Demonstratio evangelica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Ἀπὸ τοῦ Ἡσαΐου. Ὥσπερ ὁ θαυμάσιος εὐαγγελιστὴς Ἰωάννημείζονι ἢ κατὰ ἄνθρωπον μεγαλοφωνίᾳ τὸν σωτῆρα καὶ κύριον ἡμῶν θεολογῶν, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, τῆς τε ἱερᾶς γραφῆς αὐτοῦ ἀπαρχόμενος ὁμοῦ τῇ θεολογίᾳ καὶ τὴν ἔνσαρκον αὐτοῦ εἰς ἀνθρώπους παρίστησιν ἐπιδημίαν «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος, οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, πάντα δι' αὐτοῦ ἐγένετο», φήσας, τούτοις ἑξῆς ἐπάγων· «καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»,
7.1.3
τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεσπέσιος προφήτης θεὸν ἐκ παρθένου γεγεννημένον μέλλων ἀνακηρύττειν, τὴν ἔνδοξον αὐτοῦ θεοπτίαν προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων· Ἀπὸ τοῦ Ἡσαΐου. «Εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο. καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον, ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ»,
7.1.4
καὶ ἑξῆς ἐπιλέγει· «καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. καὶ εἶπεν πρός με, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους».
7.1.5
Ποῖον δὲ θεμιτὸν φάσκειν τὸν προφήτην ἑωρακέναι κύριον ἢ ὃν τοῖς περὶ τὸν Ἀβραὰμ προπάτορσιν ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου προμεμαθήκαμεν. μέλλων τοιγαροῦν τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν, τὴν ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι' ἧς φησιν ἑωρακέναι αὐτὸν «καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου».
7.1.6
οὗτος δ' ἂν εἴη ὁ θρόνος αὐτοῦ ἐκεῖνος ὁ καὶ ἐν τῷ «περὶ τοῦ ἀγαπητοῦ» ψαλμῷ δεδηλωμένος, κατὰ τὸ «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», ἐφ' ὃν καὶ ὁ ἀνωτάτω τῶν ὅλων ποιητὴς θεὸς πατήρ τε αὐτοῦ ὡς ἂν μονογενεῖ καὶ ἀγαπητῷ καθέζεσθαι παρεκελεύετο, λέγων· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου».
7.1.7
συνίστησιν δὲ ταύτην ἡμῶν τὴν εἰς τοὺς τόπους ἑρμηνείαν Ἰωάννης ὁ εὐαγγελιστής, ὃς παραθέμενος τὰς προκειμένας τοῦ Ἡσαΐου φωνάς, ἐν αἷς εἴρητο «ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν», ἐπιφέρει περὶ τοῦ Χριστοῦ λέγων· «ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησεν περὶ αὐτοῦ».
7.1.8
ἰδὼν δὴ οὖν ὁ προφήτης τὴν ἐπὶ τοῦ πατρικοῦ θρόνου τῆς ἐνθέου δόξης τε καὶ βασιλείας ἵδρυσιν τοῦ σωτῆρος ἡμῶν, τῷ τε ἁγίῳ ἐπιθειάσας πνεύματι καὶ μέλλων ἑξῆς τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἐκ παρθένου γέννησιν ὑπογράφειν, προμαρτύρεται τὴν εἰς πᾶσαν τὴν γῆν μέλλουσαν ἔσεσθαι γνῶσίν τε καὶ δοξολογίαν, τὰ Σεραφὶμ εἰσάγων κυκλοῦντα αὐτὸν καὶ φάσκοντα· «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ».
7.1.9
τίνα δ' ἂν εἴη τὰ Σεραφὶμ τὰ τὸν Χριστὸν τοῦ θεοῦ δορυφοροῦντα ἢ τάχα ἴσως ἀγγέλων καὶ θείων δυνάμεων χοροί, ἢ καὶ προφητῶν καὶ ἀποστόλων; ἑρμηνεύεται γὰρ τὰ Σεραφὶμ «ἀρχὴ στόματος αὐτῶν».
7.1.10
τοιοῦτοι δὲ οἱ προφῆται καὶ ἀπόστολοι, ὧν διὰ τοῦ στόματος ἡ ἀπαρχὴ γέγονεν τοῦ σωτηρίου κηρύγματος, δι' ὃ ταύτης ἔτυχον τῆς προσηγορίας· ὧν καὶ τοῦ ἁγίου πνεύματος αἱ δυνάμεις, «πτέρυγες» ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρρητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων.
7.1.11
καὶ δυνάμεις δὲ θεῖαι καὶ οὐράνιοι εἶεν ἂν διὰ τῶν Σεραφὶμ δηλούμεναι, καθὸ ἑτέρως τὰ Σεραφὶμ ἑρμηνεύεται «ἐμπρησμοί», δι' ὃ εἴρηται· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα».
7.1.12
κεκράγασιν δὲ οὗτοι καὶ βοῶσιν ἕτερος τῷ ἑτέρῳ κατὰ τὴν οἰκείαν δύναμιν, τὴν ἁγιότητα τοῦ θεολογουμένου παριστῶντες καί, τό γε πάντων παραδοξότατον, θεολογοῦντες ὅτι δὴ μὴ μόνον οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ πάντα πλήρη τυγχάνει τῆς δοξολογίας αὐτοῦ, ἀλλὰ καὶ «πᾶσα ἡ γῆ» τῆς αὐτῆς μετέσχεν δυνάμεως διὰ τὴν ἐξ οὐρανῶν εἰς ἀνθρώπους αὐτοῦ θεσπιζομένην κάθοδον, ἣν προϊὼν ἑξῆς ὁ λόγος προφητεύει, τὴν ἐκ παρθένου γένεσιν καὶ τὴν διὰ ταύτης εἰς πᾶσαν τὴν γῆν ἐφαπλωθεῖσαν δοξολογίαν αὐτοῦ κηρύττων.
7.1.13
«Κύριος» δὲ «Σαβαὼθ» ἑρμηνεύεται «κύριος τῶν δυνάμεων». αὐτὸς δ' ἂν εἴη ὁ «ἀρχιστράτηγος δυνάμεως κυρίου», ὃν καὶ ἐν ˉκ καὶ ˉγ ψαλμῷ «κύριον Σαβαὼθ» αἱ θεῖαι πάλιν ἀποκαλοῦσι δυνάμεις, τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ θεσπίζουσαι δι' ὧν φασιν· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης»· τὸ γοῦν Ἑβραϊκὸν πάλιν ἐνταῦθα «κύριον Σαβαὼθ» αὐτὸν καλεῖ.
7.1.14
καὶ ἐπειδήπερ αὐτός ἐστιν «ὁ βασιλεὺς τῆς δόξης», διά τε τὴν ἐπιδημίαν αὐτοῦ ἔμελλεν πᾶσα ἡ γῆ πληροῦσθαι τῆς δόξης αὐτοῦ, εἰκότως τὸ μέλλον ἔσεσθαι ἔν τε τῷ προφήτῃ λέλεκται καὶ ἐν τῷ ψαλμῷ, ἐν μὲν τῷ προφήτῃ διὰ τοῦ «πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἐν δὲ τῷ ψαλμῷ διὰ τῆς ἀρχῆς φασκούσης· «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ».
7.1.15
Τούτων τεθεσπισμένων ἑξῆς ὑποβὰς ὁ προφήτης μαρτύρεται, ὅτι δὴ εἰ καὶ «πλήρης» ἔσται «πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἀλλά γε τὸ Ἰουδαίων ἔθνος οὐ προσήσεται αὐτόν. διό φησιν· καὶ εἶπεν κύριος αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος «κύριος Σαβαώθ», «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῖς ὠσὶν αὐτῶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς».
7.1.16
δι' ὧν ἄντικρυς θεσπίζει τὴν ἐσομένην εἰς αὐτὸν ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ, καὶ ὡς ὄψονται μὲν αὐτόν, οὐ μὴν προσέξουσιν τίς εἴη, λέγοντός τε ἐν αὐτοῖς καὶ διδάσκοντος ἀκούσονται, οὐ μὴν καὶ συνήσουσιν, οὔθ' ὅστις ὢν αὐτοῖς διαλέξοιτο, οὔθ' ἅπερ αὐτοῖς τῆς καινῆς διδασκαλίας παραδώσει μαθήματα.
7.1.17
μαρτυρεῖ δὲ τοῖς τῶν λόγων ἀποτελέσμασιν ὁ εὐαγγελιστὴς Ἰωάννης, περὶ τοῦ σωτῆρος ἡμῶν λέγων· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν, κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησεν περὶ αὐτοῦ».
7.1.18
ἀναμφιλόγως οὖν ἐπὶ τὸν Χριστὸν ἀνήνεγκεν τὴν ἐν τῷ Ἡσαΐᾳ θεοφάνειαν ὁ εὐαγγελιστὴς καὶ ἐπὶ τὸν Ἰουδαίων λαόν, οὐ παραδεδεγμένον τὸν ἑωραμένον τῷ προφήτῃ κύριον κατὰ τὴν περὶ αὐτοῦ πρόρρησιν. τῷ γοῦν προφήτῃ ἑωρακότι «τὸν κύριον Σαβαώθ» φησιν ὁ χρησμὸς εἰπεῖν τῷ Ἰουδαίων ἔθνει, ὅτι δὴ καὶ αὐτοὶ ὄψονταί ποτε τὸν αὐτόν, ἀλλ' οὐ συνήσουσιν ὅστις εἴη, καὶ ἀκούσονται αὐτοῦ λέγοντος ἐν αὐτοῖς καὶ διδάσκοντος, ἀλλ' οὐ νοήσουσιν, διὰ τὸ πεπωρῶσθαι αὐτῶν τὴν καρδίαν.
7.1.19
ταῦτ' οὖν ὁ Ἡσαΐας δι' ὧν παρεθέμεθα λέξεων θεσπίσας, ἐν ἱστορίας ἀφηγήσει πολεμίων ἔφοδον κατὰ τοῦ Ἄχαζ, ὃς ἐπεῖχεν τότε τὰ τῆς βασιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερεν νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν δυνάμεων περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματείας διεληλύθαμεν, ὡς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ' αὐτήν γε τὴν ἄθεον εἰδωλολατρίαν καταβεβληκότων, οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θεοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκεῦος ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ ἡ τούτου χρεία ἦν, καιρὸς ἂν εἴη διαλαβεῖν. 7. 1. Ἐπειδὴ δι' ἀνθρώπου θάνατος «εἰσῆλθεν εἰς τὸν κόσμον», φησὶν ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ θανάτου βραβευθῆναι νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι, μηκέτι ἁμαρτίας αὐτοῦ ἀλλὰ δικαιοσύνης κρατούσης.
7.1.21
καὶ ἐπειδὴ διὰ τῶν τῆς σαρκὸς ἁμαρτημάτων πάλαι πρότερον ἡ πτῶσις ἐγίνετο πᾶσιν ἀνθρώποις, εἰκότως πάλιν δι' ἀναμαρτήτου καὶ πάσης ἀχράντου κακίας τὰ κατὰ τῶν ἐχθρῶν ἀνηγείρετο τρόπαια.
7.1.22
τίνων δὲ ἐχθρῶν ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παραδοξοποιίας ἀνθρώπων ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστήσοντα, μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι, ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλ μοῖς οὐδ' ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου.
7.1.23
ἵν' οὖν καὶ διὰ σωμάτων αἰσθήσεως τῆς τῶν νοητῶν καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον αὐτὸς ὁ θεὸς λόγος ἄνθρωπον ἀνελάμβανε, καὶ πάντα γε δι' αὐτοῦ τὰ σωτήρια τοῖς αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε καὶ ἔργων προεβάλλετο.
7.1.24
καὶ ταῦτ' ἔπραττεν, ταῖς τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ' οὕτως οἷα ἀνθρώπου ψυχὴ τῷ σώματι πεδούμενος, ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ θεῖα μηδὲ πανταχῆ παρεῖναι, θεοῦ λόγον ὄντα καὶ τὰ πάντα πληροῦντα καὶ διὰ πάντων ἥκοντα· ἀλλ' οὐδὲ ῥύπον ἢ φθορὰν ἢ μίασμα ἐξ ἧς ἀνείληφεν σαρκὸς ἐπενηνεγμένος, ὅτι δὴ ἀσώματος ὢν τὴν φύσιν καὶ ἄυλος καὶ ἄσαρκος, οἷα θεοῦ λόγος, ἐνθέῳ δυνάμει καὶ λόγοις ἡμῖν ἀρρήτοις πᾶσαν ὑπῄει τὴν οἰκονομίαν, τῶν οἰκείων μεταδιδοὺς ἀλλ' οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων.
7.1.25
οὔκουν τι φοβεῖσθαι χρὴ τὴν ἔνσαρκον οἰκονομίαν, ἐπεὶ μὴ ἐμολύνετο ὁ ἀμόλυντος μηδὲ ἐκ τῆς σαρκὸς ὁ ἀμίαντος ἐμιαίνετο μηδὲ συνεφθείρετο τῇ τοῦ σώματος οἰκείᾳ φύσει ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν ἄν τι ἀκτῖνες, νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι. τῷ δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητόν, ἀπετελεῖτο, ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος βουλαῖς τε καὶ πράξεσιν διηκονεῖτο.
7.1.26
Τοῦτο οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς, ἄνωθεν ἐκ παλαιῶν χρόνων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις. σφόδρα δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέσεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφές, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε;»
7.1.27
ᾧ ἐπιφέρει ἑξῆς τὰ τοῦτον ἔχοντα τὸν τρόπον· «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δή, οἶκος Δαβίδ· μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.»
7.1.28
καὶ τὰ μὲν τῆς προφητείας ὧδέ πη εἶχεν. ἐπιστῆσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ, μαρτυραμένῳ τοῖς ἐντυγχάνουσιν, ὅτι «ἐὰν μὴ πιστεύσωσιν, οὐδὲ μὴ συνῶσιν». καὶ ἀναγκαίως χρῆν ἐπισημήνασθαι, δεικνύντας ὅτι μὴ μόνον συνέσεως ἀλλὰ καὶ πίστεως δεῖ τοῖς ἐντευξομένοις, καὶ οὐ μόνον πίστεως ἀλλὰ καὶ συνέσεως. ὅθεν οἱ ἐκ περιτομῆς, μὴ πιστεύσαντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ, εἰσέτι καὶ νῦν τούτων ἀκροώμενοι, οὔπω καὶ εἰς δεῦρο συνῆκαν τὸν προφητευόμενον, ὥστε ἐπ' αὐτοῖς πρώτοις ἐπαληθεῦσαι τὴν πρόρρησιν.
7.1.29
ἀκοῇ γὰρ τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν διὰ πάσης ἡμέρας ἀκούοντες ὠσὶν διανοίας οὐκ ἀκούουσιν. τῆς. τε ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἕτερον ἢ ἡ ἀπιστία τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς ἀποφηναμένης. «ἐάν», γάρ φησι, «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε».
7.1.30
Ἀλλ' εἰ φαῖεν μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν τῇ γραφῇ οὕτως γάρ φασι φέρεσθαι παρ' αὐτοῖς, καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν, οἷα καὶ πᾶσαι γυναῖκες ἐξ ὁμιλίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα, νεᾶνίς τις ἔμελλεν; πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος; καὶ οὐκ ἁπλῶς θεὸς ἀλλ' «ὁ μεθ' ἡμῶν»; τοῦτο γὰρ σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶν δεῖν ὀνομάζειν τὸν γεννώμενον· «ἰδοὺ γὰρ ἡ παρθένος», φησίν, «ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός».
7.1.31
ποῖος δὲ καὶ ἀγὼν θεῷ ἢ ποῖος ἂν εἴη κόπος καὶ μόχθος ἐπὶ συνήθει τρόπῳ γυναικὸς τικτούσης; ἐν μὲν γὰρ τοῖς ἡμετέροις ἀντιγράφοις ὑφ' ἑβδομήκοντα ὅλων ἀνδρῶν, ἄνωθεν μὲν Ἑβραίων τὸ γένος ἐπ' ἀκριβείᾳ δὲ τῆς πατρίου παιδείας δεδοκιμασμένων, ἑρμηνευομένοις ὧδέ πως φέρεται· «μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον·
7.1.32
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», ὃς κεκλήσεται «ὁ μεθ' ἡμῶν θεός», τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα. ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος, ὅμως δ' οὖν καὶ κατ' αὐτὸν τοῦτον εἴρηται τὸν τρόπον· «ἀκούσατε δὴ οἶκος Δαβίδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν θεόν μου; διὰ τοῦτο δώσει αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ».
7.1.33
παρὰ δὲ τῷ Συμμάχῳ ταῦθ' οὕτως ἔχει λέγεται δὲ ὁ Σύμμαχος Ἐβιωναῖος εἶναι· αἵρεσις δὲ ἦν οὕτω καλουμένων τινῶν Ἰουδαίων εἰς Χριστὸν πιστεύειν λεγομένων, ἐξ ὧν ὁ Σύμμαχος ἦν, παρ' ᾧ καὶ αὐτῷ ταῦτα οὕτως ἔχει· «ἀκούσατε οἶκος Δαβίδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ».
