Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Τοῦ δηλωθέντος μάρτυς ἂν εἴη ῥήμασιν αὐτοῖς Ἡσαΐας, ἐκ προσώπου τοῦ Χριστοῦ κεκραγώς· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», ἥντινα προφητείαν ὁ σωτὴρ ἡμῶν ἐν τῇ συναγωγῇ ποτε διελθὼν ἐπὶ τοῦ πλήθους τῶν Ἰουδαίων, «πτύξας τὸ βιβλίον» εἶπεν· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».
3.1.2
καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο, τῶν παρ' αὐτῷ μακαρισμῶν προτάττων «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν ἄφεσιν προεκήρυττε, τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος δι' ὧν ἔφασκεν· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς».
3.1.3
καὶ τυφλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχεν, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρμένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀμβλυωποῦσι τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾶν. Τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσεσθαι τῆς εὐαγγελικῆς πραγματείας ἡ παρατεθεῖσα προφητεία παρίστησιν, μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ» ἢ «τῶν εὐαγγελιζομένων εἰρήνην».
3.1.4
Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθά. πῶς γὰρ οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι οἱ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πᾶσαν περιδραμούμενοι οἰκουμένην καὶ πάντα τόπον πληρώσοντες τῆς περὶ τοῦ σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας; ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ».
3.1.5
Καὶ πάλιν ὁ Ἡσαΐας· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ θεὸς ἡμῶν. ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει».
3.1.6
Ταῦτα δὲ ὁποίας ἔχεται διανοίας, ὁδῷ προϊόντες κατὰ τὴν εὐαγγελικὴν εἰσόμεθα διδασκαλίαν. πλὴν ἀλλὰ πέφανται τὸ εὐαγγέλιον καὶ τοὔνομα δὲ τοῦ εὐαγγελίου διὰ τῶν προφητικῶν φωνῶν μεμαρτυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις, ἐκ τίνος μὲν ἄρξεται τὸ εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ Χριστοῦ, δι' ὧν τε κηρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ, ἀλλὰ καὶ ποίᾳ δυνάμει κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ· ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ».
3.1.7
τί δὴ οὖν λείπεται ἐπὶ τούτοις ἢ ἐκ πολλῶν ὀλίγα προλαβεῖν τῶν παρ' Ἑβραίοις ἀνέκαθεν περὶ τοῦ Χριστοῦ προφητευομένων, ὡς ἂν εἰδῇς, τίνα ἔσεσθαι τὸ εὐαγγέλιον ἐν ὑστέροις καιροῖς εὐηγγελίζετο, ὁμοῦ τε τῶν προφητῶν τὸ θαῦμα τῆς τῶν μελλόντων προγνώσεως, καὶ τῶν προρρήσεων τὰ ἀποτελέσματα, ὅπως ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ συνίσταται πεπληρωμένα;
3.2.1
Πρῶτος προφητῶν Μωσῆς ἕτερον προφήτην ὅμοιον αὐτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ ἡ κατ' αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι... συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων, χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν ἀλλὰ καὶ ἐθνῶν καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ' οὐδὲν ἀποδέοντα τῆς κατ' αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον·
3.2.2
«προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ».
3.2.3
τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μωσῆς, πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ θεοῦ λόγιον, φησίν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύριος ὁ θεός, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας».
3.2.4
Ἆρ' οὖν οἱ μετὰ Μωσέα προφῆται, Ἡσαΐας, φέρε, ἢ Ἱερεμίας ἢἸεζεκιὴλ ἢ Δανιὴλ ἤ τις ἕτερος τῶν δώδεκα Μωσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ διαπέπρακται; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ τοῦ πρώτου καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μωσέως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι.
3.2.5
οὐδένα γοῦν... τούτων ὅμοιον· Μωσῆς δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει Μωσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ' εἴρηται διασκέψασθαι ἀναγκαῖον.
3.2.6
Μωσῆς πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους, εὑρών τε αὐτοὺς τῇ κατὰ Αἰγυπτίους πολυθέῳ πλάνῃ προσέχοντας, πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν, τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται. ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ' εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο, καὶ πρῶτος ἀνατροπὴν τῆς καθ' ὅλην τὴν οἰκουμένην εἰδωλολατρείας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται.
3.2.7
καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα πρῶτος Μωσῆς τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατήγγειλεν. ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ἰησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν· «κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν».
3.2.8
Πάλιν Μωσῆς θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπιστώσατο. ὡσαύτως δὲ καὶ ὁ Χριστὸς ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα συνεστήσατο.
3.2.9
Πάλιν Μωσῆς ἐκ πικρᾶς τῆς ὑπ' Αἰγυπτίοις δουλείας τὸ Ἰουδαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο. καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδωλολατρείας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο.
3.2.10
Πάλιν Μωσῆς γῆν ἁγίαν καὶ θεοφιλῆ βίον ἐν ταύτῃ καὶ μακαριστὸν τοῖς τὸν νόμον φυλάξασιν ἐπηγγείλατο ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστός, «μακάριοι», φησίν, «οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», πολὺ κρείττονα γῆν, ἀληθῶς ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν ἐπὶ τῆς Ἰουδαίας ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν, ἀλλὰ τὴν κατ' οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν τοῖς κατορθοῦσι τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος· ὃ δὴ καὶ παριστὰς λευκότερον, τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν οὐρανῶν κατήγγειλε.
3.2.11
Καὶ ἄλλας δὲ πράξεις εὕροις ἂν ὑπὸ τοῦ σωτῆρος ἡμῶν κρείττονι ἢ κατὰ Μωσέα δυνάμει γεγονυίας, παραπλησίας γε μὴν αἷς καὶ ὁ Μωσῆς διεπράξατο.
3.2.12
οἷον, ὡς ἐπὶ παραδείγματος, Μωσῆς ἐφεξῆς τεσσαράκοντα ἡμέρας ἐνήστευσεν, ὡς ἡ γραφὴ μαρτυρεῖ, λέγουσα «καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν»,
3.2.13
ὡσαύτως δὲ καὶ ὁ Χριστός. γέγραπται γοῦν· «καὶ ἤγετο εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις». Καὶ πάλιν Μωσῆς ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. λέγει δ' οὖν ἡ γραφή· «ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ»,
3.2.14
καὶ μετ' ὀλίγα· «ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς». καὶ ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν ὡσαύτως φησὶν πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;»
3.2.15
Πάλιν Μωσῆς διὰ μέσης τῆς θαλάσσης διῆλθε καὶ τὸν λαὸν ὡδήγησε. λέγει δ' οὖν ἡ γραφή· «ἐξέτεινε Μωσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν ἡμέραν, καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἱ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων».
3.2.16
ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ' αὐτῆς ἐποίησε. γέγραπται δ' οὖν· «τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἐταράχθη σαν»,
3.2.17
καὶ μετ' ὀλίγα· «ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα».
3.2.18
Πάλιν Μωσῆς ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. λέγει δ' οὖν ἡ γραφή· «ἐξέτεινε δὲ Μωσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ», καὶ ἐπιφέρει· «ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης».
3.2.19
ὡσαύτως δὲ καὶ πολὺ κρειττόνως ὁ σωτὴρ ἡμῶν «ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη». Πάλιν Μωσέως ἀπὸ τοῦ ὄρους κατιόντος τὸ πρόσωπον ἑωρᾶτο πλήρης δόξης. γέγραπται δ' οὖν· «καταβαίνων δ' αὐτὸς ἐκ τοῦ ὄρους Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ αὐτὸν λαλεῖν αὐτῷ. καὶ εἶδεν Ἀρὼν καὶ πάντες οἱ πρεσβύτεροι τῶν υἱῶν Ἰσραὴλ τὸν Μωσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ».
3.2.20
ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος σωτὴρ ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς «εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς». Πάλιν Μωσῆς λεπρὸν ἐκαθάρισε. γέγραπται δ' οὖν· «καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών»,
3.2.21
καὶ μετ' ὀλίγα· «καὶ ἐβόησεν Μωσῆς πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι αὐτήν».
3.2.22
ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ, προσελθόντος αὐτῷ λεπροῦ καὶ φήσαντος· «ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι», ἀπεκρίνατο· «θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα». Πάλιν Μωσῆς δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ' οὖν· «καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινᾶ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ»,
3.2.23
καὶ ἐν τῇ ἐξόδῳ· «εἶπον οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος θεοῦ ἐστιν τοῦτο». ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν· «εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια».
3.2.24
Ἐφ' ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν. ὡσαύτως δὲ καὶ ὁ σωτὴρ τὸν Σίμωνα Πέτρον. Καὶ πάλιν Μωσῆς κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ' οὖν ἡ γραφή· «συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ», «καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ' αὐτοὺς» καὶ «συνήγαγεν ἑβδομήκοντα ἄνδρας»·
3.2.25
ὡσαύτως δὲ καὶ ὁ σωτὴρ «ἀνέδειξεν» ἑαυτοῦ μαθητὰς «ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ». Καὶ πάλιν Μωσῆς δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι «πάντα τὰ ἔθνη». Πάλιν Μωσῆς νομοθετεῖ λέγων· «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις».
3.2.26
ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει, ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ' ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ, ἀντί τε τοῦ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι προστάττει, ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ.
3.2.27
Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παραπλήσια καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωσέα καὶ Ἰησοῦν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, παρὸν ὅτῳ φίλον ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μωσέως μηδένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν.
3.2.28
Εἰ δὴ οὖν διὰ τῶν τοσούτων οὐδεὶς μὲν ἄλλος μόνος δὲ ὁ σωτὴρ ἡμῶν παρέστη τὰ παραπλήσια Μωσεῖ διαπεπραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν καὶ οὐδ' ἐφ' ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωσεῖ προφητείαν, δι' ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ θεὸς ἐθέσπισεν εἰπών· «προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ».
3.2.29
αὐτός τε Μωσῆς πρὸς τὸν λαὸν τὴν τοῦ θεοῦ διερμηνεύων φωνὴν ἔφησεν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας».
3.2.30
ὅτι δὲ τῶν μετὰ Μωσέα προφητῶν οὐδεὶς πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ, σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα· «καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς, ὃν ἔγνω κύριος πρόσωπον πρὸς πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι».
3.2.31
Δέδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μωσέως περὶ τοῦ σωτῆρος ἡμῶν θεσπίσαν, εἰ δὴ μόνος αὐτὸς καὶ οὐδ' ἄλλος ὅμοιος τῷ Μωσεῖ γεγονὼς ταῖς αὐτοῦ Μωσέως φωναῖς ἀκολούθως συνέστη. σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον.
3.2.32
ἐπειδὴ γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρματος Ἰσραήλ, μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐνθέου δυνάμεως αὐτοῦ χάριν κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν Μωσῆς συνιδὼν τῷ θείῳ πνεύματι, διὰ τῆς αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον· «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» λέγει δὲ τοῦ Ἰσραήλ, «καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ».
3.2.33
εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο, βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν, ὅτι δὴ κύριον αὐτόν, καὶ οὐκ αὐτὸ μόνον τοῖς χείλεσι διαθέσει δὲ γνησιωτάτῃ, μυρία πλήθη ἐξ ἁπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι φάσκειν τὸν προφητευόμενον; Ὅτι δὲ Μωσῆς ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ' εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνῳ ἐπισκιάζων τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἷα καὶ περὶ τούτου θεσπίζει· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν»·
3.2.34
δι' ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας ἐκ τοῦ Ἰουδαίων ἔθνους μέχρι τῆς τοῦ προσδοκωμένου παρουσίας ἀποφαίνεται, διαλιπόντων δὲ τῶν παρ' αὐτοῖς ἀρχόντων παρέσεσθαι τὸν προφητευόμενον.
3.2.35
Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ' ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν, ὡς καὶ εἰς σήμερον Ἰουδαίους ὀνομάζεσθαι, σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πᾶν ἔθνος Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν.
3.2.36
εἶτά φησιν μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχήν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν.
3.2.37
ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος.
3.2.38
καὶ οἱ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ' αὐτῷ τίθεσθαι.
3.2.39
Καὶ Μωσῆς μὲν τοσαῦτα καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἡσαΐας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς Δαβὶδ τοῦ βασιλέως ἀναστησομένου ταῦτα προλέγει· «ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ λοιπά.
