Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Generalis elementaria introductio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
λόγου τε καὶ βίου διεξοδευθεῖσα τὰς περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρίας, δι' ἐναργῶν καὶ πιστῶν καὶ ἀληθῶν ἀποδείξεών τε καὶ συλλογισμῶν ἐπιστοῦτο, βραχείαις κομιδῇ ταῖς ἀπὸ τῶν παρά τε Ἰουδαίοις καὶ ἡμῖν πεπιστευμένων θείων γραφῶν ἐπὶ τέλει χρησαμένη μαρτυρίαις· ἐπεὶ μὴ δὲ ἄλλος ᾕρει λόγος τοῖς ἔτι πάντη ταῖς θείαις ἀπιστοῦσιν γραφαῖς δαψιλεῖς ἐξ αὐτῶν παρατίθεσθαι τὰς συστάσεις. Τά γε μὴν ἐν χερσὶν τοῖς ἐκ τῆς ἐκείνων ἀποδείξεως οἷα δὴ θείαις ἤδη καὶ θεοπνεύστοις πιστεύειν ὀφείλουσιν ταῖς ἱεραῖς γραφαῖς τὸ λεῖπον ἐκείναις ἀποπληροῦντα πεπόνητο, συναγωγὴν περιέχοντα συλλήβδην........... περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητείαν, ἃς ἀπὸ π............. τ. ς. παλαιὰ διαθήκης ὑφ' ἓν συναγεῖν ἔδοξεν· δ............ τερον· πῆ δὲ καὶ δι' ὑπονοιῶν τὰ περὶ αὐτοῦ προειρ......... ον αὐτὸν καὶ τὰς κατ' αὐτὸν οἰκονομίας. οὐχὶ δὲ καὶ εις........ μόζομε ἃ πέρας εἰληφότα δείκνυται· Τὰς δὲ τοιαύτα................ ἀρχούσας· καὶ σποράδην οὐ μόνον προφητεία........... ουσα.. ἱστορίαις ἐναποκειμένας· οὐκ ὀλίγοις........ αχθείσα ἔσεσθαι χρησίμους· ἐπεὶ μὴ ῥάδιον ἀλλ' ὡς ἐκ τῆς..... τάδην τῶν γραφῶν συναναγνώσεως τὰς πάσας ὑποπίπτειν τοῖς ἀνὰ στόμα καὶ διὰ μνήμης φέρειν αὐτὰς βουλομένοις. Ἰστέον δ' ὡς πρὸ τῆς παρούσης ὑποθέσεως Χρονικοὺς συντάξαντες Κανόνας, ἐπιτομήν τε τούτοις παντοδαπῆς ἱστορίας Ἑλλήνων τε καὶ βαρβάρων ἀντιπαρα 2 θέντες, τὴν Μωσέως καὶ τῶν ἐξ αὐτοῦ προφητῶν ἀρχαιότητα δι' αὐτῶν παρεστήσαμεν· οἷς τὴν μετὰ χεῖρας σποράδην ἀκόλουθον ὑπολαμβάνοντες, εἰκότως μετ' ἐκείνην ἐπὶ τὴν παροῦσαν ἐληλύθαμεν πραγμάτειαν· ἣν καὶ χαριέντως ἄν τις τῷ τῆς σοφῆς μελίττης ἀπεικάσειεν φυσικῷ σπουδάσματι, πρὸς ἣν ἀναπέμπων ἡμᾶς ὁ ἐν Παροιμίαις ἱερὸς λόγος φησὶν, ἢ πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ ἴδε πῶς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπορεύεται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται· ποθεινή τε ἐστὶν πᾶσιν καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. Ὃν γὰρ ἡ ἐργάτις ἐκείνη τρόπον τὴν σοφίαν τιμῆσαι μαρτυρουμένη, τῶν εὐθαλῶν βλαστῶν ἀναλεγομένη τὰ πρόσφορα, ἐκ τῆς ἁπάντων ἐπισυναγωγῆς τε καὶ ἐργασίας βασιλεῦσι καὶ ἰδιώταις ὑγιεινοὺς, ᾗ φησὶν ἡ γραφὴ, παρέχεται τοὺς ἑαυτῆς πόνους, ταυτόν τι καὶ τὰς περὶ τοῦ Χριστοῦ Προφητικὰς ἡμῖν Ἐκλογὰς, ἀπάνθισμα τῶν τοῦ Θεοῦ λογικῶν λειμώνων τυγχανούσας, περιέξειν ἡγοῦμαι, τὴν μὲν τῶν κηρῶν εὔπλαστον δημιουργίαν ἐν ψιλαῖς ταῖς λέξεσιν ἀποσωζούσας, τὰ δ' ἐν αὐτῷ τεθησαυρισμένα νοήματα καταλλήλῳ τῷ γλυκεῖ καὶ ὑγιεινοτάτῳ τῆς σοφῆς ἐν ἐκείνης γεννήματι εἴσω που ἐν ἀπορρήτοις ταμιευόμενος. Τίς γὰρ δὴ τῶν πιστῶν οὐκ ἂν ὁμολογήσαι πάσης διὰ σωμάτων ἡδονῆς τε καὶ ὠφελείας ἀσυγκρίτῳ διαφέρειν ὑπεροχῇ τὰς σωτηρίους περὶ τοῦ Λόγου τοῦ Θεοῦ παραθέσεις, ἐπιτηδείους πρὸς ἀνάληψιν ὑπαρχούσας τῆς κατὰ ἀλήθειαν ὠφελίμου καὶ ὑγιεινῆς ὀρθοδοξίας; Ἣν 3 περιέπειν ἀναγκαῖον οὐ μόνους τοὺς τὴν ἕξιν προβεβηκότας βασιλεῖς ὀνομαζομένους, ἀλλὰ καὶ τοὺς ὑποβεβηκότας καὶ πρῶτον ἄρτι τῷ θείῳ προσιόντας λόγῳ· οἷς καὶ διαφερόντως ἐπιτηδείαν ἔσεσθαι νομίζω τὴν ὑπόθεσιν, ὡς ἂν ἀκριβοῦν ἐξ αὐτῆς δύναιντο τὴν περὶ ὧν κατηχήθησαν λόγων ἀσφάλειαν· τότε μᾶλλον τῆς ἁπλῆς καὶ ἀκεραίου πίστεως πεῖσμα βέβαιον ἰσχούσης, ἐπειδὰν τῷ λογισμῷ τοὺς δι' ἀποδείξεως προεγκαταβαλὼν τίς θεμελίους τὴν ἀκριβῆ τῶν πεπιστευμένων κατάληψίν τε καὶ γνῶσιν πρὸς ἐπικτη............ ν γοὖν ἕνεκεν φημὶ δὲ τῶν ἐτ.. τοιχειώσε.............. ἀναγκαῖον εἶναι παρέστη μετὰ τὴν ἑκάστης προ........... ιν, ὡς ἐν εἰσαγωγῆς τρόπῳ διήγησιν βραχυ.......... ενὶ μάλιστα συντομωτάτην παραθέσθαι περὶ......... μὲν ἔλεγχον τῶν πιστεύειν μὲν ὡς θείαις........... ραῖς αὐχούντων γραφαῖς· μὴ μὴν προσιεμεν.. υτα........... ῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ὄντα τὸν προφητευόμενον· ἐπαπορήσιν π.... αὐτοὺς, λέγω δὲ τοὺς ἐκ περιτομῆς, καὶ τοὺς ἀπὸ τῶν αἱρέσε.... μοῦ δὲ καὶ ἀνατροπὰς ὧν ἂν εἴποιεν μυθικώτερον ἐπιλύειν πειρώμενοι τὰς θείας φωνάς. Ἔσται δὲ καὶ διὰ βραχέων μετρία τὶς ἡμῶν ἐξήγησις, ὅτε μὲν ἀπόδειξιν περιέξουσα τοῦ κατὰ μόνον τὸν ἡμετέρον Σωτῆρα πεπληρῶσθαι τὰς ἱερὰς τοῦ Θεοῦ προρρήσεις, ὅτε δὲ τὴν ἡμετέραν γνώμην ἣν ἐχόμεν περὶ τῶν ἐκτεθησομένων σημαίνουσα. Ἀλλὰ γὰρ τούτων ἐφάπτεσθαι μέλλοντας, ἀναγκαίως προδιαστείλασθαι ὡς πῆ μὲν προόντα οὐ μόνον 4 τῆς ἐνανθρωπήσεως ἀλλὰ καὶ πάσης γενετῆς ὑποστάσεως τοῦ Θεοῦ Λόγον διδάσκουσιν οἱ ἱεροὶ λόγοι, Θεὸν... αὐτὸν μετὰ τὸν Πατέρα καὶ Κύριον προσαγορεύοντες, οἷα δὴ καὶ τὸ κήρυγμα τὸ ἐκκλησιαστικὸν περιέχει ἀκολούθως τῇ εὐαγγελικῇ μαρτυρίᾳ εἰπούσῃ, Ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος· πάντα δι' αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· πῆ δὲ τὰς δύο παρουσίας αὐτοῦ προαναφωνοῦσι· τήν τε προτέραν, ἐν ᾗ μήτε εἶδος αὐτὸν μήτε κάλλος ἕξειν προυθέσπιζον διαρρήδην ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεσθαι, καὶ σαφῶς οὕτως ἀπὸ τῶν ἀνομιῶν τοῦ προτέρου λαοῦ τὴν ἐπὶ θανάτῳ καταδικασθήσεσθαι λέγοντες· οἷα δὴ καὶ ἀποδείκνυνται τῆς προτέρας αὐτοῦ παρουσίας αἱ κατὰ τοὺς Τιβερίου χρόνους οἰκονομίαι· καὶ τὴν δευτέραν, οὐκέθ' ὁμοίαν τῇ προτέρᾳ, θειοτέραν δὲ καὶ πολὺ τῇ δόξῃ παραλλάττουσαν, μετ' ἀγγελικῆς δορυφορίας καὶ τῆς ἀπ' οὐρανῶν παρατάξεως γενησομένην· οἷς εὐγνωμόνως τὸν ἐντυγχάνοντα χρεὼν κανόνα ὥσπερ καὶ σκοπὸν τὸ κήρυγμα κατέχειν τὸ ἀποστολικὸν τέλεια καὶ ἀπαρεγχείρητα τὰ τῆς ἀληθείας δόγματα διαφυλάττοντα, τουτέστιν τὰ περὶ τῆς πρώτης καὶ ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως, καὶ τὰ τῆς τοῦ θείου Λόγου προϋποστάσεώς τε καὶ ὑπουργίας, ἣν ἐπὶ τῇ τῶν γενητῶν ἁπάντων δημιουργίᾳ, οἷα δὴ λόγος................... 