7.1.34
ἐπειδὴ γὰρ τοῦ Ἰουδαίων ἔθνους τὸ σκληρὸν τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχεν τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν· «οὐκ αὔταρκες ὑμῖν», φησί, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν καὶ «ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ' ἤδη» καὶ τὸν θεόν μου κοποῦτε, καὶ «ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;» οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν.
7.1.35
ὁ γοῦν προφήτης ἰδίως ἑαυτοῦ θεόν, ἀλλ' οὐχὶ καὶ τῶν πρὸς οὓς ὁ λόγος, τὸν κοπούμενον καὶ ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενον προσεῖπεν, οὐκ ἂν φήσας «θεόν μου» τὸν ἐπὶ πάντων θεὸν ἐν Ἰουδαίοις, παρ' οἷς ἐκ πατέρων τὸ περὶ τὸν τῶν πάντων δημιουργὸν θεὸν σέβας ἐφυλάττετο.
7.1.36
τίς δ' ἂν εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, ἢ τὸ εἰς ἀνθρώπων γένεσιν ἐλθεῖν; κατὰ μὲν ἡμᾶς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ «παρθένου» γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην ἐκ «νεάνιδος». εὕροις δ' ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογου μένως παρθένον «νεᾶνιν» προσηγορευμένην· τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην ὑφ' ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι.
7.1.37
Ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν γνῶναι πονηρά, καὶ «ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ ἀλλ' ἐν τῇ τοῦ παιδίου.
7.1.38
διὸ εἴρηται· «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», δι' ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ «μεθ' ἡμῶν» ὑπάρχων «θεός».
7.1.39
διὸ καὶ τὸ περὶ αὐτοῦ «σημεῖον» «βάθος» ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ «ὕψος»· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν.
7.1.40
τίς δ' ἂν εἴη ὁ «μεθ' ἡμῶν θεὸς» ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος, ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι' ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ' ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἱ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα, τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, ἀλλ' οὔτε ὁ «μεθ' ἡμῶν θεὸς» Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ' αὐτῷ· ἀλλ' οὐδὲ «ἀγὼν» ἢ «μόχθος» τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν. καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας·
7.1.41
ταῦτα μὲν γὰρ βασιλεύοντος αὐτοῦ δὴ τοῦ πατρὸς Ἄχαζ περὶ μελλόντων ἐθεσπίζετο, ὁ δὲ Ἐζεκίας πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ συνίσταται γεγεννημένος. εἰ δὲ μὴ ἐπὶ τοῦτον ἀναχθείη τὰ τῆς προκειμένης προρρήσεως, πολλοῦ δεῖ ἐφ' ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρόνους γενομένων, ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουήλ, τοῦτ' ἔστιν τοῦ γεγονότος «μεθ' ἡμῶν θεοῦ», ἐγένετο γενέσεως καὶ ἐπὶ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν, τοῦ θεοῦ λόγου, εἰς ἀνθρώπους ἐπιδημίας.
7.1.42
τῶν γὰρ δυεῖν βασιλέων καθῃρημένων κατελείφθη ἔρημος ἡ τῶν Ἰουδαίων γῆ, ὥσπερ ἔσεσθαί φησιν ὁ χρησμὸς εἰπών· «καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων». ὃ καὶ αὐτὸ ῥητῶς ἂν καὶ κατὰ λέξιν οὕτως ἀποδοθείη· κατὰ γὰρ βασιλέα Ἄχαζ καὶ Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς Συρίας ὁ ἐν Δαμασκῷ καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ οὐχ ὁ ἐν Ἱερουσαλὴμ ἀλλ' ὁ τοῦ πλήθους τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου, συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν.
7.1.43
τούτων οὖν ἀμφοῖν τὴν καθαίρεσιν ἡ προφητεία θεσπίζουσα, αὐτοὺς μὲν τοὺς κατ' ἐκεῖνο καιροῦ Ἰουδαίους τε καὶ ἀλλοφύλους, κατὰ τοῦ λαοῦ τοῦ θεοῦ δεξιὰς ἀλλήλοις δεδωκότας, αὐτίκα μάλα διαλυθήσεσθαι καὶ ἀποχωρήσειν τοῦ πολέμου φησίν, τήν γε μὴν βασιλείαν αὐτῶν καὶ τὴν διαδοχὴν εἰς τὸ παντελὲς καταλυθήσεσθαι καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου «μεθ' ἡμῶν θεοῦ» γενέσεως.
7.1.44
ἐπίστησον τοίνυν, πότε ἡ Δαμασκηνῶν ὁμοῦ καὶ Ἰουδαίων κατελύθη βασιλεία, καὶ κατὰ ποίους χρόνους κατελείφθη ἡ γῆ τῶν Ἰουδαίων ἀβασίλευτος, καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη Δαμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα.
7.1.45
ἐπὶ γὰρ τῆς τούτων καθαιρέσεως τὸν Ἐμμανουὴλ πάντως που γεννηθήσεσθαι εἰκὸς καὶ τὸν προφητευόμενον ἐληλυθέναι. εἰ μὲν οὖν τῶν δηλουμένων παρῆν ὁρᾶν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρὴ περαιτέρω ζητεῖν, μόνον δὲ ἔτι καὶ νῦν εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δ' ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν Δαμασκῷ μήτε ἐν τῇ Ἰουδαίᾳ καθ' ἡμᾶς αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχεν τὸ λόγιον φῆσαν «καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν», τῶν βασιλέων ἀντὶ τῶν βασιλειῶν ὠνομασμένων.
7.1.46
ὁ γοῦν Σύμμαχός φησιν· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἀφ' ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς», καὶ ὁ Ἀκύλας· «ἐγκαταλειφθήσεται ἡ χθών, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς»,
7.1.47
καὶ ὁ Θεοδοτίων δὲ τοῦτον ἡρμήνευσεν τὸν τρόπον· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς».
7.1.48
ὁρᾷς ὅπως τὴν γῆν καταλειφθήσεσθαι ἀβασίλευτον θεσπίζει; ποίαν δὲ γῆν ἢ τὴν τῶν Δαμασκηνῶν καὶ τὴν τοῦ Ἰσραήλ; τούτων γὰρ ἦσαν οἱ δύο βασιλεῖς, οἱ περὶ ὧν ὁ λόγος. ὧν ὁ Ἄχαζ τὴν γῆν «ἐσίκχαινεν», ἢ «ἐβδελύσσετο», ἀποκάμνων ἢ «ἐγκακῶν» ἀπ' αὐτῆς. πότ' οὖν τοῦτο γέγονεν; τούτων γὰρ συμπερασθέντων πᾶσα ἀνάγκη καὶ τὸ προλεγόμενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν παρθένον τεκεῖν τὸν «μεθ' ἡμῶν θεόν».
7.1.49
καὶ δὴ πρόδηλον τοῖς τὰς ἱστορίας ἐξετάζουσιν, ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμασκοῦ συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον· μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν. καὶ τοῦ Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενεν βασιλεία· οὐ γὰρ ἀπὸ γένους Δαβὶδ ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης καὶ οἱ μετ' αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι.
7.1.50
μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὸ εὐαγγελικὸν εἰς πάντας ἀνθρώπους τοῦ ἐκ τῆς παρθένου παιδὸς κήρυγμα καταλέλειπται αὐτίκα ἡ γῆ «ἀπὸ προσώπου τῶν δυεῖν βασιλέων»· ἐξ ἐκείνου γάρ, τῆς Ῥωμαίων μοναρχίας τῶν ἐθνῶν ἐπικρατησάσης, λέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία, τέλος δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας.
7.1.51
Ῥητὰ μὲν οὖν τάδε· πρὸς δὲ διάνοιαν ὁ τῆς προφητείας λόγος ἁπάσης ψυχῆς τὸ εὐσταθὲς καὶ γαληναῖον καὶ εἰρηναῖον σημαίνει, τῆς τὸν γεννηθέντα θεὸν αὐτὸν δὴ τὸν Ἐμμανουὴλ παραδεξαμένης. ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς τῶν ἀνθρώπων ψυχῆς βασιλεύοντος, οἱ πρὶν ἀποπεφεύγασιν πολέμιοι, οἱ δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρίαν καὶ τὴν ἐν πολυτρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις, καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν.
7.1.52
τούτων δ' οὖν ἔφερον οἱ πάλαι δηλούμενοι σωματικοὶ βασιλεῖς τὰ σύμβολα· ὧν ὁ μὲν Δαμασκηνῶν τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης εἰκὼν ἦν, ὁ δ' ἕτερος τῶν ἀποστάντων τῆς Ἱερουσαλήμ, δηλαδὴ τῶν ἀποπεπτωκότων τῆς κατὰ τὸν νόμον τοῦ θεοῦ λατρείας.
7.1.53
ὅτι δὲ ταῦτα κατὰ διάνοιαν τροπικῶς ἀποδέχεσθαι προσήκει, μάθοι ἄν τις καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, δι' ὧν ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ μυίας τινὰς καὶ μελίσσας ἐπελεύσεσθαι τῷ Ἰουδαίων ἔθνει καὶ ὁ λόγος θεσπίζει, τὰς μὲν ἀπ' Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων,... τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα ἀποξυρήσειν, ἄνθρωπον δὲ «δάμαλιν βοῶν καὶ δύο πρόβατα» θρέψειν, καὶ ἄλλα τινὰ καθ' ἕνα καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι, οὐδαμῶς πρὸς λέξιν νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα.
7.1.54
Ταῦτα μὲν οὖν τοιαῦτα· ὅπως δὲ ἡ παροῦσα γραφὴ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως προεσήμαινεν τὸν τρόπον, μαρτυρήσει ὧδέ πως ὁ εὐαγγελιστὴς γράφων· «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων παραδειγματίσαι αὐτήν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ' ὄναρ φαίνεται αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
7.1.55
αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός».
7.1.56
οὕτω δὴ καθ' ἡμᾶς τὰ τῆς θείας προγνώσεως ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως πιστοῦται, ἄλλως οὐκ ἂν τῆς προφητείας ἀληθοῦς ἀποφανθησομένης. Ἑξῆς δὲ τούτοις τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δῆλον δ' ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουήλ, φέρε κατανοήσωμεν.
7.1.57
«συριεῖ», φησίν, «κύριος μυίαις, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων· καὶ ἐλεύσονται καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.
7.1.58
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.
7.1.59
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.»
7.1.60
Τοσαῦτα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ ἡ παροῦσα προφητεία περιέχει· ἅπερ ὁποίας ἔχεται θεωρίας, ὥρα διελθεῖν, τὴν διάνοιαν ἐπιτεμνομένους. «συριεῖ», φησίν, «κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων»,
7.1.61
ταῖς μὲν προτέραις, εἰδωλολατρῶν ἀνδρῶν ψυχαῖς ἢ καὶ δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνομαζομέναις καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις, τῇ δὲ μελίσσῃ, ζῴῳ κέντρον ἐπιφερομένῳ βασιλεύειν τε καὶ βασιλεύεσθαι καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώσκειν εἰδότι τοὺς ἀνθισταμένους.
7.1.62
ταύτας οὖν ὁμοῦ συνελθούσας, τὰς μὲν ἐκ τῆς τῶν εἰδωλολατρῶν χώρας, τὰς δὲ ἀπὸ τῆς τῶν κατευθυνόντων γῆς, «κατευθύνοντες» γὰρ οἱ Ἀσσύριοι ἑρμηνεύονται, κελεύσει καὶ ὥσπερ συρίσματι τοῦ κυρίου καὶ θεοῦ τῶν ὅλων, τῆς Ἰουδαίας ἁπάσης ἐπικρατήσειν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, φησί. σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν γῆν,
7.1.63
ὅπερ καὶ ὁ σωτὴρ ἡμῶν λευκοτέροις ὀνόμασιν ἐθέσπιζεν εἰπών· «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». ὃ καὶ τέλους ἔτυχεν μετ' οὐ πολὺν χρόνον τῶν τοῦ σωτῆρος ἡμῶν φωνῶν, Ῥωμαίων τὴν πόλιν ἑλόντων ἀλλοφύλους τε ἄνδρας αὐτόθι κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων.
7.1.64
Πάλιν δὲ ὁ αὐτὸς κύριος ξυρήσειν λέγεται ἐν τῷ τοῦ βασιλέως Ἀσσυρίων ξυρῷ, ἤτοι τῇ κολαστικῇ δυνάμει τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα οὐκ ἄλλου τινὸς ἢ αὖθις τοῦ Ἰουδαίων ἔθνους, τοῦτ' ἔστιν τὸν κόσμον αὐτῶν καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς.
7.1.65
Ῥωμαίους δὲ εἶναι τούτους αἰνίττεται· διὰ γὰρ τοῦ τῶν Ἀσσυρίων ὀνόματος ἡγοῦμαι τὴν καθ' ἕκαστον χρόνον ἐπικρατοῦσαν τῶν ἐθνῶν βασιλείαν σημαίνεσθαι, διὰ τὸ «κατευθύνοντας» ἀπὸ τῆς Ἑβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους, ὥστε εἶναι Ῥωμαίους τοὺς νῦν κατευθύνοντας·
7.1.66
ἐπεὶ καὶ ἀληθῶς τῷ Ῥωμαίων ξυρῷ, τῇ πολιτικῇ καὶ πολεμικῇ δυνάμει, πᾶσαν τὴν δόξαν τοῦ Ἰουδαίων ἔθνους, ἐν ᾗ τὸ πρὶν ἐκόμα, καὶ πᾶσαν αὐτῶν τὴν ἀνδρείαν, διὰ τοῦ πώγωνος καὶ τῶν τριχῶν τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν ὅλων θεός.
7.1.67
οὐδ' ἄλλοτε γοῦν πω πρότερον ἐξ αἰῶνος ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ Ἐμμανουήλ, γένεσιν περιεῖλεν αὐτῶν ὁ θεὸς πάντα τὸν κόσμον διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἀντὶ δὲ τοῦ «βασιλέως Ἀσσυρίων» ὁ μὲν Ἀκύλας «ἐν βασιλείᾳ Ἀσσυρίων», ὁ δὲ Θεοδοτίων «ἐν τῷ βασιλεῖ τῶν Ἀσσυρίων» ἐκδέδωκεν, ὁμοίως δὲ καὶ Σύμμαχος, σαφὲς ποιοῦντες ὅτι μὴ τοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ' ἐν τῷ αὐτοῦ ξυρῷ καὶ ἐν αὐτῷ γε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος.
7.1.68
τούτοις οὖν καὶ ἡ ἔκβασις ἐπιμαρτυρεῖ τῶν λόγων. ἐπὶ σχολῆς δέ τις καὶ πλεῖστα ἕτερα ὥσπερ εἰς Ἀσσυρίων πρόσωπον ἐν ταῖς προφητείαις εἰρημένα εὕροι ἂν ἐπιτηρήσας, οὐδαμῶς μὲν τοῖς Ἀσσυρίοις ἐφαρμόσαι δυνάμενα τῇ δὲ ἐπικρατούσῃ καθόλου τῶν κατὰ χρόνους ἐθνῶν βασιλείᾳ·
7.1.69
ἤδη γοῦν καὶ Πέρσας εὕρομεν παρὰ Ἑβραίοις Ἀσσυρίους ὠνομασμένους. διὸ καὶ νῦν ὑπειλήφαμεν αἰνίττεσθαι τὸν λόγον τὴν Ῥωμαίων ἀρχήν· κατευθύνουσαν γὰρ καὶ κατευθυνομένην ὑπὸ τοῦ θεοῦ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ὁρῶμεν.
7.1.70
μηδεὶς δὲ ὑπολαμβανέτω πάντα ἡμᾶς λέγειν τὰ περὶ Ἀσσυρίων ἐν ταῖς θείαις φερόμενα γραφαῖς ἐπὶ Ῥωμαίους ἀνάγεσθαι ἠλίθιον γὰρ καὶ ἀναιδὲς τοῦτο, ἀλλά τινας εἶναι προφητικὰς φωνὰς ταῖς περὶ τοῦ Χριστοῦ μαρτυρίαις συμπεριπεπλεγμένας, ἅς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προσηγορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας ἀεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσήκοντος παραστήσομεν.