3.2.40
εἶθ' ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρβάρων τε καὶ Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ' οὖν· «καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται»,
3.2.41
καὶ τὰ τούτοις παραπλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει, φήσας· «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν».
3.2.42
Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελεγμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, διεσάφησεν· ὧν ἐθνῶν ἄρξειν φησὶν τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαί, ἀφ' οὗ δὴ ὁ σωτὴρ καὶ κύριος ἡμῶν γενεαλογεῖται, ἐφ' ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρρήσει «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι».
3.2.43
τοῦτο δὴ παράθες τοῖς παρὰ Μωσεῖ φερομένοις διαστέλλων, καὶ τὸ μὲν «ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν» ἐφάρμοσον τῷ «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν», καὶ τὸ «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι» τῷ «καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν».
3.2.44
τί γὰρ διαφέρει φάσκειν «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν» ἢ «αὐτὸς ἔσται προσδοκία ἐθνῶν»; πάλιν δ' ὁ αὐτὸς Ἡσαΐας προϊὼν περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει· «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ ἐπιφέρει· «ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν».
3.2.45
ἤδη δεύτερον ἐν τούτοις ὁ προφήτης τὸ ἐπὶ τῷ Χριστῷ τὰ ἔθνη ἐλπίσειν τίθεται, ἀνώτερον εἰπών «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἐνταῦθα δὲ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν». λέλεκται δὲ καὶ τῷ Δαβίδ, ὡς ἄρα «ἐκ τοῦ καρποῦ τῆς κοιλίας» αὐτοῦ ἀναστήσεταί τις, περὶ οὗ ἑξῆς φησιν ὁ θεός· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ»· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν».
3.2.46
καὶ περὶ τούτου δὲ πάλιν εἴρηται· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης», καὶ αὖθις· «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευομένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος· «καὶ σὺ Βηθλεὲμ οἶκος Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος».
3.2.47
ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστός, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις.
3.2.48
καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο. Τῆς δὲ γενέσεως αὐτοῦ τὸ θαῦμα ποτὲ μὲν δι' αἰνιγμάτων, ποτὲ δὲ καὶ λευκότερον ὁ Ἡσαΐας παρίστησι· δι' αἰνιγμάτων μέν, ὅταν λέγῃ· «κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ»,
3.2.49
ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως· «καὶ ἀναρρηθήσεται ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου», ὁ δὲ Θεοδοτίων· «καὶ ἀναβήσεται ὡς θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ».
3.2.50
διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ κυρίου, ὃς ἦν ὁ τοῦ θεοῦ λόγος, «ἐνώπιον αὐτοῦ», φησίν, «ἀνηγγείλαμεν ὡς παιδίον» «θηλάζον» καὶ «τιθιζόμενον», καὶ «ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου». τὸ μὲν οὖν παιδίον τὸ «τιθιζόμενον» καὶ «θηλάζον» ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ «γῆ ἡ ἄβατος καὶ διψῶσα» τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ἧς οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ' ἧς καίπερ ἀβάτου τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ «τιθιζόμενον» καὶ «θηλάζον» παιδίον.
3.2.51
ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν, ἐπὰν λέγῃ· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ' ἡμῶν ὁ θεός»· τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ.
3.2.52
Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ' Ἑβραίοις ἐμελετᾶτο. μή τι οὖν ἐπίδοξόν τινα δυνάστην ἢ τύραννον ἤ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν, ὅτι μηδὲ ἐφάνη τοιοῦτος.
3.2.53
ἀλλ' οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ' οὐδὲν ἀπολελειμμένοι. εἰπὼν δ' οὖν ὁ Ἡσαΐας «ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ», ἑξῆς συνάπτει λέγων· «οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη».
3.2.54
Τί οὖν λείπεται ἐπὶ τούτοις; εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν καὶ γένος καὶ τρόπον γενέσεως καὶ τῆς παρθένου τὸ θαῦμα καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἡσαΐας θεσπίζει; «ἄνθρωπος», φησίν, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.
3.2.55
οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
3.2.56
πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ κύριος παρέ δωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα. τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ», καὶ τὰ λοιπά.
3.2.57
σημαίνει δὲ διὰ τούτων ὡς ἄρα ὁ Χριστὸς ἐκτὸς πάσης ὑπάρχων πλημμελείας τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ' οὐχ ὑπὲρ ἑαυτοῦ. εἰ δὲ καὶ τραυματισθήσεται λόγοις βλασφήμοις βαλλόμενος, καὶ τοῦτ' ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια, ὧν παρ' ἀνθρώποις πείσεται ὁ ἀναμάρτητος, ταῦτα ἦν. Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῷ συσκευασαμένων οὐδὲν ὑπεριδόμενος, ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων· «ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον».
3.2.59
εἶτ' ἐπεὶ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν ἐπιλέγει· «καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ».
3.2.60
Ἤρκει μὲν οὖν ἐπὶ τούτοις περιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων· «καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς».
3.2.61
ἀνώτερον εἰπὼν «ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν», νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφήν, «κύριος», φησίν, «βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς»· καὶ πῶς ἔσται; «ἐὰν δῶτε», φησίν, «περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον».
3.2.62
οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομολογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων «ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον» τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ' ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα.
3.2.63
πάλιν ἀνώτερον εἰπών «καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ», νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ φησιν· «καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς». ἐπεὶ τοίνυν βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς «καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς», πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη.
3.2.64
οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ «καθαρίσαι αὐτὸν» καὶ «δεῖξαι αὐτῷ φῶς». ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα».
3.2.65
Ἔνθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοῦ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι' οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ' αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ», ἑξῆς ἐπιλέγει· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».
3.2.66
ταῦτα δ' οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ᾐνίξατο εἰπών· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς», καὶ ἐπιλέγει· «καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἳ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχάς, οἷα δή τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς.
3.2.67
διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». καὶ ὁ ψαλμῳδός· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα».
3.2.68
εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». διὰ ποῖον δὲ τοῦτο, πάλιν ἑξῆς διδάσκει φήσας· «ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη».
3.2.69
ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς
3.2.70
ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐκκείμενα· γέγονε γὰρ «ὑπήκοος» τῷ πατρὶ «μέχρι θανάτου»· διὸ καὶ κληρονομήσειν πολλούς, καὶ οὐ πρότερον ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα.
3.2.70
ἡγοῦμαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. πῶς γὰρ ἄλλως ἐπινοῆσαι δυνατὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων, λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων λογισθέντα ταφῇ τε παραδοθέντα, εἶτα καθαριζόμενον ὑπὸ τοῦ κυρίου, καὶ φῶς παρ' αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλούς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα; καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ ὁ Δαβίδ· «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν»,
3.2.71
καὶ πάλιν· «κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον», καὶ πάλιν· «ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου».
3.2.72
Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἡσαΐου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται, ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων.
3.2.73
ἐπειδὴ γὰρ τὰ πάντα δι' αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων· «εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπεν γὰρ κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει».
3.2.74
ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καθ' ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ «καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει».
3.2.75
Πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρ κούντως ἐπὶ τοῦ παρόντος ταῦθ' ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δὲ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει.
3.2.76
τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προρρήσεώς τε καὶ προγνώσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις τὴν τῶν μελλόντων ἀγαθῶν παρουσίαν εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν καὶ εὐσέβειας νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ' ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ τελευτήν, καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν,
3.2.77
ἃ δὴ πάντα παρέστη καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συμπεπερασμένα.
3.2.78
Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐτοῖς παρατέθειται· τοῖς δ' ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων ἀναφανῇ, τὸ τηνικάδε καὶ τὰ περὶ τῆς θειοτέρας αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες ὡς οὐκ ἀνθρωπείας ἄρα ἦν φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἷς ἀκολούθως καὶ τὰ τῆς κατ' αὐτὸν θεολογίας, ὡς οἷόν τέ ἐστιν ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κατηγορίαις βλασφημοῦντες αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα, οἴκοθεν μὲν οὐδέν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι.
3.3.1
Πευστέον δὴ αὐτῶν, εἴ ποτέ τις ἄλλος τοιοῦτος πλάνος ἱστόρηται πραότητος καὶ ἐπιεικείας σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς διδάσκαλος τοῖς ἀπατωμένοις γεγονὼς αἴτιος, καὶ εἰ θεμιτὸν τούτοις ἀποκαλεῖν τοῖς ὀνόμασι τὸν μηδὲ ἐμβλέπειν μετὰ ἐπιθυμίας ἀκολάστου γυναιξὶν ἐπιτρέψαντα, καὶ εἰ πλάνος ὁ τὴν εἰς ἄκρον παραδοὺς φιλοσοφίαν, ἐν τῷ τοὺς φοιτητὰς παιδεύειν τῶν ὑπαρ χόντων ἐνδεέσι κοινωνεῖν καὶ τὸ φιλόπονον καὶ κοινωνικὸν περὶ πολλοῦ τίθεσθαι, καὶ εἰ πλάνος ὁ τῆς πανδήμου καὶ ἀγελαίου καὶ θορυβώδους συνουσίας ἀνείργων, διδάσκων δὲ μόνην ἀσπάζεσθαι τὴν περὶ τὰ θεῖα λόγια σχολήν.
3.3.2
ὁ δὲ παντὸς μὲν ψεύδους ἀποτρέπων, τὴν δ' ἀλήθειαν πρὸ παντὸς τιμᾶν παραινῶν, ὡς μηδ' εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν· «ἔστω γὰρ ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ», πῶς ἂν πλάνος ἐνδίκως ὀνομασθείη; καὶ τί με χρὴ πλείονα νῦν λέγειν, παρὸν ἐκ τῶν πρόσθεν εἰρημένων τίς ποτε ἦν ὁ τρόπος γνῶναι τῆς ὑπ' αὐτοῦ κατασπαρείσης τῷ βίῳ πολιτείας, ἀφ' ἧς οὐχ ὅπως πλάνον ἀλλά τινα θεῖον ὡς ἀληθῶς καὶ θείας καὶ εὐσεβοῦς ἀλλ' οὐ τῆς κοινῆς καὶ πανδήμου φιλοσοφίας εἰσηγητὴν πᾶς ὁ φιλαλήθης αὐτὸν ὁμολογήσαι ἄν;
3.3.3
τὸν γοῦν βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων ἤδη πως ἐξ ἀνθρώπων ἀπολωλότα μόνος ἀνανεωσάμενος οὐκ εἰς βραχεῖς καὶ μετρίους, ἀλλ' εἰς ὅλον ἐφαπλῶσαι τὸν κόσμον ἀποδέδεικται διὰ τοῦ πρώτου συγγράμματος τῆς παρούσης ὑποθέσεως· δι' οὗ πάρεστιν ἀνθρώποις ἐπὶ σπείρας τοῖς καθ' ὅλης τῆς οἰκουμένης τὸν... τῶν θεοφιλῶν ἐκείνων ἀμφὶ τὸν Ἀβραὰμ μυρίους τε ὅσους ζηλωτὰς οὐκ ἐξ Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων τῆς ἐκείνων θεοσεβοῦς πολιτείας ἀποδεῖξαι.
3.3.4
ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδασκαλίας αὐτοῦ τοιαῦτα. φέρε δὲ σκεψώμεθα, μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατα τῶν δογμάτων κατεγίνετο.
3.3.5
Ἆρ' οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διάνοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσιν, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα;
3.3.6
ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος; ἢ ὅτι μὴ καὶ πλείους σέβειν θεούς, ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας ὡς τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα, συγχωρεῖ; ἀλλ' οὗτος οὐ νεώτερος οὐδ' οἰκεῖος αὐτῷ λόγος, τοῖς δ' ἐκ μακροῦ πάλαι θεοφιλέσιν Ἑβραίοις προσφιλής, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπαρασκευῆς, παρ' ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐτῶν Ἑλλήνων οἱ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν· Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.
