περὶ ὧν εἴρηται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι «προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ».
10.7.3
κατὰ δὲ τὴν ἡμέραν ἐκείνην οὕτω δὲ φίλον ἀποκαλεῖν τῇ ἱερᾷ γραφῇ πάντα τὸν χρόνον τῆς ἐν ἀνθρώποις αὐτοῦ διατριβῆς ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθεσπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν «ἀπὸ ὥρας ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης». διό φησιν ἡ προφητεία· «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς», καὶ πάλιν· «καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς».
10.7.4
δι' ὧν λευκότατα ἡγοῦμαι... τὴν τοῦ καιροῦ κατάστασιν, ἐν ᾧ τοῦ σωτῆρος ἀνυψωθέντος καὶ ἡμέρας οὔσης «νὺξ ἀπὸ ὥρας ἕκτης» τὸ περιέχον συνέσχεν «μέχρι τῆς ἐνάτης», μεθ' ἣν αὖθις τοῦ σκότους διαλείποντος ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ' ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν. ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων· «καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς».
10.7.5
οὐχ ἡμέρα μὲν γὰρ ἦν διὰ τὸ μεσημβρινὸν σκότος, καὶ πάλιν οὐ νὺξ διὰ τὴν ἐπικαταλαβοῦσαν ἡμέραν, ἣν παρέστησεν ἐπισημηνάμενος διὰ τοῦ φάναι «τὸ πρὸς ἑσπέραν ἔσται φῶς». τίς δ' οὐκ ἂν θαυμάσειεν καὶ τῆς χειμαδίου ὥρας τὴν μνήμην, ἣν καὶ αὐτὴν ἐθέσπισεν ὁ λόγος φήσας· «καὶ ψῦχος καὶ πάγος ἔσται»; ὃ καὶ αὐτὸ ἡ τοῦ εὐαγγελίου μαρτυρία συνίστησιν, ὁπηνίκα ὁ Πέτρος ἀκολουθῶν τῷ Ἰησοῦ, περιαψάντων πυρὰν ἐν τῇ αὐλῇ τοῦ Καϊάφα, μετὰ τῶν ἄλλων ἐθερμαίνετο· ὁ γοῦν Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπών· «εἱστήκεισαν οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο».
10.7.7
Καὶ πρὸς μὲν τὴν λέξιν τοιούτου τέλους ἐτύγχανεν τὰ προηγορευμένα, πρὸς δὲ διάνοιαν τὸ πᾶν Ἰουδαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε «μᾶλλον τὸ σκότος ἢ τὸ φῶς» ἑλομένων, τοῦθ' ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτούς, ἀναχωρήσαντος μὲν αὐτῶν τοῦ φωτός, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας πρὸς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος ζῶντος ἐξελθόντος ἐξ Ἱερουσαλήμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουδαίας καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλήμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης πέρατα.
10.7.8
τούτου δὲ τοῦ ὕδατος καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν μνημονεύει λέγων πρὸς τὴν Σαμαρεῖτιν· εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν σε πιεῖν, «σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν». ὅση δὲ τοῖς ἀπογευσαμένοις τοῦ ζῶντος καὶ λογικοῦ νάματος ὑπῆρξεν ὠφέλεια, παρίστησιν ἑξῆς διδάσκων, ὡς οἱ πιόντες αὐτοῦ, τοὺς πάλαι πολλοὺς βασιλεύσαντας αὐτῶν δαίμονας πονηροὺς ἀπαρνησάμενοι, τὸν ἕνα κύριον καὶ βασιλέα σφῶν αὐτῶν ὁμολογοῦσιν, καὶ ὡς ὁ κύριος ὁ μόνοις τὸ πρὶν Ἑβραίοις γνωριζόμενος γενήσεται βασιλεὺς πάντων τῶν εἰς αὐτὸν ἐξ ἁπάσης τῆς γῆς πιστευσάντων ἐθνῶν, καὶ «τὸ ὄνομα αὐτοῦ ἓν ἔσται, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον».
10.7.9
ὃ καὶ αὐτὸ τίς οὐκ ἂν ὁρῶν ἐκπλαγείη; ἀπὸ γοῦν τῆς Χριστοῦ προσηγορίας αὐτὸς δὲ ἦν ὁ Χριστὸς ὁ κύριος τὸ τῶν Χριστιανῶν ὄνομα πάντα τόπον καὶ πόλιν καὶ χώραν καὶ αὐτά γε τὰ ἐν ταῖς ἐρήμοις καὶ ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκοῦντα ἔθνη περιεκύκλωσεν τοῖς τῆς προφητείας ἀκολούθως θεσπίσμασιν.
10.8.1
Ἀπὸ Ψαλμοῦ καʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ; καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρρύσω αὐτούς. πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.
10.8.2
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας. ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
10.8.3
περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με·
10.8.4
ὤρυξαν χεῖράς μου καὶ πόδας μου. ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.
10.8.5
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
10.8.6
φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν·
10.8.7
ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.»
10.8.8
Τὸ «ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;» ἐν ἀρχαῖς τοῦ ψαλμοῦ λεγόμενον κατὰ τὸν Ματθαῖον ὑπὸ τοῦ σωτῆρος ἡμῶν παρὰ τὸν τοῦ πάθους καιρὸν οὕτως εἴρηται· «γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ ἐλωεὶμ ἐλωεὶμ λεμᾶ σαβαχθανί, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου ἵνα τί ἐγκατέλιπές με;» εἴληπται δὲ ἡ ἑβραϊκὴ λέξις ἀπὸ τῆς ἐν χερσὶ προφητείας.
10.8.9
αὐταῖς γοῦν συλλαβαῖς τὸ ἠλεὶ ἠλεὶ λεμᾶ σαβαχθανεὶ» ἡ τοῦ ψαλμοῦ καταρχὴ περιέχει, ὅπερ ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον «ἰσχυρέ μου, ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με;» ταῦτα δὲ ὅτι τοῖς ὑπὸ τοῦ σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ πάθους καιρὸν εἰρημένοις ἰσοδυναμεῖ πᾶς ὅστις οὖν ὁμολογήσαι ἄν.
10.8.10
ὥρα τοιγαροῦν ἀναμφιλόγως τὸν ψαλμὸν οὐδ' ἐφ' ἕτερον ἢ ἐπὶ μόνον αὐτὸν ἀναφέρειν, ἐπειδὴ αὐτῷ μόνῳ καὶ οὐδ' ἑτέρῳ ἁρμόζει τὰ ἐμπεριεχόμενα. ἄντικρυς γοῦν ἐπ' αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀποδείκνυται καὶ δὴ καὶ τὸ φάσκον ἐν τῷ ψαλμῷ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον».
