Generalis elementaria introductio
Eusebius of Caesarea (eusebius-of-caesarea)Intr 174 · pg-scrape-grcMore by Eusebius of Caesarea (eusebius-of-caesarea)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
174.1.1
δὲ ὡς τὰ αὐτὰ κατὰ λέξιν σχεδὸν ἐμφέρεται καὶ ἐν τῇ τοῦ Μιχαίου προφητείᾳ. Ψ. Τοῦ αὐτοῦ. Βʹ. Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν, καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Δι' ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι' ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ' ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν. Ταῦτα δὲ ἐν ἐκείνοις σαφῶς ἐκ τῆς συμφράσεως ἐμφαίνεται περὶ τοῦ Χριστοῦ εἰρημένα· καὶ τὰ ἐνθάδε τοιγαροῦν περὶ τῶν ἐπιβουλευσάντων 175 αὐτῷ καὶ καθ' ἑαυτῶν μᾶλλον, ἤ περ κατ' αὐτοῦ πονηρὰν βουλὴν βουλευσαμένων προφητεύεται· δι' ὃ καὶ καταλλήλως τὸν ταλανισμὸν ἑαυτοῖς ὁ λόγος ἐπάγει, διὰ τοῦ, οὐαὶ τῇ ψυχῇ αὐτῶν· ἀλλὰ καὶ τὴν κόλασιν τὴν περιμένουσαν αὐτοὺς προτίθησι λέγων, τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται· ὁποῖα γὰρ ἔσπειραν κατὰ τοῦ Χριστοῦ τοιαῦτα καὶ θεριοῦσιν ἐν τῷ τοῦ Θεοῦ κριτηρίῳ. Ἤδη δὲ καὶ κατὰ τὸν ἐνταῦθα βίον ὅρα εἰ μὴ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ ἐπιβουλὴν ἐπληρώθη εἰς αὐτοὺς ὁ προκείμενος τῆς προφητείας λόγος, ὁ φάσκων, ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμἰσχύοντα καὶ ἰσχύουσαν. Ἀληθῶς γὰρ ἀφῄρηται ἀπ' αὐτῶν ἡ πάλαι πρότερον ἐμπολιτευομένη ἐν αὐτοῖς θεία καὶ οὐράνιος χάρις, καὶ οὐκέτ' ἐστὶν εὑρεῖν ἐν αὐτοῖς οὔτε προφήτην, οὔτε στοχαστήν· ποῦ δὲ καὶ ὁ πολεμιστὴς αὐτῶν ἢ ὁ δικαστὴς, ὁ θαυμαστὸς σύμβουλος, ἢ ὁ συνετὸς ἀκροατής; Εἰ δὲ καὶ δοκοῦσιν ἄρτου τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ' ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται· σαφῶς δ' ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν· οὐαὶ γὰρ, φησὶν ὁ λόγος, τῇ ψυχῇ αὐτῶν· καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν λέγων, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. 176 Ψ. Γʹ. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ νῦν καταστήσεται εἰς κρίσιν Κύριος· καὶ μάλιστα τὸ, αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ἁρμόζοι δ' ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ' ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ' εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ' αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ' αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι. Ψ. Δʹ. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ, Οὐ μὴ αἰτήσω 177 οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν, Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· δι' ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Οἱ μὴ παραδεχόμενοι τῶν ἐκ περιτομῆς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν λεγέτωσαν τίς ἡ παρθένος, ἡ κατὰ τὴν προφητείαν ἐν γαστρὶ ληψομένη καὶ τέξουσα τὸν ἐπονομαζόμενον Ἐμμανουὴλ υἱόν· ἀλλ' εἰ φάσκοιεν μὴ γέγραφθαι παρθένον ἀλλὰ νεᾶνιν κατὰ τὸ Ἑβραϊκὸν, λεκτέον, ὡς οὐχ οἱ τυχόντες ἐτύγχανον οἱ πρῶτοι τὴν γραφὴν κατὰ θείαν ἑρμηνεύσαντες οἰκονομίαν, οʹ μὲν ὄντες τὸ πλῆθος, ἀναλελεγμένοι ἀριστινδὴν ἀπὸ παντὸς τοῦ λαοῦ, δοκιμήν τε οὐ σμικρὰν κατὰ τοὺς αὐτῶν χρόνους ἐπὶ σοφίᾳ δεδωκότες· τί δ' ἂν παράδοξον ὁ λόγος ὑπισχνεῖτο σημεῖον ὑπ' αὐτοῦ τοῦ Κυρίου ὥσπερ τι θαυμαστὸν τῷ οἴκῳ Δαυὶδ δοθήσεσθαι προμαρτυράμενος, εἰ περὶ ψιλῆς νεάνιδος ὁ λόγος ἦν· οὐδὲν δὲ ἡμᾶς κωλύει, εἰ καὶ νεάνιδαν κατ' αὐτοὺς περιέχει τὸ Ἑβραϊκὸν, ὡς περὶ παρθένου δηλοῦσθαι νομίζειν τὰ εἰρημένα· καὶ γὰρ οὖν ἐν τῷ Λευϊτικῷ εὕροις ἂν τὴν ὁμολογουμένως παρθένον μεμνηστευμένην ἀνδρὶ, ὑφ' ἑτέρον δὲ βεβιασμένην, νεᾶνιν ὑπὸ τῆς γραφῆς ὀνομαζομένην· καὶ ταύτῃ γε ἀξιοπρεπὲς ἂν εἴη τῷ οἴκῳ Δαυὶδ διὰ 178 τὴν ἀπιστίαν αὐτῶν παρὰ Κυρίου δίδοσθαι σημεῖον, τὸ παραδόξως παρθένον ἀποτεκεῖν, δι' ὃ δὴ καὶ ὁ τεχθησόμενος θαυμαστός τις ὢν ἀνηγόρευται· εἴ γε ἐκ παιδὸς, καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς γενέσεως, ἀπειθήσειν μὲν πονηρίᾳ, ἐκλέξασθαι δὲ τὸ ἀγαθὸν προφητεύεται. Καὶ τὸ ὄνομα δὲ αὐτοῦ θαυμαστῶς προαναπεφώνηται Ἐμμανουὴλ τυγχάνον· ὃ ἔστι μεθ' ἡμῶν ὁ Θεός· ὃ καὶ φήσαιμεν ἂν ἡμεῖς οἱ ὁμολογοῦντες αὐτὸν, καὶ συναισθόμενοι τῆς ἐνθέου καὶ ἀπορρήτου εἰς πάντας ἀνθρώπους διὰ τῆς αὐτοῦ δυνάμεως ἐπιδημίας· λέγοιτο δ' ἂν πάλιν Ἐμμανουὴλ ὁ μεθ' ἡμῶν Θεὸς, τῷ τὸν μὲν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπέκεινα οὐ μόνον τῆς θνητῆς, ἀλλὰ καὶ πάσης τῆς λογικῆς φύσεως τυγχάνειν· τὸν δὲ Υἱὸν, τὸν μεθ' ἡμῶν Θεὸν εἰκότως ὀνομάζεσθαι τῆς μέχρις ἡμῶν ἐπιδημίας αὐτοῦ ἕνεκεν. Ἐπεὶ δέ τινος τῶν ἐκ περιτομῆς εἰρηκότος ἀκούσας μέμνημαι ταῦτα τῷ Ἄχαζ προφητεύεσθαι περὶ Ἐζεκίου τοῦ ἐξ αὐτοῦ γενομένου καὶ μετ' αὐτὸν βασιλεύσαντος, ἐπιτηρητέον, ὅτι πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ καὶ πρὸ τῆς εἰρημένης αὐτῷ ταύτης δὴ αὐτῆς τῆς προφητείας, Ἐζεκίας ἤδη πάλαι γεγενημένος ἀποδείκνυται· ἐπὶ δέκα γοὖν καὶ ἓξ ἔτεσιν τὸν Ἄχας βασιλεύσαντα διαδέχεται, ἄγων ἔτος τῆς ἡλικίας πέμπτον καὶ εἰκοστὸν, ὁπηνίκα τῆς βασιλείας ἤρχετο, ὡς προλαμβάνειν αὐτοῦ τὴν γένεσιν ἔτεσιν ἐννέα τὴν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν πάροδον· ἀλλὰ γὰρ ἤδη βασιλεύοντι τὰ προκείμενα τῷ Ἄχας προφητεύεται περὶ τῆς δεδηλωμένης τοῦ Χριστοῦ παραδόξου καὶ θαυμασιωτάτης γενέσεως. Τὰ δὲ 179 κατὰ τὴν λέξιν ἕκαστα ὁποῖον ἔχει νοῦν, τοῖς εἰς τοὺς τόπους τοῦ θαυμασίου ἀνδρὸς ἐξηγητικοῖς ἐντυχὼν ὁ φιλομαθὴς εἴσεται. Ψ. Εʹ. Καὶ εἶπεν Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον χάρτου καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφήτην ῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν· καὶ εἶπεν Κύριός μοι, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· δι' ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων. Ἐπὶ τῇ τοῦ μέλλοντος ἀποτελεῖσθαι παραδόξου ἀναγραφῇ τόμον καινοῦ μεγάλου ἀγράφου προστάσσεται λαβεῖν ὁ προφήτης· δι' οὗ δηλοῦσθαι νομίζω τὸ τῆς καινῆς διαθήκης εὐαγγέλιον· ἀλλὰ καὶ μάρτυρας τῷ Κυρίῳ ποιήσασθαι πιστοὺς ἀνθρώπους, ὧν ὁ μὲν ἱερεὺς λέγεται εἶναι, ὁ δ' ἕτερος οἶμαι προφήτης ἦν, μέμνηται γοὖν αὐτοῦ καὶ ἡ τῶν Παραλειπομένων γραφὴ, οὓς καὶ αὐτοὺς ὑπολαμβάνω σύμβολον εἶναι τῶν μεμαρτυρηκότων τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ προφητῶν, καὶ τῶν εἰς τὸν αὐτοῦ τύπον πάλαι καθεστώτων ἱερέων. Μετὰ ταῦτα λέγεται· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, καὶ τὰ ἑξῆς. Σφόδρα δὲ ἀπρεπὲς καὶ τῆς προφη 180 τικῆς σεμνότητός τε καὶ καθαρότητος ἀλλότριον τὸ προχείρως οὕτως οἴεσθαι τὸν προφήτην ἐν αὐτῷ τῷ θεοφορεῖσθαι ἐπὶ μαρτύρων τῶν προδεδηλωμένων κοινωνίας χάριν αἰσχρᾶς προσεληλυθέναι γυναικὶ προφήτιδι καὶ αὐτῇ· ποία δὲ κἂν πιθανότης τολμάτω προσελθεῖν αὐτὸν συνειληφέναι καὶ τετοκέναι αὐτὴν υἱόν· ἀλλὰ γὰρ ἔχεσθαι καὶ ταύτην τὴν προφητείαν ἡγοῦμαι τοῦ νοῦ τῆς προεκτεθείσης, καθ' ἣν εἴρητο, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἐκεῖσε μὲν γὰρ ἐν γαστρὶ λήψεσθαι καὶ τέξεσθαι υἱὸν προυλέγετο ἡ παρθένος· ἐνταῦθα δὲ καὶ ὁ τρόπος καθ' ὃν πέρας εἴληφεν ἡ προφητεία δηλοῦται· ἐν γαστρὶ γὰρ, φησὶν, ἔλαβεν καὶ ἔτεκεν υἱόν. Τίς ἂν οὖν εἴη ὁ φάσκων τὸ, προσῆλθον πρὸς τὴν προφῆτιν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ προφήτῃ, περὶ οὗ λέλεκται τῇ Μαρίᾳ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ προφῆτις οὐκ ἀπεικότως καὶ αὐτὴ ἂν λεχθείη, ἀπὸ γ' οὖν τοῦ ἁγίου Πνεύματος συλλαβοῦσα τέτοκεν τὸν ἐκεῖσε μὲν ἐπικεκλημένον Ἐμμανουὴλ, ἐνταῦθα δὲ ἄλλως προσαγορευόμενον· κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα τοῦ ἀποτεχθέντος παιδίου, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· καὶ γὰρ ὡς ἀληθῶς ἐσκύλευσεν οὗτος καὶ προενόμευσεν ἀπορρήτῳ καὶ θείᾳ δυνάμει τὰς ἀντικειμένας ἀοράτους καὶ πνευματικὰς δυνάμεις, ὥστε εἰπεῖν, ἐγὼ νενίκηκα τὸν κόσμον· ἀφ' ὧν σκῦλα καὶ προνομὴν εἰληφὼς τὰς πάλαι κατατυραννουμένας ὑπ' αὐτῶν ψυχὰς κηρύξαι αἰχμαλώτοις ἄφεσιν, ὁμολογεῖ λαβὼν παρὰ τοῦ Πατρὸς ἔθνη τὴν κληρονομίαν αὐτοῦ· ἃ λέγοιτ' 181 ἂν εὐκόλως σκῦλα· καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων· ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν εὐαγγελικὸν βίον εἰκὸς εἶναι τὴν λεγομένην δύναμιν Δαμασκοῦ, τὰς δ' ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένας, τὰ προσαγορευόμενα σκῦλα Σαμαρείας· ταύτας δὲ τὰς ψυχὰς σκῦλα καὶ προνομὴν παρὰ τῶν νοητῶν εἰληφὸς ὼς πολεμίων, ἐξ ἐναντίας τοῦ νοητοῦ βασιλέως Ἀσσυρίων, τοῦτ' ἔστι τοῦ διαβόλου, καθώπλισέ τε καὶ πολεμεῖν αὐτῷ παρεσκεύασεν. Καὶ ταῦτα δὲ πάρεστιν ἐπ' ἀκριβὲς τῷ βουλομένῳ ἐκ τῶν εἰς τοὺς τόπους ὑπομνηματισθέντων τῷ ἱερῷ ἀνδρὶ διαγνῶναι· εἰ δ' εἰ (sic) ἀπαιτοῖεν ταῦτα σωματικώτερον οἱ ἐκ περιτομῆς, ἀντεξεταστέον αὐτοὺς εἰ δύνανται σωματικῶς αὐτοὶ παραστῆσαι τίνα τρόπον ὁ Ἡσαΐας ἐπὶ τῶν προειρημένων μαρτύρων τῇ προφήτιδι μίξεως σωματικῆς ἕνεκεν προσελήλυθεν· τίς δὲ καὶ ἡ τοιαύτη προφῆτις, καὶ πῶς παραχρῆμα ἐν γαστρὶ ἔλαβεν, καὶ παραυτίκα τέτοκεν, καὶ ποῖον τοῦτο τὸ τεχθὲν παιδίον ὃ προστάσσει τῷ Ἡσαΐᾳ ὁ Κύριος ὀνόματι καλέσαι τῷ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· τίνα δὲ καὶ λόγον ἔχει τὸ τηλί 182 κονδε ὄνομα, ἢ πῶς δυνατόν ἐστι κατὰ τὴν πρόχειρον διάνοιαν παιδίον ὁποῖον δὴ οὖν ἐπινοεῖν σωματικῶς ἀπολήψεσθαι τὴν ὀνομαζομένην δύναμιν Δαμασκοῦ, καὶ τὰ λεγόμενα σκῦλα Σαμαρείας ἐναντίων ον βασιλέως Ἀσσυρίων, καὶ ταῦτα πράττειν πρὶν ἢ γνῶναι αὐτὸ καλεῖν πατέρα ἢ μητέρα· καὶ πρὸς τούτοις εἰ ἀντιλέγοιεν τοῖς ἡμῖν προαποδεδομένοις, δεικνύτωσαν αὐτοὶ πῶς ὁ προσδοκώμενος ὑπ' αὐτῶν Χριστὸς παραγενόμενος λήψεται σωματικῶς τὴν κατὰ τὴν προφητείαν δύναμιν Δαμασκοῦ, καὶ ποῖα σκῦλα Σαμαρείας, ἢ ποίων Ἀσσυρίων ἐναντίον, μηδενὸς ἔτι τούτων ἐνεργοῦντος κατὰ τοὺς ἐνεστῶτας χρόνους. Ψ. ʹ. Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Θεοῦ σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Καὶ τὸ, Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς ἐκ προσώπου τοῦ Σωτῆρος περί τε τῶν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα εἰς αὐτὸν πεπιστευκότων καλῶς ἐν τῇ πρὸς Ἑβραίους ἐξείληπται· ἐπιφέρεται γοὖν ἐνταῦθα τὸ, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν οἴκῳ Ἰσραήλ· καὶ σαφὲς ὅπως κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος παρουσίας σημεῖα καὶ τέρατα εἰ ἐν τῷ οἴκῳ Ἰσραὴλ, οἷα οὐδεπώποτε ἀπετελέσθη. Ψ. Ζʹ. Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ 183 ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης 183 βουλῆς ἄγγελος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγεία αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. Οἶμαι δὴ τὸ λεγόμενον ἐνθάδε παιδίον οὐκ ἄλλο εἶναι τοῦ ἐκ τῆς παρθένου τεχθήσεσθαι ἀνωτέρω προπεφητευμένου, ὃ καὶ μικρῷ πρότερον ἡ προφῆτις ἀποτεκεῖν ἐλέγετο· ἀλλὰ τὸ μὲν ἀνωτέρω ὄνομα αὐτοῦ Ἐμμανουὴλ ἦν, τὸ δὲ μετὰ ταῦτα, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐνταῦθα δὲ ὁ αὐτὸς οὗτος κατὰ μὲν τὴν {2} 2τῶν οʹ ἑρμηνείαν, μεγάλης βουλῆς ἄγγελος χρημα {2} 2τίζει· κατὰ δὲ τὸν Ἀκύλαν καὶ αὐτὸ τὸ Ἑβραϊκὸν τὸ {2} 2ὄνομα αὐτοῦ ἐστιν θαυμαστὸς σύμβουλος, ἰσχυρὸς {2} 2δυνατὸς πατὴρ, ἔτι ἄρχων εἰρήνης· καὶ κατὰ τὸν {2} 2Σύμμαχον δὲ, κληθήσεται τὸ ὄνομα τοῦ παιδίου παραδοξασμὸς βουλευτικὸς ἰσχυρὸς δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. Ἀπαιτητέον τοίνυν τοὺς ἐκ περιτομῆς ποῖον ἂν ἔχοι εν παιδίον ᾧ τὰ τηλικαῦτα ἐφαρμόσαιεν παριστάναι· καθ' ἡμᾶς γὰρ ἐπίνοιαι εἰσὶν αὗται τῆς θείας τοῦ Χριστοῦ δυνάμεως, εἰς ὃν οἱ μὴ πιστεύσαντες θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ ὅτι τὴν ἑαυτῶν ἀποβολὴν ἰδεῖν καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν, ἣν ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσειν εἴρηται· ᾧ παραθήσεις τὸ παρὰ Μωσεῖ οὕτω πῶς λελεγμένον· αὐτοὶ παρεζήλωσάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει 184 ἀσυνέτῳ παροργιῶ αὐτούς. Ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ, οὐδὲ μὴν τοῦ καθ' ἡμᾶς τυγχάνει σκοποῦ, ἑκάστην λέξιν διασαφῆσαι τῆς προφητείας παραστήσεται·̣ σιξ̣ ὅπως εἴρηται τὸ, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν· ᾧ καὶ εἰκὸς ἂν εἴη προσκόψαι τοὺς ἐκ περιτομῆς, διὰ τὸ μὴ σωματικῶς ἐπὶ τὸν θρόνον καὶ τὴν βασιλείαν τοῦ Δαυὶδ κεκαθικέναι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· δι' ὅπερ ἀναπέμψαντες τοὺς φιλομαθεῖς ἐπὶ τὰ εἰς τοὺς τόπους ὑπομνήματα, ἡμεῖς τὸ προτεθὲν διαπερανούμεθα. Ηʹ. Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας ἐμπλήσει αὐτόν· πνεῦμα φόβου Θεοῦ, οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημμένος τὰς πλευρὰς αὐτοῦ. Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον 185 καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιον μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλῦψαι θαλάσσας· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Οὐδ' αὐτοὶ οἱ ἐκ περιτομῆς ἄλλον τινὰ τοῦ Χριστοῦ τὸν ἐνταῦθα προφητευόμενον ὑπειλήφασι, πλὴν ὅσον ἐπὶ ψιλῇ τῇ τῆς προφητείας ἐκδοχῇ σωματικώτερον ἔσεσθαι φανταζόμενοι τὰ κατὰ τὸν τόπον τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐκ ὁμολογοῦσι πίστιν· ἡμεῖς δ' ὅλα τὰ κατὰ τὴν προφητείαν ἄξια εἶναι Θεοῦ πειθόμενοι, περὶ τροπῶν ἀνθρωπείων τῶν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἀπὸ τοῦ βάθους τῆς κακίας εἰς ἡμερότητα μεταβεβληκότων ταῦτα λέγεσθαι πεπιστεύκαμεν· ἔτι καὶ νῦν ὁρῶντες πῶς καὶ τίνα τρόπον ἐν ταῖς κατὰ τὴν οἰκουμένην ἐν ταῖς ἐκκλησίαις μετὰ τὴν παρουσίαν τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ βεβλαστηκότος Ἰησοῦ Χριστοῦ οἱ πολλοὶ τῶν ἀνθρώπων μετεπλάσθησαν, καὶ τὴν φύσιν αὐτὴν ἀπὸ τοῦ θηριώδους μετέβαλον βίου, λύκοι τινὲς ὄντες τὸ πρότερον καὶ πορδάλεις τὸν τοιονδὶ τρόπον λέοντές τε καὶ ὅσα ἄλλα θηρία τε καὶ ἑρπετὰ κατ' ἀναλογίαν τῆς ἐν ἑκάστῳ ποικίλης κακίας τε καὶ πονηρίας ἡ προφητεία καταλέγει· οἱ καὶ μεταθέμενοι 186 καὶ ὡσπερεὶ μεταπλασθέντες εἰς τοσοῦτον ἡμερότητος ἤλασαν, ὡς συμβόσκεσθαι αὐτοὺς τὴν αὐτὴν ἔσθοντας τῶν ἱερῶν τοῦ Θεοῦ λόγων τροφὴν τοῖς ἡμερωτάτοις τὰ ἤθη δικαίοις ἀνδράσι τοῦ Θεοῦ, οὓς διὰ τὴν τοιανδὶ τῆς ψυχῆς ἀκακίαν τιθάσοις καὶ ἡμερωτάτοις ζῴοις, τοῖς τε ἀναγεγραμμένοις ἐνταῦθα παιδίοις ὁ θεῖος ἀπείκασε λόγος. Εἰ δὲ πρὸς ταῦτα τίς δυσπειθῶς ἔχοι, λεγέτω εἰ οἷόν τε ἄλλως κατὰ τὴν πρόχειρον διάνοιαν σώζειν τὴν λέξιν· διὰ τί γὰρ ἢ καὶ πῶς ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται; μὴ τροπολογείτω δὲ μήτε τὴν ῥάβδον, μὴ δὲ τὸ ἐκ ταύτης ἄνθος, ἀλλὰ δεικνύτω πῶς σωματικὴ ῥάβδος ἐξελεύσεσθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγεται, καὶ ποταπὸν ἄνθος ἀναβήσεσθαι ἐξ αὐτῆς· εἰ δὲ καὶ τὸν πάνυ σκληρὸν ταῦτα ἐπὶ διάνοιαν ἀνιέναι βιάζεται, ὅρα εἰ μὴ καλῶς ἡμῖν καὶ τὰ λοιπὰ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ κατὰ διάνοιαν παρίσταται πεπληρωμένα· ἃ καὶ ἀκολούθως τῇ προφητείᾳ γέγονε μετὰ τὸ συνταράξαι Κύριον Σαβαὼθ τοὺς πάλαι ἐνδόξους τοῦ προτέρου λαοῦ· οὓς καὶ ὑψωθέντας τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ὕβρει συντριβήσεσθαι καὶ ταπεινωθήσεσθαι καὶ πεσεῖσθαι προφητεύει· σὺν αὐτοῖς δὲ καὶ τὸν Λίβανον πεσεῖσθαι ὁ λόγος φησίν· οὕτω δὲ ἔθος αὐτῷ τὴν Ἱερουσαλὴμ καὶ τὴν πάλαι πρότερον ἐν αὐτῇ σωματικῶς ἀποτελουμένην λατρείαν ὀνομάζειν· ὡς δῆλόν ἐστιν ἀπὸ τοῦ Ἱεζεκιὴλ, ἔνθα τοῦτον ἀναγέγραπται τὸν τρόπον· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα 187 τῆς κέδρου. Ἐπιλύων γοὖν τὴν παραβολὴν αὐτὸς ὁ προφητικὸς λόγος σαφῶς τὸν Λίβανον τὴν Ἱερουσαλὴμ διδάσκει, λέγων· Υἱὲ ἀνθρώπου, εἶπον δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἶπον, Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς. Πρόδηλον οὖν ὅπως καὶ οὗτος ὁ Λίβανος μετὰ τῶν ὑψηλῶν τῇ ὕβρει περιπέπτωκεν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ γενομένου Σωτῆρος ἡμῶν· ἐφ' ὃν καὶ ἀνεπαύσατο ἡ τελειότης τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ὃς καὶ εἰσαῦθις ἐλεύσεται κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, οὐ κατὰ τὴν δόξαν κρινοῦντος· πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει· ἀλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγχων· ἐτάζων γάρ ἐστι καρδίας καὶ νεφροὺς, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Καὶ ἐπὶ τῇ γενομένῃ μὲν οὖν αὐτοῦ ἤδη πρότερον παρουσίᾳ ἐνεπλήσθη ὡς ἀληθῶς ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, μηδενὸς τὸ πρὶν ὅτι μὴ μόνων τῶν ἐκ περιτομῆς γινωσκόντων αὐτόν· τότε δὲ καὶ μᾶλλον εἰς πέρας ἀχθήσεται ἡ προφητεία, ὅτε τοῦ πληρώματος τῶν ἐθνῶν εἰσελθόντος σὺν τοῖς λοιποῖς ἔθνεσιν καὶ ὁ πᾶς Ἰσραὴλ σωθήσεται, ὁ Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς ἄρχειν ἐθνῶν ὑπὸ τοῦ Θεοῦ κατεστάθη, κατὰ τὸ, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅρα γ' οὖν ὡς οὐδ' ὅλως ἐνταῦθα Ἰσραὴλ ἢ Ἰακὼβ ἢ Ἰούδας ὀνομάζεται, σαφῶς δὲ τὰ ἔθνη ἐπὶ τὸν ἐκ ῥίζης ἀναστησόμενον Ἰεσσαὶ ἐλπιεῖν προφητεύεται, 188 συνᾳδούσης τῆς ἐνταῦθα λέξεως τῇ παρὰ Μωσεῖ φασκούσῃ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία, οὐχὶ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν. Καὶ τίνος δὲ ἄλλου ἡ ἀνάπαυσις ἐν τῇ ἀνωτάτω παρὰ Θεῷ γεγένηται τιμῇ, ἢ τοῦ ἀκούσαντος λέγοντος αὐτῷ τοῦ Πατρὸς, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ψ. Θʹ. Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται μετ'̣ σιξ̣ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ταῦτα προφητεύεται, ὁπηνίκα τοῦ Θεοῦ ὁ Λόγος, διορθωθείσης αὐτῷ μετ' ἐλέους καὶ φιλανθρωπίας τῆς κατὰ πάντων βασιλείας, σὺν ἀληθείᾳ κρίνων καθεσθήσεται ἐν σκηνῇ Δαυίδ· οὕτω δὲ τὴν τῶν ἁγίων καὶ πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς ἐκκλησίαν, καὶ πάντας ἡγοῦμαι τοὺς ὑπὸ τὴν μερίδα τοῦ λόγου τοῦ Θεοῦ γεγενημένους ἁγίους χρηματίζειν. Ψ. Ιʹ. Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Περὶ τῆς ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως ἐκλαμβάνειν τὰ προκείμενα, ὡς δὴ μέλλοντος αὐτοῦ νεφέλῃ τινὶ ὀχεῖσθαι, καὶ τῇ σωματικῇ παρ 189 επιδημεῖν Αἰγύπτῳ, οὔτε πιθανὸν οὔθ' ὅσιον ὑπάρχειν ἡγοῦμαι· δι' ὅπερ ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἐκδεκτέον τὴν προφητείαν, καὶ αὐτὴν ἐναργῶς ἤδη κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν πεπερασμένην, καθ' ἣν ἐπὶ νεφέλης κούφης, τῆς ἐκ Πνεύματος ἁγίου συστάσης αὐτῷ σαρκὸς, εἰς τὸν βίον τοῦτον, Αἴγυπτον τροπικῶς ὀνομαζόμενον, παρελήλυθε, καὶ εἰς αὐτὴν δὲ σωματικῶς τὴν Αἴγυπτον, εἰς ἣν ἔτι παῖς ὢν πρὸς τῆς μητρὸς καὶ τοῦ Ἰωσὴφ διεκομίσθη· τηνικαῦτα δὲ κατά τινας ἀπορρήτους λόγους ἐσείσθησαν καὶ ἐκινήθησαν ὑποταραχθέντες αὐτοῦ τῇ παρουσίᾳ οἱ ἐν τοῖς πανταχόσε χειροποιητοῖς ξοάνοις ἐνοικοῦντές τε καὶ ἐνεργοῦντες τὸ πρότερον δαίμονες· ὅπερ δηλοῦται διὰ τῆς λεγούσης προφητείας, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Ταῦτα δὲ καὶ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἀπ' οὐρανῶν βασιλείαν πληρωθήσεται, καθ' ἣν καὶ αὐτὴν σεισθήσεσθαι εἰκὸς ἂν εἴη· καὶ τότε μᾶλλον κλονηθήσεσθαι τὰ ἀποδεδομένα χειροποιητὰ Αἰγύπτου, ὧν καὶ τὴν καρδίαν ἡττηθήσεσθαι φασὶν, ἐν αὐτοῖς τοῦ θείου Λόγου καθυποτάξαντος ἑαυτῷ καὶ ταπεινώσοντος τότε πᾶν ὕψωμα τὸ νῦν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· τὰ δ' ἑξῆς τῆς προφητείας ἅπαντα διὰ μόνης ἀποδοθήσεται τροπολογίας. Ψ. ΙΑʹ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ 190 Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτούς· καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ποιήσουσιν θυσίας καὶ δῶρον· καὶ εὔξονται εὐχὰς τῷ Θεῷ. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀποσταλεὶς ὑπὸ Κυρίου ἄνθρωπος, καὶ σώσας τοὺς Αἰγυπτίους διὰ τοῦ κρίνειν, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Αἰγύπτου δὲ τροπικῶς νοουμένου τοῦ τῶν ἀνθρώπων βίου, εἶεν ἂν οἱ δεισιδαίμονες καὶ τοῖς ὑλικοῖς προπεπονθότες Αἰγύπτιοι, οὓς ὁ τῶν ὅλων Θεὸς κατελεήσας θλιβομένους ὑπὸ τῶν κατατυραννούντων αὐτοὺς δαιμόνων, ἀποστείλας τὸν προειρημένον ἄνθρωπον, ὃς ἔσωσεν σωτηρίαν Θεῷ πρέπουσαν, ὥστε τοὺς πάλαι κατὰ τὸν νόμον εἰργομένους τῆς ἐκκλησίας Κυρίου διὰ τῆς γενομένης αὐτοῖς ἐπιφανίας ἐπιγνῶναι τὸν Κύριον, αὐτοῦ τοῦ Κυρίου γνωστὸν αὑτὸν αὐτοῖς ἐμποιοῦντος· σαφὲς δ' ὅπως ἐν τῇ δηλωθείσῃ τῇ τῶν Αἰγυπτίων χώρᾳ συνέστη τῷ Κυρίῳ θυσιαστήριον ἀπὸ τῶν ἐν παντὶ τόπῳ εἰς εὐχὰς καὶ Θεοῦ θρησκείαν ἐπιτελουμένων ἀθροισμάτων. Εἴποι δ' ἄν τις ἐπιβαίνων τῇ λέξει εἰς τὸ, καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων, εἰ δὴ τὸ θυσιαστήριον τόπος τίς ἐστιν θυμάτων, ἐπὶ λόγῳ Θεοῦ ζῴων ἀλόγων σφαγιαζομένων, δικαιότατα ἂν μεῖζον καὶ ἀληθέστερον διὰ Χριστοῦ γεγονέναι τῷ Θεῷ θυσιαστήριον ἐν ὅλῳ τε τῷ περιγείῳ τόπῳ, Αἰγύπτῳ τροπικῶς χρηματίζοντι, διὰ τοὺς πανταχόσε μάρτυρας θύματα καὶ οἱονεὶ 191 σφάγια ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀναφερομένων τῷ Θεῷ καὶ ἐν αὐτῇ δὲ τῇ σωματικῇ τῶν Αἰγυπτίων χώρᾳ, ἔνθα τοσοῦτοι καὶ τηλικοῦτοι μάρτυρες ἐδόξασαν τὸν Θεὸν τῷ ἰδίῳ αὐτῶν αἵματι· ἀλλ' εἰ δυσπειθῶς ἔχοιεν πρὸς τὰ ἀποδεδομένα οἱ ἐκ περιτομῆς, λεγέτωσαν αὐτοὶ πότε καὶ ποῦ καὶ πρὸς τίνος θυσιαστήριον κατέστη τῷ Κυρίῳ ἐν Αἰγύπτῳ, τίς δὲ ὁ ἄνθρωπος ὁ σώσας τοὺς Αἰγυπτίους, τίνα τε τρόπον καὶ πότε γνωστὸς ἐγένετο Κύριος τοῖς Αἰγυπτίοις, ὥστε αὐτοὺς ἀποστάντας τῆς προτέρας πλάνης τὴν περὶ αὐτοῦ γνῶσιν ἀναλαβεῖν· τοιοῦτον γάρ ἐστι τὸ ἐπιγνῶναι Κύριον. Καὶ ὅλα δὲ τὰ ἑξῆς τῆς προφητείας βαθυτέρας ἤρτηται διανοίας, ἣν οὐχ ὁ παρὼν ἀναπτύσσειν καιρός. Ψ. ΙΒʹ. Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν· καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Ἐπιγραφή τις ἐν Ψαλμοῖς ὑπὲρ τοῦ ἀγαπητοῦ φέρεται· καὶ πάλιν εἴρηται, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· δείκνυται δ' ἐν τοῖς τόποις οὐκ ἄλλος ὢν τοῦ Χριστοῦ λεγόμενος ἀγαπητὸς τοῦ Θεοῦ. Τούτου χάριν ἐπεσημηνάμεθα καὶ τὸν ἐν χερσὶν ἀγαπητόν· αὐτὸν ἐκεῖνον ὑπολαμβάνοντες εἶναι, ὃν καὶ ἐξ οὐρανοῦ φωνὴ σαφῶς ἀνεκήρυξε φήσασα, Οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. 192 Ψ. ΙΓʹ. Ἀκούσατε λόγων Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἱερουσαλήμ· Ὅτι εἴπατε, Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Ἅιδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· διὰ τοῦτο οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ· καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ πῶς οὐκ ἀληθῶς ἠλίθιος καὶ κομιδῇ καταγέλαστος ἡ τῶν σωματικῶς καραδοκούντων λίθον τινὰ τούτων δὴ τῶν πολυτελῶν καὶ πολυτίμων εἶναι νομιζομένων εἰς τὰ θεμέλια τῆς σωματικῆς Σιὼν ἐμβληθήσεσθαι πρὸς αὐτοῦ τοῦ Κυρίου ὑπόληψις, ἐφ' ὃν λίθον ὁ πιστεύσας οὐδαμῶς καταισχυνθήσεσθαι προφητεύεται· τὰς μωρὰς τοιγαροῦν καὶ Ἰουδαϊκὰς διηγήσεις, τούς τε γραώδεις οὓς ὠνόμασεν ὁ ἀπόστολος μύθους ἀποσεισάμενοι, Θεοῦ ἀξίως τὰς θεοπνεύστους παραδεχώμεθα προφητείας· φησὶν οὖν διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον. Διὰ ποῖον δὲ τοῦτο, ἢ διὰ τὸ τοὺς ἄρχοντας τοῦ προτέρου λαοῦ πεποιηκέναι συνθήκας μετὰ τοῦ θανάτου, καὶ διὰ τὸ καταλεῖψαι μὲν αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην, ἀντὶ δὲ ταύτης διαθήκην πρὸς τὸν Αἵδην πεποιηκέναι, ὑπολαμβάνειν δὲ διὰ ταῦτα μηδὲν κακὸν ἑαυτοὺς πείσεσθαι· ἀλλὰ καὶ διὰ τοῦτο τεθεικέναι 193 μὲν ἐπὶ ψεῦδος τὴν ἐλπίδα αὐτῶν καὶ οἴεσθαι τῷ ψεύδει σκεπασθήσεσθαι· διὰ γάρ τοι ταῦτα, ὡς ἂν ἀποπεπτωκότων ἐκείνων ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, τὸν πολυτίμητον λίθον τοῖς πιστεύουσιν ἐπαγγέλλεται θήσειν. Πρὸς ἐκείνους δὲ τοὺς εἰρηκότας, ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Αἵδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ὑποκαταβὰς ὁ λόγος φησὶν, οἱ πεποιθότες μάτην ψευδεῖ οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ καὶ ἀφελῇ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν Αἵδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ ἔσεσθε αὐτῇ εἰς καταπάτημα· ἃ καὶ πρόδηλον ὅπως ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν εἰς ἐκεῖνον πεπλήρωται τὸν λαόν. Ἀκολούθως ἄρα ἡμεῖς οὐκ ἄλλον ἡγούμεθα εἶναι τὸν δηλούμενον ἐνταῦθα λίθον ἐκλεκτὸν θαυμαστὸν τινὰ ὄντα καὶ παράδοξον, ὡς τοὺς πιστεύσαντας εἰς αὐτὸν μὴ καταισχυνθήσεσθαι τοῦ ἱεροῦ τοῦ Θεοῦ Λόγου, ἐφ' ὃν ὡς ἐπὶ θεμέλιον ἑδραῖον ἡ πνευματικὴ καὶ ἐπουράνιος Σιὼν ᾠκοδόμηται, οὐκ ἄλλη τις οὖσα τῆς τοῦ Θεοῦ ἐκκλησίας· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· περὶ τούτου δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ ἀκρογωνιαῖος ὠνόμασται· τοῦτον δὲ καὶ Δανιὴλ τὸν λίθον ἑρμηνεύει ἐπὶ τὴν τοῦ Χριστοῦ βασιλείαν, ἔνθα λέγει, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξεν ἢ καὶ ἐπλήρωσε πᾶσαν τὴν 194 γῆν. Οἱ μὲν οὖν οἰκοδομοῦντες τὴν κατὰ τὸ γράμμα τοῦ νόμου οἰκοδομὴν, τοῦτον ἀπεδοκίμασαν τὸν λίθον· αὐτὸς δὲ οὐδὲν ἧττον ὑπ' ἐκείνων ἀποδοκιμασθεὶς, κεφαλὴ γωνίας τῆς τῶν ἐξ ἐθνῶν ἐκκλησίας ἀναδέδεικται κατὰ τὸ εἰρημένον ποῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Ἐπὶ τοῦτον τοιγαροῦν τὸν λίθον ὁ πιστεύων οὐ καταισχυνθήσεται, ἐπαληθευούσης καὶ ταύτης τῆς περὶ αὐτοῦ προφητείας. Ψ. ΙΔʹ. Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. Καὶ τί ἂν εἴη τὸ λεγόμενον ὄνομα Κυρίου ἢ ὁ Θεὸς Λόγος, δι' οὗ τὰ σύμπαντα γεγένηται; Τὰ περὶ τῆς δευτέρας τοίνυν καὶ ἐνδόξου αὐτοῦ παρουσίας νομίζω καὶ ταύτην αἰνίττεσθαι τὴν προφητείαν. Ψ. ΙΕʹ. Τάδε λέγει Κύριος· Μακάριος, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Ὁ Χριστὸς τοῦ Θεοῦ ὁ εἰπὼν, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, καὶ διὰ τούτων δηλοῦται· εἶεν δ' ἂν οἱ ὑπ' αὐτὸν ἄρχοντες, ἤτοι ἀπόστολοι, καὶ οἱ μετὰ Θεοῦ κρίσεως τῶν ἐκκλησιῶν ἄρχοντες ἢ ἄγγελοι θεῖοι, τῆς τῶν ἀνθρώπων ἔφοροι σωτηρίας· διὰ τοῦτον δὲ τὸν βασιλεύοντα τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερου 195 σαλήμ· ἃ καὶ ἀξίως τοῦ ἀποστολικοῦ πνεύματος ἐκλημπτέον, διδάσκοντος ἡμᾶς τὰ περὶ τῆς ἄνω Ἱερουσαλὴμ, καὶ τοῦ Σιὼν ἐπουρανίου ὄρους. Ψ. Ι ʹ. Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὑδάτων ἔσται. Ἐπὶ τῇ τοῦ Θεοῦ παρουσίᾳ τὰς παραδόξους ἰάσεις ἔσεσθαι προαγορεύει. Σαφῶς οὖν καὶ ἐνθάδε τῇ τοῦ Θεοῦ προσηγορίᾳ ὁ Χριστὸς τοῦ Θεοῦ τετίμηται· οὗ ἐπὶ τῇ παρουσίᾳ καὶ σωματικῶς μὲν αἱ προειρημέναι θεραπεῖαι ἐπὶ τῶν πασχόντων ἀπετελέσθησαν, θαυμασιώτερον δ' ἔτι καὶ νῦν ἐνεργοῦνται διὰ τῆς εἰς αὐτὸν πίστεως, παντὸς ἁπαξάπλως τοῦ τῶν ἀνθρώπων γένους τῶν κατὰ ψυχὴν παθῶν ἀπαλλαττομένου. Ἐρράγη δὲ ἐν τῇ ἐρήμῳ ὕδωρ ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ καὶ φάραγξ ἐν γῇ διψώσῃ, τοῦ ποτίμου καὶ ζωτικοῦ λόγου ἀναβλύσαντος ἐν τῇ πάλαι ἐρήμῳ καὶ 196 διψώσῃ γῇ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐν ᾗ πρότερον οὔσῃ ἀνύδρῳ καὶ διψαλέᾳ ἀθρόως πηγὴ τοῦ τῶν Ἰησοῦ λόγων ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον ἀνώμβρησεν· ὑφ' ἧς πηγῆς ποτιζομένη ἀνθήσειν ὡς κρίνον λέγεται ἡ ποτὲ ἔρημος, εὐφραίνεσθαί τε καὶ ἀγαλλιᾶν προστάττεται· καὶ ἡ αἰτία δὲ τῆς εὐφροσύνης καὶ τῆς ἀγαλλιάσεως ἐπιλέγεται, ἐπείπερ φησὶν ἐδόθη αὐτῇ ἡ δόξα τοῦ Λιβάνου, τοῦτ' ἔστι τῆς Ἱερουσαλήμ· περὶ ἧς ἐν ταῖς ἀνωτέραις προφητείαις ἐλέγετο, ὡς ὅτι καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται· οὗ πεσόντος ἡ πρότερον ὑπάρχουσα ἐν αὐτῷ δόξα τῇ νῦν εὐαγγελιζομένῃ ἐρήμῳ, τοῦτ' ἔστιν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐδόθη σὺν τῇ τιμῇ τῇ προτέρᾳ τοῦ λεγομένου Καρμήλου, δῆλον δ' ὅτι τοῦ προτέρου λαοῦ. Ταῦτα δὲ σαφῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἔργοις τέλος εἴληφεν ἀκολούθως τῇ τε μετὰ χεῖρας προφητείᾳ, καὶ τῇ φασκούσῃ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν φωνῇ, ὡς ἄρα ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ψ. ΙΖʹ. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Ὁ τοῦ Σωτῆρος ἡμῶν πρόδρομος Ἰωάννης τοῖς ἐπερωτῶσιν αὐτὸν ὅστις εἴη, φησίν, ἐγὼ φωνὴ βοῶντος ἐν 197 τῇ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Τούτου δὴ οὖν χάριν ἐξεθέμεθα τὸ κεφάλαιον ἐν τοῖς περὶ Χριστοῦ μαρτυρίοις, σύμβολον εἶναι νομίζοντες Ἰωάννην τοῦ ἀποστολικοῦ κηρύγματος· τοιαύτη γάρ τοί ἐστιν ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνὴ, ἄσημός τις οὖσα, καὶ ἀδιάρθρωτος τοῖς ἄρτι στοιχειουμένοις· ἐν τῇ πάλαι δὲ ἐρήμῳ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἡ τοιαύτη γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· ἅπερ ἐπὶ σχολῆς ᾧ μέλει τῆς τούτων γνώσεως ἐρευνήσας εἴσεται. Ψ. ΙΗʹ. Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ Θεὸς ὑμῶν, Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται· καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ· καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Καὶ ταῦτα νομίζομεν περὶ τῆς τοῦ Λόγου τοῦ Θεοῦ παρουσίας λέγεσθαι, καὶ τάχα γε μᾶλλον περὶ τῆς δευτέρας, καθ' ἣν οἷα δὴ δίκαιος κριτὴς ἥξειν προφητεύεται τὸν μισθὸν ἔχων τῶν κατ' ἀξίαν ἑκάστῳ πεπραγμένων ἀπονεμητικόν· τὰ μέντοι γε λοιπὰ οὐκ ἔτι νῦν καιρὸς ἀπαιτεῖ διηγεῖσθαι· ὅθεν ἐφ' ἑτέραν τραπησόμεθα περικοπήν. 198 Ψ. ΙΘʹ. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῆς δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡσεὶ φρύγανα ἐξωσμένα τὰ τόξα {2} 2αὐτῶν· καὶ διώξεται αὐτούς· διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ· οὐχ ἥξει· τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξεπλάγησαν· ἤγγισαν, ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι· καὶ ἐρεῖ, Ἴσχυσεν ἀνὴρ τέκτων· καὶ ἀνὴρ χαλκεὺς τύπτων σφύραν ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσεται. Δικαιοσύνη ἀπὸ ἀνατολῶν ἐξεγειρομένη τίς ἂν εἴη κατὰ περιγραφὴν οὐσίας, ἰδίαν ὑπόστασιν ἔχουσα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, περὶ οὗ φησὶν ὁ ἀπόστολος, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; Τοῦτον δὲ ἐκ τῶν πατρικῶν κόλπων, παντὸς νοητοῦ φωτὸς ἀνατολῶν ὑπαρχόντων, ἡ κατὰ τὴν ἐνανθρώπησιν ἐξήγειρεν οἰκονομία, ἢ καὶ αὐτὸς ὁ Πατὴρ, ὁ δοὺς αὐτὸν ἐναντίον τῶν ἐθνῶν· ἵν' οἱ μὲν πρότεροι βασιλεῖς αὐτῶν ἀόρατοι, δυνάμεις οὖσαι πονηραὶ, ἐξιστῶσιν ἀπὸ τοῦ παραδόξου τῆς οἰκονομίας, ὁρῶσαι τὸν τηλικοῦτον υἱὸν τοῦ Θεοῦ μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος· καὶ ἵνα μετὰ τοιάνδε ἔκστασιν δοθῶσιν εἰς γῆν αἱ 199 ῥομφαῖαι αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, πρὸς τὸ μὴ κατέχειν αὐτοὺς ὅπλα πολεμικὰ καὶ πεπυρωμένα βέλη, δι' ὧν πρότερον κατεπολέμουν τὰς ὑποχειρίους αὐτοῖς ψυχάς. Μετὰ ταῦτα φησὶν, καὶ διώξεται αὐτούς· ἵν' οὕτως κατὰ τὸ πάντων τέλος ἐκδιωχθέντων αὐτῶν, διέλθῃ ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς δὲ ἐνήργησε, φησὶν, καὶ ἐποίησε ταῦτα; Προσυπακούομεν δὲ ὅτι ἡ χρηστότης καὶ φιλανθρωπία τοῦ τῶν ὅλων Θεοῦ τοῦ καλοῦντος αὐτὴν, δῆλον δ' ὅτι τὴν δικαιοσύνην, οὐκ ἄλλην οὖσαν τῆς σοφίας αὐτοῦ, ἣν καὶ θεασάμενα ἐφοβήθη τὸν Θεὸν τὸν ἐν ἀφοβίᾳ Θεοῦ πρότερον τυγχάνοντα ἔθνη· ἃ καὶ ἐξ ἄκρων καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κληθέντα ἤγγισεν τῷ Θεῷ· οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς γενόμενοι τῆς βασιλείας τῶν οὐρανῶν· διὸ καὶ ἐξεπλάγησαν ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, διδάσκοντές τε ἀλλήλους, καὶ ἀδελφὸς ἀδελφῷ βοηθῶν, τὴν προτέραν ἐξομολογοῦνται περὶ τὰ εἴδωλα πλάνην, αὐτὰ δὴ ταῦτα λέγοντες· τέκτων ἄρα ἦν καὶ χαλκεὺς, ὁ διὰ σφύρας καὶ ἥλων καὶ μηχανῆς ἀνθρωπίνης ἀνεγείρας καὶ ἐνισχύσας τοὺς πρότερον νομιζομένους ἡμῖν θεούς· οἱ δὲ οὐδὲν ἄρα ἦσαν ἢ ἄψυχα ξόανα, οὐδεμίαν ἐξ ἑαυτῶν κίνησιν ἐπιδεχόμενα, καὶ ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλημα. Ὅτι δὲ ταῦθ' οὕτως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἀπετελέσθη παρουσίᾳ μᾶλλον τῶν λόγων ἡ δι' ἔργων παρίστησιν μαρτυρία. 200 Ψ. Κʹ. Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει· ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Ὅτι μὴ περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ προφητεύεται τὰ ἀπὸ τοῦ Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, σαφὲς ἔσται τοῖς ἐθέλουσιν ἑκάστην λέξιν τῶν προκειμένων ἐξετάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὸ Ἑβραϊκὸν ἀκριβείας τοῦτο δῆλόν ἐστιν· οὔτ' οὖν τὸ Ἰακὼβ ὄνομα, οὔτε τὸ Ἰσραὴλ ἐν αὐτῷ ἐμφέρεται, ὅθεν καὶ ὠβέλισται παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν οʹ, καθ' ὅτι γε οὐκ ἄλλος τῶν δικαίων πλὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ μὴν αὐτὸς ὁ τοῦ Ἰσαὰκ ἢ Ἰακὼβ καὶἸσραὴλ προσαγορευθεὶς τοιοῦτος τίς ἦν ὡς ἐφαρμό 201 ζειν αὐτῷ δύνασθαι τὰ προκείμενα, οὐδένα οἶμαι ἀμφιβάλλειν· ἵνα γὰρ καὶ ἑτέροις ἁρμόσοι τίς τὸ, ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν, τί δ' ἂν εἴποι εἰς τὸ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ εἰς τὰ ἑξῆς, καὶ μάλιστα τὸ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν; Πῶς δὲ κἂν πιθανὸν εἴη ἤτοι τῶν Ἰουδαίων λαῷ, ἢ καὶ αὐτῷ τῷ τοῦ Ἰσαὰκ Ἰακὼβ, ἢ καὶ ἑτέρῳ τινὶ τῶν δικαίων ἐφαρμόζειν τὸ, ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει; Ἀλλὰ ταῦτα ἡμῖν ὡς πρὸς τοὺς ἐκ περιτομῆς ἐπηπορήσθω· σαφῶς γε μὴν ἡμᾶς τὸ εὐαγγέλιον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδάσκει καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν, ὅτε ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον κατ' αὐτοῦ ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· τούτοις γὰρ ἐπιφέρεται ἐν τῷ εὐαγγελίῳ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτὸν, καὶ τὰ ἑξῆς, ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλεκται. Αὐτὸς δ' ἂν οὖν εἴη ἂν ὁ καὶ Ἰακὼβ χρηματίσας, παῖς ὢν μονογενὴς τοῦ Θεοῦ· ὡς ἑτέρωθι λέλεκται, Μέγα σοι ἐστὶν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Οὗτος δὴ τοίνυν παρὰ τοῦ Πατρὸς ἀκούσας μετὰ τῶν ἄλλων καὶ τὸ, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, 202 κρίσιν ἐξήγαγε τοῖς ἔθνεσιν, ὥστε κεκριμένῳ λογισμῷ κατὰ τὸ ἱερὸν εὐαγγέλιον αὐτὰ πολιτεύεσθαι· σαφὲς δ' ὅπως ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη ἤλπικεν, καὶ ὅπως αὐτῷ εἰς φῶς ἐθνῶν ἀναδέδεικται, ὥστε διὰ τοῦ φωτὸς τοῦ λόγου αὐτοῦ διανυγῆναι οιγῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς τῶν πάλαι τούτοις πεπληρωμένων· ἀλλὰ καὶ ἐξήγαγεν ἐκ δεσμῶν τοὺς πρότερον σειραῖς τῶν ἰδίων ἁμαρτιῶν κατεσφιγμένους, ἐξ οἴκου τε τῆς τοῦ διαβόλου φυλακῆς τοὺς διὰ τὴν περὶ τὸν τῶν ὅλων Θεὸν ἄγνοιαν ἐν σκότει καθημένους. Πρόκειται δὲ τῷ φιλομαθεῖ ἑκάστην ἐξετάζειν τῆς προφητείας λέξιν, καὶ ἀναλόγως τοῖς ὑφ' ἡμῶν εἰρημένοις ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ τὰ ὑποπίπτοντα μεταφέρειν. Ψ. ΚΑʹ. Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Καὶ τίς ἂν εἴη ὁ παῖς ὃν ἐξελέξατο Κύριος ὁ Θεὸς, ὃν καὶ ἑαυτῷ συνκαταλέγει μάρτυρα γενησόμενον τῶν αὐτῷ μαρτυρούντων, ἢ οὗτος περὶ οὗ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐλέγετο, Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ, καὶ τὰ ἑξῆς; ἅ τινα σαφῶς ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἀπεδείκνυτο προπεφητευμένα. Ψ. ΚΒʹ. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βα 203 σιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ δώρων, οὐδὲ μετὰ λύτρων, εἶπεν Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος Σαβαὼθ, Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι χειροπέδαις, καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσίν σε, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστιν Θεὸς πλήν σου· σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ· αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Χριστὸν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν τοῦ εἶναι αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τὸ ἅγιον αὐτοῦ βασιλεύοντα· καὶ ἐπὶ τοῦτό γε αὐτὸν ἤγειρεν, ἐπειδὴ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ, φησὶν, γεγόνασιν εὐθεῖαι, μηδὲν ἔχουσαι σκολιὸν μὴ δὲ στραγγαλιῶδες· ἁμαρτίαν γάρ τοι οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Οὗτος δὲ καὶ τὴν πόλιν ᾠκοδόμησεν τοῦ Θεοῦ, τήν τε ἐπὶ γῆς ἁγίαν ἐκκλησίαν αὐτοῦ καὶ τὴν ἐπουράνιον Ἱερουσαλήμ· ἐπιστρέψας τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, τὴν γενομένην ποτὲ ὑπὸ τὸν νοητὸν Ναβουχοδονόσορ, καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις πονηράς· καὶ δὴ τὴν προειρημένην αἰχμαλωσίαν ὑπέστρεψεν, οὐ λύτρα δοὺς τοῖς αἰχμαλωτεύσασι, οὐδὲ μὴν δώροις αὐτοὺς πείσας, στρατεύσας δὲ κατ' αὐτῶν καὶ δι' ἀγῶνος αὐτοὺς χειρωσάμενος, ὥστε ἐπὶ τῷ κατορθώματι λαμπρυνάμενον φάναι, Ἐγὼ νενίκηκα τὸν κόσμον. Μαρτυρεῖ 204 τούτοις τὰ πλήθη τῶν ἀπὸ τῆς προτέρας πλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθῆ Θεὸν δι' αὐτοῦ παλινδρομησάντων, ἢ λεγέτωσαν οἱ ἐκ περιτομῆς ἐπὶ τίνα δ' ἂν ἁρμόζοιεν τῆς μετὰ χεῖρας προφητείας σαφῶς Θεὸν ὁμολογούσης τὸν προφητευόμενον· οἱ δὲ γὰρ, φησὶ, καὶ οἵδε σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεὸς ἐστὶν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Σαφῶς γάρ τοι ἐνταῦθα ᾧ λέγετο τὸ, ὅτι ὁ Θεὸς ἐν σοί ἐστιν, τούτῳ προσφωνῶν φησὶν ὁ λόγος τὸ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν· ἃ καὶ ἐξακούεται ὡς ἂν ἐκ προσώπου λεγόμενα τῶν ἐπεγνωκότων ἐνανθρωπήσαντα τὸν Χριστὸν τοῦ Θεοῦ· ἐν ᾧ ἐτύγχανεν οἰκῶν Θεὸς ὁ Πατὴρ, κατὰ τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· δι' ὃ καὶ μόνῳ ἂν αὐτῷ ἁρμόσοι τὸ, οὐκ ἔστιν Θεὸς πλὴν σοῦ, ὡς ἂν μόνης τῆς τοῦ Λόγου θεότητος ἡνωμένης καὶ ἀνακεκραμένης τῇ πατρικῇ βασιλείᾳ, καὶ διὰ τοῦτο μιᾶς τῆς ἀμφοτέρων ἐπινοουμένης δόξης τε καὶ ἀρχῆς· ἐν δὲ τῷ, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, δηλοῦσθαι νομίζω περὶ νοητῶν τινῶν ἀντικειμένων δυνάμεων ἀγῶνα πρὸς τὸν Χριστὸν ἀραμένων, καὶ ὑποχειρίων αὐτῷ γεγενημένων, ἢ καὶ ψυχῶν τοιωνδὶ κατ' ἀρχὰς μὲν ἀντιτεινουσῶν τῷ Λόγῳ, ὕστερον δέ ποτε τὴν ὑπ' αὐτὸν δουλείαν ἀναδεδεγμένων ἐπὶ τῇ ἑαυτῶν εὐεργεσίᾳ. Περὶ τούτων γέ τοι λέγεσθαι νομίζω καὶ τὸ, 205 ἔσονταί σοι δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται· τὸ δὲ, αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ, προφητεύεται περὶ τῶν μὴ μετανοησάντων, διαμεινάντων δὲ ἐχθρῶν καὶ πολεμίων, καὶ μηδαμῶς ἆραι ἐφ' ἑαυτοὺς τὸν τοῦ λόγου τοῦ Χριστοῦ ζυγὸν βεβουλημένων. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν τοῦ Χριστοῦ σαφήνειαν· ἁρμόζοι δ' ἂν παρατιθέναι τὴν περικοπὴν οὐ μόνον τοῖς ἐκ περιτομῆς, ἀλλὰ καὶ τοῖς ψιλὸν ἄνθρωπον ὑπειληφόσι γεγονέναι τὸν Σωτῆρα, Ἐβιωναίοις, ἢ τοῖς κατὰ Ἀρτέμωνα, καὶ τὸν Σαμωσατέα Παῦλον. Σαφῶς γὰρ καὶ διὰ τούτων ἡ θεότης τοῦ Χριστοῦ τοῖς περὶ αὐτοῦ δυσπειθῶς ἔχουσιν ἀποδείκνυται. Ψ. ΚΓʹ. Ἄκουέ μου Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώεἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστρέωσεν τὸν οὐρανόν· καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἐκάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς δ' ἂν ἄλλος εἴη Κύριος ὁ 206 ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, καὶ στερεώσας τὴν γῆν, ὁ λέγων ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἐπιφέρων ἐν τοῖς ἑξῆς, κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὴν θείαν γραφὴν, τὸ, καὶ νῦν Κύριος ὁ Θεὸς ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὐτοῦ, ἢ ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, ὁ μετὰ τὴν ἀγένητον ἀρχὴν τῶν γενητῶν ἁπάντων πρῶτος Θεὸς ὀνομαζόμενος, περὶ οὗ καὶ ἀλλαχόσε γέγραπται, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· αὐτὸς γάρ ἐστιν ὁ δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· ὃν καὶ ἀπέστειλε Κύριος ὁ Θεὸς ὁ Πατὴρ, σὺν αὐτῷ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οἰκονομήσοντα τὰ ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας; Εἴη δ' ἂν ἁρμόζον ὡς πρὸς Ἰουδαίους τὸ ῥητὸν, διδάσκον ἕτερον εἶναι Κύριον τὸν δημιουργήσαντα τὰ πάντα παρὰ τὸν τῶν ὅλων Θεὸν, ὑφ' οὗ ἀπεστάλθαι ὁμολογεῖ, λέγων, καὶ νῦν Κύριος ἀπέσταλκέ με· αὐτὸς δ' ἂν εἴη ᾧ προστάττων ἐν τῇ κοσμοποιΐᾳ φησὶν ὁ Πατὴρ τὸ, γενηθήτω φῶς, καὶ γενηθήτω τάδε καὶ τάδε· καὶ τὸ, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· ταύτην ῃ γὰρ καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται τὸ, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Πρόδηλον γὰρ ὡς ὁ ἐντελλόμενός τι καὶ λέγων ἑτέρῳ παρ' ἑαυτὸν ἐντελλεταί τε καὶ προστάττει. Ἑκάστην μέντοι γε λέξιν τῆς περικοπῆς ἐξετάζειν οὐ τῆς παρούσης ἐστὶν πραγματείας. 207 Ψ. ΚΔʹ. Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσα τὸ ὄνομά μου· καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι· καὶ ἐγὼ εἶπα, Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ· καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου· καὶ νῦν οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς· καὶ εἶπεν· Μέγα σοι ἐστὶν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς 208 ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτοὺς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται, καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· πρὸς δὲ τῷ μὴ ἁρμόζειν αὐτοῖς τὰς λέξεις σαφῶς ἀποδείκνυται καὶ ἀπὸ τῶν ἑξῆς, ὅτι δὴ περὶ ἑτέρου Ἰσραὴλ τὰ λεγόμενα προφητεύεται· γέγραπται γὰρ, καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ πρὸς αὐτόν· καὶ πάλιν εἶπέν μοι· μέγα σοι ἐστὶν τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Ἀλλὰ καὶ τὸ, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς, παράδοξόν τινα καὶ θαυμαστὸν ὑποφαίνει τὸν περὶ οὗ ὁ λόγος· τίς δ' ἂν οὗτος εἴη ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ ἤδη πρότερον ἐν τοῖς ἀνωτέρω Ἰακὼβ χρηματίσας καὶ Ἰσραὴλ διὰ τοῦ, Ἰακὼβ ὁπαῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου; Οὗτος γάρ ἐστιν ὁ μόνος κατ' ἀλήθειαν ὁρῶν Θεὸν τὸν Πατέρα, Ἰσραὴλ μὲν ὀνομαζόμενος, ὅπερ ἑρμηνεύεται ὁρῶν τὸν Θεὸν, κατ' ἐπίνοιαν αὐτοῦ τῆς θεότητος· Ἰακὼβ δὲ, ὅπερ ἐστὶ πτερνιστὴς, καθ' ὃ ἐνανθρωπήσας κατηγωνίσατο πάσας τὰς ἀντικειμένας δυνάμεις. Ὅρα δὲ εἰ μὴ 209 συνᾴδουσιν ἀλλήλαις αἱ περικοπαὶ, ἥ τε μετὰ χεῖρας, καὶ ἐν ᾗ ἐλέγετο τὸ, Ἰακὼβ ὁ παῖς μου, εἰς τὸν Χριστὸν ἀναφερόμενον· ὡς γάρ τοι ἐκεῖ τὸ Ἰακὼβ ὁ παῖς μου εἴρηται, οὕτως ἐνθάδε τὸ μέγα σοι ἐστὶ τοῦ κληθῆναί σε παῖδά μου· καὶ ὡς ἐκεῖ τὸ, Ἰσραὴλ ὁ ἐκλεκτός μου λέλεκται, οὕτως ἐνθάδε τὸ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ καὶ ἐξελεξάμην σε. Πάλιν τε αὖ ἐκεῖ μὲν εἴρηται, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· ἐν δὲ τῇ μετὰ χεῖρας, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε. Ὅτι μὲν οὖν οὐδενὶ ἄλλῳ ἢ μόνῳ τῷ Σωτῆρι ἡμῶν ἁρμόζει τὰ ἐν ταῖς προκειμέναις προφητείαις, δῆλον ἔσται τοῖς ἐπιστήσασιν τῷ πλήθει τῶν εἰς αὐτὸν καὶ δι' αὐτοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἠλπικότων ἐθνῶν, οἷς ὑπὸ τοῦ Πατρὸς ἐτέθη εἰς φῶς· φησὶν δὲ, τοῦ καταστῆσαι τὴν γῆν, τοῦτ' ἔστιν τὴν ἐν θορύβοις καὶ ἀκαταστασίαις πάλαι τυγχάνουσαν ψυχὴν εἰς τὴν κατὰ φύσιν εὐστάθειαν καὶ καταστολὴν ἀγαγεῖν· ἀλλὰ καὶ τοῦ κληρονομῆσαι κληρονομίαν ἐρήμου, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν δηλῶν· ἣν πρὸ τῆς αὐτοῦ παρουσίας ἔρημον τυγχάνουσαν, κληρονομίαν εἴληφε παρὰ τοῦ εἰπόντος αὐτῷ, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Οὗτος δὲ κατὰ τὴν περὶ αὐτοῦ προφητείαν τοῖς ἐν δεσμοῖς εἴρηκεν ἐξελθεῖν· προχείρως μὲν ὡς ἐπὶ τοῦ Λαζάρου, ὃν κειρίαις καταδεδεμένον καὶ ἐν μνή 210 ματι τεταρταῖον τυγχάνοντα, εἰπὼν, Λάζαρε δεῦρο ἔξω, ἐλεύθερον ἀφῆκεν ὑπάγειν· καὶ ἐν μέρει δὲ διανοίας ἐπὶ τῆς θυγατρὸς Ἁβραὰμ, ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτεσιν, ἣν καὶ αὐτὴν τῆς ἀσθενείας ἀπαλλάξας, σώαν ἀπέλυσεν· καθόλου δὲ, ὁπηνίκα πᾶσιν τοῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἐσφιγμένοις ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων παρέσχετο, οἷα δὴ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας· οἷς ἔτι καὶ νῦν διὰ τῆς αὐτοῦ διδασκαλίας παρακελεύεται τῶν προτέρων δεσμῶν ἐξελθεῖν, λέγων ἐφ' ἑκάστῳ τὸ, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Ἐπὶ τούτοις ἔτι καὶ νῦν τοῖς εἰσέτι ἀγνοίας τε καὶ πονηρίας κατορωρυγμένοις ἀνακαλυφθῆναι προστάττει, ἅτε Λόγος ὑπάρχων Θεοῦ, καρδίας τε ἐτάζων καὶ νεφροὺς, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἵνα δὲ ὡς ἔνι μάλιστα συντόμως διαδράμωμεν, καὶ τὰ πρὸ τούτων ἐφαρμόζοντες τοῖς περὶ Χριστοῦ λεγομένοις, ἀναλαβόντες ἐξ ὑπαρχῆς καὶ τὴν τούτων ὑπόνοιαν ἡμῶν ἐκθησόμεθα. Ἐν πολλοῖς δὴ σαφῶς τῷ ἐκ περιτομῆς λαῷ προσομιλήσας, ὅτε καὶ ἐξ ὀνόματος, ἤτοι τὸν Ἰακὼβ ἤτοι τὸν Ἰσραὴλ ἀνακαλεῖται, ἐπὶ τοῦ παρόντος οὐ πρὸς ἐκείνους ποιεῖται τὴν προφητείαν, ἀλλὰ γὰρ νήσους καὶ ἔθνη ἐπὶ τὴν ἀκρόασιν τῶν λεχθησομένων παρακαλεῖ· καὶ ἔστιν γε ἐνταῦθα ἡ ὑπόσχεσις τοῦ Κυρίου λεγομένη περὶ τῆς κλήσεως τῶν προτέρον ἀπίστων πάντη καὶ ἀλλοτρίων τῆς θεοσεβείας ἐθνῶν, ὧν ἐν μέρει νοοῦνται καὶ αἱ λεγόμεναι νῆσοι, ψυχαὶ ὅσαι τὸ πάλαι πρότερον τινὰ τρόπον ὑποθαλαττίων τῶν κατὰ τὸν βίον τρικυμιῶν καὶ 211 τῶν κατὰ τῆς κακίας ἁλμυρωτάτων κατεκλύζοντο ῥευμάτων. Τίνα οὖν ταύτας ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διδάσκει κατανοητέον· ἐκ κοιλίας φησὶ μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου· ὃ καὶ σαφῶς ἐπὶ τοῦ Χριστοῦ, αὐτοῦ γάρ τοι τυγχάνουσιν οἱ λόγοι, οὓς ἐκ τῆς τοῦ εὐαγγελίου γραφῆς μεμαθήκαμεν· ἀγνοοῦντι γὰρ τῷ Ἰωσὴφ περὶ τῆς συλλήψεως τῆς Μαρίας ἐπιστὰς ὁ Γαβριὴλ, διάκονος ὢν τοῦ πατρικοῦ βουλήματος, κατ' ὄναρ εἶπεν μεθ' ἕτερα καὶ τὸ, τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· ἐπιφέρει δ' ἐν τῇ προφητείᾳ λέγων, ὅτι καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ πάλιν, ἔθηκέν με ὡς βέλος ἐκλεκτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ' ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· τὸ δὲ, καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα, καὶ τὰ ἑξῆς, λέγοιτ' ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα 212 Κύριος ὁ Θεὸς καὶ Πατὴρ, ὁ ῥυσάμενος αὐτὸν ἀπὸ πάντων τῶν ἐπισυναχθέντων κατ' αὐτοῦ, ἁγιάζειν αὐτὸν, λέγων, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ, κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας. Μετὰ ταῦτα φησὶ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἐβδελύξαντο αὐτὸν εἰπόντες, καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, ἀλλ' ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων. Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει. Ψ. ΚΕʹ. Οὕτως λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· δι' ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος ὁ ὑπακούων· μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; 213 ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ· Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωῒ πρωΐ· προσέθηκέν μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς ἑτερὰν στερεὰν πέτραν· καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἐγγισάτω· ἰδοὺ Κύριος Κύριος βοηθεῖ μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς· τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Σαφῶς ἡ τοῦ Λόγου θεότης καὶ διὰ τῶν προκειμένων ἀποδείκνυται, ὅτι τε προϋπῆρχεν τῆς ἐνανθρωπήσεως, καὶ ὡς ἐνανθρωπήσας ταῦτα πάσχειν ἤμελλεν ἃ καὶ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τίς γὰρ ἂν ἄλλος εἴη ὁ φάσκων, μὴ οὐκ ἰσχύει ἡ χείρ 214 μου, καὶ τὰ ἑξῆς ἕως τοῦ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ, ἢ ὁ τοῦ Θεοῦ Λόγος; Αὐτὸς δὴ οὖν τὰ τηλικαῦτα εἰπὼν, ἐπιφέρει λέγων, Κύριός μοι δίδωσι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· καὶ αὖθις ἐπάγεινετὰ τὰ λοιπὰ φάσκων, Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω· τὸν νῶτον μου τέθεικα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, καὶ τὰ μέχρι τοῦ, ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με. Δυνάμει γάρ τοι πεπονθέναι φαμὲν τὸν Λόγον, συμπάσχοντα δὲ ὃν ἀνείληφεν ἀνθρώπῳ. ἱερέως μεγάλου.... αὐτοῦ χρηματίζοντος διὰ τὴν ἕνωσιν τὴν πρὸς τὸν μονογενῆ τοῦ Θεοῦ. Πολλῆς δὲ τῶν κατὰ τὸν τόπον δεομένων ἐξηγήσεως ἱκανὰ καὶ ταῦτα ὡς πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Ψ. Τοῦ αὐτοῦ. ΚΔʹ. Χαῖρε...... θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ, ὁ βα...... ἔρχεταί σοι δίκαιος καὶ σώζων, 125 αὐτὸς πραῢς καὶ ἐπι....... ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης, καὶ ποταμῶν δι' ἐκβολὰς γῆς. Θυγάτηρ Σιὼν, ᾗ προστάσσει χαίρειν ὁ λόγος, πᾶσα ἡ τῆς νοητῆς καὶ ἐπουρανίου Σιὼν οἰ κατατυγχανει (sic) ψυχή· ἢ ἡ καὶ ἐπὶ γῆς διὰ Χριστοῦ συστᾶσα ἐξ ἐθνῶν ἐκκλησίας· ὁμοίως δ' αὖ πάλιν θυγάτηρ Ἱερουσαλὴμ, ἡ συγγένειαν φέρουσα τῆς ἐπουρανίου Ἱερουσαλήμ· οἷα τις ἦν ἡ Παύλου λέγοντος, ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μητὴρ ἡμῶν. Ταῖς δὴ οὖν τοιαύταις ψυχαῖς ὁ λόγος ἐπιδημήσειν τὸν Χριστὸν τοῦ Θεοῦ προανακηρύττει ἐπιβεβηκότα ὑποζυγίῳ καὶ πώλῳ νέῳ· οὕτω τῆς ἀνθρωπείας φύσεως, ἣν ἐπιδημήσας ἀνεί ληφεν, νοουμένης· μεθ' ἧς ἐξωλόθρευσε πᾶσαν πολεμικὴν δύναμιν ἀπὸ πάσης ἐκκλησιαστικῆς καὶ φέρειν καρποὺς ἁγίους δυναμένης ψυχῆς, τοῦ Ἐφραὶμ εἰς καρποφορίαν μεταλαμβανομένου, καὶ εἰς ὅρασιν εἰρήνης κατὰ τὴν Ἑλλάδα γλῶτταν τῆς Ἱερουσαλήμ· καὶ δὴ ἐξολοθρεύσας τοὺς πρότερον τῆς ἀνθρωπότητος ἐπικρατούσας (sic) δαίμονας πονηροὺς, ἐξ ἁπάντων τῶν πάλαι τούτοις ὑποχειρίων ἐθνῶν μυρίους ὅσους ὑπὸ τὸν εὐσεβῆ τῆς διδασκαλίας αὐτοῦ ζυγὸν ὑπηγάγετο. Ταῦτα μὲν κατὰ διάνοιαν· καὶ ῥητῶς δὲ ὁ Χριστὸς ἐνανθρωπήσας καὶ σωματικῶς τὰς περὶ αὐτοῦ προφητείας ἐπιτελῶν, καὶ ταύτῃ πέρας ἐπιτέθεικεν, ὅτε κατὰ τὸν εὐαγγελιστὴν εἶπεν τοῖς ἑαυτοῦ μαθηταῖς, πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ 126 πῶλον δεδεμένην· λύσαντες οὖν αὐτὴν ἀγάγετε· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ποιεῖτε, ἐρεῖτε, ὁ κύριος ἀπο αὐτῶν χρείαν ἔχει· καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθὼς προσέταξεν αὐτοῖς. Τούτων δ' οὕτως ἐχόντων, παραθετέον τὰ ῥητὰ τοῖς μόνως σωματικῶς καὶ Ἰουδαϊκῶς τὰ προκείμενα ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γενήσεσθαι φανταζομένοις· δεικτέον τε αὐτο δὲ (sic) ὅπως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρούσιᾳ καὶ σωματικῶς περ αυτ... φεν μετὰ τῶν ἄλλων καὶ ἡ φάσκουσα προφητεία, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ. Ἡ γοῦν τοῦ Χριστοῦ θεία καὶ οὐράνιος δύναμις ἀπορρήτῳ ἐνεργείᾳ μετὰ τὴν.... τούτου ἐπιβουλήν· αὐτήν τε τὴν Ἱερουσαλὴμ σὺν καὶ τῇ προγ........ ἐν αἷς τῇ τυγχανούσῃ πολεμικῇ δυνάμει ἐξωλόθρευσε· τότ...... λαὸν τὸν ἐν αὐτῇ Ἐφραὶμ πολλάκις ὠνομασμένον................. ἐντολήν· πληθύνοντα ἵππον ἐν τῇ Ἱερουσαλὴμ καὶ ἁρματ........ τικῶς διὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τ...... κατ.......... γενομένους ἵππους· κτήνεσιν τοῖς ἀνοήτοις παρ' ὁμοια......... οὓς ἐναργῶς πάντας ἡ παρουσία τοῦ Σωτῆρος ἡμῶν ἐξωλόθρευς.... γοῦν τὴν σωτήριον παρουσίαν ἐξολοθρευθέντων ἐκείνων..... τυχὸν πλῆθος ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐν ταῖς ψυχαῖς........ κατεδέξαντο· τοῦ Θεοῦ κατάρξαντος καὶ κατακρατήσεως.... ἀγγελικοῦ ῥητοῦ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν...... ην τοῦ θείου λόγου προφητείαν. 127 Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΕʹ. Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι........ καυχήσονται, λέγει Κύριος. Πάλιν Κύριος ὁ τοῦ Θεοῦ Λόγος κατισχύσειν ὑπισχνεῖται τοὺς ἀξίους ἐν Κυρίῳ Θεῷ αὐτῶν, τὸν Θεὸν καὶ Πατέρα ἑαυτοῦ δηλῶν. Διὸ ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦτο σεσημειώσθω τὸ ῥητόν. Ψ. Τοῦ αὐτοῦ. Κ ʹ. Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστίν. Καὶ ἐρῶ πρὸς αὐτοὺς, Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστὶν, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυρίους· καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν.......... τοῦ διασκεδάσαι τὴν διαθήκην ἀναμέσον Ἰούδα, καὶ ἀναμέσον Ἰσραήλ. Καὶ τί γὰρ οὐχὶ τῶν ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν... των προέγνωστό τε καὶ προείρητο τοῖς ἱεροῖς τοῦ Θεοῦ προφηταῖς........ γὰρ ἐκ παρθένου γένεσις αὐτοῦ καὶ ὁ τῆς γενέσεως................ λῆ καὶ ἡ ῥίζα ἐξ ἧς τὸ κατὰ σάρκα γεγέννηται· τά τε........... αὐτῷ ἐπιδημήσαντι παράδοξα διὰ τῶν ἀνέκαθεν προφητῶν.... τῆς ὑπὸ τοῦ θείου Πνεύματος ἠξιώθη γραφῆς· ἐπὶ πᾶσι δὲ καὶ τὸν θάνατον καὶ τὸ τούτου εἶδος προεδήλωσαν, οὐ παραλιπόντε...... οὐδ' ἃς ὑπέμεινε μάστιγας καὶ ἐμπτυσμοὺς ῥαπίσματά τε καὶ ὕβρεις· ἀλλὰ τὸν 128 προδώσαντα αὐτὸν τοῖς ἐπιβουλεύουσιν ἐν αὐτῶν ἕνα τῶν μαθητῶν μηνύσαντες· ὀνομαστὶ γοῦν αὐτὸν ἐστηλίτευσε διὰ Ἱερεμίου τὸ θεῖον Πνεῦμα φῆσαν, ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ. Ταῦτα δ' ἐν αὐτῷ τῷ Ἑβραικῷ καὶ τοῖς λοιποῖς εὕροις ἂν παρὰ τοὺς οʹ ἑρμηνευτάς· καὶ ἐν Ψαλμοῖς δὲ διαφόροις μάθοις ἂν τὰ κατ' αὐτὸν δηλούμενα· καὶ νῦν δ' οὐδὲν ἧττον διὰ τῆς προκειμένης λέξεως σαφῶς καὶ τὸν ἀριθμὸν τοῦ ἀργυρίου, ὅπερ λαβὼν ὁ Ἰούδας προύδωκε τοῖς ἐπιβουλεύουσι τὸν διδάσκαλον, ἡ θεία προθεσπίζει γραφή. Λέγοιτο δ' ἂν τὰ προκείμενα ἐκ προσώπου τοῦ Χριστοῦ, ὥσπερ τοὺς ἐπιβουλεύσαντας αὐτῷ, οὓς ἑτέρωθι μὲν ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὁ τῆς προφητείας ἀποκαλεῖ λόγος, ἐπὶ τοῦ παρόντος δὲ Χαναναίους διὰ τὴν πρὸς τοὺς Χαναναίους ἐξομοίωσιν αὐτοὺς ὀνομάζει. Φήσασα γ' οὖν ἡ προφητεία τὸ, καὶ γνώσονται οἱ Χαναναῖοι, ἐπιφέρει, διδάσκουσα ἡμᾶς τίνας βούλεται σημαίνειν, καὶ φησίν· τὰ πρόβατα τὰ φυλασσόμενά μοι. Τίνα δὲ ἦν ταῦτα τὰ πρόβατα, τὰ πρότερον τῷ κυρίῳ φυλασσόμενα, ἢ ὁ ἐκ περιτομῆς λαός; οὓς νῦν Χαναναίους ὀνομάσας ὁ λόγος, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ἐπάγει λέγων, καὶ ἐρῶ πρὸς αὐτοὺς τὰ ἀναγεγραμμένα, ἃ καὶ λέγοι ἂν πρὸς τοὺς ἐπιβουλεύσαντας αὐτῷ, ὑπὲρ ὧν αὐτοὺς εὐεργέτησε τοὺς μισθοὺς ὥσπερ αἰτῶν αὐτοὺς, τοῦτ' ἔστι τὴν εἰς αὐτὸν πίστιν καὶ τὸν ταύτῃ κατάλληλον βίον· οὕτως γὰρ ἀκούω τοῦ, δότε τὸν μισθόν μου· οἱ δὲ, κατὰ τὸ ἑτέρωθι περὶ αὐτῶν εἰρημένον ὑπ' αὐτοῦ, 129 Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· τριάκοντα ἀργυρίους στήσαντες παρέσχον τῷ προδότῃ, ὡσπερεὶ τοσούτου αὐτὸν τῇ ἀσεβεστάτῃ αὐτῶν κρίσει τιμώμενοι. Ἀλλ' ἐπεὶ τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει, τούτου χάριν καθεῖναι αὐτοὺς εἰς τὸ χωνευτήριον, τοῦτ' ἔστιν εἰς τὸ τῆς κρίσεως καὶ τὸ τῆς κολάσεως πῦρ, ὁ Κύριος προστάσσει· τίνας δὲ αὐτοὺς ἢ τοὺς ἐπιβουλεύσαντας αὐτῷ; Καὶ σκέψαι δὲ, φησὶν, εἰ δόκιμόν ἐστιν, δῆλον δ' ὅτι τὸ κατ' αὐτοῦ δρασθὲν αὐτοῖς· λέγει δὲ αὐτοὺς ἐν τῷ πυρὶ δοκιμασθήσεσθαι, ὃν τρόπον καὶ αὐτὸς ὁ Κύριος διὰ τῆς εἰς σάρκα ἐπιδημίας καὶ τοῦ πάθους ἐδοκιμάσθη ὑπὲρ αὐτῶν· καὶ γὰρ δὴ προηγουμένως ἐνηνθρώπησε, καὶ πέπονθεν ὑπὲρ σωτηρίας τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραήλ. Τούτοις ἑξῆς καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν ἀποβολὴν αὐτῶν σημαίνων ὁ λόγος φησὶν, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν. Τὶς δὲ ἐστὶν αὕτη διδάσκων ἐπιφέρει τὸ σχοίνισμα, περὶ οὗ εἴρηται, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Σαφέστερον γ' οὖν τοῦτο παρίστησιν ἐπιλέγων τοῦ διασκεδάσαι τὴν προτέραν διαθήκην τοῦ Θεοῦ, τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ· καὶ σαφῶς δείκνυται ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων περιηρημένα τῆς λατρείας ἁπάσης τῆς κατὰ τὸν νόμον ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθαιρεθείσης. 130 Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΖʹ. Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτωσαν τὰ πρόβατα· καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Ἐπείπερ ὁ εὐαγγελιστὴς τὸ, Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ προβάτα τῆς ποίμνης, ἐντεῦθεν λαβὼν κατὰ τὸν σωτηρίου πάθους καιρὸν πέρας εἰληφέναι ἐδίδαξεν, ὅτε καταλείψαντες αὐτὸν οἱ μαθηταὶ διεσκορπίσθησαν· τούτου δὴ χάριν καὶ ἡμεῖς ἐσημειωσάμεθα τὸ ῥητὸν, ὃ καὶ πολλῆς δεόμενον ἐξετάσεως εἰς ἐπιτήδειον ἀναθησόμεθα καιρόν. Ψ. Τοῦ αὐτοῦ. ΚΗʹ. Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα πολέμου· καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. Καὶ ταῦτα ὑπονοοῦντες περὶ τῆς δευτέρας λέγεσθαι τοῦ Χριστοῦ παρουσίας ἐσημειωσάμεθα. Ψ. Τοῦ ἀγγέλου. ΚΘʹ. Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Ὥσπερ χεὶρ καὶ 131 δεξιὰ καὶ βραχίων καὶ δύναμις τοῦ Θεοῦ τῶν ὅλων ὁ Λόγος αὐτοῦ ἐν ταῖς θείαις ὠνόμασται γραφαῖς, οὕτως ὁ αὐτὸς καὶ ὄνομα χρηματίζει τοῦ Θεοῦ. Τοῦτο οὖν τὸ θεῖον ὄνομα ὡς ἀπ' ἀνατολῶν ἡλίου καὶ δυσμῶν δεδόξασται ἐν τοῖς ἔθνεσιν, παντί τῳ πρόδηλον ἀπὸ τῶν πανταχόσε χρηματιζόντων κατὰ τὴν τοῦ Χριστοῦ προσηγορίαν· οἳ καὶ ἐν παντὶ τόπῳ πνευματικὸν θυμίαμα καὶ τὴν δι' εὐχῶν καθαρὰν καὶ ἀναίμακτον καὶ λογικὴν θυσίαν διὰ τοῦ κατ' ἀλήθειαν ἀρχιερέως προσάγουσι τῷ Θεῷ· τούτων δὲ τοῦτον λατρευόντων τὸν τρόπον, τὰς σωματικὰς τοῦ προτέρου λαοῦ θυσίας ἀποστραφήσεσθαί φησιν ὁ Θεός· καὶ δὴ σαφὲς πῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κατ' ἀμφότερα πέρας εἴληφεν ἡ προφητεία· κατά τε τὴν προτέρου λαοῦ ἀποβολὴν ἅμα τε ἀρθείσης ἐξ αὐτῶν κατὰ τὸν Δανιὴλ θυσίας καὶ σπονδῆς, καὶ κατὰ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐπιστροφήν. Τοῦ αὐτοῦ. Λʹ. Ἡ διαθήκη ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Καὶ ταῦθ' ἁρμόζειν ὑπολαμβάνοντες ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐκτεθείμεθα· ἥ τε γὰρ διαθήκη τῆς ζωῆς 132 καὶ τῆς εἰρήνης ἦν μετ' αὐτοῦ· τό τε τοῦ φόβου πνεῦμα μετὰ καὶ τῶν λοιπῶν ἐπ' αὐτὸν ἀνεπαύσατο κατὰ τὸ, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, λεγόμενον ἐν Ἠσαίᾳ· τοῦτο δὲ καὶ ὁ τῆς ἀληθείας νόμος, οὐχὶ δὲ ὁ τυπικὸς ἐν τῷ στόματι ἦν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· κατὰ γὰρ τὸν Ἠσαίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν χείλεσιν αὐτοῦ· οἷα δὲ συνὼν τῇ πατρικῇ δυνάμει ἐν εἰρήνῃ κατευθύνων ἐπορεύετο μετ' αὐτοῦ, πολλοὺς τῶν πάλαι τὸν Θεὸν μὴ εἰδότων εἰς ἐπιστροφὴν ἄγων· παρ' αὐτοῦ δὲ, ἅτε ἀρχιερέως ὄντος καὶ τὴν περὶ πάντων γνῶσιν διαφυλάττοντος, τὸν θεῖον νόμον ἐξεζήτησάν τε καὶ ἐκζητήσουσιν, οἷς μέλει τῆς κατ' αὐτὸν ἐπιστήμης· αὐτὸς γάρ ἐστιν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, διακονῶν καὶ διαγγέλλων παντὶ γενητῷ τὸ τοῦ Πατρὸς βούλημα. Ψ. Τοῦ αὐτοῦ. ΛΑʹ. Ἰδοὺ, ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ, ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἤ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων· καὶ καθιεῖται ἀναχωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ διὰ τούτων προφητεύεται, ὁπηνίκα... ς τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐξαποσταλεὶς αὐτὸς 133 ὁ Χριστὸς τοῦ Θεοῦ ὁ νῦν λεγόμενος τῆς διαθήκης ἄγγελος ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου τοῦ πατρὸς, τοῦτ' ἔστι προευτρεπίσει καὶ προπαρασκευάσει τὰς τῶν ἀνθρώπων ψυχὰς τῇ τοῦ Πατρὸς βασιλείᾳ· ὅτε ἐκ λογικῶν καὶ ἐμψύχων λίθων τὸν πνευματικὸν ναὸν, τοῦτ' ἔστιν τὴν ἐκκλησίαν, ἐπισκευάσαντος αὐτοῦ, ἥξει αὐτὸς ὁ Κύριος καὶ Θεὸς Λόγος ἅμα αὐτῷ τῷ τῆς διαθήκης ἀγγέλῳ εἰς τὸν δεδηλωμένον ναόν· εἶτα, οἷα τὴν δευτέραν αὐτοῦ παρουσίαν προαγγέλλων, ὁ Λόγος ὡς πρὸς τοὺς ἁμαρτωλοὺς φησὶν, ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ τὰ ἑξῆς· οἷς ἐπιμελῶς προσεκτέον ὑπ' αὐτοῦ τοῦ παντοκράτορος Κυρίου ὡς περὶ ἑτέρου λεγομένοις· καὶ πευστέον τε τῶν ἐκ περιτομῆς, εἴ τινα ἔχοιεν λέγειν τὸν ἐνταῦθα δηλούμενον κύριον καὶ τὸν σὺν αὐτῷ ἄγγελον τῆς διαθήκης, περὶ οὗ Κύριος ὁ παντοκράτωρ φάσκει τὸ, ἴδου ἔρχεται, καὶ τὰ λοιπά· δι' ὧν καθ' ἡμᾶς ἡ δευτέρα τοῦ Χριστοῦ καταγγέλλεται παρουσία· ὃς Λόγος Θεοῦ τυγχάνων παραγενόμενος εἰσπορεύσεται εἰς τὴν ἑκάστου ψυχὴν, κρίνων ἕκαστον περὶ τῶν αὐτῷ κατὰ τὸν βίον πεπραγμένων, ἐκπλύνων τε καὶ διὰ πυρὸς χρυσοῦ δίκην χωνεύων, καὶ καθαρίζων τὰ πάντων ἡγεμονικά. Πᾶσαν γ' οὖν τὴν κρίσιν ὁ Πατὴρ δέδωκεν τῷ Υἱῷ κατὰ τὸν φάσκοντα καὶ ἐν ψαλμοῖς λόγον, Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ἔνθα βασιλεὺς μὲν ἡ θεότης καὶ αὐτὸς 134 ὁ Θεὸς Λόγος ἀνηγόρευται· ὃν δὲ ἀνείληφεν ἄνθρωπον, υἱὸς τοῦ βασιλέως. Τοῦ αὐτοῦ ἀγγέλου. ΛΒʹ. Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἥλιος δικαιοσύνης τὸ φῶς ἐστιν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὃς μόνοις ἀνατέλλειν εἴρηται τοῖς φοβουμένοις τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ· τοῖς γάρ τοι μὴ τοιούτοις δύσεσθαι ἀπειλεῖ, κατὰ τὸ, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, ἔν τινι τῶν προφητῶν εἰρημένον. Ταῦτα μὲν τὰ ἀπὸ τῶν δώδεκα προφητῶν· ἀλλ' ἐπεὶ τὰ ἐκ τοῦ Ἠσαίου διὰ τὸ πλῆθος ἐν ἰδίῳ συγγράμματι περιλαβεῖν ἡμῖν πρόκειται, φέρε μεταβάντες τὰ ἀπὸ τῶν λοιπῶν μεγάλων προφητῶν ἐπισκεψώμεθα. Ψ. Ἐκ τοῦ Ἰερεμίου. ΛΓʹ. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λέγοντες, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὴν ἐν τῷ Ἠσαίᾳ προφητείαν, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, κατὰ δὲ τὴν μετὰ χεῖρας, ὡς 135 ἀρνίον ἄκακον ἀγόμενον τοῦ θυέσθαι οὐκ ἔγνων· καὶ τὸ κατὰ τὸν σταυρὸν δὲ πάθος αὐτοῦ δύναται δηλοῦσθαι διὰ τοῦ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι· ἅπερ ἐκ προσώπου λέλεκται τῶν ἐπιβουλευσάντων αὐτῷ. Εἰ γὰρ δὴ τὸ σῶμα αὐτοῦ ἄρτος ἦν, ὡς αὐτὸς διδάσκει πρὸς τοὺς μαθητὰς λέγων, λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο δ' ἦν τὸ πρὸς τῷ ξύλῳ κατὰ τὸν σταυρὸν δειγματισθὲν, περὶ αὐτοῦ λέγοιτ' ἂν εἰκότως τὸ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ· εἰ δὲ καὶ βαθυτέρας ἔχοιτο θεωρίας τὰ κατὰ τὸν τόπον, οὐδὲν πρὸς ἐκεῖνο λυπεῖ καὶ τὰ εἰρημένα. Ψ. Τοῦ αὐτοῦ. ΛΔʹ. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς; Βαδίσατε, συναγάγετε πάντα τὰ θήρια τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας· δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. Ἔοικε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἶναι φωνὴ καὶ ἡ φάσκουσα περὶ μὲν τοῦ ἐν Ἱερουσαλὴμ νέω τὸ, ἐγκαταλέλοιπα τὸν οἶκόν μου· περὶ 136 δὲ τῆς προτέρας συναγωγῆς, ἣ καὶ μερὶς ποτὲ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ γέγονεν, τὸ, ἀφῆκα τὴν κληρονομίαν μου, κατὰ τὸ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάξει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Αὐτὸς δ' ὁ εἰπὼν, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, φησίν· καὶ τὸ, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Τούτῳ δὲ καὶ ἐγενήθη ἡ προτέρα κληρονομία ὡς λέων ἐν δρυμῷ· ἔδωκέν τε ἐπ' αὐτὸν τὴν φωνὴν αὐτῆς, ὁπηνίκα παραδόντες αὐτὸν τῷ Πιλάτῳ ἑστήκεισαν κατηγοροῦντες αὐτοῦ καὶ μονονουχὶ βοῶντες, αἶρε, αἶρε, σταύρου αὐτόν· διὰ τοῦτο δέ φησιν, ἐμίσησα αὐτὴν, διὰ τὰ μίσους ἄξια αὐτῆς ἔργα, καὶ διὰ τὸ μηδὲν εἰς αὐτὸν ἀγάπης ἄξιον ἐπιδείξασθαι· τὸ δ' ἑξῆς, καὶ μάλιστα τὸ, δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ἔοικεν δηλοῦν τὴν διὰ τὸν Σωτῆρα μετὰ τὸ πάθος αὐτοῦ τελείαν γενομένην ἅλωσιν καὶ αἰχμαλωσίαν τοῦ προτέρου λαοῦ, καὶ τὴν εἰς ἔσχατον τῆς Ἱερουσαλὴμ ἐρήμωσιν. Ψ. Τοῦ αὐτοῦ. ΛΕʹ. Κύριε ἰσχύς μου, καὶ βοηθεία μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἑροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ 137 γνώσονται ὅτι ἐγὼ Κύριος. Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Περὶ τῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπεγνωκότων Θεὸν προφητεύσας ὁ λόγος, ἑξῆς ἐπάγει περὶ τῆς κατὰ τοῦ Σωτῆρος τοῦ Ἰουδαίων λαοῦ ἁμαρτίας, ἀνεξάλειπτον αὐτὴν ἔσεσθαι σημαίνων κατὰ τὰς παρατεθείσας μετὰ ἀστερίσκων λέξεις· ἃς δύναταί τις καὶ ἐπὶ τοῦ προδότου Ἰούδα ἐφαρμόζειν, ὡς καὶ ὀνομαστὶ τῷ θείῳ Πνεύματι προεγνωσμένου τε καὶ προαναπεφωνημένου. Ψ. Τοῦ αὐτοῦ. Λ ʹ. Ἰδοὺ, ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται καὶ Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις, καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. Τούτοις τὰ παραπλήσια καὶ ἐν ἑτέρῳ τοῦ αὐτοῦ προφήτου τόπῳ εἴρηται ἐν τούτοις· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαναστήσω σοι τὸν λόγον μου τὸν ἀγαθὸν, ὃν ἐλάλησα ἐπὶ τὸν οἶκον Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα· ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνατελῶ τῷ Δαυὶδ ἀνατολὴν 138 δικαίαν. Οἷς ἑξῆς ἐπιφέρει, ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι τοῖς Λευίταις· οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀναφέρων ὁλοκαυτώματα καὶ θύων θυσίαν, καὶ ποιῶν θῦμα πάσας τὰς ἡμέρας. Καὶ πάλιν· Τάδε λέγει Κύριος· εἰ διασκεδάσετε τὴν διαθήκην μου τὴν ἡμέραν, καὶ τὴν διαθήκην μου τὴν νύκτα, τοῦ μὴ εἶναι ἡμέραν καὶ νύκτα ἐν τῷ καιρῷ αὐτῶν· καί γε ἡ διαθήκη μου διασκεδασθήσεται μετὰ Δαυὶδ τοῦ δούλου μου, τοῦ μὴ εἶναι αὐτῷ υἱὸν βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ τοὺς Λευίτας τοὺς ἱερεῖς τοὺς λειτουργοῦντάς μοι· ὡς οὐκ ἐξαριθμηθήσεται ἡ δύναμις τοῦ οὐρανοῦ, οὐδὲ ἐκμετρηθήσεται ἡ ἄμμος τῆς θαλάσσης, οὕτως πληθυνῶ τὸ σπέρμα Δαυὶδ τοῦ δούλου μου καὶ τοὺς Λευίτας τοὺς λειτουργοῦντάς μοι. Καὶ αὖθις μετὰ βραχέα εἴρηται· Τάδε λέγει Κύριος· Εἰ μὴ διαθήκην μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, καί γε τὸ σπέρμα Ἰακὼβ καὶ Δαυὶδ τὸν δοῦλόν μου ἀποδοκιμῶ, τοῦ μὴ λαβεῖν ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχοντα. Καὶ τίς ἂν εἴη ὑπὸ τοῦ Κυρίου ἀναστησομένη τῷ Δαυὶδ ἀνατολή; Ὁ θεῖος Λόγος, περὶ οὗ καὶ ἐν ἑτέροις εἴρηται, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ· ὃς καὶ βασιλεύσειν προφητεύεται καὶ συνήσειν καὶ ποιήσειν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Οὗτος δὲ καὶ ταῖς ἐν σκότει καθημέναις ψυχαῖς ἐξανατελεῖ φῶς κατὰ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ἐπ' ἂν δὲ κατὰ τὸν ἀπόστολον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθῇ, καὶ πᾶς ὁ ἀληθινὸς Ἰσραὴλ μετὰ τοῦ πνευματικοῦ Ἰούδα σωθήσεται, 139 οὓς καὶ καλέσει αὐτοὺς ὁ Κύριος ὀνομαστὶ, οὓς ἀξίους αὐτοὺς κρινεῖ ἐν τῷ Ἰωσεδεκὶν, ὅπερ ἑρμηνεύεται οἱ τοῦ Θεοῦ δίκαιοι. Ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ μετὰ τὸ ἐλευθερῶσαι τὸν Θεὸν τοὺς προειρημένους ἀπὸ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας, ὡς μηκέτι μὲν ἐκείνῳ, μόνῳ δὲ Κυρίῳ τῷ Θεῷ αὐτῶν λατρεύειν, ἀναστήσειν αὐτοῖς ὁ Θεὸς ὑπισχνεῖται βασιλέα τὸν Δαυὶδ, οὐκ ἄλλον ὄντα τοῦ ἐκ σπέρματος Δαυὶδ γενομένου Σωτῆρος ἡμῶν, ὃν διαφόρως αἱ γραφαὶ καὶ τούτῳ προσεῖπαν τῷ ὀνόματι. Ὁ μὲν οὖν ἐν τῇ προφητείᾳ Δαυὶδ ὁ κατὰ τὸν Σωτῆρα ἡμῶν νοούμενος ἄνθρωπος λέγεται· ἡ δὲ ἀνατολὴ ἡ δικαία, ἡ κατ' αὐτὸν ἐνεργοῦσα θεότης, ἥλιος δικαιοσύνης ἐν ἄλλοις ὀνομαζομένη· ἐπεὶ καὶ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον οὐκ ἄλλη τίς αὐτοῦ τυγχάνει. Τῷ Θεῷ τοίνυν φησὶν οὐκ ἐξολοθρευθήσεσθαι ἄνδρα ἡγούμενον καὶ προεστῶτα τῆς ἐκκλησίας αὐτοῦ, ἥτις ἐστὶν ὁ πνευματικὸς οἶκος Ἰσραήλ· ἀλλ' οὐδὲ τοὺς κατὰ διάνοιαν ἱερεῖς τοῦ Θεοῦ διαλείψειν ὁ λόγος προφητεύει, τὸ πνευματικὸν ἀναφέροντας θυμίαμα, καὶ τὴν δι' ἔργων ἀγαθῶν καὶ λόγων εὐώδη καὶ ἀναίμακτον καὶ καθαρὰν θυσίαν. Εἰ γὰρ μὴ ταῦθ' οὕτως ἐκλάβοιμεν, ὥρα ψευδεῖς ἀπελέγχειν τὰς προφητείας, τῷ μήτε τὸν θρόνον Δαυὶδ σωματικῶς, μήτε τὴν ἱερατικὴν λειτουργείαν τὴν τυπικὴν εἰσέτι νῦν συνεστάναι· τῶν μὲν ἐκ σπέρματος Δαυὶδ βασιλέων ἐξ αὐτῶν τῶν Ἱερεμίου χρόνων διαλελοιπότων, τῆς δὲ Λευιτικῆς καὶ ἱερατικῆς λειτουργίας μετ' οὐ πολὺ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας· ἐξ ἧς 140 καὶ εἰς δεῦρο οὐδὲ ἐπιβαίνειν αὐτοῖς τῆς Ἱερουσαλὴμ ἔξεστιν. Καὶ εἰ φάσκοιέν γε οἱ ἐκ περιτομῆς δι' ὃν φασὶ πατριάρχην μὴ ἐκλελοιπέναι τὸ σπέρμα Δαυὶδ, ἀλλ' ἐλεγκτέον τε γε αὐτοὺς μὴ δυναμένους ἀποδεῖξαι καθήμενον αὐτὸν ἐπὶ θρόνου Δαυὶδ, καὶ βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἄρχοντα τοῦ Ἰσραήλ· ταῦτα γὰρ ἡ προφητεία φησὶ μηδεπώποτε διαλείψειν, ἃ καὶ σαφῶς παρίσταται ἀπὸ τῶν τῆς αἰχμαλωσίας χρόνων διαλελοιπότα, ἐξ οὗ μὴ δὲ εἷς βασιλεύσας τοῦ Ἰσραὴλ ἐκ τοῦ σπέρματος Δαυὶδ ἀποδείκνυται· τί δ' ἂν φήσαιεν καὶ περὶ τῆς ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν καθῃρημένης ἱερατείας, ἣν μηδεπώποτε ἐξολοθρευθήσεσθαι ἡ προφητεία προαγορεύει; Ψ. Τοῦ αὐτοῦ. ΛΖʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ· μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος· ὅτι ἵλεος ἔσομαι ταῖς 141 ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Σαφῶς ἐν ταῖς ἐπιούσαις ἡμέραις καινὴν διαθήκην ὁ κύριος διαθήσεσθαι προθεσπίζει· καινὴν δὲ τῷ μηδὲν ἔχειν ὅμοιον τῇ παλαιᾷ, ἣν διὰ Μωσέως ἐν τῇ ἐρήμῳ δοθεῖσαν προμεμαθήκαμεν. Τί δ' ἂν πρὸς ταῦτα φαῖεν οἱ ἐκ περιτομῆς, ἐναργῶς ἀποβλέπειν ἐπιχειροῦντες ταῖς προφητείαις, καὶ μᾶλλον αἱρούμενοι ἀτελεῖς αὐτὰς ἐπιδεικνύναι ἢ πείθεσθαι τῇ ἀληθείᾳ, διὰ τοῦ παραδέχεσθαι τὴν καινὴν τῶν εὐαγγελιῶν τοῦ Σωτῆρος ἡμῶν διαθήκην, ἧς παραγενομένης πεπαλαίωται ἡ πρώτη, πέρας ἴσχειν ἀρξαμένη ἐξ ὅτου παραγενόμενος ὁ Χριστὸς ἐπλήρωσε τὸν νόμον, καὶ τὰς περὶ αὐτοῦ προφητείας. Ἥξειν μὲν οὖν ἡμέρας ἐν αἷς διαθήσεσθαι φησὶν ὁ Κύριος τὴν καινὴν διαθήκην· τοῦτ' ἔστι τὴν ἔγγραφον ἐν τοῖς ἐντὸς τῶν εὐαγγελικῶν βιβλίων. Ἑξῆς δ' ἐπιφέρει λέγων ὁ αὐτὸς Κύριος, ὡς μετὰ τὰς ἡμέρας ἐκείνας, ἐν αὐταῖς ταῖς διανοίαις τῶν παραδεξομένων τὴν καινὴν διαθήκην ἐγγράψων τοὺς ἰδίους νόμους, ὥστε αὐτοὺς εἶναι εἰς λαὸν τῷ Θεῷ, καὶ αὐτὸν αὐτοῖς εἰς Θεὸν, οὐδαμῶς ὑπ' ἀνθρωπίνης διδασκαλίας ἐπὶ τὸ γινώσκειν τὸν Κύριον παραγινομένους, αὐτομαθεῖς δ' ὥσπερ, μᾶλλον δὲ θεοδιδάκτους ἐσομένους, ὃ καὶ αὐτὸ καταμάθοι ἄν τις κατὰ τὸν παρόντα καιρὸν πληρούμενον· ἴδοι δ' ἄν τις ὅπως ἐπὶ τὰς διανοίας καὶ τὰς καρδίας τῶν διὰ Χριστοῦ εἰς τὸν Θεὸν πεπιστευκότων ἡ καινὴ διαθήκη καὶ οἱ τοῦ Κυρίου νόμοι γεγραμμένοι εἰσιν, εἰ καταμάθοι ἐν ἡμῖν πλῆθος ἀνδρῶν παντελῶς ἰδιωτῶν τοιαύτην ἐνεπιδεικνυμένων ἐνάρετον καὶ ἐμφιλόσοφον 142 πολιτείαν, ἣν οὐ ταχέως ἔστιν εὑρεῖν παρὰ τοῖς φιλολογίαν ἠσκηκόσιν, καὶ μέγα φρονοῦσιν ἐπὶ τῇ τῶν γραφῶν μελέτῃ. Ψ. Ἀπὸ τῶν θρήνων. ΛΗʹ. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Καὶ ἐνταῦθα τὸν Χριστὸν διαρρήδην ὀνομάσαν τὸ θεῖον Πνεῦμα, τὴν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν προυθέσπισεν διὰ τοῦ, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν· τούτου δὲ ὑπὸ τὴν σκέπην καὶ τὴν σκιὰν ζησομένους ἑαυτοὺς τῷ πνεύματι προεώρων οἱ προφῆται, καὶ ζησομένους ἐν τοῖς ἔθνεσι τοῖς μέλλουσιν εἰς τὸν Χριστὸν πιστεύειν, καὶ δι' αὐτοῦ τὰς τῶν προφητῶν παραδέχεσθαι γραφάς. Ψ. Ἀπὸ τοῦ Βαρούχ. ΛΘʹ. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν θαλάσσης, καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ἀλλ' ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ καὶ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ εὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν 143 πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, φησὶ, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν, καὶ τὰ ἑξῆς· διδασκόμεθα δὲ ἀπὸ τοῦ ἱεροῦ ἀποστόλου ὡς ἄρα ὁ καταβὰς Ἰησοῦς Χριστὸς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν· ὃς καὶ λαβὼν τὴν τοῦ ἁγίου Πνεύματος δωρεὰν κατεβίβασέ τε καὶ ἐξέχεεν ἐπὶ τὰς τῶν παραδεξαμένων αὐτῶν ὴν ψυχάς· ὅθεν καὶ ἐν ψαλμοῖς εἴρηται τὸ, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις. Ἑξῆς δὲ ἐν τῇ προκειμένῃ γραφῇ ὁ λόγος φησὶν, οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· Τίς δὲ οὗτος, ἢ ὁ ἀναβὰς εἰς τὸν οὐρανὸν καὶ καταβάς; Τῷ γὰρ τίς ἀνέβη εἰς τὸν οὐρανὸν ἐρωτηματικῶς εἰρημένῳ ἀποδέδοται τὸ, οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· σαφέστερον τοῦτο δηλοῖ τὸ ἑξῆς εἰρημένον, τὸ, μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Πρὸς τοῦτον οὖν δῆλον ὅτι τὸν τοῦ Θεοῦ Λόγον οὐ λογισθήσεται ἕτερος τῶν ἐπικτητὴν τὴν τοῦ Θεοῦ προσηγορίαν ἐσχηκότων· μετὰ τοῦτο δέ φησιν ἐπὶ τῆς γῆς ὤφθη· δῆλον ὅτι μετὰ τὸ διὰ νόμου καὶ προφητῶν τὴν πᾶσαν ὁδὸν τῆς ἐπαγγελίας δεδωκέναι· ἐξεῦρεν γὰρ, φησὶ, πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· εἶτα μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. 144 Ψ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. Μʹ. Ἀντὶ τούτου τάδε λέγει Κύριος· Ἰδοὺ, ἐγὼ κρίνω ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε· πᾶν τὸ ἐκλεῖπον ἐξεθλίψατε. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν· Καὶ ἀναστήσω αὐτοῖς ποιμένα ἕτερον· καὶ ποιμανεῖς αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος λελάληκα. Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην καινὴν, διαθήκην εἰρήνης. Ἐπεὶ καὶ ἐν ἄλλοις τὸν προφητευόμενον Δαυὶδ οὐκ ἄλλον ἀποδίδομεν τοῦ ἐκ σπέρματος Δαυὶδ γεγενημένου Σωτῆρος ἡμῶν, τούτου δὴ χάριν καὶ ἐνθάδε τὴν περικοπὴν ἐπεσημηνάμεθα· τίς γὰρ ἂν ἄλλος εἴη ὁ ποιμαίνειν μέλλων τὰ τοῦ Κυρίου πρόβατα μετὰ τὸ κριθῆναι αὐτὰ ὑπ' αὐτοῦ, ἢ ὁ μόνος καλὸς ποιμὴν, ὁ μὴ ὑπεριδὼν διωθούμενα καὶ διολλύμενα ὑπὸ τῶν ἀντικειμένων δυνάμεων τὰ λογικὰ τῆς ἰδίας αὐτοῦ ποίμνης πρόβατα, ἀλλὰ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς αὐτῶν σωτηρίας, ὧν ἄρχοντα ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ καταστήσειν ἐπαγγέλλεται μετὰ τὸν κρίσεως καιρὸν, διαθησόμενος αὐτῷ διαθήκην εἰρήνης, ὅτε, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν, ἔσχατος πάντων καὶ αὐτὸς ὁ νῦν ἀντικείμενος τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ζωῇ θάνατος καταργηθήσεται; 145 Ψ. Τοῦ αὐτοῦ. ΜΑʹ. Τάδε λέγει Κύριος, Ἰδοὺ, ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνη ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται οὐκέτι εἰς δύο ἔθνη· οὐδ' οὐ μὴ διαιρεθῶσιν εἰς δύο βασιλείας, ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξουσιν καὶ ποιήσουσιν αὐτὰ, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατώκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, καὶ διαθήκη αἰώνιος ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Μετὰ τὴν τῆς διασπορᾶς τοῦ πνευματικοῦ καὶ ἀληθινοῦ Ἰσραὴλ ἐπισυναγωγὴν, καὶ μετὰ τὴν εὕρεσιν τῶν ἀπολωλότων προβάτων οἴκου 146 Ἰσραὴλ, τοῦ πληρώματος τῶν ἐθνῶν προεισεληλυθότος, τηνικαῦτα ὁ Κύριος αὐτὸς μὲν ἔσεσθαι εἰς Θεὸν τῷ ἐσομένῳ αὐτοῦ λαῷ, τὸν δὲ δοῦλον αὐτοῦ Δαυὶδ ἄρχοντα θήσειν ἐν μέσῳ αὐτῶν, ποιμανοῦντα αὐτοὺς καὶ ἄρξοντα αὐτῶν οὐκ ἐπ' ὀλίγον καὶ βραχύν τινα χρόνον ἀλλ' ἐπὶ τὸν αἰῶνα ὑπισχνεῖται. Οἰέσθωσαν μὲν οὖν τὸν ἄνθρωπον ἐκεῖνον τὸν υἱὸν Ἱεσσαὶ κατεπαγγέλλεσθαι τὸν λόγον αὐτοῖς οἱ ἐκ περιτόμης, βασιλείαν αὐτοῦ σωματικὴν αὖθις φανταζόμενοι, καὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐν φθαρτοῖς καὶ γηΐνοις καὶ θείας ἀναξίοις ἐπαγγελίας καραδοκοῦντες· ἡμεῖς δὲ μηδαμῶς ἁρμόζειν μήτε θείαις ὑποσχέσεσι, μήτε μὴν εἰς αὐτὸν ἀναφέρεσθαι τὸν Δαυὶδ, τὰ ὡς περὶ αὐτοῦ λεγόμενα πειθόμενοι ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ τὸν κατὰ σάρκα γενόμενον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκλαμβάνωμεν, τὰς προφητείας τούτῳ μᾶλλον ἁρμόζειν ἤπερ ἐκείνῳ τῷ Δαυὶδ οἰόμενοι, τὰ ὡς ἂν ἐκ προσώπου Δαυὶδ ἐν ταῖς ἱεραῖς γραφαῖς ἐμφερόμενα· οἷόν ἐστιν τὸ, Κύριος εἶπεν πρός με, Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· καὶ τὸ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, λεγόμενον ἐν ιζʹ ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται, τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Περὶ τίνος δὲ ἄλλου προσήκειν τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· καὶ τὸ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ 147 Δαυὶδ, ὡς περὶ μόνου αὐτοῦ ταῦτα λέγεσθαι, καὶ αὐτὸν προφητεύεσθαι αὖθις ἀναστήσεσθαι βασιλέα τε καὶ ποιμένα τῶν τοῦ Θεοῦ προβάτων; Ταῦτα δὴ πάντα συνορῶντες, ἐφιστάντες τῇ τοῦ Ἠσαίου προφητείᾳ μετὰ τὴν τοῦ Δαυὶδ τελευτὴν ἀνακηρυττούσῃ τά τε ἄλλα περὶ τοῦ Χριστοῦ, καὶ τὸ, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ· καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ Δαυὶδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὴν μεταφορὰν τῆς προσηγορίας καὶ Δαυὶδ χρηματίσας, ποιμὴν ὁ καλὸς ἀναδέδεικται, ἀρχηγὸς καὶ σωτὴρ τῆς τοῦ Θεοῦ ποίμνης τε καὶ ἐκκλησίας γεγενημένος· ὃς βασιλεὺς ἐπὶ πάντα τὸν νοητὸν Ἰσραὴλ ὑπὸ τοῦ Πατρὸς κατασταθήσεσθαι μετὰ τὸ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ προφητεύεται. Ψ. Ἀπὸ τοῦ Δανιήλ. ΜΒʹ. Δανιήλ ἐστιν ὁ φάσκων. Καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις εἰς τοὺς αἰῶνας ἔσται καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, καθάπερ ἑόρακας ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον, καὶ τὸν χαλκὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσόν. Καὶ ταῦτα περὶ τῆς ἐπὶ συντελείᾳ 148 τῶν αἰώνων γενησομένης τοῦ Χριστοῦ βασιλείας δηλοῦται· ὁ γάρ τοι λίθος, ὁ ἐξ ὄρους τμηθεὶς ἄνευ χειρῶν, σύμβολον ἂν εἴη τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ἐν ἄλλαις προφητείαις λίθου προσαγορευθέντος, ὡς ἐπὶ τοῦ, ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον· καὶ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Τοῦτον οὖν φησὶν ὁ παρὼν λόγος τὰς βασιλείας τοῦ κόσμου καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας καθελόντα καὶ συντρίψοντα καθέξειν τὴν τῶν ἁγίων βασιλείαν εἰς τὸν αἰῶνα. Ψ. Τοῦ αὐτοῦ. ΜΓʹ. Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβάλων, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται· Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός; συμφησάντων δὲ αὐτῶν, Ἰδοὺ ἐγὼ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ· ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν ὁμοίωμα υἱοῦ Θεοῦ περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς τοῦ υἱοῦ τοῦ Θεοῦ προσηγορίας. Ψ. Τοῦ αὐτοῦ. ΜΔʹ. Ἐν τοῖς ὁράμασιν ὁ Δανιὴλ φησίν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
174.1.2
δὲ ὡς τὰ αὐτὰ κατὰ λέξιν σχεδὸν ἐμφέρεται καὶ ἐν τῇ τοῦ Μιχαίου προφητείᾳ. Ψ. Τοῦ αὐτοῦ. Βʹ. Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν, καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Δι' ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι' ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ' ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν. Ταῦτα δὲ ἐν ἐκείνοις σαφῶς ἐκ τῆς συμφράσεως ἐμφαίνεται περὶ τοῦ Χριστοῦ εἰρημένα· καὶ τὰ ἐνθάδε τοιγαροῦν περὶ τῶν ἐπιβουλευσάντων 175 αὐτῷ καὶ καθ' ἑαυτῶν μᾶλλον, ἤ περ κατ' αὐτοῦ πονηρὰν βουλὴν βουλευσαμένων προφητεύεται· δι' ὃ καὶ καταλλήλως τὸν ταλανισμὸν ἑαυτοῖς ὁ λόγος ἐπάγει, διὰ τοῦ, οὐαὶ τῇ ψυχῇ αὐτῶν· ἀλλὰ καὶ τὴν κόλασιν τὴν περιμένουσαν αὐτοὺς προτίθησι λέγων, τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται· ὁποῖα γὰρ ἔσπειραν κατὰ τοῦ Χριστοῦ τοιαῦτα καὶ θεριοῦσιν ἐν τῷ τοῦ Θεοῦ κριτηρίῳ. Ἤδη δὲ καὶ κατὰ τὸν ἐνταῦθα βίον ὅρα εἰ μὴ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ ἐπιβουλὴν ἐπληρώθη εἰς αὐτοὺς ὁ προκείμενος τῆς προφητείας λόγος, ὁ φάσκων, ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμἰσχύοντα καὶ ἰσχύουσαν. Ἀληθῶς γὰρ ἀφῄρηται ἀπ' αὐτῶν ἡ πάλαι πρότερον ἐμπολιτευομένη ἐν αὐτοῖς θεία καὶ οὐράνιος χάρις, καὶ οὐκέτ' ἐστὶν εὑρεῖν ἐν αὐτοῖς οὔτε προφήτην, οὔτε στοχαστήν· ποῦ δὲ καὶ ὁ πολεμιστὴς αὐτῶν ἢ ὁ δικαστὴς, ὁ θαυμαστὸς σύμβουλος, ἢ ὁ συνετὸς ἀκροατής; Εἰ δὲ καὶ δοκοῦσιν ἄρτου τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ' ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται· σαφῶς δ' ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν· οὐαὶ γὰρ, φησὶν ὁ λόγος, τῇ ψυχῇ αὐτῶν· καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν λέγων, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. 176 Ψ. Γʹ. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ νῦν καταστήσεται εἰς κρίσιν Κύριος· καὶ μάλιστα τὸ, αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ἁρμόζοι δ' ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ' ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ' εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ' αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ' αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι. Ψ. Δʹ. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ, Οὐ μὴ αἰτήσω 177 οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν, Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· δι' ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Οἱ μὴ παραδεχόμενοι τῶν ἐκ περιτομῆς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν λεγέτωσαν τίς ἡ παρθένος, ἡ κατὰ τὴν προφητείαν ἐν γαστρὶ ληψομένη καὶ τέξουσα τὸν ἐπονομαζόμενον Ἐμμανουὴλ υἱόν· ἀλλ' εἰ φάσκοιεν μὴ γέγραφθαι παρθένον ἀλλὰ νεᾶνιν κατὰ τὸ Ἑβραϊκὸν, λεκτέον, ὡς οὐχ οἱ τυχόντες ἐτύγχανον οἱ πρῶτοι τὴν γραφὴν κατὰ θείαν ἑρμηνεύσαντες οἰκονομίαν, οʹ μὲν ὄντες τὸ πλῆθος, ἀναλελεγμένοι ἀριστινδὴν ἀπὸ παντὸς τοῦ λαοῦ, δοκιμήν τε οὐ σμικρὰν κατὰ τοὺς αὐτῶν χρόνους ἐπὶ σοφίᾳ δεδωκότες· τί δ' ἂν παράδοξον ὁ λόγος ὑπισχνεῖτο σημεῖον ὑπ' αὐτοῦ τοῦ Κυρίου ὥσπερ τι θαυμαστὸν τῷ οἴκῳ Δαυὶδ δοθήσεσθαι προμαρτυράμενος, εἰ περὶ ψιλῆς νεάνιδος ὁ λόγος ἦν· οὐδὲν δὲ ἡμᾶς κωλύει, εἰ καὶ νεάνιδαν κατ' αὐτοὺς περιέχει τὸ Ἑβραϊκὸν, ὡς περὶ παρθένου δηλοῦσθαι νομίζειν τὰ εἰρημένα· καὶ γὰρ οὖν ἐν τῷ Λευϊτικῷ εὕροις ἂν τὴν ὁμολογουμένως παρθένον μεμνηστευμένην ἀνδρὶ, ὑφ' ἑτέρον δὲ βεβιασμένην, νεᾶνιν ὑπὸ τῆς γραφῆς ὀνομαζομένην· καὶ ταύτῃ γε ἀξιοπρεπὲς ἂν εἴη τῷ οἴκῳ Δαυὶδ διὰ 178 τὴν ἀπιστίαν αὐτῶν παρὰ Κυρίου δίδοσθαι σημεῖον, τὸ παραδόξως παρθένον ἀποτεκεῖν, δι' ὃ δὴ καὶ ὁ τεχθησόμενος θαυμαστός τις ὢν ἀνηγόρευται· εἴ γε ἐκ παιδὸς, καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς γενέσεως, ἀπειθήσειν μὲν πονηρίᾳ, ἐκλέξασθαι δὲ τὸ ἀγαθὸν προφητεύεται. Καὶ τὸ ὄνομα δὲ αὐτοῦ θαυμαστῶς προαναπεφώνηται Ἐμμανουὴλ τυγχάνον· ὃ ἔστι μεθ' ἡμῶν ὁ Θεός· ὃ καὶ φήσαιμεν ἂν ἡμεῖς οἱ ὁμολογοῦντες αὐτὸν, καὶ συναισθόμενοι τῆς ἐνθέου καὶ ἀπορρήτου εἰς πάντας ἀνθρώπους διὰ τῆς αὐτοῦ δυνάμεως ἐπιδημίας· λέγοιτο δ' ἂν πάλιν Ἐμμανουὴλ ὁ μεθ' ἡμῶν Θεὸς, τῷ τὸν μὲν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπέκεινα οὐ μόνον τῆς θνητῆς, ἀλλὰ καὶ πάσης τῆς λογικῆς φύσεως τυγχάνειν· τὸν δὲ Υἱὸν, τὸν μεθ' ἡμῶν Θεὸν εἰκότως ὀνομάζεσθαι τῆς μέχρις ἡμῶν ἐπιδημίας αὐτοῦ ἕνεκεν. Ἐπεὶ δέ τινος τῶν ἐκ περιτομῆς εἰρηκότος ἀκούσας μέμνημαι ταῦτα τῷ Ἄχαζ προφητεύεσθαι περὶ Ἐζεκίου τοῦ ἐξ αὐτοῦ γενομένου καὶ μετ' αὐτὸν βασιλεύσαντος, ἐπιτηρητέον, ὅτι πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ καὶ πρὸ τῆς εἰρημένης αὐτῷ ταύτης δὴ αὐτῆς τῆς προφητείας, Ἐζεκίας ἤδη πάλαι γεγενημένος ἀποδείκνυται· ἐπὶ δέκα γοὖν καὶ ἓξ ἔτεσιν τὸν Ἄχας βασιλεύσαντα διαδέχεται, ἄγων ἔτος τῆς ἡλικίας πέμπτον καὶ εἰκοστὸν, ὁπηνίκα τῆς βασιλείας ἤρχετο, ὡς προλαμβάνειν αὐτοῦ τὴν γένεσιν ἔτεσιν ἐννέα τὴν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν πάροδον· ἀλλὰ γὰρ ἤδη βασιλεύοντι τὰ προκείμενα τῷ Ἄχας προφητεύεται περὶ τῆς δεδηλωμένης τοῦ Χριστοῦ παραδόξου καὶ θαυμασιωτάτης γενέσεως. Τὰ δὲ 179 κατὰ τὴν λέξιν ἕκαστα ὁποῖον ἔχει νοῦν, τοῖς εἰς τοὺς τόπους τοῦ θαυμασίου ἀνδρὸς ἐξηγητικοῖς ἐντυχὼν ὁ φιλομαθὴς εἴσεται. Ψ. Εʹ. Καὶ εἶπεν Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον χάρτου καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφήτην ῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν· καὶ εἶπεν Κύριός μοι, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· δι' ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων. Ἐπὶ τῇ τοῦ μέλλοντος ἀποτελεῖσθαι παραδόξου ἀναγραφῇ τόμον καινοῦ μεγάλου ἀγράφου προστάσσεται λαβεῖν ὁ προφήτης· δι' οὗ δηλοῦσθαι νομίζω τὸ τῆς καινῆς διαθήκης εὐαγγέλιον· ἀλλὰ καὶ μάρτυρας τῷ Κυρίῳ ποιήσασθαι πιστοὺς ἀνθρώπους, ὧν ὁ μὲν ἱερεὺς λέγεται εἶναι, ὁ δ' ἕτερος οἶμαι προφήτης ἦν, μέμνηται γοὖν αὐτοῦ καὶ ἡ τῶν Παραλειπομένων γραφὴ, οὓς καὶ αὐτοὺς ὑπολαμβάνω σύμβολον εἶναι τῶν μεμαρτυρηκότων τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ προφητῶν, καὶ τῶν εἰς τὸν αὐτοῦ τύπον πάλαι καθεστώτων ἱερέων. Μετὰ ταῦτα λέγεται· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, καὶ τὰ ἑξῆς. Σφόδρα δὲ ἀπρεπὲς καὶ τῆς προφη 180 τικῆς σεμνότητός τε καὶ καθαρότητος ἀλλότριον τὸ προχείρως οὕτως οἴεσθαι τὸν προφήτην ἐν αὐτῷ τῷ θεοφορεῖσθαι ἐπὶ μαρτύρων τῶν προδεδηλωμένων κοινωνίας χάριν αἰσχρᾶς προσεληλυθέναι γυναικὶ προφήτιδι καὶ αὐτῇ· ποία δὲ κἂν πιθανότης τολμάτω προσελθεῖν αὐτὸν συνειληφέναι καὶ τετοκέναι αὐτὴν υἱόν· ἀλλὰ γὰρ ἔχεσθαι καὶ ταύτην τὴν προφητείαν ἡγοῦμαι τοῦ νοῦ τῆς προεκτεθείσης, καθ' ἣν εἴρητο, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἐκεῖσε μὲν γὰρ ἐν γαστρὶ λήψεσθαι καὶ τέξεσθαι υἱὸν προυλέγετο ἡ παρθένος· ἐνταῦθα δὲ καὶ ὁ τρόπος καθ' ὃν πέρας εἴληφεν ἡ προφητεία δηλοῦται· ἐν γαστρὶ γὰρ, φησὶν, ἔλαβεν καὶ ἔτεκεν υἱόν. Τίς ἂν οὖν εἴη ὁ φάσκων τὸ, προσῆλθον πρὸς τὴν προφῆτιν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ προφήτῃ, περὶ οὗ λέλεκται τῇ Μαρίᾳ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ προφῆτις οὐκ ἀπεικότως καὶ αὐτὴ ἂν λεχθείη, ἀπὸ γ' οὖν τοῦ ἁγίου Πνεύματος συλλαβοῦσα τέτοκεν τὸν ἐκεῖσε μὲν ἐπικεκλημένον Ἐμμανουὴλ, ἐνταῦθα δὲ ἄλλως προσαγορευόμενον· κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα τοῦ ἀποτεχθέντος παιδίου, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· καὶ γὰρ ὡς ἀληθῶς ἐσκύλευσεν οὗτος καὶ προενόμευσεν ἀπορρήτῳ καὶ θείᾳ δυνάμει τὰς ἀντικειμένας ἀοράτους καὶ πνευματικὰς δυνάμεις, ὥστε εἰπεῖν, ἐγὼ νενίκηκα τὸν κόσμον· ἀφ' ὧν σκῦλα καὶ προνομὴν εἰληφὼς τὰς πάλαι κατατυραννουμένας ὑπ' αὐτῶν ψυχὰς κηρύξαι αἰχμαλώτοις ἄφεσιν, ὁμολογεῖ λαβὼν παρὰ τοῦ Πατρὸς ἔθνη τὴν κληρονομίαν αὐτοῦ· ἃ λέγοιτ' 181 ἂν εὐκόλως σκῦλα· καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων· ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν εὐαγγελικὸν βίον εἰκὸς εἶναι τὴν λεγομένην δύναμιν Δαμασκοῦ, τὰς δ' ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένας, τὰ προσαγορευόμενα σκῦλα Σαμαρείας· ταύτας δὲ τὰς ψυχὰς σκῦλα καὶ προνομὴν παρὰ τῶν νοητῶν εἰληφὸς ὼς πολεμίων, ἐξ ἐναντίας τοῦ νοητοῦ βασιλέως Ἀσσυρίων, τοῦτ' ἔστι τοῦ διαβόλου, καθώπλισέ τε καὶ πολεμεῖν αὐτῷ παρεσκεύασεν. Καὶ ταῦτα δὲ πάρεστιν ἐπ' ἀκριβὲς τῷ βουλομένῳ ἐκ τῶν εἰς τοὺς τόπους ὑπομνηματισθέντων τῷ ἱερῷ ἀνδρὶ διαγνῶναι· εἰ δ' εἰ (sic) ἀπαιτοῖεν ταῦτα σωματικώτερον οἱ ἐκ περιτομῆς, ἀντεξεταστέον αὐτοὺς εἰ δύνανται σωματικῶς αὐτοὶ παραστῆσαι τίνα τρόπον ὁ Ἡσαΐας ἐπὶ τῶν προειρημένων μαρτύρων τῇ προφήτιδι μίξεως σωματικῆς ἕνεκεν προσελήλυθεν· τίς δὲ καὶ ἡ τοιαύτη προφῆτις, καὶ πῶς παραχρῆμα ἐν γαστρὶ ἔλαβεν, καὶ παραυτίκα τέτοκεν, καὶ ποῖον τοῦτο τὸ τεχθὲν παιδίον ὃ προστάσσει τῷ Ἡσαΐᾳ ὁ Κύριος ὀνόματι καλέσαι τῷ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· τίνα δὲ καὶ λόγον ἔχει τὸ τηλί 182 κονδε ὄνομα, ἢ πῶς δυνατόν ἐστι κατὰ τὴν πρόχειρον διάνοιαν παιδίον ὁποῖον δὴ οὖν ἐπινοεῖν σωματικῶς ἀπολήψεσθαι τὴν ὀνομαζομένην δύναμιν Δαμασκοῦ, καὶ τὰ λεγόμενα σκῦλα Σαμαρείας ἐναντίων ον βασιλέως Ἀσσυρίων, καὶ ταῦτα πράττειν πρὶν ἢ γνῶναι αὐτὸ καλεῖν πατέρα ἢ μητέρα· καὶ πρὸς τούτοις εἰ ἀντιλέγοιεν τοῖς ἡμῖν προαποδεδομένοις, δεικνύτωσαν αὐτοὶ πῶς ὁ προσδοκώμενος ὑπ' αὐτῶν Χριστὸς παραγενόμενος λήψεται σωματικῶς τὴν κατὰ τὴν προφητείαν δύναμιν Δαμασκοῦ, καὶ ποῖα σκῦλα Σαμαρείας, ἢ ποίων Ἀσσυρίων ἐναντίον, μηδενὸς ἔτι τούτων ἐνεργοῦντος κατὰ τοὺς ἐνεστῶτας χρόνους. Ψ. ʹ. Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Θεοῦ σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Καὶ τὸ, Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς ἐκ προσώπου τοῦ Σωτῆρος περί τε τῶν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα εἰς αὐτὸν πεπιστευκότων καλῶς ἐν τῇ πρὸς Ἑβραίους ἐξείληπται· ἐπιφέρεται γοὖν ἐνταῦθα τὸ, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν οἴκῳ Ἰσραήλ· καὶ σαφὲς ὅπως κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος παρουσίας σημεῖα καὶ τέρατα εἰ ἐν τῷ οἴκῳ Ἰσραὴλ, οἷα οὐδεπώποτε ἀπετελέσθη. Ψ. Ζʹ. Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ 183 ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης 183 βουλῆς ἄγγελος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγεία αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. Οἶμαι δὴ τὸ λεγόμενον ἐνθάδε παιδίον οὐκ ἄλλο εἶναι τοῦ ἐκ τῆς παρθένου τεχθήσεσθαι ἀνωτέρω προπεφητευμένου, ὃ καὶ μικρῷ πρότερον ἡ προφῆτις ἀποτεκεῖν ἐλέγετο· ἀλλὰ τὸ μὲν ἀνωτέρω ὄνομα αὐτοῦ Ἐμμανουὴλ ἦν, τὸ δὲ μετὰ ταῦτα, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐνταῦθα δὲ ὁ αὐτὸς οὗτος κατὰ μὲν τὴν {2} 2τῶν οʹ ἑρμηνείαν, μεγάλης βουλῆς ἄγγελος χρημα {2} 2τίζει· κατὰ δὲ τὸν Ἀκύλαν καὶ αὐτὸ τὸ Ἑβραϊκὸν τὸ {2} 2ὄνομα αὐτοῦ ἐστιν θαυμαστὸς σύμβουλος, ἰσχυρὸς {2} 2δυνατὸς πατὴρ, ἔτι ἄρχων εἰρήνης· καὶ κατὰ τὸν {2} 2Σύμμαχον δὲ, κληθήσεται τὸ ὄνομα τοῦ παιδίου παραδοξασμὸς βουλευτικὸς ἰσχυρὸς δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. Ἀπαιτητέον τοίνυν τοὺς ἐκ περιτομῆς ποῖον ἂν ἔχοι εν παιδίον ᾧ τὰ τηλικαῦτα ἐφαρμόσαιεν παριστάναι· καθ' ἡμᾶς γὰρ ἐπίνοιαι εἰσὶν αὗται τῆς θείας τοῦ Χριστοῦ δυνάμεως, εἰς ὃν οἱ μὴ πιστεύσαντες θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ ὅτι τὴν ἑαυτῶν ἀποβολὴν ἰδεῖν καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν, ἣν ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσειν εἴρηται· ᾧ παραθήσεις τὸ παρὰ Μωσεῖ οὕτω πῶς λελεγμένον· αὐτοὶ παρεζήλωσάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει 184 ἀσυνέτῳ παροργιῶ αὐτούς. Ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ, οὐδὲ μὴν τοῦ καθ' ἡμᾶς τυγχάνει σκοποῦ, ἑκάστην λέξιν διασαφῆσαι τῆς προφητείας παραστήσεται·̣ σιξ̣ ὅπως εἴρηται τὸ, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν· ᾧ καὶ εἰκὸς ἂν εἴη προσκόψαι τοὺς ἐκ περιτομῆς, διὰ τὸ μὴ σωματικῶς ἐπὶ τὸν θρόνον καὶ τὴν βασιλείαν τοῦ Δαυὶδ κεκαθικέναι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· δι' ὅπερ ἀναπέμψαντες τοὺς φιλομαθεῖς ἐπὶ τὰ εἰς τοὺς τόπους ὑπομνήματα, ἡμεῖς τὸ προτεθὲν διαπερανούμεθα. Ηʹ. Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας ἐμπλήσει αὐτόν· πνεῦμα φόβου Θεοῦ, οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημμένος τὰς πλευρὰς αὐτοῦ. Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον 185 καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιον μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλῦψαι θαλάσσας· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Οὐδ' αὐτοὶ οἱ ἐκ περιτομῆς ἄλλον τινὰ τοῦ Χριστοῦ τὸν ἐνταῦθα προφητευόμενον ὑπειλήφασι, πλὴν ὅσον ἐπὶ ψιλῇ τῇ τῆς προφητείας ἐκδοχῇ σωματικώτερον ἔσεσθαι φανταζόμενοι τὰ κατὰ τὸν τόπον τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐκ ὁμολογοῦσι πίστιν· ἡμεῖς δ' ὅλα τὰ κατὰ τὴν προφητείαν ἄξια εἶναι Θεοῦ πειθόμενοι, περὶ τροπῶν ἀνθρωπείων τῶν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἀπὸ τοῦ βάθους τῆς κακίας εἰς ἡμερότητα μεταβεβληκότων ταῦτα λέγεσθαι πεπιστεύκαμεν· ἔτι καὶ νῦν ὁρῶντες πῶς καὶ τίνα τρόπον ἐν ταῖς κατὰ τὴν οἰκουμένην ἐν ταῖς ἐκκλησίαις μετὰ τὴν παρουσίαν τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ βεβλαστηκότος Ἰησοῦ Χριστοῦ οἱ πολλοὶ τῶν ἀνθρώπων μετεπλάσθησαν, καὶ τὴν φύσιν αὐτὴν ἀπὸ τοῦ θηριώδους μετέβαλον βίου, λύκοι τινὲς ὄντες τὸ πρότερον καὶ πορδάλεις τὸν τοιονδὶ τρόπον λέοντές τε καὶ ὅσα ἄλλα θηρία τε καὶ ἑρπετὰ κατ' ἀναλογίαν τῆς ἐν ἑκάστῳ ποικίλης κακίας τε καὶ πονηρίας ἡ προφητεία καταλέγει· οἱ καὶ μεταθέμενοι 186 καὶ ὡσπερεὶ μεταπλασθέντες εἰς τοσοῦτον ἡμερότητος ἤλασαν, ὡς συμβόσκεσθαι αὐτοὺς τὴν αὐτὴν ἔσθοντας τῶν ἱερῶν τοῦ Θεοῦ λόγων τροφὴν τοῖς ἡμερωτάτοις τὰ ἤθη δικαίοις ἀνδράσι τοῦ Θεοῦ, οὓς διὰ τὴν τοιανδὶ τῆς ψυχῆς ἀκακίαν τιθάσοις καὶ ἡμερωτάτοις ζῴοις, τοῖς τε ἀναγεγραμμένοις ἐνταῦθα παιδίοις ὁ θεῖος ἀπείκασε λόγος. Εἰ δὲ πρὸς ταῦτα τίς δυσπειθῶς ἔχοι, λεγέτω εἰ οἷόν τε ἄλλως κατὰ τὴν πρόχειρον διάνοιαν σώζειν τὴν λέξιν· διὰ τί γὰρ ἢ καὶ πῶς ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται; μὴ τροπολογείτω δὲ μήτε τὴν ῥάβδον, μὴ δὲ τὸ ἐκ ταύτης ἄνθος, ἀλλὰ δεικνύτω πῶς σωματικὴ ῥάβδος ἐξελεύσεσθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγεται, καὶ ποταπὸν ἄνθος ἀναβήσεσθαι ἐξ αὐτῆς· εἰ δὲ καὶ τὸν πάνυ σκληρὸν ταῦτα ἐπὶ διάνοιαν ἀνιέναι βιάζεται, ὅρα εἰ μὴ καλῶς ἡμῖν καὶ τὰ λοιπὰ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ κατὰ διάνοιαν παρίσταται πεπληρωμένα· ἃ καὶ ἀκολούθως τῇ προφητείᾳ γέγονε μετὰ τὸ συνταράξαι Κύριον Σαβαὼθ τοὺς πάλαι ἐνδόξους τοῦ προτέρου λαοῦ· οὓς καὶ ὑψωθέντας τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ὕβρει συντριβήσεσθαι καὶ ταπεινωθήσεσθαι καὶ πεσεῖσθαι προφητεύει· σὺν αὐτοῖς δὲ καὶ τὸν Λίβανον πεσεῖσθαι ὁ λόγος φησίν· οὕτω δὲ ἔθος αὐτῷ τὴν Ἱερουσαλὴμ καὶ τὴν πάλαι πρότερον ἐν αὐτῇ σωματικῶς ἀποτελουμένην λατρείαν ὀνομάζειν· ὡς δῆλόν ἐστιν ἀπὸ τοῦ Ἱεζεκιὴλ, ἔνθα τοῦτον ἀναγέγραπται τὸν τρόπον· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα 187 τῆς κέδρου. Ἐπιλύων γοὖν τὴν παραβολὴν αὐτὸς ὁ προφητικὸς λόγος σαφῶς τὸν Λίβανον τὴν Ἱερουσαλὴμ διδάσκει, λέγων· Υἱὲ ἀνθρώπου, εἶπον δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἶπον, Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς. Πρόδηλον οὖν ὅπως καὶ οὗτος ὁ Λίβανος μετὰ τῶν ὑψηλῶν τῇ ὕβρει περιπέπτωκεν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ γενομένου Σωτῆρος ἡμῶν· ἐφ' ὃν καὶ ἀνεπαύσατο ἡ τελειότης τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ὃς καὶ εἰσαῦθις ἐλεύσεται κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, οὐ κατὰ τὴν δόξαν κρινοῦντος· πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει· ἀλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγχων· ἐτάζων γάρ ἐστι καρδίας καὶ νεφροὺς, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Καὶ ἐπὶ τῇ γενομένῃ μὲν οὖν αὐτοῦ ἤδη πρότερον παρουσίᾳ ἐνεπλήσθη ὡς ἀληθῶς ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, μηδενὸς τὸ πρὶν ὅτι μὴ μόνων τῶν ἐκ περιτομῆς γινωσκόντων αὐτόν· τότε δὲ καὶ μᾶλλον εἰς πέρας ἀχθήσεται ἡ προφητεία, ὅτε τοῦ πληρώματος τῶν ἐθνῶν εἰσελθόντος σὺν τοῖς λοιποῖς ἔθνεσιν καὶ ὁ πᾶς Ἰσραὴλ σωθήσεται, ὁ Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς ἄρχειν ἐθνῶν ὑπὸ τοῦ Θεοῦ κατεστάθη, κατὰ τὸ, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅρα γ' οὖν ὡς οὐδ' ὅλως ἐνταῦθα Ἰσραὴλ ἢ Ἰακὼβ ἢ Ἰούδας ὀνομάζεται, σαφῶς δὲ τὰ ἔθνη ἐπὶ τὸν ἐκ ῥίζης ἀναστησόμενον Ἰεσσαὶ ἐλπιεῖν προφητεύεται, 188 συνᾳδούσης τῆς ἐνταῦθα λέξεως τῇ παρὰ Μωσεῖ φασκούσῃ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία, οὐχὶ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν. Καὶ τίνος δὲ ἄλλου ἡ ἀνάπαυσις ἐν τῇ ἀνωτάτω παρὰ Θεῷ γεγένηται τιμῇ, ἢ τοῦ ἀκούσαντος λέγοντος αὐτῷ τοῦ Πατρὸς, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ψ. Θʹ. Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται μετ'̣ σιξ̣ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ταῦτα προφητεύεται, ὁπηνίκα τοῦ Θεοῦ ὁ Λόγος, διορθωθείσης αὐτῷ μετ' ἐλέους καὶ φιλανθρωπίας τῆς κατὰ πάντων βασιλείας, σὺν ἀληθείᾳ κρίνων καθεσθήσεται ἐν σκηνῇ Δαυίδ· οὕτω δὲ τὴν τῶν ἁγίων καὶ πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς ἐκκλησίαν, καὶ πάντας ἡγοῦμαι τοὺς ὑπὸ τὴν μερίδα τοῦ λόγου τοῦ Θεοῦ γεγενημένους ἁγίους χρηματίζειν. Ψ. Ιʹ. Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Περὶ τῆς ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως ἐκλαμβάνειν τὰ προκείμενα, ὡς δὴ μέλλοντος αὐτοῦ νεφέλῃ τινὶ ὀχεῖσθαι, καὶ τῇ σωματικῇ παρ 189 επιδημεῖν Αἰγύπτῳ, οὔτε πιθανὸν οὔθ' ὅσιον ὑπάρχειν ἡγοῦμαι· δι' ὅπερ ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἐκδεκτέον τὴν προφητείαν, καὶ αὐτὴν ἐναργῶς ἤδη κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν πεπερασμένην, καθ' ἣν ἐπὶ νεφέλης κούφης, τῆς ἐκ Πνεύματος ἁγίου συστάσης αὐτῷ σαρκὸς, εἰς τὸν βίον τοῦτον, Αἴγυπτον τροπικῶς ὀνομαζόμενον, παρελήλυθε, καὶ εἰς αὐτὴν δὲ σωματικῶς τὴν Αἴγυπτον, εἰς ἣν ἔτι παῖς ὢν πρὸς τῆς μητρὸς καὶ τοῦ Ἰωσὴφ διεκομίσθη· τηνικαῦτα δὲ κατά τινας ἀπορρήτους λόγους ἐσείσθησαν καὶ ἐκινήθησαν ὑποταραχθέντες αὐτοῦ τῇ παρουσίᾳ οἱ ἐν τοῖς πανταχόσε χειροποιητοῖς ξοάνοις ἐνοικοῦντές τε καὶ ἐνεργοῦντες τὸ πρότερον δαίμονες· ὅπερ δηλοῦται διὰ τῆς λεγούσης προφητείας, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Ταῦτα δὲ καὶ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἀπ' οὐρανῶν βασιλείαν πληρωθήσεται, καθ' ἣν καὶ αὐτὴν σεισθήσεσθαι εἰκὸς ἂν εἴη· καὶ τότε μᾶλλον κλονηθήσεσθαι τὰ ἀποδεδομένα χειροποιητὰ Αἰγύπτου, ὧν καὶ τὴν καρδίαν ἡττηθήσεσθαι φασὶν, ἐν αὐτοῖς τοῦ θείου Λόγου καθυποτάξαντος ἑαυτῷ καὶ ταπεινώσοντος τότε πᾶν ὕψωμα τὸ νῦν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· τὰ δ' ἑξῆς τῆς προφητείας ἅπαντα διὰ μόνης ἀποδοθήσεται τροπολογίας. Ψ. ΙΑʹ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ 190 Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτούς· καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ποιήσουσιν θυσίας καὶ δῶρον· καὶ εὔξονται εὐχὰς τῷ Θεῷ. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀποσταλεὶς ὑπὸ Κυρίου ἄνθρωπος, καὶ σώσας τοὺς Αἰγυπτίους διὰ τοῦ κρίνειν, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Αἰγύπτου δὲ τροπικῶς νοουμένου τοῦ τῶν ἀνθρώπων βίου, εἶεν ἂν οἱ δεισιδαίμονες καὶ τοῖς ὑλικοῖς προπεπονθότες Αἰγύπτιοι, οὓς ὁ τῶν ὅλων Θεὸς κατελεήσας θλιβομένους ὑπὸ τῶν κατατυραννούντων αὐτοὺς δαιμόνων, ἀποστείλας τὸν προειρημένον ἄνθρωπον, ὃς ἔσωσεν σωτηρίαν Θεῷ πρέπουσαν, ὥστε τοὺς πάλαι κατὰ τὸν νόμον εἰργομένους τῆς ἐκκλησίας Κυρίου διὰ τῆς γενομένης αὐτοῖς ἐπιφανίας ἐπιγνῶναι τὸν Κύριον, αὐτοῦ τοῦ Κυρίου γνωστὸν αὑτὸν αὐτοῖς ἐμποιοῦντος· σαφὲς δ' ὅπως ἐν τῇ δηλωθείσῃ τῇ τῶν Αἰγυπτίων χώρᾳ συνέστη τῷ Κυρίῳ θυσιαστήριον ἀπὸ τῶν ἐν παντὶ τόπῳ εἰς εὐχὰς καὶ Θεοῦ θρησκείαν ἐπιτελουμένων ἀθροισμάτων. Εἴποι δ' ἄν τις ἐπιβαίνων τῇ λέξει εἰς τὸ, καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων, εἰ δὴ τὸ θυσιαστήριον τόπος τίς ἐστιν θυμάτων, ἐπὶ λόγῳ Θεοῦ ζῴων ἀλόγων σφαγιαζομένων, δικαιότατα ἂν μεῖζον καὶ ἀληθέστερον διὰ Χριστοῦ γεγονέναι τῷ Θεῷ θυσιαστήριον ἐν ὅλῳ τε τῷ περιγείῳ τόπῳ, Αἰγύπτῳ τροπικῶς χρηματίζοντι, διὰ τοὺς πανταχόσε μάρτυρας θύματα καὶ οἱονεὶ 191 σφάγια ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀναφερομένων τῷ Θεῷ καὶ ἐν αὐτῇ δὲ τῇ σωματικῇ τῶν Αἰγυπτίων χώρᾳ, ἔνθα τοσοῦτοι καὶ τηλικοῦτοι μάρτυρες ἐδόξασαν τὸν Θεὸν τῷ ἰδίῳ αὐτῶν αἵματι· ἀλλ' εἰ δυσπειθῶς ἔχοιεν πρὸς τὰ ἀποδεδομένα οἱ ἐκ περιτομῆς, λεγέτωσαν αὐτοὶ πότε καὶ ποῦ καὶ πρὸς τίνος θυσιαστήριον κατέστη τῷ Κυρίῳ ἐν Αἰγύπτῳ, τίς δὲ ὁ ἄνθρωπος ὁ σώσας τοὺς Αἰγυπτίους, τίνα τε τρόπον καὶ πότε γνωστὸς ἐγένετο Κύριος τοῖς Αἰγυπτίοις, ὥστε αὐτοὺς ἀποστάντας τῆς προτέρας πλάνης τὴν περὶ αὐτοῦ γνῶσιν ἀναλαβεῖν· τοιοῦτον γάρ ἐστι τὸ ἐπιγνῶναι Κύριον. Καὶ ὅλα δὲ τὰ ἑξῆς τῆς προφητείας βαθυτέρας ἤρτηται διανοίας, ἣν οὐχ ὁ παρὼν ἀναπτύσσειν καιρός. Ψ. ΙΒʹ. Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν· καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Ἐπιγραφή τις ἐν Ψαλμοῖς ὑπὲρ τοῦ ἀγαπητοῦ φέρεται· καὶ πάλιν εἴρηται, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· δείκνυται δ' ἐν τοῖς τόποις οὐκ ἄλλος ὢν τοῦ Χριστοῦ λεγόμενος ἀγαπητὸς τοῦ Θεοῦ. Τούτου χάριν ἐπεσημηνάμεθα καὶ τὸν ἐν χερσὶν ἀγαπητόν· αὐτὸν ἐκεῖνον ὑπολαμβάνοντες εἶναι, ὃν καὶ ἐξ οὐρανοῦ φωνὴ σαφῶς ἀνεκήρυξε φήσασα, Οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. 192 Ψ. ΙΓʹ. Ἀκούσατε λόγων Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἱερουσαλήμ· Ὅτι εἴπατε, Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Ἅιδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· διὰ τοῦτο οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ· καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ πῶς οὐκ ἀληθῶς ἠλίθιος καὶ κομιδῇ καταγέλαστος ἡ τῶν σωματικῶς καραδοκούντων λίθον τινὰ τούτων δὴ τῶν πολυτελῶν καὶ πολυτίμων εἶναι νομιζομένων εἰς τὰ θεμέλια τῆς σωματικῆς Σιὼν ἐμβληθήσεσθαι πρὸς αὐτοῦ τοῦ Κυρίου ὑπόληψις, ἐφ' ὃν λίθον ὁ πιστεύσας οὐδαμῶς καταισχυνθήσεσθαι προφητεύεται· τὰς μωρὰς τοιγαροῦν καὶ Ἰουδαϊκὰς διηγήσεις, τούς τε γραώδεις οὓς ὠνόμασεν ὁ ἀπόστολος μύθους ἀποσεισάμενοι, Θεοῦ ἀξίως τὰς θεοπνεύστους παραδεχώμεθα προφητείας· φησὶν οὖν διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον. Διὰ ποῖον δὲ τοῦτο, ἢ διὰ τὸ τοὺς ἄρχοντας τοῦ προτέρου λαοῦ πεποιηκέναι συνθήκας μετὰ τοῦ θανάτου, καὶ διὰ τὸ καταλεῖψαι μὲν αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην, ἀντὶ δὲ ταύτης διαθήκην πρὸς τὸν Αἵδην πεποιηκέναι, ὑπολαμβάνειν δὲ διὰ ταῦτα μηδὲν κακὸν ἑαυτοὺς πείσεσθαι· ἀλλὰ καὶ διὰ τοῦτο τεθεικέναι 193 μὲν ἐπὶ ψεῦδος τὴν ἐλπίδα αὐτῶν καὶ οἴεσθαι τῷ ψεύδει σκεπασθήσεσθαι· διὰ γάρ τοι ταῦτα, ὡς ἂν ἀποπεπτωκότων ἐκείνων ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, τὸν πολυτίμητον λίθον τοῖς πιστεύουσιν ἐπαγγέλλεται θήσειν. Πρὸς ἐκείνους δὲ τοὺς εἰρηκότας, ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Αἵδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ὑποκαταβὰς ὁ λόγος φησὶν, οἱ πεποιθότες μάτην ψευδεῖ οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ καὶ ἀφελῇ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν Αἵδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ ἔσεσθε αὐτῇ εἰς καταπάτημα· ἃ καὶ πρόδηλον ὅπως ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν εἰς ἐκεῖνον πεπλήρωται τὸν λαόν. Ἀκολούθως ἄρα ἡμεῖς οὐκ ἄλλον ἡγούμεθα εἶναι τὸν δηλούμενον ἐνταῦθα λίθον ἐκλεκτὸν θαυμαστὸν τινὰ ὄντα καὶ παράδοξον, ὡς τοὺς πιστεύσαντας εἰς αὐτὸν μὴ καταισχυνθήσεσθαι τοῦ ἱεροῦ τοῦ Θεοῦ Λόγου, ἐφ' ὃν ὡς ἐπὶ θεμέλιον ἑδραῖον ἡ πνευματικὴ καὶ ἐπουράνιος Σιὼν ᾠκοδόμηται, οὐκ ἄλλη τις οὖσα τῆς τοῦ Θεοῦ ἐκκλησίας· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· περὶ τούτου δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ ἀκρογωνιαῖος ὠνόμασται· τοῦτον δὲ καὶ Δανιὴλ τὸν λίθον ἑρμηνεύει ἐπὶ τὴν τοῦ Χριστοῦ βασιλείαν, ἔνθα λέγει, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξεν ἢ καὶ ἐπλήρωσε πᾶσαν τὴν 194 γῆν. Οἱ μὲν οὖν οἰκοδομοῦντες τὴν κατὰ τὸ γράμμα τοῦ νόμου οἰκοδομὴν, τοῦτον ἀπεδοκίμασαν τὸν λίθον· αὐτὸς δὲ οὐδὲν ἧττον ὑπ' ἐκείνων ἀποδοκιμασθεὶς, κεφαλὴ γωνίας τῆς τῶν ἐξ ἐθνῶν ἐκκλησίας ἀναδέδεικται κατὰ τὸ εἰρημένον ποῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Ἐπὶ τοῦτον τοιγαροῦν τὸν λίθον ὁ πιστεύων οὐ καταισχυνθήσεται, ἐπαληθευούσης καὶ ταύτης τῆς περὶ αὐτοῦ προφητείας. Ψ. ΙΔʹ. Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. Καὶ τί ἂν εἴη τὸ λεγόμενον ὄνομα Κυρίου ἢ ὁ Θεὸς Λόγος, δι' οὗ τὰ σύμπαντα γεγένηται; Τὰ περὶ τῆς δευτέρας τοίνυν καὶ ἐνδόξου αὐτοῦ παρουσίας νομίζω καὶ ταύτην αἰνίττεσθαι τὴν προφητείαν. Ψ. ΙΕʹ. Τάδε λέγει Κύριος· Μακάριος, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Ὁ Χριστὸς τοῦ Θεοῦ ὁ εἰπὼν, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, καὶ διὰ τούτων δηλοῦται· εἶεν δ' ἂν οἱ ὑπ' αὐτὸν ἄρχοντες, ἤτοι ἀπόστολοι, καὶ οἱ μετὰ Θεοῦ κρίσεως τῶν ἐκκλησιῶν ἄρχοντες ἢ ἄγγελοι θεῖοι, τῆς τῶν ἀνθρώπων ἔφοροι σωτηρίας· διὰ τοῦτον δὲ τὸν βασιλεύοντα τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερου 195 σαλήμ· ἃ καὶ ἀξίως τοῦ ἀποστολικοῦ πνεύματος ἐκλημπτέον, διδάσκοντος ἡμᾶς τὰ περὶ τῆς ἄνω Ἱερουσαλὴμ, καὶ τοῦ Σιὼν ἐπουρανίου ὄρους. Ψ. Ι ʹ. Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὑδάτων ἔσται. Ἐπὶ τῇ τοῦ Θεοῦ παρουσίᾳ τὰς παραδόξους ἰάσεις ἔσεσθαι προαγορεύει. Σαφῶς οὖν καὶ ἐνθάδε τῇ τοῦ Θεοῦ προσηγορίᾳ ὁ Χριστὸς τοῦ Θεοῦ τετίμηται· οὗ ἐπὶ τῇ παρουσίᾳ καὶ σωματικῶς μὲν αἱ προειρημέναι θεραπεῖαι ἐπὶ τῶν πασχόντων ἀπετελέσθησαν, θαυμασιώτερον δ' ἔτι καὶ νῦν ἐνεργοῦνται διὰ τῆς εἰς αὐτὸν πίστεως, παντὸς ἁπαξάπλως τοῦ τῶν ἀνθρώπων γένους τῶν κατὰ ψυχὴν παθῶν ἀπαλλαττομένου. Ἐρράγη δὲ ἐν τῇ ἐρήμῳ ὕδωρ ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ καὶ φάραγξ ἐν γῇ διψώσῃ, τοῦ ποτίμου καὶ ζωτικοῦ λόγου ἀναβλύσαντος ἐν τῇ πάλαι ἐρήμῳ καὶ 196 διψώσῃ γῇ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐν ᾗ πρότερον οὔσῃ ἀνύδρῳ καὶ διψαλέᾳ ἀθρόως πηγὴ τοῦ τῶν Ἰησοῦ λόγων ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον ἀνώμβρησεν· ὑφ' ἧς πηγῆς ποτιζομένη ἀνθήσειν ὡς κρίνον λέγεται ἡ ποτὲ ἔρημος, εὐφραίνεσθαί τε καὶ ἀγαλλιᾶν προστάττεται· καὶ ἡ αἰτία δὲ τῆς εὐφροσύνης καὶ τῆς ἀγαλλιάσεως ἐπιλέγεται, ἐπείπερ φησὶν ἐδόθη αὐτῇ ἡ δόξα τοῦ Λιβάνου, τοῦτ' ἔστι τῆς Ἱερουσαλήμ· περὶ ἧς ἐν ταῖς ἀνωτέραις προφητείαις ἐλέγετο, ὡς ὅτι καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται· οὗ πεσόντος ἡ πρότερον ὑπάρχουσα ἐν αὐτῷ δόξα τῇ νῦν εὐαγγελιζομένῃ ἐρήμῳ, τοῦτ' ἔστιν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐδόθη σὺν τῇ τιμῇ τῇ προτέρᾳ τοῦ λεγομένου Καρμήλου, δῆλον δ' ὅτι τοῦ προτέρου λαοῦ. Ταῦτα δὲ σαφῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἔργοις τέλος εἴληφεν ἀκολούθως τῇ τε μετὰ χεῖρας προφητείᾳ, καὶ τῇ φασκούσῃ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν φωνῇ, ὡς ἄρα ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ψ. ΙΖʹ. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Ὁ τοῦ Σωτῆρος ἡμῶν πρόδρομος Ἰωάννης τοῖς ἐπερωτῶσιν αὐτὸν ὅστις εἴη, φησίν, ἐγὼ φωνὴ βοῶντος ἐν 197 τῇ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Τούτου δὴ οὖν χάριν ἐξεθέμεθα τὸ κεφάλαιον ἐν τοῖς περὶ Χριστοῦ μαρτυρίοις, σύμβολον εἶναι νομίζοντες Ἰωάννην τοῦ ἀποστολικοῦ κηρύγματος· τοιαύτη γάρ τοί ἐστιν ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνὴ, ἄσημός τις οὖσα, καὶ ἀδιάρθρωτος τοῖς ἄρτι στοιχειουμένοις· ἐν τῇ πάλαι δὲ ἐρήμῳ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἡ τοιαύτη γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· ἅπερ ἐπὶ σχολῆς ᾧ μέλει τῆς τούτων γνώσεως ἐρευνήσας εἴσεται. Ψ. ΙΗʹ. Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ Θεὸς ὑμῶν, Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται· καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ· καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Καὶ ταῦτα νομίζομεν περὶ τῆς τοῦ Λόγου τοῦ Θεοῦ παρουσίας λέγεσθαι, καὶ τάχα γε μᾶλλον περὶ τῆς δευτέρας, καθ' ἣν οἷα δὴ δίκαιος κριτὴς ἥξειν προφητεύεται τὸν μισθὸν ἔχων τῶν κατ' ἀξίαν ἑκάστῳ πεπραγμένων ἀπονεμητικόν· τὰ μέντοι γε λοιπὰ οὐκ ἔτι νῦν καιρὸς ἀπαιτεῖ διηγεῖσθαι· ὅθεν ἐφ' ἑτέραν τραπησόμεθα περικοπήν. 198 Ψ. ΙΘʹ. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῆς δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡσεὶ φρύγανα ἐξωσμένα τὰ τόξα {2} 2αὐτῶν· καὶ διώξεται αὐτούς· διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ· οὐχ ἥξει· τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξεπλάγησαν· ἤγγισαν, ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι· καὶ ἐρεῖ, Ἴσχυσεν ἀνὴρ τέκτων· καὶ ἀνὴρ χαλκεὺς τύπτων σφύραν ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσεται. Δικαιοσύνη ἀπὸ ἀνατολῶν ἐξεγειρομένη τίς ἂν εἴη κατὰ περιγραφὴν οὐσίας, ἰδίαν ὑπόστασιν ἔχουσα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, περὶ οὗ φησὶν ὁ ἀπόστολος, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; Τοῦτον δὲ ἐκ τῶν πατρικῶν κόλπων, παντὸς νοητοῦ φωτὸς ἀνατολῶν ὑπαρχόντων, ἡ κατὰ τὴν ἐνανθρώπησιν ἐξήγειρεν οἰκονομία, ἢ καὶ αὐτὸς ὁ Πατὴρ, ὁ δοὺς αὐτὸν ἐναντίον τῶν ἐθνῶν· ἵν' οἱ μὲν πρότεροι βασιλεῖς αὐτῶν ἀόρατοι, δυνάμεις οὖσαι πονηραὶ, ἐξιστῶσιν ἀπὸ τοῦ παραδόξου τῆς οἰκονομίας, ὁρῶσαι τὸν τηλικοῦτον υἱὸν τοῦ Θεοῦ μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος· καὶ ἵνα μετὰ τοιάνδε ἔκστασιν δοθῶσιν εἰς γῆν αἱ 199 ῥομφαῖαι αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, πρὸς τὸ μὴ κατέχειν αὐτοὺς ὅπλα πολεμικὰ καὶ πεπυρωμένα βέλη, δι' ὧν πρότερον κατεπολέμουν τὰς ὑποχειρίους αὐτοῖς ψυχάς. Μετὰ ταῦτα φησὶν, καὶ διώξεται αὐτούς· ἵν' οὕτως κατὰ τὸ πάντων τέλος ἐκδιωχθέντων αὐτῶν, διέλθῃ ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς δὲ ἐνήργησε, φησὶν, καὶ ἐποίησε ταῦτα; Προσυπακούομεν δὲ ὅτι ἡ χρηστότης καὶ φιλανθρωπία τοῦ τῶν ὅλων Θεοῦ τοῦ καλοῦντος αὐτὴν, δῆλον δ' ὅτι τὴν δικαιοσύνην, οὐκ ἄλλην οὖσαν τῆς σοφίας αὐτοῦ, ἣν καὶ θεασάμενα ἐφοβήθη τὸν Θεὸν τὸν ἐν ἀφοβίᾳ Θεοῦ πρότερον τυγχάνοντα ἔθνη· ἃ καὶ ἐξ ἄκρων καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κληθέντα ἤγγισεν τῷ Θεῷ· οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς γενόμενοι τῆς βασιλείας τῶν οὐρανῶν· διὸ καὶ ἐξεπλάγησαν ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, διδάσκοντές τε ἀλλήλους, καὶ ἀδελφὸς ἀδελφῷ βοηθῶν, τὴν προτέραν ἐξομολογοῦνται περὶ τὰ εἴδωλα πλάνην, αὐτὰ δὴ ταῦτα λέγοντες· τέκτων ἄρα ἦν καὶ χαλκεὺς, ὁ διὰ σφύρας καὶ ἥλων καὶ μηχανῆς ἀνθρωπίνης ἀνεγείρας καὶ ἐνισχύσας τοὺς πρότερον νομιζομένους ἡμῖν θεούς· οἱ δὲ οὐδὲν ἄρα ἦσαν ἢ ἄψυχα ξόανα, οὐδεμίαν ἐξ ἑαυτῶν κίνησιν ἐπιδεχόμενα, καὶ ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλημα. Ὅτι δὲ ταῦθ' οὕτως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἀπετελέσθη παρουσίᾳ μᾶλλον τῶν λόγων ἡ δι' ἔργων παρίστησιν μαρτυρία. 200 Ψ. Κʹ. Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει· ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Ὅτι μὴ περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ προφητεύεται τὰ ἀπὸ τοῦ Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, σαφὲς ἔσται τοῖς ἐθέλουσιν ἑκάστην λέξιν τῶν προκειμένων ἐξετάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὸ Ἑβραϊκὸν ἀκριβείας τοῦτο δῆλόν ἐστιν· οὔτ' οὖν τὸ Ἰακὼβ ὄνομα, οὔτε τὸ Ἰσραὴλ ἐν αὐτῷ ἐμφέρεται, ὅθεν καὶ ὠβέλισται παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν οʹ, καθ' ὅτι γε οὐκ ἄλλος τῶν δικαίων πλὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ μὴν αὐτὸς ὁ τοῦ Ἰσαὰκ ἢ Ἰακὼβ καὶἸσραὴλ προσαγορευθεὶς τοιοῦτος τίς ἦν ὡς ἐφαρμό 201 ζειν αὐτῷ δύνασθαι τὰ προκείμενα, οὐδένα οἶμαι ἀμφιβάλλειν· ἵνα γὰρ καὶ ἑτέροις ἁρμόσοι τίς τὸ, ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν, τί δ' ἂν εἴποι εἰς τὸ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ εἰς τὰ ἑξῆς, καὶ μάλιστα τὸ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν; Πῶς δὲ κἂν πιθανὸν εἴη ἤτοι τῶν Ἰουδαίων λαῷ, ἢ καὶ αὐτῷ τῷ τοῦ Ἰσαὰκ Ἰακὼβ, ἢ καὶ ἑτέρῳ τινὶ τῶν δικαίων ἐφαρμόζειν τὸ, ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει; Ἀλλὰ ταῦτα ἡμῖν ὡς πρὸς τοὺς ἐκ περιτομῆς ἐπηπορήσθω· σαφῶς γε μὴν ἡμᾶς τὸ εὐαγγέλιον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδάσκει καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν, ὅτε ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον κατ' αὐτοῦ ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· τούτοις γὰρ ἐπιφέρεται ἐν τῷ εὐαγγελίῳ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτὸν, καὶ τὰ ἑξῆς, ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλεκται. Αὐτὸς δ' ἂν οὖν εἴη ἂν ὁ καὶ Ἰακὼβ χρηματίσας, παῖς ὢν μονογενὴς τοῦ Θεοῦ· ὡς ἑτέρωθι λέλεκται, Μέγα σοι ἐστὶν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Οὗτος δὴ τοίνυν παρὰ τοῦ Πατρὸς ἀκούσας μετὰ τῶν ἄλλων καὶ τὸ, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, 202 κρίσιν ἐξήγαγε τοῖς ἔθνεσιν, ὥστε κεκριμένῳ λογισμῷ κατὰ τὸ ἱερὸν εὐαγγέλιον αὐτὰ πολιτεύεσθαι· σαφὲς δ' ὅπως ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη ἤλπικεν, καὶ ὅπως αὐτῷ εἰς φῶς ἐθνῶν ἀναδέδεικται, ὥστε διὰ τοῦ φωτὸς τοῦ λόγου αὐτοῦ διανυγῆναι οιγῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς τῶν πάλαι τούτοις πεπληρωμένων· ἀλλὰ καὶ ἐξήγαγεν ἐκ δεσμῶν τοὺς πρότερον σειραῖς τῶν ἰδίων ἁμαρτιῶν κατεσφιγμένους, ἐξ οἴκου τε τῆς τοῦ διαβόλου φυλακῆς τοὺς διὰ τὴν περὶ τὸν τῶν ὅλων Θεὸν ἄγνοιαν ἐν σκότει καθημένους. Πρόκειται δὲ τῷ φιλομαθεῖ ἑκάστην ἐξετάζειν τῆς προφητείας λέξιν, καὶ ἀναλόγως τοῖς ὑφ' ἡμῶν εἰρημένοις ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ τὰ ὑποπίπτοντα μεταφέρειν. Ψ. ΚΑʹ. Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Καὶ τίς ἂν εἴη ὁ παῖς ὃν ἐξελέξατο Κύριος ὁ Θεὸς, ὃν καὶ ἑαυτῷ συνκαταλέγει μάρτυρα γενησόμενον τῶν αὐτῷ μαρτυρούντων, ἢ οὗτος περὶ οὗ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐλέγετο, Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ, καὶ τὰ ἑξῆς; ἅ τινα σαφῶς ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἀπεδείκνυτο προπεφητευμένα. Ψ. ΚΒʹ. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βα 203 σιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ δώρων, οὐδὲ μετὰ λύτρων, εἶπεν Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος Σαβαὼθ, Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι χειροπέδαις, καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσίν σε, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστιν Θεὸς πλήν σου· σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ· αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Χριστὸν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν τοῦ εἶναι αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τὸ ἅγιον αὐτοῦ βασιλεύοντα· καὶ ἐπὶ τοῦτό γε αὐτὸν ἤγειρεν, ἐπειδὴ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ, φησὶν, γεγόνασιν εὐθεῖαι, μηδὲν ἔχουσαι σκολιὸν μὴ δὲ στραγγαλιῶδες· ἁμαρτίαν γάρ τοι οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Οὗτος δὲ καὶ τὴν πόλιν ᾠκοδόμησεν τοῦ Θεοῦ, τήν τε ἐπὶ γῆς ἁγίαν ἐκκλησίαν αὐτοῦ καὶ τὴν ἐπουράνιον Ἱερουσαλήμ· ἐπιστρέψας τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, τὴν γενομένην ποτὲ ὑπὸ τὸν νοητὸν Ναβουχοδονόσορ, καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις πονηράς· καὶ δὴ τὴν προειρημένην αἰχμαλωσίαν ὑπέστρεψεν, οὐ λύτρα δοὺς τοῖς αἰχμαλωτεύσασι, οὐδὲ μὴν δώροις αὐτοὺς πείσας, στρατεύσας δὲ κατ' αὐτῶν καὶ δι' ἀγῶνος αὐτοὺς χειρωσάμενος, ὥστε ἐπὶ τῷ κατορθώματι λαμπρυνάμενον φάναι, Ἐγὼ νενίκηκα τὸν κόσμον. Μαρτυρεῖ 204 τούτοις τὰ πλήθη τῶν ἀπὸ τῆς προτέρας πλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθῆ Θεὸν δι' αὐτοῦ παλινδρομησάντων, ἢ λεγέτωσαν οἱ ἐκ περιτομῆς ἐπὶ τίνα δ' ἂν ἁρμόζοιεν τῆς μετὰ χεῖρας προφητείας σαφῶς Θεὸν ὁμολογούσης τὸν προφητευόμενον· οἱ δὲ γὰρ, φησὶ, καὶ οἵδε σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεὸς ἐστὶν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Σαφῶς γάρ τοι ἐνταῦθα ᾧ λέγετο τὸ, ὅτι ὁ Θεὸς ἐν σοί ἐστιν, τούτῳ προσφωνῶν φησὶν ὁ λόγος τὸ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν· ἃ καὶ ἐξακούεται ὡς ἂν ἐκ προσώπου λεγόμενα τῶν ἐπεγνωκότων ἐνανθρωπήσαντα τὸν Χριστὸν τοῦ Θεοῦ· ἐν ᾧ ἐτύγχανεν οἰκῶν Θεὸς ὁ Πατὴρ, κατὰ τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· δι' ὃ καὶ μόνῳ ἂν αὐτῷ ἁρμόσοι τὸ, οὐκ ἔστιν Θεὸς πλὴν σοῦ, ὡς ἂν μόνης τῆς τοῦ Λόγου θεότητος ἡνωμένης καὶ ἀνακεκραμένης τῇ πατρικῇ βασιλείᾳ, καὶ διὰ τοῦτο μιᾶς τῆς ἀμφοτέρων ἐπινοουμένης δόξης τε καὶ ἀρχῆς· ἐν δὲ τῷ, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, δηλοῦσθαι νομίζω περὶ νοητῶν τινῶν ἀντικειμένων δυνάμεων ἀγῶνα πρὸς τὸν Χριστὸν ἀραμένων, καὶ ὑποχειρίων αὐτῷ γεγενημένων, ἢ καὶ ψυχῶν τοιωνδὶ κατ' ἀρχὰς μὲν ἀντιτεινουσῶν τῷ Λόγῳ, ὕστερον δέ ποτε τὴν ὑπ' αὐτὸν δουλείαν ἀναδεδεγμένων ἐπὶ τῇ ἑαυτῶν εὐεργεσίᾳ. Περὶ τούτων γέ τοι λέγεσθαι νομίζω καὶ τὸ, 205 ἔσονταί σοι δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται· τὸ δὲ, αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ, προφητεύεται περὶ τῶν μὴ μετανοησάντων, διαμεινάντων δὲ ἐχθρῶν καὶ πολεμίων, καὶ μηδαμῶς ἆραι ἐφ' ἑαυτοὺς τὸν τοῦ λόγου τοῦ Χριστοῦ ζυγὸν βεβουλημένων. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν τοῦ Χριστοῦ σαφήνειαν· ἁρμόζοι δ' ἂν παρατιθέναι τὴν περικοπὴν οὐ μόνον τοῖς ἐκ περιτομῆς, ἀλλὰ καὶ τοῖς ψιλὸν ἄνθρωπον ὑπειληφόσι γεγονέναι τὸν Σωτῆρα, Ἐβιωναίοις, ἢ τοῖς κατὰ Ἀρτέμωνα, καὶ τὸν Σαμωσατέα Παῦλον. Σαφῶς γὰρ καὶ διὰ τούτων ἡ θεότης τοῦ Χριστοῦ τοῖς περὶ αὐτοῦ δυσπειθῶς ἔχουσιν ἀποδείκνυται. Ψ. ΚΓʹ. Ἄκουέ μου Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώεἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστρέωσεν τὸν οὐρανόν· καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἐκάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς δ' ἂν ἄλλος εἴη Κύριος ὁ 206 ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, καὶ στερεώσας τὴν γῆν, ὁ λέγων ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἐπιφέρων ἐν τοῖς ἑξῆς, κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὴν θείαν γραφὴν, τὸ, καὶ νῦν Κύριος ὁ Θεὸς ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὐτοῦ, ἢ ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, ὁ μετὰ τὴν ἀγένητον ἀρχὴν τῶν γενητῶν ἁπάντων πρῶτος Θεὸς ὀνομαζόμενος, περὶ οὗ καὶ ἀλλαχόσε γέγραπται, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· αὐτὸς γάρ ἐστιν ὁ δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· ὃν καὶ ἀπέστειλε Κύριος ὁ Θεὸς ὁ Πατὴρ, σὺν αὐτῷ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οἰκονομήσοντα τὰ ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας; Εἴη δ' ἂν ἁρμόζον ὡς πρὸς Ἰουδαίους τὸ ῥητὸν, διδάσκον ἕτερον εἶναι Κύριον τὸν δημιουργήσαντα τὰ πάντα παρὰ τὸν τῶν ὅλων Θεὸν, ὑφ' οὗ ἀπεστάλθαι ὁμολογεῖ, λέγων, καὶ νῦν Κύριος ἀπέσταλκέ με· αὐτὸς δ' ἂν εἴη ᾧ προστάττων ἐν τῇ κοσμοποιΐᾳ φησὶν ὁ Πατὴρ τὸ, γενηθήτω φῶς, καὶ γενηθήτω τάδε καὶ τάδε· καὶ τὸ, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· ταύτην ῃ γὰρ καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται τὸ, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Πρόδηλον γὰρ ὡς ὁ ἐντελλόμενός τι καὶ λέγων ἑτέρῳ παρ' ἑαυτὸν ἐντελλεταί τε καὶ προστάττει. Ἑκάστην μέντοι γε λέξιν τῆς περικοπῆς ἐξετάζειν οὐ τῆς παρούσης ἐστὶν πραγματείας. 207 Ψ. ΚΔʹ. Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσα τὸ ὄνομά μου· καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι· καὶ ἐγὼ εἶπα, Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ· καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου· καὶ νῦν οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς· καὶ εἶπεν· Μέγα σοι ἐστὶν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς 208 ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτοὺς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται, καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· πρὸς δὲ τῷ μὴ ἁρμόζειν αὐτοῖς τὰς λέξεις σαφῶς ἀποδείκνυται καὶ ἀπὸ τῶν ἑξῆς, ὅτι δὴ περὶ ἑτέρου Ἰσραὴλ τὰ λεγόμενα προφητεύεται· γέγραπται γὰρ, καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ πρὸς αὐτόν· καὶ πάλιν εἶπέν μοι· μέγα σοι ἐστὶν τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Ἀλλὰ καὶ τὸ, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς, παράδοξόν τινα καὶ θαυμαστὸν ὑποφαίνει τὸν περὶ οὗ ὁ λόγος· τίς δ' ἂν οὗτος εἴη ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ ἤδη πρότερον ἐν τοῖς ἀνωτέρω Ἰακὼβ χρηματίσας καὶ Ἰσραὴλ διὰ τοῦ, Ἰακὼβ ὁπαῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου; Οὗτος γάρ ἐστιν ὁ μόνος κατ' ἀλήθειαν ὁρῶν Θεὸν τὸν Πατέρα, Ἰσραὴλ μὲν ὀνομαζόμενος, ὅπερ ἑρμηνεύεται ὁρῶν τὸν Θεὸν, κατ' ἐπίνοιαν αὐτοῦ τῆς θεότητος· Ἰακὼβ δὲ, ὅπερ ἐστὶ πτερνιστὴς, καθ' ὃ ἐνανθρωπήσας κατηγωνίσατο πάσας τὰς ἀντικειμένας δυνάμεις. Ὅρα δὲ εἰ μὴ 209 συνᾴδουσιν ἀλλήλαις αἱ περικοπαὶ, ἥ τε μετὰ χεῖρας, καὶ ἐν ᾗ ἐλέγετο τὸ, Ἰακὼβ ὁ παῖς μου, εἰς τὸν Χριστὸν ἀναφερόμενον· ὡς γάρ τοι ἐκεῖ τὸ Ἰακὼβ ὁ παῖς μου εἴρηται, οὕτως ἐνθάδε τὸ μέγα σοι ἐστὶ τοῦ κληθῆναί σε παῖδά μου· καὶ ὡς ἐκεῖ τὸ, Ἰσραὴλ ὁ ἐκλεκτός μου λέλεκται, οὕτως ἐνθάδε τὸ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ καὶ ἐξελεξάμην σε. Πάλιν τε αὖ ἐκεῖ μὲν εἴρηται, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· ἐν δὲ τῇ μετὰ χεῖρας, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε. Ὅτι μὲν οὖν οὐδενὶ ἄλλῳ ἢ μόνῳ τῷ Σωτῆρι ἡμῶν ἁρμόζει τὰ ἐν ταῖς προκειμέναις προφητείαις, δῆλον ἔσται τοῖς ἐπιστήσασιν τῷ πλήθει τῶν εἰς αὐτὸν καὶ δι' αὐτοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἠλπικότων ἐθνῶν, οἷς ὑπὸ τοῦ Πατρὸς ἐτέθη εἰς φῶς· φησὶν δὲ, τοῦ καταστῆσαι τὴν γῆν, τοῦτ' ἔστιν τὴν ἐν θορύβοις καὶ ἀκαταστασίαις πάλαι τυγχάνουσαν ψυχὴν εἰς τὴν κατὰ φύσιν εὐστάθειαν καὶ καταστολὴν ἀγαγεῖν· ἀλλὰ καὶ τοῦ κληρονομῆσαι κληρονομίαν ἐρήμου, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν δηλῶν· ἣν πρὸ τῆς αὐτοῦ παρουσίας ἔρημον τυγχάνουσαν, κληρονομίαν εἴληφε παρὰ τοῦ εἰπόντος αὐτῷ, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Οὗτος δὲ κατὰ τὴν περὶ αὐτοῦ προφητείαν τοῖς ἐν δεσμοῖς εἴρηκεν ἐξελθεῖν· προχείρως μὲν ὡς ἐπὶ τοῦ Λαζάρου, ὃν κειρίαις καταδεδεμένον καὶ ἐν μνή 210 ματι τεταρταῖον τυγχάνοντα, εἰπὼν, Λάζαρε δεῦρο ἔξω, ἐλεύθερον ἀφῆκεν ὑπάγειν· καὶ ἐν μέρει δὲ διανοίας ἐπὶ τῆς θυγατρὸς Ἁβραὰμ, ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτεσιν, ἣν καὶ αὐτὴν τῆς ἀσθενείας ἀπαλλάξας, σώαν ἀπέλυσεν· καθόλου δὲ, ὁπηνίκα πᾶσιν τοῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἐσφιγμένοις ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων παρέσχετο, οἷα δὴ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας· οἷς ἔτι καὶ νῦν διὰ τῆς αὐτοῦ διδασκαλίας παρακελεύεται τῶν προτέρων δεσμῶν ἐξελθεῖν, λέγων ἐφ' ἑκάστῳ τὸ, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Ἐπὶ τούτοις ἔτι καὶ νῦν τοῖς εἰσέτι ἀγνοίας τε καὶ πονηρίας κατορωρυγμένοις ἀνακαλυφθῆναι προστάττει, ἅτε Λόγος ὑπάρχων Θεοῦ, καρδίας τε ἐτάζων καὶ νεφροὺς, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἵνα δὲ ὡς ἔνι μάλιστα συντόμως διαδράμωμεν, καὶ τὰ πρὸ τούτων ἐφαρμόζοντες τοῖς περὶ Χριστοῦ λεγομένοις, ἀναλαβόντες ἐξ ὑπαρχῆς καὶ τὴν τούτων ὑπόνοιαν ἡμῶν ἐκθησόμεθα. Ἐν πολλοῖς δὴ σαφῶς τῷ ἐκ περιτομῆς λαῷ προσομιλήσας, ὅτε καὶ ἐξ ὀνόματος, ἤτοι τὸν Ἰακὼβ ἤτοι τὸν Ἰσραὴλ ἀνακαλεῖται, ἐπὶ τοῦ παρόντος οὐ πρὸς ἐκείνους ποιεῖται τὴν προφητείαν, ἀλλὰ γὰρ νήσους καὶ ἔθνη ἐπὶ τὴν ἀκρόασιν τῶν λεχθησομένων παρακαλεῖ· καὶ ἔστιν γε ἐνταῦθα ἡ ὑπόσχεσις τοῦ Κυρίου λεγομένη περὶ τῆς κλήσεως τῶν προτέρον ἀπίστων πάντη καὶ ἀλλοτρίων τῆς θεοσεβείας ἐθνῶν, ὧν ἐν μέρει νοοῦνται καὶ αἱ λεγόμεναι νῆσοι, ψυχαὶ ὅσαι τὸ πάλαι πρότερον τινὰ τρόπον ὑποθαλαττίων τῶν κατὰ τὸν βίον τρικυμιῶν καὶ 211 τῶν κατὰ τῆς κακίας ἁλμυρωτάτων κατεκλύζοντο ῥευμάτων. Τίνα οὖν ταύτας ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διδάσκει κατανοητέον· ἐκ κοιλίας φησὶ μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου· ὃ καὶ σαφῶς ἐπὶ τοῦ Χριστοῦ, αὐτοῦ γάρ τοι τυγχάνουσιν οἱ λόγοι, οὓς ἐκ τῆς τοῦ εὐαγγελίου γραφῆς μεμαθήκαμεν· ἀγνοοῦντι γὰρ τῷ Ἰωσὴφ περὶ τῆς συλλήψεως τῆς Μαρίας ἐπιστὰς ὁ Γαβριὴλ, διάκονος ὢν τοῦ πατρικοῦ βουλήματος, κατ' ὄναρ εἶπεν μεθ' ἕτερα καὶ τὸ, τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· ἐπιφέρει δ' ἐν τῇ προφητείᾳ λέγων, ὅτι καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ πάλιν, ἔθηκέν με ὡς βέλος ἐκλεκτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ' ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· τὸ δὲ, καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα, καὶ τὰ ἑξῆς, λέγοιτ' ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα 212 Κύριος ὁ Θεὸς καὶ Πατὴρ, ὁ ῥυσάμενος αὐτὸν ἀπὸ πάντων τῶν ἐπισυναχθέντων κατ' αὐτοῦ, ἁγιάζειν αὐτὸν, λέγων, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ, κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας. Μετὰ ταῦτα φησὶ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἐβδελύξαντο αὐτὸν εἰπόντες, καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, ἀλλ' ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων. Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει. Ψ. ΚΕʹ. Οὕτως λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· δι' ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος ὁ ὑπακούων· μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; 213 ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ· Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωῒ πρωΐ· προσέθηκέν μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς ἑτερὰν στερεὰν πέτραν· καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἐγγισάτω· ἰδοὺ Κύριος Κύριος βοηθεῖ μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς· τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Σαφῶς ἡ τοῦ Λόγου θεότης καὶ διὰ τῶν προκειμένων ἀποδείκνυται, ὅτι τε προϋπῆρχεν τῆς ἐνανθρωπήσεως, καὶ ὡς ἐνανθρωπήσας ταῦτα πάσχειν ἤμελλεν ἃ καὶ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τίς γὰρ ἂν ἄλλος εἴη ὁ φάσκων, μὴ οὐκ ἰσχύει ἡ χείρ 214 μου, καὶ τὰ ἑξῆς ἕως τοῦ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ, ἢ ὁ τοῦ Θεοῦ Λόγος; Αὐτὸς δὴ οὖν τὰ τηλικαῦτα εἰπὼν, ἐπιφέρει λέγων, Κύριός μοι δίδωσι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· καὶ αὖθις ἐπάγεινετὰ τὰ λοιπὰ φάσκων, Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω· τὸν νῶτον μου τέθεικα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, καὶ τὰ μέχρι τοῦ, ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με. Δυνάμει γάρ τοι πεπονθέναι φαμὲν τὸν Λόγον, συμπάσχοντα δὲ ὃν ἀνείληφεν ἀνθρώπῳ. Οὐκ οἴδαμεν οὖν εἰ ἕξει τίς περὶ τῆς προκειμένης προφητείας ἀποδοῦναι λόγον, μὴ προσιέμενος τὸ εἶναι τινὰ δευτέραν ὑπόστασιν τοῦ Θεοῦ Λόγου μετὰ τὴν πρώτην καὶ ἀγένητον τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων· ἡμεῖς γε μὴν ὀρθῶς πεπεισμένοι τοῦτον ὑπάρχειν δηλαδὴ τὸν Θεὸν Λόγον ἡγούμεθα, τὸν καὶ ἐνταῦθα φάσκοντα μετὰ τῶν ἄλλων τὸ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ἐπιφέροντα ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τὸ, Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Τίνι δ' ἂν ἄλλῳ παρὰ τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν πρέποι λέγειν καὶ τὸ, τίς ὁ κρινόμενος μοι ἀντιστήτω μοι· ἢ περὶ τίνος λέγοιτ' ἂν τὰ ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ, ἢ περὶ μόνου τοῦ Χριστοῦ, τοῦ κατὰ τὰς γραφὰς αἰσχύνης καταφρονήσαντος, κενώσαντός τε ἑαυτὸν καὶ μέχρι μαστίγων ταπεινώσαντος, ὅτε κατὰ τὴν προκειμένην περὶ αὐτοῦ προφητείαν φραγελλώσας αὐτὸν ὁ Πιλάτος παρέδωκεν σταυρωθῆναι, τότε δὲ καὶ ῥαπίσματα 215 καὶ ἐμπτυσμοὺς ὑπέμενεν, ὅτε ἐπὶ τοῖς λόγοις αὐτοῦ περιρρηξάμενος ὁ ἀρχιερεὺς, ἀπεφήνατο βεβλασφημηκέναι αὐτόν· τότε γὰρ ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφιζον αὐτὸν, οἱ δὲ ἐρράπισαν αὐτὸν λέγοντες, προφήτευσον ἡμῖν Χριστὲ τίς ἐστιν ὁ παίσας σε; Ἔοικε δὲ τὰ μὲν κατὰ τὴν ἀρχὴν τοῦ κεφαλαίου περὶ τῆς τῶν Ἰουδαίων λέγεσθαι συναγωγῆς· ἰδοὺ γὰρ, φησὶν, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Ἦλθεν γὰρ ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, καὶ οὐχ εὗρε τινὰ ἐν αὐτοῖς ἄνθρωπον, ἀλλὰ καὶ πρώτους μὲν αὐτοὺς ἐκάλεσεν· οὐκ ἦν δ' ὁ λαὸς ὑπακούων. Δι' ὃ φησὶν, δι' ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων· τὰ δ' ἐπὶ τέλει τῆς περικοπῆς ἀκολούθως μετὰ τὴν ἐκείνων ἀποβολὴν ἐπὶ τὴν ἐξ ἐθνῶν ἀναφέρεται κλῆσιν· ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ἐπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Ἡμεῖς γὰρ ἀληθῶς ἦμεν οἱ πορευόμενοι ἐν σκότει· καὶ οὐκ ἦν ἡμῖν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν φῶς, ἀλλὰ νῦν διὰ τὴν τοῦ Θεοῦ χάριν πεποίθαμεν ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἐπιστηριζόμεθα ἐπὶ τῷ Θεῷ· τοῖς δὲ μὴ πιστεύσασιν εἰς τὸν Χριστὸν, οἷς καὶ ἀνωτέρω εἴρητο τὸ, ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς φάγεται ὑμᾶς, ἐπιφέρει ὁ λόγος φάσκων, ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶ τὰ ἑξῆς· ἐν οἷς σαφῶς καὶ τὸ, δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐκ προσώπου λέλεκται τοῦ Χριστοῦ ἐπονειδίζοντος αὐτοῖς καὶ ἀπελέγχοντος τὴν εἰς αὐτὸν γεγενημένην τοῦ Ἰουδαίων λαοῦ παρανομίαν. 216 Ψ. Κ ʹ. Τάδε λέγει Κύριος· Δι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ Θεός. Καὶ αὕτη ἐπὶ τὸν Σωτῆρα εὐλογώτατα ἁρμόζοι ἂν ἡ προφητεία, ἐπὶ τῆς ἐπιδημίας αὐτοῦ πληρωθέντος τοῦ, ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι. Τῷ μὲν οὖν προτέρῳ λαῷ εἰς πρόσωπον εἴρηται τὰ ἀπὸ τοῦ, δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν· τὰ δ' ἀπὸ τοῦ, διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου τῇ ἡμέρᾳ ἐκείνῃ, νοοῖτο ἂν περὶ τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν. Αὐτὸς οὖν ἐστιν ὁ καὶ πρότερον πῆ μὲν δι' ἀγγέλων, πῆ δὲ καὶ διὰ προφητῶν ἀνθρώποις ὁμιλήσας· καὶ μέντοι ἐκείνους αὖθις παραγενόμενος, καὶ δι' ἑαυτοῦ τὴν σωτηρίαν πᾶσι κηρύξας, ὁποῖον ἔχει νοῦν ὁ φιλομαθὴς ἐρευνήσας εἴσεται. Ψ. ΚΖʹ. Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἔθνη, τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ. Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε· ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη Κυρίου· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύ 217 σεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Θεὸς Ἰσραήλ· ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται, καὶ μετεωρισθήσεται σφόδρα· ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων· οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσι. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν κακώσει καὶ ἐν πληγῇ. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη 218 εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει· δικαιῶσαι δίκαιον δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον καὶ {2} 2τέρπου ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Καὶ πότ' ἄλλοτε ὡς ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν βραχίονα τὸν μέγαν, οὐκ ἀλλὸν ὄντα τοῦ Λόγου αὐτοῦ, ὁ Πατὴρ καὶ Θεὸς τῶν ὅλων ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν, ἃ καὶ ἰδόντα τὴν δεδωρημένην αὐτοῖς ὑπὸ τοῦ Θεοῦ σωτηρίαν ἀφίστασθαι τῆς προτέρας προστάττεται πλάνης, καὶ μηκέτι τῶν ἀκαθάρτων, οἷς πρότερον ἐκαλινδεῖτο, αἰσχροῖς καὶ μιαροῖς ἐνειλούμενα πράγμασιν ἐφάπτεσθαι; Καὶ ἐπεὶ οὐ τὸ τυχόν ἐστι τὸ ἀποδιορίζειν ἑαυτοὺς τῆς προτέρας πατροπαραδότου πολιτείας, καὶ τῆς κοινῆς τῶν ἀνθρώπων συναναστροφῆς, τούτου χάριν αὐτὸς ὁ Κύριος συμπορεύσεσθαι καὶ συνάξειν ἐπαγγέλλεται τοὺς φέροντας τὰ σκεύη αὐτοῦ, δῆλον δ' ὅτι τὰ ἱερὰ 219 δόγματα, καὶ τοὺς θείους λόγους. Πάλιν δ' ἐπὶ τούτοις ὃν τρόπον ἐν ταῖς ἀνωτέρω προφητείαις διαφόρας ως παῖς ὁ Χριστὸς ὠνομάζετο τοῦ Θεοῦ, ὡσαύτως εἴρηται καὶ ἐνθάδε· συνήσειν δὲ καὶ ὑψωθήσεσθαι καὶ σφόδρα δοξασθήσεσθαι προφητεύεται τοῦ ἀνθρωπίνου αὐτοῦ ἐπινοουμένου, περὶ οὗ ταῦτα λέγεται· ἀληθῶς δὲ ἐξέστησαν καὶ ἐξηπορήθησαν ἐπ' αὐτῷ πολλοὶ, ἄνθρωπον ἑαυτοῖς ὅμοιος ὁμοίως αὐτὸν ὑπειληφότες· καὶ ἐξέστησάν γε μηδεμίαν ὑπεροχὴν ἢ δόξαν κοσμικὴν περιβεβλημένον αὐτὸν ἑορακότες, ὅτε τὴν τοῦ Θεοῦ μορφὴν ἀποθέμενος, ἑαυτόν τε κενώσας καὶ δούλου ἀνειληφὼς μορφὴν, ἐξεστάσεως ἄξια καὶ καταπλήξεως ἀπετέλει παράδοξα, ὡς τοὺς θεωροῦντας αὐτὰ καταπληττομένους λέγειν, οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ· οὐχὶ ἡ μητὴρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσὶ παρ' ἡμῖν; Καὶ εἰς δεῦρο δὲ πλεῖστοι ἐπ' αὐτὸν ἐξίστανται καὶ ἐξαποροῦνται, τὴν διδασκαλίαν αὐτοῦ διαδραμοῦσαν καὶ ἔτι νῦν διατρέχουσαν ἐφ' ὅλην ὁρῶντες τὴν οἰκουμένην, τῶν τε εἰς αὐτὸν πεπιστευκότων τὴν ἀκλινῆ καὶ ἀμετάθετον διάθεσιν κατανοοῦντες. Ταῦτα δὲ θαυμάζοντες οὐ συνίασι τὴν θείαν δύναμιν καθ' ἣν ἐνήργησέ τε καὶ εἰς ἔτι νῦν ἐνεργεῖν τὰ τηλικαῦτα δεδύνηται, συνέσχον δὲ ἀληθῶς καὶ συνέστειλαν ἐπ' αὐτὸν βασιλεῖς τὸ στόμα αὐτῶν, εἴτε οἱ συναχθέντες κατὰ τὸ πάθος αὐτοῦ, περὶ ὧν ἐλέχθη τὸ, παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, εἴτε καὶ οἱ κατὰ καιροὺς ἄρχοντες τῶν ἐθνῶν, καὶ σύνεσχόν γε στόμα ἑαυτῶν τῷ πολλάκις μὲν αὐτοὺς ἐπιχειρῆσαι κωλῦσαι τὸν λόγον αὐτοῦ καὶ 220 τὴν διδασκαλίαν, οὐδὲν δὲ ἧττον ὑπερισχύειν αὐτὸν καὶ διαλάμπειν δοξαζόμενον καὶ εἰς ὕψος αἰρόμενον, ὡς φανερὸν ἑαυτὸν καθιστάναι οὐ μόνοις τοῖς τὰς περὶ αὐτοῦ προφητείας ἐκ πατέρων παρειληφόσιν, ἀλλὰ, τὸ παραδοξότατον, οἷς οὐδεπώποτε ἀνηγγέλη τί περὶ αὐτοῦ, τοῦτ' ἔστιν ἡμῖν τοῖς ἔθνεσιν· οἳ καὶ μὴ δ' ὅλως παρὰ τῶν προγόνων ἀκηκοότες τί, μὴ δὲ προμεμαθηκότες περὶ τῆς αὐτοῦ παρουσίας, συνήκαμεν αὐτὸν ἐλθόντα, καὶ τὰς περὶ αὐτοῦ προφητείας κατεδεξάμεθα. Ταῦτα δὲ προϊδὼν ὁ προφήτης ἐν πνεύματι ἀναφωνεῖ ἀποθαυμαστικῶς λέγων τὸ, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ οὐδεὶς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν· σαφῶς γάρ τοι πολλὰ πλήθη τῶν ἐξ ἐθνῶν, καὶ αὐτῶν δέ τινες τῶν ἐκ περιτομῆς, πεπιστεύκασι τῇ περὶ τοῦ Χριστοῦ ἀκοῇ· καὶ ὁ βραχίων δέ φησι Κυρίου, τοῦτ' ἔστιν ὁ προὼν τοῦ Θεοῦ Λόγος, τίνι ἀπεκαλύφθη; Αὐτὸς ὁ λόγος ἐν ἀρχῇ τῆς προφητείας διδάσκει λέγων, καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. Ἑξῆς αὐτοῖς λέγεται, ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ πεπλήρωται, ὅτε κενώσας ἑαυτὸν τῆς τοῦ Θεοῦ μορφῆς, οὐδὲ τὴν ὡς ἐν ἀνθρώποις εὐειδῆ καὶ εὐσχήμονα κατελέξατο προσωποποιίαν, οὐδὲ μὴν δόξῃ τῇ παρ' ἀνθρώποις ἢ κοσμικῆς τινὸς ὑπεροχῆς περιβολῇ τὸν ἀνθρώπινον διεξῆλθε βίον, μορφὴν δὲ δούλου καὶ διακόνου λαβὼν ἐταπείνωσεν ἑαυτὸν καὶ γέγονεν ὡς 221 ἀληθῶς ἄνθρωπος, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἀπέστραπτο δὲ καὶ ἀποκέκρυπτο τῆς θεότητος αὐτοῦ τὸ ἔνδοξον καὶ θεϊκὸν πρόσωπον· δι' ὃ καὶ ἠτιμάσθη παρὰ τοῖς τὸ ἀνθρώπινον αὐτοῦ μόνον κατανενοηκόσι, παρ' οἷς καὶ οὐκ ἐλογίσθη οὐχ ὅπως εἰς υἱὸν Θεοῦ, ἀλλ' οὐδ' εἰς τὸν τυχόντα δίκαιον. Φασὶ δ' οἱ τῷ πνεύματι τούτων αὐτῶν συνησθημένοι, ὡσπερεὶ διηγούμενοι καὶ τὴν αἰτίαν τῆς τοιαύτης οἰκονομίας διδάσκοντος τες τὸ, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· ἑώρων γὰρ, οἷα δὴ προφῆται, τίνα τρόπον γενήσεται ἀμνὸς τοῦ Θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπιφέρεται τούτοις, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν· δυνάμει γὰρ καὶ ἐτραυματίσθη ὅτε ἦραν λίθους βαλεῖν ἐπ' αὐτόν· καὶ μεμαλάκισται δέ φησιν διὰ τὰς ἁμαρτίας ἡμῶν· μᾶλλον γὰρ Παύλου τοῖς ἀσθενέσι συνασθενήσας Χριστὸς, εἶπεν ἂν τὸ, τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Ταῦτα δὲ πάντα ὁμολογεῖ ὁ προφήτης δι' αὐτόν τε καὶ τὸν πάντα λαὸν πείσεσθαι τὸν περὶ οὗ ὁ λόγος, ἐτραυματίσθη γὰρ, φησὶ, διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· συνκαταλέγων τε ἑαυτὸν ἐπιφέρει λέγων, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Σαφῶς τε ἐνορῶν τὴν γενομένην ἐπ' αὐτῷ παντὶ τῷ ἐκ περιτομῆς λαῷ πλάνην, καὶ ὅτι μὴ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, κἂν ὁ πάντων δικαιότατος εἶναι δοκῇ, ἐπιλέγει· πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὑτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ 222 τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ἀναμφιλόγως ἐπὶ μόνου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ πέρας εἰληφότα δείκνυται· ὅθεν καὶ θαυμάζειν ἄξιον τῆς πωρώσεως τοὺς μὴ προσιεμένους αὐτὸν τοῦ προτέρου λαοῦ προφάσει δι' ὧν ἐπεδείξαντο κατ' αὐτοῦ, ἔφ' οἷς ἐπιγελᾶν καὶ διασύρειν αὐτοῖς ἔθος, ὡς μὴ ἄξια πεπονθότα τῆς τοῦ Θεοῦ περὶ αὐτοῦ φροντίδος· σαφῶς πρὸς τοῖς εἰρημένοις ἀναβοῶντος τοῦ προφήτου περὶ αὐτοῦ, ὅτι τε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τίς δ' οὐκ ἂν ἀποθαυμάσειε πᾶσι τοῖς προκατειλεγμένοις ἐπιφερόμενον, ἀκούων πρὸς τοῦ προφήτου λέγοντος τὸ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· ἢ τί δ' ἂν πρὸς ταῦτα εὑρεσιλογήσειεν οἱ τὸ ὄντως (sic) ἀκοῇ ἀκούσαντες τῆς τοῦ Χριστοῦ φωνῆς καὶ μὴ συνέντες, αὐτοῖς τε ὀφθαλμοῖς ἐμβλέψαντες εἰς τὴν παρουσίαν αὐτοῦ καὶ μὴ ἰδόντες· τίνα γὰρ ἄλλον ἔχοιεν ἂν τῶν δικαίων παραστῆσαι ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀχθέντα εἰς θάνατον, ἢ τίς τοιοῦτος γεγένηται, ὡς τὰς ἁμαρτίας παντὸς τοῦ λαοῦ καὶ αὐτῶν τῶν προφητῶν φέρειν, καὶ ὀδυνᾶσθαι περὶ αὐτῶν, ὥστε τῷ μώλωπι αὐτοῦ ἰᾶσθαι πάντας αὐτοὺς ὁμολογεῖν φάσκοντας, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν; Τίς δ' ἀνθρωπίνης λαχὼν φύσεως γένοιτ' ἂν τοιοῦτος, ὥστε μήτε λόγῳ μήτε ἔργῳ ἡμαρτῆσθαί τι αὐτῷ ὡς ἀληθεύειν λέγουσαν περὶ αὐτοῦ τὴν θείαν γραφὴν, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι 223 αὐτοῦ; Ἐπὶ ποίᾳ δὲ αἰτίᾳ τὸν ἐπὶ τούτοις μαρτυρούμενον ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεσθαι, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τὴν ἐπὶ θανάτῳ κατακριθήσεσθαι ὁ λόγος προαγορεύει; Λεγέτωσαν δὲ καὶ εἰ ὁ προσδοκώμενος αὐτοῖς ἥξειν Χριστὸς ταῦτα πάντως πείσεται, ἅπερ αἱ προφητεῖαι περὶ αὐτοῦ θεσπίζουσιν, ἢ οὐδέν τι τοιοῦτον περὶ ἐκεῖνον ἔσται. Ἀλλ' εἰ διὰ τὰ συμβεβηκότα τῷ Σωτῆρι ἡμῶν προσκόπτουσιν τῇ εἰς αὐτὸν πίστει, οὐκ ἂν φείσαιεν φήσαιεν περὶ οὗ προσδοκῶσι τὰ τοιαῦτα. Ὥρα οὖν ἀτελεῖς κατ' αὐτοὺς καὶ δηλαδὴ ψευδεῖς ἀποφαίνεσθαι τὰς θείας φωνάς· ἀλλ' οὐ καθ' ἡμᾶς γε τοὺς οἷς οὐκ ἀνηγγέλη μὲν ἐκ πατέρων, οὐδὲ παρεδόθη τὰ περὶ αὐτοῦ, θεωρήσαντας δ' ὅμως αὐτὸν καὶ παραδεξαμένους κατὰ τὸ ἐν ἄλλοις εἰρημένον, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· καὶ δι' ὅλης δὲ τῆς προφητείας πλατύτερον καὶ τηλαυγέστερον τὰ κατ' αὐτὸν ἐμφέρεται, καὶ τὰ περὶ τοῦ κατειληφότος δὲ ὀλέθρου τοὺς ἐπιβεβουλευκότας αὐτῷ δηλοῦται διὰ τοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ· ἐπὶ γὰρ τοιοῦτον ὄντα φησὶν ἀνεῖλον τούτου χάριν τὰ τοιαδὶ πείσοντα. Τούτοις ἑξῆς αὖθις ἡ ἐξ ἐθνῶν ἐκκλησία εὐαγγελίζεται συγκρινομένη καὶ προκρινομένη τοῦ προτέρου λαοῦ διὰ τοῦ, εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Πολλῆς δὲ δεομένων ἐρευνήσεως καὶ ἐξετάσεως τῶν 224 κατὰ τὸν τόπον, ᾧ μέλει τῆς τοῦ Σωτῆρος ἐντολῆς λεγούσης, ἐρευνᾶτε τὰς γραφὰς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, ἐπιμελέστερον οὗτος ἐρευνήσας τὰ ἐν αὐτοῖς εἴσεται. Ψ. ΚΗʹ. Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά. Ἰδοὺ, μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν· ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέν σε. Τούτοις τὰ λεγόμενα συνίησιν ὑποδεχόμενος ὁ λόγος πνευματικὰς τροφὰς, θείαν τε καὶ οὐράνιον τρυφὴν, ἔτι τε ζωὴν οὐ τὴν σαρκὸς ἀδιάφορον, ἀλλὰ τὴν ἀΐδιον τῆς ψυχῆς. Προσυπισχνεῖται τοῖς αὐτοῖς διαθήκην αἰώνιον διαθήσεσθαι, ἥν τινα φησὶ τὰ ὅσια Δαυὶδ τὰ πιστὰ περιέξειν. Τίς ἂν οὖν εἴη καὶ αὕτη μετὰ τὴν πρὸς καιρὸν τὴν διὰ Μωσέως καινή τις καὶ αἰώνιος διαθήκη δοθήσεσθαι τούτοις, πρὸς οὓς ὁ λόγος, προφητευομένη; Ἡ καινὴ τῶν ἱερῶν εὐαγγελίων γραφὴ, τὰ ὅσια Δαυὶδ περιέχουσα διὰ τὸν ἐκ σπέρματος αὐτοῦ γενόμενον Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ· τοῦτον δὲ καὶ μαρτύριον δεδωκέναι φησὶν ὁ Θεὸς οὐχὶ τῷ Ἰσραὴλ, ἀλλὰ τοῖς ἔθνεσιν, ἄρξοντα τούτων καὶ τούτοις προστάξοντα, οὐχὶ δὲ τῷ προ 225 τέρῳ τῷ ἐκ περιτομῆς λαῷ. Ταῦτα δὲ τὰ ἔθνη πρότερον οὐδαμῶς αὐτὸν ἐπιστάμενα, ὅτε ἔγνω αὐτὸν υἱὸν τοῦ Θεοῦ τυγχάνοντα, Σωτῆρα καὶ Θεὸν ἐπεκαλέσατο αὐτόν· ἀλλὰ καὶ οἱ μηδεπώποτε αὐτὸν ἐπεγνωκότες ἡμεῖς κατεφύγομεν ἐπ' αὐτὸν, τῆς προτέρας ἀποφυγόντες πλάνης, καὶ ὑπὸ τὰς ἀντικειμένας ἐνεργείας δουλείας. Ταῦτα δὲ, φησὶν ἡ προφητεία, γενήσεσθε ἕνεκεν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐδόξασεν αὐτόν· σαφὲς δ' ὅπως ἐδόξασεν αὐτὸν ὁ Πατὴρ κατὰ τὴν ἐνεχθεῖσαν πρὸς αὐτὸν ἐξ οὐρανοῦ φωνὴν, τὴν καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὅρα δ' εἰ μὴ συγγενῆ τυγχάνει τοῖς ἐνθάδε ῥητοῖς φάσκουσι τὸ, ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε· καὶ λαοὶ οἳ οὐκ ἔγνωσάν σε ἐπὶ σὲ καταφεύξονται, τὰ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ, ἔνθα ἐλέγετο, ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. Τούτοις ὅμοια τυγχάνει καὶ τὰ ἐν ἑπτὰ καὶ δεκάτῳ Ψαλμῷ ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι. Ἡμεῖς μὲν οὖν ἀληθεῖς πιστεύοντες τὰς προφητείας πεπληρῶσθαι αὐτὰς ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ πεπείσμεθα, συναισθόμενοι ὅπως ἡμεῖς αὐτοὶ πλανώμενα ἔθνη τὸ πάλαι τυγχάνοντες, ἐλαυνόμενοί τε ὑπὸ χαλεπῶν δαιμόνων κατὰ πᾶσαν εἰδωλολατρείαν, καὶ μήτε τὸν μόνον ἀληθῆ Θεὸν ἐπιστάμενοι, μήτε προφητικῆς ἐπαΐοντες φωνῆς, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδασκαλίας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ τῶν ὅλων παρεληλύθαμεν, πεπιστεύκαμέν τε ταῖς θεοπνεύστοις γραφαῖς, καὶ τὸν προφητευ