3.3.7
Χαλδαίους δὲ τοὺς αὐτοὺς διὰ τὸν Ἀβραὰμ ὠνόμασεν, ἐπεὶ Χαλδαῖος ἦν τὸ γένος, ὡς ἱστορεῖται. εἰ δὴ οὖν καὶ πρόπαλαι παῖδες Ἑβραίων, τῶν δὴ μάλιστα καὶ πρὸς τῶν χρησμῶν ἐπὶ σοφίᾳ μεμαρτυρημένων, ἐπὶ μόνον τὸν πάντων δημιουργὸν θεὸν ἀνῆγον τὸ σέβας, τί δεῖ πλάνον οὐχὶ δὲ θαυμαστὸν εὐσεβείας διδάσκαλον ὁμολογεῖν τοῦτον, ὃς τὰ πρόπαλαι μόνοις τοῖς θεοφιλέσιν Ἑβραίοις ἐγνωσμένα εἰς πάντας ἀνθρώπους ἀοράτῳ καὶ ἐνθέῳ δυνάμει προαγαγὼν ἐξήπλωσεν, ὥστε μηκέτι κατὰ τὸ παλαιὸν βραχεῖς τινας καὶ ἀριθμῷ ληπτοὺς ὀρθὰς περὶ θεοῦ φέρειν δόξας, ἀλλὰ μυρία πλήθη βαρβάρων τῶν πάλαι θηριωδεστάτων λογίων τε καὶ Ἑλλήνων ἀνδρῶν, οἳ τοῖς πάλαι προφήταις καὶ δικαίοις ἀνδράσιν εὐσεβεῖν ὁμοίως διὰ μόνης τῆς αὐτοῦ δυνάμεως ἐπαιδεύθησαν;
3.3.8
Ἀλλὰ δὴ τὸ τρίτον σκεψώμεθα, μή ποτ' ἄρα τοῦτ' ἦν δι' ὃ πλάνον αὐτόν φασιν, ὅτι μὴ βουθυσίαις μηδὲ ζῴων ἀλόγων σφαγαῖς μηδ' αἵμασι καὶ πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προσηνεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρθωσιν, δι' ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων· «ἔσεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν».
3.3.9
εἰ δὴ ταῦτά τις Ἑλλήνων αἰτιῷτο, ἴστω μὴ φίλα τοῖς οἰκείοις διδασκάλοις φρονῶν, οἵ γε, ὡς εἰκὸς ἐξ ἡμῶν ὠφελημένοι, ἐπεὶ καὶ μεθ' ἡμᾶς γεγόνασι τοῖς χρόνοις, λέγω δὲ μετὰ τὴν προβεβλημένην ἡμῖν ὑπὸ τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν, οἷα δὴ ἐγγράφως ὡμολόγουν, ἄκουε.
3.3.10
Ἀπὸ τῶν Πορφυρίου περὶ ἐμψύχων ἀποχῆς. «Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ' ἐπονομάζοντες οὐδὲν γὰρ ἔνυλον, ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον· διὸ οὐδὲ λόγος αὐτῷ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ' ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὐτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσαγαγεῖν θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.»
3.3.11
Ἐκ τῆς Ἀπολλωνίου τοῦ Τυανέως θεολογίας. «Οὕτως τοίνυν μάλιστα ἄν τις τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ' ὁντιναοῦν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ φαμὲν τοῦτον, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων, μεθ' ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν μήτε ἀνάπτοι πῦρ μήτε τι καθόλου τῶν αἰσθητῶν ἐπονομάζοι δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς ἐσμεν, οὐδ' ἔστιν ὃ τὴν ἀρχὴν γῆ ἀνίησιν φυτὸν ἢ τρέφει ζῷον ἢ ἀήρ, ᾧ οὐ πρόσεστίν γε μίασμα, μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, παρὰ δὲ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τοῦ ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος ὀργάνου μὴ δεόμενος».
3.3.12
Εἰ δὴ οὖν ταῦτα καὶ πρὸς τῶν παρ' Ἕλλησι διαπρεπῶν φιλοσόφων τε καὶ θεολόγων ὁμολογεῖται, πῶς ἂν εἴη πλάνος ὁ μὴ μόνον λόγους ἀλλ' ἔργα τῶν λόγων πολὺ πρότερον τοῖς φοιτηταῖς ἐκτελεῖν παραδούς, δι' ὧν κατὰ τὸν ὀρθὸν λόγον ἤμελλον θεραπεύειν τὸ θεῖον; ὅπως δὲ καὶ τίσιν λόγοις οἱ παλαιοὶ Ἑβραῖοι θύειν μνημονεύονται, διειληφότες ἐν τῷ πρώτῳ συγγράμματι τῆς παρούσης ὑποθέσεως, ἐκείνοις ἀρκεσθησόμεθα.
3.3.13
Ἐπεὶ δὲ πρὸς τοῖς ἐξητασμένοις ἔγνωμεν, παρὰ τοῦ Χριστοῦ μαθόντες, ὅτι γεννητὸς ὁ κόσμος καὶ ὅτι οὐρανὸς αὐτὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα ἔργα θεοῦ τυγχάνει, καὶ ὅτι χρὴ μὴ ταῦτα ἀλλὰ τὸν ποιητὴν αὐτῶν σέβειν, σκέψασθαι δεῖ, μὴ ἄρα ἠπατήμεθα, τοῦτον παρ' αὐτοῦ διδαχθέντες φρονεῖν τὸν τρόπον.
3.3.14
καὶ μὴν Ἑβραίων καὶ οὗτος ἦν ὁ λόγος, καὶ φιλοσόφων δὲ οἱ μάλιστα διαφανεῖς τοῖς αὐτοῖς συνηνέχθησαν, γεννητὸν καὶ αὐτὸν τὸν οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ τὸν σύμπαντα κόσμον πρὸς τοῦ τῶν ὅλων ποιητοῦ γεγονότα ἀποφηνάμενοι. ἀλλὰ καὶ συντέλειαν καὶ μεταβολὴν τὴν ἐπὶ τὰ κρείττω τοῦδε τοῦ παντὸς ἔσεσθαι προσδοκᾶν ἐδίδαξεν, ταῖς Ἑβραίων καὶ τοῦτο ἀκολούθως γραφαῖς.
3.3.15
τί οὖν; οὐχὶ καὶ ὁ Πλάτων φύσεως λυτῆς καὶ φθαρτῆς οἶδεν αὐτόν τε οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, εἰ καὶ μὴ λυθήσεσθαί φησιν ταῦτα, τῷ μὴ τὸν συμπήξαντα βούλεσθαι;
3.3.16
Εἰ δ' ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνατον ἔχειν ἡμᾶς κατ' οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ' ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ' οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ' ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχήν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ' οὐδέν, ὅσον ἐπὶ λόγῳ φύσεώς τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν;
3.3.17
Καὶ θείου δὲ πρὸς τούτοις δικαιωτηρίου συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτήτους τοῖς ἀσεβέσιν ὑπογράφων τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰωνίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς, τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ' ἀρετὴν τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέπεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας;
3.3.18
Ἐν τοῖς δογματικοῖς τῶν αὐτοῦ λόγων παρειλήφαμεν εἶναί τινας μετὰ τὸν ἀνωτάτω θεὸν δυνάμεις, ἀσωμάτους τὴν φύσιν καὶ νοεράς, λογικάς τε καὶ παναρέτους, τὸν παμβασιλέα χορευούσας, ὧν πλείους καὶ μέχρις ἀνθρώπων νεύματι τοῦ πατρὸς διά τινας σωτηρίους οἰκονομίας ἀπεστάλθαι· ἃς δὴ γνωρίζειν καὶ τιμᾶν κατὰ τὸ μέτρον τῆς ἀξίας ἐδιδάχθημεν, μόνῳ τῷ παμβασιλεῖ θεῷ τὴν σεβάσμιον τιμὴν ἀπονέμοντες.
3.3.19
ἔτι πρὸς τούτοις ἔγνωμεν, παρ' αὐτοῦ μαθόντες, πολεμίας τινὰς καὶ ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαιμόνων καὶ πνευμάτων πονηρῶν καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προσηγορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ' οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἶναι, καθ' ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοιαῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασιν τοῦ σωτῆρος ἡμῶν ἀναφερόμενα Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα.
3.3.20
εἰ δὴ οὖν ταῦτα σεμνὰ εἰ ὠφέλιμα εἰ φιλόσοφα εἰ ἀρετῆς μεστά, τίσιν λόγοις εὐλόγως ἂν ὁ τούτων διδάσκαλος ἐπιγραφείη τὸ τοῦ πλάνου ὄνομα; ἀλλὰ ταῦτα μὲν ὡς περὶ κοινοῦ τὴν φύσιν ἀνθρώπου τέως ἐξητάσθω, παραστατικὰ τῆς σεμνῆς καὶ βιωφελοῦς διδασκαλίας αὐτοῦ τυγχάνοντα. φέρε δὴ καὶ τὰ θειότερα σκεψώμεθα.
3.4.21
Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων, σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος, παραδόξων γέγονεν ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος.
3.4.22
καὶ ποτὲ μὲν ἔφησεν παραλυτικῷ· «ἀναστὰς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει», ὁ δὲ τὸ κελευσθὲν ἐποίει.
3.4.23
τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο. ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελθούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον διανοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παραχρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη.
3.4.24
ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσπεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνάγωγος ἦν, ἀλλ' οὗτος ἤδη καὶ θανοῦσαν.
3.4.25
τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο; ἢ ὡς ἐπὶ θαλάττης οἷα ἐπὶ λεωφόρου γῆς τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησεν τῇ θαλάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτήξαντα;
3.4.26
πέντε δὲ χιλιάδας ἀνδρῶν, συνεπιπαρόντος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους, ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους, λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν καὶ ἐπὶ ζήτησίν γε εἰκότως τῆς κατ' αὐτὸν ἀπορρήτου δυνάμεως ἐκκαλέσεται; Ἀλλ' ἵνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος.
3.4.27
οὐ γὰρ νόσῳ διαφθαρείς, ἀλλ' οὐδὲ βρόχῳ ἢ πυρί, οὐδὲ μὴν κατ' αὐτὸ τοῦ σταυροῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀνθρώπων παθών τι, τῶν ἀναιρεῖν εἰωθότων, βίαιον ὑπέμεινε τελευτήν, ἀλλ' ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα, ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν «πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου», οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ' ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο.
3.4.28
εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών.
3.4.29
καὶ δείκνυσίν γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσαρκον, ἔνσωμον, αὐτὸν ἐκεῖνον, οἷος καὶ τὸ πρὶν ἦν, τοῖς οἰκείοις μαθηταῖς, οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ' ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν.
3.4.30
Τοιαῦτα ἦν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα, ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα.
3.4.31
ἐξήτασται παρ' ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι' ἑτέρων πραγμάτων ἐναργῶν, πάντα καλυπτόντων λόγον, δι' ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν, οἷς ἂν κρίνειεν, μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθεν, πλὴν ἀλλὰ καὶ διὰ τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ' ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι μέν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων ὡς ἂν ὑπ' ἀνδρὸς πλάνου ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς. ἄλλως δὲ πῶς αὐτοῖς ἀπαντήσομεν;
3.4.32
Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὧν ἐμαρτύρησαν οἱ γνώριμοι, σκεψώ μεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι' ἣν οἱ μὲν μαθηταί, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τ' αὖ μαθηταὶ μαθημάτων ὀριγνώμενοι σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσιν.
3.4.33
τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς; τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ' αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ' ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν· «μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν» καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὐτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα. παρῄνει δ' αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μωσέως παρηγγελμένων κρείττονα φρονεῖν.
3.4.34
τὸν μὲν γὰρ οἷα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν, ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἷα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὐτοῖς τοὺς νόμους, τὸ δ' ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλαστήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι' ἄκραν ψυχῆς ἀπάθειαν, μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναντίον καὶ τὰ οἰκεῖα προΐεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἄλληλους, ἀλλ' ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρειν.
3.4.35
καὶ τί με δεῖ συναγαγεῖν πάνθ' ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ' ἐμάνθανον; παρῄνει δ' αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ' εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χωροῦντας, σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους.
3.4.36
πευστέον τοίνυν, τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατάς, ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύντας μαθημάτων, πεπλάσθαι ὑπονοεῖν ὅσα διαπράξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν.
3.4.37
τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδομήκοντα δὲ τοὺς λοιπούς, οὓς καὶ ἀποστεῖλαι λέγεται «ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι»; ἀλλ' οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων καὶ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτήμονα τρόπον ἑλομένων, καὶ τὴν περὶ τοῦ διδασκάλου μαρτυρίαν σύμφωνον ὡς ἀφ' ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων.
3.4.38
ὁ μὲν οὖν κύριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὗτος. Σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ' ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα διδασκέτω, τὰ δ' ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ καὶ ἀσεβεῖν καὶ ἀδικεῖν καὶ πλεονεκτεῖν καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ' ἐπὶ πᾶσι τούτοις σπουδάζειν καὶ τὸ ἦθος μάλ' εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῆς· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι.