5.................................................................. χωρὶς τῶν τεσσάρων στοιχείων τῶν παρ' Ἑβραίοις ἀνεκφωνήτων, ὧν διὰ τῆς συνθέσεως τὸ σημαινόμενον ὄνομα ἄρρητον ὑπάρχον, καταχρηστικώτερον δὲ Κύριος ἐπικαλούμενον, οὐδέπω ποτὲ ἐπὶ ἀγγελικῆς παρείληπται δυνάμεως, ὡς ἐπιστήσεις καθ' ὅλης τῆς θεοπνεύστου γραφῆς, ἔνθα ὁ Θεὸς ἢ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος ἀναγέγραπται κεχρηκέναι τίσι· πότερον ἐπὶ τὴν ἀγένητον τοῦ τῶν ὅλων Θεοῦ φύσιν ἀνενεκτέον τὰ δηλούμενα, ἢ ἐπὶ τὸν τούτου Λόγον, ὃν δεύτερον τυγχάνοντα τῶν ὅλων αἴτιον καὶ Θεὸν καὶ Κύριον κατὰ τὸ σημαινόμενον ἐκ τοῦ παρ' Ἑβραίοις ἀρρήτου ὀνόματος προσαγορεύειν εἴωθεν ἡ θεία γραφή. Καὶ δῆτα ἐπὶ τοῦ παρόντος φήσαντος τοῦ λόγου, ὅτι δὴ κατέβη κύριος, καὶ εἶπεν κύριος τὰ ἀναγεγραμμένα, ζητήσαι ἄν τις εὐλόγως εἴτε ἐπί τινα τῶν ἀγγέλων, εἴτε ἐπὶ τὸ πρῶτον αἴτιον τὴν ἀναφορὰν ἔχει τὸ δηλούμενον. Ἀλλ' ἐπὶ μὲν ἀγγέλων οὐχ' οἷόν τε· τοῦτο μὲν, ὅτι κἀνταῦθα 6 τὸ Κύριος διὰ τῆς ἀνεκφωνήτου παρείληπται προσηγορίας, τοῦτο δὲ, ὅτι ἑτέροις παρ' αὐτὸν ὑποβεβηκόσιν ἐμφαίνει πεποιῆσθαι τοὺς λόγους. Πάλιν δ' αὖ ἐπὶ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων ἀνοικεῖος ἡ διάνοια· οὐ γὰρ δὴ αὐτῷ πρέποι ἂν λέγειν τὸ, δεῦτε καὶ καταβάντες συγχέωμεν τὴν γλῶσσαν αὐτῶν, καὶ τὸ, κατέβη κύριος ἰδεῖν τὴν πόλιν, οὐδαμῶς ἂν ἁρμόττοι περὶ τῆς αὐθεντείας λέγεσθαι. Λείπεται δὴ νοεῖν τὸν θεῖον Λόγον καὶ διὰ τῶν προκειμένων δηλοῦσθαι. Οὗτος δὴ τὴν τῶν ἁπάντων πρόνοιάν τε καὶ οἰκονομίαν πρὸς τοῦ Πατρὸς ἐπιτετραμμένος οὐ πώποτε διέλειπεν τότε μὲν δι' ἑαυτοῦ, τότε δὲ δι' ὑπηρετῶν ἀγγέλων τῷ πατρικῷ βουλήματι τὰ συντείνοντα ἐπὶ τῇ τῶν ὅλων ὠφελείᾳ τε καὶ σωτηρίᾳ διακονούμενος. Μυστικῆς δὲ καὶ ἀπορρήτου θεωρίας ἐχόμενα τὰ κατὰ τὸν τόπον οὐ νῦν ἀναπτύσσειν καιρός. Γʹ ΚΕΦΑΛΑΙΟΝ. Πρῶτος ἀναγέγραπται γενόμενος χρηματισμὸς τῷ Ἁβραὰμ ὅτε εἶπεν αὐτῷ Κύριος· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλόγητος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τὰ τούτοις ἑξῆς. Δεύτερος, ὅτε ὤφθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ τρίτος, ὅτε ὁ Κύριος εἶπεν τῷ Ἁβραὰμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ τὰ ἀναγεγραμμένα. Τέταρτος, ἐν ᾧ εἴρηται, μετὰ δὲ 7 τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἁβραὰμ ἐν ὁράματι τῆς νυκτὸς λέγων, Μὴ φοβοῦ Ἅβραμ, ἐγὼ ὑπερασπίζω σου· καὶ μεθ' ἕτερα· Ἐγὼ Κύριος ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων. Πέμπτος, ὅτε ὤφθη Κύριος τῷ Ἁβραὰμ καὶ εἶπεν αὐτῷ, Ἐγώ εἰμι ὁ Θεόςσου· εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ τὰ λοιπά. Ἕκτος, ἐν ᾧ πάλιν ὤφθη αὐτῷ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ· καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου μὴ παρέλθῃς τὸν παῖδά σου, ληφθήτω δὴ μικρὸν ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν. Εἶτα μετά τινα ἐπιφέρεται, ὅτι ἐξαναστάντες ἐκεῖθεν ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων· Ἁβραὰμ δὲ συνεπορεύετο μετ' αὐτῶν συμπροπέμπων αὐτούς· ὁ δὲ Κύριος εἶπεν· Μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς· ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτῶν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησεν πρὸς αὐτόν. Εἶπεν δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται. Καὶ μετ' ὀλίγα· καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἁβραὰμ δὲ ἦν ἐστηκὼς ἐναντίον Κυρίου· καὶ ἐγγίσας Ἁβραὰμ εἶπεν, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· ἐὰν 8 ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολέσεις αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Καὶ μεθ' ἕτερα φησὶν ἡ γραφή· Ἀπῆλθεν δὲ Κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ. Εἰσῆλθον δὲ καὶ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Ἐπιστῆσαι ἄξιον πότερον ἄγγελος ὁ τυχὼν κατὰ τοὺς τόπους δηλοῦται ὁ τοὺς χρηματισμοὺς πρὸς τὸν Ἁβραὰμ πεποιημένος, ἢ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ἢ τρίτος τίς παρὰ τούτους ὁ τοῦ Θεοῦ Λόγος, ὃν μετὰ τὸν ἀνωτάτω Πατέρα καὶ Θεὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἀποκαλεῖν ἔθος τῇ ἱερᾷ γραφῇ· ἔτι τε ζητῆσαι, τίς ἦν ὁ τῶν τριῶν τῶν ὀφθέντων τῷ Ἁβραὰμ ἀνδρῶν, πρὸς ὃν αὐτός τε εἶπεν, Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου· καὶ πάλιν, Μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; περὶ οὗ καὶ ἡ θεία γραφὴ οὐ μόνον πρῶτον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἱστορηκώς φησιν, ὤφθη δὲ αὐτῷ Κύριος, ἐπὶ τῇ Κύριος προσηγορίᾳ τοῦ ἀνεκφωνήτου ἐν τῷ Ἑβραικῷ τεταγμένου ὀνόματος, ὅπερ οὐδεπώποτε ἐπὶ ἀγγελικῆς δυνάμεως παρείληπται. Ὅτε γοῦν ὁ Λὼτ τοῖς εἰς Σόδομα ἐλθοῦσιν ἀγγέλοις ἀναγέγραπται λέγων, Δέομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐνώπιόν σου, κεῖται μὲν ἐν τῷ Ἑβραϊκῷ τὸ κύριε, ἀλλ' οὐ διὰ τῶν τεσσάρων στοιχείων τῶν παρ' Ἑβραίοις ἐπὶ τοῦ ἀρρήτου ὀνόματος τοῦ Θεοῦ παραλαμβανομένων, δι' 9 ἑτέρων δὲ συλλαβῶν δι' ὧν καὶ ὁ παρ' ἀνθρώποις ὀνομαζόμενος κύριος τῶν πρός τι τυγχάνων, οἷον οἰκέτου κύριος, παρ' Ἑβραίοις ἐγγέγραπται· ἀλλ' οὐδέν γε τούτοις ἔχον παραπλήσιον τὸ ἐπὶ τῆς τοῦ Θεοῦ αὐθεντείας διὰ τῶν τεσσάρων στοιχείων παραλαμβανόμενον ἔν τε ταῖς ἀναγεγραμμέναις τοῦ Θεοῦ πρὸς τὸν Ἁβραὰμ ὀπτασίαις ἐμφερόμενον σαφῶς παρίστησιν, μὴ δὲ ἄγγελον, μὴ δὲ ὀλίγῳ τοῦτον ἐπαναβεβηκυῖαν τινὰ θείαν δύναμιν αὐτῷ κεχρηματικέναι, ἀλλ' αὐτὸν τὸν Θεὸν, οὗ τὴν ἄρρητον ἐκφώνησιν, αὐτὴν δὴ ταύτην κατὰ τοὺς τόπους διὰ τῶν τεσσάρων στοιχείων ἐμφερομένην, μόνος ὁ ἀρχιερεὺς ἐπὶ τοῦ μετώπου περιέκειτο φέρων ἐπὶ τοῦ χρυσοῦ πετάλου τὸ λεγόμενον ἐκτύπωμα σφραγίδος ἁγιάσματος κυρίου. Καὶ ὅτι γε οὐκ ἀδιάφορόν ἐστι τῇ θείᾳ γραφῇ ἐπ' ἀγγέλων χρῆσθαι τῇ τοιαύτῃ προσηγορίᾳ, πρόδηλον ἐκ τοῦ σφόδρα παρατετηρημένως ποτὲ μὲν αὐτὸν τὸν Θεὸν ἢ τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον κύριον ὦφθαί τε καὶ κεχρηκέναι τοῖς δικαίοις ἱστορεῖν, ποτὲ δὲ ἀγγέλους ἀναγράφειν τοὺς ἑωραμένους. Σαφῶς οὖν ὁ τῇ Ἅγαρ ἀλωμένῃ ἐπιφανεὶς ἄγγελος ἦν· καὶ γὰρ ἐχρῆν ἐκείνῃ μὲν, ἅτε πλεῖστον ὅσον ἀπολειπομένῃ τοῦ Ἁβραὰμ, καὶ οὐδέν τι πλέον ἀγγελικῆς ὀπτασίας θεωρεῖν δυναμένῃ, κατάλληλον τὴν ὀπτασίαν γενέσθαι διὰ τῆς τοῦ ἀγγέλου παρουσίας, τῷ δὲ Ἁβραὰμ διὰ τῆς μείζονος αὐτοῦ τοῦ Θεοῦ ἐπιφανείας. Καὶ οἱ λοιποὶ δὲ αὐτοὶ τῶν πρὸς αὐτὸν τοῦ Θεοῦ φωνῶν οὐκ ἂν μὲν ἁρμόσειεν, εἰ ἐπὶ ἀγγέλους τίς αὐτοὺς ἀνάγειν πειρῷτο, μόνῳ δὲ 10 Θεῷ πρέποι ἂν αὐτοὺς λέγειν, οἷον τὸ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε, καὶ τὰ τούτοις παραπλήσια· μάλιστα δὲ τὸ, ἐγὼ κύριος ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων· καὶ τὸ, ἐγώ εἰμι ὁ Θεὸς, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ τὰ ἑξῆς· καὶ οὐδεὶς οὕτω γένοιτ' ἄν ποτ' ἠλίθιος ὡς ἄγγελον αὐτὰ ὑπονοεῖν εἰρηκέναι. Καὶ ὅτε γοῦν πρὸς τῇ δρυῒ καθεζομένῳ τῷ Ἁβραὰμ οἱ τρεῖς ἄνδρες ἐπέστησαν, πρόσεισι μὲν αὐτοῖς ὁ Ἁβραὰμ, ἀλλ' οὐ τοῖς τρισὶν, ἑνὶ δὲ μόνον τὸ, κύριε εἰ εὗρον χάριν ἐναντίον σου. Καὶ τῶν μὲν ἄλλων οὐδ' εἷς τῷ Ἁβραὰμ εἰσάγεται ὁμιλῶν· ἐπεὶ μὴ δὲ ᾕρει λόγος τοὺς οἰκέτας ἐπὶ τοῦ κυρίου φθέγγεσθαι, μόνος δὲ ὁ κύριος χρηματίζει, ὃς καὶ φησὶν, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, καὶ τὰ λοιπά. Εἶτα οἱ μὲν ἄνα ἅμα τῷ κυρίῳ ἄνδρες, δῆλον δ' ὅτι οἱ ἄγγελοι, ἀποστρέψαντες, μόνοι κατῆλθον εἰς Σόδομα, τοῦ κυρίου μὴ συμπαρόντος αὐτοῖς· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν εὐμενῆ καὶ ἴλεω Θεὸν τοῖς ἀσεβέσιν ἐνεπιδημεῖν; ὁ δὲ ἐπιμένων τῇ πρὸς τὸν θεοφιλῆ καὶ δίκαιον συνουσίᾳ τε καὶ διατριβῇ, χαίρει μὲν