10.8.11
καὶ τὴν κατάπαρσιν δὲ τῶν ἥλων τῶν κατὰ τῶν χειρῶν καὶ ποδῶν ἐπὶ τοῦ σταυροῦ προσηλωθέντων αὐτῷ διαρρήδην ἐμφαίνει λέγων· «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου». Καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρμόσαι αὐτῷ, ὡς προϊὼν ὁ λόγος παραστήσει· ἢ ὁ βουλόμενος ἐφ' ἕτερον μεταλαβὼν πρόσωπον, ἤτοι βασιλέως ἢ προφήτου ἢ καί τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεοφιλῶν, δεικνύτω εἰ οἷός τε εἴη ἐφαρμόζειν τὰ ἀναγεγραμμένα.
10.8.12
τίνι γὰρ τῶν πώποτε κυοφορουμένων ἐπὶ τοσοῦτον παρῆν ἀρετῆς καὶ δυνάμεως, ὥστε καθεστῶτι λογισμῷ καὶ ἀσυγχύτῳ ψυχῇ νηφαλίῳ τε φρονήματι θεοῦ γνῶσιν ἀναλαβεῖν καὶ πᾶσαν ἐπὶ τὸν θεὸν ἀναρτῆσαι αὐτοῦ τὴν ἐλπίδα, ὥστ' ἂν εἰπεῖν· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς μητρός μου, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ».
10.8.13
τίς δὲ τοιοῦτος θεῷ μεμελημένος «ὄνειδος ἀνθρώπων» γέγονεν καὶ «ἐξουδένημα λαοῦ;» ὑπὸ τίνων δὲ καὶ ποδαπῶν «μόσχων» καὶ «ταύρων» χρὴ νοεῖν τὸν τοιόνδε κεκυκλῶσθαι; τί δὲ παθὼν ὁ δηλούμενος «ὡσεὶ ὕδωρ ἐξεχύθη», καὶ πῶς «διεσκορπίσθη» αὐτοῦ «τὰ ὀστᾶ;» πῶς δὲ «εἰς χοῦν θανάτου» κατήχθη, καὶ καταχθεὶς «εἰς χοῦν θανάτου» τὰ τοιαῦτα λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ «κύνες» οἱ κυκλώσαντες αὐτόν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους; ποία δὲ «συναγωγὴ πονηρευομένων» τὰς «χεῖρας» οὐ μόνον ἀλλὰ καὶ τοὺς «πόδας» τοῦ τηλικούτου «ὤρυξαν», ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων, τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ «ῥομφαία» καὶ ὁ «κύων» καὶ ὁ «λέων»; τίνες δὲ οἱ λεγόμενοι «μονοκέρωτες», τὸν δηλούμενον περιέχοντες; πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ «εἰς χοῦν θανάτου» καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοῦ πατρὸς διηγεῖσθαι, οὐ πᾶσιν ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ «ἀδελφοῖς»; τίνες τε οἱ «ἀδελφοί», τίς τε ἡ «ἐκκλησία», περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν «ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; οἷς καὶ ἐπιλέγει, ὡς ἄρα οὐχ ἓν τὸ Ἰουδαίων ἔθνος, «πάντα» δὲ «τὰ πέρατα τῆς γῆς» συναισθήσονται «καὶ ἐπιστραφήσονται πρὸς κύριον», «καὶ προσκυνή σουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν»; καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην λέξιν τοῦ ψαλμοῦ, θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα.
10.8.14
ἀλλ' οὐκ ἂν εὕροις ἑτέρῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ ψαλμοῦ φωνήν, ὡς ἐμαρτύρησαν οἱ εὐαγγελισταί· ὁ μὲν Ματθαῖος δι' ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι' ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων· «γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλης τῆς γῆς ἕως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, ὅ ἐστιν μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ».
10.8.15
Φέρε δὴ οὖν τούτοις ἀκολούθως ἴδωμεν ὅπως εἰς αὐτὸν ἀνενεχθήσεται τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. καὶ πρῶτόν γε διαλάβωμεν τὴν φάσκουσαν προγραφὴν «εἰς τὸ τέλος» ἢ κατὰ τὸν Ἀκύλαν «τῷ νικοποιῷ», ἢ κατὰ τὸν Σύμμαχον «ἐπινίκιος» «ὑπὲρ τῆς ἀντιλήψεως».
10.8.16
ταῦθ' ἡμᾶς ὑπεισέρχεται, ὅτι τὸ μὲν σωτήριον πάθος, ὡς αἱ λέξεις τῶν εὐαγγελιστῶν παρέστησαν, σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, ἀμφὶ τὴν ἐνάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκεν τὴν μεγάλην, τὰ μικρῷ πρόσθεν δεδηλωμένα εἰπών, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ἀμφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης γεγονέναι.
10.8.17
τὰ δὲ τῆς ἐκ νεκρῶν
10.8.18
ἀναστάσεως, ἥτις ἦν «ἀντίληψις» τοῦ πατρὸς ἀντιλαμβανομένου καὶ εἰς ἑαυτὸν ἐκ τῶν τοῦ θανάτου χωρίων ἐπισπωμένου καὶ λαμβάνοντος αὐτόν, ἀμφὶ τὴν ἕω γέγονεν, ὡς αὖθις ἀπὸ τῆς τῶν εὐαγγελιστῶν μαρτυρίας παρίσταται.
10.8.18
ὁ γοῦν Λουκᾶς φησιν· «τῇ δὲ μιᾶ τῶν σαββάτων ἦλθον ὄρθρου βαθέος ἐπὶ τὸ μνημεῖον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα», δηλονότι αἱ γυναῖκες καί τινες σὺν αὐταῖς, «εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τοῦ μνημείου, εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα», διὰ τὸ ἤδη τὸν σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι.
10.8.19
τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος δηλοῖ λέγων· «καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἔτι ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσῃ ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα. καὶ ἔρ χονται καὶ εὑρίσκουσιν αὐτὸν ἀποκεκυλισμένον». ἦν δὲ ἤδη ἐγηγερμένος. ἔχεις καὶ παρὰ τῷ Ἰωάννῃ τὴν αὐτὴν μαρτυρίαν λέγοντι· «τῇ δὲ μιᾷ τῶν σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνημεῖον ἔτι σκοτίας οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου».
10.8.20
καὶ ὁ Ματθαῖος δέ, εἰ καὶ «ὀψὲ σαββάτων» εἴρηκεν, ἀλλ' ἐπιφέρει λέγων· «τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας·
10.8.21
ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισεν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου». Ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ ψαλμῷ προφητευομένης «ἑωθινῆς ἀντιλήψεως».
