Demonstratio evangelica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Ἀπὸ τῆς Γενέσεως. «Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦκαὶ εἶπεν, συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραήλ, τοῦ πατρὸς ὑμῶν.»
8.1.2
εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινα, τρισὶν τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.»
8.1.3
Σκόπει δὴ πρῶτον, τίνα ἄρα φησὶν εἶναι «τὰ ἀποκείμενα αὐτῷ», καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας· γέγραπται γοῦν ὡς ἄρα εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· «καὶ ἔσῃ εὐλογητός, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς»,
8.1.4
καὶ αὖθις·
8.1.5
«Ἀβραὰμ δέ», φησίν, «γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον· «καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς». ἔτι δὲ καὶ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται· «ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ, μὴ φοβοῦ», καὶ ἑξῆς· «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».
8.1.5
καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεός· «ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται».
8.1.6
τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμαθηκὼς ὁ Ἰακώβ, παίδων αὐτῷ τὸν ἀριθμὸν γεγεννημένων δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας, περιεσκόπει ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ' ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχους ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων, ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι' αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα.
8.1.7
ἐπὶ δὲ τὸν τέταρτον ἐλθών, τὸν Ἰούδαν. ὁμοῦ τὸν φήσαντα αὐτῷ χρησμὸν «βασιλεῖς ἐκ τῆς ὀσφύος» αὐτοῦ «ἐξελεύσονται» διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν συνέστη γένος, ὁμοῦ καὶ τὰς τοῦ θεοῦ προρρήσεις καὶ τὰς τῶν ἐθνῶν ὑποσχέσεις καθ' ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας.
8.1.8
ταῦτα οὖν ἅπαντα ἦν «τὰ ἀποκείμενα» τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ «βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται». διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη.
8.1.9
αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μωσέως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γάρ· «καὶ ἐλάλησεν κύριος πρὸς Μωσῆν καὶ Ἀαρών, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς τάγμα παρεμβολῆς υἱῶν Ἰούδα σὺν δυνάμει αὐτῶν».
8.1.10
καὶ ἑξῆς ἐπὶ τῶν «εἰς τὸν ἐγκαινισμὸν» τῆς σκηνῆς ἀναφερομένων· «εἶπεν κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ' ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσὼν υἱὸς Ἀμιναδάβ, ἄρχων τῆς φυλῆς Ἰούδα».
8.1.11
καὶ ἐν τῇ βίβλῳ δὲ τῇ Ἰησοῦ τοῦ τοῦ Ναυὴ τὴν γῆν τῆς ἐπαγγελίας κλήρῳ καὶ τῶν λοιπῶν φυλῶν διανεμηθεισῶν, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει.
8.1.12
ἀλλὰ καὶ «μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ λέγοντες, τίς ἀνα βήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπεν κύριος, Ἰούδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ». σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τὴν τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται· «καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ»,
8.1.13
καὶ πάλιν· «καὶ ἐπολέμησαν οἱ υἱοὶ Ἰούδα ἐν Ἱερουσαλήμ, καὶ κατελάβοντο αὐτήν», «καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ», καὶ αὖθις· «καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ», καὶ ἑξῆς· «καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος», καὶ μετὰ ταῦτα· «καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ ἐν Βεθήλ, καὶ Ἰούδας μετ' αὐτῶν».
8.1.14
καὶ ἐν τῇ βίβλῳ δὲ τῶν κριτῶν τῶν διαφόρως κατὰ χρόνους προϊσταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἱ κριταί, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο· πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων, ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων· μεθ' ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται «Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα», ὁ καὶ τὸν νεὼν ἐγείρας.
8.1.15
ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ' ἡμῖν δυνατὸν ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων.
8.1.16
πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλήν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξεν καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ' ὃν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται, καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος.
8.1.17
ἕως μὲν οὖν οὐδέπω διαλελοίπει «ἄρχων ἐξ Ἰούδα», οὐδὲ «ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», τῶν προφητειῶν οἱ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἡσαΐας «ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχαζ καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας», πρφητεύει.
8.1.18
ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς «ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ» καὶ Σοφονίας «ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα». ὁμοίωςδὲ καὶ Ἱερεμίας. ἀλλ' ὅτε ἐκλέλοιπεν «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισαν Ἰούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ,
8.1.19
τούτων δὲ ταῖς προφητείαις ἀκολούθως κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος δεύτερος δὲ Τιβέριος μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασιλεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται.
8.1.20
Τούτων ἡμῖν προτετηρημένων, καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου». δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἷς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους.
8.1.21
ἀλλ' ὅτι γε οὐκ αὐτὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασιν ταῖς λέξεσι τῆς θείας γραφῆς πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνὰς λεγούσης· «ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν, συνάχθητε καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ' ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραήλ, τοῦ πατρὸς ὑμῶν».
8.1.22
σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις καί, ὡς αὐτός φησιν, «ἐπ' ἐσχάτου τῶν ἡμερῶν». καὶ ἄλλως δὲ τὰ ὡς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσαιεν τῷ πρώτῳ ἐκείνῳ ἀνδρί.
8.1.23
οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν ᾔνεσαν «οἱ ἀδελφοί»· ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ προσεκύνησαν «οἱ υἱοὶ τοῦ πατρός». μᾶλλον δ' ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο, ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς Ἰούδας προσκυνήσας φαίνεται, πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προφητείας, μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον οὐδὲ περὶ τὸν Ἰωσήφ, ἦπού γε περὶ τὸν Ἰούδαν, γεγονὸς ἡ ἱστορία παρίστησιν.
8.1.24
καὶ τὸ «ἀναπεσὼν» δὲ «ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος» μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν» τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. τόδε γάρ, φησίν, οὐκ ἔσται, ἔστ' ἂν γένοιτο τόδε.
8.1.25
οὐδὲ γὰρ πρότερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν καὶ «τὰ ἀποκείμενα» τῷ προφητευομένῳ. ταῦτα δὲ ὁμοίως τοῖς ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν. ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον· «οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν».
8.1.26
ἔνθα λεγομένου τοῦ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα», πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρός, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου» καὶ τὰ ἑξῆς ἐπ' ἐκεῖνον ἀνεφέρετο. πλείστοις δ' οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς.
8.1.27
πρῶτος μὲν γὰρ Μωσῆς αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα ἀλλ' ἐκ τοῦ Λευὶ γεγονώς, εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραΐμ, μεθ' ὃν ἦρξεν αὐτῶν Δεββώρα ἐκ φυλῆς Ἐφραΐμ, καὶ Βαρὰκ ἐκ φυλῆς Νεφθαλείμ, μεθ' οὓς Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ' αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεέμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλών, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δάν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς Λευί.
8.1.28
οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραήλ, οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς ἦν Βενιαμίν.
8.1.29
πῶς οὖν τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», ὡς ἂν οἰηθείη τις, ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες, ἀλλ' ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσιν διήρκεσαν, οὔτοι τοῦ παντὸς ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τούτων, καθ' οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες.
8.1.30
μετὰ γὰρ τὴν τοῦ Σολομῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους, ἐξ Ἰούδα τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ' ὅλων φυλῶν ἐπὶ τῆς Ἱερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας.
8.1.31
κατ' αὐτοὺς δὲ τούτους ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως τῶν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα ἀλλ' ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, ὧν πρῶτος ἦν Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἱ καθεξῆς μετὰ τοῦτον, ὡς μηδ' ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι.
8.1.32
τί δεῖ λέγειν ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διετέλεσαν πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς, ὥστε ἐξ ἁπάντων τούτων παρίστασθαι, μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέρεσθαι τὸ φάσκον λόγιον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ». μόνως δ' ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἁπάσης λέγεσθαι ταῦτα νοήσαιμεν·
8.1.33
αὕτη γοῦν ἐξ ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο. κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἥ τε χώρα ἐπικέκληται καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον, ὡς εἰ σαφέστερον ἔλεγεν· «οὐκ ἐκλείψει» τοῦ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή.
8.1.34
ὁ γοῦν Σύμμαχος, «οὐ περιαιρεθήσεται», φησίν, «ἐξουσία ἀπὸ Ἰούδα», τὸ ἐξουσιαστικὸν δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς. ταύτης γοῦν οὔτε τὸ «σκῆπτρον», ὡς ὁ Ἀκύλας φησίν βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς, οὔτε τὴν «ἐξουσίαν», κατὰ τὸν Σύμμαχον, περιαιρεθήσεσθαι θεσπίζει, «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται», καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν.
8.1.35
ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ' αὐτὸν προπάτορσι κεχρηματισμένην; Πρῶτον μὲν οὖν θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶν τῶν παρ' Ἑβραίοις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆς Ἰούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία· οὐ δι' ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα.
8.1.36
ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐτὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν, ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥουβείμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισεν, καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευί, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῆς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μακροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι' οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι; τίς δ' οὐκ ἂν ὁμολογήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βενιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρόπολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κεκλήρωτο; ἀλλ' ὅμως οὐδ' ἐκ τούτων οὐδ' ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψεν, τῇ προφητείᾳ ἀκολούθως.
8.1.37
οὕτω γέ τοι τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μόνως οὕτως ἀληθῶς ἡ πρόρρησις ἀποδέδοται. ἀπὸ γοῦν τῶν Μωσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶ μὲν αὐτῶν ἄρχοντες ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγησάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους.
8.1.38
παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ' ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῆς Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ' ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλλου σπορᾶς, ἀλλ' ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ' αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ' Ἑβραίους χρὴ νοεῖν πραγμάτων, μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τε καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου».
8.1.39
οἶδεν γὰρ αὐτήν, ἅτε προνομίας ἠξιωμένην, πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτὴν «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου». εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα «σκύμνος λέοντος» εἶναι λέγεται.
8.1.40
σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι προστίθησιν λέγων· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης».
8.1.41
τὸ δὲ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος» τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησιν. τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλήν, τίς, φησίν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος.
8.1.42
Τίς δὲ ἄρα οὗτος ἦν, ἑξῆς ἡμᾶς ἐφίστησιν, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα «προσδοκίαν» ἔσεσθαι «τῶν ἐθνῶν», ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείψειν καὶ ἄρχοντα καὶ ἡγούμενον καὶ μετασταθήσεσθαι καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται.
8.1.43
τίς δ' οὗτος ἦν ἢ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; οὗ ἐπὶ τῆς γενέσεως, ἀκολούθως τῇ προκειμένῃ προρρήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρωσαμένοις, παρ' ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων, ἰδίως τοῦ ἔθνους αὐτῶν ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται.
8.1.44
ἦν γοῦν ὁ Ἡρώδης Ἀντιπάτρου παῖς, ὁ δ' Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὃς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν Ἡρώδην ποιεῖται.
8.1.45
οὗτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρμώμενος τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανόν, ἐφ' ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελών, πρῶτός τε αὐτός, ὡς ἔφην, ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς. καθ' ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία, «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», φήσασα, «ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ», ὃν καί φησιν γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν.
8.1.46
Ἐπειδὴ τοίνυν ἀπέκειτο ἡ πρόπαλαι τῷ Ἀβραὰμ χρηματισθεῖσα τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία, ὡς ἂν ἐκλελοιπότων ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων, μεταστάσης τε τῆς κατ' αὐτῶν ἀρχῆς ἐπὶ Ῥωμαίους καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας». καὶ Ματθαῖος δὲ τοῦτο αὐτὸ αἰνιττόμενος σημαίνει·
8.1.47
ὑπογράψας δ' οὖν τὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν γένεσιν, ἐπιλέγει· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» δι' ὧν σαφῶς παρίστησιν καὶ τοῦ ἀλλοφύλου τὴν κατ' αὐτῶν ἀρχὴν καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ θεοῦ κλῆσιν.
