Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀπορρητοτέρων ἐφάψασθαι λόγων τῶν περὶ τῆς κατ' αὐτὸν μυστικωτέρας θεολογίας.
4.1.2
ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀϊδίου μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων πανηγεμόνος τε καὶ παμβασιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πῆ μὲν ὁμοίως ἡμῖν ταῖς παρ' αὐτοῖς ἑπόμενοι γραφαῖς ἔτι νῦν ὁμολογοῦσιν, πῆ δὲ μακρὰν ἀποπίπτουσιν, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ' οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι.
4.1.3
οἱ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ' ἤδη μὲν εἰς ἅπαξ ἀποδείκνυμεν ἐλθόντα, καὶ δευτέραν δὲ αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν, ταῖς τῶν θεοφόρων προφητῶν προρρήσεσίν τε καὶ διδασκαλίαις πειθόμενοι, ἰδεῖν εὐχόμεθα. διττοῦ δ' ὄντος τοῦ κατ' αὐτὸν λόγου ὁ μὲν νεώτερος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος· ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτερος.
4.1.4
βουληθεὶς γὰρ ὁ θεός, ἅτε μόνος ὢν ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγή, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῆναι κοινωνούς, ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄυλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον ἐπὶ τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῇ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν οἰκείους μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια· προλαβὼν τὸ μέλλον οἷα θεὸς τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἕνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ' Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα.
4.1.5
παρ' ὧν δὴ μαθεῖν ἔνεστιν, ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχή, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄρρητον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθόν, τὸ πάντων αἴτιον, τὸ ποιητικόν, τὸ εὐεργετικόν, τὸ προνοητικόν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεός, ἐξ οὗ τὰ πάντα, δι' ὃν τὰ πάντ' ἐστίν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.»
4.1.6
ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἄν, τὸ μόνον τῆς τῶν γενητῶν ἁπάντων οὐσιώσεώς τε καὶ ὑπάρξεως αἴτιον· θέλοντος γὰρ ἔστιν, θέλει δέ, ὅτι τὴν φύσιν ἀγαθὸς ὢν τυγχάνει. ἀγαθῷ δὲ οὐδέν, ὅτι μὴ τὸ θέλειν τὰ ἀγαθά, προσφυές.
4.1.7
θέλων δὲ ταῦτα καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεώς τε καὶ συστάσεως τὴν ἑαυτοῦ βουλὴν καὶ δύναμιν προβεβλημένος, ὡς μηκέτι εὐλόγως φάναι δεῖν ἐξ οὐκ ὄντων εἶναί τι τῶν ὄντων· οὐδὲ γὰρ ἂν εἴη τι τὸ ἐκ μὴ ὄντος. πῶς γὰρ τὸ μὴ ὂν ἑτέρῳ τοῦ εἶναι γένοιτ' ἂν αἴτιον; πᾶν δὲ ὅ τι ποτὲ καὶ ἔστιν ἐξ ἑνὸς τοῦ μόνου ὄντος καὶ προόντος, τοῦ δὴ καὶ φήσαντος «ἐγώ εἰμι ὁ ὤν», τὸ εἶναι λαβὸν ἔχει,
4.1.8
ὅτι δὴ
4.1.9
μόνος ὢν καὶ ἀεὶ ὢν αὐτὸς πᾶσι, τοῖς ἐξ αὐτοῦ τὸ εἶναι κτησαμένοις, αἴτιος τοῦ εἶναι κατέστη τῷ θέλειν καὶ τῷ δύνασθαι, καὶ τὴν οὐσίαν τοῖς πᾶσι καὶ τὰς δυνάμεις καὶ τὰ εἴδη πλουσίως καὶ ἀνεπιφθόνως ἐξ αὐτοῦ κεχαρισμένος.
4.2.1
Καὶ δὴ τῶν ὄντων ἁπάντων πρῶτον ὑφίστησιν αὐτοῦ γέννημα τὴν πρωτότοκον σοφίαν, ὅλην δι' ὅλου νοερὰν καὶ λογικὴν καὶ πάνσοφον, μᾶλλον δὲ αὐτόνουν καὶ αὐτόλογον καὶ αὐτοσοφίαν, καὶ εἴ τι δὲ αὐτόκαλον καὶ αὐτοάγαθον ἐπινοεῖν ἐν γενητοῖς θέμις, τοῦτο πρῶτον αὐτὸς ἐξ αὐτοῦ θεμέλιον τῶν μετὰ ταῦτα γενησομένων προβάλλεται, τὸ τέλειον τελείου δημιούργημα, καὶ σοφοῦ σοφὸν ἀρχιτεκτόνημα, ἀγαθοῦ πατρὸς ἀγαθὸν γέννημα, καὶ τί γὰρ ἄλλο ἢ τῶν μετέπειτα, τὸ εἶναι δι' αὐτοῦ λαβόντων, προστάτην καὶ κηδεμόνα, σωτῆρά τε καὶ ἰατρόν, καὶ κυβερνήτην τῆς τῶν ὅλων δημιουργίας τοὺς οἴακας περιδεδραγμένον;
4.2.2
ὅθεν εἰκότως οἱ χρησμοὶ θεολογοῦντες θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι' ἣν καὶ θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξομοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ πατρὸς ὑποβεβλῆσθαι, ἵνα ὥσπερ δι' ἑνὸς πανσόφου καὶ ζῶντος ὀργάνου τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος τὰ πάντα αὐτῷ ἀπευθύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέστηκέν τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει ἑνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ' ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ θεοῦ λόγῳ τε καὶ νόμῳ συναγόμενά τε καὶ συνδούμενα.
4.3.1
Ἑνὸς δὲ ὄντος τοῦ πατρὸς ἕνα χρὴ καὶ τὸν υἱὸν ἀλλ' οὐ πολλοὺς εἶναι, καὶ ἕνα τέλειον μόνον γεννητὸν θεὸν ἐκ θεοῦ, ἀλλ' οὐ πλείους. ἐν γὰρ πλείοσιν ἑτερότης ἔσται καὶ διαφορὰ καὶ τοῦ χείρονος εἰσαγωγή. διὸ δὴ εἷς θεὸς ἑνὸς υἱοῦ τελείου καὶ μονογενοῦς, ἀλλ' οὐ πλειόνων θεῶν οὐδ' υἱῶν πατήρ,
4.3.2
ἐπεὶ καὶ μιᾶς οὔσης φωτὸς οὐσίας μίαν καὶ τὴν ἐξ αὐτοῦ γεννωμένην τελείαν αὐγὴν πᾶσα ἀνάγκη τίθεσθαι.
4.3.3
τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεῖν δυνατόν; μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα; πᾶν γὰρ τὸ ταύτης ἀλλότριον «σκότος» ἂν εἴη «καὶ οὐ φῶς». ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς ἀρρήτου φωτὸς ὄντος, οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ' οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ υἱοῦ οἷόν τε· «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ».
4.3.4
διὸ εἴρηται· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγή, ὁ δ' υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ' ἑαυτὸν ὑφέστηκεν, καὶ φωτὸς μὲν ἡ αὐγὴ χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγχάνει, καθ' ἑαυτὸν οὐσιωμένος.
4.3.5
καὶ πάλιν ἡ μὲν αὐγὴ συνυπάρχει τῷ φωτί, συμπληρωτική τις οὖσα αὐτοῦ ἄνευ γὰρ αὐγῆς οὐκ ἂν ὑποσταίη φῶς, ὁμοῦ τε καὶ καθ' ἑαυτὸ συνυφέστηκεν· ὁ δὲ πατὴρ προϋπάρχει τοῦ υἱοῦ καὶ τῆς γενέσεως αὐτοῦ προϋφέστηκεν, ᾗ μόνος ἀγέννητος ἦν.
4.3.6
καὶ ὁ μὲν καθ' ἑαυτὸν τέλειος καὶ πρῶτος ὡς πατήρ, καὶ τῆς τοῦ υἱοῦ συστάσεως αἴτιος, οὐδὲν εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ θεότητος παρὰ τοῦ υἱοῦ λαμβάνων· ὁ δέ, ὡς ἐξ αἰτίου γεγονὼς υἱός, δεύτερος οὗ ἐστιν υἱὸς καθέστηκεν, παρὰ τοῦ πατρὸς καὶ τὸ εἶναι καὶ τὸ τοιόσδε εἶναι εἰληφώς.
4.3.7
καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατὰ προαίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατήρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο.
4.3.8
ἀγενήτου τοιγαροῦν καὶ ἀϊδίου φωτὸς ὄντος ἑνός, πῶς ἂν γένοιτο ἀλλοία τις εἰκών, οὐχὶ δὲ καὶ αὐγή, οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς τῷ πρωτοτύπῳ σῴζουσα; πῶς δ' ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκών, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα, ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ' ἑνὸς εἶναι τοῦ ἀϊδίου φωτὸς ἓν τὸ τέλειον, ἀλλ' οὐ διάφορα καὶ πολλά, τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρχον καὶ ἀγένητον οὐσίαν θεολογούμενον τέλειον ἀγαθόν.
4.3.9
ἕνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι. Καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προϊούσης οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν ἀλλ' οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεός, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστησαμένου, μίαν ταύτην ἀλλ' οὐ πλείους ἐπινοεῖν θέμις.
4.3.10
τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης, εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ παρεισακτέον. «ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής».
4.3.11
ἐξ εὐώδους μέντοι σώματος, μύρου τινὸς φέρε ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων ἀνθῶν τε καὶ ἀρωμάτων, εὐώδης τις πνοὴ παρὰ τὸ πρῶτον ὑποκείμενον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται καὶ πληροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μείωσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προϋποκειμένου.
4.3.12
τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μένοντος καὶ τὴν ταυτότητα πρὸς ἑαυτὸ σώζοντος τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες, οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεννήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται. πλὴν ἀλλ' ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.
4.3.13
τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας, ἐπέκεινα παντὸς ὄντα παραδείγματος, οὐδὲν μὲν οἷον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννητόν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ' ἐξ ἀγεννήτου πατρός, μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν, ἐξ αἰῶνος μᾶλλον δὲ πρὸ πάντων αἰώνων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. «τὴν γενεὰν γὰρ αὐτοῦ», φησίν, «τίς διηγήσεται»; καὶ ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὕτως καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.
4.4.1
Πλὴν ἀλλ' ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ παναγάθῳ πατρὶ τῆς τῶν γενητῶν ἁπάντων δημιουργίας προϋφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἕνα, ὥσπερ τι ἓν καὶ μέγα σῶμα, ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλεσθαι,..., οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς, τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ, ἡγουμένην δὲ καὶ προϋπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν.
4.4.2
διὸ δὴ καὶ ἔφαμεν αὐτὸν πρῶτον πάντων ὑπὸ τοῦ πατρὸς οἷόν τι μονοειδὲς πάσης οὐσίας καὶ φύσεως προβεβλῆσθαι ὄργανον ἔμψυχον καὶ ζῶν, μᾶλλον δ' ἔνθεον καὶ ζωοποιὸν καὶ πάνσοφον, ἀγαθῶν γεννητικόν, φωτὸς χορηγόν, οὐρανοῦ δημιουργικόν, κόσμου κατασκευαστικόν, ἀγγέλων ποιητικόν, πνευμάτων ἀρχοντικόν, ὄργανον ψυχῶν σωτήριον, σωμάτων αὐξητικόν, πάντων προνοητικόν, κυβερνητικὸν θεραπευτικὸν βασιλικὸν κριτικόν, πατρὸς εὐσεβείας ἀπαγγελτικόν.
4.5.1
Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ' οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»·
4.5.2
ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ «πάντα δι' αὐτοῦ» οὐ μόνον ἐν ἀρχαῖς τῶν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, «καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, «ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν», «ἐξ αὐτοῦ» γὰρ καὶ «δι' αὐτοῦ» ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις, εἴτε ῥυθμὸς εἴτε κάλλος εἴτε ἁρμονία εἴτε τάξις εἴτε σύγκρασις εἴτε οὐσία εἴτε ποιότης εἴτε μέγεθος, πάντα εἷς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων.
4.5.4
ὡς γὰρ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορά, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημιουργός οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν, οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ' εἶδος δημιουργός.
4.5.5
καὶ οὐκ ἄλλη μὲν πυρὸς ἑτέρα δ' ὕδατος καὶ γῆς πάλιν ἄλλη καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων «τεχνῖτις» «σοφία», καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ θεοῦ λόγος.
4.5.6
μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελφὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπελέγχουσα. γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ' ὑδάτων ὀχουμένη, καὶ μὴ τῷ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος δ' ἀεὶ φερομένη καὶ μὴ καταδυομένη, θεοῦ λόγῳ καὶ θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ.
4.5.7
ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοινωνία μηδὲν φθόρον ἐπιδεικνυμένη, μηδ' ἀθρόως τὸ πᾶν ἐπιλιμνάζουσα, νεύματι δ' ἀρρήτῳ θεοῦ πεπεδημένη, ἕνα πάλιν καὶ τὸν αὐτὸν λόγον τοῦ θεοῦ παρίστησιν.
4.5.8
τί δέ; τὸ πῦρ, καίτοι καυστικῆς καὶ φθαρτικῆς φύσεως, ἔπειτα ξύλοις φωλεῦον καὶ παντοίοις ζῴων σώμασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνεστοιχειωμένον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσιν τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ' οἰκείας δυνάμεως ἐπιλελησμένον, οὔ σοι δοκεῖ πάλιν θεοῦ λόγῳ καὶ δυνάμει δουλεύειν; ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις, ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις τοτὲ δὲ μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ἄστρων τε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελήνης τροπάς, συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάντων, καὶ κόσμον ἕνα τούτων ἐξ ἁπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ λόγον ὡς ἀληθῶς θεοῦ καὶ θεοῦ σοφίαν καὶ θεοῦ δύναμιν, καὶ ταύτην μίαν ἀλλ' οὐ πολλὰς ἀνυμνεῖν;
4.5.9
Ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ' ἂν δημιουργός, ᾗ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο· καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ' ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει, καὶ ἰατρικῆς ἔν τε μαθήμασιν καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνάμεις διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.