10.8.22
ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν κατέληξεν ἡ κατ' αὐτὸν οἰκονομία ἐν τῷ πάθει, «τέλος» δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν καὶ «ἡ ἀντίληψις ἡ ἑωθινή», εἰκότως ὁ λόγος τῷ παραδόξῳ «τέλει» τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ «τέλους» παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ «τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἕνεκεν γενομένης.
10.8.23
εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ «ὁ θεὸς ὁ θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με» καὶ ἑξῆς ἐπαγαγὼν τὸ «ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ ἔτι προσθεὶς τὸ «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με», καὶ σαφῶς τὸν θάνατον αὐτοῦ προμαρτυράμενος διὰ τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχεν με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου», καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»·
10.8.24
ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπών, οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ' ἐπιλέγει· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέν μου».
10.8.25
πῶς δ' ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγεν τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου».
10.8.26
ταῦτα γὰρ εὐξάμενος καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο ἐπιλέγει· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέν μου», σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὐτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ «τὴν ἑωθινὴν ἀντίληψιν», ἣν ἑξῆς προϊὼν ὁ ψαλμὸς παρέστησεν εἰπών· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». ποίαν δὴ ἀντίληψιν ἀλλ' ἢ ἣν καὶ ἡ προγραφὴ τοῦ ψαλμοῦ ᾐνίττετο;
10.8.27
Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ ψαλμοῦ προγραφήν. εἰς δὲ τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί», εἰρημένον μὲν ὑπὸ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς ἑβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρόν, κείμενον δὲ καὶ ἐν τῷ ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ' Ἑβραίοις· ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται.
10.8.28
καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις ἂν τῆς γραφῆς, ἐπεὶ καὶ κυρίως οὕτως παρὰ τοῖς ἑβδομήκοντα ἔτι καὶ νῦν τῇ Ἑβραίων ὀνομάζεται φωνῇ. φέρονταί γε μὴν παρ' αὐτοῖς ἐπὶ τῆς θείας προσηγορίας καὶ ἕτεραί τινες ἐκφωνήσεις, ὥσπερ οὖν καὶ τὸ Σαδδαὶ καὶ τὸ Ἰαὼ καὶ τὸ Ἢλ καὶ ἄλλα τούτοις παραπλήσια.
10.8.29
ὁ δὴ οὖν μετὰ χεῖρας ψαλμὸς ἀπὸ τοῦ ἢλ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανὶ» περιέχει, ᾧ κέχρηται καὶ ὁ κύριος ἡμῶν, οὐ μὴν ἀπὸ τοῦ ἐλωείμ.
10.8.30
ὁ γοῦν Ἀκύλας διαφορὰν εἰδὼς τῆς παρ' Ἑβραίοις θεοῦ προσηγορίας ἐκ τοῦ ἐλωεὶμ σημαινομένης, τὸ νῦν δηλούμενον ἐν τῷ «ἠλὶ ἠλὶ» οὐκ ἠξίωσεν, ὁμοίως τοῖς λοιποῖς, «ὁ θεὸς ὁ θεός μου» μεταβαλὼν εἰπεῖν, ἀλλὰ «ἰσχυρέ μου ἰσχυρέ μου» τὸ δ' ἀκριβές ἐστιν «ἰσχύς μου ἰσχύς μου», ὥστε κατὰ τὴν τούτου διάνοιαν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ἡμέτερον σωτῆρα, φάσκοντα τὸ «ἠλὶ ἠλὶ» πρὸς τὸν πατέρα λέγειν «ἰσχυρέ μου ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με».
10.8.31
καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν ἐσταυρώθη, ὥς φησιν ὁ ἀπόστολος «καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως θεοῦ», ὡς μὴ σταυρωθεὶς εἴη ἄν, εἰ μὴ ὁ ἰσχυρὸς αὐτοῦ καταλελοίπει αὐτόν.
10.8.32
καὶ ὅρα εἰ μὴ ἔπρεπεν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν «ὡς πρόβατον ἐπὶ σφαγὴν» ἀχθέντα «καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφωνον», τὰς οἰκείας δυνάμεις ἀνατιθέναι τῷ θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὐτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων· «ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου·
10.8.33
ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου». καταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θελήσας αὐτὸν «μέχρι θανάτου» καὶ «θανάτου σταυροῦ» κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς.
10.8.34
ὁ δὲ αὐτίκα μάλα συναισθόμενος τῆς ἐνθέου καὶ πατρικῆς βουλῆς, διαγνούς τε εἰ καί τις ἄλλος τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ πατρός, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτόν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον πολλῇ τῇ προθυμίᾳ περιεβάλετο, ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογητὸς «ὑπὲρ ἡμῶν κατάρα», καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ».
10.8.35
καὶ ἔτι πρὸς τούτοις τὰς ἡμετέρας ἁμαρτίας ἀναμαξάμενος ἐσταυρώθη, ὃ ἐχρῆν ἡμᾶς τοὺς πρὶν ἀσεβεῖς παθεῖν, ἀντίψυχον ἡμῶν καὶ ἀντίλυτρον γεγενημένος, ὥστ' ἂν εὐλόγως εἰπεῖν ἡμᾶς τὸ προφητικόν· «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται» καὶ «αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα «τῷ μώλωπι αὐτοῦ ἡμεῖς» ἰαθῶμεν. «κύριος» γὰρ «παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν».
10.8.36
διόπερ ὡς παραδοθεὶς ὑπὸ τοῦ πατρὸς καὶ μαλακισθεὶς καὶ «τὰς ἀνομίας ἡμῶν» ἀνειληφώς, «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». συνᾴδει τούτοις καὶ ὁ ἀπόστολος λέγων· «ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν».
10.8.37
κινῶν δὲ ἡμᾶς ἐπὶ ζήτησιν τῆς αἰτίας δι' ἣν αὐτὸν ὁ πατὴρ κατέλιπεν, φάσκει, «ἵνα τί με ἐγκατέλιπες;» τὸ δ' αἴτιον τοῦτο ἦν ἡ τοῦ παντὸς ἀνθρώπων γένους ἀπολύτρωσις, τῷ «τιμίῳ αἵματι» ἐξαγοραζομένη ἀπὸ τῆς πρὶν χαλεπῆς δουλείας, ἣν τοῖς ἀοράτοις δεσπόταις, δαίμοσιν ἀκαθάρτοις καὶ πονηροῖς ἄρχουσί τε καὶ πνεύμασιν, καταδεδούλωντο.