7.1.71
καὶ ἔγωγε τὸν λογισμὸν τῆς αὐτῆς ἀποδόσεως πρὸς ἐμαυτὸν διερευνώμενος, οἶμαι δι' οὐδὲν ἕτερον μὴ ὀνομαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους διδασκαλίαν, καὶ τὰς προφητικὰς γραφὰς ἐπ' αὐτῆς γε τῆς Ῥωμαίων πόλεως καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσιν δημοσιεύεσθαι·
7.1.72
ἵν' οὖν τοῖς τῆς ἀρχῆς
7.1.73
κρατοῦσιν δυσαρέστησις μηδεμία γένηται ἐκ τῆς προδήλου περὶ αὐτῶν ἀναγραφῆς, δι' αἰνιγμάτων ὁ λόγος ἐπεκρύψατο, ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ Δανιὴλ θεωρίαις, ὥσπερ οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ «κατευθύνοντας» αὐτοὺς ὀνομάζει, προσειπὼν Ἀσσυρίους.
7.1.73
τῷ τούτων τοιγαροῦν «ξυρῷ» τὸν σύμπαντα κόσμον τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν τοῦ Ἐμμανουὴλ γένεσιν ἀφανισθήσεσθαι θεσπίζει.
7.1.74
Ἔτι δὲ ἐν τῇ δηλουμένῃ ἡμέρᾳ δῆλον δ' ὅτι τῇ τοῦ Ἐμμανουήλ, τοῦτ' ἔστιν τῆς τοῦ Χριστοῦ ἐπιφανείας «θρέψει», φησίν, «ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς».
7.1.75
δι' ὧν φαίη ἄν τις ἤτοι λιμὸν αἰνίττεσθαι καὶ πτωχείαν ὑπερβάλλουσαν τοῦ ἐκ περιτομῆς λαοῦ, μὴ εὐποροῦντος μὲν τῆς ἀπὸ σίτου κατὰ φύσιν τροφῆς, μηδὲ γῆν ἀροῦντος καὶ σπείροντος καὶ θερίζοντος, μηδὲ ποίμνας προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἔχεσθαι δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς..., τὸ τούτων γάλα ποριζομένου. ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορόν, ὧν ἕκαστος «λεῖμμα κατ' ἐκλογὴν χάριτος» γεγονώς, καὶ διὰ τοῦτο «ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς» ὠνομασμένος, θρέψειν λέγεται «δάμαλιν βοῶν καὶ δύο πρόβατα», τρία καθ' ἑκάστην ἐκκλησίαν τάγματα, ἓν μὲν τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς «διὰ λουτροῦ παλιγγενεσίας» ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα»· τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτος ἕξει «δάμαλιν βοῶν» εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει;»
7.1.76
εἴη δ' ἂν καὶ πᾶν τὸ τάγμα τῶν τῆς ἐκκλησίας προεστώτων, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμένων, «δάμαλις» ὠνομασμένη «βοῶν», γεννήματα τυγχάνουσα τῶν ἀποστολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐπιδώσειν λέγονται, ὡς ἐκ πολυγονίας τοσοῦτον προβάλλεσθαι γόνιμον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν.
7.1.77
Τούτων δὲ πέρι, τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς γενησομένων, ἕτερόν τι συμβήσεσθαι «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δῆλον δ' ὅτι ἐν τῷ χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, προαναφωνεῖ. τί δὲ τοῦτο; «πᾶς τόπος», φησίν, τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ' ὃν ἦσαν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ» γὰρ «βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ» δῆλον δ' ὅτι οἱ πολέμιοι, «ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ».
7.1.78
καὶ θέα γε ὅσα ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, λέγω δὲ ἐν τῷ τῆς ἀνατολῆς καιρῷ τοῦ λογικοῦ φωτὸς τοῦ διὰ τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους ἐπιλάμψαντος, περὶ τὸ Ἰουδαίων ἔθνος ἔσεσθαι ὁ λόγος θεσπίζει· δυνάμεις γε ἀκαθάρτους καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας, ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων, τοῦ κυρίου συρίσαντος καὶ ὡσπερεὶ παρορμήσαντος καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ τὸ τοιούτων ἀξίαν γεγονέναι.
7.1.79
καὶ «ἀναπαύσεσθαι» τὰς εἰρημένας δυνάμεις φησὶν ἐν «φάραγξι» καὶ ἐν «τρώγλαις πετρῶν εἴς τε τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα αὐτῶν», κατὰ μὲν διάνοιαν ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσιν τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, κατὰ δὲ τὴν πρόχειρον λέξιν καθ' ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας ἀπειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ εἰδωλολάτρας ἀνθρώπους ἐν πάσαις αὐτῶν πόλεσίν τε καὶ χώραις ἀναπεπαυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος, ἀλλὰ «ξυρῷ» τοῦ νενοημένου ἡμῖν «βασιλέως Ἀσσυρίων» «τὴν κεφαλὴν αὐτῶν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα», πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, «ξυρήσειν».
7.1.80
Κατὰ δὲ τὴν αὐτὴν ταύτην ἡμέραν καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀπειλεῖ ἐν ἐσχάτῃ πενίᾳ τοῦ κατὰ θεὸν πλούτου καταστήσεσθαι αὐτούς, ὡς μὴ ἄρτων λογικῶν εὐπορεῖν, μήτε στερεᾶς καὶ πνευματικῆς τροφῆς, ἀγαπᾶν δὲ γάλακτι τρέφεσθαι, τῷ νηπιώδει καὶ εἰσαγωγικῷ λόγῳ, ἔτι πρὸς τούτοις καὶ τὰς ἀμπέλους αὐτῶν εἰς χέρσον ἔσεσθαι.
7.1.81
ἐπειδὴ γάρ, ὡς ὁ αὐτὸς προφήτης φησίν, «ἔμεινεν» ὁ γεωργὸς ἅμα καὶ δεσπότης αὐτῶν «τοῦ ποιῆσαι σταφυλὴν» τὸν ἀμπελῶνα, «ὁ δὲ ἐποίησεν ἀκάνθας», «καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν»· διὸ καὶ ἀφαιρῶν «τὸν φραγμὸν αὐτοῦ» καὶ καθαιρῶν «τὸν τοῖχον», «εἰς χέρσον» καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ τοῖς ἐχθροῖς παραδώσειν αὐτόν, οὓς «μετὰ βέλους καὶ τοξεύματος» εἰσελεύσεσθαι, φησίν, «ἐκεῖ», τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως ἀλλ' εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ «χέρσος καὶ ἄκανθα» αὐτῶν γέγονεν «πᾶσα ἡ γῆ».
7.1.82
διὰ τοῦτο γοῦν ἐπείπερ εἰς χέρσον καὶ ἄκανθαν αὐτοὶ ἑαυτοὺς κατέστησαν, «εἰσελεύσονται», φησίν, «ἐκεῖ» «μετὰ βέλους καὶ τοξεύματος» οἱ τὴν κατ' αὐτῶν ἐξουσίαν εἰληφότες. μὴ θαύμαζε δ' εἰ καὶ ταῦτα συνεσκιασμένως καὶ δι' αἰνιγμάτων ἀποδέδοται.
7.1.83
λέλεκται γοῦν ἤδη πρότερον ἡ αἰτία τῆς τοιαύτης οἰκονομίας τοῦ λόγου, βουληθέντος ἐπικρύψασθαι τὸν ἔσχατον τοῦ Ἰουδαίων ἔθνους ὄλεθρον, ὡς ἂν φυλάττοιτο παρ' αὐτοῖς ἡ γραφὴ εἰς ἡμῶν τῶν ἐθνῶν βελτίωσίν τε καὶ ὠφέλειαν.
7.1.84
εἰ γοῦν ἀναφανδὸν αὐτοῖς μὲν ὄλεθρον τοῖς δὲ ἔθνεσιν ἀγαθὰ προεκήρυττον αἱ προφητεῖαι, οὐδεὶς ἂν περὶ αὐτὰς ἐσπούδασεν τῶν ἐκ περιτομῆς, ἀλλ' ὡς αὐτοῖς ἐναντίας οὔσας καὶ ἐχθρὰς διέφθειραν ἂν αὐτάς, καὶ οὐκέθ' ἡμῖν τοῖς ἐξ ἐθνῶν παρῆν ταῖς τῶν προφητῶν περὶ τοῦ σωτῆρος ἡμῶν καὶ περὶ ἡμῶν αὐτῶν μαρτυρίαις χρήσασθαι.
7.1.85
Ἀλλὰ γὰρ τοσούτων ἐν τῇ τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων, κατὰ τὴν ἑτέραν ἑρμηνείαν σπάνιός τις ἔσεσθαι λέγεται «ὁ καταλειφθεὶς» ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος· «λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν», ὃς δὴ «θρέψει δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται». τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
7.1.86
ὥσπερ δὲ «ὁ καταλειφθεὶς» οὗτος τοιοῦτος ἔσεσθαι προφητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν ἐκ θατέρου μέρους «πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι» προφητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκκλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη» τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ τούτων ἀνηγορεῦσθαι.
7.1.87
τοῦτο δ' οὖν, φησί, «τὸ ὄρος ἀροτριώμενον ἀροτριαθήσεται», ὡς «μὴ ἐπελθεῖν ἐκεῖ φόβον», ἀλλὰ καὶ εἰς τοσοῦτον αὐτὸ μεταβαλεῖσθαι ἀπὸ τῆς προτέρας ἐρημίας καὶ χέρσου καὶ ἀκάνθης, ὡς ἐπιτήδειον καταστῆναι «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός».
7.1.88
καὶ πάρεστίν γε ἐπιλογίσασθαι, ὅπως ἡ τοῦ Χριστοῦ ἐκκλησία, πάλαι οὖσα χέρσος καὶ ἄκανθα, διὰ τῆς αὐτοῦ χάριτος εἰς τοσοῦτον ἤλασεν μεταβολῆς, ὥστε πόαν καὶ βοτάνην εὔθετον τῆς λογικῆς καρποφορίας ἐπὶ τοσοῦτον βλαστῆσαι, ὡς καὶ τοὺς προβατώδεις καὶ ἁπλουστέρους ἀπολαύειν αὐτῆς δύνασθαι, τούς τε ἐν ἕξει τελειοτέρᾳ προβεβηκότας ἀροῦν καὶ γεωργεῖν αὐτήν, βόας προσαγορευομένους. ὥσπερ οὖν τὸν θεῖον ἀπόστολον παιδεύοντα παρεστήσαμεν ἐν τῷ φάναι· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ὁ ἀροτριῶν ἐπ' ἐλπίδι ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν»,
7.1.89
οὕτως ἡ πάλαι ἔρημος καὶ χέρσος μεταβέβληκεν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν. Ἐπίστησον δέ, τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν, τὸ πρὶν οὖσαν «χιλίων σίκλων, εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν», πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς «ἄκανθαν καὶ εἰς χέρσον» παραδοθήσεσθαι τοῖς «μετὰ βέλους καὶ τοξεύματος», τοὐναντίον δὲ πείσεσθαι «πᾶν ὄρος»· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης μεταβαλεῖσθαι «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», ὥστε αὐτὸ «ἀροτριώμενον ἀροτριαθήσεσθαι» καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον.
7.1.90
δι' ὧν σαφῶς ἡγοῦμαι σημαίνεσθαι τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ παρθένου γένεσιν, καὶ τὰ μετὰ ταύτην ὁμοῦ καὶ ἀθρόως Ἰουδαίοις τε καὶ τοῖς λοιποῖς ἔθνεσιν συμβεβηκότα· τὴν γοῦν ἑκατέρων τῶν ταγμάτων εἰς τοὐναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, ἅπερ, καθ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ Ἐμμανουὴλ ἐπιφανείας ἐπιτελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμάτων καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας.
7.1.91
εἰ μὲν γὰρ μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ τοῦ Χριστοῦ, μὴ πέπαυτο βασιλευομένη ἡ τῶν Δαμασκηνῶν ἀρχὴ καὶ τῶν Ἰουδαίων, καὶ εἰ μὴ ἐν ὄψεσιν ἡμῖν αὐτοῖς μὴ θεωρεῖται καταλελειμμένη ὑπ' αὐτῶν ἡ γῆ καὶ ὑπὸ ἐθνῶν ἀλλοφύλων καὶ εἰδωλολατρῶν κατοικουμένη, καὶ πρὸς τούτοις εἰ μὴ γέγονεν «εἰς χέρσον καὶ ἄκανθαν» πᾶσα ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος χώρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες οἵ τε πολέμιοι αὐτῶν «μετὰ βέλους καὶ τοξεύματος» ἐπελθόντες, ὑπ' αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες, ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὐτῶν, πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι, καὶ ἔμπαλιν, εἰ μὴ ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφεν καρποφορίαν, καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος.
7.1.92
εἰ δὲ καὶ τυφλῷ, φασί, δῆλα, τὰ τῶν λόγων ἀποτελέσματα οὐκ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ πεπληρωμένα, τί χρὴ λοιπὸν καὶ περὶ τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώμενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ' ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, ἐναργῶς κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα «ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
7.1.93
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ ἡ πολιορκία τῆς Ἱερουσαλήμ, καὶ τοῦ πάλαι αὐτῶν ἁγιάσματος ἡ παντελὴς ἐρήμωσις, τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοίκησις μετὰ κέντρων αὐτοὺς τοῦτ' ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων καταδουλουμένων τοῦτο γὰρ ἐδήλου τῶν μυιῶν καὶ τῶν μελιττῶν τὰ παραδείγματα, καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημίας εἰς τὴν κατὰ θεὸν γεωργίαν μεταβολή;
7.1.94
ταῦτα δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δ' οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν; εἰ δὴ οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δὴ ἀπιστεῖς, εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις, οὐχ ἥττων οὖσα, ἐπὶ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ' αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν; Ἀλλὰ γὰρ τούτοις ἑξῆς, μετὰ τὸ «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ «καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον», ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν.
7.1.95
β. Ἀπὸ τοῦ αὐτοῦ. «Καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.»
7.1.96
Ἔχεται τῆς προτεταγμένης καὶ ἡ παροῦσα προφητεία. ἡ γὰρ ἐκεῖσε παρθένος, ἡ τὸν μεθ' ἡμῶν θεὸν τίκτειν λεγομένη, προφῆτις ἐπὶ τοῦ παρόντος ὠνόμασται. ζητουμένου δέ, πόθεν ἄρα συλλήψεται ἀπειρόγαμος οὖσα, τοῦτο νῦν ὁ λόγος διδάσκει· «καὶ προσῆλθον», λέγων, «πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν»,
7.1.97
ἀκουστέον δὲ ταῦτα ὡς ἐξ ἁγίου πνεύματος, ὑφ' οὗ θεοφορούμενος ὁ προφήτης ἐθέσπιζεν. αὐτὸ δὴ οὖν τὸ πνεῦμα τὸ ἅγιον προσεληλυθέναι ὁμολογεῖ τῇ προφήτιδι, ὃ καὶ σαφῶς πεπλήρωται ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως, ὅτε «ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ». ᾗ καὶ «εἶπεν· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν»,
7.1.98
καὶ πάλιν· «μὴ φοβοῦ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», εἰπούσης τε τῆς Μαρίας· «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» ἀπεκρίνατο, «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ».
7.1.99
καὶ ἐν μὲν τῇ πρὸ ταύτης προφητείᾳ ἅμα τῇ γενέσει τοῦ Ἐμμανουήλ, «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν», ἐλέγετο ἐγκαταλειφθήσεσθαι τὴν γῆν ἀπὸ τῶν πολιορκούντων αὐτὴν δυεῖν βασιλέων, ἑνὸς μὲν τοῦ τῆς Σαμαρείας, θατέρου δὲ τοῦ τῆς Δαμασκοῦ· ἐπὶ δὲ τῆς παρούσης, «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» ὧν καὶ πρόσθεν καταλυθήσεσθαι τοὺς βασιλέας ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουὴλ ἐθέσπιζεν.
7.1.100
αἰσθητῶς μὲν οὖν ἐν ἡμέραις Ἄχαζ βασιλέως Ἰούδα, καὶ κατ' αὐτὸν Ἡσαΐαντὸν προφήτην, δύο βασιλεῖς ἐκ συνθήκης τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν, ὡς ἤδη πρότερον δεδήλωται· ὁ μὲν ἐπὶ τῆς Δαμασκοῦ τῶν εἰδωλολατρῶν ἐθνῶν βασιλεύς, ὁ δὲ τοῦ πλήθους τῶν Ἰουδαίων ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει τῆς Παλαιστίνης, ἣν Σεβαστὴν οἱ καθ' ἡμᾶς ὀνομάζουσιν· περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου τῷ Ἄχαζ εἶπεν· «μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων».
7.1.101
καὶ τὴν ἀπώλειάν γε τῶν ἀνδρῶν αὐτίκα μάλα καὶ οὐκ εἰς μακρὸν ἔσεσθαι εἰπών, ἑξῆς προφητεύει ὡς ἐπὶ τῇ τοῦ μεθ' ἡμῶν ἐσομένου θεοῦ γενέσει πάμπαν ἀμφοτέρων σβεσθήσεται καὶ καταλυθήσεται ἡ βασιλεία.