4.5.10
εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθήσει ζῴου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ ὀφθαλμοὺς πάλιν ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ, ἆρα, ἐπεὶ πολλὰ σχήματα καὶ μέλη καὶ μέρη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν, ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον;
4.5.11
τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντός κόσμου, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεούς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καὶ τοῖς πᾶσιν ποικίλην τὴν ἐξ αὐτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτά, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησιν, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ,
4.5.12
καὶ πυρὸς φύσις χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τὰ τοσαῦτα κατεργαζομένη. Ταύτῃ τοι καὶ ὁ οὐράνιος τοῦ θεοῦ λόγος, ὁ καὶ ἡλίου καὶ οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργικός, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀενάου δυνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ' ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν οὐσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς, καλοῦ κἀγαθοῦ παντός, ἐκ τῶν παρ' αὐτοῦ θησαυρῶν ἐμπίμπλησιν μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ, καὶ στοιχείοις οὐσίας οὔ ποτε διαλιμπάνει παρέχων, καὶ μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα ποιότητάς τε μυρίας ἔν τε ζῴοις καὶ φυτοῖς καὶ ψυχαῖς καὶ σώμασιν λογικοῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε παριστὰς τοῖς πᾶσι καὶ διαρρήδην ἕνα κόσμον ἐπιδείκνυσιν ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.
4.5.13
τοιοῦτον δὴ καλλιτέχνην υἱὸν μονογενῆ τῆς αὐτοῦ βουλῆς καὶ δημιουργὸν ἁπάντων ὁ ἀνωτάτω καὶ αὐτοῦ δημιουργοῦ θεὸς καὶ πατὴρ πρῶτον ἁπάντων ἐγέννα, δι' αὐτοῦ καὶ ἐν αὐτῷ τοὺς τῶν μελλόντων ἔσεσθαι δημιουργικοὺς λόγους ὑφιστάμενος, καὶ τὰ σπέρματά γε τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως ἐν αὐτῷ καταβαλλόμενος.
4.5.14
οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὃν οὐρανὸς εἷς περιλαμβάνει, μυρίας τε ἀμφὶ τοῦτον χορείας καὶ ἄστρων περιπολεύσεις; πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς.
4.5.15
οὕτω δῆτα ἑνὸς ὄντος πατρὸς ἕνα χρῆν καὶ τὸν υἱὸν εἶναι. εἰ δ' ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον, ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄττα, αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος.
4.6.1
Ταύτῃ δ' οὖν ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας, μυρίους ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος λόγος· ἐπεὶ καὶ χρῆν ἕνα εἶναι τὸν ἐπὶ πᾶσιν καθόλου νόμον καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφερὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσῴζοιτο, κατά τε τὴν ἀρετήν, κατά τε τὴν δύναμιν καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμόν. πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου τῆς τῶν γενητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας,
4.6.2
μυρίαις τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις μεταβολαῖς δι' οἰκείαν ἀσθένειαν ὑποκεισομένης, τῆς τε ἀνωτάτω τοῦ πατρὸς δυνάμεως δι' ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τοῖς πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης, ἀδυνάτως τε ἑξούσης τῆς ἀγενήτου καὶ ἀχωρήτου θεότητος αὐτή γε γενητὴ οὖσα μετέχειν ἀντωπεῖν τε ἄνω καὶ ἀντιβλέπειν ταῖς ἀποστιλβούσαις τοῦ ἀϊδίου φωτὸς ἀρρήτοις μαρμαρυγαῖς, χρῆν δήπου εἰκότως τὸν πανάγαθον πατέρα καὶ σωτῆρα τῶν ὅλων,
4.6.3
ὡς ἂν μὴ παντελῶς ἡ τῶν ἄρτι γενησομένων φύσις ἔρημος οὖσα τῆς αὐτοῦ κοινωνίας τῶν μεγίστων ἀγαθῶν στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ὅπως γε μὴν συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις διά τε τὴν σφῶν ἀσθένειαν τῆς ἐκ τοῦ δευτέρου βελτιώσεώς τε καὶ ὠφελείας ἐγχρῄζουσιν, τὰς ἡλίου μαρμαρυγὰς θεᾶν, ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς ἀκράτου δυνάμεως οἵοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν.
4.6.4
εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδὲν τῶν ἐπὶ γῆς μείναι ἂν ἀδιάφθορον, πάντων συλλήβδην ἐμψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προσβολῇ διαφθαρησομένων.
4.6.5
θᾶττον γοῦν καὶ τυφλοὺς ἀπεργάσαιτ' ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμούς, βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δ' ἀφορήτως ἔχουσιν δι' οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγῆς ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος.
4.6.6
τί τοίνυν τὰ ὅμοια μανθάνων περὶ θεοῦ θαυμάζεις, οὗ δὴ καὶ ἥλιος ἔργον καὶ σύμπας ὁ οὐρανὸς καὶ κόσμος; Εἰ δὴ τῆς ἀρρήτου καὶ ἀνεκφράστου δυνάμεώς τε καὶ οὐσίας οὐδενὶ μέτεστιν τῶν ὄντων πλὴν ἑνὶ μόνῳ κοινωνίας, ὃν αὐτὸς ὁ πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστήσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γενητῶν ἀποπέσοι φύσις, δι' οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν τῆς ἀγενήτου καὶ ἀχωρήτου πατρικῆς οὐσίας διεστῶσα, μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύουσα χορηγίας, ἣν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρκῶν διαλιμπάνει, πάντη δὲ χωρῶν καὶ διὰ πάντων περιπορευόμενος πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι δι' αὐτοῦ μετείληχεν, πολύ γε μὴν πλέον διαφερόντως τῆς νοερᾶς καὶ λογικῆς φύσεως, δι' ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει γένος, ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰκειώσεώς τε καὶ συνεχείας, ᾗ καὶ «κατ' εἰκόνα» αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται.
4.6.7
Ἀλλ' ὁ μὲν τὴν εἰκόνα τὴν αὐτοῦ ὡς ἂν θεοῦ λόγος τὴν νοερὰν ἅπασαν καὶ λογικὴν... ὑφίστησιν κατ' ἀρχὰς τῆς τοῦ παντὸς δημιουργίας, ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάντων ζῴων καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει αὐτὸν ῥοπῆς.
4.6.8
ὁ δὲ οὐ καλῶς τῇ αὐτεξουσιότητι χρησάμενος, τῆς ὀρθῆς διατραπεὶς ὁδοῦ τὴν ἐναντίαν ὡρμᾶτο, μήτε θεὸν μήτε κύριον μήτε τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλόγων πάσαις ἀνημέροις καὶ ἀκολάστοις πράξεσιν ἐγχειρῶν.
4.6.9
εἰκότα γοῦν ἑαυτῷ ποιῶν ὁ πανάγαθος καὶ παμβασιλεὺς αὐτὸς ὁ ὕψιστος καὶ θεὸς τῶν ὅλων, ὡς ἂν μὴ ἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην ἀλόγων εἶεν οἱ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητάς, ὥσπερ τινὰς ἀγελάρχας καὶ ποιμένας, θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον αὐτοῦ λόγον.
4.6.10
τούτῳ δὲ κλῆρον ἐξαίρετον, αὐτοὺς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ θείας δυνάμεις, ἄυλά τε καὶ ὑπερουράνια πνεύματα, ναὶ μὴν καὶ τῶν ἐπὶ γῆς τὰς ἐν ἀνθρώποις θεοφιλεῖς ψυχὰς ἀφωρίσατο, Ἰακὼβ καὶ Ἰσραὴλ Ἑβραίων προσηγορίαις ἐπικαλουμένας.
4.7.1
Τοῦτο μυστηρίων τὸ μέγιστον πρῶτος θεολόγων Μωσῆς ἐν ἀπορρήτοις Ἑβραίους τοὺς πάλαι ἐμυσταγώγει λέγων· «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων θεοῦ. καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».
4.7.2
Διὰ τούτων γοῦν ὕψιστον μὲν τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσιν θεὸν τῶν ὅλων ὀνομάζει, κύριον δὲ τὸν τούτου λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν τῶν ὅλων θεὸν κυριολογούμενον. ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὴ τοῖς ἀγγέλοις, τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, υἱοὺς Ἀδὰμ ἐπικα λουμένους, κρίσει τοῦ ὑψίστου θεοῦ καὶ λόγοις ἀρρήτοις ἡμῖν φησιν διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ ἡγεμόνι τε καὶ βασιλεῖ τῶν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ υἱῷ, τῶν ἐν ἀνθρώποις τὸν Ἰακὼβ καὶ Ἰσραήλ, τουτέστιν πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς παραδοθῆναι γένος.
4.7.3
ὁ μὲν γὰρ ἀσκητὴς ἀρετῆς, ἀγῶνα προβεβλημένος, εἰσέτι τε ἀθλῶν καὶ παλαίων ἐν τοῖς κατ' εὐσέβειαν γυμνασίοις, Ἑβραίων προσηγορίᾳ κέκληται Ἰακώβ· ὁ δὲ ἤδη νίκης καὶ τῶν παρὰ θεῷ βραβείων ἠξιωμένος Ἰσραὴλ ἀναγορεύεται, οἷος αὐτὸς ἦν ἐκεῖνος ὁ βοώμενος τοῦ παντὸς Ἑβραίων ἔθνους προπάτωρ, οἵ τε τούτου γνήσιοι παῖδες, ἀπόγονοί τε τούτων καὶ προπάτορες, προφῆται πάντες καὶ θεοφιλεῖς ἄνδρες· μὴ γάρ μοι τὸ Ἰουδαίων πλῆθος ταύτῃ νόμιζε δηλοῦσθαι, μόνους δὲ τοὺς πάλαι πρότερον ἀρετῇ καὶ εὐσεβείᾳ τετελειωμένους.
4.7.4
τούτους δὴ οὖν παραλαβὼν ὁ καθηγεμὼν καὶ προστά
4.7.5
της ἁπάντων τοῦ θεοῦ λόγος ἐπὶ τὴν μόνου τοῦ πατρός, αὐτοῦ δὴ τοῦ ὑψίστου, θρησκείαν ἀνεκαλεῖτο, τῶν ὁρωμένων ἁπάντων ἀνωτάτω ἐπέκεινά τε οὐρανοῦ καὶ πάσης γενητῆς οὐσίας τοὺς ὑπηκόους ἠρέμα καὶ πράως ἀνακαλούμενος, μόνον τε αὐτοῖς τὸν ἀγένητον καὶ τῶν ὅλων ποιητὴν θεὸν τὸν ὕψιστον παραδιδοὺς εὐσεβεῖν.
4.8.1
Οἱ δέ γε τῶν ἄλλων ἐθνῶν ἐπιστάται, ἄγγελοι καὶ ποιμένες, τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδ' ἀναβαίνειν τοσοῦτον δι' οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ' οὐρανὸν προσέχειν ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις,
4.8.2
ἃ δὴ καὶ ἐν τῇ φαινομένῃ τῶν ὅλων φύσει διαπρέποντα, ἄνω καὶ ὅτι μάλιστα ἐγγυτάτω, ὡς ἂν ἐν προθύροις, τοῦ παμβασιλέως, τὰς τῶν ὁρώντων ὄψεις ἀνεκαλεῖτο, ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων ἀναλόγως τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. «τὰ γὰρ ἀόρατα αὐτοῦ», ᾗ φησιν ὁ θεῖος ἀπόστολος, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης».
4.8.3
καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μωσῆς μυσταγωγεῖ. τὸν γάρτοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων, εἴργει τῆς τῶν ὁρωμένων κατ' οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων· ὅτι δὴ ταῦτα «ἀπένειμεν κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν». διὰ τί δ' ἀπονενεμῆσθαι ἔφησεν, συνιδεῖν ἀναγκαῖον.
4.8.4
πολυπλανοῦς ὑπαρχούσης τῆς ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου, καθεστώσης, οὐκ ἄλλως εὖ εἶχεν τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ' οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι.
4.8.5
δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε θεὸν ζητοῦντες, καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες, ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περιτραπεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδέδοται, ἁμωσγέπως ἐνθένδε τῆς τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμφαινομένης.
4.9.1
Καὶ τὰ μὲν ὧδε διέκειτο· τὰ δὲ τῆς ἀντιπάλου καὶ ἀποστατικῆς δυνάμεως εἴτε δαιμόνων εἴτε καὶ χειρόνων ἄλλων πνευμάτων, ἐν κακίᾳ τὸ πλέον καὶ ἧττον ἀποφερομένων, ἔτι τε καὶ τοῦ πάντων ἐν τούτοις ἄρχοντος δεινοῦ τινος μεγαλοδαίμονος, οἳ πρῶτοι τῆς εἰς τὸ θεῖον εὐσεβείας σαλεύσαντες τῆς οἰκείας λήξεως ἀποπεπτώκασιν, φθόνῳ τῆς ἀνθρώπων σωτηρίας τὴν ἐναντίαν εἷλκεν, παντοίαις κακίας μηχαναῖς πᾶσι τοῖς ἔθνεσιν καὶ αὐτῷ τῷ τοῦ κυρίου κλήρῳ βασκανίᾳ τῶν ἀγαθῶν ἐπιβουλεύοντα.