αὐτοῦ τῇ ὁμιλίᾳ, ὑπερασπίζεται δὲ καὶ τὴν φιλανθρωποτάτην εὐχὴν, ἐν ᾗ καὶ τὸ μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν εἰρηκὼς ὁ Ἁβραὰμ ἐναργέστατα παρίστησιν ἑαυτὸν εὖ καὶ ἀκριβῶς εἰδέναι, ὅτι μὴ ἀγγέλῳ, μὴ δ' ὑποβεβηκύιᾳ θείᾳ δυνάμει, ἀλλ' αὐτῷ Θεῷ διαλέγοιτο. Εἶθ' ἑξῆς ἀκριβῶς τὰ πράγματα διαιρῶν ὁ λόγος τοὺς ἐπὶ Σόδομα ἀνελθόντας σαφῶς ἀγγέλους προσαγορεύει, ἐπιλέγων, ὅτι δὴ ἦλθον οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· καὶ ἐν τοῖς ἑξῆς οὔτε κύριον οὔτε Θεὸν 11 ὀφθῆναι τῷ Λὼτ, ἢ καὶ λελαληκέναι, ἀλλὰ τοὺς ἀγγέλους ἀναγράφει· ὥστ' ἐκ παντὸς πρόδηλον, ὅτι Κύριος ἦν καὶ Θεὸς, ἀλλ' οὔ τις ἀγγέλων, ὁ τῷ Ἁβραὰμ ὦφθαι πρὸς τῆς γραφῆς μαρτυρούμενος. Πάντες μὲν οὖν οἱ διακόπτειν ἐθέλοντες τὴν τῆς παλαιᾶς πρὸς τὴν καινὴν διαθήκην σύμπνοιαν, ὥσπερ ἑρμαίῳ τοῖς τόποις ἐπιβαίνοντες σαφῶς ἐκ τούτων παριστάναι δοκοῦσιν ἕτερον ὑπάρχειν τὸν τοῦ Χριστοῦ πατέρα, ὃν καὶ ἀόρατον ὑπὸ τῆς εὐαγγελικῆς φωνῆς ὁμολογεῖσθαι, παρὰ τὸν Μωσέως καὶ τῶν προφητῶν Θεὸν διαφόρως ὀφθέντα, τότε μὲν τῷ Ἁβραὰμ, τότε δὲ τῷ Ἰσαὰκ, ᾧ καὶ αὐτῷ χρηματίζων τὰ παραπλήσια τοῖς ἐπὶ τοῦ Ἁβραὰμ προθεσπίζει, ὁμοίως δὲ καὶ τῷ Ἰακὼβ, τάχα δὲ καὶ Ἡσαΐᾳ φήσαντι, εἶδον τὸν κύριον Σαβαὼθ, καὶ τοῖς λοιποῖς προφήταις παραπλησίως· ἡμεῖς δὲ, ἐπεὶ καὶ ἐν αὐτοῖς τοῖς πάλαι τοῦ Θεοῦ προφήταις ἐμφέρεταί τι θεῖον λόγιον ἐκ προσώπου τοῦ Θεοῦ φάσκων, δι' ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι· Καὶ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος· καὶ τῷ Μωσεῖ δὲ χρηματίζων φησὶν, οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, ὡς πρὸς τοὺς προειρημένους ὁμοῦ καὶ τοὺς ἐκ περιτομῆς, ἔτι τε τοὺς μὴ προσϊεμένους δευτέραν μετὰ τὴν ἀγένητον φύσιν προϋπάρχειν θεότητα τοῦ υἱοῦ, ταῦτα ἐπαπορήσομεν, πῶς ὁ καὶ κατὰ ταύτας τὰς προφητείας ἀναλλοίωτος, καὶ ἄτρεπτος, καὶ πάλιν τὸν οὐρανὸν καὶ τὴν γῆν λέγων πληροῦν μόνος Θεὸς, σαφῶς τε καὶ κατ' αὐτὸν τὸν νόμον σχεδὸν ἀόρατος εἶναι δηλούμενος, κατὰ τὸ, 12 οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, ἀλλοιούμενος πάλιν, καὶ ὡς περιτρέπων τὴν αὐτὸς ἑαυτοῦ οὐσίαν εἰς ἐν μικροῖς τισὶ μορίοις τῆς γῆς χωρητὸς ἐγίγνετο, καὶ ἑωρᾶτο τότε μὲν τῷ Ἁβραὰμ, τότε δὲ τοῖς ἄλλοις προφήταις; Ταυτὶ γὰρ εἰ ἐπὶ τὸν τῶν ὅλων ἀναφέροιτο Θεὸν, οὐ μόνον τῇ εὐαγγελικῇ φωνῇ δόξαι ἂν διαφωνεῖν, ἀλλὰ καὶ ταῖς προφητικαῖς, ἀχώρητον καὶ ἀναλλοίωτον αὐτὸν καὶ ἀόρατον ἀνθρώποις ἀποφηναμέναις· εἰ μὴ ἄρα μὴ δὲ ὦφθαι τίς εἴποι αὐτὸν τὸν Θεὸν τοῖς ἀναγεγραμμένοις, φαντασιῶσαι δὲ αὐτοὺς αὐτὸ μόνον, ὡς δοκεῖν μὲν ὁρᾶν καὶ ἀκούειν, οὐ μὴν καὶ ἀληθῶς τί τῶν νομιζομένων φαίνεσθαι θεωρεῖν, οὐδὲ μὴν ἀκούειν κατ' ἀλήθειαν, ἀπατωμένους δὲ καὶ ἐν τούτοις νομίζειν, καὶ δοκεῖν ἀκούειν, ὅπερ ἀνοίκειόν τε καὶ ἀλλότριον ὑπάρχει τῆς ἀψευδοῦς καὶ ἀπλανοῦς τοῦ τῶν ὅλων Θεοῦ φύσεως· ἔτι δὲ καὶ ἀσύστατον ὂν δείκνυται ἐκ τοῦ λέγειν ἱστορεῖσθαι αὐτὸν τὸν Θεὸν περὶ τοῦ Ἁβραὰμ τὸ, ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησεν πρὸς αὐτόν. Ἀναμφιλέκτως γοὖν ταῦτα ὡς περὶ ἑτέρου κυρίου αὐτὸς ὁ Κύριος διαλέγεται· πῶς οὖν ἐστὶ οἷόν τε τὸν τῶν ὅλων ὑπονοεῖν Θεὸν ταῦτα εἰρηκέναι; Περὶ ποίου γὰρ ἑτέρου παρ' αὐτὸν κυρίου δύναται λέγεσθαι τὰ ἐγκείμενα; Ἀλλὰ γὰρ σαφῆ ἐκ τούτων ὅτι μηδὲ τῷ τῶν ὅλων Θεῷ προσήκειν ἔοικε τὰ δηλούμενα· δέδεικται δὲ ὅτι μηδὲ τῇ τῶν ἀγγέλων φύσει· οἶδεν γοῦν, ὡς ἔφην, ὁ λόγος ἐπαληθεύειν ἐπὶ τῇ τῶν 13 ἀγγέλων ἐπιφανείᾳ, σαφῶς ἐπισημαινόμενος τὰς δι' αὐτῶν ὀπτασίας. Εἰ δὴ οὖν μήτ' ἀγγελικῇ φύσει μήτε τῇ ἀνωτάτω καὶ ἀγενήτῳ τοῦ τῶν ὅλων Θεοῦ ταῦτα ἔοικεν ἁρμόττειν, λείποιτ' ἂν τούτων μία μόνη λύσις, εἰ τὸ μὲν ἀναλλοίωτον καὶ ἄτρεπτον καὶ ἀόρατον ἐπὶ τὴν ἀγένητον διαφυλάττοιμεν οὐσίαν, τοὺς δ' ἀναγεγραμμένους ὡς ἐκ Θεοῦ χρηματισμοὺς ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον μεταλαμβάνοιμεν, ὃν διαφόρως καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας ὀφθῆναί τε καὶ τὰς ἐν ταῖς θείαις γραφαῖς ἐμφερομένας οἰκονομίας ἐκτελέσαι πεπιστεύκαμεν· ἐπὶ μόνου δὲ τούτου μετὰ τὸν τῶν ὅλων Θεὸν καὶ τὴν τετράγραμμον προσηγορίαν κειμένην εὕρομεν, ἅτε μονογενεῖ καὶ κληρονόμῳ τοῦ Πατρὸς ἁρμοττούσης καὶ ταύτης τῆς θεϊκῆς ἐπινοίας. Εὖ γοὖν εἰδὼς ὁ Ἁβραὰμ, ἅτε σοφὸς ὢν καὶ πρὸς αὐτοῦ τοῦ Θεοῦ προφήτης εἶναι μαρτυρούμενος, ὡς ὅτι πᾶσαν τὴν κρίσιν ἔδωκεν τῷ υἱῷ, προσκυνεῖ τε αὐτὸν, καὶ μόνῳ παρὰ τοὺς ἄλλους φησὶν τὸ, μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν, ὅπερ ἀγγέλῳ τὸν θεῖον Λόγον ὑποβεβηκότι λέγεσθαι νομίζειν ἀνοίκειόν τε καὶ ἀπιθανώτατον, μόνῳ δὲ τῷ θείῳ Λόγῳ οἰκειότατον ἂν εἴη μετὰ τῶν ἄλλων φάσκειν καὶ τὸ, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ· καὶ τὸ, ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν. Καὶ πρέπει γε αὐτῷ ταῦτα λέγειν παιδεύοντι, ὅτι δὴ πάντα τὰ ἐξ ἀνθρώπων ὁσίως 14 δρώμενα εἰς μόνην τὴν τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἀναφέρειν θέμις εὐσέβειαν, παρ' οὗ ἐπὶ γῆς ὄντος τῶν ἀγαθῶν τὰ πάντα τοῖς εὐσεβέσιν εἰς ὠφέλειάν τε καὶ σωτηρίαν χορηγεῖται· ταῦτα δὲ ὁ θεῖός φησι Λόγος ὡς περὶ ἑτέρου κυρίου τοῦ ἑαυτοῦ πατρὸς διδάσκων· καὶ γὰρ καὶ ἑαυτοῦ Κύριόν τε καὶ Θεὸν αὐτὸν ὁμολόγει πρὸς τοὺς ἰδίους μαθητὰς, ἀνέρχομαι φάσκων πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Πεπλήρωται δ' ὅ τε νόμος καὶ πᾶσα γραφὴ τοῦ τοιοῦδε χαρακτῆρος τοῦ κυρίου, τοῦτ' ἔστιν τοῦ θείου Λόγου, ὡς περὶ ἑτέρου κυρίου διαλεγομένου, δῆλον δ' ὅτι τοῦ Πατρός. Πολλῆς δὲ καὶ βαθυτάτης δεομένων θεωρίας τῶν κατὰ τὸν τόπον, ἱκανὰ καὶ ταῦτα πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Δʹ ΚΕΦΑΛΑΙΟΝ. Καὶ ἀπέδρα Ἅγαρ ἀπὸ προσώπου αὐτῆς· δῆλον ὅτι τῆς Σάρρας· εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· καὶ ἐν τοῖς ἑξῆς δεύτερον εἴρηται, εἶπεν δὲ αὐτὴν ὁ ἄγγελος Κυρίου· καὶ τρίτον δὲ, εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους· καὶ αὖθις, εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ· ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου· καὶ μετὰ πάντας τοὺς λόγους εἴρηται, Καὶ ἐκάλεσεν τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, Σὺ Θεὸς ὁ ἐπιδών με· εἰ μὴ καὶ ἀπὸ προσώπου τῆς ἱερᾶς γραφῆς κύριος ὠνόμαστο 15 τῇ Ἅγαρ ἐπιφανεὶς ἀλωμένῃ ἐν τῷ, καὶ ἐκάλεσεν τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, κἂν ὑπέλαβέ τις τὴν Ἅγαρ Θεὸν ἐσφαλμένως ὑπειληφέναι τὸν ἄγγελον· νυνὶ δὲ ἡ γραφὴ μαρτυρεῖ, ὅτι Κύριος ἦν ὁ διὰ τοῦ προωνομασμένου χρηματίζων ἀγγέλου, δι' οὗ ἅτε Κύριος καὶ Θεὸς ὢν πρεπόντως ἑαυτῷ ἔλεγε τὸ, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου· τοῦτο γὰρ Θεῷ μόνῳ ἁρμόζοι ἂν λέγειν, οὐκέτι δὲ καὶ ἀγγέλῳ· τούτῳ δ' αὖ τῷ ῥήματι καὶ τὴν Ἅγαρ εἰκὸς ἐπιστήσασαν, συνεῖσάν τε ὅτι μόνου Θεοῦ γένοιτ' ἂν ἡ τοιαύτη