8.1.48
ὁμοῦ τε γὰρ Ἰουδαίων ἀλλόφυλοι ἐκράτουν, καὶ τὸν πάλαι προ φητευόμενον Χριστὸν τοῦ θεοῦ ἐγίνωσκόν τε καὶ προσεκύνουν ἀλλόφυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες. οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ' ἐσχάτου τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους ἀποτελεσθεῖσα, ὥσπερ οὖν αὐτὸς τοῖς ἑαυτοῦ παισὶν ἐθέσπισεν εἰπών· «συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν», ἐσχάτας ἡμέρας νοούντων ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους.
8.1.49
τί δῆτα δεῖν αὐτοῖς ἀπαντᾶν ἔμελλεν; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἄρχουσα, κατὰ τὸ «καὶ αὐτὸς προσδοκία ἐθνῶν».
8.1.50
τίς δ' οὐκ ἂν ὁμολογήσειεν ταῦθ' οὕτω σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ πεπληρῶσθαι, ὅτε οἱ πάλαι πρὸ τῆς τοῦ Χριστοῦ γενέσεως ἐπ' οἰκείοις ἄρχουσι καὶ ἡγουμένοις καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσίν τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλή, βασιλικὴ οὖσα, τῶν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν αὐτοῖς πάλαι διαπρέποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη «προσδοκία τῶν ἐθνῶν» εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται.
8.1.51
ἢ λεγέτω τις, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ μετὰ καὶ τῶν οἰκείων ἡγουμένων τε καὶ ἀρχόντων διαλέλοιπεν, ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλπίδος καὶ προσδοκίας τῶν ἐθνῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ κυρίῳ.
8.1.52
τίνα δὲ ἢ τὰ δηλούμενα διὰ τοῦ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου», «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν;» ταῦτα γὰρ καθ' ἑτέραν διάνοιαν «τὰ αὐτῷ ἀποκείμενα». Ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν, πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἱ θεῖοι χρησμοί. τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακώβ· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ τὰ ἑξῆς.
8.1.53
οἷς ἐπείρηται· «ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν», τοτὲ δὲ αὐτὸν Σολομῶνα καὶ Δαβὶδ ὀνομάζουσιν· Σολομῶνα μὲν ὡς ἐν οαʹ ψαλμῷ, ἐπιγεγραμμένῳ μὲν «εἰς Σολομῶνα», σαφῶς δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι.
8.1.54
τὸ γὰρ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», καὶ ὅσα τούτοις ἑξῆς ὁ ψαλμὸς περιέχει, μόνῳ τῷ Χριστῷ ἁρμόζοι ἄν.
8.1.55
Δαβὶδ δὲ ἐν πηʹ ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται, ἐπεὶ μὴ τῷ Δαβὶδ μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου»,
8.1.56
καὶ πάλιν· «τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». οὕτως οὖν μετὰ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι' ὧν αὐτὸν οἱ θεῖοι λόγοι σημαίνουσιν, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονεν φυλῆς·
8.1.57
«πρόδηλον γὰρ» κατὰ τὸν ἀπόστολον «ὅτι ἐκ» φυλῆς «Ἰούδα ἀνατέταλκεν» ὁ σωτὴρ καὶ «κύριος ἡμῶν». τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδᾳ «ἀποκείμενα» ἦν τὰ προφητευόμενα.
8.1.58
Τίνα δὲ ἦν ταῦτα; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν, ὁπηνίκα τέως μὲν τὰς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τῶν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε», ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς· «ἀπαγγείλατε», γὰρ φησί, «τοῖς ἀδελφοῖς μου», ὅτι «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν».
8.1.59
οὕτω δῆτα αὐτὸν «οἱ ἀδελφοὶ» τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ ὡς εἰκὸς τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ... τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες καὶ ὡς καθεῖλεν «ἐχθρόν» τε καὶ «ἐκδικητὴν», τόν τε θάνατον, τόν τε ἄρχοντα τοῦ αἰῶνος τούτου ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσιν, τὸ τηνικάδε θεὸν αὐτὸν εἶναι πιστεύσαντες προσεκύνησαν.
8.1.60
αἱ δὲ «χεῖρες» τοῦ σωτῆρος ἡμῶν κατὰ «νώτου τῶν ἐχθρῶν» αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο, ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασεν τὰς χεῖρας αὐτοῦ ἐπὶ τοῦ σταυροῦ, καὶ οὕτως αἱ χεῖρες αὐτοῦ, φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παραχωρούντων αὐτῷ, «κατὰ νώτου τῶν ἐχθρῶν» ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρί, ἄσαρκος καὶ γυμνὸς οὗ ἀνειλήφει σώματος ἐπὶ τὸ «τῶν ἐχθρῶν» κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσσων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκὸς κατ' ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολλοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι· ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατὰ ἄνθρωπον καὶ θειοτέραν φύσιν, τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ' ὧν τὰς χεῖρας ἀφείς, τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσιν φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι· «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου».
8.1.61
εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τὸ «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου».
8.1.62
ἐπειδὴ δὲ ἤδη λοιπὸν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ «προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου», πάντες δηλαδὴ οἱ κατ' οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ καὶ αἱ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ μετὰ τούτους ἅπαντες οἱ ἐξ ἐθνῶν δι' αὐτοῦ τὸν ἕνα καὶ μόνον ἀληθῆ πατέρα θεὸν ἐπιγραψάμενοι, οἵτινες θεὸν λόγον ὄντα τὸν Χριστὸν μεμαθηκότες, ὡς θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται.
8.1.63
Ἀλλ' ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανά του μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπίζων ὁ Ἰακὼβ ἐπιλέγει· «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς·
8.1.64
«ἐκ σπέρματος» γοῦν ἦν τοῦ «Δαβὶδ κατὰ σάρκα». «ἐκ βλαστοῦ» δὲ «ἀνέβης, υἱέ μου», φησίν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὤν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου δι' ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν.
8.1.65
εἴη δ' ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος», ἐξ ἔθους τῆς γραφῆς, κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης.
8.1.66
τὸ δὲ «τίς ἐγερεῖ αὐτόν» περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται· ἐγερθησόμενον γὰρ αὐτὸν σαφῶς οἶδεν ὁ φάσκων «τίς ἐγερεῖ αὐτόν». θαυμαστικῶς δὲ ἐπιλέγει τὸ τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀναστήσων αὐτόν, ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων, τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεξάμενον ἐκ νεκρῶν ἀναστήσων.
8.1.67
τίς δ' ἂν εἴη ἄλλος ἢ ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφήν· «ὃν» ὁ πατὴρ «ἤγειρεν ἐκ νεκρῶν;» ἀντὶ δὲ τοῦ «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης» ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησίν· «σκύλαξ λέοντος, Ἰούδα, ἀπὸ ἁλώσεως, υἱέ μου, ἀνέβης· κάμψας κατεκλίθης»,
8.1.68
ὁ δὲ Σύμμαχός φησιν· «σκύμνος λέοντος, Ἰούδα, ἐκ θηριαλώσεως, υἱέ μου, ἀνέβης· ὀκλάσας ἡδράσθης», δι' ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ ᾅδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ σωτῆρος ἡμῶν ἀποφυγή.
8.1.69
τὸ δὲ «ὀκλάσαι» καὶ «ἑδρασθῆναι», ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδειξεν διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι. Ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ. πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανεν, τὸ Ἰουδαίων συνεστήκει ἔθνος, καὶ οἱ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς.
8.1.70
ἐπεὶ δὲ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπι κότος, ἀναπεσών τε καὶ κοιμηθείς, ἢ ὀκλάσας, κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλών, οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταί, πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες, ὕστερον καὶ ὡς θεὸν ὡμολόγησαν εἶναι καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο «τὰ ἀποκείμενα αὐτῷ», ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ «ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ».
8.1.71
ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ, διαλελοίπασι μὲν οἱ ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους, κατέστησάν τε ἐπὶ κεφαλῆς αὐτῶν ἄρχοντες ἐθνῶν, ἔμπαλιν δὲ τὰ ἔθνη, τὸν Χριστὸν ἐπιγνόντα τοῦ θεοῦ, αὐτὸν ἐπεγράψαντο σωτῆρα καὶ προσδοκίαν.
8.1.72
Μετὰ ταῦτα πάντα ἐπιλέγεται· «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα».
8.1.73
αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων· τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν χορόν, τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησεν τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε λέγων· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ μου ὁ γεωργός ἐστιν». ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαόν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ.
8.1.74
εἴποι δ' ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένον, καὶ πῶλον· λύσαντες ἀγάγετέ μοι».
8.1.75
καὶ ἔστιν γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ' ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλ' ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης.
8.1.76
τοῦτο γὰρ καὶ ἄλλος προφητῶν ἐθαύμασεν φήσας· «χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». τὸ δὲ «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ» σκέψαι καὶ αὐτὸς μήποτε ὡς ἐν ἀπορρήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὐτοῦ καὶ τὸ περιβόλαιον ἀποπλύνας, λουτρῷ οἴνου τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται.
8.1.77
διὰ γὰρ τοῦ οἴνου, ὅπερ ἦν τοῦ αἵματος αὐτοῦ σύμβολον, τοὺς «εἰς τὸν θάνατον» αὐτοῦ βαπτιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὥστε αὐτοὺς «τῷ τιμίῳ αἵματι» τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε ἐκ τῆς ἀποδοθείσης ἀμπέλου οἴνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν «τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ», ἐνδύσασθαι δὲ «τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος».
8.1.78
καὶ τὸ «χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἴνου» καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα» πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέχειν. τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἴνου, οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς, εἰπών «λάβετε, πίετε, τοῦτό μού ἐστιν τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», δοκεῖ μοι σημαίνειν τὸ «χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου», καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα», τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς.
8.1.79
πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὐτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος.
8.1.80
ἐπειδὴ γὰρ οὐκέτι τὰς δι' αἱμάτων θυσίας οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς εἰπών· «καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». τούτου καὶ ἄλλος ἐμνημόνευσεν προφήτης φήσας· «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι».
8.1.81
ἀλλὰ ταῦτα πλείονος βασάνου δεόμενα καὶ μακροτέρας ἑρμηνείας ἐπὶ σχολῆς ἄν τις βασανίσειεν, τοῦ παρόντος καιροῦ τοσαῦτα εἰπεῖν ἀπαιτήσαντος εἰς τὸ παραστῆσαι, μετὰ τῶν ἄλλων, καὶ τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προφητῶν ἐγνωσμένους, τῇ θείᾳ σαφῶς παραδεδόσθαι γραφῇ.
8.2.1
Ἀπὸ τοῦ Δανιήλ. «Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἔναντι κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ μου· καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ συνέτισέν με, καὶ ἐλάλησεν μετ' ἐμοῦ καὶ εἶπεν, Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν.
8.2.2
ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ.
8.2.3
ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων.
8.2.4
καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.»
8.2.5
Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ Δανιὴλ εὐξαμένῳ εἷς τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανείς, τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαιρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλλωσιν καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ' ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντεισαχθησομένης.
8.2.6
καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικεκρυμμένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ.
8.2.7
φησὶν οὖν αὐτῷ· «Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ», σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔννοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας· «ὀπτασίαν» γοῦν αὐτά φησιν διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι.