7.1.102
δείκνυμεν δὲ ἀπὸ τῆς ἱστορίας ὡς μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας διαμεμένηκεν ἥ τε τῶν Ἰουδαίων καὶ Δαμασκηνῶν βασιλεία, μετὰ δὲ τὴν εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ ἀκολούθως τῇ προρρήσει διαλελοίπασιν, τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης σὺν τῷ τοῦ σωτῆρος ἡμῶν κηρύγματι.
7.1.103
Καὶ ταῦτά γε πρὸς λέξιν θεσπίσας ὁ λόγος μετέβαινεν ἐπὶ τὴν διάνοιαν καὶ τὴν καθόλου πνευματικωτέραν ἐν θεωρίαις ἀπόδοσιν, ὑποστησάμενός τε δύο στίφη ἀοράτων ἐχθρῶν καὶ πολεμίων δαιμόνων. πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολε μούντων, ἓν μὲν τῶν τὰς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάντοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας, θάτερον δὲ τῶν ἐν ἤθεσι ψυχῶν διαφθορὰν κατεργαζομένων, καὶ τοῦ μέν, τῆς εἰδωλολάτρου πλάνης, εἰκόνα φέρειν ἀποδείξας τὸν ἄρχοντα τῆς Δαμασκοῦ, τοῦ δέ, τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου, τύπον εἶναι τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησιν τούτων ἀπαλλαγήσεσθαι τὴν «γῆν» οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατοικοῦντας ἀνθρώπους ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουὴλ θεόν· τούτου δὲ ἐπιλάμψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς, μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς.
7.1.104
οὕτω δὴ οὖν καὶ ἐνθάδε περὶ τῶν αὐτῶν εἰρῆσθαι νοήσεις τὸ «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας», τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμεως καθαιρούσης ἀθρόως πάντας τοὺς ἀοράτους ἡμῶν ἐχθρούς, οἳ δὴ πάλαι πρότερον ταῖς προειρημέναις ἀθέοις καὶ ἐπιβλαβέσιν ἐνεργείαις πάντας ἀνθρώπους ἐπολιόρκουν.
7.1.105
καὶ πρὸς λέξιν δὲ πάλιν ἴδοις ἂν ὁμοῦ τῇ γενέσει καὶ ἐπιφανείᾳ τοῦ σωτῆρος ἡμῶν τὴν «δύναμιν Δαμασκοῦ» καθῃρημένην καὶ «τὰ σκῦλα Σαμαρείας» ἠρμένα, τοῦτ' ἔστιν τὰς βασιλείας αὐτῶν, αἳ μέχρι τῶν δηλουμένων χρόνων διαρκέσασαι ἐξ ἐκείνου καὶ εἰς δεῦρο διαλελοίπασιν κατὰ τὰς θείας προρρήσεις.
7.1.106
Φασὶ δέ τινες καὶ ἄλλως τοὺς ἀπ' ἀνατολῆς ἐληλυθότας μάγους καὶ τῷ Χριστῷ παιδίῳ ὄντι προσκεκυνηκότας τούτους εἶναι τὴν «δύναμιν Δαμασκοῦ», εἴποις δ' ἂν καθολικώτερον πάντας τοὺς τὴν μὲν ἄθεον καὶ πολύθεον εἰδωλολατρίαν ἀποστραφέντας, τῷ δὲ τοῦ Χριστοῦ λόγῳ καταδουλωθέντας, μάλιστα εἰ δυνατοί τινες εἶεν ἐν λόγῳ καὶ «σοφίᾳ τοῦ αἰῶνος τούτου», αὐτοὺς εἶναι τοὺς ὀνομαζομένους «δύναμιν Δαμασκοῦ».
7.1.107
κατὰ ταὐτὰ δὲ καὶ «τὰ σκῦλα Σαμαρείας» νοήσεις τοὺς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τοῦ σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους, οὓς ὥσπερ ἐκ πολεμίων τῶν ἐκ περιτομῆς κατ' αὐτοῦ στρατευσαμένων σκῦλα ὑφ' ἑαυτὸν λαβὼν ἐξ ἐναντίας καθώπλισεν τοῦ τῶν Ἀσσυρίων βασιλέως, οὕτω πάλιν τροπικῶς δηλουμένου τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου
7.1.108
ἐπεὶ δὲ τὸ «ἐναντίον βασιλέως Ἀσσυρίων» σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπών· «εἰς πρόσωπον βασιλέως Ἀσσυρίων», ἐπίστησον, μή ποτε ἄρα καὶ ἐν τού τοις τὴν Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε «κατευθύνοντες» ἢ «κατευθυνόμενοι» Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ μικρῷ πρόσθεν ἀποδεδομένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεύς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι.
7.1.109
λήψεσθαι τοιγαροῦν τὸ τικτόμενον παιδίον τὴν «δύναμιν Δαμασκοῦ» καὶ «τὰ σκῦλα Σαμαρείας», καὶ παραδώσειν «εἰς πρόσωπον» Ἀσσυρίων καὶ ἐν ὀφθαλμοῖς τῶν ὑπὸ τοῦ θεοῦ κατευθυνομένων θεσπίζεται, καὶ ταῦτα ποιήσειν ἅμα τῇ αὐτοῦ γενέσει, ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει, ἔτι νηπιάζοντι σώματι τοσαῦτα ἐν ἀνθρώποις οἰκονομούμενον.
7.1.110
Πάντα δὲ ταῦτα ὁ προφήτης ἐν τόμῳ καινῷ καὶ μεγάλῳ γραφῇ παραδοῦναι ἀνθρώπου προστάσσεται, τοῦτον καὶ τῆς καινῆς διαθήκης δηλουμένης τὸν τρόπον. προσπαραλαμβάνει δὲ τῶν εἰρημένων «μάρτυρας» ἱερέα καὶ προφήτην, τοῦ λόγου παιδεύοντος ὡς ὅτι δεήσει ἐν ταῖς ἀποδείξεσιν ταῖς περὶ τοῦ Χριστοῦ τὰς ἀπὸ τῆς ἐν νόμῳ ἱερουργίας καὶ τῶν μετὰ ταῦτα προφητῶν μαρτυρίας παραλαμβάνειν. «πιστοὺς» δὲ βούλεται καὶ ἄλλως μάρτυρας εἶναι τοὺς τὴν γένεσιν τοῦ δηλουμένου παιδίου μέλλοντας ἐποπτεύειν, εἰς τὸ συνιέναι δύνασθαι τὰ προφητευόμενα
7.1.111
«ἐὰν» γὰρ «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε», ἐλέγετο ἀνωτέρω, καὶ τὸν μὲν ἔχειν «φῶς θεοῦ» τοῦτο γὰρ ὁ Οὐρίας ἑρμηνεύεται, τὸν δὲ υἱὸν ὄντα «εὐλογίας» τὴν «μνήμην τοῦ θεοῦ» ἐν ἑαυτῷ φέρειν τοῦτο γὰρ καὶ ὁ τοῦ Βαραχίου Ζαχαρίας δηλοῖ. Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἡμεῖς ἐπιβεβλήκαμεν·
7.1.112
εἰ δέ τις τῶν ἐκ περιτομῆς οὐ ταῦτα οὕτως ἔχειν βούλεται, ὥρα ἡμῖν αὐτὸν ἀποδεικνύναι, τίς πώποτε παρ' αὐτοῖς Ἐμμανουὴλ γέγονεν, καὶ πῶς ὁ προφήτης προσῆλθεν πρὸς τὴν προφῆτιν, καὶ τίνα ταύτην, καὶ πῶς παραχρῆμα συνέλαβεν, καὶ τίς ὁ ἐκ τῆς προφήτιδος ἀποτεχθεὶς υἱός, ᾧ αὐτὸς ὁ κύριος ἐπιτέθειται ὄνομα «ταχέως σκύλευσον, ὀξέως προνόμευσον», καὶ τίς ἡ αἰτία τῆς τοιᾶσδε τοῦ τεχθέντος προσηγορίας.
7.1.113
δεικνύτωσαν δὲ καὶ τὸ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, τὴν δύναμιν εἰληφότα Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ἡμεῖς γὰρ ταῦτα καὶ πρὸς λέξιν καὶ τροπικῶς ἐξειληφότες, πεπληρῶσθαι αὐτὰ δείκνυμεν ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως, παριστῶντες τοτὲ μὲν ῥητῶς κατὰ τὴν πρόχειρον διάνοιαν τοτὲ δὲ τροπικῶς δεῖν ἐπιβάλλειν ταῖς προφητείαις.
7.1.114
Αὐτίκα ἑξῆς ταῖς προειρημέναις φωναῖς δι' αἰνιγμάτων αὖθις ἐπιλέγεται· «καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶμ καὶ τὸν υἱὸν Ῥομελίου, διὰ τοῦτο ἰδοὺ κύριος ἀνάγει ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι, εἰ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθ' ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.»
7.1.115
Σαφῶς γὰρ ταῦτα οὐδὲ ἄλλως ἢ μετὰ θεωρίας τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σῴζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῇ πορευομένου τὴν εὐαγγελικὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ «ἀπεσταλμένος».
7.1.116
οὗτος δ' ἂν εἴη ὁ ἐκ τοῦ πατρὸς ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μωσῆς φησιν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». ἀντὶ γὰρ τοῦ «ᾧ ἀπόκειται» τὸ Ἑβραϊκὸν Σιλωὰμ περιέχει, τὸν ἐνταῦθα Σιλωάμ, τοῦτ' ἔστιν τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου.
7.1.117
ὁ δὲ Ῥαασὶμ βασιλεὺς ἦν πάλιν τῶν ἐν Δαμασκῷ εἰδωλολατρῶν ἐθνῶν, ὡς καὶ ὁ υἱὸς Ῥομελίου τῶν ἐν Σαμαρείᾳ τοῦ Ἰουδαίων ἔθνους ἀποστάντων τῆς πατρίου θρησκείας.
7.1.118
ἀπειλεῖ τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωάμ, τοῦτ' ἔστιν τὸν ἀπεσταλμένον Ἐμμανουήλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγεννημένον υἱὸν τόν τε πότιμον καὶ γόνιμον αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν καίτοι πράως καὶ ἡσυχῆ φερόμενον παραιτουμένοις, καθ' ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ ἑλομένοις, ἐπάξειν «τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ», ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει, λέγων αὐτὸν εἶναι «τὸν βασιλέα τῶν Ἀσσυρίων», οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχήν, ᾗ καὶ παρεδόθησαν οἱ τὸ μὲν δηλωθὲν τοῦ Σιλωὰμ ὕδωρ «τὸ πορευόμενον ἡσυχῆ» παραιτησάμενοι τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες.
7.1.119
αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν μὴ παραδεξαμένοις αὐτοῖς τὸ τοῦ σωτῆρος ἡμῶν εὐαγγέλιον, παραιτησαμένοις δὲ τὸ τοῦ Σιλωὰμ ποτὸν «τὸ πορευόμενον ἡσυχῆ», ἐπελθὼν ὁ ὑπὸ τοῦ θεοῦ κατευθυνόμενος Ῥωμαίων στρατὸς ἀνελήλυθεν «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ περιεπάτησεν «ἐπὶ πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι», καὶ γέγονεν «ἡ παρεμβολὴ» τοῦ δηλωθέντος τοσαύτη «ὥστε πληρῶσαι τὸ πλάτος» τῆς Ἰουδαίας ἁπάσης.
7.1.120
Καὶ τοῦτό γε πρὸς λέξιν οὕτως εἰς ἐκείνους ἐκπεπλήρωται. διὰ ποίαν αἰτίαν εἰ δὴ μαθεῖν ἐθέλεις, ἄκουε· ὅτι «μεθ' ἡμῶν ὁ θεὸς» Ἐμμανουήλ, ὁ ἐκ τῆς παρθένου γεγεννημένος, ἀλλ' οὐ καὶ μετ' αὐτῶν ἦν, ὡς εἴ γε εἶχον αὐτόν, οὐκ ἂν ταῦτα πεπόνθεισαν.
7.1.121
διὸ δὴ ἑξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν Ἐμμανουήλ, λέγων· «μεθ' ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε». καὶ ταῦτα δ' ἡμῖν ἑρμηνεύεται εἰς τὸ παραστῆσαι ὡς ποτὲ μὲν κατὰ λέξιν ποτὲ δὲ δι' αἰνιγμῶν τὰ πλεῖστα τῶν προφητειῶν ἐκλαμβάνειν δεῖ,
7.1.122
ἔνθεν γε ὁρμωμένους προσήκει καὶ τὰ λοιπὰ τῆς ἐν χερσὶν προφητείας ὁμοίως ἐπιθεωρεῖν.
7.1.123
εἰ δὲ ἔτι καὶ νῦν εἰς μέλλοντά ποτε χρόνον γενήσεσθαι ταῦτα οἱ ἐκ περιτομῆς φασιν, ἐπὶ τοῦ προσδοκωμένου αὐτοῖς Χριστοῦ ῥητῶς μόνον καὶ πρὸς λέξιν ἔσεσθαι αὐτὰ προσδεχόμενοι, ἐρωτητέον αὐτούς, πῶς ὁ μέλλων ἥξειν κατ' αὐτοὺς «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων», καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν καὶ μηκέτ' οὔσης, ἀλλὰ καὶ τῆς ὀνομαζομένης δυνάμεως Δαμασκοῦ μηδαμῶς ὑπαρχούσης, μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο. ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν; ἀλλ' οὐδὲ ἄλλοτε πώποτε πάλαι πρότερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν.
7.1.124
οὐδεὶς γοῦν παρ' Ἑβραίοις πώποτε ἐκ προφήτιδος μητρὸς καὶ Ἡσαΐου τοῦ προφήτου γεννηθεὶς σκῦλα Σαμαρείας καὶ δύναμιν Δαμασκοῦ, κατὰ τοῦ βασιλέως Ἀσσυρίων στρατεύσας, ὡς πρὸς ῥητὴν διάνοιαν, λαβὼν ἱστόρηται,
7.1.125
ὥστε ἐξ ἅπαντος ὁμολογεῖν αὐτὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν μόνως πεπληρῶσθαι, οὐκ ἄλλοτε ἢ κατὰ τὴν γενομένην παρουσίαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, καθ' ὃν ἀπεδείξαμεν τέλος εἰληφέναι τὰ προηγορευμένα.
7.1.126
Ἐγράφη δ' οὖν κατὰ τὴν προφητείαν καὶ ὁ καινὸς τόμος ἐπὶ τῆς αὐτοῦ παρουσίας, ὁ τῆς καινῆς διαθήκης λόγος τὴν γένεσιν περιέχων τοῦ τῆς προφήτιδος υἱοῦ, ὃς καὶ πρὸς λέξιν καὶ Δαμασκοῦ καὶ Συρίας ἁπάσης τὴν βασιλικὴν δύναμιν τά τε ἑρμηνευθέντα ἡμῖν «σκῦλα Σαμαρείας» ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας παρέδωκεν· οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν τοὺς ἐξ Ἰουδαίων αὐτοῦ μαθητὰς ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, «εἰς πρόσωπον» τοῦ δηλωθέντος «βασιλέως Ἀσσυρίων» κατεστήσατο. καὶ τούτους μὲν ὡς οἰκείους στρατιώτας ὁπλίτας παρεσκεύασεν,
7.1.127
τούς γε μὴν παραιτησαμένους τὸ γόνιμον καὶ ζωτικὸν ὕδωρ τῆς αὐτοῦ διδασκαλίας «τὸ πορευόμενον ἡσυχῆ», ἑλομένους δὲ τὰ πολεμικὰ καὶ ἐχθρὰ τῷ θεῷ, τῷ τῶν Ἀσσυρίων ἐξέδωκεν βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι.
7.1.128
ἀνέβη γοῦν οὗτος «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ ἐπὶ «πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας» πάντα ἄρχοντα καὶ βασιλέα, «κεφαλὴν» ὀνομαζόμενον, καὶ πάντα «δυνατὸν συντελέσασθαί τι»· ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε «κεφαλὴν» αὐτοὺς κεκτῆσθαι μήτε τινὰ «δυνατὸν» ἐν τοῖς θείοις, οἷος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ.
7.1.129
πρόδηλον δὲ ὅπως καὶ πᾶσα αὐτῶν ἡ χώρα ὑποχείριος τοῖς αὐτῶν ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκεν, καὶ ὡς ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἑβραίων γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστηθέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα.
7.1.130
διὸ ἑξῆς ἐπιλέγεται· «μεθ' ἡμῶν ὁ θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε». ἡττήμεθα γοῦν ὡς ἀληθῶς ἡμεῖς οἱ ἐξ ἐθνῶν εἰς αὐτὸν πεπιστευκότες, νικηθέντες ὑπὸ τῆς ἀληθείας καὶ τῆς τοῦ γενομένου μεθ' ἡμῶν θεοῦ δυνάμεως, ἡττηθέντες τε ὑπηκούσαμεν αὐτῷ πάντες ὁμοῦ οἱ μέχρι τῶν ἐσχάτων κατοικοῦντες τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν «ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς»·
7.1.131
ἀλλ' ἡμεῖς μὲν καὶ ἡττήμεθα καὶ καλοῦντι ὑπηκούσαμεν, τοῖς δὲ ἔτι τῶν ἐθνῶν ἀπειθοῦσι τὰ ἑξῆς ἀποτείνεται λέγων· «ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ θεός. οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν».