φωνὴ, εἰρηκέναι, ὅτι σὺ Θεὸς ὁ ἐπιδών με· ἀλλὰ καὶ δεύτερον, ὅτε ἀποδιδράσκει μεθ' ἑαυτῆς ἔχουσα τὸν υἱὸν, γέγραπται, ἐκάλεσεν δὲ ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ τὰ ἀναγεγραμμένα, ἐν οἷς ἐστιν καὶ τὸ, εἰς γὰρ ἔθνος ποιήσω αὐτό· δῆλον δ' ὅτι τὸ παιδίον· ὅπερ οὐκέτι τὸν ἄγγελον ἀξιόπιστον ἂν εἴη λέγειν, Θεοῦ γὰρ πάλιν ἡ ἐπαγγελία. Τίνος οὖν κυρίου ἐκάλεσεν ἡ Ἅγαρ τοὔνομα, Σὺ ὁ Θεὸς ὁ ἐπιδών με, κἀνταῦθα τῆς γραφῆς ἐπὶ τοῦ κυρίου τὸ τετράγραμμον παρ' Ἑβραίοις ὄνομα περιεχούσης; ἢ δῆλον ἐκ τῶν προαποδεδομένων, ὅτι δὴ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγου, ὃς ἐπιπαρὼν, καὶ τὰ κατ' ἀνθρώπους ἐξ ἀρχῆς ἐφορῶν τε καὶ οἰκονομῶν, τοῖς μὲν ἐπαναβεβηκόσι καὶ τελείοις ἀνδράσιν, οἷος ἦν ὅ τε Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, αὐτὸς δι' ἑαυτοῦ παρείχετο τὰς ὀπτασίας· τοῖς δὲ τῆς τούτων ἀρετῆς ἀποδέουσιν, οἷος ἦν ὁ Λὼτ, καὶ οἱ ἐν τοῖς Κριταῖς Γεδεῶν τε καὶ Μανωὲ, καὶ ὅσοι τούτοις ἐμφέρονται παραπλήσιοι, λειτουργοῖς καὶ διακόνοις τοῖς ὑπ' αὐτὸν θείοις ἀγγέλοις χρώμενος 16 πολυμερῶς καὶ πολυτρόπως παρείχετο δι' αὐτῶν τὰς ἐπαγγελίας. Ταύτῃ γοὖν καὶ τῇ Ἅγαρ, ἅτε μὴ οἵᾳ τε οὔσῃ πῶ τὴν αὐτοῦ τοῦ θείου Λόγου χωρεῖν ὀπτασίαν, διὰ τοῦ ἀγγέλου τὰ ἀναγεγραμμένα θεσπίζει· εἰ ἔτι δὲ καὶ τῷ Ἰακὼβ δι' ἀγγέλων ἐπιφαίνεται· ἀλλ' ὅρα ὅτι καὶ τοῦτο κατ' ἀρχὰς μὲν ὡς ἂν ἔτι εἰσαγομένῳ τοῦτον χρηματίζει τὸν τρόπον, προκόψαντι δὲ καὶ εἰς τελειότητα ἐπιδόντι γυμνῆς καὶ ἀνεπικαλύπτου τῆς ἰδίας μεταδίδωσιν ὁμιλίας, οὐκέτι μὲν δι' ἀγγέλων καὶ δι' ἑρμηνέων, αὐτὸς δὲ δι' ἑαυτοῦ ὁ Κύριος καὶ Θεὸς Λόγος, ὁ τὰ δευτερεῖα τῆς πατρικῆς ἐπέχων θεότητος, τῆς ἰδίας αὐτὸν καταξιῶν ὀπτασίας. Εʹ ΚΕΦΑΛΑΙΟΝ. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Οὐκ οἶμαι τινὰ τῶν ἅπαξ πεπιστευκότων ἱερὰς καὶ θεοπνεύστους ὑπάρχειν τὰς ἁγίας γραφὰς εὑρεσιλογεῖν τι εἰς τοὺς τόπους, ἀντιλέγειν πειρώμενον τοῖς περὶ τοῦ Λόγου τοῦ Θεοῦ παραδεδομένοις, ὅτι τε προῆν ὑπόστασιν ἰδίαν ἔχων, καὶ ὅτι πρὸ τῆς ἐνανθρωπήσεως τὰς εἰς ἀνθρώπους οἰκονομίας ἐτέλει· δύο γὰρ κυρίους ἐνταῦθα σαφῶς ἡ γραφὴ παρίστησιν, εἴ γε Κύριος ἔβρεξεν παρὰ Κυρίου. Τὸ δ' ὅμοιόν ἐστιν εὑρεῖν παρὰ τῷ ἱερῷ ἀποστόλῳ φήσαντι, Δῴη ὁ Κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ· καὶ Δῴη αὐτῷ εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀλλὰ γὰρ ἐν τούτοις περὶ Πατρὸς καὶ Υἱοῦ διαρθροῦν λόγους, τῷ μὲν ἀγενήτῳ καὶ Πατρὶ τῶν ὅλων τὴν 17 κατὰ πάντων καὶ κατ' αὐτοῦ τοῦ Υἱοῦ κυρίαν τε καὶ αὐθεντείαν ἀνατιθέντας, τῷ δὲ τῷ Λόγῳ τὰ δευτερεῖα μετὰ τὸν Πατέρα τῆς κατὰ πάντων τῶν γεγενημένων ἀρχῆς τε καὶ δεσποτείας ἀπονέμοντας. Δὶς δὲ ἐνταῦθα ὀνομαζομένου τοῦ κυρίου, κατὰ τὸ, ἔβρεξεν Κυρίος παρὰ Κυρίου, δὶς κατὰ τὸ Ἑβραϊκὸν καὶ τὸ τετράγραμμον ἐμφέρεται, ὡς σαφέστατα ἀνομολογεῖσθαι τὸ ἐπὶ δύο προσώπων, δῆλον δ' ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων καὶ τοῦ Λόγου αὐτοῦ, τὴν ἄρρητον ταύτην παραλαμβάνεσθαι σημείωσιν· ὡς μηκέτ' ἀμφιβόλως ἔχειν, εἴ που ἂν φέροιτο ἡ τοιαύτη ἐπὶ τοῦ Θεοῦ προσηγορία, μὴ μόνον ἐπὶ τῆς ἀγενήτου φύσεως αὐτὴν παραλαμβάνεσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντος Λόγου. ʹ ΚΕΦΑΛΑΙΟΝ. Ἐν τῇ πρὸς τὸν Ἰακὼβ εὐλογίᾳ ὁ Ἰσαὰκ φησὶ μετά τινα καὶ ταῦτα· καὶ δουλευσάτωσάν σοι ἔθνη· καὶ προσκυνήσουσίν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου. Τὰ λεγόμενα ὡς πρὸς τὸν Ἰακὼβ οὐ πάνυ τί φαίνεται δύνασθαι ἐπ' αὐτὸν ἀνάγεσθαι, οὐδὲ μὴν ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον λαὸν τὸν ἐκ περιτομῆς· ποῖα γὰρ ἔθνη καὶ πότε ἐδούλευσεν αὐτῷ; ἢ τίνες ἄρχοντες αὐτῷ προσεκύνησαν; ὡς τίνα δὲ καὶ προσεκύνουν; πότε δὲ καὶ ἐκυρίευσε τοῦ ἀδελφοῦ αὐτοῦ; ἢ τίνες οἱ τοῦ πατρὸς αὐτοῦ υἱοὶ οἱ λεγόμενοι προσκυνήσειν αὐτῷ; Καὶ μὴν οὐχ εὑρίσκεταί γε ὁ Ἰσαὰκ ἕτερόν τινα παρὰ τὸν Ἰακὼβ ἐσχηκὼς ἢ μόνον τὸν Ἠσαῦ· πῶς οὖν πληθυντικῶς εἴρηται τὸ, προσκυνήσουσίν σοι 18 οἱ υἱοὶ τοῦ πατρός σου; Ταῦτα δ' ἐσημειωσάμεθα διὰ τὸ πολλάκις καὶ Ἰακὼβ τὸν Χριστὸν ἐν ταῖς προφητείαις χρηματίζειν, ὡς ἐν τοῖς οἰκείοις δειχθήσεται τόποις, ὑπονοοῦντες μὴ πῆ καὶ ταῦτα δύναται ταῖς περὶ αὐτοῦ μαρτυρίαις ἁρμόζειν. Ὥσπερ γοὖν καὶ τὰ κατὰ τὸν Ἰσαὰκ εἰς τὸν Χριστὸν μετείληφεν ὁ ἱερὸς ἀπόστολος φήσας, τῷ δὲ Ἁβραὰμ ἐδόθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστὸς, ὅρα εἰ μὴ τὸν αὐτὸν τρόπον καὶ τὰ ἐνταῦθα ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένα μᾶλλον ἁρμόζοι ἂν τῷ Χριστῷ, ἅπερ εἰ οὕτως ἔχοι ὁ φιλομαθὴς ἑκάστην λέξιν νόμοις ἀλληγορίας ἐξετάσας εἴσεται. Ζʹ ΚΕΦΑΛΑΙΟΝ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωΐ. Εἶτα μετὰ βραχέα εἰπόντος τοῦ Ἰακὼβ, οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς· φησὶν πρὸς αὐτόν· Τί ὄνομά σοι; ὁ δὲ εἶπεν, Ἰακώβ. Εἶπεν δὲ αὐτῷ, Οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Καὶ αὖθις μετ' ὀλίγα, ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη ἡ ψυχή μου. Οἷς ἐπιφέρει φάσκουσα ἡ γραφὴ, ἀνέτειλε δὲ αὐτῷ ἥλιος ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Τῷ μὲν Ἁβραὰμ ἀρχῆθεν ὕπαρ ὁ Κύριος χρηματίζει, καὶ πολλάκις μὲν διαλέγεται, τρὶς δὲ αὐτῷ καὶ ὀφθεὶς ἀναγέγραπται, καὶ οὐκ ἐν νυκτὶ, ἀλλ' ἐν ἡμέρᾳ μέσῃ 19 ὀφθείς· τὸ γοὖν τρίτον καὶ ἐν αὐτῇ μεσημβρίᾳ αὐτῷ ἐπιξενοῦται· τῷ δὲ Ἰακὼβ πρῶτον μὲν δύναντος ἡλίου ἐν μέσῃ νυκτὶ καθ' ὕπνους φαίνεται κατ' εἰ γὰρ κατιόντι εἰς Μεσοποταμίαν, ὅτε ἐν τῷ ὁράματι θεωρήσας τὴν οὐρανοκλίμακα καὶ τοὺς ἀναβαίνοντας καὶ τοὺς καταβαίνοντας ἐν αὐτῇ ἀγγέλους, τὸν δὲ Κύριον ἐπεστηριγμένον ἐπ' αὐτῆς, ἀκούει λέγοντος αὐτῷ τοῦ Κυρίου, Ἐγὼ κύριος ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ τὰ λοιπὰ, ἃ καὶ ἀπὸ τῶν ἑξῆς παρίσταται δι' ἀγγέλου αὐτῷ εἰρηκώς· καὶ δεύτερον δὲ ἐν τῇ Μεσοποταμίᾳ, ὅτε ἐπιστὰς αὖθις ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος κύριος εἶπεν αὐτῷ, Ἀποστρέφου εἰς τὴν γῆν τῶν πατέρων σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σοῦ. Καθ' ὕπνον αὐτῷ ταῦτα καὶ δι' ἀγγέλου εἴρηκεν· ὡς δὲ αὐτὸς ὁ Ἰακὼβ διδάσκει ἄνα ἅμα γοὖν τῇ θείᾳ φωνῇ τὴν Λείαν καὶ τὴν Ῥαχὴλ ἀνακαλέσας, μεθ' ἕτερα τὸν γενόμενον αὐτῷ χρηματισμὸν ἀνατίθεται αὐταῖς λέγων, καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον, Ἰακὼβ, καὶ τὰ ἑξῆς, ἐν οἷς φησὶν, Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ· οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου. Μετὰ δὲ ταῦτα ὑποστρέψαντι αὐτῷ ἀπὸ τῆς Μεσοποταμίας πρῶτον μὲν ἤδη πρωΐας οὔσης συνήντησαν οἱ ἄγγελοι τοῦ Θεοῦ, περὶ ὧν καὶ εἶπεν, παρεμβολὴ Θεοῦ αὕτη· καὶ εἰκός γε τούτους ἐκείνους εἶναι, οὓς πρότερον ἐπὶ τῆς κλίμακος ἑωράκει· εἶτα δὲ καὶ ἀνατέλλει αὐτῷ ὁ ἀνωτέρω δύνας ἥλιος μετὰ τὴν προεκτεθεῖσαν περικοπὴν, ἐν ᾗ φαίνεται παλαίων αὐτῷ 20 