3.4.39
φέρε οὖν ἴδωμεν, εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ' οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχεν τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ' οὐδέν. ἆρ' οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ' ἐπ' οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτ' ἂν τοιαύτην τιμωρίαν;
3.4.40
καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν αὐτοῖς διατρίβοντα καὶ δι' ἀπάτης αὐτούς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα· τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτήν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνῄσκειν μᾶλλον ᾑροῦντο ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι;
3.4.41
εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον μὴ μάθημα μὴ πρᾶξιν μὴ ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνῃσκον προθύμως, τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον;
3.4.42
Πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τις, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ' εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρός, τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὤν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς κατ' αὐτὴν ἡδυπαθείας μεταδιώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ' ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειεν, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου.
3.4.43
πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταί, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως;
3.4.44
Ἔτι δὲ καὶ τούτῳ πρόσσχες. εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπατεῶνες ἐτύγχανον, προσθὲς δ' ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶ ται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαΐοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν;
3.4.45
ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροίκους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ' ἡσυχίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ' εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐτοῦ κατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς μὲν αὐτῶν τὴν Ῥωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βασιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Πάρθων ἔθνος, καὶ αὖ πάλιν τὸ Σκυθῶν, τινὰς δὲ ἤδη καὶ ἐπ' αὐτὰ τῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθάσαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ' ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἶναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας.
3.4.46
Οἱ δὲ διδασκάλου φαύλου καὶ διαστροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσασθαι; ἐξ ἑνὸς γὰρ στόματος οἱ πάντες καὶ λεπρῶν καθάρσεις καὶ δαιμόνων ἀπελάσεις νεκρῶν τε ἀναβιώσεις πηρῶν τε ἀναβλέψεις καὶ μυρίας ἄλλας νοσούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίωσιν πρώτοις αὐτοῖς ἑωραμένην.
3.4.47
ταῦτα γὰρ μὴ γενόμενα μηδ' ἀκουσθέντα πω κατὰ τοὺς αὐτῶν χρόνους πῶς ἐξ ἑνὸς στόματος ἐμαρτύρουν γεγονέναι, μέχρι καὶ θανάτου πιστούμενοι τὴν ὁμολογίαν; ἢ μή ποτε ἄρα συνελθόντες συνωμοσίαν τε κατὰ τὸ αὐτὸ πεποιημένοι συνθήκας ἔθεντο πρὸς ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων;
3.4.48
καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθήκαις; ἢ μή ποτε τοῖς τοιοῖσδε· «Ἄνδρες φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ πλάνης διδάσκαλον ὑπ' ὀφθαλμοῖς ἁπάντων ἡμῶν τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ ἦν, πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι ἡμᾶς αὐτοὺς τόν τε δι' ἀπάτης τῦφον·
3.4.49
ἀνθ' ὧν, φέρε, δεξιὰς δόντες ἀλλήλοις, ὁμοῦ πάντες συνθώμεθα περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας ἀνθρώπους πλάνην, καὶ λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέπειν κεχαρισμένον, ὃ οὐδείς ποθ' ἡμῶν ἱστόρησεν· καὶ κωφοῖς τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ' ἡμῶν ἤκουσεν· λεπρούς τε καθαρίσαι καὶ νεκροὺς ἐγεῖραι. καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώμεθα.
3.4.50
ἀλλ' ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ περιβόητον ἔσχεν καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον ἡμεῖς ἀδιαστρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ μάλα ἀναιδῶς, ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνήθους ἐκοινώνησεν.
3.4.51
φυλαττέσθω δ' ἡμῖν πᾶσιν τὸ ἀναιδὲς καὶ ἀδιάτρεπτον, μενέτω δὲ ἡ ἔκστασις μέχρι θανάτου· τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς ἀποθνῄσκειν; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χάριν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος φέρειν, εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι ἀτιμιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς. καὶ τοῦθ' ἡμῖν ἤδη μεμελετήσθω.»
3.5.52
«Ψευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, καὶ πλαττώμεθα ἐπ' οὐδενὸς ὠφελείᾳ, οὔθ' ἡμῶν οὔτε τῶν ἀπατωμένων, οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου.
3.5.53
τείνωμεν δὲ τὸ ψεῦδος μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθεμένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ' αὐτοῖς περὶ τῶν πατρῴων θεῶν δόξαις.
3.5.54
κελεύωμεν Ῥωμαίοις αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο θεοὺς οἱ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλλάδα, καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ' Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεούς, μὴ τὰ Μωσέως πρόσθεν κατ' αὐτῶν γενόμενα ἀνατεινόμενοι, τὸν δὲ τοῦ ἡμετέρου διδασκάλου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάττοντες, καὶ τὴν ἀπ' αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥηματίοις καὶ λόγοις δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν,
3.5.55
ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλλην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖς πᾶσιν ἀνατρέπωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω».
3.5.56
«Οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων, ἐπεὶ μὴ τὰ τυχόντα βραβεῖα ἡμᾶς ἐκδέξεται, ἀλλ' αἱ ἀπὸ τῶν παρ' ἑκάστοις, ὡς εἰκός, νόμων τιμωρίαι, δεσμὰ δηλαδὴ καὶ βάσανοι καὶ φυλακαί, πῦρ τε καὶ σίδηρος, καὶ σταυροὶ καὶ θῆρες, ὧν μάλιστα προθυμητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον, ὑπόδειγμα τὸν διδάσκαλον κεκτημένοις.
3.5.57
τί γὰρ τούτων γένοιτ' ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώποις ἐπ' οὐδενὶ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσιν καὶ τὸ θεοῖς μὲν τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, τὸν δ' ὑπ' ὀφθαλμοῖς ἡμῶν ἀποθανόντα διδάσκαλον θεὸν εἶναι καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ καὶ αὐτοὺς θνῄσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς παρ' αὐτοῦ μηδ' ὠφέλιμον μεμαθηκότας.
3.5.58
ταύτῃ δ' οὖν καὶ μᾶλλον τιμητέον αὐτόν, εἰ μηδὲν ἡμᾶς ὤνησεν, πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προσηγορίαν ποιητέον, καὶ πάσας ὕβρεις καὶ τιμωρίας ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ὑπὲρ μηδενὸς ἀληθοῦς. κακὸν γὰρ ἴσως ἀλήθεια, τὸ δὲ ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον.
3.5.59
διὸ λέγωμεν, ὅτι καὶ νεκροὺς ἤγειρεν, καὶ λεπροὺς ἐκαθάρισεν, καὶ δαίμονας ἤλασεν, καὶ τῶν ἄλλων παραδόξων ἔργων γέγονεν ποιητής, μηδὲν μὲν τοιοῦτον αὐτῷ συνεγνωκότες, ἑαυτοῖς δὲ τὰ πάντα πλαττόμενοι καὶ πλανῶντες μὲν οὓς δυνατόν· εἰ δὲ μὴ πείθοιτό τις, ἀλλ' αὐτοί γε ὑπὲρ ὧν συντεθείμεθα τἀπίχειρα τῆς πλάνης καθ' ἑαυτῶν ἐφελκόμενοι.»
3.5.60
Ἆρά σοι πιθανὰ ταῦτα ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ; καὶ πείσειέ τις ἂν ἑαυτόν, ὡς τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχήν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ' ἄν ποθ' ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτήν, ἢ ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν, ὡς μηδὲν μὲν ὑπ' αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ' ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συνταξαμένους ὑπὲρ τούτων θνῄσκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ' οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπὲρ αὐτοῦ πείσεσθαι, τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους.
3.5.61
ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν, ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ,
3.5.62
ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν· «πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις». μετὰ δὲ ταῦτα λίθοις βληθεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλήθους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα.
3.5.63
καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασιλεὺς «ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ», τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταί, ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ, παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλοντες.
3.5.64
ἐπὶ τούτοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰκοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτηθεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους, τίνα περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρινάμενος ὅτι υἱὸς θεοῦ εἴη, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται.
3.5.65
καὶ Πέτρος δὲ ἐπὶ Ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάννης τε νήσῳ παραδίδοται. καὶ τούτων ταῦτα παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι' εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρημένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν, ἔτι μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.
3.5.66
Καὶ μήν, εἴπερ ψεύσματα ἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυμάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασιν καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε, τὰ συμβάντα τοῖς προανῃρημένοις τρέσας, ἐξέστη τῆς ἑταιρίας, οὐδ' ἀντεκήρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτοχειρίᾳ καθ' ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπάσατο.
3.5.67
κἀκεῖνο δὲ πῶς οὐ μεστὸν ἐκπλήξεως, τὸ πλάνους ἄνδρας καὶ ἰδιώτας, μήτε λαλεῖν μήτε ἀκούειν πλέον τῆς πατρίου φωνῆς ἐπισταμένους, μὴ μόνον διανοηθῆναι τολμῆσαι προελθεῖν ἐπὶ τὴν τῶν ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελθόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστιν καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον.
3.5.68
εἰ γὰρ ἐπὶ πάντων ἀμφιγνοουμένων πραγμάτων ἔν τε τοῖς κατὰ νόμους δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσιν τῶν μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον «ἐπὶ στόματος» δ' οὖν «δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα», πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ τῶνδε συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα δὲ μαθητῶν, μυρίου τε πλήθους τούτων ἐκτός, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτί, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντων, ὃς τὸν ὑπ' αὐτῶν καταγγελθέντα λόγον ἔτι καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;
3.5.69
Ταῦτα μὲν οὖν, ἀρχῆς ἀτόπου κατὰ συγχώρησιν δοθείσης, γεγυμνάσθω. τὸ γὰρ τοῖς ἐγγράφοις τἀναντία ὑπολαβεῖν, καὶ φάναι τὸν Ἰησοῦν διδάσκαλον γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦ τοιαῦτα παρ' αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ' ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο, ὅπερ ἦν παντὸς ἀτοπώτατον· ὅμοιον ὡς εἰ καὶ Μωσέως ἐν τοῖς νόμοις λέγοντος «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις», συκοφαντῶν αὐτὸν διέβαλλέ τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει·
3.5.70
βούλεσθαι μὲν γὰρ τοὺς ὑπηκόους καὶ φονεύειν καὶ μοιχεύειν καὶ τἀναντία πράττειν οἷς νομοθετεῖν προσποιεῖται, σχηματίζεσθαι δὲ καὶ καθυποκρίνεσθαι τὸν σεμνὸν βίον. ταύτῃ γὰρ καὶ τὰς τῶν παρ' Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντας, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι αὐτοὺς καὶ ἀναβεβιωκέναι, προσπεποιῆσθαι δὲ καθ' ὑπόκρισιν τὸν φιλόσοφον ἑλεῖν βίον.
3.5.71
οὕτως δέ τις καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐναντίον τὰ δηλούμενα παρεκδεχόμενος.
3.5.72
ἀλλ' ὡς οὐκ ἄν τις ὀκνήσειεν τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων τὴν ἐναντίαν οἷς ἐδίδασκεν περιβάλλειν αὐτῷ δόξαν πειρῷτο.
3.5.73
πλὴν ἀλλ' ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι' ἐναντίας λόγου φανῇ.
3.5.74
Ἐληλεγμένου δῆτα τούτου, φέρε ἀναδραμόντες ἐπὶ τὴν τῶν ἱερῶν γραφῶν ἀλήθειαν, τὸ ἦθος τῶν τοῦ Ἰησοῦ μαθητῶν θεασώμεθα. αὐτόθεν μὲν οὖν ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν, ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως καὶ τὸν λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νηστειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπεινώσεως τοῦ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν θεόν, καὶ πολὺ πρότερον δι' ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ ψυχῆς κατορθούμενον.