4.9.2
τὸν δὴ οὖν τοῦ μεγαλοδαίμονος ἄθεον καὶ ἀσεβῆ λογισμὸν τὸ πνεῦμα τὸ προφητικὸν ἐν Ἡσαΐᾳ ὧδέ πως ἀπελέγχει λέγον· «εἶπεν γάρ· ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας. καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι»
4.9.3
αὗται αἱ τοῦ θεομάχου φωναί, ἐπὶ κακίας ἰσχύϊ μεγαλαυχουμένου, καὶ τὰς πρὸς τοῦ ὑψίστου τοῖς ἀγγέλοις παραδοθείσας τῶν ἐθνῶν ὁροθεσίας διαρπάσαι καὶ συγχεῖν ἀπειλοῦντος, προνομεύσειν τε τὴν οἰκουμένην καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος διεκσείσειν καὶ μεταστήσειν τῆς προτέρας εὐταξίας ἀπαυθαδιαζομένου.
4.9.4
ὁποῖα δὲ φρονῶν περὶ ἑαυτοῦ τὰ τοιαῦτα ἠλαζονεύετο, ἄκουε τῆς αὐτῆς προφητείας ὧδε πάλιν περὶ αὐτοῦ φραζούσης· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου. ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.»
4.9.5
Ὁμοῦ δὴ πλεῖστα διὰ τούτων ὁ λόγος ἐμφαίνει· τὴν τοῦ μένου φρενοβλάβειαν, τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω κατάπτωσιν, τὸ τῆς ἐκπτώσεως τέλος. δεινὰ δὲ κατὰ τῶν ἐθνῶν ἁπάντων ἀπειλήσας, θατέρᾳ ληπτοὺς τοῖς προβουλίοις τοὺς ἀνθρώπους εὕρατο, πρόχειρον καὶ ἐξ οἰκείας γνώμης τὴν ἐπὶ τὸ κακὸν ἔμπτωσιν δι' αὐτεξούσιον προαίρεσιν κεκτημένους.
4.9.6
ἔσειε δῆτα τῆς ἀπὸ τῶν κρειττόνων στάσεως τὰς πόλεις, καὶ τοῖς τῆς ἡδονῆς δελέασιν ἐπὶ πᾶν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κατέσπα ψυχάς, οὐδένα τε μηχανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν ἀκολάστοις τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι' ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο.
4.9.7
ταύτῃ τε τὴν οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχεν, καὶ ἠφάνιζεν τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπείλει εἰπών· «ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν».
4.9.8
ἔνθεν ἤδη λοιπὸν πάντων ἀνθρώπων κατεκράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάττοντο· καὶ δῆτα δυνάμεσιν χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προτέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπιδεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν, καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥαστώνῃ πλείονι διαπράττεσθαι.
4.9.9
ἐντεῦθεν ἤδη, κατὰ τὸν ἱερὸν ἀπόστολον, οὐδ' ἐπὶ τοῖς κατ' οὐρανὸν ἔτι λαμπροῖς τοῦ θεοῦ δημιουργήμασιν ἱστάμενοι, «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ δημιουργήμασιν ἱστάμενοι ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.»
4.9.10
ὅτι δὲ κατὰ τὸ παλαιότατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ' ἂν ἀπόδειξις ἡ τῶν ἀλλοτρίων τοῦ καθ' ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματείας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργημένοις, ἀλλ' οὐδ' ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τούτοις, οἳ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἔθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται.
4.9.11
ὥρα δὴ οὖν καὶ αὐτοῖς Ἕλλησιν, ὧν τὰς φωνὰς ἐν ἐκείνοις παρατέθειμαι, συνομολογεῖν, νεωτέραν καὶ ξένην παρὰ τὴν τῶν παλαιῶν λατρείαν εἰσῆχθαι αὐτοῖς τὴν τῶν εἰδώλων δεισιδαιμονίαν καὶ τὴν τῶν ἀφανῶν πνευμάτων περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς ἐπὶ γῆς πᾶσιν ὁ δηλωθεὶς θεομάχος εἰργάζετο.
4.9.12
συνήργει δὲ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀκαθάρτων δαιμόνων φῦλον. αὐτός γε μὴν ὁ τῆς κακίας ἐξάρχων ταῦτ' ἔπραττεν, μανίᾳ φρονήματος ἐκτόπου τὰς κατὰ πάντων ἀνθρώπων ἔργῳ πληρῶν ἀπειλάς, καὶ τὴν «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ» ἄθεον ἐπιτείνων φωνήν, τάς τε τῶν ἀκαθάρτων καὶ πονηρῶν δαιμόνων ὑπηρεσίας χρησμοὺς καὶ θεραπείας καὶ τὰ τοιαῦτα ταῖς τῶν ἀνθρώπων γοητείαις προϊσχόμενος.
4.10.1
Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπιστατούντων καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων.
4.10.2
ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσιν μίγνυσθαι, ἀγχόνῃ δὲ περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶν καὶ οἰωνοῖς τοὺς νεκρούς.
4.10.3
τί δή σοι μνημονευσαίμην ἂν τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν;
4.10.4
καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρεσκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦτ' ἐν τούτοις τυράννου καθ' ὅλης τῆς οἰκουμένης προβεβλημένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε ὄντος τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτήρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου Μωσέως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ' αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος.
4.10.5
λέγει δ' οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μωσέως· «κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ' αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, ἐν ᾗ ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.»
4.10.6
εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει· «μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη ἡ γῆ· καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ' αὐτῆς.»
4.10.7
καὶ πάλιν φησίν· «ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. οὐχ εὑρεθήσεται ἐν σοὶ καθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείας, καὶ κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς ἐπᾴδων, ἐγγαστρίμυθος καὶ τερατοσκόπος καὶ ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα. ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ὁ θεός σου ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.»
4.10.8
τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλματα διὰ Μωσέως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας, ἐν σώματος περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων.
4.10.9
Ὡς δὲ τοῦ χρόνου προϊόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ' αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι' ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέν τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἑβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ' αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.»
4.10.10
οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν Ἰσραήλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσιν τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος.
4.10.11
ὃ καὶ σαφῶς ἐκήρυττε λέγων· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.»
4.10.12
καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσιν τῶν ἐθνῶν, ἐπιθεωρούμενος. οἱ δὲ αὐτίκα τὸν σφῶν βοηθὸν καὶ κύριον εὖ μάλα ἀκριβῶς ἐπιγνόντες, περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφή, «καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ», φήσασα, ὅτε καὶ «πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν» ἔλεγον· «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία».
4.10.13
τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανεν· τοὺς δέ γε πάλαι ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους καὶ πνευμάτων ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα, μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπούμενος ἐχειροῦτο, ὥς τινας συναισθομένους αὐτῶν λέγειν· «ἔα, τί ἡμῖν καὶ σύ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;»
4.10.14
Καὶ τούσδε μὲν δι' ὧν ἔπραττεν καὶ ἐδίδασκεν ἰσχυρῶς ᾐκίζετο, πᾶν δὲ τὸ ἀνθρώπινον γένος τοῖς διὰ λόγων ἡμέροις καὶ προσηνέσι φαρμάκοις ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις ἰᾶτο καὶ ἐθεράπευεν, νόσων τε παντοίων καὶ παθῶν οὐχ ἧττον σωμάτων ἢ ψυχῶν ἀπήλλαττεν, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυθέου πλάνης τῆς τε αἰσχρᾶς καὶ ἀκολάστου διαίτης πάντας τοὺς προσιόντας ἐλευθέρους ἀφείς, μεθιστῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἔνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τούτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ' εὐσέβειαν διδασκαλίας τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσιν προϊσχόμενος. καὶ εἰς τοσοῦτόν γε κάτεισιν, ὡς μὴ μόνον κάμνουσιν καὶ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἤδη δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου τοὺς ἡμιθνῆτας ἢ καὶ πάμπαν ἀπολωλότας ἐκ μακροῦ τε κατορωρυγμένους τῶν τοῦ θανάτου λῦσαι δεσμῶν·
4.10.15
δι' ἣν μάλιστα αἰτίαν καὶ μέχρι τῶν αὐτόθι χωρίων ἐδέησεν αὐτῷ ἐνεργείας, ὡς ἂν μὴ μόνον ζώντων ἀλλὰ καὶ νεκρῶν κυριεύσειεν. Ὅτε μὲν οὖν τῷ πατρὶ σύνεστιν καὶ τὴν τῶν ὅλων πρόνοιαν ἐνθέῳ δυνάμει διακυβερνᾷ, οὐρανοῦ αὐτοῦ καὶ γῆς ὁμοῦ καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων τῶν τε ἐπέκεινα οὐρανοῦ θείων καὶ ἀσωμάτων οὐσιῶν ἐπισκοπεῖ καὶ ἐπιμέλεται, θεοῦ λόγος καὶ θεοῦ σοφία καὶ θεοῦ δύναμις, ἄρχων τε καὶ ἡγούμενος καὶ βασιλεύς, ἤδη δὲ καὶ θεὸς καὶ κύριος ἐν τοῖς θείοις χρησμοῖς ἀνευφημεῖται, καὶ φωτίζων μὲν τὰς ἀσωμάτους καὶ νοερὰς φύσεις,
4.10.16
«ἥλιος δὲ δικαιοσύνης» καὶ «φῶς ἀληθινὸν» ἀνείρηται, ὑπουργῶν δὲ καὶ συνεργῶν ταῖς τοῦ πατρὸς διατάξεσιν, ὑπουργὸς τοῦ πατρὸς καὶ δημιουργὸς χρηματίζει· ἀλλὰ καὶ μόνος κατὰ τάξιν εἰδὼς θεραπεύειν θεόν, μέσος τε ἑστὼς θεοῦ τοῦ ἀγενήτου καὶ τῶν μετ' αὐτὸν γενητῶν, τήν τε τῶν ὅλων ἀναδεδεγμένος φροντίδα καὶ ὑπὲρ τῶν ὑπηκόων ἁπάντων ἱερωμένος τῷ πατρί, καὶ μόνος αὐτὸν τοῖς πᾶσιν εὐμενῆ καὶ ἵλεων παρέχων, ἀρχιερεὺς αἰώνιος καὶ δὴ Χριστὸς τοῦ πατρὸς προσαγορεύεται, οὕτω παρ' Ἑβραίοις, Χριστῶν, ἐπικαλουμένων πάλαι τῶν τὴν εἰκόνα τοῦ πρώτου διὰ συμβόλων ἐπιτελούντων·
4.10.17
καὶ ὅτε μὲν ἀγγέλοις ταξιαρχῶν ἐπιστατεῖ, «μεγάλης βουλῆς ἄγγελος» ἀναγορεύεται, καὶ τῶν κατ' οὐρανὸν στρατιῶν ἡγούμενος «ἀρχιστράτηγος δυνάμεως κυρίου» εἶναι. ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε, ἡμῶν τε αὐτῶν τῆς λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικεν νηπίων ἄρχειν καὶ οἱονεὶ βοσκημάτων, «ποιμὴν» ὠνόμασται «προβάτων», καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο.
4.10.18
τοῦτο γοῦν ἡ παρ' Ἑβραίοις τοῦ Ἰησοῦ σημαίνει προσηγορία. Ἐπεὶ δὲ ἔδει ποτὲ καὶ αὐτῷ ὀργάνου ἀνθρωπείου, ὡς ἂν καὶ ἀνθρώποις ἑαυτὸν φήνειεν καὶ τῆς τοῦ πατρὸς ἐπιγνώσεως καὶ εὐσεβείας τὸν ἀληθῆ λόγον διδάξειεν, καὶ τοῦτον οὐκ ἀπαρνεῖται τὸν τρόπον· ἐπιβὰς δὲ εὖ μάλα τῇ ἡμετέρᾳ φύσει πάρεισιν εἰς ἀνθρώπους, θεὸν δι' ἀνθρώπου μέγα θαῦμα τοῖς πᾶσιν ἐπιδεικνύμενος, ὡς ἂν μὴ μόνον ἐξ ἀφανοῦς καὶ ἀδήλου ἄσαρκος ὢν καὶ ἀσώματος ἐπιστατοίη, αὐτοῖς δὲ σαρκὸς ὄμμασιν ὁρώμενος, ἀνθρώπων τε ὀφθαλμοῖς τὰς ὑπὲρ ἀνθρώπων θαυματουργίας παρέχων ὁρᾶν, καὶ προσέτι σώματος ἀκοαῖς τὰς διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου παραδιδοὺς διδασκαλίας, θεῖόν τε ὡς ἀληθῶς καὶ παράδοξον χρῆμα, οἷον οὐδ' ἄλλο πω φανὲν μνημονεύεται, σωτήριόν τε ὁμοῦ καὶ εὐεργετικὸν τοῖς πᾶσιν αὐτὸς ἑαυτὸν ἐνδεικνύμενος.
4.10.19
οὕτω δῆτα ὁ θεὸς ὁ λόγος υἱὸς ἀνθρώπου ἐλέγετο, καὶ Ἰησοῦς ὠνομάζετο, παρ' ὅσον τῆς τῶν ἀνθρωπίνων ψυχῶν ἰάσεώς τε καὶ θεραπείας χάριν τὴν πάροδον εἰς ἡμᾶς ἐποιεῖτο. σωτὴρ δ' οὖν καὶ παρ' Ἑβραίοις ἑρμηνεύεται ἡ τοῦ Ἰησοῦ προσηγορία. τάς τε κοινὰς ἡμῖν ὑπέμεινεν διατριβάς, οὐδαμῶς μὲν τοῦ εἶναι ὃς ἦν ἐξιστάμενος, ὁμοῦ δ' ἐν τῷ ἀνθρώπῳ φυλάττων τὸν θεόν.