καθ' ὕπνους ὁ φήσας πρὸς αὐτὸν, οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. Μετὰ γοὖν τὴν ὀπτασίαν ἀνέτειλεν αὐτῷ ὁ ἥλιος· ἤδη δὲ προκόψαντι καὶ τελειωθέντι οὐκέτι καθ' ὕπνους, ἀλλ' οὐδὲ ἐν νυκτὶ, οὐδὲ δι' ἀγγέλου, οὐδὲ μὴν δι' ἀνθρωπίνου εἴδους, ἐν μέσῃ δὲ ἡμέρᾳ καὶ φωτὶ χρηματίζων αὐτῷ ὁ Θεὸς φησὶν, Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ· καὶ ἐπὶ τούτοις πᾶσι τότε πρῶτον ἡ θεία γραφὴ μαρτυρεῖ ὅτι ὤφθη αὐτῷ ὁ Θεὸς ἐν Λουζᾶ, καὶ εὐλόγησεν αὐτὸν λέγων τὰ ἀναγεγραμμένα. Ζητήσομεν δ' ἐπὶ σχολῆς πῶς μετὰ ταῦτα μέλλοντι αὐτῷ κατιέναι εἰς Αἴγυπτον πάλιν ἐν ὁράματι καὶ διὰ νυκτὸς ὁ Θεὸς εἶπεν, Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. Ταῦτα δὲ ἡμῖν ἀναγκαίως παρατέθειται· δείκνυσιν γὰρ ὅτι μὴ εὐχερῶς μὴ δ' ἐπὶ τῶν τυχόντων ἀνδρῶν ἡ θεία γραφὴ τὸν Θεὸν ὦφθαι ἱστορεῖ· οὔτ' οὖν ἐπὶ τοῦ Ἀδὰμ, οὔτ' ἐπὶ τοῦ μετατεθέντος Ἐνὼχ, ἀλλ' οὐδ' ἐπὶ τοῦ Νῶε, οὐδ' ἐπ' αὐτοῦ Μωσέως τετήρηται ὅτι ὤφθη τινὶ τούτων ὁ Θεὸς, καίτοι γε πολλάκις αὐτοῖς διειλέχθαι ἀναγεγραμμένος· ἀλλ' οὐδ' ἐπὶ ἑνός γε ἄλλου ὁ θεῖος λόγος τὸν Θεὸν ὦφθαι εἰσάγει, ἢ ἐπὶ μόνου τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ· καὶ ἐπὶ μὲν τοῦ Ἁβραὰμ οὐκατὰ τὸν πρῶτον αὐτῷ χρηματισμὸν ὤφθη, ἀλλὰ κατὰ τὸν δεύτερον καὶ κατὰ τὸν πέμπτον καὶ ἕκτον· ἐπὶ δὲ τοῦ Ἰακὼβ μετὰ τὰ ἀναγεγραμμένα πάντα· τῷ γὰρ Ἰσαὰκ δὶς μόνος χρηματίσας ὁ κύριος τὸ δὶς ὦφθαι αὐτῷ ἀναγέγραπται, εἰ καὶ τὸ δεύτερον ἐν 21 νυκτί. Πρόδηλον δὲ ἀπὸ τῶν κατὰ τὸν Ἁβραὰμ προειρημένων ἡμῖν, ὅτι μὴ ἐπὶ τὸ πρῶτον αἴτιον ἀναφέρειν χρὴ τὰς ὀπτασίας, ἀλλ' ἐπὶ τὸν θεῖον Λόγον, ὃν οὐδὲ αὐτὸν αὐτοὶ πῶ χωρεῖν οἷοί τε ἦσαν οἱ μακάριοι καὶ θεῖοι ἄνδρες· τούτοις γ' οὖν αὐτοῖς, οἷς καὶ ὦφθαι προείρηται, μετὰ πλείστας προγυμνασίας ἑωρᾶτο. Τίς δὴ ἂν οὖν ἄλλος εἴη καὶ ὁ κατὰ τὴν προκειμένην περικοπὴν συμπαλαίων καὶ συναγωνιζόμενος καὶ ὡσπερεὶ συμμαχῶν τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσι λαλήσας ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, μόνος μετὰ τὸν Πατέρα Κύριος καὶ Θεὸς χρηματίζων, ὃς καὶ εὐλογήσας τὸν Ἰακὼβ Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; Οὕτως δὲ ἑώρων οἱ θεῖοι ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· ὃν λόγον καὶ ζωὴν θεασάμενος ὁ Ἰακὼβ ἐπιφέρει λέγων, εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον· καὶ ἐσώθη μου ἡ ψυχή. Ηʹ ΚΕΦΑΛΑΙΟΝ. Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν, καὶ τὰ ἑξῆς. Ὡς 22 Ἁγίου Πνεύματος τὸν λόγον ἀκουστέον τοῦ Ἰακὼβ τὰ περὶ τοῦ Χριστοῦ προθεσπίζοντος καὶ εἰς πρόσωπον ἀναφωνοῦντος αὐτοῦ τὰ ἀπὸ τοῦ, Ἰούδα σὲ αἰνέσεσαν οἱ ἀδελφοί σοι· ὅτι γὰρ οὐ πρὸς τὸν ἕνα τῶν υἱῶν τοὺς λόγους ὁ πατριάρχης ἐποιεῖτο δῆλον τοῖς ἐπιστήσασι τῇ γραφῇ διηγηματικῶς φασκούσῃ, Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Οὐκοῦν περὶ μελλόντων προφητεύσειν αὐτοῖς ἐπαγγέλλεται. Σαφὲς δὲ καὶ ἄλλως ὅτι μὴ πρὸς τὸν πατριάρχην Ἰούδαν αἱ τῆς προφητείας ἁρμόττουσι φωναί· πότε γὰρ ἐκεῖνον ἢ καὶ διὰ τί προσεκύνησαν οἱ ἀδελφοὶ αὐτοῦ, ἐπὶ τίνι δὲ κατορθώματι ἢ καὶ πότε ἤνεσαν αὐτόν; Πῶς δ' ἄν τις καὶ τὰ λοιπὰ τῆς προφητείας ἐπ' ἐκεῖνον ἁρμόζων διηγήσεται; Ἀλλ' οὐδὲ ἐπὶ τὴν φυλὴν εὐλογίστως τίς αὐτὰ ἀναφέροι, ὅτι μὴ μόνον ἐκ τῆς Ἰούδα φυλῆς ἄρχοντες κατέστησαν τοῦ λαοῦ· οἵ τε γὰρ μετὰ Μωσέα κριταὶ ἐκ διαφόρων γενόμενοι φυλῶν διήρκεσαν ἡγούμενοι ἐπὶ ἔτεσιν ἐγγὺς ποῦ πεντακοσίοις, μεθ' οὓς ἐκ φυλῆς Βενιαμὶν πρῶτος ἁπάντων βασιλεύει Σαοὺλ, καὶ οὕτως μετὰ τούτους οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύουσιν οὐδ' ὅλοις ἔτεσι πεντακοσίοις· εἶτα μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν οἱ ἐκ φυλῆς Λευῒ προέστησαν τῶν πραγμάτων ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας. Τί οὖν μᾶλλον περὶ τῆς Ἰούδα φυλῆς τὰ προειρημένα φησὶν ἡ προφητεία, οὐχὶ δὲ καὶ περὶ τῶν λοιπῶν; Οὐκ ἄρα οὐδὲ ἐπὶ τὴν φυλὴν ἁρμόζοι τὰ δηλούμενα· τὸν μέντοι γε ἐπ' 23 ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανέντα Ἰούδαν ἀληθινὸν ἴσμεν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ταμίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν καὶ Ἰούδαν ὀνομασθέντα· ὥσπερ δὴ καθ' ἑτέραν Ἰσραὴλ, καὶ κατ' ἄλλην Ἰακὼβ, καὶ Δαυὶδ, καὶ ἄλλοτε ἄλλως· τοῦτον δὲ καὶ οἱ ἱεροὶ ἀπόστολοι, καὶ πάντες ὅσοι τοῦ πνεύματος τῆς υἱοθεσίας ἠξιώθησαν, ἤνεσάν τε καὶ προσεκύνησαν· αἱ χεῖρές τε αὐτοῦ, ἃς συμβολικῶς ἡγούμεθα εἶναι τὰς πράξεις, κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ, τοῦτ' ἔστιν τῶν νοητῶν πολεμίων φευγόντων αὐτὸν γεγόνασιν· οὗτος δὲ καὶ ὡς σκύμνος λέοντος εἴρηται, εἴτε διὰ τὴν κατὰ σάρκα γένεσιν ἐκ βασιλικῆς φυλῆς, καὶ τῆς τοῦ Δαυὶδ ῥίζης, καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γεγενημένην· εἴτε διὰ τὴν θεότητα, ἧς ἑαυτὸν κενώσας ἐνηνθρώπισεν, δι' ἣν εὐκαίρως καὶ τὸ, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ὑπὸ τοῦ Ἰακὼβ ἀναπεφώνηται. Ὅτε μὲν οὖν τὴν ἐκ βλαστοῦ καὶ ἐκ ῥίζης αὐτοῦ γένεσιν ἐδήλου τοῦ Σωτῆρος, σκύμνον λέοντος αὐτὸν ὠνόμασεν, εἰπὼν, σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ὅτε δὲ τὴν ἀνάβλησιν καὶ τὴν κατὰ τὸ πάθος αὐτοῦ κοίμησιν προφητεύει, ἀμφότερα αὐτὸν φησὶ καὶ ὡς λέοντα καὶ ὡς σκύμνον ἐν τῷ, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τότε γὰρ οὐ μόνον ὡς ἐκ βασιλικοῦ τυγχάνων γένους, ἀλλὰ καὶ ὡς αὐτὸς βασιλεὺς ὢν ἀνύψωτο· ὁμολογούντων αὐτὸν τῶν ἐθνῶν, εἰ καὶ μὴ οἱ ἐκ περιτομῆς ἤθελον, ὡς ἄρα αὐτὸς εἴη ὁ βασιλεὺς τοῦ Ἰσραήλ· καὶ ἄλλως δὲ ῥηθείη ἂν, ἐπειδὴ πρὸς ἀντικειμένας δυνάμεις αἰρομένῳ πόλεμον καὶ καταλύειν μέλ 24 λοντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστιν τὸν διάβολον, ἔδει παρεῖναι τῷ ἐκ βλαστοῦ Ἰακὼβ κατὰ σάρκα γεγενημένῳ τὴν θεότητα τοῦ Λόγου· εἰκότως λέοντι μὲν ἡ θεότης παραβέβληται διὰ τὸ κεχειρῶσθαι καὶ νενικηκέναι πάσας τὰς ἀγρίας καὶ ἀτιθάσους δυνάμεις· σκύμνῳ δὲ λέοντος, ὃ ἀνειλήφει σαρκίον ἐκ τῆς τοῦ Ἰούδα βασιλικῆς τυγχάνων φυλῆς· ἀλλὰ καὶ εἴπερ ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ἐστὶν ὡρυόμενος, ὅρα μὴ τούτου σκύμνος πᾶς ἂν λεχθείη ἁμαρτωλὸς, ἐπεὶ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἐπεὶ οὖν καὶ ὁ Σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐλήλυθε, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα· καὶ, μὴ γνόντα αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ὅρα μὴ τούτων ἕνεκεν κατά τινα βαθύτερον λόγον οὔτε λέοντα οὔτε σκύμνον, ἀλλ' ὡς λέοντα καὶ σκύμνον γεγονέναι αὐτὸν παρὰ τὸν τοῦ πάθους καιρὸν ἡ προφητεία θεσπίζει· ἐπεὶ καὶ αὐτὸς τὸ ἑαυτοῦ πάθος τῷ τοῦ ὄφεως παραβάλλει λέγων, ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. Ἐπὶ τούτοις σεσιωπημένως τὸ κατὰ τὴν ἀνάστασιν αὐτοῦ μυστήριον ὑπαινίττεται διὰ τοῦ, τίς