3.5.75
τίς δ' οὖν οὐκ ἂν αὐτοὺς θαυμάσειεν δι' ὑπερβολὴν φιλοσοφίας καὶ ταῖς κατὰ νόμον συγκεχωρημέναις γαμεταῖς ἀποτεταγμένους, καὶ μήθ' ὑπὸ τῆς φυσικῆς ἡδονῆς καθελκυσθέντας, μήτε παίδων καὶ ἐγγόνων ἐπιθυμίᾳ δουλωθέντας, ἐπεὶ μηδὲ θνητῶν ἐγγόνων ἀλλ' ἀθανάτων ὠρέχθησαν;
3.5.76
τὸ δὲ ἀφιλοχρήματον αὐτῶν τοῦ τρόπου πῶς οὐκ ἄν τις ἐκπλαγείη; καὶ τοῦτο τεκμηράμενος ἐκ τοῦ μὴ φεύγειν ἀλλ' ἀσπάσασθαι διδάσκαλον χρυσοῦ καὶ ἀργύρου τὴν κτῆσιν ἀπαγορεύοντα καὶ νομοθετοῦντα μηδὲ μέχρι δευτέρου χιτῶνος αὔξειν τὴν ὕπαρξιν· ὅπερ τάχα τις ἀκούσας παρῄτητο ἂν τὸ βαρὺ τοῦ προστάγματος, οἱ δὲ καὶ ἔργον πεποιηκότες τὸν λόγον ἀποδείκνυνται. αἰτήσαντος γοῦν ποτε τοὺς ἀμφὶ τὸν Πέτρον χωλοῦ τινος οὗτος δ' ἦν τῶν δι' ἐσχάτην ἀπορίαν τὰς τροφὰς μεταιτούντων, οὐκ ἔχων ὁ Πέτρος ὅ τι δῷ, ὡμολόγει πάσης ὑπάρξεως χρυσίου καὶ ἀργυρίου καθαρεύειν, φήσας· «ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει».
3.5.77
σκυθρωπὰ δὲ αὐτοῖς προαγγέλλοντος τοῦ διδασκάλου, προσέχοντες δι' ὧν πρὸς αὐτοὺς ἔλεγεν «ἐν τῷ κόσμῳ θλίψιν ἔχετε» καὶ πάλιν «κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται», πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον, ὅτι δὴ στερροί τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια μηδὲ τὰ πρὸς ἡδονὴν μεταδιώκοντες· καὶ ὁ διδάσκαλος δέ, ὅτι μὴ δι' ἀπάτης θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προϊσχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ' αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο. τοιαῦτα δὲ ἦν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐμαρτύρατο, ὅτι καὶ ἐπὶ ἡγεμόνας ἀχθήσονται, καὶ μέχρι βασιλέων φθάσουσιν, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι' οὐδὲν μὲν φαῦλον οὐδὲ δι' ἑτέραν εὔλογον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ.
3.5.78
ὃ καὶ εἰσέτι δεῦρο θεωροῦντας ἐνεργούμενον... καταπλαγῆναι τὴν πρόρρησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων.
3.5.79
κἂν μηδὲν γὰρ φαῦλον ᾖ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὅμως αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ' ἐξομόσαιτό τις τὴν προσηγορίαν καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν.
3.5.80
καὶ τί με χρὴ μυρία συναγαγεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμένου; οἷς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι.
3.5.81
Ματθαῖος ὁ ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνείας καὶ πλεονεξίας σχολαζόντων. τοῦτο οὐδεὶς τῶν λοιπῶν εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδέ γε Λουκᾶς, οὐδὲ Μάρκος, αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος.
3.5.82
ἐπάκουσον γοῦν ὅπως διαρρήδην ἐπ' ὀνόματος αὐτοῦ μέμνηται ἐν τῷ πρὸς αὐτοῦ γραφέντι εὐαγγελίῳ... τὸν τρόπον· «καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ». καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προστίθησιν.
3.5.83
λέγει δ' οὖν· «τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης».
3.5.84
Οὕτως μὲν ὁ Ματθαῖος δι' ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἐπικρύπτων τὸν πρότερον ἑαυτοῦ βίον καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν.
3.5.85
συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὡς Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος τῷ Ἰωάννῃ, καὶ Φίλιππος Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. ἄκουε γοῦν Λουκᾶ, πῶς τοῦ Ματθαίου μνημονεύσας οὐ τελώνην ὀνομάζει, οὐδ' ὑποτάττει τῷ Θωμᾷ, κρείττονα δὲ αὐτὸν εἰδὼς πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον τὸν Θωμᾶν ἐπαγαγών,
3.5.86
ὥσπερ καὶ ὁ Μάρκος πεποίηκεν. ἔχουσιν δὲ αὐτοῦ αἱ λέξεις οὕτως· «καὶ ὅτε ἡμέρα ἐγένετο, ἐφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα, ὃν καὶ ἐκάλεσεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν».
3.5.87
οὕτως μὲν τὸν Ματθαῖον ὁ Λουκᾶς ἐτίμησεν, καθ' ἃ παρέδωκαν αὐτῷ «οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου». Καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ·
3.5.88
ἐν μὲν γὰρ ταῖς ἐπιστολαῖς αὐτοῦ οὐδὲ μνήμην τῆς οἰκείας προσηγορίας ποιεῖται, ἢ πρεσβύτερον ἑαυτὸν ὀνομάζει, οὐδαμοῦ δὲ ἀπόστολον οὐδ' εὐαγγελιστήν· ἐν δὲ τῷ εὐαγγελίῳ ἐπισημηνάμενος «ὃν ἠγάπα ὁ Ἰησοῦς» οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν. Ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ εὐαγγελίου γραφὴν δι' εὐλαβείας ὑπερβολήν.
3.5.89
τούτου Μάρκος γνώριμος καὶ φοιτητὴς γεγο
3.5.90
νὼς ἀπομνημονεῦσαι λέγεται τὰς τοῦ Πέτρου περὶ τῶν πράξεων τοῦ Ἰησοῦ διαλέξεις· ὃς ἐλθὼν ἐπ' ἐκεῖνα τῆς ἱστορίας, ἐν οἷς ὁ Ἰησοῦς ἐρωτήσας, τίνα φασὶν αὐτὸν οἱ ἄνθρωποι, καὶ αὐτοὶ δὲ οἱ αὐτοῦ μαθηταὶ τίνα δόξαν ἔχοιεν περὶ αὐτοῦ, ὑπακούσαντος τοῦ Πέτρου, ὡς περὶ Χριστοῦ, οὐδὲν ἀποκρινάμενον τὸν Ἰησοῦν οὐδὲ λέγοντα αὐτῷ γράφει, ἀλλ' ὅτι «ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ».
3.5.90
οὐ γὰρ παρῆν ὁ Μάρκος τοῖς ὑπὸ τοῦ Ἰησοῦ λεχθεῖσιν, ἀλλ' οὐδὲ Πέτρος τὰ πρὸς αὐτὸν καὶ περὶ αὐτοῦ λεχθέντα τῷ Ἰησοῦ ἐδικαίου δι' οἰκείας προφέρειν μαρτυρίας. τίνα δὲ ἦν τὰ πρὸς αὐτὸν λεχθέντα Ματθαῖος δηλοῖ διὰ τούτων· «ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς».
3.5.91
τοσούτων εἰρημένων τῷ Πέτρῳ ὑπὸ τοῦ Ἰησοῦ, ὁ Μάρκος μηδενὸς τούτων μνημονεύσας, ὅτι μηδ' ὁ Πέτρος ταῦθ' ὡς εἰκὸς ἐν ταῖς αὐτοῦ διδασκαλίαις ἐξηγόρευσεν, ὅρα τί φησίν· ἐρωτήσαντος τοῦ Ἰησοῦ, «ἀποκριθεὶς ὁ Πέτρος λέγει, σὺ εἶ ὁ Χριστός. καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ».
3.5.92
ταῦτα μὲν οὖν ὁ Πέτρος εἰκότως παρασιωπᾶσθαι ἠξίου· διὸ καὶ Μάρκος αὐτὰ παρέλιπεν. τὰ δὲ κατὰ τὴν ἄρνησιν αὐτοῦ εἰς πάντας ἐκήρυξεν ἀνθρώπους, ἐπεὶ καὶ ἔκλαυσεν ἐπ' αὐτῇ πικρῶς.
3.5.93
εὕροις δ' οὖν τὸν Μάρκον ἱστοροῦντα περὶ αὐτοῦ τάδε· «καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ ἔρχεται πρὸς αὐτὸν μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα αὐτὸν θερμαινόμενον. ἐμβλέψασα αὐτῷ λέγει, καὶ σὺ μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ἦς. ὁ δὲ ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν εἰς τὴν ἔξω πρόαυλιν, καὶ ἀλέκτωρ ἐφώνησεν. πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη ἤρξατο λέγειν τοῖς παρεστῶσιν· οὗτος ἐξ αὐτῶν ἐστιν.
3.5.94
ὁ δὲ πάλιν ἠρνήσατο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ. ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε· καὶ εὐθέως ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν».
3.5.95
Μάρκος μὲν ταῦτα γράφει, Πέτρος δὲ ταῦτα περὶ ἑαυτοῦ μαρτυρεῖ· πάντα γὰρ τὰ παρὰ Μάρκῳ τῶν Πέτρου διαλέξεων εἶναι λέγεται ἀπομνημονεύματα. οἱ δὴ οὖν τὰ μὲν δόξαντα αὐτοῖς ἀγαθὴν φέρειν φήμην παραιτούμενοι, τὰς δὲ καθ' ἑαυτῶν διαβολὰς εἰς ἄληστον αἰῶνα καταγράφοντες, καὶ τῶν πλημμεληθέντων αὐτοῖς τὰς κατηγορίας, ἃς οὐκ ἄν τις ἔγνω τῶν μετὰ ταῦτα εἰ μὴ διὰ τῆς αὐτῶν ἔμαθεν φωνῆς, καθ' ἑαυτῶν στηλιτεύοντες, πῶς οὐ φιλαυτίας μὲν ἁπάσης καὶ ψευδολογίας ἐκτὸς γεγονέναι ἐνδίκως ἂν ὁμολογοῖντο, φιλαλήθους δὲ διαθέσεως σαφῆ καὶ ἐναργῆ τεκμήρια παρεσχηκέναι;
3.5.96
Οἱ δέ γε τοὺς τοιούσδε πεπλάσθαι καὶ κατεψεῦσθαι νομίζοντες, καὶ οἷα πλάνους βλασφημεῖν πειρώμενοι, πῶς οὐκ ἂν γένοιντο καταγέλαστοι, φίλοι μὲν φθόνου καὶ βασκανίας, ἐχθροὶ δὲ αὐτῆς ἀληθείας ἁλισκόμενοι, οἵ γε τοὺς οὕτως ἀπανούργους, καὶ ἄπλαστον ὡς ἀληθῶς καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούργους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστάς, ὡς τὰ μὴ ὄντα πλασαμένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας; ὡς εὖ μοι δοκεῖ εἰρῆσθαι, πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινες ποτ' ἄρα παρ' Ἕλλησιν ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο. ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν;
3.5.97
καὶ πῶς οὐκ ἐμφανὴς ὁ φθόνος; Τί δέ; οἱ καταψευδόμενοι τοῦ διδασκάλου καὶ τὰ μὴ γεγονότα τῇ αὐτῶν παραδιδόντες γραφῇ, ἆρα καὶ τὰ πάθη κατεψεύσαντο αὐτοῦ; τὴν ἑνὸς λέγω μαθητοῦ προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώτου, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπ' ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα, ἐν τούτῳ τε πηγνύμενον καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόρρης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενον;
3.5.98
ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις συμφέρεται ὅμοια, πεπλάσθαι χρὴ... πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν.
3.5.99
καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν.
3.5.100
τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ' ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ «ἐλυπεῖτο» καὶ «ἠδημόνει» καὶ τετάρακτο τὴν ψυχήν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γάρ, κἂν ἄλλων λεγόντων, χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους.
3.5.101
εἰ δὲ φιλαλήθεις ἐν τοῖς περὶ αὐτοῦ σκυθρωποῖς διηγήμασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδοξοτέροις εἶεν ἂν τοιοῦτοι. τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν, ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτὸν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα.
3.5.102
Διὰ τί γὰρ μὴ ἐψεύσαντο καὶ ἔφησαν, ὅτι Ἰούδας μὲν ὁ προδοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπελιθώθη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παραχρῆμα τὴν δεξιάν, ὁ δ' ἀρχιερεὺς Καϊάφας, ὡς ἂν συντρέχων τοῖς κατ' αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις;
3.5.103
διὰ τί δὲ μὴ ἐψεύσαντο πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν, ἀλλ' ὁ μὲν ἀφανὴς ἦν καταγελάσας αὐτῶν τοῦ δικαστηρίου, οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ' αὐτοῦ μὴ παρόντος ἐδόκουν; τί δ' ἄρα; οὐκ ἦν σεμνότερον τοῦ πλάττεσθαι,... καὶ τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονεν, τὸ γράφειν ὅτι μηδὲν μὲν ἀνθρώπινον μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταστησάμενος τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπιστεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσιν πεπιστευκότες.