8.2.8
διόπερ καὶ αὐτοί, τὸν δωρούμενον σύνεσιν ἀνθρώποις ἐπικαλεσάμενοι εὐξάμενοί τε ὑπ' αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμούς, ἐπιθαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ. «Ἑβδομήκοντα», φησίν, «ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων».
8.2.9
ὅτι τῶν ἑβδομήκοντα ἑβδομάδων ὁ χρόνος ἐν ἔτεσιν ἀναλυόμενος ἐνενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει, παντί που δῆλον. τοσοῦτος τοιγαροῦν συνετμήθη χρόνος «ἐπὶ τὸν λαόν σου», τὸ πᾶν συμπέρασμα τοῦ Ἰουδαίων περιορίζων ἔθνους.
8.2.10
καὶ οὐκέτι γε αὐτοὺς ἐν τούτοις θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ Δανιήλ φησιν «λαόν σου»· ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου οὐκέτι λαὸν ἑαυτοῦ ὁ θεὸς ἀλλὰ τοῦ Μωσέως προσεῖπεν φήσας «βάδιζε, κατάβηθι, ἠνόμησεν γὰρ ὁ λαός σου», τὸν αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ' αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκδιδάσκει· τοῦτο δ' ἦν τὸ μηκέτι τοῦ θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι χρηματίζειν.
8.2.11
ἐπιλέγει δέ· «καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν», τὸ «σοῦ» πάλιν ἐξακουόντων ἡμῶν κατὰ κοινοῦ, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου», ὡς εἰ ἔφασκεν· τὴν σοὶ νενομισμένην ἁγίαν. τὸ γοῦν Ἑβραϊκὸν καὶ οἱ λοιποὶ συμφώνως ἑρμηνευταὶ οὐ μόνον ἐπὶ τοῦ λαοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς πόλεως τὸ «σοῦ» προσκείμενον περιέχουσιν. ὁ γοῦν Ἀκύλας φησίν· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ πόλιν ἡγιασμένην σου», ὁ δὲ Σύμμαχος· «κατὰ τοῦ λαοῦ σου καὶ τῆς πόλεως τῆς ἁγίας σου».
8.2.12
ὅθεν καὶ παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ἑβδομήκοντα τὸ «σοῦ» μετὰ ἀστερίσκου παραθέσεως πρόσκειται.
8.2.13
ἐπεὶ γὰρ εὐξάμενος Δανιὴλ ἐν τοῖς τῆς ἱκεσίας αὐτοῦ ῥήμασι πολλάκις τὸν μὲν λαὸν «θεοῦ λαὸν» ὠνόμασεν, τὸν δὲ τῆς πόλεως τόπον ἅγιον «τοῦ θεοῦ τόπον», ἀντιστρέψας ὁ χρηματίζων οὔτε τὴν πόλιν ἁγίαν τοῦ θεοῦ οὔτε τὸν λαὸν τοῦ θεοῦ εἶναι ὁμολογεῖ, ἀλλὰ «σοῦ», φησίν, τοῦ προσευχομένου καὶ τοιαῦτα περὶ τοῦ λαοῦ καὶ τοῦ τόπου καὶ τῆς πόλεως εἰρηκότος. ἔχουσι δὲ τοῦ Δανιὴλ αἱ φωναὶ οὕτως· «ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλήμ, ὄρους ἁγίου σου»,
8.2.14
καὶ «ὁ λαός σου ἐγένετο εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν», καὶ πάλιν· «ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον», καὶ αὖθις· «ἴδε τὸν ἀφανισμὸν τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς», καὶ ἑξῆς· «ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου».
8.2.15
τοιαῦτα εὐξάμενος ἐπιλέγει· «καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, ἰδοὺ Γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει μου πετόμενος, καὶ ἥψατό μου», «καὶ εἶπεν» τὰ ἀναγεγραμμένα. σαφῶς οὖν διὰ τούτων ὁ μὲν προφήτης πόλιν οὐχ ἁπλῶς ἀλλὰ «τοῦ θεοῦ» πόλιν ὠνόμασεν, καὶ τὸ ἁγίασμα τοῦ θεοῦ ἁγίασμα καὶ τὸν λαὸν τοῦ θεοῦ λαόν, διαθέσει τῇ πρὸς τὸν λαόν.
8.2.16
οὐκέτι μὴν καὶ ὁ Γαβριὴλ ὁμοίως αὐτῷ καλεῖ τὰ δηλούμενα, ἔμπαλιν δὲ ἐπὶ τὸν λαόν «σου» φησὶν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν «σου», μονονουχὶ καὶ τὴν πόλιν καὶ τὸν λαὸν καὶ τὸ ἁγίασμα ἀνάξιον εἶναι τῆς τοῦ θεοῦ προσηγορίας ἀποφήνας.
8.2.17
Τοσοῦτον δὴ οὖν χρόνον ὡρίσθαι κατὰ τοῦ λαοῦ πρῶτον ἔπειτα καὶ κατὰ τῆς πόλεως διδάσκει, καὶ τοσοῦτός γε ὢν ἀποδείκνυται ἀπὸ τῆς ἀνανεώσεως τῆς Ἱερουσαλήμ, ὃς γέγονεν ἐπὶ Δαρείου τοῦ Περσῶν βασιλέως, μέχρι τῆς Αὐγούστου Ῥωμαίων ἐπικρατήσεως Ἡρώδου τε Ἰουδαίων βασιλέως ἀλλοφύλου τὸ γένος, καθ' οὓς τὰ τῆς γενέσεως ἱστορεῖται τοῦ σωτῆρος ἡμῶν, ὡς ὁ λόγος προϊὼν ἐπιδείξει.
8.2.18
Ἑξῆς δὲ ἐπιλέγει· «τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». ἀντὶ μὲν οὖν τοῦ «συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας» ὁ Ἀκύλας πεποίηκεν· «τοῦ συντελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι ἁμαρτίαν»·
8.2.19
τὸ γὰρ «πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν» εἰρημένον ὑπὸ τοῦ σωτῆρος ἡμῶν πρὸς τοὺς ἐκ περιτομῆς καὶ διὰ τούτων οἶμαι παρίστασθαι. ἐπὶ γὰρ τῆς κατ' αὐτοῦ τολμηθείσης τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλῆς συνετελέσθη αὐτῶν ἡ ἁμαρτία καὶ ἡ πρὸς τὸν θεὸν κατὰ τὸν Ἀκύλαν «ἀθεσία» τέλος εἴληφεν.
8.2.20
πάλαι μὲν γὰρ πρότερον ἔφερεν αὐτοὺς ἡ τοῦ θεοῦ μακροθυμία μυρία ὅσα πλημμελοῦντας πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ὥσπερ οὖν διὰ τῶν προφητικῶν ἀποδείκνυται λόγων. πλὴν ἀλλ' ὥσπερ ἐπὶ τῶν πάλαι τὴν γῆν τῆς ἐπαγγελίας οἰκούντων ἀλλοφύλων εἴρητο τῷ Ἀβραὰμ «οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων», καὶ ἐπεὶ μηδέπω ἦσαν ἐκπεπληρωμέναι, οὐκ ἠλαύνοντό πω οἱ Ἀμορραῖοι τῆς πατρῴας γῆς, ἐπεὶ δὲ ἐπληρώθησαν αἱ ἁμαρτίαι αὐτῶν, τηνικαῦτα πάντες ἐξωλοθρεύθησαν ἐπὶ τῶν Ἰησοῦ τοῦ Μωσέως διαδόχου χρόνων, οὕτω καὶ ἐπὶ τοῦ προτέρου νοήσεις λαοῦ· ἕως μὲν γὰρ οὐκ ἐπληροῦντο αὐτῶν αἱ ἁμαρτίαι, ἡ τοῦ θεοῦ ἀνοχὴ καὶ μακροθυμία ἔφερεν αὐτούς, εἰς ἐπιστροφὴν ἑκάστοτε προσκαλουμένη διὰ τῶν προφητῶν· ἐπεὶ δὲ κατὰ τὴν σωτήριον φωνὴν ἐπλήρωσαν «τὸ μέτρον τῶν πατέρων» αὐτῶν, οὕτω δ' οὖν πάντα συναχθέντα κατὰ τὸ αὐτὸ τὸν ἔσχατον αὐτοῖς κατειργάσατο ὄλεθρον, ὥσπερ οὖν πάλιν αὐτὸς ὁ κύριος ἡμῶν διδάσκει λέγων· «πᾶν αἷμα» ἐκχυθὲν ἀπὸ καταβολῆς κόσμου, «ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου ἕως αἵματος Ζαχαρίου», ἥξειν «ἐπὶ τὴν γενεὰν ταύτην».
8.2.21
τὸ γοῦν ἔσχατον ἁπάντων, τὰς χεῖρας ἐπιβαλεῖν τῷ υἱῷ τοῦ θεοῦ τολμήσαντες, ἐτέλεσαν «τὴν ἀθεσίαν» καὶ ἐτελείωσαν τὴν ἑαυτῶν «ἁμαρτίαν» κατὰ τὴν Ἀκύλου ἑρμηνείαν, κατὰ δὲ τοὺς ἑβδομήκοντα ἐδέθη αὐτῶν καὶ ἐσφραγίσθη ἡ ἁμαρτία.
8.2.22
Ἀλλ' ἐπεὶ μὴ μόνον εἰς πτῶσιν, ἀλλὰ καὶ εἰς ἀνάστασιν πολλῶν ἐλήλυθεν ἐν τῷ Ἰσραήλ, καθά φησιν περὶ αὐτοῦ «ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ», εἰκότως τοῖς εἰρημένοις ἑξῆς ἐπιλέγει ὁ Δανιὴλ τὸ «καὶ τοῦ ἀπαλεῖψαι ἁμαρτίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας».
8.2.23
διὰ γὰρ τὸ «ἀδύνατον» εἶναι «αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας», δεῖσθαι δὲ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἱλασμοῦ ζῶντος καὶ ἀληθινοῦ οὗ τύπον ἔφερεν τὸ παρὰ Μωσεῖ κατασκευασθὲν ἱλαστήριον, οὗτος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὁ ἀμνὸς τοῦ θεοῦ, περὶ οὗ εἴρηται «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»,
8.2.24
καὶ πάλιν «αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου», αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον φάσκοντα «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ καθαρισμὸν ἁμαρτιῶν καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων.
8.2.25
καὶ ὁ Ἀκύλας δὲ «τοῦ τελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι τὴν ἁμαρτίαν» εἰπών, ἐπήγαγεν τὸ «τοῦ ἐξιλάσασθαι ἀνομίαν», σαφῶς ἱλασμὸν αὐτὸν εἶναι πάσης ἀνομίας τῆς πάλαι κατὰ ἄγνοιαν γενομένης ὑποτιθέμενος. Ἑξῆς τούτοις εἴρηται· «τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον».
8.2.26
ἔστι μὲν οὖν αὐτὸς ὁ τοῦ θεοῦ λόγος αἰώνιος δικαιοσύνη, «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις», κατὰ τὸν ἀπόστολον, πλὴν ἀλλὰ σὺν τῇ ἑαυτοῦ παρουσίᾳ καὶ πᾶσιν ἀνθρώποις προυξένησεν δικαιοσύνην, ἔργοις ἐπιδείξας, ὅτι μὴ μόνον Ἰουδαίων ἐστὶν ὁ θεὸς ἀλλὰ «καὶ ἐθνῶν, ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως».
8.2.27
ὅθεν τοὺς ἀμφὶ τὸν Κορνήλιον τοῦ ἁγίου πνεύματος ἠξιωμένους ἀποθαυμάσας ὁ Πέτρος «ἐπ' ἀληθείας», φησίν, «οἶδα ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν»,
8.2.28
καὶ ὁ Παῦλος δὲ τὸ εὐαγγέλιον δικαιοσύνης εἶναί φησιν, λέγων· «δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι, δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται», καὶ ἐν ψαλμοῖς δὲ εἴρηται περὶ τοῦ Χριστοῦ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης».