4.10.20
εὐθὺς τοιγαροῦν ἐπὶ τῆς πρώτης εἰς ἀνθρώπους καταβολῆς τῷ θεῷ τῆς ἡμετέρας γενέσεως τὴν ἔνθεον ἀνακιρνᾷ μεγαλουργίαν· τικτόμενος μὲν ἡμῖν ὁμοίως, καὶ θνητοῦ δίκην ἄνθρωπον ἀμφιεννύμενος, ὡς δ' οὐκέτι ἄνθρωπος ἀλλὰ θεός, ἐξ ἀχράντου καὶ ἀπειρογάμου κόρης, οὐχὶ δὲ ἐκ μίξεως καὶ φθορᾶς, τὴν τοῦ φαινομένου γένεσιν ὑφιστάμενος.
4.11.1
Καὶ τὸν ἑξῆς δὲ σύμπαντα βίον ταύτῃ πη διετέλει, τοτὲ μὲν τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν, τοτὲ δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεὸν λόγον τοῖς ἔργοις ἄντικρυς ἐπιδεικνύμενος. Εἰκότα δὲ καὶ ὅμοια ταῖς ἀρχαῖς καὶ τὰ τέλη αὐτῷ τῆς ἐξ ἀνθρώπων ἀπαλλαγῆς ἐνεχειρεῖτο. καὶ γὰρ μέχρι θανάτου καὶ αὐτῶν νεκρῶν οἱ τῆς φιλανθρωπίας αὐτὸν ἐκάλουν νόμοι, ὡς ἂν καὶ τῶν πάλαι τεθνεώτων τὰς ψυχὰς ἀνακαλέσοιτο,
4.12.2
ὅτι δὴ τῶν ἐξ αἰῶνος ἁπάντων αὐτῷ τῆς σωτηρίας ἔμελεν. καὶ ὅπως «διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου», ᾗ τὰ θεῖα παιδεύει λόγια, κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός.
4.12.3
φωνήσας γοῦν μέγα, καὶ «τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα» εἰπών, ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περιμείνας προσιέναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα μᾶλλον δ' ὑπὸ πόδα χωροῦντα καὶ ἀποφεύγοντα διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημένοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος.
4.12.4
ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ «εἰς τὴν ἁγίαν» καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς· «κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου».
4.12.5
καὶ αὐτὸς δ' ὁ τῶν ὅλων σωτὴρ καὶ κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, νικηφόρος λεγόμενος, ἐν ταῖς προφητικαῖς προρρήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχάς, δι' ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων· «ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.»
4.12.6
Τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»· δευτέραν δέ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα»·
4.12.7
τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο·
4.12.8
πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς ἀλλ' αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσαιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς αὐτοῦ καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρύξαι.
4.12.9
αὐτίκα δ' οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὐτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὐτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐτοῦ θείας δυνάμεως ἐνέπλησε, πᾶν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἕνα τοῖς πᾶσιν Ἕλλησίν τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μηκέτ' αὐτοῖς ἐπιμένοιεν, μίαν δὲ τοῖς πᾶσιν σωτηρίας ἐλπίδα, δι' ἧς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας, ὑπισχνούμενον.
4.13.1
Οὕτω δὴ τούτων ἐχόντων οὐ δεῖ ταράττεσθαι τὸν νοῦν, γένεσιν καὶ σῶμα καὶ πάθη καὶ θάνατον περὶ τὸν ἄυλον καὶ ἀσώματον τοῦ θεοῦ λόγον ἀκούοντα. ὡς γὰρ οὐδ' ἡλιακοῦ φωτὸς πάθοιέν ἂν τι ἀκτῖνες τὰ πάντα πληροῦσαι καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ δύναμις οὔτ' ἂν πάθοι τὴν οὐσίαν οὔτ' ἂν βλαβείη οὔτ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη.
4.13.2
τί γάρ; οὐχὶ καί, δίχα τοῦ καθ' ὃ ἐνηνθρώπει σώματος, ἀεὶ καὶ διὰ παντὸς ἥκων δι' ὅλης τῆς τῶν στοιχείων καὶ αὐτῶν δὴ τῶν σωμάτων ὕλης, οἷά τις θεοῦ λόγος ὢν δημιουργός, τῆς ἐξ αὐτοῦ σοφίας ἐν αὐτῇ τοὺς λόγους ἀποσφραγίζεται, τῷ μὲν ἀψύχῳ ζωὴν τῷ δὲ ἀμόρφῳ ὄντι καὶ ἀειδεῖ τὴν φύσιν μορφὴν ἐναποτυπούμενος, τά τ' ἐν αὐτῷ κάλλη καὶ τὰς ἀσωμάτους ἰδέας ταῖς τῶν σωμάτων ποιότησιν ἐναποματτόμενος, κινῶν δὲ τὰ τῷ οἰκείῳ λόγῳ ἄψυχα καὶ ἀκίνητα, γῆν, ὕδωρ, ἀέρα, πῦρ,
4.13.3
πάνσοφόν τινα καὶ παναρμόνιον κίνησιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ' οὔτι γε βλάβην ἔκ τινος ἐπαγόμενος, οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος. οὕτω δῆτα κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πάλαι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὴ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως τε ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ἕλλησιν, δι' ὑπερβάλλουσαν τοῦ παναγάθου πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σωτήριον παρείχετο, διαρρήδην τοῦτο προκηρύττων· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν»;
4.13.4
ἐκάλει δῆτα ὁ πάντων σωτήρ· «δεῦτε», λέγων, «πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». ἐκάλει καὶ ἰᾶτο ἀφθόνως δι' ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἷά τις ἰατρῶν ἄριστος, συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον παρίστη, αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων μὲν τὰ ἀληθῆ οὐ παρ' ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσιν καὶ τοῖς πρὸ Μωσέως Ἑβραίοις νενομοθετημένα·
4.13.5
σωμάτων δ' οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, καὶ σαρκικοῖς μὲν ἀνθρώπων ὀφθαλμοῖς τὰ διὰ τῆς σαρκὸς αὐτῷ δρώμενα παρασκευάζων ὁρᾶν, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπηχῶν διδασκαλίας, καὶ πάντα γ' ἐπιτελῶν δι' οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς αὐτοῦ θειότητος συναισθέσθαι δυναμένοις.
4.13.6
Ταῦτα δὴ οὖν ἅπαντα εἰς τὸ χρήσιμον καὶ πᾶσιν ἡμῖν ὠφέλιμον ὁ πάντα φιλάνθρωπος τοῦ θεοῦ λόγος ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄϋλος καὶ ἀσώματος, οἷος καὶ πρὸ τοῦ παρὰ τῷ πατρὶ ἦν, οὐ μεταβαλὼν τὴν οὐσίαν, οὐδ' ἀφανισθεὶς τῆς αὐτὸς ἑαυτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ' ἀποπεσὼν τῆς θεότητος, ἀλλ' οὐδὲ τὴν οἰκείαν τοῦ λόγου παραπολέσας δύναμιν, οὐδ' ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δ' εἶναι τοῦ παντὸς κεκωλυμένος· ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ' ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ' οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, τὰ δ' ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δ' ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος.
4.13.7
οὔτ' οὖν ἐμολύνετο τικτόμενος ὑπὸ τοῦ σώματος ὁ ἀσώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς ὑπὸ τοῦ θνητοῦ, ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτως τύχοι κοπτομένης, ἢ τῶν χορδῶν διασπωμένων, πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου τοῦ σώματος τὴν ἐν αὐτῷ σοφίαν ἢ τήν γε ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως. ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου φύσιν ἢ δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας, ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας, πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας, συνεχώρει.
4.13.8
φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας ἢ πηλοῦσθαι, οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια.
4.13.9
ὁ δέ γε ἄυλος καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ δἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. ταύτῃ τοι καὶ σώματος οὗ δἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάνθ' ὅσα ὑπεξίσταται,
4.13.10
ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. οὕτω δῆτα καὶ τὸ νεκρόν, τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψαμένης, ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, «τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν».
4.14.1
Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος ὑπὸ τῆς θεότητος «κατεπίνετο», καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος, οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον «ἀπαρχὴν» τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ' αὐτῷ ζωῆς ἀϊδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ' αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων; Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι' ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος.
4.15.2
οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ' Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ' ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι' ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο.
4.15.3
πρῶτα δὲ σκεψόμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγορίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν κατὰ τὸν τόπον ζητουμένων.
4.15.4
ἄλλος μὲν οὖν, ἐγγύθεν καὶ ἐκ τῶν καθ' ἡμᾶς ἀρξάμενος, εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες·
4.15.5
ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ' ἑκάστην ἡμέραν τοὺς ἱερέας χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύηται.
4.15.6
διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσιν παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ.
4.15.7
ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθεστῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας.
4.15.8
ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ' οὐδένα τρόπον ἑτέραν τῆς ἑτέρας προυτίμησεν, τὰ πάντα εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης, οὔποτε ἑστώσης οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ' αὐτὸ καθ' αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ' ἂν εἴη τὸ πάθος ψυχῆς.
4.15.9
μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρᾶς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἱ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι, τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ.
4.15.10
ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κρειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατόν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ' ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου,
4.15.11
ὅτι δὴ τοῦτ' αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμός, φήσας· «ὅρα ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν, τὴν διὰ τοῦ μύρου χρῖσιν ἐνομοθέτει.
4.15.12
ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχεν διάνοιαν· τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσιν δὲ σὺν τῷ εἶναι καὶ τὸ εὖ εἶναι δεδωρημένον, ἓν τοῦθ' ὁ παρ' Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἁπάντων δημιουργὸν θεόν.
4.15.13
τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγόν, τῆς ἀνωτάτω καὶ ἀγενήτου θεότητος, δύναμιν τὸ θεῖον πνεῦμα, οἰκείῳ καὶ προσφυεῖ συμβαλὼν παραδείγματι, ἔλαιον θεοῦ προσαγορεύει· διόπερ χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ.
4.15.14
ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ' ὃ ὁ καρπὸς τοῦ φυτοῦ παρίστησιν, τὸ πάσης ἀμιγὲς ὑγρᾶς ὕλης, φωτὸς αὐξητικόν, πόνων θεραπευτικόν, καμάτων ἀπαλλακτικόν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιόν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφή· «τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ».
4.15.15
τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα καὶ τῆς θεϊκῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, χριστὸν καὶ ἠλειμμένον ἀπεκάλεσεν. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦτον τὸν ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»
4.15.16
Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπ' αὐτὸ σύνοδον σημαίνει. ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγένητος τοῦ παμβασιλέως θεοῦ δύναμις, καθ' ὃ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἁπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται· καθ' ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταυτῷ περιληπτικὴ τυγχάνει, οἷον ποιητικῆς καὶ βασιλικῆς, προνοητικῆς τε καὶ κριτικῆς, φιλανθρώπου τε καὶ σωτηρίου, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῖσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσιν.
4.15.17
Πρῶτός γέ τοι αὐτὸς ὁ Μωσῆς, ἐν ἀπορρήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετάς, ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτείαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἱ τῶνδ' ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας.
4.15.18
οὕτω δῆτα ἀφορισάμενος τέως τὸν ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα, πρῶτος τοῦτον χριστὸν ἐπωνόμασεν κατ' ἀναφορὰν τῆς ἐν τοῖς νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ' ἑαυτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία, τῆς ἀγενήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας.
4.15.19
ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ' ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ' αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἷόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν.
4.15.20
«διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δ' αὐτὸ πνεῦμα», οὗ μάλιστα χρῆν μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους.
4.15.21
Ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους χριστοὺς ὀνομάζεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα.
4.15.22
Δαβὶδ ἐν ρδʹ ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας, αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας καὶ πρὸ τῶν Μωσέως χρόνων γενομένους χριστοὺς ἀποκαλεῖ, οὐ δι' ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος οὗ μετεῖχον ἐπιρροήν.
4.15.23
ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις, καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ χριστοὺς ὀνομάζει, οὔπω τότε Μωσέως ἐν ἀνθρώποις ὄντος οὐδὲ τοῦ κατ' αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. ἄκουε δὲ οἷά φησιν ὁ ψαλμός· «μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἱ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
4.15.24
αὐτὸς κύριος ὁ θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, ὃν διέθετο τῷ Ἀβραάμ, καὶ τῷ ὅρκῳ αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων, σοὶ δώσω τὴν γῆν Χαναάν, σχοίνισμα κληρονομίας ὑμῶν». «καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.»
4.15.25
ταῦτα μὲν ὁ Δαβίδ. ὁ δὲ Μωσῆς καὶ οἵους βασιλεῖς «ἤλεγξεν» ἱστορεῖ λέγων· «καὶ ἤτασεν κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ».
4.15.26
καὶ πάλιν περὶ τοῦ βασιλέως Γεράρων γράφει· «καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες»· αὕτη δὲ ἦν ἡ τοῦ Ἀβραάμ.
4.15.27
περὶ οὗ ἑξῆς προϊών φησιν· «νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστίν, καὶ προσεύξεται περὶ σοῦ».
4.15.28
ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας χριστοὺς ὁ Δαβὶδ μᾶλλον δὲ τὸ θεῖον δι' αὐτοῦ προσεῖπεν πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους. πῶς γάρ, Μωσέως ὑστέροις χρόνοις οὕτω διαταξαμένου; Ἄκουε δὲ καὶ Ἡσαΐου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε «κηρῦξαι» τοῖς τὰς ψυχὰς «αἰχμαλώτοις ἄφεσιν» καὶ τοῖς τὰς διανοίας «τυφλοῖς ἀνάβλεψιν».
4.15.29
τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ χριστὸν γεγεννῆσθαι διδάσκει, οὐχ ὑπ' ἀνθρώπων ἀλλ' ἐκ τοῦ πατρὸς κεχρισμένον.
4.15.30
λέγει δ' οὖν ἐξ αὐτοῦ προσώπου· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν».
4.15.31
τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους καὶ «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς ἀγενήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως χριστὸν γεγονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ, καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ.