3.5.104
οἱ δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἷς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι; αὐτάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σωτῆρος ἡμῶν μαρτυρία. Οὐδὲν δὲ κωλύει οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος ἡμῶν ἐν τούτοις·
3.5.105
«Γίνεται δὲ κατ' ἐκεῖνον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. καὶ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ' ἡμῖν ἀρχόντων σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες.
3.5.106
ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλειπεν τὸ φῦλον.»
3.5.107
Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖται οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβδομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ «πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ» προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους.
3.5.108
πῶς γὰρ ἂν ἄλλως προσήγετο τοῦ Ἰουδαϊκοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισιν θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενιζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφή, ὅτι πολλαὶ μυριάδες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ἀπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ' Ἀδριανὸν πολιορκίας.
3.5.109
λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ τὰ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνημονεύεται· ὡς καὶ ἐκ τούτων λελύσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν αὐτοῦ διαβολήν, ὅτε καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, δι' ὧν ἐπετέλει παραδόξων ἔργων, ὑφ' ἑαυτὸν πεποιημένος.
3.5.110
Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μὲν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων οἷα θαυματουργὸν ἢ φαρμακέα τινὰ θαυμασιῶσαι τοὺς παρόντας.
3.6.1
Καὶ δὴ τούσδε πρῶτον ἁπάντων ἐρωτητέον, τίνα φαῖεν πρὸς τὰ προωδευμένα; ἆρα γὰρ ἐπινοῆσαι δυνατόν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ὑγιῶν τε καὶ ἀληθῶν δογμάτων, οἵων προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι; εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεύς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας· πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν; ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν.
3.6.2
μή τι οὖν καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοιοῖσδέ τισιν ἔνοχος ἦν; πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκώς· «μὴ κτήσησθε χρυσὸν μηδ' ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδόν, μηδ' ὑποδήματα»; πῶς δ' ἂν ἐπείθοντο λέγοντι, καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκεν μετιόντα;
3.6.3
πάλαι δ' ἂν καταγελάσαντες αὐτοῦ καὶ τῶν λόγων καταπτύσαντες ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ' οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις.
3.6.4
Πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ' ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἱ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ' ἐμβλέπειν μετ' ἐπιθυμίας ἀκολάστου, φήσαντα· «ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ».
3.6.5
καί ποτε ἀναγκαίως ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι «ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει», παράδοξόν τι τοῦτο δόξαντες ὁρᾶν, ὥσπερ οὔπω καὶ ἄλλοτε πρότερον. συνίστη δὲ ἄρα ὁ λόγος τοῦ σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι' ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους, τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας, ἐδίδασκεν λέγων· «εἰσὶν εὐνοῦχοι οἵτινες ἐγενήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν».
3.6.6
Πάλιν ὁ μὲν γόης καὶ ἀληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ' ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν γένοιτ' ἂν ἔκδηλος, ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας.
3.6.7
εἰ μήτε τοιγαροῦν δόξης μήτε χρημάτων μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; Σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει; ἆρ' οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν;
3.6.8
ἀλλ' οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιόν, ὡς ἀποδέδεικται. ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομισθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων· φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβής, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμολογοῖτ' ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν.
3.6.9
Εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυματουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνωτάτω περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ, ὃν οἷα πατέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων. ἐπὶ τοσοῦτον δὲ ἄρα οἵ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ, καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρᾶς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπιτρέπειν, οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν, ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμμασιν χρῆσθαι, ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλομένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυμιάμασιν καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν.
3.6.10
ταῦτα γοῦν πάντα τῆς Χριστοῦ διδασκαλίας ἐξελήλαται, οὐδ' ἔστιν πώποτε Χριστιανὸν πε ριάμματι χρώμενον θεάσασθαι, οὐδ' ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ' ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ πολλοὶ νενομίκασιν.
3.6.11
τίς οὖν αἱρεῖ λόγος τοὺς τοιούσδε διδασκάλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομίζειν; Καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτητῶν συνουσία.
3.6.12
ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφῶν αὐτῶν ἀποφαίνουσιν· ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες· γεωμετρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταί, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες.
3.6.13
ἀλλ' οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητής, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ' ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων.
3.6.14
οὕτως δὲ ἄρα οὐδεὶς ἦν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ' ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδ' ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἵνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου.
3.6.15
Οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων Πράξεων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳ αὐτῶν προσιόντας... ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβάλλειν τὸν ἑαυτῶν τρόπον, ὡς εἰς μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι.
3.6.16
ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει· «ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνεισενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον μυριάδας πέντε».
3.6.17
τοιοῦτοι δή τινες οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδός, ὡς μηκέτι στέγειν ἀποκρύπτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι.
3.6.18
τοιοῦτοι δὲ καὶ οἱ πρὸς αὐτῶν μαθητευόμενοι, καθαροὶ καὶ γνήσιοι τὰς διαθέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παρρησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μεταβολῇ.
3.6.19
οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν, ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδήν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον; ὅτε τοίνυν οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν πεφήνασιν γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος;
3.6.20
Εἰ δ' ὅλως ἀπὸ τῶν γνωρίμων τὸν προστάτην, ὁποῖός τις ἦν, βούλει διαγιγνώσκειν, ἔχεις τοῦ Ἰησοῦ τῶν λόγων μαθητὰς εἰσέτι νῦν μυρίους, ὧν πλεῖστα μὲν ἀνδρῶν τυγχάνει πλήθη, παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονάς, ἄτρωτον δὲ καὶ τὴν διάνοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἳ καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμπρὰ τεκμήρια παρεστήσαντο.
3.6.21
οὐ μόνον δὲ ἄνδρες παρ' αὐτῷ τοῦτον φιλοσοφοῦσι τὸν τρόπον, ἀλλὰ καὶ γυναικῶν οὐδ' ἔστιν εἰπεῖν ὅσαι μυριάδες καθ' ὅλης τῆς οἰκουμένης, οἷά τινες ἱέρειαι τοῦ τῶν ὅλων θεοῦ, τὴν ἀνωτάτω σοφίαν ἀσπασάμεναι, οὐρανίου τε σοφίας ἔρωτι ληφθεῖσαι, τῶν μὲν σαρκὸς ἐγγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπιμέλειαν πεποιηκυῖαι ὅλας αὐτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήσασαι.
3.6.22
Ἕνα μὲν οὖν μηλόβοτον καταλιπόντα τὴν ἑαυτοῦ χώραν προφάσει φιλοσοφίας ᾄδουσιν ὧδε κἀκεῖσε περιφέροντες Ἑλλήνων παῖδες· Δημόκριτος αὐτοῖς οὗτος ἦν. καὶ Κράτης εἷς παρ' αὐτοῖς θαυμάζεται, ὅτι δὴ τὴν οὐσίαν καταλιπὼν τοῖς πολίταις, αὐτὸς ἑαυτόν, Κράτης Κράτητα, ἠλευθέρου κομπάζων.
3.6.23
οἱ δὲ τῶν Ἰησοῦ λόγων ζηλωταὶ μυρίοι τὸν ἀριθμόν, ἀλλ' οὐχ εἷς οὐδὲ δύο, τὰς κτήσεις ἀπεμπολήσαντες πένησι καὶ ἐνδεέσιν μεταδεδώκασιν, ὧν καὶ αὐτοὶ τυγχάνομεν μάρτυρες συγγενόμενοι τοιούτοις, καὶ αὐτοῖς ἔργοις ἀλλ' οὐ λόγοις μόνοις τῆς τοῦ Ἰησοῦ μαθητείας συνιδόντες τὰ κατορθώματα.
3.6.24
Τί χρὴ λέγειν ὁπόσαι μυριάδες καὶ αὐτῶν βαρβάρων, οὐχὶ δὲ μόνον Ἑλλήνων, ἐκ τῶν Ἰησοῦ λόγων πᾶσαν μὲν ὑπερεκκῦψαι πολύ θεον πλάνην «τὸν δὲ πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς» μόνον εἰδέναι θεὸν ἐμαρτύρησαν; ὃν πάλαι φιλοσόφων εἷς μόνος ὁ Πλάτων εἰδώς, εἰς πάντας ἐκφέρειν ὡμολόγει μὴ τολμᾶν, διαρρήδην φάσκων· «τὸν μὲν οὖν πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν».
3.6.25
ἀλλ' ἐκείνῳ μὲν καὶ ἔργον εὑρεῖν ἐδόκει τὸ πρᾶγμα, καὶ ἦν ὡς ἀληθῶς μέγιστον, ἀδύνατον δ' ἦν αὐτῷ λέγειν εἰς πάντας, ὅτι μὴ παρῆν αὐτῷ τοσαύτη τις εὐσεβείας δύναμις ὅση τοῖς Ἰησοῦ μαθηταῖς, οἷς διὰ τῆς τοῦ διδασκάλου συνεργίας τὸν πατέρα καὶ δημιουργὸν τῶν ὅλων εὑρεῖν τε καὶ γνῶναι ῥᾴδιον γέγονεν, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν ἀνακαλύψαι τε καὶ πληρῶσαι καὶ κηρῦξαι τὴν γνῶσιν πᾶσιν, ὥστε ἐκ τῆς αὐτῶν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσιν μυρία πλήθη οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον τῷ τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ «δημιουργὸν τοῦδε τοῦ παντὸς» μόνον θεὸν γνωρίζειν καὶ μόνον σέβειν καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. ταῦτ' ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα, τοιαῦτα τοῦ νομιζομένου πλάνου τὰ γοητεύματα, καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταί, ἀφ' ὧν δεῖ τὸν διδάσκαλον ὁποῖός τις ἦν γνωρίζειν.
3.6.26
Φέρε δ' ἔτι καὶ ταύτῃ τὸν λόγον διερευνησώμεθα. γόητα φῂς αὐτόν, ὦ οὗτος, ἀλλὰ καὶ φαρμακέα δεινὸν καὶ ἀπατεῶνα καλεῖς. ἆρ' οὖν πρῶτος αὐτὸς καὶ μόνος εὑρετὴς κατέστη τοῦ πράγματος, ἢ πάντως που κατὰ τὸ ἀκόλουθον εἰς διδασκάλους ἀναπέμπειν χρὴ τὰ αἴτια; εἰ μὲν γὰρ μηδενὸς διδάξαντος αὐτὸς πρῶτος καὶ μόνος εὑρετὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ' ἑτέρων μαθὼν μηδ' ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτόν, ὃς ἄνευ βίβλων καὶ λόγων καὶ διδασκάλων αὐτοδίδακτος καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν; καὶ μὴν οὔτε βαναύσου τέχνης οὔτε λογικῆς ἐπιστήμης οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατόν, μὴ οὐχὶ τὴν κοινὴν ἐκβεβηκότα φύσιν.
3.6.27
οὐδεὶς γοῦν τῶν πώποτε αὐτοδίδακτος ἡμῖν γραμματικῆς παρῆλθεν διδάσκαλος, οὐδέ γε ῥήτωρ μὴ μεμαθηκώς, οὐδ' αὐτοφυὴς ἰατρός, οὐδὲ τέκτων, οὐδ' ἑτέρας δημιουργὸς τέχνης. καίτοι μικρὰ ταῦτα καὶ ἀνθρώπεια· τὸ δὲ φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα, καθ' ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τεραστείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ' ἐκ νέων διδασκάλων ὠφελημένον, τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον;
3.6.28
Ἀλλὰ διδασκάλοις αὐτὸν φῂς προσεσχηκέναι πλάνοις, μηδὲ λαθεῖν αὐτὸν τὰ σοφὰ τῶν Αἰγυπτίων καὶ τῶν πάλαι παρ' αὐτοῖς λεγομένων τὰ ἀπόρρητα, παρ' ὧν συλλεξάμενον, ἄνδρα τοιοῦτον, οἷον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. τί δῆτα οὖν, ἦ τινες ἄλλοι κρείττους αὐτοῦ πεφήνασιν καὶ πρότεροι τῷ χρόνῳ καὶ αὐτοῦ διδάσκαλοι, εἴτ' ἐπ' Αἰγύπτου εἴθ' ὅπῃ δή;
3.6.29
τί οὖν οὐχὶ κἀκείνων, πρὸ τῆς τούτου κατηγορίας, ἔφθασεν εἰς πάντας ἀνθρώπους ἡ φήμη, ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παραπλησίως; Τίς δὲ τῶν ἀπ' αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιούτων κατέστη διδάσκαλος φοιτητῶν καὶ τοιούτων νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ σωτῆρος ἡμῶν ἐπιδέδεικται δύναμις; ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιηκὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται;
3.6.30
τίνος δὲ οἱ γνώριμοι καὶ τῶν πραγμάτων αὐτόπται διὰ πυρὸς καὶ σιδήρου δοκιμῆς τὴν ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο ὥσπερ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὐτοῖς πιστωσάμενοι;
3.6.31
Ἔτι πρὸς τούτοις ὁ τῷ δι' ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω, τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθέν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; Βασιλέων δὲ δόγμασιν καὶ παλαιῶν νομοθετῶν φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ' εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησεν μέν, οὐ τετόλμηκεν δὲ ἐπιχειρῆσαι, ἀλλ' οὐδ' ἐπεχείρησεν μέν, οὐ κατώρθωσεν δέ,
3.6.32
ἑνὶ δὲ ῥήματι καὶ μιᾷ φωνῇ φήσας πρὸς τοὺς ἑαυτοῦ μαθητὰς «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν», ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταί, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν ἐξ αἰῶνος παρ' αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνατρεπτικοί, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί.