10.8.38
καὶ ἄλλως δὲ καταλέλοιπεν αὐτὸν ὁ πατὴρ εἰς τὸ καὶ αὐτοῦ τοῦ Χριστοῦ τὴν ὑπὲρ ἀνθρώπων διάθεσιν ἀποδειχθῆναι. διὸ μηδενὸς ἔχοντος ἐξουσίαν τῆς αὐτοῦ ψυχῆς, ἑκὼν αὐτὸς ὑπὲρ ἀνθρώπων αὐτὴν τέθεικεν, ὥσπερ οὖν διδάσκει λέγων· «οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ»· «ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν».
10.8.39
Ἑξῆς τούτοις φησίν· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου», ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου» ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· «ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου», καὶ καθ' ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν δεήσεών μου».
10.8.40
ὅρα δὴ οὖν ὅτι κατ' οὐδετέραν τούτων τὸ «τῶν παραπτωμάτων μου» εἴρηται, ὡς συμβαίνειν ποτὲ σφάλματι γραφικῷ τοιαύτας τινὰς ἐναλλαγὰς φέρεσθαι. ἐκ δὲ τῆς τῶν πλειόνων ἑρμηνείας καταληπτέον, εἰ μὴ ἄρα τις κἀνταῦθα τὰ ἡμέτερα «παραπτώματα» ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειεν.
10.8.41
Τούτοις ἑξῆς ἐπιλέγει· «ὁ θεός μου, κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί», ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος «ὁ θεός μου», φησίν, «βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ ἔστιν σιγή». θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν πατέρα ὡς μὴ εἰσακούοντα αὐτοῦ, παράξενόν τι τούτου καὶ παρὰ τὸ σύνηθες θεωρῶν, ὁ δὲ ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν.
10.8.42
οὗτος δὲ ἦν ὁ «τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ' ὃν εἰ καί τινι ἄλλῳ καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας».
10.8.43
λέγοιτο δ' ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ πατρὸς νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡς εἰ σαφέστερον ἔλεγεν· μὴ οἷόν τέ ἐστιν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούεσθαι βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν «ἄρατε τὸν λίθον» ἀπὸ τοῦ μνημείου, ἐπῆρεν «τοὺς ὀφθαλμοὺς» ἑαυτοῦ εἰς τὸν οὐρανὸν «καὶ εἶπεν, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις».
10.8.44
εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων ἀλλ' ἀκριβῶς ἐπιστάμενος ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτόν, ἐρωτηματικῶς φησιν· «ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;» ὑποστιζόντων ἡμῶν ἐν τῷ «οὐκ εἰσακούσῃ» καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι.
10.8.45
Τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προϊὼν ἑξῆς ἐν τῷ ψαλμῷ, λέγων· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου». πῶς οὖν ἀποφατικῶς λέγοι ἂν «ὁ θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ», εἰ μὴ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι λέγοντα «ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ; καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί».
10.8.46
οὐ γὰρ «εἰς ἄνοιαν», φησίν, ἐμοὶ λέγεται τὸ «εἰσακούσῃ»· οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς «ἐν» τοῖς «ἁγίοις» σου «κατοικεῖς», καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, «Ἰσραὴλ» προσαγορευομένου, «ἔπαινος».
10.8.47
διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται «ἔπαινος», καὶ «ἐπὶ σοὶ οἱ πατέρες ἡμῶν ἤλπισαν», καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων καὶ αὐτοῖς κακῶν ἐρύσθησαν καὶ «πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοί τε ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν».
10.8.48
ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθησαν καὶ «οὐ κατῃσχύνθησαν», πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι «κεκράξομαι καὶ οὐκ εἰσακούσῃ;» ἀλλ' «οὐκ εἰς ἄνοιαν» ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ' ὡς ταπεινοφρονῶν.
10.8.49
ἐπεὶ γὰρ «πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι, οὕτω δὴ καὶ «σκώληκα» ἐμαυτὸν ὀνομάζω. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ' ἄνθρωπον ἐμαυτὸν εἴποιμ' ἄν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθών, ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. πόθεν γὰρ ἄλλοθεν ἂν γεννηθείη σκώληξ ἢ ἀπὸ σωμάτων φθορᾶς, εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω.
10.8.50
διὸ καὶ γέγονα «ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», οὐκ ἂν γενόμενος οὔτε «ὄνειδος ἀνθρώπων» οὔτε «ἐξουδένημα», εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον, «ἐξεμυκτήρισαν» καὶ «ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν» τε «κεφαλὴν» λέγοντες, «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν».
10.8.51
ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς ποθ' ὕστε ρον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματθαῖον, σταυρωθέντων σὺν αὐτῷ δύο λῃστῶν, ἑνὸς «ἐκ δεξιῶν» καὶ ἑνὸς «ἐξ εὐωνύμων» τοῦ σωτῆρος «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
10.8.52
ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν αὐτῷ. εἰ πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι υἱὸς θεοῦ εἰμι,» κατὰ δὲ τὸν Λουκᾶν· «εἱστήκει ὁ λαὸς θεωρῶν, καὶ ἐξεμυκτήριζον αὐτὸν οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐκλεκτός»,
10.8.53
κατὰ δὲ τὸν Μάρκον· «καὶ οἱ παράγοντες ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν, σῶσον σεαυτὸν καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες εἰς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.»
10.8.54
ταῦτα γὰρ τί ἂν διαφέροι τῶν ἐν τῷ ψαλμῷ προαναπεφωνημένων ἐν τῷ «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν».
10.8.55
καὶ μὴ θαυμάσῃς, εἰ ταῦτα κατὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν εἴρητό τε καὶ πεπλήρωτο, ὁπότε εἰσέτι δεῦρο παρὰ πᾶσιν ἀνθρώποις τοῖς μηδέπω τὴν εἰς αὐτὸν πίστιν ἀνειληφόσιν «ὄνειδος ἀνθρώπων» νενόμισται. τί γὰρ ἂν αἴσχιον καὶ παντὸς ὀνείδους χεῖρον τοῦ σταυρωθῆναι; ἀλλὰ καὶ «ἐξουδένημα λαοῦ» ἐστιν τοῦ ἐκ περιτομῆς, παντὸς αὐτῶν τοῦ ἔθνους εἰσέτι νῦν καὶ σήμερον χλευάζειν καὶ ἐξουθενεῖν καὶ καταπτύειν εἰωθότος αὐτοῦ, ὅθεν καὶ εἰκότως ὁ ἀπόστολος· «ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν».
10.8.56
καὶ τὰ ἑξῆς δὲ εἰρημένα ἐν τῷ ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. Εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν πρώτην αὐτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει, λέγων πρὸς τὸν πατέρα· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ».