7.1.132
δι' ὧν σαφῶς ὁ λόγος ἀφηνιῶσι καὶ ἀντιταττομένοις τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τοῖς ἀπειθοῦσι τῇ κραταιᾷ αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολεμεῖν τὸν μεθ' ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν ὃ ἐὰν βουλεύσωνται καθ' ἡμῶν «οὐ μὴ ἐμμείνῃ» αὐτοῖς, διὰ τὸ μεθ' ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι, τὰς καθ' ἡμῶν ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόντων ἐπαναστάσεις συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ' ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος.
7.1.133
γʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς», καὶ τὰ ἑξῆς.
7.1.134
οἷς ἐπιλέγει· «ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ. μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα.»
7.1.135
Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοῦ αὐτοῦ ποικίλως σημαινομένου. ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι' ὅσων οὗτος καὶ ὅπως παρίσταται· ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος, δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου, τρίτον ὁ μετὰ χεῖρας εἷς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις. καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα «μεγάλης βουλῆς ἄγγελος», καὶ ὥς τινα τῶν ἀντιγράφων ἔχει, «θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος»,
7.1.136
κατὰ δὲ τὸ Ἑβραϊκόν, ὡς ὁ μὲν Ἀκύλας φησίν· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ' ὤμου αὐτοῦ. καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν πέρας»,
7.1.137
ὡς δὲ ὁ Σύμμαχος· «νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν. καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν πέρας».
7.1.138
οὐκοῦν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς ἑβδομήκοντα ἀλλὰ «τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ θεὸς ἰσχυρός, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος» γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῦ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρός, καὶ ἀρχιστάτηγον δυνάμεως κυρίου.
7.1.139
τίς δ' ἂν οὖν γένοιτο κατὰ μὲν τὸν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερομένας παρ' Ἑβραίοις μαρτυρίας ἐν ἀνθρώποις γεννώμενος, καὶ «παιδίον» γινόμενος, «θαυμαστὸς σύμβουλος» καὶ «ἰσχυρός», «δυνατός», καὶ «πατὴρ ἔτι», καὶ «ἄρχων εἰρήνης», ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος, κατὰ δὲ τὸν Σύμμαχον «παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης», καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου, καὶ κατὰ Θεοδοτίωνα «θαυμαστῶς βουλεύων, ἰσχυρός, δυνάστης, πατήρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστιν πέρας»;
7.1.140
καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν, τοσοῦτον ἐπισημηνάμενος, ὡς ἄρα αὐτὸς οὗτος ὁ λεγόμενος «πατὴρ αἰῶνος» καὶ ἀπείρου «εἰρήνης ἄρχων» «μεγάλης» τε «βουλῆς ἄγγελος» γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι προφητεύεται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρικαύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι' αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν φησιν ὅτι «πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν».
7.1.141
τίνες δὲ ἄρα ἦσαν οὗτοι, ἢ περὶ ὧν ἀλλαχοῦ ἐξ αὐτοῦ προσώπου τοῦ σωτῆρος ἡμῶν εἴρηται· «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον», οἵ τε τῆς τούτων μέτοχοι δυσσεβείας, οἳ «καὶ θελήσουσιν», τὴν σφῶν αὐτῶν κρίσιν ὕστερόν ποτε ὀψόμενοι, εἰ πρὸ τῆς ἀσεβείας αὐτῶν ἐγεγόνεισαν «πυρίκαυστοι», πρὶν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον πρὸς αὐτῶν ἀσεβηθῆναι;
7.1.142
καὶ σὺ δὲ παρὰ σαυτῷ σκέψαι, εἰ μὴ ὑπερβαίνει πᾶσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος, καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον, ἀλλὰ τῆς μεγάλης βουλῆς ἄγγελον καὶ θεὸν ἰσχυρόν, καὶ ὅσα τούτοις συγκατείλεκται. Ἔτι δέ φησιν δι' αὐτοῦ κατορθωθήσεσθαι τὴν τοῦ Δαβὶδ βασιλείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον.
7.1.143
πλεῖσται ὅσαι τῷ Δαβὶδ γεγόνασιν ἐπαγγελίαι, ἐν αἷς εἴρηται· «καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ»,
7.1.144
καὶ αὖθις· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». τοσαῦτα ἐν τοῖς ψαλμοῖς τοῦ θεοῦ τῷ Δαβὶδ ἐπηγγελμένου, τἀναντία συνέβη ταῖς ἐπαγγελίαις ἐπελθεῖν διὰ τὰς τῶν διαδόχων αὐτοῦ δυσσεβείας.
7.1.145
ἡ γοῦν ἐκ σπέρματος Δαβὶδ βασιλεία, διαρκέσασα μέχρις Ἰεχονίου καὶ τῆς ὑπὸ Βαβυλωνίοις τοῦ ἱεροῦ πολιορκίας, λέλυτο, ὡς ἐξ ἐκείνου μηκέτι τὸν θρόνον Δαβὶδ μηδέ τινα ἐκ σπέρματος αὐτοῦ βασιλεῦσαι τοῦ Ἰου δαίων ἔθνους.
7.1.146
καὶ ταύτην γε τὴν γενομένην διάπτωσιν τῆς πρὸς τὸν Δαβὶδ ἐπαγγελίας κατὰ τὴν προειρημένην τοῦ ψαλμοῦ παράθεσιν τὸ θεῖον ὧδέ πως πνεῦμα θεσπίζει· «σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ, καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ»,
7.1.147
καὶ μετ' ὀλίγα· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην», ἃ καὶ ἐναργῶς ἀρξάμενα συντελεῖσθαι ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, μέχρι τῆς Ῥωμαίων καὶ Τιβερίου παρεξετάθη βασιλείας. οὐδεὶς γοῦν ἐκ τῆς τοῦ Δαβὶδ διαδοχῆς ἐν τοῖς μεταξὺ χρόνοις φαίνεται ἐπὶ τὸν βασιλικὸν τοῦ Ἑβραίων ἔθνους καθεσθεὶς θρόνον μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας.
7.1.148
τοῦ δὲ «ἐκ σπέρματος Δαβὶδ» γενομένου κυρίου καὶ σωτῆρος ἡμῶν
7.1.149
Ἰησοῦ Χριστοῦ βασιλέως ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἀνακηρυχθέντος, ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος Δαβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ διαμενεῖ «εἰς τὸν αἰῶνα», καὶ εἰσέτι γε «ὡς ὁ ἥλιος ἐναντίον» τοῦ θεοῦ τὴν πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς διδασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου περὶ τοῦ γεννηθησομένου παιδίου λέγοντος· «ἐπὶ τὸν θρόνον Δαβίδ», δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ τὸν δὴ καὶ ἐπηγγελμένον τῷ Δαβίδ, καθεσθήσεσθαι αὐτὸν καὶ ἐπὶ «τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα».
7.1.149
ὅπως δὲ ταῦτα ἐπληροῦτο, διδάσκαλος γένοιτ' ἂν ἀξιόχρεως Γαβριὴλ ὁ ἄγγελος, ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων· «μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»
7.1.150
ταύτην ἐν τῷ προειρημένῳ ψαλμῷ καὶ ὁ προφήτης προσδοκῶν τὴν τοῦ Χριστοῦ γένεσιν, τήν τε ὑπέρθεσιν αὐτῆς καὶ ἀναβολὴν ὥσπερ αἰτίαν συνορῶν τῆς τοῦ θρόνου τοῦ Δαβὶδ ἀποπτώσεως, ἀποδυσπετεῖ, λέγων· «σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου».
7.1.151
εὔχεται δέ, ὥσπερ δυσωπῶν τὸ θεῖον, ᾗ τάχος πληρωθῆναι τὰ τῆς ἐπαγγελίας, φάσκων· «ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» ἃ δὴ σαφέστατα. καὶ αὐτὰ δὴ ταῦτα πληρωθήσεσθαι ἐπὶ τῇ γενέσει τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου θεσπίζει· ἐφ' ᾧ «θελήσουσιν», φησίν, οἱ προαποδοθέντες «εἰ ἐγενήθησαν πυρίκαυστοι, διότι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν» ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος».
7.1.152
τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν τοῖς ἐν τῇ «Γαλιλαίᾳ τῶν ἐθνῶν»; οἷς αἴτιος γεγένηται φωτὸς καὶ εὐφροσύνης, καινοῦ τε καὶ νέου ποτοῦ, τῆς καινῆς διαθήκης μυστηρίου, κατὰ τὴν φήσασαν προφητείαν· «τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς». εἶεν δ' ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου.
7.1.153
τούτοις μὲν οὖν ὁ «τῆς μεγάλης βουλῆς ἄγγελος» «υἱὸς ἐδόθη» σωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσιν... πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰκονομίας ὑπόθεσιν γεγονέναι φησὶν τὸν ζῆλον κυρίου λέγων· «ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα». ποῖος δὲ ζῆλος ἢ οὗ μέμνηται Μωσῆς λέγων· «αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς»;
7.1.154
Ἀλλ' ἐπεὶ σὺν θεῷ τὰ περὶ τῆς τοῦ προφητευομένου εἰς ἀνθρώπους ἐπιδημίας, οὐ μὴν ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐπιφανείας αὐτοῦ διὰ τῶν προφητικῶν ἀποδέδεικται μαρτυριῶν, καιρὸς ἂν εἴη συνιδεῖν, ποῦ γῆς γεννηθήσεσθαι καὶ ὅθεν γένους ἥξειν ἐξ ὁποίας τε Ἑβραίων προελεύσεσθαι φυλῆς ἐκηρύττετο, ἃ καὶ αὐτὰ φέρε ἐρευνήσωμεν.
7.2.1
δʹ. Ἀπὸ τοῦ Μιχαία. «Καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.»
7.2.2
Ἐμμανουήλ, μεθερμηνευόμενος «μεθ' ἡμῶν θεός», ἐκ τῆς παρθένου γεννώμενος καὶ παιδίον γινόμενος, ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος», σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ' ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραήλ, τὰς ἐξόδους «ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος» ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀνθρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς «μεγάλης βουλῆς ἀγγέλῳ».
7.2.3
τὸ γὰρ ἐξ αἰῶνος ὑφεστάναι τίνι ἄρα ἐφαρμόττοι ἂν ἢ μόνῳ θεῷ; ἐκ τοίνυν τῆς Βηθλεέμ χωρίον δέ ἐστιν τῆς Ἰουδαίας οὐ πόρρω τῆς Ἱερουσαλὴμ διεστώς, λέγεταί τις ἐξ αἰῶνος ὑπάρχων προελεύσεσθαι, οὐδὲ ἕτερον ἐνθένδε ἢ μόνον τὸν Δαβὶδ εὕρομεν ἐπίδοξον γεγενημένον, καὶ ἔπειτα μετ' ἐκεῖνον τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἕτερον δὲ παρὰ τούτους οὐδένα.
7.2.4
ἀλλ' ὁ μὲν Δαβὶδ τοὺς χρόνους τῆς προφητείας προειληφὼς τετελευτήκει πλείστοις πρότερον ἔτεσιν τῆς προρρήσεως· ἀλλ' οὐδὲ ἀφ' «ἡμερῶν αἰῶνος» οὗτος τὰς ἐξόδους πεποίητο. οὐκοῦν λείπεται ἐπὶ τὸν μετὰ ταῦτα ἐκ Βηθλεὲμ γενόμενον, τὸν ἀληθῶς Ἐμμανουήλ, τὸν πρὸ πάσης κτίσεως προόντα θεὸν λόγον, καὶ «μεθ' ἡμῶν θεὸν» λεγόμενον, συμπληροῦσθαι τὰ γεγραμμένα, ἐπεὶ καὶ ἡ ἐν Βηθλεὲμ γένεσις αὐτοῦ ἄντικρυς θεοῦ παρουσίαν ἐδήλου διὰ τῶν κατ' αὐτὴν παραδόξων.
7.2.5
Γράφει γοῦν ὁ Λουκᾶς, τοῦτον ἱστορῶν τὸν τρόπον· «ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου τοῦ ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ αὐτοὺς εἶναι ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,
7.2.6
καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα θεοῦ περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
7.2.7
καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, ἐν πόλει Δαβίδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.
7.2.8
καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γενόμενον, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
7.2.9
καὶ ἦλθον σπεύσαντες, καὶ εὗρον τὴν Μαρίαν καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.»
7.2.10
ταῦτα μὲν ὁ Λουκᾶς, καὶ ὁ Ματθαῖος δέ, τὰ περὶ τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν ἱστορῶν, τοῦτον γράφει τὸν τρόπον· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν εἰς Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρώδης ἐταράχθη, καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ' αὐτοῦ.
7.2.11
καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου, καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
7.2.12
καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀναγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.
7.2.13
καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.»
7.2.14
Ὅλα δὲ ταῦτα ἐξεθέμην εἰς παράστασιν τῶν πεπραγμένων ἐπὶ τῇ ἐν Βηθλεὲμ γενέσει τοῦ σωτῆρος ἡμῶν, ἐναργῆ τεκμήρια παρέχοντα αὐτὸν εἶναι τὸν ὑπὸ τῆς προφητείας δηλούμενον.
7.2.15
καὶ εἰς δεῦρο δὲ οἱ τὸν τόπον οἰκοῦντες, ὡς ἐκ πατέρων εἰς αὐτοὺς κατελθούσης παραδόσεως, τοῖς τῶν τόπων ἱστορίας χάριν εἰς τὴν Βηθλεὲμ ἀφικνουμένοις μαρτυροῦσι τῷ λόγῳ, πιστούμενοι τὴν ἀλήθειαν διὰ τῆς τοῦ ἄντρου δείξεως, ἐν ᾧ τεκοῦσα ἡ παρθένος κατατέθειται τὸ βρέφος, ἐφ' οἷς ἡ προφητεία φησίν· «διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν».
7.2.16
ἀκολούθως δὲ κἀνταῦθα τίκτουσαν δηλοῖ τὴν ἐν ταῖς πρόσθεν προφητείαις παρθένον ὠνομασμένην καὶ προφήτιδα τὴν τὸν Ἐμμανουὴλ καὶ τὸν τῆς «μεγάλης βουλῆς ἄγγελον» ἀποτεξομένην. ἕως γὰρ τῶν ταύτης καιρῶν καὶ τοῦ ἐξ αὐτῆς ἀποτεχθέντος καὶ τὰ τοῦ προτέρου λαοῦ συνειστήκει, δοθείσης αὐτοῖς προθεσμίας «ἕως καιροῦ τικτούσης», τοῦτ' ἔστιν ἕως τῆς παραδόξου γενέσεως τοῦ ἐκ τῆς παρθένου τεχθέντος, μεθ' ὃν ἤρθη μὲν αὐτῶν ἡ βασιλεία. «οἱ» δὲ «ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν» οὗτοι ἂν εἶεν οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἡμῶν, οὓς ἐπιστρέψαντας αὐτὸς ὁ κύριος ποιμαίνειν λέγεται, οὐ καθὼς τὸ πρὶν δι' ἀγγέλων ἢ διὰ θεραπόντων ἀνθρώπων, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ, ὥστε διὰ τοῦτο μεγαλυνθῆναι αὐτοὺς «ἕως ἄκρου τῆς γῆς». ἐμεγαλύνθησαν γὰρ ὅτε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματ' αὐτῶν».
7.2.17
πρόδηλον δὲ καὶ ὁποῖον μέγα «ποίμνιον» καθ' ὅλης τῆς γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ κύριος δι' ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ ποιμανεῖν «ἐν ἰσχύι» λέγεται, ὥστε «ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ» πρὸς τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων.
7.2.18
Καὶ τὰ μὲν περὶ τῆς ἐν Βηθλεὲμ καὶ τῆς ἀπὸ ταύτης προόδου τοῦ προκηρυττομένου θεοῦ τοῦτον ἔχειν τὸν τρόπον. τὴν δ' ἐξ οὐρανῶν εἰς ἀνθρώπους ἐπιδημίαν αὐτοῦ τοῦ κυρίου καὶ ποιμένος ἤδη καὶ πρότερον ἐξ αὐτοῦ τοῦ μετὰ χεῖρας προφήτου παρατέθειμαι, δι' ὧν ἔλεγεν· «ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται», καὶ τὰ ἑξῆς.
7.2.19
οἷς ἐπιλέγων ἔφασκεν· «δι' ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ». σαφὲς δὲ καὶ ἀπὸ τῶν ἑξῆς τοῦ αὐτοῦ προφήτου, ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοῦ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων. ἐπιλέγει δ' οὖν ἑξῆς· «καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοὶ πολλοί, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσιν, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου».