3.6.33
Τί δῆτα οὖν τοῖς πάλαι γόησιν πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων ἢ καὶ μετὰ ταῦτα τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ' ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ' οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς, ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπιδεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώποτε παρ' ἀνθρώποις μνημονευθέντα κατώρθωται. ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω.
3.6.34
Πάλιν δ' ἐπὶ τὸν δι' ἐναντίας ἰτέον, ἐρωτητέον τε εἴ ποτε ὀφθαλμοῖς εἶδεν ἢ ἀκοῇ ἔγνω γόητάς τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεώς τε καὶ παρουσίας γοητεύοντας. μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν; οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἱ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσιν θυσίαν προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσιν δουλωθῆναι ὑπομένοντες.
3.6.35
τίς δ' οὐκ οἶδεν, ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; οὕτως ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ' αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ' οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν.
3.6.36
ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ' ἂν τοῖς πονηροῖς πνεύμασιν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ τῇ τῆς προσηγορίας δυνάμει;
3.6.37
ὥσπερ οὖν καὶ πάλαι καθ' ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, μὴ φέροντες αὐτοῦ τὴν παρουσίαν, ἄλλος ἄλλοθεν ἐβόα· «ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»; Ἀνὴρ δὲ ὅλως γοητείᾳ προσέχων τὸν νοῦν, καὶ πάντως γέ που ἀπειρημένοις πράγμασιν ἐγχειρῶν, ἆρ' οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής; τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιωτηρίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύσει, ἀκόλουθα τῇ ἑαυτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους;
3.6.38
εἰ μὲν δὴ τοιαῦτά τινα ἦν ἰδεῖν καὶ περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, οὐδὲν ἂν ἦν εἰπεῖν· εἰ δ' ἐφ' ἑκάστῳ πράγματι καὶ λόγῳ τὸν πάντων δημιουργὸν πατέρα θεὸν ἀνακαλούμενος ἀποδείκνυται καὶ τοὺς φοιτητὰς τοιούτους εἶναι παρασκευάζων, καὶ εἰ σώφρων αὐτὸς καὶ σωφρόνων λόγων διδάσκαλος, καὶ εἰ ποιητὴς καὶ κῆρυξ δικαιοσύνης καὶ ἀληθείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς ἁπάσης καὶ θεοσεβείας εἰσηγητὴς τοῦ παμβασιλέως θεοῦ, πῶς οὐχ ἕπεται τούτοις τὸ μηδὲν μὲν ἡγεῖσθαι κατὰ γοητείαν αὐτὸν τῶν παραδόξων πεποιηκέναι, δυνάμει δ' ἀπορρήτῳ καὶ ὡς ἀληθῶς ἐνθέῳ συνομολογεῖν;
3.6.39
Ἀλλ' εἰς τοσοῦτον ἐλαύνεις ἀπηνείας, ὡς μὴ λογισμοῖς σώφροσιν λόγων τε ἀκολουθίᾳ προσέχειν τὸν νοῦν, μηδὲ πείθεσθαι τοῖς εἰκόσι τεκμηρίοις, ὑπονοῶν τάχα που τοὺς λέγοντας ἡμᾶς. ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σωτῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ' εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ' ἂν γένοιτό σοι τούτων ἀξιόπιστος ὁμολογία μᾶλλον τῆς τοῦ καθ' ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν οἷς ἐπέγραψεν· «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ἐν τρίτῳ συγγράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ λέξιν·
3.7.1
«Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ' ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσιν.» καὶ ὑποβὰς ἐπιλέγει· «περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστιν θεός, φησίν· Ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται· ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη ψυχή· εὐσεβέστατον ἄρα ἔφη αὐτόν, καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων εὐσεβῶν, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη, ἔχρησεν· Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται· ψυχὴ δ' εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει»,
3.7.2
καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς· «αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.»
3.7.3
Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ' οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ καὶ παρὰ τοῖς σαὐτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ' εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἁψίδων οἰκήτορα.
3.7.4
ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι μᾶλλον δ' ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πᾶσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα;
3.7.5
Καὶ σὺ δ' ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο, τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος, ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον.
3.7.6
διανοηθεὶς γάρ, ὃ μηδεὶς πώποτε, νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, ὡς εἰκός τινα παραλογώτατα ταῦτ' αὐτὸν πεποιηκέναι νομίσαι.
3.7.7
πῶς γάρ; οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ' ἂν πλήθει διειλέχθησαν οἱ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ' ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησιν· «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»·
3.7.8
ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς τηλικούτων θαυμάτων ποιητής, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων» φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένος ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδείξας τῆς αὐτοῦ διδασκαλίας.
3.7.9
Καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς μὴ νομοθέτης μὴ φιλόσοφος μὴ Ἕλλην μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ' οὐδ' εἰς φαντασίαν ἐλθὼν τοῦ παραπλησίου; ἀγαπητὸν γὰρ ἑκάστῳ ἦν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ' ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἷός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνήν, αὐτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη».
3.7.10
καὶ πῶς, εἶπον ἂν οἱ μαθηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ' ἡμῖν ἔσται δυνατόν; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δ' Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ;
3.7.11
Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδούς, καὶ εἴ τινα βαρβάρων γένοιτο ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστασθαι, ἕνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσιν τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστιν τοῦ τολμήματος;
3.7.12
ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατορθώσειν «τῷ ὀνόματί μου»· οὐ γὰρ δὴ ἁπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς «ἐν τῷ ὀνόματι αὐτοῦ».
3.7.13
ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν, ὡς φάναι τὸν ἀπόστολον, ὅτι δὴ «ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη τῷ ὀνόματί μου».
3.7.14
εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον εἰπών· «δεῖ γὰρ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν». ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἱ παρόντες ἤκουον μόνοι. πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ' αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι, συλλογιζομένῳ σοι ὁμολογεῖν ἀνάγκη.
3.7.15
προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷ νεύματι κατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκήρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσιν, καὶ βάρβαροι καὶ Ἕλληνες τὰς περὶ τοῦ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.
3.7.16
Καίτοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως, τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτα ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐτοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;
3.7.17
ἀλλὰ μὴν οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυχοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λόγοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγών, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου;
3.7.18
εἰ μὲν γάρ, τοῦτον ἐπικρυψάμενοι καὶ μὴ ὁμολογοῦντες εἰς πάντας, οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον λέγω δὲ τὰς θαυματουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φιλοσόφους διδασκαλίας αὐτοῦ, οὐδ' οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέσθαι τοὺς ἀκούοντας ξενοφωνουμένους καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ' ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν· πλὴν ἀλλ' ἔδοξεν ἂν πιθανώτερον λέγεσθαι τὰ εἰρημένα.
3.7.19
νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἷα θεόν, τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν, τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως;
3.7.20
τίς δ' οὕτως ἠλίθιος ὑπῆρχεν, ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἦν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ' ἂν λέγουσιν χρῆναι δεῖν τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὐτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυ ρωθέντος παρηγγελμένοις; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.
3.7.21
ἐγὼ μὲν οὖν ἐξετάζων παρ' ἐμαυτῷ φιλαλήθως τὸν λόγον, οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν οὐδ' ἀξιόπιστον, ἀλλ' οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἕνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι...
3.7.22
Ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ' ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ' αὐτῆς λέγω τῆς Ῥωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ' ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσιν, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίου ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς· «μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου».
3.7.23
τοῦτο δ' οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι'
3.7.2
ἐπιλέγει· «περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστιν θεός, φησίν· Ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται· ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη ψυχή· εὐσεβέστατον ἄρα ἔφη αὐτόν, καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων εὐσεβῶν, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη, ἔχρησεν· Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται· ψυχὴ δ' εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει»,
3.7.3
καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς· «αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.»
3.7.4
Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ' οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ καὶ παρὰ τοῖς σαὐτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ' εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἁψίδων οἰκήτορα.
3.7.5
ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι μᾶλλον δ' ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πᾶσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα;
3.7.6
Καὶ σὺ δ' ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο, τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος, ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον.
3.7.7
διανοηθεὶς γάρ, ὃ μηδεὶς πώποτε, νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, ὡς εἰκός τινα παραλογώτατα ταῦτ' αὐτὸν πεποιηκέναι νομίσαι.
3.7.8
πῶς γάρ; οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ' ἂν πλήθει διειλέχθησαν οἱ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ' ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησιν· «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»·
3.7.9
ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς τηλικούτων θαυμάτων ποιητής, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων» φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένος ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδείξας τῆς αὐτοῦ διδασκαλίας.
3.7.10
Καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς μὴ νομοθέτης μὴ φιλόσοφος μὴ Ἕλλην μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ' οὐδ' εἰς φαντασίαν ἐλθὼν τοῦ παραπλησίου; ἀγαπητὸν γὰρ ἑκάστῳ ἦν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ' ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἷός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνήν, αὐτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη».
3.7.11
καὶ πῶς, εἶπον ἂν οἱ μαθηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ' ἡμῖν ἔσται δυνατόν; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δ' Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ;
3.7.12
Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδούς, καὶ εἴ τινα βαρβάρων γένοιτο ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστασθαι, ἕνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσιν τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστιν τοῦ τολμήματος;
3.7.13
ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατορθώσειν «τῷ ὀνόματί μου»· οὐ γὰρ δὴ ἁπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς «ἐν τῷ ὀνόματι αὐτοῦ».
3.7.14
ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν, ὡς φάναι τὸν ἀπόστολον, ὅτι δὴ «ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη τῷ ὀνόματί μου».
3.7.15
εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον εἰπών· «δεῖ γὰρ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν». ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἱ παρόντες ἤκουον μόνοι. πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ' αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι, συλλογιζομένῳ σοι ὁμολογεῖν ἀνάγκη.
3.7.16
προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷ νεύματι κατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκήρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσιν, καὶ βάρβαροι καὶ Ἕλληνες τὰς περὶ τοῦ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.
3.7.17
Καίτοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως, τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτα ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐτοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;
3.7.18
ἀλλὰ μὴν οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυχοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λόγοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγών, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου;
3.7.19
εἰ μὲν γάρ, τοῦτον ἐπικρυψάμενοι καὶ μὴ ὁμολογοῦντες εἰς πάντας, οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον λέγω δὲ τὰς θαυματουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φιλοσόφους διδασκαλίας αὐτοῦ, οὐδ' οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέσθαι τοὺς ἀκούοντας ξενοφωνουμένους καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ' ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν· πλὴν ἀλλ' ἔδοξεν ἂν πιθανώτερον λέγεσθαι τὰ εἰρημένα.
3.7.20
νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἷα θεόν, τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν, τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως;
3.7.21
τίς δ' οὕτως ἠλίθιος ὑπῆρχεν, ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἦν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ' ἂν λέγουσιν χρῆναι δεῖν τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὐτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυ ρωθέντος παρηγγελμένοις; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.