8.2.29
καὶ τὸ ἔργον δὲ αὐτοῦ ὡς ἀληθῶς θεοῦ δικαιοσύνην ἐνεδείξατο, τὸ πᾶν γένος ἀνθρώπων ἐξ ἴσου τῆς παρὰ τῷ θεῷ καταξιώσαντος κλήσεως. ἀλλ' οὐ τοιαῦτα ἦν τὰ διὰ Μωσέως, ἑνὶ δὲ μόνῳ τῷ Ἰουδαίων ἔθνει δεδωρημένα· διὸ καὶ πρὸς καιρὸν φανέντα παρελήλυθεν. ἡ δὲ διὰ τοῦ σωτῆρος ἡμῶν κατηγγελμένη δικαιοσύνη, διαμένουσα εἰς τὸ διηνεκές, εἰκότως αἰώνιος προσηγόρευται δικαιοσύνη, κατὰ τὸν Γαβριὴλ φήσαντα «καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην· αἰώνιον».
8.2.30
Ἀντὶ δὲ τοῦ «καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην» κυριώτερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας εἰπών· «καὶ τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην»· οὐ γὰρ ἀποκλεῖσαι καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὅς γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας, ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέν τε καὶ ἀνήπλωσεν, τοῖς ἑαυτοῦ μαθηταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων,
8.2.31
ὅθεν «ἰδού», φησίν, «ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα», καὶ αὐτὸς «ἤνοιξεν» τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ, κατὰ τὴν Ἀποκάλυψιν Ἰωάννου. ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας; ἃς εὖ μάλα ἐπιστάμενος, ἀκριβῶς καὶ ὁ Ἡσαΐας ἔλεγεν· «καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου».
8.2.32
οὐκ ἄρα ἀποκλεῖσαι «ὅρασιν καὶ προφήτην» ἐλήλυθεν ὁ Χριστὸς τοῦ θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι καὶ εἰς φῶς ἀγαγεῖν, ὅθεν δοκεῖ μοι κυριώτερον ὁ Ἀκύλας φάναι «τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην».
8.2.33
ὃ καὶ συνᾴδει τῷ οὐκ «ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι», πρὸς αὐτοῦ τοῦ σωτῆρος εἰρημένῳ· «τέλος γὰρ νόμου Χριστός», καὶ πᾶσαί γε αἱ περὶ αὐτοῦ προφητεῖαι ἀπλήρωτοι καὶ ἀτελεῖς ἔμενον, εἰς ὅτε αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις.
8.2.34
δύναται δὲ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν τοιαύτην ἔχειν διάνοιαν τὸ «τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην»· ἐπεὶ «ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου» διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ τῷ Ἰουδαίων ἔθνει πνευματοφορούμενοι καὶ τὰς περὶ Χριστοῦ προρρήσεις ἀνακηρύττοντες καὶ οἱ τὰς ἐν τοῖς ἱεροῖς λόγοις ὁράσεις ὑγιῶς ἐποπτεύοντες, οἳ καὶ ἅτε ἀποκλεισθείσης αὐτοῖς τῆς θείας χάριτος καὶ σφραγίσιν ὥσπερ καταδεθείσης ἐξέλιπον· διὸ συμβαίνει ἐξ ἐκείνου μηκέτι προφήτην ἐνεργεῖν μηδὲ ὁρῶντα χρηματίζειν ἐν αὐτοῖς, ἀπὸ τῶν δηλουμένων χρόνων καὶ εἰς ἡμᾶς τούτων ἁπάντων διαλελοιπότων.
8.2.35
Τούτοις ἐπιφέρει· «καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον, ὡς μέχρι τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων «ἅγιοι ἁγίων» οἱ παρ' Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο κατὰ τὴν κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένην ἁγιστείαν, ἐξ ἐκείνου δὲ καὶ οὗτοι διαλελοίπασιν καταλλήλως τῇ προφητείᾳ.
8.2.36
ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου κατὰ τὰ προτεταγμένα.
8.2.37
ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πρότερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφητείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθαίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφητείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ' αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων, ὃ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν ἐπιστώσατο.
8.2.38
ἐπεὶ δὲ ὁ Ἀκύλας «τοῦ ἀλεῖψαι ἡγιασμένον ἡγιασμένων» ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰουδαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων «ἁγίων» προσαγορευομένων, «ἁγίου δὲ ἁγίων» μόνου τοῦ ὑπὲρ πάντας ἀρχιερέως, ἐπειδὴ τοῦτο, καὶ προχείρως νοούμενον, ἐστὶν ἀληθές.
8.2.39
μέχρι γὰρ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ θεοῦ θεραπείας ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν· ἀπὸ δὲ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δ' ὕστερον καὶ παντελῶς ἀπέσβη.
8.2.40
ἀλλ' ἔγωγε τῆς θείας γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ Ἰουδαίοις ἀρχιερέα «ἅγιον ἁγίων» ὠνομασμένον, ἡγοῦμαι ἐν τούτοις μόνον αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον δηλοῦσθαι τε, κυρίως καὶ ἀληθῶς ταύτης ἄξιον τῆς ἐπωνυμίας. τοῖς μὲν γὰρ ἐξ ἀνθρώπων προκεκοφόσιν καὶ εἰς τὸ ἐφικτὸν ἀρετῆς χωρήσασιν ἀγαπητὸν ἁγίοις ποτὲ χρηματίσαι, κατὰ μετοχὴν καὶ μετουσίαν τοῦ φήσαντος «ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ κύριος»·
8.2.41
«ἁγίων δὲ ἅγιος» τίς ἂν κυρίως ἐν ἀνθρώποις ὀνομασθείη ἢ μόνος ὁ ἠγαπημένος τοῦ ἁγίου παῖς, ὥσπερ «βασιλεὺς βασιλέων» καὶ «κυρίων κύριος», οὕτω καὶ «ἁγίων ἅγιος» ἀνηγορευμένος; μόνῳ γοῦν αὐτῷ, ἅτε διαφερόντως παρὰ τοὺς πώποτε Μωσέως ἐλαίῳ γεώδει σκευαστῷ κε χρισμένῳ, εἴρητο· «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».
8.2.42
ᾧ χρισθεὶς ἐξ ἰδίου προσώπου καὶ αὐτός φησιν ἐν Ἡσαΐᾳ· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με». ἐπεὶ οὖν διαφέροντι καὶ πνευματικῷ μᾶλλον δὲ θεότητος χρίσματι μόνος παρὰ τοὺς πώποτε ὁ ἡμέτερος σωτὴρ κεχρῖσθαι μεμαρτύρηται, εἰκότως «ἅγιος ἁγίων», ὡς ἄν τις εἴποι ἀρχιερεὺς ἀρχιερέων, ὠνόμασται καὶ «ἡγιασμένος ἡγιασμένων» κατὰ τὸν τοῦ Γαβριὴλ χρησμόν.
8.2.43
Ταῦτα δὲ πάντα, συμπεραιουμένων τῶν ἑβδομήκοντα ἑβδομάδων, τέλος ἐλάμβανεν οὐκ ἄλλοτε ἢ ἐπὶ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἐπειδὴ τοίνυν ταῦθ' οὕτως ἔσεσθαι ὁ προδηλωθεὶς ἄγγελος κεφαλαιωδῶς ἐθέσπισεν τῷ προφήτῃ, αὖθις ἐπαναλαμβάνει τὸν περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων λόγον, διδάσκων κατὰ μέρος ἕκαστα ἀκριβῶς, ὅθεν ἀπάρχεσθαι δεῖ τῆς τῶν χρόνων ἀπαριθμήσεως, καὶ τίνα κατὰ τοὺς δηλουμένους καιροὺς ἀπαντήσεται.
8.2.44
λέγει δ' οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος». ἐν οἷς δοκεῖ μοι καλῶς ἔχειν καὶ τὴν τοῦ πρὸ ἡμῶν εἰς τοὺς τόπους θεωρίαν μὴ ἀποκρύψασθαι, παραθεῖναι δὲ καὶ ταύτην ὡς οἰκείαν τοῖς ἐντευξομένοις. «κοινὰ» γοῦν καλῶς εἴρηται «τὰ τῶν φίλων».
8.2.45
καὶ ἐπειδὴ προσήκει συγχρῆσθαι μὲν εὐγνωμονοῦντας τοῖς καλῶς ὑφ' ἑτέρων εἰρημένοις, μὴ μὴν ἀποστερεῖν τοὺς πατέρας τῶν ἐκγόνων μηδὲ τοὺς πρώτους φύσαντας τῶν οἰκείων σπερμάτων, τὰς αὐτοῦ παραθήσομαι λέξεις.
8.2.46
φέρονται δὲ αὗται Ἀφρικανοῦ ἐν τῷ πέμπτῳ τῶν Χρονογραφιῶν, τοῦτον ἔχουσαι τὸν τρόπον· «Ἡ μὲν οὖν περικοπὴ οὕτω πως ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δὲ ὧν χρεία περὶ τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα.
8.2.47
ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα, μετὰ ἑβδομάδας ἑβδομήκοντα μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ σωτῆρος, ἢ ἀπὸ τούτου, τά τε παραπτώματα παλαιοῦται καὶ αἱ ἁμαρτίαι συντελοῦνται. διὰ δὲ τὴν ἄφεσιν αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἐξαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται παρὰ τὴν ἐκ νόμου, ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωνάννου, χρίεται δὲ ἅγιος ἁγίων. πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον.
8.2.48
ἄρξασθαι δὲ τῶν ἀριθμῶν, τουτέστιν τῶν ἑβδομήκοντα ἑβδομάδων, ἅ ἐστιν ἔτη τετρακόσια ἐνενήκοντα, ὁ ἄγγελος ὑποτίθεται «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ». συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γάρ, ὁ τούτου οἰνοχόος, δεηθεὶς ἀποκρίσεως ἔτυχεν οἰκοδομηθῆναι Ἱερουσαλήμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα. μέχρι μὲν γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο.
8.2.49
Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἱ ἐπὶ τούτοις ἅμα Ἔσρᾳ, τὸν νεὼν οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου.
8.2.50
ἔμεινεν οὖν ἕως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου εἰκοσαετοῦς καὶ τῆς Περσῶν ἡγεμονίας ἔτους πεντεκαιδεκάτου καὶ ἑκατοστοῦ, ἀπὸ δὲ τῆς ἁλώσεως Ἱερουσαλὴμ ἑκατὸν ὀγδοήκοντα πέντε ἔτη γίνεται, καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν, Νεεμίας δὲ καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος, ὡς προεφητεύθη. κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται.
8.2.51
εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται καὶ πλεῖστα ἄτοπα ἀπαντήσει. ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ἑβδομήκοντα ἑβδομάδων, εἰς ἔτη ἑκατὸν καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ' ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ' ἀρχῆς τῆς αἰχμαλωσίας.
8.2.52
εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν διακοσίοις τριάκοντα περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τριακόσια ἑβδομήκοντα παρατείνουσαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἑκκαιδέκατον ἔτος εἰς ἔτη ἑξήκοντα.
8.2.53
ἀπὸ δὲ Ἀρταξέρξου αἱ ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς· ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικοδομήσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει, καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται τετρακόσια ἑβδομήκοντα πέντε, ἅπερ Ἑβραϊκὰ τετρακόσια ἐνενήκοντα γίνεται, κατὰ τὸν σεληνιαῖον δρόμον τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὅς ἐστιν, ὡς πρόχειρον εἰπεῖν, ἡμερῶν τριακοσίων πεντήκοντα τεσσάρων, τοῦ ἡλιακοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τριακοσίων ἑξήκοντα πέντε τετάρτου· τὴν γὰρ κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέρας ἕνδεκα καὶ τέταρτον.