7.2.20
διὸ καὶ μετὰ ταῦτα τὸν πρὸ αἰώνων ἀπὸ τῆς Βηθλεὲμ ἐξελεύσεσθαι ἀνακηρύξας, οὐκέτι τοῦ Ἰσραὴλ μόνου ἀλλὰ ἀθρόως πάντων ἀνθρώπων ἕως καὶ τῶν «ἄκρων τῆς γῆς» ἄρξειν αὐτόν φησιν. λέγει δ' οὖν· «καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη».
7.2.21
τίνι δὲ «ἔσται αὕτη εἰρήνη» ἀλλ' ἢ τῇ γῇ, ἐν ᾗ «μεγαλυνθήσονται» τὰ ποίμνια τοῦ κυρίου; καὶ τοῦτο δὲ ὁποίου τέλους ἔτυχεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν, παντί τῳ πρόδηλον.
7.2.22
πολλῆς γὰρ οὔσης πρὸ τούτου πολυαρχίας καὶ τῶν ἐθνῶν ἁπάντων τυραννουμένων ἢ δημοκρατουμένων, ὡς μηδεμίαν πρὸς ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δέ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ Ἀράβων ὡσαύτως καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων τε ἐθνῶν ἔθνεσιν καὶ πόλεων πόλεσιν, πολιορκιῶν τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν ἐθνῶν ἐπικρατήσαντος λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη δὲ διελάμβανε τὴν σύμπασαν γῆν τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει, διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν· «διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρου τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη».
7.2.23
ᾧ συνᾴδει τὸ ἐν ψαλμοῖς φάσκον περὶ τοῦ Χριστοῦ λόγιον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης», δι' ὅ μοι δοκεῖ «ἄρχων εἰρήνης» ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνομάσθαι. ἐπίστησόν γε μήν, τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζόμενον ἐν τῇ Βηθλεέμ.
7.2.24
ὅπως δὲ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐπεραιοῦτο, ἐμαρτύρησεν ὁ εὐαγγελιστὴς δι' ὧν προεξεθέμην αὐτοῦ φωνῶν. ποιμὴν δὲ καὶ «ἡγούμενος» ὁ Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνήθως τῆς ἱερᾶς γραφῆς τὸν ἀληθῆ Ἰσραὴλ κατὰ διάνοιαν πάντα τὸν διορατικὸν καὶ ἀρεστῶς θεῷ βιοῦντα ἐπονομαζούσης, ὡς ἔμπαλιν τοὺς ἐκ περιτομῆς, ὁπόθ' ἁμαρτάνοιεν. Χαναναίους καὶ «σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα» ἄρχοντάς τε Σοδόμων καὶ λαὸν Γομόρρας ἐμφερῶς αὐτῶν τοῖς τρόποις ἀποκαλούσης.
7.2.25
ἄλλως δὲ πρὸς λέξιν ἡ πᾶσα τοῦ σωτῆρος ἡμῶν διατριβὴ παρὰ τῷ Ἰουδαίων ἔθνει γέγονεν, καὶ πολλῶν γε τοῦ Ἰσραὴλ ἡγήσατο, ὅσοι δὴ ἔγνωσαν αὐτὸν καὶ εἰς αὐτὸν πεπιστεύκασιν τῶν ἐκ περιτομῆς.
7.2.26
Καὶ τὸ μὲν τῆς ἐκτεθείσης προρρήσεως τοιαύτην εἴληφεν τὴν ἔκβασιν· τὰ δὲ ἑξῆς ἀφ' ἑτέρας ἀναγνωστέον ἀρχῆς, οὕτως ἔχοντα· «Ἀσσύριος ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ τοῦ παρόντος τυγχάνει διηγήσασθαι καιροῦ.
7.2.27
εἴποι δ' ἄν τις μετὰ τὴν Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν ἐπιδημίαν, καθ' ἣν εἷλον τὸ Ἰουδαίων ἔθνος, τοσαύτας ἐπαναστάσεις κατ' αὐτῶν γεγονέναι, ὅσαι δηλοῦνται διὰ τῶν ἑπτὰ ποιμένων καὶ διὰ τῶν ὀκτὼ δηγμάτων ταῦτα δὲ δύνασθαι εἰδέναι τοὺς τὰ Ἀσσυρίων ἱστορηκότας, ὧν ἐπὶ τέλει τὸν ἐκ τῆς Βηθλεὲμ προφητευόμενον γεγονέναι, μετὰ τοὺς ἑπτὰ δηλαδὴ ποιμένας καὶ τὰ ὀκτὼ δήγματα, τοῖς Ἀσσυρίοις συμβάντα ἐν ὑστέροις χρόνοις τῆς εἰς τὴν Ἰουδαίαν αὐτῶν ἐφόδου. ταῦτα δὲ πλείστης ἐρεύνης δεόμενα οὐ νῦν πολυπραγμονεῖν καιρός.
7.2.28
εʹ. Ἀπὸ Ψαλμοῦ ρλαʹ. «Μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ, εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμόν, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ»,
7.2.29
εἶθ' ἑξῆς ἐπιλέγει· «ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου»,
7.2.30
καὶ ἐπιφέρει τούτοις λέγων· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου».
7.2.31
Συνᾴδει τῇ πρὸ ταύτης καὶ ἡ παροῦσα προφητεία, ἐκ Βηθλεὲμ τὸν προκηρυττόμενον θεὸν προελεύσεσθαι σημαίνουσα. τοῦτο δ' οὖν αὐτὸ καὶ ὁ Δαβὶδ πρότερον μὲν ἀγνοῶν εὔχεται παρὰ τοῦ θεοῦ μαθεῖν, εἶτ' εὐξάμενος παιδεύεται.
7.2.32
ἐπειδὴ γὰρ τετύχηκε χρησμοῦ τοῦ πρὸς αὐτὸν ἐν τῷ ψαλμῷ φήσαντος «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου», καὶ αὖθις «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου», εἰκότως προσπίπτει τῷ θεῷ, καὶ προσπεσὼν ἐπ' ἐδάφους ποτνιᾶται, ἐπὶ πλέον δὲ τῇ προσευχῇ προσκαρτερῶν ὄμνυσιν τῷ θεῷ, μὴ πρότερον εἰσελεύσεσθαι «εἰς σκήνωμα οἴκου» αὐτοῦ, μηδὲ δώσειν «τοῖς ὀφθαλμοῖς» αὐτοῦ «ὕπνον» καὶ «τοῖς βλεφάροις» αὐτοῦ «νυσταγμόν», μηδὲ ἀναβήσεσθαι «ἐπὶ κλίνης στρωμνῆς» αὐτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον, ἔστ' ἂν εὕρῃ «τόπον τῷ κυρίῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακώβ», τοῦτ' ἔστιν ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ.
7.2.33
εὐξάμενος δὲ καὶ τοιαῦτα γνῶναι ποθήσας, οὐκ εἰς μακρὸν τῷ θείῳ πνεύματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοῦ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι.
7.2.34
ἐπακουσθεὶς δῆτα καταξιοῦται χρησμοῦ τὴν Βηθλεὲμ ἐπιφωνοῦντος αὐτῷ, ὡς ἂν ἐνθάδε τοῦ τόπου τοῦ κυρίου καὶ τοῦ σκηνώματος τοῦ θεοῦ Ἰακὼβ συστησομένου. ταῦτα τοιγαροῦν τοῦ θείου πνεύματος ἐν αὐτῷ θεσπίσαντος, αὐτὸς αὐτοῦ ἐπακούσας ἐπιλέγει· «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά».–
7.2.35
Ἐφραθὰ δὲ ἡ αὐτή ἐστιν τῇ Βηθλεέμ, ὡς δῆλόν ἐστιν ἀπὸ τῆς. Γενέσεως, ἔνθα περὶ τῆς Ῥαχὴλ εἴρηται, ὅτι ἔθαψαν αὐτὴν ἐν τῷ ἱπποδρόμῳ «Ἐφραθά, αὕτη ἐστὶ Βηθλεέμ».
7.2.36
καὶ ἡ πρὸ ταύτης δὲ περιεῖχεν προφητεία· «καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά».–» ἰδού», φησίν, «ἠκούσαμεν αὐτήν», δῆλον δ' ὅτι τὴν τοῦ Χριστοῦ γένεσιν καὶ τὴν τοῦ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ' ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ ὡς ἐν σκηνώματι ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσεν; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς «τοῦ θεοῦ Ἰακὼβ» λέγεται τὸ σκήνωμα εἶναι, διὰ τὸ μὴ ἄλλον εἶναι τὸ σκηνῶσαν ἐν αὐτῷ ἢ τὸν τῷ Ἰακὼβ ἐν ἀνθρώπου εἴδει καὶ σχήματι ὀφθέντα θεόν, δι' ὃν καὶ τῆς ἐπὶ τῷ Ἰσραὴλ προσωνυμίας ἠξιώθη, «ὁρῶν θεὸν» τοῦτο γὰρ ἑρμηνεύεται τὸ ὄνομα προσαγορευθείς· οὐκ ἄλλον δὲ ὄντα τοῦ θεοῦ λόγου τὸν τῷ Ἰακὼβ ὀφθέντα ἐν τοῖς πρώτοις τῆς μετὰ χεῖρας ὑποθέσεως παρε στήσαμεν.
7.2.37
ἐδείχθη τοιγαροῦν τῷ Δαβίδ, εὐξαμένῳ καὶ ποθήσαντι τοῦ κυρίου καὶ θεοῦ Ἰακὼβ τὸν τόπον καὶ τὸ σκήνωμα, ὁ ἐπὶ τῆς Βηθλεὲμ τόπος. διόπερ εἰπὼν «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά», ἐπιφέρει λέγων· «προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ».
7.2.38
σαφῶς τοιγαροῦν καὶ ἐν τούτοις ἐν τῇ Ἐφραθά, ἥτις ἐστὶν ἡ Βηθλεέμ, αὐτὸς ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προφητείᾳ φησάσῃ· «καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος»· ἅπερ ἀρτίως ἐξετάσαντες ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ' ἐφ' ἕτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἐν Βηθλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημένον.
7.2.39
οὐκ ἂν γοῦν ἄλλον τις ἐπιδείξειεν ἐκ ταύτης ἐνδόξως μετὰ τοὺς τῆς προφητείας χρόνους προελθόντα· οὔτε γὰρ βασιλεὺς οὔτε προφήτης οὐδ' ἕτερός τις τῶν παρ' Ἑβραίοις θεοφιλῶν ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ ὁμοῦ καὶ «ἐκ σπέρματος Δαβὶδ» καὶ αὐτόθι γεγεννημένος ἀποδείκνυται.
7.2.40
Ὥρα τοιγαροῦν αὐτὸν ἐκεῖνον εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν, ὅτι γε σαφῶς ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων τοῦτο παρίστησιν δι' ὧν φησιν· «ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου», καὶ πάλιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου»
7.2.41
ποῦ δέ φησιν «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ» ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦθεν γοῦν τὸ κέρας τοῦ Δαβίδ, ὁ Χριστός, τὸ κατὰ σάρκα, οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ὁ τοῦ Χριστοῦ λύχνος.
7.2.42
εἴη δ' ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτός,
7.2.43
τὸ ἀνθρώπειον σκῆνος, δι' οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν.
7.2.43
ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακώβ, ἀπ' ἀρχῆς καὶ «ἐξ ἡμερῶν» τυγχάνοντα «αἰῶνος», ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηθήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ' ἢ ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ' ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας ἀνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἁπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται.
7.2.44
ἑρμηνεύεται δὲ ἡ Βηθλεὲμ «οἶκος ἄρτου», φερώνυμος οὖσα τοῦ προελθόντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν, ὄντος θεοῦ λόγου ψυχῶν λογικῶν θρεπτικοῦ, ὃ καὶ παρίστησιν αὐτὸς λέγων· «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς».
7.2.45
ἀλλ' ἐπειδὴ καὶ τοῦ Δαβὶδ γέγονεν αὕτη πατρίς, εἰκότως καὶ ὁ «κατὰ σάρκα» γενόμενος υἱὸς Δαβὶδ τὴν πρόοδον ἐξ αὐτῆς ἐποιήσατο, ἀκολούθως ταῖς προφητικαῖς προρρήσεσιν, ὥστε οὐκ ἄδηλον εἶναι καὶ τὴν αἰτίαν δι' ἣν πατρίδα τὴν Βηθλεὲμ ἐπεγράψατο.
7.2.46
Ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται καὶ πάλιν «Ναζωραῖος» κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα ἑβραϊκὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ' αὐτοῖς χριστοῦ ἦν δὲ οὗτος ὁ ἄρχων κατ' εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως τοῦ Χριστοῦ τοῦ θεοῦ, σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπιφερόμενος·
7.2.47
ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως· «καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ», τὸ μὲν Ἑβραϊκὸν «ὅτι ναζὲρ ἔλαιον» περιέχει, ὁ δὲ Ἀκύλας· «ὅτι ἀφόρισμα ἔλαιον ἀλείμματος θεοῦ αὐτοῦ ἐπ' αὐτῷ», ὁ δὲ Σύμμαχος· «ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ' αὐτῷ», ὁ δὲ Θεοδοτίων· «ὅτι τὸ ναζὲρ ἔλαιον τὸν χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ' αὐτῷ»,
7.2.48
ὥστε εἶναι τὸ ναζὲρ κατὰ μὲν τοὺς ἑβδομήκοντα «ἅγιον», κατὰ δὲ τὸν Ἀκύλαν «ἀφόρισμα», κατὰ δὲ τὸν Σύμμαχον «ἄθικτον», ὥστε ἐκ τούτου τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον ἢ τὸν ἀφωρισμένον ἢ τὸν ἄθικτον. ἀλλ' οἱ μὲν πάλαι ἱερεῖς δι' ἐλαίου σκευαστοῦ, τοῦ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι, παραγώγως ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι.
7.2.49
ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν κατὰ φύσιν ἔχων τὸ ἅγιον καὶ τὸ ἄθικτον καὶ τὸ ἀφωρισμένον, οὐ δεόμενός τε χρίσματος ἀνθρωπίνου, ὅμως τῆς τοῦ ναζιραίου προσηγορίας παρ' ἀνθρώποις ἔτυχεν, οὐκ ἀπὸ τοῦ καλουμένου ναζὲρ ἐλαίου ναζιραῖος γεγονώς, ἀλλ' ὢν μὲν τῇ φύσει τοιοῦτος, κληθεὶς δὲ καὶ παρ' ἀνθρώποις Ναζιραῖος ἀπὸ τῆς Ναζαρέθ, ἔνθα παρὰ τοῖς κατὰ σάρκα γονεῦσι τὴν ἐν παισὶν ἀνατροφὴν ἔσχηκεν.
7.2.50
διὸ λέλεκται παρὰ τῷ Ματθαίῳ· «χρηματισθεὶς δὲ κατ' ὄναρ» δῆλον δ' ὅτι ὁ Ἰωσήφ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρά· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται».
7.2.51
ἔδει μὲν γὰρ αὐτόν, ἐξ ἅπαντος φύσει καὶ ἀληθείᾳ ναζιραῖον ὄντα, τοῦτ' ἔστιν ἅγιον καὶ ἄθικτον καὶ ἀφωρισμένον ἐξ ἀνθρώπων, κληθῆναι ταύτῃ τῇ προσηγορίᾳ· ἀλλ' ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχεν τῆς προσηγορίας, μὴ δεηθεὶς ἀνθρωπίνου χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐπωνυμίαν ἐκτήσατο.
7.2.52
Τούτων οὕτως ἀποδεδειγμένων, καιρὸς ἐπισκέψασθαι, καὶ ἐξ ὁποίου γένους ἐξ ὁποίας τε Ἑβραίων· φυλῆς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, προελεύσεσθαι ἐκηρύττετο. πρώτας δὲ τὰς εὐαγγελικὰς καὶ περὶ τούτου παραθήσομαι λέξεις, εἶθ' ὥσπερ ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ· «βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεντὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸἸούδαν», καὶ τὰ ἑξῆς.
7.2.53
συνᾴδει δὲ αὐτῷ καὶ ὁ ἀπόστολος, λέγων ἀφωρίσθαι «εἰς εὐαγγέλιον θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα». γένοιντο δ' ἂν σύμφωνα ταῦτα ταῖς οὕτως ἐχούσαις προρρήσεσιν.
7.3.1
ʹ. Ἀπὸ τῆς δευτέρας τῶν Παραλειπομένων. Ὁ κύριος διὰ Νάθαν τοῦ προφήτου ταῦτα τῷ Δαβὶδ θεσπίζει ἐν δευτέρᾳ Παραλειπομένων· «καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.»
