Epistula ad Euphrationem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Τῷ δεσπότῃ μου κατὰ πάντα χάριν ὁμολογῶ. Οὐ γὰρ συνυπάρχειν φαμὲν τὸν υἱὸν τῷ πατρί, προϋπάρχειν δὲ τὸν πατέρα τοῦ υἱοῦ. ἐὰν γὰρ συνυπάρχωσι, πῶς ἔσται ὁ πατὴρ πατὴρ καὶ ὁ υἱός; ἢ πῶς ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος; καὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ γεννητός; δύο γὰρ ἐξ ἴσου ὁμοίως ἀλλήλοις συνυπάρχοντα ἰσότιμα ἂν νοοῖντο καὶ ἤτοι ἄμφω, ὡς ἔφην, ἀγέννητα ἢ ἑκάτερα γεννητά. ἀλλ' οὐδέτερον τούτων ἀληθές· οὔτε γὰρ τὸ ἀγέννητον οὔτε τὸ γεννητὸν ἀμφότερον ἂν εἴη. ἀλλὰ τὸ μὲν καὶ πρῶτον καὶ κρεῖττον καὶ τάξει καὶ τιμῇ τοῦ δευτέρου ἡγεῖται, ὡς ἂν καὶ τοῦ εἶναι καὶ τοῦ τοιῶσδε εἶναι τῷ δευτέρῳ αἴτιον γεγενημένον.