8.2.54
διὰ τοῦτο Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν. ὀκτάκις γὰρ τὰ ἕνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. τὰ τοίνυν τετρακόσια ἑβδομήκοντα πέντε ἔτη ὀκταετηρίδες γίνονται πεντήκοντα ἐννέα καὶ ἔτη τρία, ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίγνονται. ταῦτα δὲ πρὸς τοῖς τετρακοσίοις ἑβδομήκοντα πέντε ἔτεσιν, αἱ ἑβδομήκοντα ἑβδομάδες συντελοῦνται.»
8.2.55
Ταῦτα μὲν οὖν Ἀφρικανός. εἰ δὲ χρὴ καὶ ἡμᾶς οἰκείαν εἰς τοὺς τόπους ἀπόδοσιν εἰς μέσον ἀγαγεῖν, φημὶ μὴ μάτην μηδ' ὡς ἔτυχεν τὴν διαίρεσιν πεποιῆσθαι τὸν λόγον τῶν ἑβδομήκοντα ἑβδομάδων. διελὼν γὰρ αὐτὰς εἰς πρώτας ἑπτά, ἔπειθ' ἑτέρας ἑξήκοντα δύο, καὶ μετὰ πλεῖστα τὰ μεταξὺ ἐπιλεγόμενα τὴν μίαν ἐπιθείς, οὕτω τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀφωρίσατο.
8.2.56
λέγει δ' οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο». εἶθ' ἕτερά τινα μεταξὺ ἐπαγαγὼν τὴν τελευταίαν προστίθησιν, φήσας· «καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία».
8.2.57
ταῦτα δὲ ὅτι μὴ μάτην μηδ' ἄνευ θείας ἐπιπνοίας ἐσχεδίασται, πάνθ' ὅντιν' οὖν τῶν ὡς θεοῦ ῥήμασιν αὐτοῖς προσεχόντων ὁμολογήσειν ἡγοῦμαι.
8.2.58
τοῦτο μὲν οὖν πρῶτον ἡμῖν καλῶς ἔδοξεν ἐπισημήνασθαι καταλιπεῖν τε τοῖς ἐντυγχάνουσι τὴν τοῦ ζητηθέντος ἀκριβῆ λύσιν. εἰ δὲ χρὴ καὶ ἡμᾶς τὸ ἐπεισιὸν μὴ ἀποκρύψασθαι, φημὶ καθ' ἑτέραν διάνοιαν ἤτοι ἐκδοχὴν τὸν ἐν τῇ προκειμένῃ γραφῇ δηλούμενον «χριστὸν ἡγούμενον», κατὰ τὸ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου», οὐκ ἄλλον εἶναι τοῦ καταλόγου τῶν μετὰ τὴν προφητείαν καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ἡγησαμένων τοῦ λαοῦ ἀρχιερέων, οὓς χριστοὺς ἔθος ἀποκαλεῖν τῇ γραφῇ.
8.2.59
μόνους γὰρ τούτους καθηγήσασθαι τοῦ ἔθνους, ἀρξαμένους ἀπὸ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας παρειλήφαμεν.
8.2.60
Οἶμαι γοῦν τὸν μεταξὺ χρόνον τῆς τούτων προστασίας, καθ' ὃν ἡγήσαντο, δηλοῦσθαι διὰ τοῦ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο», τῶν ἐτῶν δὲ τὰς ἑβδομάδας, συναγομένας εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἀπὸ τῆς Κύρου βασιλείας ἐπὶ τὴν Ῥωμαίων παρεκτείνεσθαι ἀρχήν, καθ' ἣν Πομπήιος Ῥωμαίων στρατηγὸς ἐπιστὰς τοῖς Ἱεροσολύμοις εἷλε μὲν πολιορκίᾳ τὴν πόλιν, τὸ δὲ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις κατεστήσατο, ὡς καὶ φόρους ἐξ ἐκείνου τελεῖν καὶ τοῖς Ῥωμαίων πειθαρχεῖν ἐπιτάγμασιν.
8.2.61
ἐπὶ τοῦτον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμός, ἐφ' ὃν καὶ κατέληξαν οἱ κατὰ τὸν Μωσέως νόμον ἐκ πατέρων διαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς «χριστὸν ἡγούμενον» τὴν θείαν ἐπὶ τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω.
8.2.62
εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιερέων διαδοχῆς, τῶν ἐν τῷ δηλουμένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παράστασιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι. πρῶτος τοίνυν μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, «ὁ ἱερεὺς ὁ μέγας» χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ' ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἱ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἱ διὰ τοῦ προφήτου δηλούμεναι συμπεραιοῦνται, καθ' ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς.
8.2.63
διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτά, εἰπὼν «ἑβδομάδας ἑπτά», ἔπειθ' ἑξῆς μετὰ διαστολῆς ἐπαγαγὼν «καὶ ἑβδομάδες ἑξήκοντα δύο». ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται.
8.2.64
ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι· «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» ἀλλ' οὗτοι μὲν «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν» ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου ἔτους Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκεν τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συνάγεται, καθ' ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν.
8.2.65
ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν..., ὥστ' εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας ἑβδομάδας, εἰς ἔτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας, ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ τῆς Δαρείου καταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ' ὃν αὖθις Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, εἰς ἐκεῖνο τὴν ζωὴν παρατείναντες, ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου, μεθ' οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλῶνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰωακείμου· παῖς δὲ οὗτος ἦν Ἰησοῦ τοῦ Ἰωσεδέκ, μεθ' ὃν διαδέχεταιτὴν ἀρχιερωσύνην Ἐλιασοῦβος, ἔπειτα Ἰωδαέ, μεθ' ὃν Ἰωνάθης, μεθ' ὃν Ἰαδδοῦς.
8.2.66
τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφή, λέγουσα· «καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακείμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασείβκαὶ Ἐλιασεὶβ ἐγέννησε τὸν Ἰωδαέ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθανκαὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ».
8.2.67
Κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος Ἀλεξάνδρειανκτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ.
8.2.68
τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάδος, μετὰ ἔτη διακόσια τριάκοντα ἓξ Κύρου, ὃς ἐβασίλευσεν Περσῶν κατὰ τὸ πρῶτον ἔτος τῆς πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος.
8.2.69
μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ' ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, καθ' ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαράκοντα ὀκτώ.
8.2.70
ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τῶν Ἰουδαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ' ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρμηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθείκασιν.
8.2.71
μεθ' ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ' ὃν Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συντάξας. μεθ' ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ' ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζεν.
8.2.72
μεθ' ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέχεται. καὶ πάλιν Σίμων, οὗ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδομηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ πρώτη καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν,
8.2.73
ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἴκοσι πέντε. μεθ' ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς Ἰώσηπός φησιν, διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ' ὃν Ἀριστόβουλος ἐνιαυτὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ.
8.2.74
τοῦτον διαδέχεται Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς, ἔτεσιν καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν πραγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὗ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι «χριστὸν ἡγούμενον» ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι.
8.2.75
Μεθ' οὕς, τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξάνδρου, ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολείπεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου καὶ Ὑρκανοῦ στασιασάντων πρὸς ἀλλήλους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὤν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών.
8.2.76
καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκατοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος.
8.2.77
τότε δ' οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος τὴν Ἱερουσαλήμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παραδίδωσιν, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο.
8.2.78
μεθ' ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελών, τὴν τῶνἸουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μωσέως νόμον διαφθείρας τάξιν.
8.2.79
ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ' Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ' οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισιν καὶ ἀλλοτρίοις τῆς τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρούμενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ Δαρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι.
8.2.80
Καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἄν, ἄλλως ἀπαριθμούμενος, τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων, αἳ συντεί νουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία ἐπ' αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώδην τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντας, καθ' οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γένεσις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸ Δαρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλούμενον ἀριθμὸν ἀναλογίσῃ.
8.2.81
Δαρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηκονταετῆ χρόνον τῆς ἐρημώσεως Ἱερουσαλὴμ συμπεπεράνθαι ὁ προφήτης Ζαχαρίας δηλοῖ, λέγων· «τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί αὐτός ἐστιν Σαβάτ ἐν τῷ δευτέρῳ ἔτει Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου»,
8.2.82
εἶθ' ἑξῆς ἐπιλέγει· «καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν, κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» τοῦτον δὴ οὖν αὐτὸν τῷ θείῳ πνεύματι θεωρήσας ὁ Δανιὴλ τὸν χρόνον σημειοῦται, λέγων· «ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη. καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεόν μου τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν».
8.2.83
εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν σημαίνει, λέγων· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου». γέγονε μὲν οὖν ἀπόκρισις πρώτη Κύρου οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ, οὐ μὴν εἰς ἔργον ἐχώρησεν, τῶν περιοίκων κεκωλυκότων.
8.2.84
Δαρείου δὲ μετὰ ταῦτα κελεύσαντος καὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ κατ' αὐτὸν συντελεσθείσης ἡ τοῦ Δανιὴλ ἐντεῦθεν προφητεία τὴν καταρχὴν τῆς ἐκβάσεως ἐλάμβανεν, ἥ τε φάσκουσα «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ», καὶ δι' ἧς εἴρηται «ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη».
8.2.85
κατὰ γοῦν τὸ δεύτερον ἔτος Δαρείου ἡ συμπλήρωσις τῆς ἑβδομηκονταετηρίδος ἀποδέδεικται περαιωθεῖσα, ὥστε ἐξ ἅπαντος ἄρχεσθαι δεῖν ἡμᾶς τῶν ἑβδομήκοντα ἑβδομάδων ἀπὸ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος καὶ ἀπὸ δευτέρου ἔτους Δαρείου, ἐν ᾧ τὰ τῆς οἰκοδομῆς περαιοῦται.
8.2.86
ἐντεῦθεν γοῦν εἰ τοὺς ἑπομένους χρόνους ἀριθμήσειας, εὕροις ἂν ἐπ' αὐτὸν Ἡρώδην μόναρχόν τε Ῥωμαίων Αὔγουστον, καθ' οὓς ἡ τοῦ σωτῆρος ἡμῶν ἐπέφανεν τῷ βίῳ γένεσις, τὰ τετρακόσια ὀγδοήκοντα τρία ἔτη, αἵ εἰσιν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδες, κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν περιοριζόμενα.
8.2.87
ἀπὸ γὰρ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἐπὶ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν ἑβδόμην γίνονται Ὀλυμπιάδες μεταξὺ ἑκατὸν εἴκοσι μία, ἔτη τετρακόσια ὀγδοήκοντα τέσσαρα, τετραετίαν τῆς Ὀλυμπιάδος ἐπεχούσης, καθ' ὃν καιρὸν Αὔγουστος Ῥωμαίων βασιλεύς, πεντεκαιδέκατον ἔτος τῆς βασιλείας ἐπέχων, Αἰγύπτου κρατεῖ καὶ τῆς λοιπῆς οἰκουμένης, ὑφ' οὗ πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν τῶν Ἰουδαίων ἐγχειρίζεται βασιλείαν, γεννᾶται δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, κατὰ τὸ αὐτὸ συντρεχόντων τῶν χρόνων τῆς γενέσεως αὐτοῦ καὶ τῆς συμπληρώσεως τῶν παρὰ τῷ Δανιὴλ ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων. Μεθ' ἃς διῃρημένης καὶ μακρὰν ἀπεσχοινισμένης, μετὰ πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα, τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προρρήσεως εἰρημένα ἐπιτελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον· «μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς».