7.3.2
Καὶ ἐν ὀγδόῳ δὲ καὶ ὀγδοηκοστῷ ψαλμῷ περὶ τοῦ αὐτοῦ, ὡς περὶ Δαβίδ, τάδε εἴρηται· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ»,
7.3.3
καὶ αὖθις· «ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου»,
7.3.4
καὶ πάλιν· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα»,
7.3.5
καὶ αὖθις· «καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ». ὅμοια δ' ἂν εἴη τούτοις καὶ τὰ δι' ὧν εἴρηται· «ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου».
7.3.6
Σολομῶν παῖς μὲν ὢν τοῦ Δαβὶδ καὶ τῆς βασιλείας διάδοχος πέφηνεν ὁμολογουμένως, οὗτος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι. οὓς ἐπιστῆσαι καλόν, εἰ οἷοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα· «καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα», καὶ αὖθις μεθ' ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου ὡς ὁ ἥλιος καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ.
7.3.7
εἰ γὰρ δή τις τοὺς χρόνους ἐξετάσειεν τῆς τοῦ Σολομῶνος βασιλείας, τεσσαράκοντα ἔτη, οὐ πλείονα, εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδὲ ἐφ' ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας διαγενομένους.
7.3.8
ἀλλ' ἔστω τοὺς αὐτοὺς καὶ μέχρι τῆς ὑστάτης ὑπὸ Ῥωμαίων πολιορκίας τοῦ Ἰουδαίων ἔθνους διαρκέσαι νομίζεσθαι· τί οὖν τοῦτο πρὸς τὴν προφητείαν, «εἰς τὸν αἰῶνα» καὶ «ὡς τὸν ἥλιον» καὶ «ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ» διαμενεῖν τὸν θρόνον αὐτοῦ θεσπίζουσαν; τὸ δὲ «καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν» πῶς ἂν τῷ Σολομῶνι ἁρμόσειεν, ὅτε διαρρήδην ἡ κατ' αὐτὸν ἱστορία ἀλλότρια καὶ ἀπῳκισμένα τῆς τοῦ θεοῦ εἰσποιήσεως περὶ αὐτοῦ διδάσκει;
7.3.9
ἄκουε δ' οὖν οἵαν κατηγορίαν αὐτοῦ καταλέγει· «καὶ Σολομῶν ἦν φιλογύναιος, καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας πολλάς, καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπεν κύριος ὁ θεὸς τοῖς υἱοῖς Ἰσραὴλ οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς»,
7.3.10
καὶ ἐπιφέρει τούτοις· «καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ εὐθεῖα μετὰ κυρίου τοῦ θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν, εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησεν Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου»,
7.3.11
καὶ αὖθις ἑξῆς ἐπάγει· «καὶ ἤγειρεν κύριος σατὰν τῷ Σολομῶνι τὸν Ἄδερ τὸν Ἰδουμαῖον». τὸν δὲ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὐτόν; πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβίδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; Ἀλλ' οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἄν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται.
7.3.12
οὐκοῦν τὸν ἐκ σπέρματος Δαβὶδ ἀναστήσεσθαι ἐν τούτοις δηλούμενον ἕτερον ζητητέον. ἀλλ' οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γεγονὼς ἱστορεῖται, ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὃς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευκότων καθ' ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ὁμολογουμένως, καὶ τούτου γε μένει καὶ διαμενεῖ ἡ βασιλεία, εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῇ περὶ αὐτοῦ προφητείᾳ ἀκολούθως ἐπιδεικνυμένη.
7.3.13
εἰ δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοῦ θεοῦ λόγου τοῦ πάντων αἰώνων προϋφεστῶτος ἁγίου καὶ μονογενοῦς αὐτοῦ παιδός, ὃν ποικίλως ἐθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναί, καθ' οὗ ὄμνυσιν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ εἰς τὸν ἄπειρον αἰῶνα δοξάσειν· ὃ καὶ γέγονεν ὅτε ὁ λόγος, σὰρξ γενόμενος, τὸν ἐκ σπέρματος Δαβὶδ ἀνείληφέν τε καὶ ἐθεοποίησεν. διὸ καὶ υἱὸν αὐτὸν ἀναγορεύει λέγων· «ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν»,
7.3.14
καὶ πάλιν· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν». σαφῶς τοιγαροῦν ἐκ τούτων ὁ υἱὸς τοῦ θεοῦ ὁ πρωτότοκος ἐκ σπέρματος ἔσεσθαι Δαβὶδ ἀνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ τῷ υἱῷ Δαβίδ. δι' ὧν ἐναργῶς ὁ «πρωτότοκος πάσης κτίσεως», αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ, υἱὸς ἀνθρώπου γενήσεσθαι προεφητεύετο.
7.3.15
καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι' ὧν φησιν, ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ φάναι περὶ τοῦ σωτῆρος ἡμῶν· «οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος».
7.3.16
καὶ μετὰ βραχέα δὲ ἐν τῷ αὐτῷ εὐαγγελίῳ Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ τάδε περὶ τοῦ Χριστοῦ θεσπίζει· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ' αἰῶνος αὐτοῦ προφητῶν».
7.3.17
ἀλλ' ὅτι μὲν τὸν ἐπηγγελμένον τῷ Δαβὶδ αἰώνιον θρόνον ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ἀνθρώπων ἀπείληφεν, ἱκαναὶ πιστώσασθαι αἱ προπαρατεθεῖσαι μαρτυρίαι, ἥ τε τοῦ Γαβριὴλ καὶ ἡ τοῦ Ζαχαρίου, δι' ὧν καὶ συνίσταται «ἐκ σπέρματος» γεγονὼς «Δαβὶδ κατὰ σάρκα».
7.3.18
τίνι δὲ λόγῳ τὸν Ἰωσὴφ γενεαλογοῦσιν οἱ ἱεροὶ εὐαγγελισταί, καίπερ μὴ ὄντος τοῦ σωτῆρος ἡμῶν ἐξ αὐτοῦ, ἀλλ' ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου, ὅπως τε καὶ αὕτη ἡ τοῦ κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι Δαβίδ, ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλογίαν τοῦ σωτῆρος ἡμῶν ζητημάτων καὶ λύσεων διειληφότες, ἐπ' ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπομεν, ἐφ' ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος καιροῦ. ζʹ. Ἀπὸ Ψαλμοῦ οαʹ. «Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως»,
7.3.19
καὶ ἑξῆς ἐπιλέγει· «καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν. καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης»,
7.3.20
καὶ μετὰ βραχέα φησίν· «ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν».
7.3.21
Ἐπειδὴ ἐπιγέγραπται «εἰς Σολομῶνα» ὁ ψαλμός, ὁ πρῶτος τοῦ ψαλμοῦ στίχος εἰς αὐτὸν ἂν ἀναφέροιτο, τὰ δὲ ἑπόμενα πάντα εἰς τὸν υἱὸν Σολομῶνος, οὐ τὸν Ῥοβοάμ, ὃς μετ' αὐτὸν ἐβασίλευσεν τοῦ Ἰσραήλ, ἀλλὰ τὸν «ἐκ σπέρματος» αὐτοῦ «κατὰ σάρκα» γενόμενον, τὸν Χριστὸν τοῦ θεοῦ.
7.3.22
ὅτι γὰρ οὐκ ἐπὶ τὸν Σολομῶνα οὐδὲ ἐπὶ τὸν τούτου διάδοχον ἀναφέρειν δυνατὸν τὰ ἐν τῷ ψαλμῷ διὰ τὰ περὶ αὐτοῦ δεδηλωμένα, πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι' ὅλου τοῦ ψαλμοῦ, οἷον τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης», καὶ τὸ «συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν», καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπιλέγεται;
7.3.23
διόπερ ἀβασανίστως ἀποδοθείη ἂν ὁ μὲν φάσκων ἐν ἀρχῇ τοῦ ψαλμοῦ λόγος «ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός» ἐπ' αὐτὸν ἐκεῖνον Σολομῶνα, ὁ ἐπιλέγων δὲ «καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως» ἐπὶ τὸν Σολομῶνος υἱόν, οὐ τὸν πρωτότοκον ἐκεῖνον τὸν διάδοχον αὐτοῦ τῆς βασιλείας γενόμενον οὐδ' ὅλοις γὰρ ἐκεῖνος ἑπτακαίδεκα ἔτεσιν μόνου τοῦ Ἰουδαίων ἔθνους προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ, ἀλλ' οὐδ' ἐφ' ἕτερον τῶν μετὰ Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος Δαβίδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ Δαβὶδ χρηματίσαντα.
7.3.24
οὗτος δ' ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· τούτου γὰρ μόνου καὶ οὐδ' ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας θρόνος «συμπαραμενεῖ τῷ ἡλίῳ», καὶ οὗτός γε ἀλλ' οὐδεὶς ἕτερος ἀνθρώπων «πρὸ τῆς σελήνης» καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, ἔσταξέν τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην ἐπὶ πᾶσαν τὴν γῆν, εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι, κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνην παραμένουσαν μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης.
7.3.25
ἐναργῶς τε ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θαλάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ' οὗπερ κατὰ τὸν Ἰορδάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας.
7.3.26
παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθεν καθ' ὅλης τῆς οἰκουμένης. «Λιβάνου» δὲ ἐπινοουμένης τῆς Ἱερουσαλήμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον τά τε ἐπὶ τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ «καρπός», ἡ ἐξ ἐθνῶν ἐκκλησία, «ὑπὲρ τὸν Λίβανον» ἀρθήσεσθαι θεσπίζεται.
7.3.27
ἐπὶ σχολῆς δ' ἂν ὁ φιλομαθὴς ἑαυτῷ τὸν ψαλμὸν πρὸς λέξιν βασανίσας, μόνῳ τῷ ἡμετέρῳ κυρίῳ τὰ ἐν αὐτῷ προσήκειν ὁμολογήσειεν ἄν, ἀλλ' οὔτε τῷ παλαιῷ Σολομῶνι οὔτε ἑτέρῳ τῶν μετ' αὐτὸν βασιλέων, ἑνὸς ἔθνους τῶν Ἰουδαίων ἀρξάντων, καὶ οὐ πλεῖον ὀλιγοστῶν ἐτῶν, καὶ οὐδ' ἐφ' ἑτέρας ἢ μόνης τῆς Ἰουδαίας γῆς.
7.3.28
ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς.
7.3.29
καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ παρδαλὶς συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων ἅμα βοσκηθήσονται. καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.»
7.3.30
Ὁ δηλούμενος ἐνταῦθα Ἰεσσαὶ πατὴρ ἦν τοῦ Δαβίδ. ὥσπερ οὖν ἐν ταῖς πρὸ ταύτης προφητείαις ἐκ καρποῦ καὶ σπέρματος Δαβὶδ προελεύσεσθαι ἐλέγετο, καὶ πάλιν ἐκ σπέρματος Σολομών, τὸν αὐτὸν τρόπον κἀνταῦθα, πλείστοις ὕστερον τῆς τοῦ Δαβὶδ οὐ μόνον ἀλλὰ καὶ τῆς τοῦ Σολομῶνος τελευτῆς ἔτεσιν, ἐκ ῥίζης Ἰεσσαὶ δῆλον δ' ὅτι καὶ ἐκ τῆς τοῦ Δαβὶδ προελεύσεσθαί τις θεσπίζεται.
7.3.31
λύσει δὲ ὁ παρὼν λόγος τὴν ἐν τοῖς πρόσθεν νομιζομένην παρὰ Ἰουδαίοις περὶ τοῦ Σολομῶνος ἀμφιβολίαν. μετὰ πλεῖστον γοῦν τῆς τοῦ Σολομῶνος τελευτῆς χρόνον ταῦτα Ἡσαΐας περί τινος ἑτέρου προφητεύει μέλλοντος ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαβὶδ ἀναφανήσεσθαι.
7.3.32
ὅτι δὲ οὐδ' ἐφ' ἕτερον ἢ ἐπὶ τὸν ἡμέτερον σωτῆρα τὸν Χριστὸν τοῦ θεοῦ ἀνάγεται τὰ δηλούμενα, ἐκ ῥίζης γενόμενον Δαβίδ τε καὶ Ἰεσσαί, οὐκ οἶμαί τινα ἀμφιβάλλειν, ἐπιστήσαντα τῇ τε ἐπαγγελίᾳ τῆς προρρήσεως, φασκούσῃ «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν», καὶ τοῖς ἐπὶ τοῦ σωτῆρος ἡμῶν δεικνυμένοις ἀποτελέσμασιν.
7.3.33
μόνος γοῦν οὗτος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι' ἣν καὶ οἶμαι αὐτὸν «ἀνιστάμενον» ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθεστῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφεν μετὰ τῶν ἄλλων καὶ τὸ «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν».
7.3.34
τὰ δ' ὡς περὶ ζῴων καὶ θηρίων, ἡμερουμένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ, λεγόμενα ἀλληγοροῖντ' ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη, διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας μεταθησόμενα.
7.3.35
ἀλληγοροῖντο δ' ἂν ταῦτα σαφῶς οὕτως, ὥς τις ἂν καὶ τὴν δηλουμένην διὰ τῆς προφητείας «ῥίζαν Ἰεσσαὶ» καὶ «τὴν ῥάβδον» καὶ «τὸ ἄνθος» τροπολογῶν ἑρμηνεύσειεν, καὶ ὡς ἂν ἐπινοηθείη «δικαιοσύνῃ» μὲν «τὰς πλευρὰς» ζωννύμενος, «ἀληθείᾳ» δὲ «τὴν ὀσφὺν» «εἰλημένος».
7.3.36
ὡς γὰρ οὐ δυνατὸν ἑτέρως ταῦτα ἢ διὰ μόνης ἀλληγορικῆς ἀποδόσεως ἑρμηνεύειν, τὸν αὐτὸν τρόπον ἕπεται καὶ τὰ περὶ τῶν κατὰ τοὺς τόπους ὀνομαζομένων ζῴων χρῆναι δεῖν ἐκλαμβάνειν.
7.3.37
θʹ. Ἀπὸ τοῦ Ἱερεμίου. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.» «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν, καὶ τὸν Δαβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς».
7.3.38
Μετὰ πλεῖστον τῆς τελευτῆς τοῦ Δαβὶδ ἀλλὰ καὶ τοῦ Σολομῶνος χρόνον ταῦτα καὶ Ἱερεμίας περὶ τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν «ἀνατολὴν» καλεῖ, καὶ οὐχ ἁπλῶς ἀλλὰ «δικαίαν», ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν «τοῖς» δὲ «φοβουμένοις» με «ἀνατελεῖ» «ἥλιος δικαιοσύνης» παραθέμενοι.
7.3.39
ὥσπερ οὖν «ἥλιον δικαιοσύνης», οὕτως καὶ «ἀνατολὴν δικαίαν» ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ Δαβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον βασιλέα συνιέντα καὶ ποιοῦντα «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς» προαγορεύει. εἶτα καὶ ὁμωνύμως τὸν αὐτὸν καλεῖ τῷ πάλαι πρότερον τετελευτηκότι Δαβίδ·
7.3.40
πρόσσχες γὰρ ἐπιμελλῶς τῷ ἀνωτέρω μὲν «καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν», ἐπὶ τέλει δὲ ἐπιφερομένῳ τῷ «καὶ τὸν Δαβὶδ βασιλέα αὐτοῦ ἀναστήσω αὐτῷ». τίνι δὲ «αὐτῷ» ἢ τῷ Δαβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν.
7.3.41
καὶ ὁ Ζαχαρίας δὲ περὶ τοῦ αὐτοῦ προφητεύων ὁμοίως ἀνατολὴν αὐτὸν καλεῖ, λέγων· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ δικαιοσύνη», καὶ πάλιν· «καλέσω τὸν δοῦλόν μου ἀνατολήν». ἀλλ' οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους ἀλλ' οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι καὶ συνιὼν βασιλεὺς καὶ ποιῶν «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς».
7.3.42
εἰ δὲ λέγοι τις διὰ τούτων Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ δηλοῦσθαι, λεκτέον ὅτι οὐ συνέστηκεν ὁ λόγος αὐτῷ· οὔτε γὰρ ἀπὸ γένους Δαβὶδ οὗτος ἦν οὔτε ὡς βασιλεὺς ἐβα σίλευσεν.
7.3.43
πῶς δὲ ἐπ' ἐκεῖνον δύναται ἁρμόττειν τὸ «καὶ τὸν Δαβὶδ βασιλέα ἀναστήσω αὐτῷ», ὁπότε φυλῆς μὲν ἦν Λευὶ τάξεως δ' ἀρχιερατικῆς καὶ γένους ἑτέρου παρὰ τὸν Δαβίδ, βασιλεὺς δ' οὐδαμῶς γεγονὼς ἱστορεῖται; ὥστε εἰ μηδεὶς ἕτερος εὑρίσκοιτο τοιοῦτος, ὥρα τὸν προφητευόμενον καὶ διὰ τούτων ὁμολογεῖν μόνον εἶναι τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν καὶ ἐν ἑτέροις «φῶς τοῦ κόσμου» καὶ «φῶς τῶν ἐθνῶν» ἀνηγορευμένον.