10.8.57
τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς. ὥσπερ γάρ, φησίν, γέγονάς μου βοηθὸς σῶμα ἀνθρώπειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευασμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς «ἐπεσκίασας», ὡς ἂν λάθοι «τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου» ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις,
10.8.58
ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνεν Γαβριὴλ τῇ Μαρίᾳ εἰπών· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»,– ὥσπερ οὖν ἡ σὴ τότε τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασεν, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις.
10.8.59
καὶ τοῦτό γε ἐλπίζων ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα, καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε «ἀπὸ μαστῶν μητρός μου» τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων ἐνομιζόμην ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος, μὴ ὤν γε τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ' οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερής, ἄνετος δὲ καὶ ἀπόλυτος, οἷά σου τοῦ θεοῦ ἀμνός, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ «ἀπὸ μαστῶν τῆς μητρός μου».
10.8.60
καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι ὅτι καὶ ἔτι πρότερον «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ». ἔτι γὰρ ἔνδον ἐν τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἅτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν καὶ πάντων ἐλεύθερος δεσμῶν· οὕτως δὲ «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας», καὶ «ἀπὸ γαστρὸς μητρὸς θεός μου» ἦσθα, ὡς αἰσθέσθαι με τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλισαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος ἁγίου πλησθῆναι.
10.8.61
Τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν θεόν μου καὶ πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρόν, ὅτε σοὶ τῷ πατρὶ γενόμενος ὑπήκοος, αὐθαίρετος καὶ ἑκὼν γέγονα «σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ νῦν ὅτε «πάντες οἱ θεωροῦντές» μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα, «ἐξεμυκτήρισάν με», τοσαύτην κατ' ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες, ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν «ἐλάλησαν» γοῦν «ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν», λέγοντες «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν»,
10.8.62
καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκεν, σὲ τὸν πατέρα μου τὸν ἐκσπάσαντά «με ἐκ γαστρὸς μητρός μου», ἐφ' ὃν «ἐπερρίφην ἐκ μήτρας», εἰς ὃν ἤλπισα «ἀπὸ μαστῶν», τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι καὶ γινωσκόμενον θεὸν ἱκετεύω καὶ ἀντιβολῶ «μὴ ἀποστῆναι ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς».
10.8.63
μέλλει γάρ, φησίν, καὶ ὅσον οὔπω πάρεστιν καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος. οὔπω γὰρ ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρόν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμούς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἱ υἱοὶ τῶν ἀνθρώπων· ἀλλὰ γὰρ ὁρῶ, μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν κατ' αὐτὸν τὸν θάνατον καὶ τὴν εἰς ᾅδου κατάβασιν, πλησιάζουσαν τῶν ἀντικειμένων καὶ ἐχθρῶν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι· «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν».
10.8.64
πῶς γὰρ οὐχ ὑπερβάλ λουσα ἦν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ «οὐκ ἔστιν ὁ βοηθῶν»; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν ᾅδου ψυχῶν παρῄει, ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ περιμενουσῶν, καὶ κατῄει γε «θύρας χαλκᾶς» συντρίψων καὶ «μοχλοὺς σιδηροὺς» συνθλάσων καὶ τοὺς πρὶν δεσμίους ᾅδου ἐλευθέρους ἀνήσων, ὃ καὶ γέγονεν, ὅτε «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀναστάντα συνεισῆλθον αὐτῷ «εἰς τὴν» ἀληθῶς «ἁγίαν» τοῦ θεοῦ «πόλιν».
10.8.65
Αἱ δὲ δυνάμεις αἱ ἀντικείμεναι πρὸς τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεστρατεύοντο αὐτῷ, λύπην οὐ μικρὰν καὶ θλῖψιν αὐτῷ παρέχουσαι, ἀποκλαομένῳ καὶ ἐπ' αὐταῖς δι' ὑπερβολὴν ἀγαθότητος· ἀλλὰ γὰρ τήρει, τίνα τρόπον ταῦτα πάντα λέλεκται ὡς ἐκ προσώπου αὐτοῦ ἐν μήτρᾳ κυοφορηθέντος καὶ ἀπὸ γαστρὸς μητρὸς γεγεννημένου, ὃν ἐφάσκομεν εἶναι «τὸν ἀμνὸν τοῦ θεοῦ».
10.8.66
τούτῳ γὰρ καὶ συμβαίνει τὰ περὶ τὸ πάθος, ὡς καὶ τὰ τῆς ἐνσάρκου γενέσεως ἥρμοζεν. τὸ γοῦν γεννηθὲν καὶ ἀποθνήσκει, τὸ δὲ θνῆσκον οὐκ ἄλλως θανάτου τυγχάνει ἢ πρότερον ὁδεῦσαν διὰ γενέσεως.
10.8.67
ταῦτ' οὖν διέξεισιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οὐ καθ' ὃ ἄσαρκος καὶ ἀσώματος ὑπάρχει τὴν φύσιν, οὐδὲ καθ' ὃ θεοῦ λόγος καὶ θεὸς ἐπινοεῖται, ἀλλὰ καθ' ὃ οἷός τε ἦν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ λέγειν· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ».
10.8.68
οὗτος δὴ οὖν, πρὸς τῷ πάθει γεγονώς, εὔχεται τὰ προκείμενα πρὸς τὸν πατέρα, καὶ τοσούτων, φησίν, μελλόντων με περιστήσεσθαι ἀντικειμένων ἐνεργειῶν καὶ δαιμόνων ἀκαθάρτων καὶ πνευματικῶν πονηρίας, καὶ ἐπὶ πᾶσι τοῦ πάντων χειρίστου αὐτοῦ δὴ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, οὓς τῆς κακίας ἕνεκεν θῆρας πονηροὺς ὀνομάζειν ἄξιον καὶ ἤτοι ταύρους ἀγρίους ἢ μόσχους ἢ λέοντας ἢ κύνας, μέλλων τε πρὸς ἅπαντας ἵστασθαι καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι' ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν ἐν ᾅδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ' ἂν καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν»; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ' ἀγαθὸν αὐτῷ κομι ζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ' ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων μηδὲ μὴν τῶν θείων δυνάμεων τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν.
10.8.69
μόνῳ γὰρ αὐτῷ τοῦτ' ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν «πύλαι θανάτου», καὶ μόνον αὐτὸν «πυλωροὶ ᾅδου ἰδόντες ἔπτηξαν», αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ κύριον, ἐλάλησεν αὐτῷ «δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς», κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων.