8.2.88
καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν κατ' αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπι τρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις καὶ ἀφανέσιν ἀνθρώποις.
8.2.89
τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐθέσπισεν, εἰπών· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».
8.2.90
ὅπερ σαφῶς καὶ οἱ λοιποὶ τεθείκασιν ἑρμηνευταί, ὁ μὲν Ἀκύλας φήσας· «καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται ἠλειμμένος, καὶ οὐκ ἔστιν αὐτῷ», ὁ δὲ Σύμμαχος· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐκκοπήσεται χριστός, καὶ οὐχ ὑπάρξει αὐτῷ». ὅθεν μάλιστα παρίστασθαί μοι δοκεῖ «χριστὸς ἡγούμενος» εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος.
8.2.91
μετὰ γοῦν τὴν τῶν εἰρημένων ἑβδομάδων συμπλήρωσιν «ἐξολοθρευθήσεται χριστός» φησιν. τίς δὲ οὗτος ἢ «ὁ ἡγούμενος» καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους τοῦ ἔθνους προεστώς; διέμενεν γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ «ἐξεκόπη» ὁ ἐκ διαδοχῆς γένους τοῦ ἔθνους προεστώς. οὗτος δὲ ἦν Ὑρκανός, ὃν αὐτὸς Ἡρώδης ἀνελών, τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλόφυλος ἡγεῖται.
8.2.92
οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανός, «χριστὸς» ὢν καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος, «ἐξεκόπη», ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνωθεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχή, αὐτό τε τὸ κατὰ νόμους χρίσμα, οὐκέτι κατὰ κρίσιν γινόμενον ἀτάκτως δὲ καὶ συγκεχυμένως, οὐ κατὰ τὰ παρὰ Μωσεῖ νενομοθετημένα· συνέτρεχεν δὲ ὁμοῦ πάντα, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».
8.2.93
Μάρτυς ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας· «τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους» οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι «καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ ἱερέων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην.
8.2.94
εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. μετὰ τοῦτον οὐκέτι τοῖς ἐκγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι, τὴν τῶν Ἰουδαίων βασιλείαν παρειληφότες».
8.2.95
πάλιν ἐν ἑτέροις ταῦτα περὶ αὐτῶν φησιν· «Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτερίσειν τὸν λαὸν δι' αὐτήν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος, υἱὸς ὢν αὐτοῦ, παρ' οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχήν, ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι».
8.2.96
διὰ τούτων τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».
8.2.97
Ἔτι δὲ μᾶλλον ὄψει, πῶς εἴρηται τὸ «κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως τῶν μετὰ Ἡρώδην καὶ κατὰ τοὺς χρόνους τοῦ σωτῆρος ἡμῶν γεγενημένων.
8.2.98
τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρόνον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιρούς, μετὰ τὸ ἐξολοθρευθῆναι τὸ χρίσμα τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης ἔπειτα δὲ καὶ Ῥωμαῖοι μετὰ τοῦτον ἀκρίτως καὶ οὐ κατὰ τὸν νόμον τοὺς ἀρχιερεῖς καθίστων, οὓς ἐδόκει αὐτοῖς, δημοτικοῖς τισι καὶ ἀσήμοις ἀνδράσι τὴν τιμὴν χαριζόμενοι, ἐπίπρασκόν τε καὶ ἐκαπήλευον τοὔνομα, ἄλλοτε ἄλλοις ἐνιαυσιαῖον τὸ ἀξίωμα δωρούμενοι.
8.2.99
διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς, τὸν χρόνον τοῦ κηρύγματος τοῦ σωτῆρος ἡμῶν ὑπογράφων, σημειοῦσθαι τοῦτο δι' ὧν φησιν· «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου καὶ Φιλίππου καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα».
8.2.100
δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας; τούτοις γοῦν καὶ Ἰώσηπος ἐπιμαρτυρῶν ταῦτα γράφει· «Οὐαλέριος Γρᾶτος», Ῥωμαίων στρατηγός, «παύσας ἀρχιερᾶσθαι Ἄνανον, Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ' οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, διάδοχος ἦν αὐτῷ».
8.2.101
ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπόδειξιν ἔχειν. Ἑξῆς τούτοις φησὶν ἡ προφητεία· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ». ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν καὶ τοὺς μετ' αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμβάνω δηλοῦσθαι.
8.2.102
ὡς γὰρ ἀνωτέρω ὠνόμαζεν χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς, λέγων «ἕως χριστοῦ ἡγουμένου», τὸν αὐτὸν τρόπον μετ' ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν οὐκ ἄλλος «ἡγούμενος ἐρχόμενος» ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους καὶ οἱ λοιποὶ ὅσοι καθεξῆς μετ' ἐκείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ' ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον» διαφθερεῖν εἴρηται.
8.2.103
καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρανομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων εἰς ἀσέβειαν ἐκκαλούμενος. συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύλας, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου».
8.2.104
οὐ μόνον γὰρ «ὁ ἐρχόμενος ἡγούμενος», ὁ κατὰ τὰ ἀποδεδομένα ἡμῖν δηλωθείς, διέφθειρε «τὴν πόλιν καὶ τὸ ἅγιον», ἀλλὰ καὶ ὁ τούτου «λαός». εἴποι δ' ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι τόν τε τούτου λαόν, δι' οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥω μαίων ἀρχόντων ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πόλιν αὐτὴν Ἱερουσαλὴμ καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν.
8.2.105
ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς «ἐν κατακλυσμῷ καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς» ἔφθασαν, ὥστε ἤδη κατὰ τὴν προφητείαν παντελῆ ὑπομεῖναι ἐρημίαν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ' ἣν καὶ τὴν ἐσχάτην ὑπέμειναν πολιορκίαν. ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις.
8.2.106
Τούτων δὲ περὶ τῶν συμβεβηκότων τῷ Ἰουδαίων ἔθνει ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων πεπροφητευμένων, ἀκολούθως ἡ δήλωσις τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν καταγγελθείσης καινῆς διαθήκης θεσπίζεται.
8.2.107
τοσούτων γοῦν διὰ μέσου καὶ μεταξὺ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων εἰρημένων, ἐπιλέγεται· καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν».
8.2.108
τίνα δὲ τρόπον καὶ ταῦτα ἐπληροῦτο, κατανοήσωμεν. ἱστορεῖται δὲ ὁ πᾶς τῆς διδασκαλίας καὶ παραδοξοποιίας ὁμοῦ τοῦ σωτῆρος ἡμῶν χρόνος τριῶν ἥμισυ γεγονὼς ἐτῶν, ὅπερ ἐστὶν ἑβδομάδος ἥμισυ. τοῦτό πως Ἰωάννης ὁ εὐαγγελιστὴς ἀκριβῶς ἐφιστῶσιν αὐτοῦ τῷ εὐαγγελίῳ παραστήσει. εἴη ἂν οὖν ἑβδομὰς ἐτῶν μία ὁ πᾶς χρόνος τῆς μετὰ τῶν ἀποστόλων αὐτοῦ συνδιατριβῆς, ὅ τε πρὸ τοῦ πάθους καὶ ὁ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ.
8.2.109
πρὸ μὲν γὰρ τοῦ πάθους ἐπὶ τρία καὶ ἥμισυ ἔτη τοῖς πᾶσιν ἑαυτὸν παρέχων μαθηταῖς τε καὶ τοῖς μὴ τοιούτοις ἀναγέγραπται, καθ' ὃν χρόνον διδασκαλίαις παραδόξοις τε θεραπείαις τῆς θεότητος αὐτοῦ τὰς δυνάμεις πᾶσιν ἁπλῶς Ἕλλησίν τε καὶ Ἰουδαίοις παρείχετο.
8.2.110
μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸν ἴσον, ὡς εἰκός, τῶν ἐτῶν χρόνον· τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις συνῆν, «δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ», ὡς γοῦν αἱ Πράξεις τῶν ἀποστόλων περιέχουσιν, ὡς εἶναι ταύτην τὴν δηλουμένην τῆς προφητείας τῶν ἐτῶν ἑβδομάδα, καθ' ἣν ἐνεδυνάμωσεν «διαθήκην πολλοῖς», τὴν καινὴν δηλαδὴ διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος κρατύνων.
8.2.111
τίσιν δὲ «πολλοῖς» ταύτην ἐνεδυνάμωσεν ἢ
8.2.112
δηλονότι τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ἐξ Ἑβραίων εἰς αὐτὸν πεπιστευκόσιν ἅπασιν; Πλὴν ἀλλὰ τῆς μιᾶς ταύτης ἑβδομάδος, καθ' ἣν ἐνεδυνάμωσεν τὴν δηλωθεῖσαν «διαθήκην τοῖς πολλοῖς», «ἐν τῷ ἡμίσει» ἤρθη «θυσία καὶ σπονδή», τό τε «βδέλυγμα τῆς ἐρημώσεως» ἤρξατο,
8.2.112
ἐπειδήπερ μεσαζούσης τῆς ἑβδομάδος ταύτης, μετὰ τὸν ἥμισυ καὶ τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ, καθ' ὃν καιρὸν πέπονθεν, «τὸ καταπέτασμα τοῦ ναοῦ ἐρράγη ἀπὸ ἄνωθεν ἕως κάτω»· ὡς ἐξ ἐκείνου δυνάμει ἦρθαι ἐξ αὐτῶν τὴν σπονδὴν καὶ τὴν θυσίαν, καὶ τὸ «βδέλυγμα» τῆς ἐρημώσεως «ἐπὶ τὸ ἱερὸν» καταστῆναι, καταλιπούσης αὐτοὺς ἐρήμους τῆς ἀνέκαθεν εἰς ἐκεῖνο καιροῦ τὸν τόπον ἐφορώσης καὶ ἐπισκοπούσης δυνάμεως.
8.2.113
μέχρι γοῦν τοῦ σωτηρίου πάθους εἶναί τινα θεοῦ δύναμιν ἐπισκοποῦσαν τὸ ἱερὸν καὶ τὸ «ἅγιον τῶν ἁγίων» ἡγεῖσθαι προσήκει. οὐ γὰρ ἂν ἄλλως καὶ αὐτὸς ἅμα τοῖς πολλοῖς συνήδρευεν ἐν τῷ ἱερῷ, τὰς κατὰ νόμους ἑορτὰς ἐπιτελῶν, μὴ οὐχὶ ἔτι συνεστῶτα καὶ θεοῦ εἶναι ἄξιον τὸν τόπον εἰδώς.
8.2.114
ἦσαν οὖν ἐν τῷ ἱερῷ καὶ προφητεύοντές τινες εἰς ἐκεῖνο τοῦ καιροῦ, ὥσπερ Ἄννα ἡ προφῆτις ἡ τοῦ Φανουὴλ καὶ Συμεὼν ὁ ἐπὶ τὰς ἀγκάλας αὐτὸν βρέφος ἔτι ὄντα λαβών, οἳ καὶ προφητεύουσι τὰ ἀναγεγραμμένα.
8.2.115
οὐδ' ἂν αὐτὸς ὁ κύριος ἡμῶν εἰρήκει τῷ λεπρῷ «ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε τὴν θυσίαν, ἣν προσέταξεν Μωσῆς εἰς μαρτύριον αὐτοῖς», μὴ οὐχὶ ἔτι δεῖν ἡγούμενος τὰ κατὰ νόμους ἐπιτελεῖσθαι αὐτόθι, ὡς ἐν ἁγίῳ καὶ θεοῦ ἀξίῳ τόπῳ, οὐδ' ἂν τοὺς ἀγοράζοντας καὶ πιπράσκοντας ἐξωθῶν ἔλεγεν· «γέγραπται, ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν», καὶ αὖθις· «ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορείου», εἰ μὴ ἔτι τίμιον σαφῶς δεῖν ἐνόμιζεν ὑπολαμβάνειν εἶναι τὸν τόπον.