3.7.22
ἐγὼ μὲν οὖν ἐξετάζων παρ' ἐμαυτῷ φιλαλήθως τὸν λόγον, οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν οὐδ' ἀξιόπιστον, ἀλλ' οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἕνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι...
3.7.23
Ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ' ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ' αὐτῆς λέγω τῆς Ῥωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ' ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσιν, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίου ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς· «μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου».
3.7.24
τοῦτο δ' οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι' ἧς ἔμελλον ἐπιθαρρεῖν καὶ προθύμως ἐπιδιδόναι σφᾶς αὐτοὺς τοῖς παρηγγελμένοις. φησὶν γοῦν αὐτοῖς· «καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος». ἀλλὰ καὶ πνεύματος αὐτοῖς ἐμπνεῦσαι λέγεται θείου, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἔνθεον καὶ παραδοξοποιὸν πεποιηκέναι, τοτὲ μὲν φήσας «λάβετε πνεῦμα ἅγιον», τοτὲ δὲ εἰπὼν «ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε».
3.7.24
Συνορᾷς τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι' αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πράξεων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱστοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι' ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι.
3.7.25
ἐξέπληττον γὰρ ὡς εἰκὸς διὰ τῶν ἔργων τοὺς θεωμένους πρότερον· εἶθ' οὕτως προθύμους εἶχον αὐτοὺς ἐπὶ τὸ φιλοπευστεῖν, τίς ποτ' ἦν οὗτος οὗ τῇ δυνάμει καὶ προσηγορίᾳ τὸ θαῦμα γέγονεν· εἶτα διδάσκοντες ηὕρισκον τῇ πίστει φθάνοντας τὴν παρ' αὐτῶν διδασκαλίαν.
3.7.26
οὐ γὰρ τοῖς λόγοις πεισθέντες ἀλλὰ τοῖς ἔργοις προκαταληφθέντες ῥᾴδιον ἐποιοῦντο τὴν ἐν τοῖς λόγοις διάθεσιν. λέγονται γοῦν ἤδη τινὲς βουθυσίας καὶ σπονδὰς ὡς ἂν ἤδη θεοῖς οὖσιν τοῖς τοῦ Ἰησοῦ προσαγηοχέναι· καὶ τινὰ μὲν αὐτῶν τὸν Ἑρμῆν εἶναι, τινὰ δὲ τὸν Δία νενομικέναι. τοσοῦτον αὐτῶν τὰς διανοίας ἐξέπληττεν ἡ τῶν παραδόξων ἔργων ἐπίδειξις.
3.7.27
καὶ δὴ οὕτω διακειμένοις πάνθ' ὅσα περὶ τοῦ Ἰησοῦ κατήγγελλον ἤδη λοιπὸν ἀληθεύειν εὐλόγως ἐνομίζοντο, καὶ τῇ μετὰ τὸν θάνατον ἀναβιώσει αὐτοῦ οὐχ ἁπλοῖς οὐδ' ἀναποδείκτοις ἐμαρτύρουν λόγοις, δι' αὐτῆς δ' ἐνεργείας ἔπειθον, ζῶντος ἔργα παριστῶντες.
3.7.28
εἰ δὲ καὶ θεὸν αὐτὸν καὶ θεοῦ παῖδα πρὸ τῆς εἰς ἀνθρώπους ἀφίξεως παρὰ τῷ πατρὶ τυγχάνοντα κατήγγελλον, καὶ τούτῳ πῶς οὐκ ἂν προσέθεντο μᾶλλον, τὸ ἐναντίον ἄπιστον εἶναι καὶ ἀδύνατον ἡγούμενοι εἰκότως, λογισάμενοι μὴ δύνασθαι θνητῆς ἔργα φύσεως εἶναι νομίζειν τὰ δρώμενα ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις;
3.7.29
τοῦτ' ἦν ἄρα καὶ οὐδὲν ἄλλο τὸ ζητηθὲν αὐτὸ ἐκεῖνο, ὁποίᾳ δυνάμει περιγεγόνασιν τῶν ἐν ἀρχαῖς ἀκροωμένων οἱ τοῦ Ἰησοῦ μαθηταί, καὶ ὅπως Ἕλληνας ὁμοῦ καὶ βαρβάρους ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ τὰς χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεστήσαντο διδασκαλεῖα.
3.7.30
Καίτοι τίς οὐκ ἂν θαυμάσειεν πρὸς ἑαυτὸν ἐπιλογισάμενος καὶ ἐνθυμηθείς, ὡς οὐκ ἀνθρώπινον ἦν τὸ μηδ' ἄλλοτε ὑπὸ μίαν τὴν Ῥωμαίων ἀρχὴν γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ' ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων.
3.7.31
ἅμα γὰρ τῇ εἰς ἀνθρώπους αὐτοῦ παραδόξῳ ἐπιδημίᾳ καὶ τὰ Ῥωμαίων ἀκμάσαι συνηνέχθη, τότε πρῶτον Αὐγούστου τῶν πλείστων ἐθνῶν μοναρχήσαντος, καθ' ὃν Κλεοπάτρας ἁλούσης ἡ κατ' Αἴγυπτον τῶν Πτολεμαίων διαδοχὴ λέλυτο· ἐξ ἐκείνου τε καὶ εἰς δεῦρο τὸ ἀπ' αἰῶνος καὶ ἀπ' αὐτῆς ὡς εἰπεῖν τῆς πρώτης ἀνθρωπείας... συστὰν Αἰγύπτου βασίλειον καθῄρητο.
3.7.32
ἐξ ἐκείνου τε καὶ τὸ Ἰουδαίων ἔθνος Ῥωμαίων δοῦλον γέγονεν, καὶ τὸ Σύρων ὡσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βι θυνῶν καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ἁπάντων.
3.7.33
τοῦτο δ' ὅτι μὴ ἀθεεὶ τῇ περὶ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ συνεισῆλθεν τίς οὐκ ἂν ὁμολογήσειεν, διανοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθηταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλοδαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρημένων ἀφόβως ἤδη καὶ ἐπ' ἀδείας τὸ προκείμενον ἤνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστείλαντος.
3.7.34
λόγισαι γὰρ ὡς, εἰ μηδὲν τὸ κωλῦον ἦν τοὺς περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ' ἑαυτοῖς εἶχον οἱ δεισιδαίμονες τὴν ἐπ' αὐτῶν ἐξουσίαν.
3.7.35
νῦν δὲ καὶ τοῦτο θεοῦ τοῦ ἐπὶ πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται.
3.7.36
Πάλιν τε αὖ ὡς μὴ νομισθείη κατὰ συγχώρησιν τῶν κρατούντων διαρκέσειν· εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τούτῳ πράττειν ἐνεδίδου τὸ καταθύμιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ εἰς τὸ τοῖς πᾶσιν φανερὸν καταστῆναι, ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βουλῆς ἀλλ' ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου σύστασις.
3.7.37
αὐτίκα τίς οὐκ ἂν θαυμάσειεν τὰ συμβαίνειν κατὰ τοὺς τοιούσδε καιροὺς εἰωθότα; οἱ μὲν γὰρ τῆς εὐσεβείας ἀθληταὶ τὸ πρὶν ἀνθρώποις γε... τοῖς πᾶσιν διάδηλοι καὶ διαπρεπεῖς ἐγίνοντο τῶν παρὰ τῷ θεῷ κατηξιωμένοι βραβείων· οἱ δὲ τῆς εὐσεβείας πολέμιοι τὰς προσηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσιν διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι.
3.7.38
οἱ δέ γε λοιποὶ πάντες τῆς ἐνθέου προσηγορίας ἠξιωμένοι καὶ τὰ Χριστοῦ φρονεῖν αὐχοῦντες, ἐπ' ὀλίγον ἐγγυμνασάμενοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ εἰλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οἰκείαν αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι' αὐτῶν ἐκλάμποντος τοῦ σωτηρίου λόγου καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος,
3.7.39
μὴ μόνον τε τῶν ὁρατῶν πολεμίων κατεξανισταμένου, ἀλλὰ καὶ τῶν ἀοράτων, εἴ τινες ἄρ' εἶεν ἀμφὶ τὸν περὶ γῆν ἀέρα ζοφώδη πονηροὶ δαίμονες καὶ ἄρχοντες τούτων· οὓς καὶ αὐτοὺς οἱ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι' ἁγνείας βίου καὶ τῶν πρὸς τὸν θεὸν εὐχῶν διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες,... σημείων τῶν πάλαι ἱστορουμένων ὑπ' αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾶν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου ἀρετῆς αὐτοῦ διαδεικνύντες.
3.7.40
Ἀλλὰ γὰρ τῶνδε κατὰ καιρὸν προγεγυμνασμένων, καιρὸς ἤδη καλεῖ τῆς μυστικωτέρας περὶ αὐτοῦ θεολογίας ἐφάψασθαι, καὶ τὸν θεὸν λόγον, ὅστις ποτ' ἦν ὁ διὰ τοῦ φαινομένου ἀνδρὸς τὰς θαυματουργίας ἐκτελῶν, ἐποπτεῦσαι. εὐαγγελικῆς ἀποδείξεως. μυστικῆς οἰκονομίας. βʹ. Ὅπως αὐτὸν πρὸ πάσης κτίσεως υἱὸν θεοῦ γεγονέναι φαμέν. γʹ. Ὅτι μὴ πλείους υἱοὶ τοῦ ἐπὶ πάντων θεοῦ, μόνος δὲ εἷς ἐκ θεοῦ θεὸς εὐλόγως ἡμῖν ἀνηγόρευται. δʹ. Ὡς ἀναγκαία τῇ τῶν ὅλων συστάσει ἡ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ προΰπαρξις ἀποδίδοται. εʹ. Ὡς μυρίας μὲν ὁμολογοῦμεν εἶναι γενητὰς θείας δυνάμεις, μόνην δὲ τὴν τοῦ υἱοῦ, δι' ἣν ἐπάγεται εἰκόνα τοῦ θεοῦ πατρός, θεολογοῦμεν. ϛʹ. Ὡς ἀπὸ πρώτης συστάσεως τῶν ὅλων ἀφανῶς ὁ Χριστὸς τοῦ θεοῦ τῶν θεοφιλῶν ψυχῶν ἐπιστατεῖ. ἀποκεκάλυπτο, διὰ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γινωσκομένη. ηʹ. Ὡς μόνους τοὺς κατ' οὐρανὸν φωστῆρας τὰ λοιπὰ τῶν ἐθνῶν ἔσεβον, ἀγγέλοις τισὶν ἐγκεχειρισμένα. θʹ. Περὶ τῆς ἐχθρᾶς καὶ ἀντικειμένης τῷ θεῷ δυνάμεως καὶ τοῦ ταύτης ἐξάρχοντος καὶ ὡς διὰ ταύτης τὸ πάντων ἀνθρώπων ὑπήγετο γένος. πάροδον. ιαʹ. Ὅπως τὸν ἐν ἀνθρώποις διεξῆλθε βίον. ιβʹ. Ὡς καὶ μέχρι τῶν πάλαι κατοιχομένων ἐκάλουν αὐτὸν οἱ τῆς φιλανθρωπίας νόμοι. ιγʹ. Ὡς ἀπαθὴς καὶ ἀβλαβὴς καὶ ἀσώματος διέμεινεν καὶ καθ' ὃν ἐνηνθρώπει καιρόν. παρέσχετο ἐλπίδα. ιεʹ. Τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία· ὡς θεὸς καὶ κύριος καὶ ἀρχιερεὺς τοῦ τῶν ὅλων θεοῦ διὰ τῶν παρ' Ἑβραίοις προφητῶν ὁ Χριστὸς ἀνηγορεύετο. ιϛʹ. Δι' ὅσων προφητικῶν γραφῶν ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ιθʹ Ψαλμοῦ. Ἀπὸ τοῦ κζʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πγʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πηʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ρλαʹ Ψαλμοῦ. Ἀπὸ τοῦ Ἀμώς. Ἀπὸ τοῦ Ἀμβακούμ. Ἀπὸ τῶν Ἱερεμίου θρηνῶν. Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. Ἀπὸ τῆς αὐτῆς. Ἀπὸ τοῦ μδʹ Ψαλμοῦ. ιζʹ. Ὅτι καὶ τὸ Ἰησοῦ ὄνομα παρὰ τοῖς προπάλαι τοῦ θεοῦ γνωρίμοις τετίμητο. Ἀπὸ τῆς Ἐξόδου. Ἀπὸ τοῦ Ζαχαρίου. 4. t. 1 Λόγος δʹ.

Intertext edge

Open linked passage

Note