4.15.32
Τέως μὲν οὖν ὑπὸ θεοῦ ἀλλ' οὐχ ὑπ' ἀνθρώπων καὶ πνεύματι θείῳ ἀλλ' οὐ σκευαστῷ ἐλαίῳ χριομένους τοὺς κατὰ τὸν ἀληθῆ λόγον χριστοὺς ὀνομαζομένους ἔγνωμεν.
4.15.33
καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ' ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ' Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ' οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, κύριόν τε ἑαυτοῦ τοῦτον ἀναγορεύοντος, καὶ σύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ ψαλμῷ, καθ' ὃν ὧδέ πώς φησιν· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.»
4.15.34
καὶ θέα γε ὡς ἐν τούτοις Δαβίδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. «εἶπεν γάρ», φησίν, «κύριος τῷ κυρίῳ μου».
4.15.35
ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ. δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ' Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ χριστοὺς ὀνομάζειν αὐτοὺς πάντας ἦν αὐτοῖς φίλον. χριστὸς ἄρα καὶ ὁ ἐν τῷ ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν.
4.15.36
πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ οὐχὶ πρότερον χριστὸς γεγονώς; ἀλλὰ καὶ «εἰς τὸν αἰῶνα» λέγεται ἱερᾶσθαι. τοῦτο δ' οὐκέτ' ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. οὐ γὰρ ἀνθρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ' ἡμᾶς γένος.
4.15.37
κρείττων ἄρα τις ἢ κατὰ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ, μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπειρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. «ὤμοσεν γάρ», φησίν, «κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».
4.15.38
ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μωσῆς ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ' αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ·–
4.15.39
λέγει δ' οὖν· «καὶ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, εὐλόγησεν τὸν Ἀβραάμ», «χωρὶς δὲ πάσης ἀντιλογίας», φησὶν ὁ ἀπόστολος, «τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται»– ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδέκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ Δαβὶδ προφητευόμενος «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγενήτου δυνάμεως σύνθρονος, τοῦ τε προφήτου καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς ἀλλ' αἰώνιος τοῦ πατρός.
4.15.40
λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν», καὶ πάλιν· «οἱ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν».
4.15.41
διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσιν καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθε σταμένη τῷ ἐπὶ πάντων θεῷ.
4.15.42
ὁ γοῦν διὰ τοῦ ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ' αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ.
4.15.43
δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἡσαΐου χριστὸς οὐχ ὑπὸ ἀνθρώπων γεγονὼς ἀλλ' ὑπ' αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας.
4.15.44
Τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μωσῆς, εἰκόνας καὶ σύμβολα, ὡς ἐν ἀνθρώποις, αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν.
4.15.45
ὅτι δὲ ταῦτα οὕτως ἔχει τίς ἂν γένοιτο μάρτυς αὐτοῦ Μωσέως μᾶλλον ἀξιόχρεως; ἐν γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν κατὰ τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ· «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει».
4.15.46
ἄρα οὖν ὡς τὰ ἄλλα οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτόν, καί τινα σκιώδη καὶ εἰκονικὸν ἀλλ' οὐκ ἀληθῆ χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ' οὐρανὸν χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον, ἀπεργαζόμενος.
4.15.47
Ἀλλ' ὅτι μὲν ὁ κυρίως χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γενητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι.
4.15.48
πλὴν ἀλλ' ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδʹ ψαλμῷ, προγραφῇ χρησάμενος τῇ «ὑπὲρ τοῦ ἀγαπητοῦ» καὶ «τῶν ἀλλοιωθησομένων», ὁμοῦ θεὸν καὶ βασιλέα καὶ χριστὸν ἕνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει, γράφων οὕτως· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων».
4.15.49
οἷς ἑξῆς ἐπιλέγει· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».
4.15.50
σκόπει δ' οὖν ἐπιμελέστερον ὅπως κατὰ τὴν τοῦ ψαλμοῦ προγραφὴν «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ «εἰς σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων· «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ».
4.15.51
τίνας δ' ἄλλους εἴποις ἂν εἶναι τοὺς ἀλλοιωθησομένους, ὑπὲρ ὧν ὁ ψαλμὸς εἴρηται, ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ ψαλμὸς ἡμῖν προοιμιάζεται. εἰ δ' οὖν ἐπαπορήσαις, τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὗ ἐν τῷ ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». εἴποι δ' οὖν ἄν τις αὐτὸν ἐκεῖνον σημαίνεσθαι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος».
4.15.52
τὸ δ' «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἄν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ' οὐ κατὰ προβολήν, ἢ κατὰ διαίρεσιν, ἢ τομήν, ἢ μείωσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας.
4.15.53
κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μεταλαμβάνειν. ὥσπερ γε «ἀπὸ γαστρὸς» τοῦ θεοῦ καὶ «πρὸ ἑωσφόρου» ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, καὶ κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρὴ καὶ ἐν τῷ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος. ἐφ' οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ' ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται», κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἱ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν.
4.15.54
ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας, οὐδ' ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» περὶ τῆς τοῦ πρώτου λόγου συστάσεώς τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ' ἄλλως καρδίαν, κατὰ τὴν παρ' ἡμῖν νοουμένην, καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν ἐν ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν ὡς ἂν τοῦ παναγάθου πατρὸς ὄντα γέννημα.
4.15.55
ἡμεῖς δὲ μικρῷ ἐν τῷ ψαλμῷ προελθόντες, τὸν προφητευόμενον, αὐτὸν δὴ τοῦτον τὸν ἀγαπητὸν τοῦ θεοῦ, κεχρῖσθαι πάλιν οὐχ ὧδε ὥσπερ ὑπὸ Μωσέως, οὐδ' ὡς ὑπό τινος τῶν ἐν ἀνθρώποις, ἀλλ' ὑπ' αὐτοῦ τοῦ ἀνωτάτου καὶ ἐπὶ πάντων θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. λέγει δ' οὖν ἑξῆς προϊών· «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου».
4.15.56
τὸν δὴ οὖν κἀνταῦθα ὑπ' αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἄλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζομένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοῦ αὐτοῦ κεκλημένου τοῦ τῆς χρίσεως αἰτίου. δι' ὃ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρόν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι, δήλη ἔσται.
4.15.57
φησὶν τοίνυν ὁ ψαλμός, αὐτῷ δὴ τῷ προφητευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν, τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».
4.15.58
σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς «σὺ» γάρ, φησίν, «ὁ θεός» ἀντὶ τοῦ ὦ θεέ· «ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» ὑπάρχει, καὶ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου», καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο. λευκότερον δὲ τούτων ἡ Ἑβραίων παρίστησιν γραφή, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών· «ὁ θρόνος σου, θεέ, εἰς αἰῶνα», καὶ ἔτι· «σκῆπτρον εὐθύτητος σκῆπτρον βασιλείας σου.
4.15.59
ἠγάπησας δίκαιον καὶ ἐμίσησας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέν σε, ὁ θεός, ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου». ἀντὶ γοῦν τοῦ «ὁ θεὸς ὁ θεός σου» αὐτὴ ἡ ἑβραϊκὴ λέξις «θεέ, ὁ θεός σου» περιέχει, ἵνα ᾖ τὸ ὅλον· ἠγάπησας, ὦ θεέ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέν σε, ὦ θεέ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον θεὸν καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου.
4.15.60
τοῦτο δὲ καὶ αὐτῇ ἐπιστήσαντι τῇ ἑβραίᾳ γλώττῃ φανερὸν ἂν γένοιτο. ἐπὶ γὰρ τῆς πρώτης ἐπωνυμίας, καθ' ἣν ὁ Ἀκύλας «θρόνος σου, θεὲ» ἡρμήνευσεν, σαφῶς ἀντὶ τοῦ «ὁ θεὸς» «θεὲ» εἰπών, τὸ ἑβραϊκὸν ἐλωῒμ περιέχει. κἀνταῦθα δὲ ὁμοίως ἐπὶ τοῦ «διὰ τοῦτο ἔχρισέν σε, θεὲ» τὸ ἐλωῒμ παρείληπται, ὅπερ τὴν «ὦ θεὲ» κλητικὴν ἐδήλου πτῶσιν.
4.15.61
ἀντὶ δὲ τῆς ὀρθῆς καὶ εὐθείας τοῦ ὀνόματος, καθ' ὃ εἴρηται «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεὸς» τὸ ἑβραϊκὸν ἐλωὰχ περιέχει σφόδρα ἀπηκριβωμένως, ἵν' ᾖ τὸ μὲν ἐλωῒμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον, δηλοῦν τὸ «ὦ θεέ», τὸ δὲ ἐλωὰχ «ὁ θεός σου» κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν «διὰ τοῦτο ἔχρισέν σε, ὁ θεός, ὁ θεός σου».
4.15.62
λευκότατα γοῦν ὁ λόγος διὰ τούτων, θεῷ προσφωνῶν, φησὶν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιάσεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας.
4.15.63
ἔχεις τοιγαροῦν ἐν τούτοις σαφῶς θεὸν χριόμενον καὶ χριστὸν γινόμενον, οὐ μύρῳ σκευαστῷ οὐδ' ὑπ' ἀνθρώπων εἰς τοῦτο παριόντα, ἀλλ' οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον.
4.15.64
ὁ δ' αὐτὸς οὗτος ἦν καὶ ἀγαπητὸς τοῦ θεοῦ καὶ γέννημα αὐτοῦ καὶ ἱερεὺς αἰώνιος καὶ σύνθρονος ἀνηγορευμένος τοῦ πατρός. τίς δ' ἂν οὗτος εἴη ἢ ὁ πρωτότοκος τοῦ θεοῦ λόγος, «ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸς ὤν, ὁ διὰ πάσης τῆς ἐνθέου γραφῆς θεολογούμενος, ὡς καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει.
4.15.65
Τούτων δῆτα προτεθεωρημένων ἡμῖν περὶ τῆς τοῦ Χριστοῦ οὐσιώσεώς τε καὶ προσηγορίας, φέρε λοιπὸν ἀναλαβόντες τὴν προταθεῖσαν ὑπόθεσιν, δι' ὅσων προφητικῶν προρρήσεων ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο, θεασώμεθα.
4.16.1
Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. «Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ».
4.16.2
οἷς ἑξῆς ἐπιλέγει· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγελῶν τὸ πρόσταγμα κυρίου. κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».
4.16.3
Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον πνεῦμα τὸν Χριστὸν ἀναφωνεῖ, υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ' αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι' αὐτοῦ γενομένην κλῆσιν προκηρύττει· ἅπερ διαρρήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις, εἰσέτι τε νῦν ἔθνη καὶ λαοὶ βασιλεῖς τε καὶ ἄρχοντες οὔπω παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ συσκευῆς.
4.16.4
εἰ δ' ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἱ ἐκ περιτομῆς, ὥρα τὸν προσδοκώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον φάσκον· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες.
4.16.5
εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δ' ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμόν, καὶ οὕτω δεικτέον, ὡς οὔτε Δαβὶδ οὔθ' ἕτερός τις τῶν πώποτε παρ' Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ' υἱὸς χρηματίσας τοῦ θεοῦ, οὔθ' ὑπὸ τοῦ θεοῦ γεγεννημένος κατὰ τὸν ἐν τῷ ψαλμῷ θεσπιζόμενον, οὐδ' ἄρα ὑπὸ πάντων τῶν ἐθνῶν καὶ βασιλέων ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος. εἰ δ' οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δὲ ἔργοις συνίσταται ταῦτα πάντα καὶ πάλαι μὲν ὑπομείνας καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ ψαλμοῦ δι' ὧν εἴρηται· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».
4.16.6
καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνείληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν».
4.16.7
διαρρήδην δὲ τὸν Χριστὸν ὀνομάζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, διὰ τοῦ «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», τό τε ἐν ρθʹ ψαλμῷ πρὸς τοῦ πατρὸς αὐτῷ προσπεφωνημένον κατὰ τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε».
4.16.8
ἐπίστησον δέ, ὡς ἕνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ' ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἱ ἱεραὶ γραφαί, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ' αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ' αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς.
4.16.9
Ψαλμοῦ ιθʹ. «Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.» Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι' ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν.
4.16.10
ὅλος δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. ἐπειδὴ γὰρ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ' ἡμῶν πολέμους εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους ἀμυνομένῳ. διὸ καί φαμεν ἐν νῷ πρὸς αὐτὸν ἀπὸ τοῦ ψαλμοῦ οὕτως ἔχοντα· «ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου».
4.16.11
εἶτ' ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ, ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ, τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὃν ἀνείληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκεν τῷ θεῷ καὶ πατρί, διὰ τοῦτό φαμεν αὐτῷ· «μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω».
4.16.12
καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστιν καὶ ὠφέλιμα ἐν τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ, «δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου» λέγοντες, «καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι».
4.16.13
οἷς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντές φαμεν· «ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου». σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι' ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμέν· «καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου».
4.16.14
ἐπὶ πᾶσι τούτοις διδασκόμεθα λέγειν τὸ «νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ», μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν, τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες. Ψαλμοῦ κζʹ. «Κύριος κραταίωμα τοῦ λαοῦ ἐστιν καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.»
4.16.15
Καὶ ὁ μετὰ χεῖρας ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχήν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῇ τοῦ ψαλμοῦ φησιν· «πρὸς σέ, κύριε, ἐκέκραξα· ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον».
4.16.16
πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγων· «εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου. κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ». ἐφ' οἷς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει· «κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν»,
4.16.17
παιδεῦον ἡμᾶς, ὅτι δὴ πάντα τὰ ἐν ταῖς θείαις γρα φαῖς ἀνάγραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ πατρός, ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντος τοῦ ἰδίου Χριστοῦ.