ἐγερεῖ αὐτόν; Σαφὲς δ' ἡμῖν ἐκ τοῦ συμπεράσματος γέγονε τίς ἤγειρεν Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· δῆλον γὰρ ὅτι ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ. Ἑξῆς δὲ λέγεται τὰ ἀπὸ τοῦ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ· ἅπερ εἰ μὲν ἐξ ἑτέρας ἀναγινώσκοιμεν ἀρχῆς, λέγοιτο ἂν ὡς περὶ ἁπάντων τῶν ἐκ τοῦ Ἰουδαίων γένους καθηγησαμένων τοῦ λαοῦ, καὶ εἴη ἂν κατ' αὐτὴν τὴν διάνοιαν ὁ 25 τῶν προκειμένων ῥητῶν νοῦς τοιόσδε τις· οὐ πρότερον παύσονται οἱ ἐξ Ἰουδαίων ἄρχοντες καὶ ἡγούμενοι ἐπὶ τὸν Ἰουδαίων λαὸν καθιστάμενοι, ἕως ἂν ἔλθῃ ὁ τῆς τῶν ἐθνῶν προσδοκίας αἴτιος, τοῦτ' ἔστιν ὁ Χριστὸς, οὗ παραγενομένου ἐκλείψειν ἀνάγκη τοὺς προειρημένους. Τούτων δ' οὕτως ἐχόντων, ἐπισκεψώμεθα τοὺς καθ' ἡμᾶς χρόνους, εἴγε νῦν βασιλεῖς καὶ ἡγουμένους ἐστὶν εὑρεῖν. Ἀλλὰ γὰρ πᾶσι πρόδηλον ὡς μετὰ τῶν λοίπων καὶ τὸ Ἰουδαίων ἔθνος τοῖς κατεπαρχιῶν κατ' ἐπαρχίας Ῥωμαίων ἡγεμόσιν ὑποτέτακται, μὴ δ' ἑνὸς αὐτῶν τὴν τοῦ ἄρχειν ἐξουσίαν ἐπιτετραμμένου. Καὶ τοῦτό γε ἀπὸ τῶν χρόνων τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἤρξατο· μέχρι γοὖν Ἡρώδου βασιλέως Ἑβραίους ἐξ Ἑβραίων τοῦ παντὸς αὐτῶν ἔθνους ἄρξαντας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν, ἐξ αὐτοῦ Μωσέως κατὰ διαδοχὴν ἡγησαμένων πρῶτον μὲν τῶν λεγομένων κριτῶν, εἶθ' ἑξῆς τῶν βασιλέων μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, μεθ' ἣν οἱ ἀρχιερεῖς τὴν ἀρχὴν διαδεξάμενοι ἐπὶ τὴν Αὐγούστου διήρκεσαν βασιλείαν· καθ' ὃν Ἡρώδου πρώτου τὸ γένος ἀλλοφύλων λου τὴν κατ' αὐτῶν βασιλείαν ὑπὸ Ῥωμαίων ἐγχειρισθέντος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη. Ἤδη τοίνυν ἐξ ἐκείνου καὶ μέχρι τοῦ παρόντος χρόνου σαφῶς ἐκλελοιπὼς ἄρχων τε καὶ ἡγούμενος ἐν Ἰουδαίοις ἀποδείκνυται· δῆλον ὡς ἐλήλυθεν ὁ πεπροφητευμένος Σωτὴρ ἡμῶν, οὗ ἀπὸ τῶν χρόνων οὐ μόνον οἱ Ἰουδαίων ἐπιλελοίπασιν ἄρχοντες, ἀλλὰ καὶ πᾶσα ἡ πρὸς αὐτῶν ἐν Ἱερουσαλὴμ ἀποτελουμένη κατὰ τὸν Μωσέως νόμον λατρεία. Σα 26 φῶς δὲ καὶ ἡ προσδοκία τῶν δι' αὐτοῦ καταπεφευγότων ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐθνῶν ἔργῳ πληροῦσθαι ἤρξατο ἀπὸ τῶν τῆς παρουσίας αὐτοῦ χρόνων, κατὰ τὴν τοῦ Ἰακὼβ προφητείαν. Καὶ ταῦτα μὲν εἰ ὡς ἀπὸ ἰδίας ἀρχῆς ἀναγινώσκοιμεν τὰ ἀπὸ τοῦ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα· εἰ δ' ὡς ἀκόλουθον τῇ πρὸ αὐτῆς διανοίᾳ καὶ τὴν μετὰ χεῖρας συνάπτομεν, ἑξῆς ἂν εἴη, τοῦ Χριστοῦ Ἰούδα νενοημένου κατὰ τὰ προαποδεδόμενα, τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἐπὶ τοὺς μετὰ τὸν Χριστὸν ἄρχοντας καὶ ἡγουμένους τῆς ἐκκλησίας ἐκλαμβάνειν, οὓς ἡ προφητεία φησὶν μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· ὡς εἰ σαφέστερον ἔλεγεν, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ τῆς συντελείας ἐπιστάσης, κομίσηται τὴν κατὰ τῶν ὅλων βασιλείαν. Ὅτι δὲ καὶ ἡγουμένους τοὺς τοῦ Χριστοῦ μαθητὰς τὸ θεῖον ἀποκαλεῖ πνεῦμα σαφές ἐστιν ἐκ τοῦ λέγεσθαι περὶ τοῦ Ἰούδα, σὺ δὲ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνώστα μου. Καὶ τούτοις δὲ χρὴ προσέχοντας τοὺς ὡς θείοις καὶ ἀληθέσι τοῖς ἱεροῖς λόγοις πεπιστευκότας μηδαμῶς θροεῖσθαι, μὴ δὲ μὴν σείεσθαι τὴν πίστιν ὑπὸ τῶν κατὰ καιροὺς διωγμῶν, καὶ μάλιστα τοῦ ἐνεστῶτος ὑπὲρ τοὺς πώποτε σφοδρότατα καθ' ἡμῶν πνεύσαντος, καὶ τοιαῦτα ἐπιδειξαμένου κατά τε τῶν ἐκκλησιῶν καὶ παντὸς τοῦ λαοῦ, ὅποια οὔτε ἀπὸ γραφῆς οὔτε μὴν ἐκ παραδόσεως ἀρχαίων τίς ἐμνημόνευσεν. Ταῦτα δὲ φαμὲν, ἐπεὶ τάχα δόξειεν ἄντικρυς κατὰ τὸν ἐνεστῶτα διωγμὸν τἀναντία συμβεβηκέναι τοῖς εἰρημένοις, διὰ τὸ μὴ δὲ ἄθροισμα νῦν συνεστάναι δοκεῖν, μήτε τὸν 27 κανόνα τῶν τῆς ἐκκλησίας ἀρχόντων. Ἀψευδοῦς τοιγάρτοι τυγχανούσης τῆς θεοπνεύστου γραφῆς, πεπεῖσθαι χρὴ ὅτι μὴ πάντως ἐξέλειπον οἱ προειρημένοι, εἰ καὶ δοκοῖεν τισὶν ἐκλελοιπέναι· ὁ γὰρ εἰπὼν τῷ προφήτῃ Θεὸς, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ, ὑπειληφότι μόνον αὐτὸν περιλελεῖφθαι τῶν λοιπῶν ἀνῃρημένων, ὁ αὐτὸς καὶ νῦν τοὺς ἀξίους τῆς αὐτοῦ προνοίας ἐφορᾷ, λεῖμμα κατ' ἐκλογὴν χάριτος καὶ ἡμῖν διαφυλάττων τοὺς πρὸς αὐτοῦ φρουρουμένους, καὶ πρὸς αὐτοῦ μόνου θεωρουμένους· περὶ ὧν εἴποιμεν ἂν καὶ αὐτοὶ τὸ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Τὸ γάρ τοι εἰς τὸ παντελὲς ἐκλελοιπέναι νομίζειν τοὺς τοῦ λόγου προεστῶτας, ἄρχοντας καὶ ἡγουμένους ὑπὸ τῆς προφητείας ὠνομασμένους, ἕν τι τῶν ἀμηχάνων τυγχάνει, διὰ τὸ καὶ ὅρον τεθεῖσθαι τοῦ μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· τοῦτ' ἔστι τὰ ὑπὸ τοῦ Πατρὸς ἐπηγγελμένα τῷ Χριστῷ, φήσαντι τος πρὸς αὐτὸν, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ὅτε καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός· τηνικαῦτα γὰρ καὶ τῶν ἐθνῶν προσδοκία τῶν ἐπὶ τοῦ παρόντος εἰς αὐτὸν πεπιστευκότων καιρὸν ἕξει τὰς προσδοκηθείσας ἐπαγγελίας κομίσασθαι ἐν τῇ προσδοκωμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Καὶ ταῦτα μὲν ταύτῃ· τὰ δ' ἑξῆς ἀπὸ τοῦ, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, τῆς δι' ἀλληγορίας ὑπονοίας ἀρτη 28 μένα τοῖς φιλομαθέσι ζητεῖν καταλείψομεν, πλεονάσαντες καὶ ἐν τοῖς εἰρημένοις, οὐ κατὰ τὸν προτεθέντα μὲν σκοπὸν, ὅμως δ' ἐξ ἀνάγκης ὑπὲρ σαφοῦς διηγήσεως τῶν κατὰ τὸν τόπον. Ἀπὸ τῆς Ἐξόδου.– Θʹ. Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ. Καὶ μετ' ὀλίγα· καὶ ἦλθον εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρός. Καὶ μέθ' ἕτερα· ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων. Καὶ αὖθις· εἶπεν δὲ κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν. Καὶ μετὰ πλεῖστα· ἐλάλησεν δὲ ὁ Θεὸς πρὸς Μωσῆν· καὶ εἶπεν πρὸς αὐτόν· Ἐγὼ κύριος, καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς, καὶ τὰ ἑξῆς. Σφόδρα παρατετηρημένως ἐν τούτοις οὐχ ὁ Κύριος ἀλλ' ὁ ἄγγελος ὦφθαι τῷ Μωσεῖ ἀναγέγραπται, δι' οὗ καὶ ὁ Κύριος ὥσπερ δι' ἑρμηνέως χρηματίζων διδάσκει, ὅτι μὴ εἴη ὑποβεβηκυῖά τις δύναμις ἡ χρηματίζουσα, ἀλλ' αὐτὸς ὁ ὤν. Σαφέστερον δὲ τίς ἐστιν ὁ ὢν παριστᾷ ἐν τῷ φησὶν Ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶἸακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομα μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· ὃ καὶ τοιοῦτον δοκεῖ μοι νοῦν περιέχειν· σοὶ μὲν τὸ ὄνομά μου τέως αὐτὸ μόνον δηλῶν φημὶ Ἐγὼ Κύριος· τοῖς δὲ σοῖς πατράσιν τὸ μὲν ὄνομά μου οὐκ ἐδήλωσα, καὶ μείζονος γὰρ ἄξιοι τῆς τοιαύτης γνώσεως ἐτύγχανον ὄντες· αὐτὸς δὲ ὤφθην αὐτοῖς καὶ 29 δι' ἐαυτοῦ ἐμαυτοῦ τὴν διαθήκην μου πρὸς αὐτοὺς ἔστησα. Πρόδηλον δὲ ἐκ τῶν προαποδεδομένων τίς ἦν ὁ τοῖς πατράσιν ὀφθείς· τοῦτον γὰρ ἐξεταζόμενος τὸν τρόπον ὁ λόγος πρὸς τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ὑπάρχειν ἀπεδείκνυεν. Οὐκοῦν ὁ αὐτὸς καὶ νῦν ἐπιφαίνεται, ἀλλ' οὐχ ὁμοίως γε τοῖς