7.3.44
αὐτὸς τοιγαροῦν εἴη ἂν κἀνταῦθα ὁ προφητευόμενος, καὶ συνέστηκεν ἀψευδὴς ἡ πρόρρησις· μόνος γὰρ ἐκ σπέρματος Δαβὶδ ὁμωνύμως τῷ προπάτορι κατὰ διάνοιαν ἐπεὶ ἑρμηνεύεται «δυνατὸς χειρί» χρηματίσας, «κρίμα καὶ δικαιοσύνην» διὰ τῆς αὐτοῦ διδασκαλίας τοῖς ἐπὶ γῆς ἅπασιν ἐκήρυξεν, καὶ μόνος τῶν πώποτε οὐκ ἐπὶ μέρους ἐβασίλευσεν τῆς οἰκουμένης, ἀλλ' ἐπὶ πᾶσαν τὴν γῆν καὶ μόνος ἀνέτειλεν δικαιοσύνην, ἀκολούθως καὶ τῷ ἐν ψαλμῷ περὶ αὐτοῦ λεγομένῳ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης».
7.3.45
«Ἰούδας» δὲ σωθησόμενος καὶ «Ἰσραὴλ» «ἐν ταῖς ἡμέραις αὐτοῦ» πάντες εἰσὶν οἱ τῇ δι' αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταί, ἢ καὶ πάντες οἱ «τὸν ἐν κρυπτῷ Ἰουδαῖον» καὶ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν κατὰ διάνοιαν «ὁρῶντα θεόν», ἀποσῴζοντες
7.3.46
«οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν» φησὶν ὁ ἀπόστολος, «οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ τοῦ θεοῦ». τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως «τὸν ἐν κρυπτῷ Ἰουδαῖον» καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶν κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου οὐδὲ τῷ τοῦ Ἰσραὴλ ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα.
7.3.47
«τοῦτο», γάρ φησιν, «τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκείμ», ὅπερ ἑρμηνεύεται «οἱ τοῦ θεοῦ δίκαιοι». ἐφίστημι δὲ μήποτε πεποιημένον ἐστὶν τοὔνομα ἀπὸ τοῦ Ἰωσουέ· Ἰωσεδεκεὶμ γὰρ παρὰ τῷ θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρὰ ἀνθρώποις μὲν ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἑβραίων φωνὴν καὶ παρ' αὐτοῖς καὶ τοῖς προφήταις ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι' αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ.
7.3.48
διὸ λέλεκται· «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προ φήταις». ὁ δὴ οὖν μέλλων, φησίν, διὰ τοῦ προφητευομένου... λαός, κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραήλ, ὀνομασθήσονται ἀπὸ τοῦ Ἰωσουὲ Ἰωσεδεκείμ. καὶ τούτῳ γε, φησίν, κληθήσονται τῷ προσρήματι οὐ παρὰ ἀνθρώποις, ἀλλὰ παρ' αὐτῷ τῷ θεῷ καὶ παρὰ τοῖς προφήταις αὐτοῦ.
7.3.49
ἐπιμελῶς γὰρ πρόσσχες τῷ λόγῳ φήσαντι· «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις». μεταλαμβάνεται δέ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν «οἱ τοῦ θεοῦ δίκαιοι».
7.3.50
τούτων δὲ οὕτως σωθησομένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρῶν δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο δεσμοῖς τῶν ἀσεβημάτων διαρρήξειν ὁ θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι θεοῖς ἀλλοτρίοις δουλεύειν αὐτούς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως.
7.3.51
παράθες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον· «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν». ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον· «τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ' ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν».
7.3.52
ἀλλ' ὅτι μὲν «ἐκ καρποῦ τῆς κοιλίας» Δαβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος καὶ «ἐκ ῥίζης Ἰεσσαὶ» ὁ Χριστὸς τοῦ θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι τε μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ Δαβὶδ αὐτὸν ὀνομάζουσιν οἱ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ ἐκ φυλῆς Ἰούδα λέγεται προελεύσεσθαι οὐδ' ἂν ζητηθείη, τῷ μηδ' ἑτέρας ἢ τῆς δηλωθείσης φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. γένοιτο δ' ἂν ἐκ περιουσίας καὶ τούτου παραστατικὸν τὸ παρὰ Μωσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον·
7.3.53
ιʹ. Ἀπὸ τῆς Γενέσεως. «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ μοι υἱὲ ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.»
7.3.54
Δώδεκα φυλῶν παρ' Ἑβραίοις οὐσῶν, δι' ὧν τὸ πᾶν ἔθνος συνεστήκει, μιᾶς τούτων προπάτωρ γέγονεν καὶ ἀρχίφυλος ὁ Ἰούδας, πρὸς ὃν τεθέσπισται τὰ προκείμενα, ἐξ αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι σημαίνοντα. εἰ γοῦν συναγάγοις ἐπὶ ταυτὸ καὶ παραθείης τῇ μετὰ χεῖρας τὰς ἐν τοῖς πρόσθεν τεθείσας προφητείας, εὕροις ἂν ὁμοίως κατά τι κοινὸν σημεῖον τὸν αὐτὸν κηρυττόμενον.
7.3.55
ἡ μὲν γὰρ ἔλεγεν περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησομένου τὸ «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἡ δὲ περὶ τοῦ υἱοῦ Σολομῶνος τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «ἐνευλογηθήσονται ἐν αὐτῷ» «πάντα τὰ ἔθνη», ἡ δὲ μετὰ χεῖρας παραπλησίως· «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν».
7.3.56
εἰ δὴ οὖν συνᾴδουσιν αἱ περὶ τῶν ἐθνῶν προρρήσεις, ἀπεδείχθησαν δὲ αἱ πρὸ τούτων ὁρῶσαι τὸν ἡμέτερον σωτῆρα, οὐδὲν ἂν εἴη ἐμποδὼν μὴ οὐχὶ τὸν αὐτὸν βλέπειν καὶ τὴν παροῦσαν, εἴπερ σύμφωνα ἀλλήλαις ὁμολογοῦνται θεσπίζειν, μάλιστα ὅτε μέχρι μὲν τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι αὐτῶν ἐκ προγόνων διαδοχῆς συνεστήκεσαν, ἅμα δὲ τῇ αὐτοῦ παρουσίᾳ διαλελοίπεσαν, ὁμοῦ τε ἡ τῶν ἐθνῶν προσδοκία τέλος ἐπῆγεν τῇ τοῦ Ἰακὼβ προρρήσει.
7.3.57
οὐκοῦν κἀνταῦθα ὁ Χριστὸς δηλούμενος καὶ οὐδὲ ἄλλος ἐκ φυλῆς Ἰούδα... προελεύσεσθαι, καὶ ὅτε δὲ ἐκ Δαβὶδ καὶ Σολομῶνος ἔκ τε τῆς ῥίζης Ἰεσσαὶ γεγονὼς ἐδηλοῦτο, ἐκ τῆς αὐτῆς φυλῆς ὢν ἐδείκνυτο·
7.3.58
παῖς μὲν γὰρ ἦν τοῦ Ἰεσσαὶ Δαβίδ, τοῦ δὲ Δαβὶδ Σολομῶν, συστάντες ἐκ φυλῆς Ἰούδα. εἴη ἂν τοιγαροῦν ἐξ αὐτῆς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὥσπερ οὖν ὁ θαυμάσιος εὐαγγελιστὴς γενεαλογεῖ Ματθαῖος λέγων· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεντὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸἸούδαν», καὶ τὰ ἑξῆς. Ἀλλὰ γὰρ καὶ τούτων τὴν οἰκείαν ἀπόδειξιν ἀπειληφότων, καιρὸς καὶ τοὺς χρόνους συνιδεῖν τῆς τῶν προηγορευμένων ἀποπληρώσεως. Τάδε ἔνεστιν ἐν τῷ ὀγδόῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. Περὶ τῶν χρόνων τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ τῆς Γενέσεως. βʹ. Ἀπὸ τοῦ Δανιήλ. γʹ. Ἀπὸ τοῦ Μιχαία. δʹ. Ἀπὸ τοῦ Ζαχαρίου. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου. Εὐαγγελικῆς ἀποδείξεως τόμος ηʹ. Ἀποδείξαντες δι' ὅσων ὁ τοῦ θεοῦ λόγος εἰς ἀνθρώπους ἥξειν ἐθεσπίζετο, ὅθεν τε καὶ ὅπη καὶ ὅπως ὀφθήσεσθαι τοῖς ἐπὶ γῆς ἐν ταῖς παρ' Ἑβραίοις προφητικαῖς φωναῖς ἐκηρύττετο, ὅτι τε αὐτὸς ἐκεῖνος ἦν καὶ οὐδ' ἄλλος ὁ τῶν αἰώνων προϋφεστὼς υἱὸς τοῦ θεοῦ, ὃν διὰ τῶν ἑτέρων θεόν τε καὶ κύριον καὶ ἀρχιστράτηγον καὶ μεγάλης βουλῆς ἄγγελον θεοῦ τε ἀρχιερέα τυγχάνειν προμεμαθήκαμεν, ἀκολούθως μετὰ τὰ προδιεξωδευμένα τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ πάλιν ἐξ αὐτῶν τῶν προφητικῶν προρρήσεων ἐπιμαρτυρώμεθα, ἐνθένδε ἀρξάμενοι. 8. Prooem. 2 Τῶν χρόνων τῆς τοῦ Χριστοῦ παρουσίας ἐκφανῆ σημεῖα τάδε ἔσεσθαι προκηρύττουσιν αἱ ἱεραὶ γραφαί· τριῶν τὸ πρὶν ἐπιφανῶν ἀξιωμάτων παρ' Ἑβραίοις διαπρεπόντων, δι' ὧν τὸ ἔθνος συνεκροτεῖτο, ἑνὸς μὲν τοῦ βασιλικοῦ, ἑτέρου δὲ τοῦ προφητικοῦ, καὶ ἐπὶ τούτοις τοῦ ἀρχιερατικοῦ, τούτων ὁμοῦ τὴν κατάλυσιν καὶ τὴν παντελῆ καθαίρεσιν σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας ἔσεσθαι θεσπίζουσιν, 8. Prooem. 3 δείγματα δὲ τῶν αὐτῶν εἶναι χρόνων καὶ τῆς κατὰ Μωσέα θρησκείας τὴν περιγραφήν, τῆς τε Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ ἱεροῦ τὴν ἐρήμωσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν. καὶ ἄλλα δὲ τῶν αὐτῶν ὑποβάλλουσι σημεῖα χρόνων, πλῆθος εἰρήνης, ἐθνῶν τῆς ἐξ αἰῶνος κατ' ἔθνος καὶ κατὰ πόλιν τοπαρχίας καὶ πολιαρχίας ἀναίρεσιν, τῆς πολυθέου καὶ δαιμονικῆς εἰδωλολατρείας ἀποστροφήν, ἐπίγνωσιν εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων δημιουργοῦ θεοῦ. 8. Prooem. 4 ταῦτα οὖν ἅπαντα, μὴ ὄντα πάλαι κατὰ τοὺς τῶν προφητῶν χρόνους, ἐπὶ τῆς Χριστοῦ παρουσίας γενήσεσθαι οἱ θεῖοι χρησμοὶ προηγόρευον, ἃ καὶ ταῖς προρρήσεσιν ἀκολούθως εἰς πέρας ἐλθόντα ὅσον οὔπω παραστήσεται. 8. Prooem. 5 τά γε μὴν αἴτια τοῦ μὴ πρότερον ἀλλὰ νῦν ἐπ' ἐσχάτων καιρῶν μετὰ τὸν μακρὸν καὶ πολὺν αἰῶνα τὸν Χριστὸν ἐμφανῆ γενέσθαι τῷ βίῳ, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐν βραχέσιν εἰρήσεται. 8. Prooem. 6 Πολὺς ἦν πάλαι πρότερον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπισκοτῶν ἀφροσύνης καὶ ἀσεβείας αὐχμὸς δεινή τε ἀθεότης κατακρατοῦσα τοῦ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις μήτε πολιτείας μήτε νόμους μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι, ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ' εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ' ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσιν, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ' ἢ ἐκ τῆς τῶν καταδεεστέρων καταδυναστείας. 8. Prooem. 7 ἀλλὰ μὴν οὐδὲ θεὸν τὸν ἐπὶ πάντων ᾔδεσαν οὐδέ γε εὐσεβείας ἀληθοῦς τρόπον, φυσικαῖς δὲ ἐννοίαις ἀνακινούμενοι, τὸ μὲν ὑπάρχειν ἐν τοῖς οὖσι θείαν τινὰ δύναμιν, καὶ θεὸν εἶναι καὶ ὀνομάζεσθαι, σωτήριόν τε καὶ εὐεργετικὴν τυγχάνειν τὴν προσηγορίαν αὐτοφυεῖ διδασκαλίᾳ συνωμολόγουν, τὸ δὲ μὴ ἄλλο τι νομίζειν ἢ τὸν ἐπέκεινα ἁπάσης τῆς ὁρωμένης οὐσίας οὐκέθ' οἷοί τε ἦσαν ἀποδέχεσθαι. 8. Prooem. 8 διόπερ οἱ μὲν αὐτῶν «ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» οἱ δὲ «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία», ὡς ἐναλλάξαι «τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν». νεκρῶν δ' οὖν οἵδε ἀνδρῶν, δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων, εἰκόνας ἀνειδωλοποιήσαντες καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν. 8. Prooem. 9 πῶς οὖν τοῖς τυγχάνουσιν ἐν τοιαύτῃ βίου καταστάσει τὸν πάνσοφον καὶ πανάρετον τοῦ Χριστοῦ λόγον, τὴν εἰς ἄκρον καταγγέλλοντα φιλοσοφίαν, τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη, ὡς ἀγρίαν καὶ βλαβερωτάτην ὕλην περικόπτουσα, τοτὲ μὲν κατακλυσμοῖς τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ αὐτοὺς τοῖς κατ' ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαιμόνων τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων ἐπὶ τὸν κατ' ἀλλήλων πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνεπίμικτόν τε καὶ ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας ὡς ἐν τοιαύτῃ καταστάσει καὶ ἀριθμῷ ληπτούς, 8. Prooem. 10 ὧν τὰ παρ' Ἑβραίοις μνημονεύει λόγια, θεοφιλεῖς εὑροῦσα, τούτοις διὰ χρη σμῶν καὶ θειοτέρας ἐπιφανείας ὡμίλει, δεξιουμένη τοὺς ἄνδρας καὶ θεραπεύουσα νόμοις τοῖς παρὰ Μωσέως εἰσαγωγικοῖς καὶ βιωφελέσιν. 8. Prooem. 11 ἀλλ' ὅτε δὴ ἐκ τῆς τούτοις διαταγείσης νομοθεσίας ἔκ τε τῶν μετὰ ταῦτα προφητικῶν μαθημάτων, εἰς πάντας ἀνθρώπους εὐωδίας δίκην προχεομένων, ἤδη λοιπὸν ἡμέρωτο τῶν πολλῶν τὰ φρονήματα, τοῖς τε πολλοῖς ἔθνεσιν πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε καὶ φιλοσοφίας ὄνομα παρὰ πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεύς, ὁ θεὸς λόγος ἐπέφανεν ἑαυτὸν κατὰ τὸν ὑπογραφέντα τῆς ἐνανθρωπήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν «ἔθνεσιν, Ἕλλησίν τε καὶ βαρβάροις», τῷ τε παντὶ ἔθνει τῶν ἀνθρώπων τὴν τοῦ πατρὸς φιλανθρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας βασιλείαν τε οὐρανῶν καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προμνώμενος. 8. Prooem. 12 Ταῦτα μὲν οὖν περὶ τῶν χρόνων εἰρήσθω, δι' ἣν αἰτίαν νῦν ἀλλ' οὐ πάλαι πρότερον ὁ Χριστὸς τοῦ θεοῦ εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. φέρε δὲ ἐπανελθόντες τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ τὰ σημεῖα κατὰ μέρος ἐπισκεψώμεθα, τὰς εὐαγγελικὰς περὶ τῆς γενέσεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι. 8. Prooem. 13 ὁ μὲν οὖν Ματθαῖος τὸν χρόνον τῆς ἐνσάρκου αὐτοῦ ἐπιφανείας ὧδέ πως ἱστορεῖ λέγων· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως», καὶ μετ' ὀλίγα φησίν· «ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸςαὐτοῦ». 8. Prooem. 14 ὁ δὲ Λουκᾶς τὸν τῆς διδασκαλίας αὐτοῦ καὶ «ἀναδείξεως» χρόνον παρίστησι λέγων· «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καιάφα». τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ τοῦ Ἰακὼβ προφητείαν τοῦτον ἔχουσαν τὸν τρόπον·