4.16.18
Ψαλμοῦ πγʹ. «Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὅτι κρεῖσσον ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.»
4.16.19
Οἱ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωήν, ἐπεὶ τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες, κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν· «καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη»,
4.16.20
εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ, τὸ δι' ἡμᾶς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεώ τε ἡμῖν γενέσθαι δι' αὐτόν, ἐπεὶ «τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται». ταῦτα δ' ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσασθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα, μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυρίαν οὖσαν καὶ κυριακήν, κρείττονα εἶναί φασιν μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν ἀλλ' οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν ἀλλ' ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται.
4.16.21
εἶεν δ' ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ ἐκκλησίαι, ἑνὸς οἴκου τοῦ θεοῦ τυγχάνουσαι αὐλαί, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται «παραρριπτεῖσθαι» ὁ τὰ τοιαῦτα εἰδώς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς «σκηνώμασιν» τῶν «ἁμαρτωλῶν»· εἰ μὴ... τὰς τῶν Ἰουδαίων συναγωγάς, τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, ὧν πολὺ βελτίους εἶναι τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται. Ψαλμοῦ πηʹ. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ» καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου».
4.16.22
Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφητευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον ψαλμὸν βασανίζοντες παραστήσομεν, ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα.
4.16.23
ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ «τὸ ἀντάλλαγμα», δηλονότι τὴν ἐκκλησίαν, «ὠνείδισάν» τε καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγομένοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρόν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν. Ψαλμοῦ ρλαʹ. «Ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.»
4.16.24
εἶθ' ὑποβάς φησιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου».
4.16.25
Κἀνταῦθα περὶ τοῦ «ἐκ σπέρματος Δαβὶδ» ὄμνυσιν ὁ κύριος, ὅπερ σπέρμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων, «λύχνον» φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν ὡς εἰκὸς λόγον τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσιν καθ' ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν.
4.16.26
καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παραθέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. «ἐκεῖ δέ», φησίν, «ἐξανατελῶ κέρας», τὸν τόπον δηλῶν, ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι.
4.16.27
εὐξαμένῳ γὰρ τῷ Δαβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ, φήσαντί τε «εἰ εἰσελεύσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου· νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον· τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακὼβ» ἀποκαλύπτει τὸ θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον.
4.16.28
διὸ ἐπιφέρει λέγων· «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά αὕτη δέ ἐστιν ἡ Βηθλεέμ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ». εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου»,
4.16.29
τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ' ἑτέραν ὑπόνοιαν σημαίνων, ἐπειδὴ διὰ τοῦ σώματος, ὡς δι' ὀστρακίνου σκεύους, ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους.
4.16.30
Ἀπὸ τοῦ Ἀμώς. «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν, Ἰσραήλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ἀκούσατε λόγον κυρίου, ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς, θρῆνον, οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι· παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.»
4.16.31
Ἕβδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλλων εἰς ἀνθρώπους ὁ θεός, στερεοῦν βροντὴν καὶ κτίζειν πνεῦμα λέγεται, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρωται, ἐφ' ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς παραδεξαμένοις τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον.
4.16.32
οἷς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυτίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν.
4.16.33
ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρος τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πεσόντος αὐτῶν οἴκου τοῦ ἐν Ἱερουσαλήμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ' ἀναστησομένων τῷ μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. «οὐκ ἔστιν» γοῦν, φησίν, «ὁ ἀνιστῶν αὐτήν».
4.16.34
ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστησε τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας, δι' ὧν ἀποκλαυσάμενος μονονουχὶ ἀπελογήσατο, εἰπών· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». Ἀπὸ τοῦ Ἀμβακούμ. «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦσῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.»
4.16.35
Ἀκύλας· «ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν σου σὺν χριστῷ σου». ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκεν, σὺν χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεόν, εἰκότως παρεθέμεθα τὴν λέξιν, σαφῶς τῷ προβλήματι παρισταμένην.
4.16.36
εἶεν δ' ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν πλείους οἱ ἐξ αὐτοῦ καὶ δι' αὐτὸν χριστοὶ χρηματίζοντες, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε», οἵ τε εἰς αὐτὸν πεπιστευκότες καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγενεσίας χρίσματος κατηξιωμένοι, καὶ οἱ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ· «μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν». Ἀπὸ τῶν Ἱερεμίου θρήνων. «Πνεῦμα προ προσώπου ὑμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν».
4.16.37
Οἱ θεσπέσιοι τοῦ θεοῦ προφῆται τὸ μέλλον θείῳ πνεύματι συνορῶντες, ζήσεσθαι μὲν ἑαυτούς, καὶ τοὺς ἑαυτῶν λόγους ὡς ἂν ζώντων ἐνεργήσειν «ἐν τοῖς ἔθνεσιν», ἀλλ' οὐκ ἐν τῷ Ἰσραήλ, ἐθέσπιζον, τὸν χριστὸν πάλιν ὀνομαστί, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστόν, παρ' οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον «ἐν ταῖς διαφθοραῖς αὐτῶν».
4.16.38
τίνων ἢ δηλονότι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῷ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ εἰκὸς ἐκ περιτομῆς ἀποσφάλλεσθαι, τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου·
4.16.39
ἐπεὶ μὴ οἷόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα καὶ πάλιν οὐκ ἔχοντα «εἶδος οὐδὲ κάλλος» ἀλλ' «ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον» ἀπό τε τῶν ἀνομιῶν αὐτῶν εἰς θάνατον παραδιδόμενον.
4.16.40
εὖ δὲ καθ' ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων, τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προτέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ' ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν.
4.16.41
ἀπόδειξις δὲ τῆς προτέρας ἐναργὴς ἡ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς ἔργον χωρήσασα δι' αὐτοῦ θεογνωσία, ἣν διαφόρως μυρίαι θεσπίζουσιν προφητικαὶ φωναί, ὥσπερ οὖν καὶ ἡ παροῦσα, δι' ἧς εἴρηται «οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν». Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. «Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.»
4.16.42
Τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν αὖθις ὀνομαστὶ τοῦ Χριστοῦ, ᾗ καὶ θεοῦ λόγος ἐπινοεῖται, τήν τε ἐξάκουστον βροντῆς δίκην εἰς ἅπαντας διδασκαλίαν αὐτοῦ καὶ τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. ἑξῆς δὲ τούτοις αὐτὸς ὁ κύριος «δώσειν ἰσχὺν» λέγεται «τοῖς βασιλεῦσιν ἡμῶν». οὗτοι δ' ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζʹ ψαλμῷ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ».
4.16.43
κἀν τούτῳ δὲ Χριστοῦ ὀνομαστὶ μνημονεύει, τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου σωτῆρος ἡμῶν, οὗ τὸ κέρας φησὶν ὑψωθήσεσθαι τὴν ἐν αὐτῷ ἀόρατον δύναμιν καὶ τὴν βασιλείαν αὐτοῦ δηλῶν· ἔθος γοῦν τῇ γραφῇ τὴν βασιλείαν κέρας ὀνομάζειν. κεῖται δὲ καὶ ἐν τῷ πηʹ ψαλμῷ τὸ «καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ». Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα οἴκου πατρός σου· καὶ οὐκ ἔσται πρεσβύτης ἐν τῷ οἴκῳ μου.»
4.16.44
ταῦτα πρὸς τὸν Ἠλεὶ φήσας ὁ χρηματισμὸς ἐπιφέρει μεθ' ἕτερα λέγων· «καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει; καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας».
4.16.45
Μετάστασιν καὶ ἀποβολὴν ἀπειλήσας ὁ θεῖος λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν «διελεύσεσθαι ἐνώπιον χριστοῦ αὐτοῦ», ἢ «ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ», ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος, «ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ χριστοῦ αὐτοῦ».
4.16.46
τίς δ' ἂν οὗτος εἴη ἢ πᾶς ὁ εὐσεβῶς προσιὼν τῇ ἱερουργίᾳ τοῦ Χριστοῦ τοῦ θεοῦ, ᾧ τὸν τῆς ἐκκλησίας οἶκον οἷα «σοφὸς ἀρχιτέκτων» καὶ οἰκοδόμος αὐτὸς ὁ τῶν ὅλων θεὸς οἰκοδομήσειν ὑπισχνεῖται, οὐδ' ἄλλον οἶκον σημαίνων ἢ τὴν καθ' ὅλης τῆς οἰκουμένης τῷ Χριστῷ ὀνομαστὶ συστᾶσαν ἐκκλησίαν, ἔνθα πᾶς ὁ διὰ Χριστοῦ τοῦ θεοῦ ἱερωμένος κατὰ τὰς πνευματικὰς λειτουργίας τὰ καταθύμια καὶ τὰ κατὰ ψυχὴν τοῦ θεοῦ λέγεται ποιήσειν, τῶν δι' αἵματος ταύρων καὶ τράγων, κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων, μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας ὁμολογουμένων;
4.16.47
Τοσαῦτα δι' ὧν ὁ Χριστὸς ὀνομαστὶ προκεκήρυκτο· πλὴν ἀλλ' ἐπεὶ διὰ τῶν πλείστων τὰ πάθη τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ' αὐτὸν θεότητος, ἣν ἐν τῷ μδʹ ψαλμῷ, ἐπιγεγραμμένῳ «ὑπὲρ τοῦ ἀγαπητοῦ», φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα, μεθ' ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».
4.16.48
σαφῶς γὰρ ἐν τούτοις, ὡς ἤδη καὶ πρότερον προπαρεστήσαμεν, εἷς ὢν καὶ ὁ αὐτὸς ὁ δηλούμενος, θεὸς εἶναι λέγεται ἠγαπηκὼς δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν, καὶ τούτου χάριν ὑφ' ἑτέρου μείζονος θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύπους, τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως.
4.16.49
ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλ' ὑπ' αὐτοῦ τοῦ ἀνωτάτω θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως ἂν ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. Καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησεν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν».
4.16.50
ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ, ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται.
4.16.51
τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτε λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα.
4.16.52
γέγραπται γὰρ ὡς ἄρα ἀναγνοὺς «καὶ πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».
4.16.53
Ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μωσέως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος, ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει», δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, οὗ μετὰ τῆς ἄλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα διαγράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν.
4.16.54
τοῦτο δὲ παρίστησιν καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ Μωσέα νόμων τὸ «οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων», καὶ πάλιν «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν», καὶ πάλιν «μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων».
4.16.55
εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσῳζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ χριστὸν αὐτὸν ἐπωνομάσθαι εἰς... ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς Χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ' ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», καὶ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου»,
4.16.56
καὶ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», καὶ «ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», δι' ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται.
4.16.57
ὁ δὲ Μωσέως χριστός, ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ Μωσέα χρίσεως οὐδ' ἐλαίου σκευαστοῦ καὶ γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησεν, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος.
4.16.58
ὁ δὲ Μωσέως οὐδ' ὅτι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μωσέως γραφῆς. καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶν καὶ ταῖς δι' αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ, Μωσέως αὐτὸν κεχρικότος·
4.16.59
ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι' ὅλου καὶ αὐτὸς αὐτῷ τὰ πάντα ὅμοιος μηδ' ὁτιοῦν παραλλάττων χριστὸς ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ' αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι' ὕλης τῆς ἐν ἀνθρώποις ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῇ ἀγενεῖ θεότητι κεχρισμένος.
4.16.60
Καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ τὸ παρὸν ἡμῖν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον· φάσκον ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· «μύρον ἐκκενωθὲν ὄνομά σου».
4.16.61
καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἦν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων· τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστίν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον.
4.16.62
ποῖον δ' ἂν γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ' ἂν γένοιτο οὔτ' ἂν ὀνομασθείη χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖον δὲ τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων, φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα.
4.17.1
Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὐτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γάρ· «ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωσῆς κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασεν Μωσῆς τὸν Ναυσὴν υἱὸν Ναυὴ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς».
4.17.2
ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ' αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας, εἰσάγει τὸν Ἀβρὰμ ἔπαθλον ἐπ' ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τί ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός.
4.17.3
οὕτω δὲ καὶ τὴν Σάραν Σάρραν ἐπονομάσας, καὶ Γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλημένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεώς τε καὶ φύσεως θειότερα ἢ κατ' ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβών, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὐτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀνόματι κεχρημένον, μεταβαλὼν Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἐπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες.
4.17.4
ἀλλ' ὅ γε προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον νεῦμα καλεῖ· οὐκ ἄλλως αὐτὸν... καθηγεῖσθαι τοῦ παντὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελευτήν, τῆς δὲ πρὸς αὐτοῦ τεθείσης νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης καὶ αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα ἕτερον ἢ μόνον Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν.
4.17.5
οὕτω μὲν δὴ Μωσῆς ὁ πάντων προφητῶν θαυμασιώτατος, ἀμφοτέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείῳ πνεύματι διαγνοὺς τὰς ἐπωνυμίας, ταύταις ὡς ἂν βασιλικοῖς διαδήμασιν τοὺς παρ' αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν, δυσὶν ἄρχουσιν καὶ ἡγεμόσιν τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας κατ' ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστόν, τῷ δὲ Ναυσῇ ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ τὸν Ἰησοῦν ἀπονείμας.
4.17.6
τοῦτον μὲν οὖν τὸν τρόπον ἡ αὐτοῦ Μωσέως γραφὴ ταῖς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κεκόσμητο προσηγορίαις. Ἀπὸ τῆς Ἐξόδου. «Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸπροσώπου σου, ἵνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ' αὐτῷ.»