10.8.70
πλὴν ἀλλὰ τὴν ἀσεβῆ τοῦ τυράννου καταδυναστείαν τοσοῦτον ὁρῶν ἰσχύουσαν, ὡς μηδένα ἄλλον τολμᾶν τῶν κατ' οὐρανὸν ἐν τοῖς αὐτόθι χωρίοις συμπαρεῖναι αὐτῷ καὶ τῇ τῶν αὐτόθι ψυχῶν συνεργεῖν σωτηρίᾳ, εἰκότως φησὶν «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου καταλελοιπότος αὐτόν, ὡς ἂν εἰς πάντας ἀνακηρυχθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως τῆς τε κατὰ πάντων νίκης.
10.8.71
Καὶ ἐπειδήπερ ὁ μόνος αὐτῷ βοηθεῖν δυνάμενος οὐκ ἦν αὐτῷ τότε βοηθός, εἰκότως ἀρχόμενος ἔλεγεν τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, τοῦτ' ἔστιν θεέ μου θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» συλλαμβανομένῳ μὲν οὖν καὶ κυοφορουμένῳ ὑπὸ τῆς ἁγίας παρθένου τῷ δηλουμένῳ ἡ πατρικὴ δύναμις συνῆν, ὅτε «πνεῦμα ἅγιον» ἐπῆλθεν τῇ παρθένῳ, «καὶ δύναμις ὑψίστου» ἐπεσκίασεν αὐτῇ, αὐτός τε ὁ πατὴρ τὸν γεννώμενον, ὡς ὁ λόγος παρέστησεν, ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀποδυομένου δὲ παρὰ τὸν καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανάτου πάλην οὐκέτι βοηθὸς αὐτῷ παρῆν.
10.8.72
τοῦτο γοῦν αὐτῷ μαρτυροῦντι πιστεύω· τὸ γὰρ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί» εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ καὶ ὑπὸ τοῦ ψαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντιπάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βραβεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ' οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὐτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ' ὑπῆρχεν αὐτῷ βοηθὸς ἕτερος ἢ μόνος εἷς ὁ βραβευτὴς τῶν γινομένων.
10.8.73
διό φησιν εὐχόμενος· «μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν». ὁρῶν δὲ ἐνθέοις ὄμμασιν, ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος, τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμοβόρων τρόπον τε θηρίων περὶ αὐτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας «τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», καὶ ἔτι τοὺς ἀμφὶ τὴν γῆν διιπταμένους καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας, εἰκὸς δ' ὅτι καὶ τοὺς ὑποχθονίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβερούς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτεινόμενος ἔλεγεν «ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες», ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ' αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος».
10.8.74
ψυχὴν γάρ, ὡς εἰκός, ἀνθρωπείαν καὶ τῇ τῶν πολλῶν παραπλησίαν πλέον δὲ οὐδὲν ἡγούμενοι εἶναι τὴν τὸ σῶμα Ἰησοῦ κατασκηνοῦσαν, ἤνοιξαν τὸ στόμα οἱ προειρημένοι, ὡς ὁμοίως ταῖς ἄλλαις τῶν ἀνθρώπων ψυχαῖς καὶ αὐτὴν καταπιούμενοι, διό φησιν· «ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος».
10.8.75
Οἷς ἑξῆς ἐπιλέγει· «ὡσεὶ ὕδωρ ἐξεχύθην». ὅπερ αἰσθητῶς μὲν καὶ κατὰ τὴν ἱστορίαν εἴποι ἄν τις πεπληρῶσθαι, ὅτε «εἷς τῶν στρατιωτῶν», κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τοῦ ἀμνοῦ τοῦ θεοῦ «λόγχῃ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ αἷμα».
10.8.76
πλὴν ἀλλὰ καὶ τὴν ὅλην τῆς πνευματικῆς φύσεως νέκρωσιν δηλοῦν ἔοικεν δι' ὧν φησιν· «ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου».
10.8.77
τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; ἐπιφέρει γοῦν εὐθὺς λέγων· «καὶ εἰς χοῦν θανάτου κατήγαγές με». ταῦτα μὲν οὔπω γενό μενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυκλοῦντα αὐτὸν ἔλεγεν.
10.8.78
αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγμένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμενεν ἐπιβουλευθεὶς διδάσκει λέγων· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», διὰ τούτων, ὡς εἰκός, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. «οἱ» μὲν γὰρ «στρατιῶται» τοῦ Πιλάτου «παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ' αὐτόν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
10.8.79
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι», μονονουχὶ ἔργῳ πληροῦντες τὸ «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», ἀλλὰ καὶ τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου», καὶ ἔτι τὸ «αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με», καὶ τὸ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον» αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυτοῖς·
10.8.80
ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων· «οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος». «τὸν χιτῶνα» δέ, ὅτι «ἄραφος» ἦν, «ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου, εἶπον πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν.
10.8.81
καὶ ὁ Ματθαῖος δὲ τοῖς γεγενημένοις τοῦτον τὸν τρόπον μαρτυρεῖ λέγων· «σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτόν».
10.8.82
Κύνες δὲ ἦσαν κυκλοῦντες αὐτὸν καὶ «συναγωγὴ πονηρευομένων», οἱ ἐκ περιτομῆς ἄρχοντες τῶν Ἰουδαίων, οἵ τε γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ οἱ Φαρισαῖοι, οἱ καὶ τὸ πᾶν ἀνασείσαντες πλῆθος ἐξαιτήσασθαι τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων.
10.8.83
σαφῶς γοῦν ὁ Ἡσαΐας κύνας αὐτοὺς ἀποκαλεῖ φάσκων· πάντες «κύνες ἐνεοί», οὐ δυνάμενοι «ὑλακτεῖν». δέον γὰρ αὐτούς, εἰ καὶ μὴ ποιμένων τρόπον ἀνειλήφεσαν, ἀλλὰ δίκην γοῦν ἀγαθῶν κυνῶν τὴν τοῦ δεσπότου λογικὴν ποίμνην καὶ «τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ» φυλάττοντας ἐπιστημονικῶς «ὑλακτεῖν», σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὐτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δέ, εἰ ἄρα..., κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ· οἱ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα τοῦ ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ «περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με».
10.8.84
καὶ πάντες δὲ οἱ εἰς δεῦρο τὸν ὅμοιον τρόπον ἐκείνοις διαπραττόμενοι ἐν τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ θεοῦ οὐκ ἂν ἀλλότριοι ἐκείνων λογισθεῖεν. ἀλλὰ καὶ οἱ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν «ἀνασταυροῦντες τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντες» οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως.
10.8.85
πάντες οὖν εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ' ἔστιν τὴν ἐκκλησίαν, λωβώμενοι, χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες «ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς ἀλλήλων μέλη», καὶ οὐκ ἂν εἴποι «ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ὡς οὐδὲ ταῖς χερσὶν οἱ ὀφθαλμοί.