8.2.116
ἀλλὰ γὰρ πλησιαζούσης αὐτῶν τῆς ἐσχάτης δυσσεβείας, μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπών· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος», ὃ καὶ αὐτὸ ἐπληροῦτο, ὅτε παθόντος αὐτοῦ «τὸ καταπέτασμα τοῦ ναοῦ» ὅλον δι' ὅλου μέσον ἐρράγη, καθῄρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ θεῷ κατὰ τὴν τοῦ νόμου διάταξιν «θυσία καὶ σπονδή», ἧς ἀρθείσης καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» κατὰ τὴν ἐν χερσὶ προφητείαν ἐπηκολούθησεν τῷ τόπῳ.
8.2.117
Εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξεν τὰ τῆς ἐν τῷ τόπῳ λειτουργίας, ἀλλ' οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ θεῷ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα.
8.2.118
ὥσπερ γὰρ πρόπαλαι ἐξολοθρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμούς, δι' οὓς καὶ ἔφασκεν ἡ προφητεία· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτὸς ὢν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης τὰ τῆς παλαιᾶς περιῄρητο.
8.2.119
ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον «καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία», τὰ τῆς παλαιᾶς διαθήκης περιῄρητο. πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν, μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὐτοῦ παρόδου, ᾗ «νυκτὶ» «παρεδίδοτο», τὰ σύμβολα τῶν κατ' αὐτὸν ἀπορρήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ' ἐτελεῖτο καὶ ἡ κατὰ Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου «τὸ καταπέτασμα τοῦ ναοῦ» κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον.
8.2.120
ἀρθείσης γοῦν ἐξ ἐκείνου καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομιζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο.
8.2.121
Δέχου δὴ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας· «κατὰ δὲ τὴν ἡμέραν τῆς πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας λεγούσης· μεταβαίνομεν ἐντεῦθεν». ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν γεγονέναι.
8.2.122
καὶ πάλιν ὁ αὐτός φησιν, Πιλάτον τὸν ἡγεμόνα αὐτὸν δὴ ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰς Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερόν, ὅπερ οὐκ ἦν θέμις, εἰσκομίσαι, μεγίστην τε ταραχὴν θορύβου τε καὶ στάσεως ἐμβεβλῆσθαι τοῖς Ἰουδαίοις.
8.2.123
αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν.
8.2.124
οὐ διέλιπον οὖν ἐκ τότε τὸ πᾶν ἔθνος καὶ τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις, ἕως τοῦ ὑστάτου κατ' αὐτῶν πολέμου καὶ τῆς ἐσχάτης πολιορκίας, καθ' ἣν παντοίοις «ἀφανισμοῖς» λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας, καταποντισμοῦ δίκην τοῦ κατ' αὐτῶν ὀλέθρου συρρεύσαντος, πάντες οἱ κατασυστάντες τοῦ σωτῆρος ἡμῶν ἡβηδὸν ἐξεκόπησαν, ὅτε καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» «ἐπὶ τὸ ἱερὸν» ἔστη, ὃ καὶ εἰς δεῦρο διέμεινεν, ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον.
8.2.125
εἰκὸς δὲ καὶ ἐπιτείνειν αὐτὸ μέχρι τῆς τοῦ βίου συντελείας, κατὰ τὸν ὑπὸ τῆς προφητείας ἀποφανθέντα ὅρον, φήσαντα «καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν»,
8.2.126
ἥντινα φωνὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπεσφραγίσατο εἰπών· «ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ, τότε γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς».
8.2.127
Εἰ δὲ δυσπίστως πρὸς ταῦτα ἔχοιεν οἱ ἐκ περιτομῆς, ἐλεγκτέον αὐτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὰς προρρήσεις ὡς ψευδεῖς, τὸ ὅσον ἐπ' αὐτοῖς, διαβάλλοντας, εἴ γε αἱ μὲν εἰς ἑβδομήκοντα ἑβδομάδας ἐτῶν τὸν πάντα περιορίζουσι χρόνον, τὰ ἐν τῷ μεταξὺ συμβησόμενα θεσπίζουσαι, οἱ δὲ σχεδὸν ἤδη χιλιοστοῦ ἔτους ἀπὸ τῆς προφητείας καὶ εἰς ἡμᾶς ἐλαύνοντος οὐδὲν τῶν γεγραμμένων γεγονὸς ἐπιδείκνυνται, καίτοι ἐξολοθρευθέντος αὐτῶν τοῦ χρίσματος κατὰ τὴν θείαν πρόρρησιν καὶ τοῦ ἁγιάσματος αὐτῶν, καὶ τῶν πρὶν οἰκητόρων διαφθαρέντων καὶ ἐκκοπέντων «ἐν κατακλυσμῷ» «πολέμου συντετμημένου ἀφανισμοῖς», καὶ τοῦ γε πάντων παραδοξοτάτου εἰσέτι νῦν αὐτόθι ὁρωμένου, λέγω δὴ τοῦ βδελύγματος τῆς ἐρημώσεως εἰς δεῦρο ἑστῶτος ἐν τῷ πρὶν ἁγίῳ τόπῳ, περὶ οὗ καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὰς ἐκτεθείσας προήκατο φωνάς.
8.2.128
ὧν σαφῶς ὑπ' ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν θαυμάσαι ἔστιν τοὺς ἐκ περιτομῆς, οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτωμένους πρὸς τὸ μὴ ὁρᾶν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων γραφῶν ἀποτελέσματα.
8.2.129
ὃ καὶ πεπόνθασιν κατὰ τὴν εἰς αὐτοὺς πληρωθεῖσαν κἀν τούτῳ τοῦ Ἡσαΐου φωνήν, δι' ἧς ἐθέσπισεν αὐτοῖς, εἰπών· «ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς».
8.2.130
Ἀλλ' ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πάλαι πρότερον εἴρητο «οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν» τῇ αὐτοῦ χάριτι καὶ τῇ τοῦ πέμψαντος αὐτὸν πατέρος, ἡμεῖς τε κατὰ τὸ δυνατὸν τὰ φανέντα εἰς τοὺς τόπους εἰρήκαμεν, καὶ τὰ τῷ πρὸ ἡμῶν Ἀφρικανῷ εὐγνωμόνως δόξαντα παρεθήκαμεν, ἐχόμενα καὶ αὐτὰ ἀκριβείας, ὅθεν καὶ αὐτοῖς ὡς καλῶς ἔχουσι χρηστέον.
8.3.1
Ἀπὸ τοῦ Μιχαία. «Ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι' ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.»
8.3.2
εἶτα, μεθ' ἕτερα πλεῖστα μεταξύ, ἐπισυνάπτει λέγων· «ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις·
8.3.3
οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐ τῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες, οὐχὶ κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
8.3.4
καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοί, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.
8.3.5
καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς, ὅτι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα».
8.3.6
Ἤδη καὶ πρότερον ταῦτα ἡμῖν εἰς τοὺς τόπους τεθεώρηται. δέδεικται δὲ ὅπως οὐδ' ἄλλοτέ ποτε ἢ ἀπὸ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας τὰ πάλαι σεμνὰ τῶν Ἰουδαίων, ὄρη Σιὼν ἐπικαλούμενα καὶ Ἱερουσαλήμ, τά τε ἐπὶ τούτων οἰκοδομήματα, ὁ νεὼς δηλαδὴ καὶ τὸ ἅγιον τῶν ἁγίων καὶ τὸ θυσιαστήριον καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ θεοῦ, ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι· «ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ».
8.3.7
ὧν σαλευθέντων τῶν ἐκ περιτομῆς αἱ ψυχαί «κοιλάδες» ὀνομαζόμεναι διὰ τὸ ταπεινὸν αὐτῶν παραθέσει τῶν παλαιῶν ὑψωμάτων τὸν τῶν προειρημένων ἀφανισμὸν ἀπολοφυρόμεναι, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐκτακήσονται, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει», διὰ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι.
8.3.8
πάντα δὲ ταῦτά φησιν ἔσεσθαι «διὰ ἀσέβειαν οἴκου Ἰακὼβ καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ». τίς δ' ἦν ἡ ἀσέβεια καὶ ἡ ἁμαρτία, προϊὼν ἑξῆς ἐπιλέγει· «οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις», ἐν οἷς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ' ᾧ τὴν ἀσεβῆ φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο, φήσαντες· «τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν».
8.3.9
διὰ γοῦν, φησίν, αὐτὰ ταῦτα «ὡς ἀγρὸς Σιὼν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται», ἅπερ οὐδ' ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληφεν.
8.3.10
ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο ἐσχάτης ἐρημίας καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν διαβόητον αὐτῶν Σιὼν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν παῖδες τὸ πρὶν Ἑβραίων καὶ θεοφιλεῖς προφῆται ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ' οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ «ὡς ὀπωροφυλάκιον» τῆς ἐν αὐτῇ παλαιᾶς ὀπώρας διαφθαρείσης γέγονεν, μᾶλλον δὲ εἰς λιθολογίαν, κατὰ τὴν Ἑβραικὴν ἀνάγνωσιν.
8.3.11
ὁ γοῦν Ἀκύλας φησίν· «διὰ τοῦτο χάριν ὑμῶν Σιὼν χώρα ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ λιθολογηθήσεται». ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ' ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰκούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα.
8.3.12
καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτων καὶ ἁγίων λίθους εἰς τὰ τῶν εἰδώλων τεμένη εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους. ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων, καὶ ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη.
8.3.13
ἐφ' ᾧ μυρία πλήθη λαῶν ἔθνη τε παντοῖα, τῶν πατρίων ἀποστάντα θεῶν καὶ τῆς παλαιᾶς δεισιδαίμονος πλάνης, τὸν ἐπὶ πάντων θεὸν ἀνακαλεῖται.
8.3.14
διὸ καὶ κατηξίωται τῆς βαθυτάτης εἰρήνης, ὡς μηκέτι πολυαρχίας εἶναι μηδὲ βασιλείας κατὰ τόπους, μηδὲ «ἔθνος ἐπ' ἔθνος ῥομφαίαν» αἴρειν, μηδ' ὡς τὸ πρὶν πολέμοις τοῖς κατ' ἀλλήλων σχολάζειν, ἀναπαύεσθαι δὲ τῶν γεωργῶν ἕκαστον «ὑποκάτω ἀμπέλου» καὶ «ὑποκάτω συκῆς αὐτοῦ», μηδενὸς ἐκφοβοῦντος αὐτούς, κατὰ τὴν προφητείαν.
8.3.15
ὧν οὕτως οὐδ' ἄλλοτέ πω ἐξ αἰῶνος πρότερον ἢ κατὰ τὴν τῶν Ῥωμαίων ἐπικράτησιν, ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν καὶ εἰς δεῦρο, συντελουμένων, ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας.
8.4.1
Ἀπὸ τοῦ Ζαχαρίου. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.»
8.4.2
καὶ μεθ' ἕτερα πλεῖστα μεταξὺ ἐπιλέγει· «χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν δι' ἐκβολὰς γῆς.»
8.4.3
Ταῦτα περὶ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας θεσπίσας καὶ νῦν ὁ λόγος, μεθ' ἕτερα περὶ τῆς ἐσχάτης ἐρημώσεως τῆς Ἱερουσαλήμ, τοτὲ μὲν ἐπικεκρυμμένως καὶ δι' αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως ἀναφωνεῖ, δι' αἰνιγμάτων μὲν ἐν οἷς φησιν· «διάνοιξον ὁ Λίβανος τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ἰορδάνου».