4.17.7
ἐμοῦ, φησὶν αὐτὸς ὁ κύριος, τοῦ σοι ταῦτα χρηματίζοντος τοὔνομα ἐπιγέγραπται ὁ μέλλων εἰσάξειν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας· εἰ δ' αὐτὸς ἦν ὁ Ἰησοῦς, οὐκ ἄλλος, πρόδηλον ὡς τοὔνομα τὸ αὐτοῦ φησιν ἐπιτεθεῖσθαι αὐτῷ.
4.17.8
οὐ θαυμαστὸν οὖν εἰ καὶ ἄγγελον αὐτὸν ἀποκαλεῖ, ὅτε καὶ περὶ Ἰωάννου ἀνθρώπου γεγονότος λέλεκται τὸ «ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου».
4.17.9
Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; καὶ ἦν Ἰησοῦς ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ εἱστήκει πρὸ προσώπου ἀγγέλου κυρίου. καὶ ἀπεκρίθη καὶ εἶπεν· πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου, λέγων, ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν, ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.»
4.17.10
καὶ ἑξῆς ἐπιλέγει· «ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατόσκοποί εἰσιν, διότι ἄγω τὸν δοῦλόν μου ἀνατολήν».
4.17.11
καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων, λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ ἐρεῖς πρὸς αὐτόν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων».
4.17.12
Καὶ ὁ ἐν τῷ παρόντι προφήτῃ μέγας ἱερεὺς ἀναγορευόμενος Ἰησοῦς λευκοτάτην εἰκόνα καὶ σύμβολον ἐναργὲς δοκεῖ μοι σῴζειν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ, τῇ τε αὐτοῦ προσηγορίᾳ τιμηθεὶς καὶ τῆς ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας τοῦ λαοῦ καθηγησάμενος,
4.17.13
ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀφεῖσθαι εἴρηται διὰ Ἡσαΐου τοῦ προφήτου «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τε πάντας τοὺς πενθοῦντας, καὶ δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης». ἔχεις τοιγαροῦν ἤδη δύο μεγάλους ἀρχιερεῖς, τὸν μὲν παρὰ Μωσεῖ Χριστόν, τὸν δὲ μετὰ χεῖρας Ἰησοῦν, τὰ σύμβολα τῆς περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀληθείας δι' ἑαυτῶν ἐπενηνεγμένους.
4.17.14
ἀλλ' ὁ μὲν Ἀαρών, ὁ παρὰ Μωσεῖ Χριστός, τῆς παρ' Αἰγυπτίοις ἀπαλλάξας τὸν λαὸν δουλείας, ἐπ' ἐλευθερίᾳ τε καὶ θεραπείᾳ τοῦ θεοῦ τῆς ἀπ' Αἰγύπτου πορείας αὐτῶν ἡγησάμενος, τὴν εἰκόνα σῴζοι ἂν τοῦ ἀληθοῦς κυρίου, ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐλυτρώσατο.
4.17.15
ὁ δ' ἐν τῷ προφήτῃ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας τῆς ἀπὸ Βαβυλῶνος ἐπὶ τὴν Ἱερουσαλὴμ ἐπανόδου προέστη, δεῖγμα φέρων καὶ αὐτὸς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ὃν ἔχομεν «ἱερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς», δι' οὗ καὶ αὐτοὶ ὥσπερ ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεώς τε καὶ αἰχμαλωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανόπολιν, τὴν ἀληθῶς Ἱερουσαλήμ, σπεύδειν ἐδιδάχθημεν.
4.17.16
εἰκότως δὲ ὁ τὴν εἰκόνα τῆς ἀληθείας δι' ἑαυτοῦ φέρων Ἰησοῦς καὶ ῥυπαρὰ ἱμάτια περιεβέβλητο, καὶ ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ ἑστὼς καὶ ἀντικείμενος αὐτῷ λέγεται, ἐπεὶ καὶ ὁ ἀληθῶς σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς εἰς τὴν ἡμετέραν καταβὰς αἰχμαλωσίαν τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν, καὶ τὸν ἀνθρώπειον ῥύπον ἀνεμάξατο, τά τε κατὰ τὸ πάθος αἴσχη διὰ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν ὑπέμεινεν.
4.17.17
διό φησιν ὁ Ἡσαΐας· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δ' ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν». ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου».
4.17.18
καὶ ὁ Παῦλος τούτοις παραπλησίως περὶ αὐτοῦ γράφων φησίν· «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ», καὶ «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». ταῦτα δὴ οὖν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι' ὧν φησιν· «καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά».
4.17.19
πλὴν ἀλλὰ ταῦτα ἀποθέμενος κατὰ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἀπὸ τῆς καθ' ἡμᾶς αἰχμαλωσίας εἰς τὰ οἰκεῖα ἐπάνοδον, τῷ τῆς πατρικῆς θεότητος στεφανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται. οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τῇ καθ' ὅλης τῆς οἰκουμένης ὑπ' αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας ἐπιστρατεύσας, ὅτε παρῆν ἡμᾶς ἐκ τῆς ὑπ' αὐτὸν αἰχμαλωσίας ῥυόμενος.
4.17.20
ἐπείρασε γοῦν αὐτὸν καὶ πρότερον, καὶ δεύτερον, ὅτε κατὰ
4.17.21
τὸ πάθος τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσατο.
4.17.21
ἐφ' οἷς ἅπασιν καὶ τὸν διάβολον καὶ τοὺς ὑπ' αὐτῷ πάντας ἀοράτους ἐχθρούς τε καὶ πολεμίους τροπωσάμενος τοὺς αἰχμαλώτους ἡμᾶς οἰκείους αὐτοῦ κατηρτίσατο, καὶ ἐξ ἡμῶν αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον· «ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ».
4.17.22
πρόσσχες δ' οὖν ἐπιμελῶς τίνα τρόπον νῦν μὲν πνευματικῶς, περὶ τοῦ πάλαι λέγων Ἰησοῦ τοῦ τὴν εἰκόνα τοῦ ἀληθοῦς φέροντος, φησὶν τὸ «ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ», σμικρὸν δ' ὑποβάς, ὡς περὶ ἑτέρου ὄντος ἀνατολῆς αὐτῷ δὴ τῷ τότε παρόντι Ἰησοῦ λέλεκται· «ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, διότι ἄνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἄγω τὸν δοῦλόν μου ἀνατολήν». εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἥξειν ἑτέρου, ἀληθέστερον παρὰ τὸν τότε ἀνατολῆς ὀνομαζομένου, εἰκὼν ἄρα τοῦ μέλλοντος ἥξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς ἀλλὰ καὶ ἀνατολὴ προσαγορευόμενος, εἴ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ» ἐλέγετο.
4.17.23
εἰκότως οὖν τῆς εἰκόνος ἕνεκα καὶ οὗτος τῆς τοῦ σωτῆρος προσηγορίας ἠξίωτο, ὥσπερ οὖν καὶ τῆς ἀνατολῆς. ἐπειδὴ «σωτήριον θεοῦ» εἰς τὴν Ἑλλάδα φωνὴν τὸ τοῦ Ἰησοῦ μεταληφθὲν ὄνομα σημαίνει Ἰσουὰ μὲν γὰρ παρ' Ἑβραίοις σωτηρία, Ἰησοῦς δὲ παρὰ τοῖς αὐτοῖς Ἰωσουὲ ὀνομάζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία, τοῦτ' ἔστιν θεοῦ σωτήριον, εἰκότως, εἴ που «θεοῦ σωτήριον» ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνόμασται, οὐδ' ἄλλο τι ἢ τὸν Ἰησοῦν κατὰ τὴν Ἑβραίων φωνὴν πέπεισο δηλοῦσθαι.
4.17.24
Τούτων καὶ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προσηγορίας ἐπὶ τοσοῦτον εἰρημένων, ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες, ἐπὶ τὰς ἐντελεστέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβησόμεθα. Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. αʹ. Τίς ὁ τρόπος ἦν καθ' ὃν οἱ παρ' Ἑβραίοις προφῆται τὰ μέλλοντα προεθέσπιζον καὶ τὴν ἀληθῆ θεολογίαν ἐφώτιζον. Ὅσαι προφητικαὶ φωναὶ τῆς ἐνθέου προϋπάρξεως τοῦ σωτῆρος μνήμην ἐποιήσαντο. αʹ. Ἀπὸ τῶν Παροιμιῶν. βʹ. Ψαλμοῦ μδʹ. γʹ. Ψαλμοῦ ρθʹ. δʹ. Τοῦ Ἡσαΐου. εʹ. Ψαλμοῦ λβʹ. ʹ. Τοῦ Ἡσαΐου. ζʹ. Τῆς Γενέσεως. ηʹ. Τῆς αὐτῆς. θʹ. Τῆς αὐτῆς. ιʹ. Τῆς αὐτῆς. ιαʹ. Τῆς αὐτῆς. ιβʹ. Τῆς αὐτῆς. ιγʹ. Τῆς Ἐξόδου. ιδʹ. Τῆς αὐτῆς. ιεʹ. Τῆς αὐτῆς. ι ʹ. Τῆς αὐτῆς. ιζʹ. Τῆς αὐτῆς. ιηʹ. Ἀπὸ τῶν Ἀριθμῶν. ιθʹ. Τοῦ Ἰησοῦ τοῦ Ναυῆ. κʹ. Τοῦ Ἰώβ. καʹ. Ψαλμοῦ ʹ. κβʹ. Τοῦ Ὠσηέ. κγʹ. Τοῦ Ἀμώς. κδʹ. Τοῦ Ἀβδιοῦ. κεʹ. Τοῦ Ζαχαρίου. κ ʹ. Τοῦ αὐτοῦ. κζʹ. Τοῦ αὐτοῦ. κηʹ. Τοῦ Μαλαχίου. κθʹ. Τοῦ αὐτοῦ. λʹ. Τοῦ Ἱερεμίου. Λόγος εʹ. Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα καθ' ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱόν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοεράν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γενητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγενήτου φύσεως νοερὰν εἰκόνα, ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος καθ' ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικόν, καθ' ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραάμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην, θεοφιλέσιν, 5. Prooem. 2 αὖθίς τε φανησόμενον ἐν ἀνθρώποις δι' ἀνθρώπου γενέσεως καὶ παραπλησίας ἡμῖν σαρκός, αἴσχιστα πείσεσθαι προείρητο, ὁδῷ καὶ τάξει προχωρήσαι ἂν ἡμῖν ὁ λόγος μέλλουσι τὰς περὶ αὐτοῦ προφητικὰς ἐκτίθεσθαι μαρτυρίας, εἰ δὴ ἐν πρώτοις κατὰ τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιᾶς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον δὲ προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ' Ἑβραίοις τῶν προφητῶν θεοληψίας, παρ' ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα. 5. Prooem. 3 Μαντεῖα καὶ χρηστήρια πανταχόσε γῆς Ἕλληνες καὶ βάρβαροι μνημονεύουσι συστῆναι. ταῦτα δέ φασιν ἐκ προνοίας τοῦ δημιουργοῦ ἐπὶ χρῆσιν καὶ ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν εἶναι τὸ διαφέρον τῶν παρ' Ἑβραίοις προφητῶν πρὸς τὰ τῶν λοιπῶν ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν οὕτως καὶ τοῖς ἄλλοις ἔθνεσιν διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι. 5. Prooem. 4 μὴ γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν ἀλλὰ καὶ τῶν λοιπῶν ἁπάντων ἀνθρώπων, καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ' ἐξ ἴσου προνοεῖν. ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ' οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων χορηγίας, σωμάτων τε τοῖς πᾶσιν κατασκευὴν ὁμοίαν, ἕνα τε γενέσεως τοῖς πᾶσι τρόπον, καὶ φύσιν λογικῆς ψυχῆς μίαν, 5. Prooem. 5 οὕτω δὲ καὶ τῆς τῶν μελλόντων προγνώσεως τὴν ἐπιστήμην πᾶσιν ἀνθρώποις ἀφθόνως παρέχειν, τοῖς μὲν διὰ προφητῶν ἀνδρῶν, τοῖς δὲ διὰ χρηστηρίων, τοῖς δὲ δι' ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι' ὀνειροπομπείας, ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς Ἑβραίων προφήτας. 5. Prooem. 6 Τοιοῦτος μὲν οὖν ὁ παρ' ἐκείνων λόγος. ὁ δὲ παρ' ἡμῶν ὧδέ πως αὐτοῖς ἀπαντήσεται· εἰ μέν τις συνίστη λόγος θεοὺς ἀληθῶς ἢ θείας δυνάμεις ἢ δαίμονας ἀγαθοὺς ἐφεστάναι τοῖς τῶν εἰρημένων μαντείοις ἢ τοῖς οἰωνοῖς ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀκεῖνα τοῖς χρωμένοις ἐπ' ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀποδείξεσιν καὶ αὐτῶν Ἑλλήνων ὁμολογίαις ἤδη πρότερον δαίμονας αὐτοὺς εἶναι, καὶ οὐδ' ἀγαθοὺς πάσης δὲ βλάβης καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ εἶναι προφῆται; φαύλους δὲ αὐτοὺς ὁ λόγος ἐφώρασεν διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωποθυσίας, ἔκ τε ὧν ἠπάτων τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι' ἧς τοὺς πρόσφυγας πλείστοις πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέγχθησαν, 5. Prooem. 7 καὶ ἐπεὶ προαπεδείκνυτο μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ καθ' ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν. 5. Prooem. 8 Καὶ τέλος ἁπάντων ἔλεγχος τῆς ἀδρανοῦς αὐτῶν φύσεως ἦν τὸ σβεσθῆναι καὶ μηκέθ' ὁμοίως..., καὶ σβεσθῆναι μὴ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ· 5. Prooem. 9 ἐξ οὗ γὰρ εἰς πάντα τὰ ἔθνη διέδραμεν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν καὶ δαιμόνων θάνατοι μνημονεύονται. πάντα δ' οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι' ὧν πονηροὶ δαίμονες ὄντες, οἱ περὶ ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἀπηλέγχθησαν. 5. Prooem. 10 εἰ δὴ οὖν τοιοίδε τινὲς τυγχάνουσιν, τίς αἱρεῖ λόγος τοῦ ἐπὶ πάντων θεοῦ μαντείας εἶναι ἡγεῖσθαι τὰ τῶν δαιμόνων χρηστήρια ἢ τοῖς τοῦ θεοῦ προφήταις τὰ κατ' αὐτοὺς παραβάλλειν; ποταπαὶ δὲ αὐτῶν αἱ προρρήσεις, ἅς, ὅτε καὶ ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρωτῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων. 5. Prooem. 