10.8.86
κατὰ γοῦν τοὺς καιροὺς τῶν διωγμῶν εἴ ποτέ τινα κατὰ τῶν μελῶν τοῦ Χριστοῦ πρὸς τῶν ἐχθρῶν καὶ πολεμίων ἐνεργοῖτο, εἴποι ἂν καὶ περὶ αὐτῶν οὐκ ἀκαίρως τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με».
10.8.87
τότε δὲ καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ βάλλουσι κλῆρον, ὅτε τὸν τοῦ λόγου κόσμον, ἤτοι τὰς λέξεις τῶν θείων γραφῶν, ἄλλοτε ἄλλως ἕκαστος διαφθείρων ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ δόξας διαστρόφοις διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν. Ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα τὴν εὐχὴν ἀποτείνας ἐπιφέρει λέγων· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου».
10.8.88
ὡς γὰρ εἰς βραχὺ καταλειφθεὶς πρὸς τὴν τοῦ ἀγῶνος ἐπίδειξιν, καὶ μόνος δίχα βοηθοῦ πρὸς τὸν θάνατον ἀποδυσάμενος, εὖ εἰδὼς τὴν βοήθειαν τὴν παρὰ τοῦ πατρὸς οὐκ ἄλλως αὐτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. διό φησιν· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες».
10.8.89
διὰ γὰρ τῆς σῆς βοηθείας ἡ «ἀντίληψίς» μοι γενήσεται, δι' ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται ψαλμὸς «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς». «εἰς τὴν ἀντίληψιν» τοιγαροῦν «πρόσχες», παρέχων μοι τὴν ὅσον οὔπω κατὰ τὴν ἕω τῆς ἐκ νεκρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι, ἐπάν, μὴ μακρύνας μου αὐτήν, «ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου», ἐπάν «σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου».
10.8.90
δι' ὧν ἡγοῦμαι αὐτὸν τὰς καταχθονίους αἰνίττεσθαι δυνάμεις ὧν οὐ καθ' ἡμᾶς ἂν εἴη τὸ εἶδος διαστείλασθαι καὶ διελεῖν, ὅπως ἡ μέν τις αὐτῶν «ῥομφαία» οὖσα ἀνετείνετο κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος ἡμῶν, ἡ δέ τις «κύων» οὖσα θανάτῳ τὴν θανατηφόρον χεῖρα προυβάλλετο εἰς τὸ καθάψασθαι αὐτῆς
10.8.91
διό φησιν· «ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου», ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, «λέων» προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα διανοίξασα, μετὰ τῶν ἄλλων τῶν εἰς ᾅδου κατιόντων καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὥσπερ οὖν πάλαι πρότερον «κατέπιεν ὁ θάνατος ἰσχύσας», οὐχ ἕτερος ὢν τοῦ ἐνταῦθα λέοντος τοῦ τὸ στόμα κατὰ τοῦ σωτῆρος ἡμῶν ἀνεῴξαντος, ἀφ' οὗ καὶ αὐτοῦ σωθῆναι τὸν πατέρα παρακαλεῖ λέγων· «σῶσόν με ἐκ στόματος λέοντος».
10.8.92
εἶεν δ' ἂν καὶ ἄλλαι τινὲς πονηραὶ καὶ θεομάχοι δυνάμεις τῷ μονοκέρωτι τοῦ θεοῦ ἀντιπράττουσαι καὶ ἀντιπαρεξάγειν αὐτὸν ἐπιχειροῦσαι, ἀφ' ὧν καὶ αὐτῶν ὁ τοῦ θεοῦ μονόκερως, αὐτὸς ὁ κύριος ἡμῶν, μόνον τὸν πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆναι ἀξιοῖ, λέγων· «καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου». ποίαν δὲ ταπείνωσιν ἢ ταύτην αὐτήν, καθ' ἣν «ἐν μορφῇ θεοῦ ὑπάρχων» ἐταπείνωσεν ἑαυτὸν καὶ «ἐκένωσεν», «γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ»; ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν καὶ μέχρι τούτου φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ ᾅδῃ «ῥομφαίας», καὶ τῆς «χειρὸς» τοῦ αὐτόθι λεγομένου «κυνός» ὅθεν καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα, παρακούσαντας, κύνα θανάτου καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου «λέοντος» ἐλθών, καὶ «τὴν ταπείνωσιν» αὐτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκέρωσιν ὑποστρώσας, καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεώς τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες».
10.8.94
καὶ τοῦτ' εἰπὼν οὐκ εἰς μακρὸν ἐπηκόου τοῦ πατρὸς τυγχάνει, μὴ μακρυνθέντος μηδὲ τὸ βραχύτατον ὑπερθεμένου, αὐτοῖς δὲ ἔργοις μονονουχὶ φήσαντος αὐτῷ «ἔτι λαλοῦντός σου», ἐρῶ, «ἰδοὺ πάρειμι». Καὶ δὴ τοῦτ' αἰσθόμενος, τῆς τε πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχών, ἐντεῦθεν λοιπὸν ἀπάρχεται τοῦ ἐπινικίου ὕμνου, «ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως» τὸν ψαλμὸν ποιούμενος, ἐν οἷς φησι· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε».
10.8.95
πρώτοις μὲν οὖν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις ἐπαγγέλλεται τὰ τῆς ἐπ' αὐτῷ χαρᾶς καὶ ἀγαλλιάσεως εὐαγγελίσεσθαι, ἀδελφοὺς αὐτοὺς ὀνομάζων·
10.8.96
οἷς ἀκόλουθα καὶ ὁ Ματθαῖος διδάσκει λέγων· «καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς» δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρίαν «λέγων, χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε, ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται».
10.8.97
ὁ Ἰωάννης δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν εἰσάγει καὶ αὐτὸς τὸν Ἰησοῦν λέγοντα πρὸς τὴν Μαριάμ· «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἶπον αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν».
10.8.98
πρώτοις μὲν οὖν τοῖς ἀποστόλοις αὐτοῦ, οὓς ἰδίους ἀδελφοὺς ὀνομάζει, τὸ ὄνομα τοῦ πατρὸς διηγήσεσθαί φησι· μετὰ δὲ ἐκείνους τάξει καὶ ἀκολουθίᾳ τὴν καθ' ὅλης τῆς οἰκουμένης ἐπὶ τῷ ὀνόματι αὐτοῦ συστᾶσαν ἐκκλησίαν διδάξειν τὸν πατρικὸν ὕμνον ἐπαγγέλλεται.