8.4.4
Ταῦτα μὲν δι' αἰνιγμάτων. τὴν δὲ τούτων ἑρμηνείαν ἀνακαλύπτως ὁ αὐτὸς προφήτης ἐπιφέρει λέγων· «ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόπυλα σαλευόμενα ἅπασι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ἰουδαίᾳ καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.»
8.4.5
καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητῷ, καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴ οἴκου Δαβὶδ καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. πᾶσαι αἱ ὑπολελειμμέναι φυλαί, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς.»
8.4.6
Καὶ πάλιν μεθ' ἕτερα τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ πολιορκίαν σαφέστερον κηρύττει, λέγων· «ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.»
8.4.7
Εἶτα μεθ' ἕτερα τὰ μεταξύ φησιν· «καὶ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον».
8.4.8
καὶ αὖθις μεθ' ἕτερα, περιγράφων τὴν βίβλον τῆς προφητείας, τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τούτων θεσπίζει· «καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.»
8.4.9
Ταῦτα καὶ ὁ Ζαχαρίας μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Δαρείου Περσῶν βασιλεύοντος, προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθεν. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τῆς Δαρείου τοῦ Πέρσου βασιλείας καὶ ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἑξήκοντα δύο τὰς ἐν τῷ Δανιὴλ φερομένας ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις καθ' ἣν ὁ Ζαχαρίας προφητεύει,
8.4.10
οὔτε δὲ ἐπὶ Μακεδόνων, ἀπὸ Ἀλεξάνδρου καὶ μέχρις Αὐγούστου παραταθείσης..., τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον.
8.4.11
πότε γὰρ κατ' ἐκείνους τοὺς χρόνους, τοῦ παρὰ τοῖς προφήταις θεολογουμένου κυρίου ἀνθρώποις ἐπιστάντος, ἔθνη πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μόνον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ' αὐτὸν καταπέφευγεν καὶ γέγονεν αὐτῷ εἰς λαόν; ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, «ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους «Ἐφραῒμ» ὀνομαζομένου καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν «ἅρματα» καὶ «ἵππον» ἐπικαλουμένην ἐξολόθρευσεν, τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλεν; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον· «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», «καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν».
8.4.12
ταῦτα γὰρ περὶ τῆς καθαιρέσεως τῆς βασιλικῆς ἀξίας τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, ἐφ' ᾗ πάλιν τὰ τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ «καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν».
8.4.13
ἀνθ' οὗ ὁ Ἀκύλας καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν», ὃ καὶ μάλιστα ἀπὸ τῆς Αὐγούστου βασιλείας συνίσταται καὶ πρὸς λέξιν πεπληρωμένον, πάσης μὲν ἐξ ἐκείνου καταλυθείσης πολυαρχίας, εἰρήνης δὲ τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη διαλαβούσης.
8.4.14
τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων ἐπὶ τῶν Περσικῶν ἢ τῶν Μακεδονικῶν τοιοῦτος γέγονεν Ἰουδαίων βασιλεύς, ὡς ἄρξαι αὐτὸν «ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης»; τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί. ὁ γοῦν Ἀκύλας φησίν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης».
8.4.15
ᾧ συνᾴδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γενησομένου Χριστοῦ ὧδέ πη εἰρημένον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης»· ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο, οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων.
8.4.16
πότ' οὖν ταῦτα καὶ πῶς ἢ κατὰ ποίους χρόνους γέγονεν ὁ βουλόμενος ἑρμηνευέτω, ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίοις πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερουσαλήμ, καὶ ὁ ἐν αὐτῇ κατερρίφη νεώς.
8.4.17
Ὃ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης, εἰπών· «διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταταφαγέτω πῦρ τὰς κέδρους σου». Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνομάζει, ἐπεὶ καὶ δι' ἑτέρων προφητειῶν ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος.
8.4.18
τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν, ἐπεὶ καὶ Ἡσαΐας, ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων, ἔφησεν· «ἰδοὺ κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται». «ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ». οἷς ἐπιλέγει· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν».
8.4.19
καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαβὶδ γενέσει τοῦ Χριστοῦ Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ διαρρήδην ὁ Ἰεζεκιὴλ σημαίνει λέγων· «ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισεν τὰ ἁπαλὰ τῆς κέδρου».
8.4.20
ταῦτα γοῦν ὁ αὐτὸς ἑξῆς διασαφῶν, ἐπιλέγει «ὅταν ἔλθῃ» Ναβουχοδονόσορ «ἐπὶ Ἱερουσαλὴμ» καὶ λάβῃ «τοὺς ἄρχοντας αὐτῆς», καὶ τὰ ἑξῆς. Ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ' ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότ' οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ' οὐκ ἔστιν εἰπεῖν.
8.4.21
μετὰ γὰρ τὴν ὑπὸ Βαβυλωνίων πυρπόλησιν οὐδ' ἄλλοτε δευτέραν ἢ κατὰ Τίτον καὶ Οὐεσπασιανὸν Ῥωμαίων αὐτοκράτορας τὴν διὰ πυρὸς ὑπέμεινεν φθοράν, ἐφ' ᾗ πάλιν δι' αἰνίγματος τοὺς πάλαι ἄρχοντας τοῦ ἔθνους ἐπὶ θρήνους καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος· «ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν».
8.4.22
τότε γοῦν καὶ γέγονεν ἡ Ἱερουσαλὴμ «ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ» γέγονεν «περιοχή», ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσιν, καὶ «πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται», ἀκολούθως τῇ προφητείᾳ.
8.4.23
ἀλλὰ καὶ «ἀνθ' ὧν κατωρχήσαντο» τοῦ ταῦτα θεσπίσαντος κυρίου, οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος. οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ εἰς τὸν καθ' ἡμᾶς χρόνον πᾶσαι αἱ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασιν διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγήν, ὑφ' ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται.
8.4.24
διό φησιν ἡ προφητεία· «καὶ κόψεται» φυλὴ κατὰ φυλήν, «φυλὴ οἴκου Δαβὶδ καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς», καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ' αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἱ οἰκίαι, καὶ αἱ γυναῖκες ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσιν τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσιν παρετάξατο ἐν αὐτοῖς; ἢ πότε ἔστησαν «οἱ πόδες αὐτοῦ» «ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν»; ἢ πότε γέγονεν «κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν», αὐτός τε εἷς κύριος ἐπὶ πάντας ἀνθρώπους, «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον»; ταῦτα γὰρ οὐδ' ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ' οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐτῶν, ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται.
8.4.25
Ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ κατάντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ», τοῦτ' ἔστιν τοῦ θεοσεβοῦς πολιτεύματος καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προφητείαν, «τὴν ἑορτὴν τῆς σκηνοπηγίας» ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὐτῶν ἐφ' ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν δ' ἂν αὗται αἱ κατὰ τόπον ἐκκλησίαι τοῦ Χριστοῦ.
8.4.26
ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ' ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης, εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων θεῷ ἐπιτελεῖν.
8.4.27
ὅτε τοίνυν καὶ ταῦτα τὰ πρόπαλαι τοῖς ἔθνεσιν προαναφωνηθέντα καθ' ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοῦ Ἰουδαίων ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ ἱεροῦ καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προρρήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς θεωρεῖται, τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον βασιλέα τὸν Χριστὸν τοῦ θεοῦ ἐληλυθέναι ὁμολογεῖν, τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ' ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων;
8.5.1
Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. ἐπεγερθήσονται πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας».
8.5.2
καὶ ἑξῆς μετὰ πλεῖστα δι' αἰνιγμάτων εἰρημένα ἐπιλέγεται· «τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι κύριον τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.»
8.5.3
Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν. εἰ μὲν οὖν μὴ τοὺς πατρῴους θεοὺς καταλιπόντες Αἰγύπτιοι καθ' ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν θεὸν ἐπικαλούμενοι, εἰ μὴ καθ' ὅλης τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται «τὰ χειροποίητα Αἰγύπτου», τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τῶν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ' ἑκάστην πόλιν καὶ καθ' ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίσταται, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφητῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλάνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο, ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ «τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους», ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται, διὰ τὸ μηκέθ' ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρῶσθαι, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων,
8.5.4
εἰ δ' αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι δεῦρο θεωροῦνται οἱ τὴν Αἴγυπτον οἰκοῦντες οἱ μὲν τὸν θεὸν τῶν προφητῶν ἐπεγνωκότες καὶ δι' αὐτὸν τοὺς πατρίους καταλελοιπότες θεούς, οἱ δὲ πρὸς τούτους στασιαστικῶς ἔχοντες, καὶ οἱ μὲν «τοὺς θεοὺς αὐτῶν» εἰσέτι νῦν ἐπικαλούμενοι «καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας» μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ' ἑκάστην ἐκκλησίαν συστησάμενοι ἔν τε ταῖς θλίψεσιν καὶ τοῖς κατ' αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα οὐδὲ τὰ ἑρπετὰ τῆς γῆς ὡς θεοὺς οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῷα ὁμοίως τοῖς αὐτῶν πατράσιν ἀλλὰ τὸν ἐπὶ πάντων θεὸν ἐπικαλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὐτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ εὐχὰς ἀλλ' οὐκέτι τοῖς δαίμοσιν, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρηκέναι; ἦν δὲ ταῦτα τοῦ κυρίου παρουσία εἰς Αἴγυπτον, οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ «νεφέλης κούφης» ἢ καὶ μᾶλλον «διὰ πάχους ἐλαφροῦ»· οὕτως γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν αἰνιττόμενον.
8.5.5
τοῦτον δὴ οὖν αὐτὸν προϊὼν ἑξῆς ὁ λόγος ἄνθρωπον σωτῆρα ἀπεκάλεσεν, φήσας· «καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς». πάλιν γοῦν κἀνταῦθα τὸ Ἑβραϊκὸν «καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς» ἔχει. ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ' οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας ἐθεσπίζετο.
8.5.6
Τοσαῦτα διὰ βραχέων καὶ τὰ περὶ τῶν χρόνων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους ἐπιφανείας συνῆκται· πλείονα δ' ἄν τις ἐπὶ σχολῆς εὕροι καὶ τὰς λοιπὰς ἐκπεριιὼν γραφάς· ἡμεῖς γε μὴν τοῖς εἰρημένοις ἀρκεσθέντες μέτιμεν ἤδη καὶ ἐπὶ τὰς λοιπὰς προφητείας. διὸ τὰ οἰκονομηθέντα ἐν ἀνθρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προρρήσεων ἀναλεξόμεθα. Τάδε ἔνεστιν ἐν τῷ ἐνάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. Περὶ τῶν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ πραχθησομένων· ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν· αʹ. Ἀπὸ τῶν Ἀριθμῶν. βʹ. Ἀπὸ τοῦ Ἡσαΐου. γʹ. Ἀπὸ τῶν Ἀριθμῶν. δʹ. Ἀπὸ τοῦ Ὠσηέ. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ʹ. Ἀπὸ τοῦ αὐτοῦ. ζʹ. Ἀπὸ Ψαλμοῦ ʹ. ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. θʹ. Ἀπὸ Ψαλμοῦ ξζʹ. ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιαʹ. Ἀπὸ τοῦ Δευτερονομίου. ιβʹ. Ἀπὸ τοῦ Ἰώβ. ιγʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιδʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ι ʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιζʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ. Λόγος θʹ. Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ' ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὗ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγγράμμασιν διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ' αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ' Ἑβραίοις προαναπεφώνητο. 9. Prooem. 2 τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι' αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. Πρῶτον οὖν ἁπάντων, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρῶν ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τρόπον·