11 ἆρά τινι πράγματι κατέλιπον φαύλῳ ἀτοπίας ὑπερβολήν, εἰ δὴ οἱ σωτῆρες ἀνθρώπων θεοί τε καὶ ἀγαθοὶ δαίμονες τοὺς ἱκέτας αὐτῶν καὶ εὐσεβεῖς πρόσφυγας κατασφάττειν τὰ ἑαυτῶν φίλτατα ὡσπερεί τινα ἄλλα θρέμματα παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες. ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ' οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας. 5. Prooem. 12 ἀλλ' οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρηστηρίων. εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχομένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι. 5. Prooem. 13 θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς ἴσοις ἐχρήσαντο διατάγμασιν; πῶς δ' οὐχὶ ταῖς σώφροσιν καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος ἢ Δράκοντος ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα; 5. Prooem. 14 εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ' ἄλλους εἶναι τοὺς καθ' ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦντας, καὶ τίς ἆρ' ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς ὁ Σκύθαις φέρε ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθόν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ' Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας τοὺς θαυμαστοὺς αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας, 5. Prooem. 15 ὁπότ' οὐδ' οἱ παρ' Ἕλλησιν βεβοημένοι θεοὶ καὶ μάντεις ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι; 5. Prooem. 16 τί γὰρ δή ποτε καταλιπόντες ἄνδρες Ἕλληνες τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐπὶ τὴν βάρβαρον ἐστέλλοντο γῆν, ἐμπορίαν μαθημάτων ἔξωθέν ποθεν ἐρανιζόμενοι, παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ σοφίαν ἐκδιδασκόντων, τί ποτ' ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δ' ἀπ' ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ' εἰ μὴ προσεῖχον αὐτοῖς οἱ πολλοὶ τῶν ἀνθρώπων, τοὺς εὐσεβεῖς δ' οὖν καὶ θεοῖς προσιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι. 5. Prooem. 17 τίνες οὖν οὗτοι; οὓς γὰρ ἂν φῇς, τούτους ἀπελέγχουσιν πλανωμένους οἱ ἀντιδοξάζοντες. ἀλλὰ γάρ, ὡς ἔοικεν, δαιμόνων ἦν μαντεῖα, μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι· καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἐπηβόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου, μᾶλλον δ', εἰ χρὴ φάναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι, εἰ δὴ περὶ σφῶν αὐτῶν μοιχείας καὶ ἀρρενομιξίας, μητρογαμίας τε καὶ ἀδελφῶν ἐκθέσμους κοινωνίας, καὶ μυρίας ἄλλας θεομαχίας ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς ἀνθρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασιν μυστηρίων τε ἐν ἀπορρήτοις τελεταῖς λεγόντων ἀκροώμενοι, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ' ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρμόζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται. 5. Prooem. 18 καὶ τί με χρὴ διατείνεσθαι, παρὸν ἐξ ἑνὸς τοῦ μεγίστου παραδείγματος τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ὡς ἀληθῶς μιαρὸν τῶν δηλουμένων συνορᾶν; λέγω δ' ἐκ τῆς ἀνθρωποθυσίας. 5. Prooem. 19 τὸ γὰρ μὴ μόνον ἀλόγων ζῴων σφαγαῖς χαίρειν, ἀλλὰ καὶ ἀνθρώπων ἀπωλείαις, ποίας ὠμότητος ὑπερβολὴν οὐχ ὑπερηκόντισεν; ταῦτα γὰρ ἦν, ὡς ἔφην, τὰ διὰ τῆς Προπαρασκευῆς ἐξ αὐτῶν τῶν Ἑλληνικῶν φιλοσόφων τε καὶ συγγραφέων μεμαρτυρημένα, ἐξ ὧν καὶ μάλιστα, δαίμονες ὄντες πονηροί, πολυπλόκοις μηχαναῖς, τοτὲ μὲν ταῖς διὰ μαντειῶν τοτὲ δὲ ταῖς δι' οἰωνῶν ἢ συμβόλων ἢ θυμάτων ἢ τῶν παραπλησίων, τὸ ἀνθρώπειον διαστρέφοντες γένος δείκνυνται. 5. Prooem. διόπερ ἀποφαντέον αὐτῶν τὰ χρηστήρια μὴ τοῦ ἐπὶ πάντων γεγονέναι θεοῦ. Οὐκοῦν οὐδὲ συγκρίνειν αὐτὰ τοῖς Ἑβραίων προφήταις θεμιτὸν ἂν εἴη, ὧν ὁ πρῶτος ἱεροφάντης καὶ θεολόγος γέγονεν Μωσῆς· θέα ὅσων ἀγαθῶν τῷ βίῳ παραίτιος κατέστη· πρῶτον μὲν δογμάτων εὐαγγελικῶν καὶ ἀληθῶν περὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων θεοῦ, περί τε τοῦ δευτέρου αἰτίου τῶν τε μετ' αὐτὸν λογικῶν καὶ νοερῶν οὐσιῶν περί τε κοσμογονίας καὶ ἀνθρωπογονίας γραφὴν ἱερὰν ἐξέδωκεν, ἔτι τε τῶν θεοσεβῶν ἱστορίας τῶν πάλαι θεοφιλῶν Ἑβραίων ὥσπερ τινὰς ἀρετῶν εἰκόνας ὑποτυπωσάμενος εἰς ζῆλον τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ὑπηκόους ἀνεκίνησεν, καὶ νομοθεσίας ἐνθέου καὶ καταλλήλου τοῖς τότε χρωμένοις φωτὸς ἀπήρξατο λόγων, καὶ θρησκείας θεοσεβοῦς πέφηνεν εἰσαγωγεύς, καὶ ἐπὶ πᾶσιν τῶν μακροῖς ὕστερον χρόνοις ἔσεσθαι μελλόντων τὰς προρρήσεις ἀναπεφώνηκεν, ὡς μικρὸν ὕστερον μνημονευθήσεται. 5. Prooem. 21 Καὶ τοιοῦτος μὲν οὗτος. κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ μετ' αὐτὸν προφῆται πάρεργον μέν, εἴ πού τι τῶν ἐφημέρων ἐζητεῖτο, καὶ τοῦτο προύλεγον τοῖς ἐρωτῶσιν, τὸ δὲ κεφάλαιον τῆς προφητείας αὐτοῖς ἐπὶ μεγάλοις συνετελεῖτο. 5. Prooem. 22 οὐ γὰρ ἐπὶ μαντείᾳ τῶν ἐφημέρων καὶ πρὸς τὸν παρόντα καιρὸν ἐπιζητουμένων οὐδέ γε σμικρῶν καὶ ταπεινῶν τὰ τῆς θεοφορίας ἠξιοῦντο, ἀλλ' ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου πνεύματος ἐν αὐτοῖς ἔλλαμψις μεγίστην ὑπόθεσιν περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόρρησιν ἐπαγγελλομένη, οὐδὲ περί τινος ἀπολωλότος οὐδὲ ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ· ἀλλ' ἦν μέν, ὡς ἔφην, ὅτε καὶ ταῦτα προύλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον, ἀλλὰ κατὰ ἀκολουθίαν τῆς τῶν κρειττόνων καταλήψεως· τὰ δέ γε πρωτοτύπως αἴτια τῆς ἐν τῷ προφητεύειν αὐτοὺς θεοληψίας μείζονα τὴν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περιεῖχεν. 5. Prooem. 23 εἰ δ' οὖν τις τὴν πᾶσαν περιοχὴν τῆς Μωσέως γραφῆς καὶ τῶν μετ' αὐτὸν ἀκριβῶς διερευνήσειεν, εὕροι ἂν προτροπὴν καὶ διδασκαλίαν εὐσεβείας τῆς εἰς τὸν τῶν ὅλων θεὸν αὐτὸν δὴ τὸν δημιουργὸν ἁπάντων περιέχουσαν, γνῶσίν τε καὶ θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης δὲ πολυθέου πλάνης ἀποτροπήν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας, μνήμην, προρρήσεις τε καὶ ἀναφωνήσεις... κατὰ τὸν ἐκείνων βίον ὑστέροις ποτὲ χρόνοις μελλόντων βιώσεσθαι δι' ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου κυρίου καὶ θεοῦ μετὰ τὸν ἀνωτάτω πατέρα καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι' οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Ἑβραίων τρόπον παραδοθήσεσθαι. 5. Prooem. 24 ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἳ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον. καὶ τοῦτ' ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων καὶ τῶν μετὰ ταῦτα τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε κατὰ τούτων ἔλεγχον διὰ μακρῶν ἐκφάναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι' αὐτοῦ τῆς παλαιᾶς Ἑβραίων θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρῦξαι. 5. Prooem. 25 Ταῦτ' ἦν τὰ ἐξ αἰῶνος στήλαις καὶ βίβλοις ἱεραῖς τῶν προφητῶν συμφώνως ἀναπεφωνημένα, αὐτὰ δὴ ταῦτα, ἃ καὶ ἡμῖν αὐτοῖς ὀφθαλμοῖς μετὰ τὸν μακρὸν αἰῶνα εἰσέτι νῦν πληρούμενα συνορᾶται. μιᾷ δὲ φωνῇ πάντες οὗτοι καὶ θείῳ πνεύματι κάτοχοι πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πᾶσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες μόνῳ προσανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν ἐν ἀνθρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων. καὶ διδάσκαλον βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησόμενον. 5. Prooem. 26 Τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιουμένων. εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ' αὐτὸ οἷα νεκρὸν ἐξηλάου, τοῦ κατὰ φύσιν λογισμοῦ παρενηνεγμένον οὐδ' ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι' αὐτοῦ, παντελῶς δ' ἀναίσθητον καὶ παράφρονα, παρ' ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασιν τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι. 5. Prooem. 27 τὸ δέ γε ἀληθῶς καὶ ἔνθεον πνεῦμα, φωτοειδὲς μᾶλλον δὲ φῶς αὐτὸ τυγχάνον, ᾗ δ' ἂν ἐπέλθῃ ψυχῇ, καινὴν παραχρῆμα καὶ λαμπροτάτην φωτὸς ἡμέραν ἐν αὐτῇ κατειργάζετο, διαυγεστέραν τε καὶ θεωρητικωτέραν πολὺ πλέον νῦν ἢ πρότερον αὐτὴν αὐτῆς ἀποφαῖνον, ὥστε νήφειν καὶ ἐγρηγορέναι συνορᾶν τε πάντων μάλιστα καὶ συγκρίνειν τὰ θεσπιζόμενα. 5. Prooem. 28 παρ' ὅ μοι δοκοῦμεν εὖ καὶ ἀληθῶς προφήτας ἀποκαλεῖν τοὺς τοιούσδε παρὰ τὸ προφαίνειν καὶ προφωτίζειν ἐν αὐτοῖς τὸ θεῖον πνεῦμα μὴ μόνον τὰ παρόντα ἀλλὰ καὶ τῶν μελλόντων ἀληθῆ καὶ ἀκριβῆ γνῶσιν. 5. Prooem. 29 Σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾶν κεκαθαρμένοις καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ θεῖον ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνούς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γαλῶν καί τινων ἄλλων τοιουτοτρόπων, δι' ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἱ θαυμάσιοι τὸν ἐπὶ πάντων θεὸν ἐκφαίνειν ὑπειλήφασιν. 5. Prooem. 30 τοῦτο δὲ ἀνδρῶν ἦν μὴ συνεωρακότων θεοῦ φύσιν, μηδέ γε θείου πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ' οὐδ' ἐν λογικοῖς ἅπασιν, εἰ μή ποτε ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἵους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας, οὓς τοῦ θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων. 5. Prooem. 31 εἰ δέ ποτ' αὐτοῖς σκιᾶς δίκην ἐπηκολούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν καὶ προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν, ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσιν παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἱ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τῶν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφητῶν οἰκείων. 5. Prooem. 32 Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. ὥρα δὴ οὖν αὐτοῖς, οἷα δὴ ἐνθέοις ἀνδράσιν καὶ σοφοῖς οὐ κατ' ἄνθρωπον γενομένοις κατ' ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσιν παιδεύεσθαί τε τὰ παρ' αὐτοῖς δόγματα καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ' ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγωνται. φέρ' οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον, τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα. 5. Prooem. 33 ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· καλεῖ δὲ αὐτὸν καὶ φῶς νοερόν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν. 5. Prooem. 34 καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπόστολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι. τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι' αὐτοῦ συνέστηκεν». κέκληται καὶ «θεοῦ δύναμις» καὶ «θεοῦ σοφία». αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις προφητικῶν γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη. 5. Prooem. 35 Χρὴ δὲ μὴ ἀγνοεῖν ὅτι οἱ μὲν θεῖοι χρησμοί, πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ τὸ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασιν τοῦ δυσθεωρήτου χάριν. ἑβδομήκοντα δ' οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἷς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον. 5. Prooem. 36 εἰ δέ που γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκ δόσεις, αἷς φίλον εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι, παραιτησόμεθα, ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστάσεως. τούτων ἡμῖν πεπροοιμιασμένων, καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψώμεθα.

Intertext edge

Open linked passage

Note