10.8.99
ὥσπερ γὰρ εἴ τις ἐν μέσῳ μαθητῶν διεξοδεύοι λόγους ἐπὶ σοφίᾳ διαπρέπων διδάσκαλος ὑπὲρ τοῦ κἀκείνους ἀκούσαντας προσυπακοῦσαι, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς «ἐν μέσῳ ἐκκλησίας», φησίν, «ὑμνήσω σε», ὑπὲρ τοῦ μαθοῦσαν τὴν ἐκκλησίαν καὶ ἀκούσασαν παρ' αὐτοῦ, ὃν προσήκει τρόπον, καὶ μηκέθ' ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ' αὐτὸν μόνον τὸν πάντων θεὸν διὰ τοῦ καταγγείλαντος αὐτὸν ἀνυμνεῖν.
10.8.100
ταῦτα πράξειν ὑποσχόμενος σφόδρα ἀκολούθως ἐντεῦθεν ἤδη προστάττει τῇ ἐκκλησίᾳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς ὑμνεῖν τὸν πατέρα. διό φησιν· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν»,
10.8.101
καὶ «φοβηθήτωσαν ἀπ' αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου», δι' ὧν σαφῶς παρέστησεν τῶν προωνομασμένων κακῶν τὴν ἀπαλλαγήν.
10.8.102
εἰ γὰρ «ἐν τῷ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσεν» αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι «ἀπὸ» μὲν «ῥομφαίας τὴν ψυχὴν» αὐτοῦ, «ἐκ» δὲ «κυνὸς τὴν μονογενῆ» αὐτοῦ, καὶ ἔτι «ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσιν» αὐτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν φήσαντα, ὅτι μὴ «προσώχθισεν» ὁ θεὸς «τῇ δεήσει» αὐτοῦ, μηδὲ «τὸ πρόσωπον ἀπέστρεψεν» ἀπ' αὐτοῦ, ἀλλ' «ἐν τῷ κεκραγέναι» «εἰσήκουσεν» αὐτοῦ.
10.8.103
διὸ καὶ ὑπῆρξεν αὐτῷ, ῥυσθέντι τῶν τοσούτων καὶ ἐκ τοῦ θανάτου διαφυγόντι, συνδιατρίβειν τοῖς ἑαυτοῦ μαθηταῖς ὁμοῦ καὶ «ἀδελφοῖς», καὶ ὑμνεῖν «ἐν μέσῳ ἐκκλησίας» τὸν πατέρα. τήρει δὲ πάλιν, ὡς «πτωχὸν» αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμ φώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι' ὧν πένης καὶ πτωχὸς ὠνομάζετο.
10.8.104
Ἀλλ' ἐπεὶ καὶ τὴν ἀνάστασιν αὐτοῦ διὰ τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων τὸν λόγον, «παρὰ σοῦ», φησίν, «ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ», τῆς ἐπ' ὀνόματι αὐτοῦ συστάσης ἐξ ἐθνῶν καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίας μνημονεύων, ἐν ᾗ ὁ περὶ τοῦ σωτῆρος ἡμῶν ἔπαινος διὰ παντὸς ᾄδεται νεύματι τοῦ πατρὸς αὐτοῦ καὶ συνεργίᾳ.
10.8.105
διό φησι· «παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ». μεγάλη γὰρ ὡς ἀληθῶς ἡ ἐκκλησία αὕτη ἐκ παντὸς γένους ἀνθρώπων συγκεκροτημένη, οὐδὲ συγκρίνεσθαι διὰ τὸ σεμνὸν καὶ ὑπερφυὲς τοῦ βίου καὶ διὰ τὸ τῶν δογμάτων μέγεθος ἀξία τῷ Ἰουδαίων ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἄλλης περὶ θεοῦ δόξης ἐσμικρυμένῃ.
10.8.106
εἶτ' ἐπιλέγει· «τὰς εὐχάς μου» τῷ κυρίῳ «ἀποδώσω ἐνώπιον πάντων τῶν φοβουμένων αὐτόν» «φοβουμένους αὐτὸν» ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην, οἷς ἔλεγεν· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν». ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο; ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι' ὧν ἔφησεν· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; εὐχαὶ γάρ εἰσιν αἱ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν «ἐν μέσῳ ἐκκλησίας» διεβεβαιοῦτο.
10.8.107
Τούτοις ἑξῆς ἐπιλέγει· «φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.»
10.8.108
δι' ὧν σφόδρα ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἁπάντων τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασιν τῆς οἰκουμένης ἀνθρώπων ἐκλογῆς, ὧν αἱ ἐκβάσεις ὀφθαλμοῖς θεωρούμεναι πάντων ἂν γένοιντο τῶν διὰ τοῦ ψαλμοῦ λεγομένων παραστατικαί.
10.8.109
«πένητες» δὲ πάλιν ἡμεῖς, οὓς κατὰ θεὸν πτωχεύοντας ἐκτρέφων ὁ σωτήριος λόγος τῷ νοητῷ καὶ λογικῷ ἄρτῳ, ταῖς ζωοποιοῖς τῶν ψυχῶν τροφαῖς, τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ ψαλμός· «φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος».
10.8.110
Καὶ ὁ ἐπίλογος δὲ τῆς ὅλης προφητείας, μετὰ πάντα ἐπιφέρων «ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος», ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαόν, καὶ τὴν διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν ἐπὶ τῆς γῆς γενεάν.
10.8.111
τίς γὰρ ἂν εἴη ὁ μετὰ ταῦτα τεχθήσεσθαι λεγόμενος τῷ θεῷ λαός, πάλαι μὴ ὢν μηδ' ὑφεστὼς ἐν ἀνθρώποις ὕστερον δὲ γεγονώς; τίς τε ἡ μὴ οὖσα τότε λεγομένη δὲ ἐλεύσεσθαι γενεά, εἰ μὴ αὕτη ἡ διὰ τοῦ σωτῆρος ἡμῶν ἐν παντὶ τῷ κόσμῳ συστᾶσα ἐκκλησία καὶ ὁ νέος ἐξ ἐθνῶν λαός, ἐφ' ᾧ καὶ διὰ Ἡσαΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστικῶς ἀπεφθέγξατο φῆσαν· «τίς ἤκουσεν τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ».
10.8.112
Ταῦτα μὲν οὖν ἡμεῖς, ἐφ' ἕτερα συνελαύνοντος τοῦ καιροῦ, διαδραμόντες ἀκροθιγῶς διεξήλθομεν· ὅτῳ δ' ἂν μέλῃ τῆς τοῦ σωτῆρος ἡμῶν παρακελεύσεως φήσαντος, «ἐρευνᾶτε τὰς γραφάς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ», ἑκάστῃ λέξει τοῦ ψαλμοῦ τὸν νοῦν ἐμβαθύνας, τὴν ἀκριβῆ διάνοιαν θηρεύσαι ἂν τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας.

Intertext edge

Open linked passage

Note