προπάτορσιν· ἐκείνοις γὰρ ἅτε μείζοσι καὶ τελειοτέροις αὐτὸς ὤφθη, καὶ δι' ἑαυτοῦ τὴν διαθήκην αὐτοῦ πρὸς αὐτοὺς ἔστησεν· ἐπὶ δὲ τοῦ Μωσέως ὤφθη μὲν οὐχ ὁ Κύριος, ἀλλ' ὁ ἄγγελος· ἐκάλεσε δὲ αὐτὸν οὐκέτι ὁ ἄγγελος, ἀλλ' ὁ Κύριος· Κύριος μὲν γὰρ ἦν ὁ διαταττόμενος, ἄγγελος δὲ ὁ τοὺς θείους λόγους διακονούμενος· ὅθεν εἰ καί τι ἄλλο θαυμασίως ἐκπεφώνηται τῷ ἱερῷ ἀποστόλῳ, καὶ τὸ, ὁ μόνος διαταγῆς γεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ τὸ, εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος. Σαφῶς γοὖν ἄγγελος εἰσῆκται καὶ ὁ Κύριος δι' αὐτοῦ χρηματίζων· καὶ οὐδὲ ἅπαξ ἂν εὕροις δι' ὅλης τῆς νομοθεσίας τὴν γραφὴν σημειουμένην ὡς ὅτι δὴ ὤφθη ὁ Θεὸς ἢ ὁ Κύριος τῷ Μωσεῖ, ὅπερ ἐπὶ μόνων τῶν τριῶν πατριαρχῶν εἰρημένον ἐμφαίνεται· ὡς ἐκ τούτων σαφὲς εἶναι, τὴν πᾶσαν νομοθεσίαν τοῖς κατὰ τὸν τότε λαὸν, οἷα δὴ νηπίοις τὰς ψυχὰς καὶ εἰσαγομένοις, διδομένην ὥσπερ διὰ παιδαγωγῶν καὶ οἰκονόμων παραδεδόσθαι, τυπικῶς τε αὐτοῖς καὶ εἰκονικῶς τὰ θεῖα διὰ συμβόλων ᾐνίχθαι, τῷ μὴ τὴν μυστικωτέραν καὶ πνευματικὴν οἷόν τε αὐτοὺς ἐπιδέξασθαι διδασκαλίαν, ἅτε γοὖν παισὶ τρόποις Αἰγυπτίοις ἐκδιῃτημένοις, καὶ πολλῆς ἔτι χρῄζουσιν ἐπιστρεφείας, πῦρ εἶναι ὁ Θεὸς, κατὰ τὸ, ὁ Θεὸς ἡμῶν πῦρ κατανα 30 λίσκον, ὅπερ οὐδαμῶς ἐπὶ τῶν πατριαρχῶν εἴρηται. Ἀλλὰ καὶ ὅτε προστάττει ἁγνίσασθαι αὐτοὺς ὅπως ἴδωσι τὴν δόξαν Κυρίου, οὐχ ὥσπερ ἐπὶ τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἁπλῶς εἴρηται ὅτι ὤφθη αὐτοῖς ὁ Θεὸς, μετὰ πολλῆς δὲ καταπλήξεως καὶ φαντασίας αὐτὰ δὴ ταῦτα ἀναγέγραπται· καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, καὶ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ἐν τῇ παρεμβολῇ· καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος Σινά. τὸ ὄρος Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτοῦ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς αὐτοῦ ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγίνοντο δὲ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ, κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος Μωσῆν, καὶ τὰ ἑξῆς. Ὅτι μὲν οὖν κατέβη Κύριος διὰ τούτων μεμαρτύρηται· ὅτι δὲ καὶ ὤφθη οὐκέτι εἴρηται, ὃ ἐπὶ μόνων τῶν πατριαρχῶν τετήρηται. Οὐκοῦν παρουσία μὲν ἐγεγόνει τοῦ Κυρίου· ὀπτασία δὲ, οὐκ αὐτοῦ, ἀλλὰ δῆλον ὅτι τῶν ἀμφ' αὐτὸν δορυφόρων ἀγγέλων, δι' ὧν χρησίμως τῷ λαῷ φοβερὰν καὶ καταπληκτικὴν ἐποιήσατο τὴν ὀπτασίαν, εὐλάβειαν ὅμου καὶ φόβον καὶ πίστιν τὴν εἰς αὐτὸν κρατῦναι ἐν αὐτοῖς προμηθούμενος εἰς φυλακὴν καὶ τήρησιν τῶν μελλόντων αὐτοῖς παραδίδοσθαι νόμων. Καὶ ὅτι γε πλείους ἐτύγχανον οἱ τῷ Κυρίῳ κατὰ τὴν νομοθεσίαν διακονούμενοι ἄγγελοι, 31 αὐτὸς Μωσῆς ἐν ταῖς εὐλογίαις παρίστησι λέγων, Κύριος ἐκ Σινᾶ ἥκει, καὶ ἐπέφανεν ἐκ Σιεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ, καὶ τὰ ἑξῆς· δι' ὃ καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσιν ὡς πρὸς τὸν λαὸν ἀποτεινόμενος φησίν, οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. Ἀπὸ τῆς Ἐξόδου.– Ιʹ. Ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στύλος τῆς νεφέλης πρὸ προσώπου αὐτῶν· καὶ ἐπορεύθη καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ. Εἶτ' ἐν τοῖς ἑξῆς ἡ θεία διδάσκει γραφὴ, τί ποτε ἦν ἡ νεφέλη φάσκουσα· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν ἐκ στύλῳ τῆς νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν· καὶ πάλιν, Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς· καὶ αὖθις, καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης. Οὐκοῦν διὰ τούτων ἕτερος ἦν σαφῶς τῆς νεφέλης ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ ἄγγελος, καὶ ἡ νεφέλη δὲ ἄλλη μὲν τίς ἐτύγχανεν παρ' αὐτὸν ἄγγελον, τοῦ δὲ Κυρίου αὐτοῦ σωματικὸν ὥσπερ ὄργανον ἦν· δι' οὗ, τὴν φύσιν ὢν αὐτὸς ἀσώματος, καὶ πάσης ἐπέκεινα αἰσθητῆς καὶ ὑλικῆς οὐσίας, δι' αἰσθητῆς φωνῆς τῆς ἰδίας ἠξίου ὁμιλίας τὸν θεράποντα· καὶ τῆς τοιαύτης 32 τε οἰκονομίας αὐτὸς ὁ Κύριος τὸν λόγον ἀποδιδοὺς τῷ Μωσεῖ φησὶν, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν· ἀλλ' ἐπὶ μὲν τοῦ λαοῦ, οἷα σωματικωτέρου τυγχάνοντος, δι' αἰσθητῆς φωνῆς ὁμίλει, ἐπὶ δὲ τῶν πατριαρχῶν, οὔτε νεφέλης οὔτε στύλου πυρὸς δεομένων, ἕτερος ἐγίγνετο τῆς τε ὀπτασίας καὶ τῆς πρὸς αὐτοὺς ὁμιλίας ὁ τρόπος. Καὶ ὅτι γε οὐκ ἦν ἀγγελική τις δύναμις ἡ διὰ τῆς νεφέλης χρηματίζουσα, ἀλλ' αὐτὸς ὁ Θεὸς, πρὸς τοῖς προαποδεδειγμένοις δηλοῦται καὶ διὰ τῆς οὕτως ἐχούσης γραφῆς· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν, Βάδιζε καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου. Καὶ πάλιν· Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν, σὺ καὶ ὁ λαὸς, καὶ τὰ ἑξῆς· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου. Ταῦτα γὰρ ἀγγέλῳ μὲν οὐδαμῶς λέγειν ἁρμόττει, Θεῷ δὲ μόνῳ, καὶ τῷ καθ' ὅλην τὴν ἱστορίαν διὰ τοῦ τετραγράμμου δηλουμένῳ Κυρίῳ. Ἆρ' οὖν ὁ τῶν ὅλων ποιητὴς καὶ Θεὸς τῶν ἁπάντων εἰς τοσοῦτον κατήει, ὡς ἐπὶ σωματικοῦ ὄρους ὀχεῖσθαι, καὶ παιδαγωγοῦ δίκην συμβαδίζειν ἀνθρώποις, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; ἢ τοῦτο μὲν οὔτε δυνατὸν, οὔθ' ὅσιον ἐννοεῖν, εὐσεβέστερον δὲ ἅμα καὶ δυνατὸν τὸν θεῖον ὑπολαμβάνειν Λόγον, διάκονον ὄντα τοῦ πατρικοῦ βουλήματος, ἐπείπερ αὐτοῦ κυρίου ὄντος ἐγενήθη μερὶς Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ, οἷα ὑπὲρ μερίδος καὶ κληρονομίας φροντίζειν, κενοῦντά τε ἑαυτὸν καὶ τοῦ συμφυοῦς μεγέθους σμικρύνοντα τῇ τῶν ἀνθρώπων 33 καὶ πρὸ τῆς ἐνανθρωπήσεως συμπεριφέρεσθαι σωτηρίᾳ; Εἰ γ' οὖν εὐγνωμόνως ἐπιστήσαιμεν, εὕροιμεν αὐτὸν ποτὲ μὲν εἰς ἴδιον πρόσωπον ἀναφέροντα τὰς παρακελεύσεις, ὡς ὅτ' ἂν λέγῃ, οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ θυσιαστήριον ἐκ γῆς ποιήσεταί μοι· καὶ ἥξω πρός σε καὶ εὐλογήσω σε· ποτὲ δὲ ὡς περὶ ἑτέρου Κυρίου, τοῦ Θεοῦ δηλαδὴ καὶ Πατρὸς αὐτοῦ, διαλεγόμενον, ὡς ἐπὶ τῆς δεκαλόγου ὅταν φάσκῃ, οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· καὶ γὰρ ἐν ἓξ ἡμέραις ἐποίησεν Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην· καὶ αὖθις· τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι. Ταῦτα γὰρ οὐ δι' ἀγγέλου, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ ὁ Κύριος πεπιστευμένως ἐν τοῖς δεκαλόγοις εἰρηκέναι πῶς οὐκ ἂν γένοιτο πρόδηλος, παιδεύων τὸν λαὸν τὰ περὶ τῆς εἰς τὸν ἀνωτάτω Πατέρα ἑαυτοῦ καὶ Θεὸν τῶν ὅλων εὐσεβείας; ΙΑʹ. Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει ἐν αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ. Ταῦτα μετὰ τῶν λοιπῶν δικαιωμάτων ὁ Κύριος τῷ λαῷ διαστέλλεται. Εἰ μὲν οὖν μετὰ τὴν Μωσέως τελευτὴν μὴ ὁ αὐτὸς κύριος ὁ ἐπὶ τῆς ἐρήμου χρηματίζων συμπαρῆν τῷ λαῷ, ἀλλ' 34 ἀγγέλων τὶς αὐτῶν προηγεῖτο, οὐδὲν ἂν εἰς τοὺς τόπους ζητούμενον ἦν· ἐπεὶ δὲ ἐκ τῆς ἱστορίας φαίνεται καὶ μετὰ τὴν Μωσέως τελευτὴν ὁ αὐτὸς κύριος τῷ Ἰησοῦ χρηματίζων καὶ σαφῶς ἐν τοῖς πρὸς αὐτὸν χρησμοῖς λέγων, ὅτι ὥσπερ ἤμην μετὰ Μωσῇ, οὕτως ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ' ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς· καὶ δι' ὅλης τῆς γραφῆς ἄγγελος μὲν οὐδαμῶς ἐπιπαρὼν ἢ χρηματίζων τῷ Ἰησοῦ φαίνεται, ἀλλ' αὐτὸς ὁ Κύριος ὁ καὶ παρὰ Μωσεῖ διὰ τοῦ τετραγράμμου δηλούμενος, ὃς καὶ δοκεῖ μοι ὁ αὐτὸς εἶναι τῷ ἐν ἀνδρὸς σχήματι εἰς ἅπαξ μόνον παραφανέντι τῷ Ἰησοῦ. Ὥσπερ γὰρ ἐπιφανεὶς τῷ Ἁβραὰμκαὶ τῷ Ἰακὼβ ἀναγέγραπται, οὕτω καὶ νῦν ἐπὶ τῷ παιδεῦσαι τὸν θεράποντα μὴ αὐτὸν ἡγεῖσθαι τὸν πρῶτον καὶ ἀγένητον εἶναι Θεὸν, ἀλλ' ἀρχιστράτηγον τῆς ἐκείνου δυνάμεως ἀποφαίνεται. Εἰ δὴ οὖν διὰ πάσης τῆς τοῦ Ἰησοῦ γραφῆς ἄγγελος μὲν οὐδ' ὅλως παρὼν ὀνομάζεται, ἀλλ' αὐτὸς ὁ διὰ πάσης τῆς παρὰ Μωσεῖ νομοθεσίας δηλούμενος κύριος· μαρτυρεῖ γ' οὖν σαφῶς ἡ γραφὴ λέγουσα, Καὶ ἦν Κύριος μετὰ Ἰησοῦ· τίνος ἂν λέγοιτο, Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅπως ἀγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι; Ἔοικεν οὖν διὰ τούτων οὐκ ἄλλον ἀλλ' αὐτὸν δηλοῦν τὸν Ἰησοῦν· αὐτὸς γὰρ εἰσήγαγεν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς καὶ αἱ πρὸς αὐτὸν δηλοῦσιν τοῦ Θεοῦ φωναὶ λέγοντος, Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, 35 ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν περὶ αὐτοῦ. Ἆρα προδιατάσσεται τῷ λαῷ λέγων, Πρόσεχε αὐτῷ, καὶ εἰσάκουσον αὐτοῦ· μὴ ἀπείθει ἐν αὐτῷ. Οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄγγελον αὐτὸν ἐπωνόμασεν, ἐπεὶ καὶ Ἰωάννην τούτῳ καλεῖ τῷ προσρήματι ἡ φάσκουσα προφητεία, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν μου ἔμπροσθέν σου. Εἰ δ' ὅλως εἰς Ἰησοῦν ἀναφέροιτο τὸν τοῦ Ναυῆ τὰ προεκτεθέντα, ὅρα πῶς περὶ αὐτοῦ φησὶν ὁ Κύριος, τὸ γὰρ ὄνομά μου ἐπικέκληται ἐπ' αὐτῷ. Ποῖον δὲ ἆρα ὄνομα ἢ αὐτὸ τὸ Ἰησοῦς; Τοῦ μὲν γὰρ φαινομένου τότε ἀνδρὸς οὐκ ἦν ἴδιον τὸ Ἰησοῦς ὄνομα· Αὐσὴς γὰρ ἐκαλεῖτο τὸ πρότερον· πρῶτος δὲ αὐτὸν Μωσῆς θεοφορούμενος Ἰησοῦν ἀναγορεύει, πνεύματι δῆλον ὅτι θειοτέρῳ κινούμενος· ὡς ἂν ὁ χρησμὸς ὁ φήσας, τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ, πληρωθείη τοῦ χρηματίζοντος Κυρίου, ὃν πολλάκις ἀπεδείξαμεν εἶναι τὸν προόντα τοῦ Θεοῦ Λόγον, Ἰησοῦς ἦν ὄνομα ὅπερ τῷ Αὐσῆ Μωσῆς ἐπιτέθεικεν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, σφόδρα ἀπηκριβωμένως τηρήσασα, ὅτι μὴ ἄλλοτε ἢ ἄγγελον αὐτὸν ἀκολούθως τῷ χρησμῷ τὴν γῆν τῆς ἐπαγγελίας πρὸ προσώπου τοῦ λαοῦ προσκεψόμενον ἐξέπεμπεν, τούτῳ κέκληκεν αὐτὸν τῷ ὀνόματι. Οὐκοῦν διὰ τούτων καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ προσηγορίαν Μωσῆς φαίνεται σαφῶς ἐγνωκώς· ὥσπερ δὲ τὸ Ἰησοῦ ὄνομα παρὰ πρώτῳ αὐτῷ εὕρηται κατὰ τοὺς ἐξεταζομένους τόπους, οὕτω καὶ Χριστὸν πρῶτος αὐτὸς ἀναγορεύσας φαίνεται, πρὸ τῶν αὐτοῦ χρόνων ἐξ αἰῶνος μηδένος μηδέπω ποτὲ μήτε Ἰησοῦ μήτε 36 Χριστοῦ παρά τισιν προσαγορευθέντος. Καὶ φαίνεταί γε ἐνθέῳ λογισμῷ τὰς δηλουμένας προσηγορίας τιμήσας· δυσὶ γ' οὖν τοῖς παρὰ πάντα τὸν λαὸν ἐξοχωτάτοις ἀνδράσι καὶ παρὰ Θεῷ διαπρέπουσιν ἑτέροις τε ἰδίοις ὀνόμασι κεχρημένοις τὰς δύο ταύτας ἐπιφημίζει προσηγορίας, τῷ τε ἰδίῳ ἀδελφῷ τῷ Ἀαρὼν, καὶ τῷ τοῦ Ναυὴ υἱῷ, Αὐσηοὺς πρότερον ὀνομαζομένους, παρὰ πάντα τὸν λαὸν Θεοῦ νεύματι ἄρχοντας τοῦ παντὸς ἔθνους προχειρισάμενος ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρίστου ἐδόξασεν προσηγορίαις· τὸν μὲν Χριστὸν, δι' ἦν ἔφερεν εἰκόνα τοῦ κατ' ἀλήθειαν ἀρχιερέως τῶν ὅλων αὐτοῦ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου, προσειπών· τὸν δὲ ἑαυτοῦ διάδοχον Ἰησοῦν ἀναγορεύσας, δι' ὃν ἔσωζε καὶ αὐτὸς τύπον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ, ὃς παυσαμένης τῆς διὰ Μωσέως παραδοθείσης συμβολικῶς λατρείας, καὶ τοῦτον πῶς τὸν τρόπον Μωσέως τελευτήσαντος, τὴν εἰς τὸ θεῖον εὐσέβειαν διαδεξάμενος, πάσας μὲν τὰς ἀοράτους δυνάμεις ἀνθισταμένας αὐτοῦ τῷ λόγῳ πολέμῳ νικήσας κεχείρωται, τὴν δ' ὑπὸ ταύταις ἅπασαν τυραννουμένην γῆν τὴν ἐν πᾶσι τοῖς ἔθνεσιν ἴδιον κτῆμα ποιησάμενος τῷ ἑαυτοῦ λαῷ διὰ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν κατεκληροδότησεν. ΙΒʹ. Ἡνίκα δ' ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ 37 τῆς σκηνῆς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἰ λαλήσαι τὶς πρὸς φίλον ἑαυτοῦ· καὶ ἀπηλλάττετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων αὐτοῦ Ἰησοῦς υἱὸς Ναυῆ οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωσῆς πρὸς Κυρίον, Ἰδοὺ, σὺ λέγεις μοι, Ἀνάγαγε τὸνλαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν σὺ ἀποστελεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας, Οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ, ὁ λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει, Αὐτὸς προπορεύσομαι καὶ καταπαύσω σε. Καὶ λέγει πρὸς αὐτὸν, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγὼ καὶ ὁ λαός σου, ἀλλ' ἢ συμπορευομένου σου μεθ' ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε, καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. Καὶ εἶπεν ὁ Κύριος πρὸς Μωσῆν, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Καὶ εἶπεν, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν, Ἐγὼ παρελεύσομαι πρότερος τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν, Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται. Καὶ εἶπεν Κύριος, Ἰδοὺ, τόπος παρ' ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς πέτρας· καὶ σκεπάσω τῇ χειρί μου ἐπί σε, ἕως ἂν παρέλθω. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, καὶ τὰ ἑξῆς, οἷς 38 ἐπιφέρει· καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ ἐπὶ τετάρτην γενεάν. Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν, καὶ εἶπεν· Εἰ δὴ εὕρηκα χάριν ἐνώπιον σου, Κύριε, συμπορεύθητι μεθ' ἡμῶν ἐνώπιος ἐνωπίῳ. Μωσῆς τῷ Θεῷ λαλῶν ἀναγέγραπται μετὰ θάρσους καὶ παρρησίας τοσαύτης, ὁποίαν ἀγάγοι ἂν καὶ φίλος τίς ἀνὴρ ὁμιλῶν ἑαυτοῦ φίλῳ. Ἐμφαίνεται δὲ διὰ τούτων οὐχ ἡ τυχοῦσα τοῦ προφήτου προκοπή· ἀλλ' ἐπεὶ ἐλάλει μὲν αὐτῷ Κύριος ἐνώπιος ἐνωπίῳ, οὐ μὴν καὶ ὤφθη πῶ αὐτῷ ὁμοίως τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τούτου δὴ χάριν ἀξιοῖ λέγων, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Δι' οὗ παρίστησιν ὅτι μὴ ὁμοίως τῷ λαλεῖν αὐτῷ καὶ τὰς πρὸς αὐτὸν ἐπιφανείας ὁ Θεὸς ἐποιεῖτο. Εἰ γὰρ, ὡς νομίσειέν τις, ταυτόν ἐστι τὸ λελαληκέναι αὐτῷ τὸν Θεὸν ἐνώπιον ἐνωπίῳ τῷ ὦφθαι αὐτῷ, ὡς ἂν εἴποι τις, πρόσωπον πρὸς πρόσωπον, καὶ ποία δ' ἂν ἔτι χῶρα λείποιτο τῇ φασκούσῃ αὐτοῦ ἀξιώσει τὸ, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε; πῶς δὲ, εἰ καὶ πρότερον αὐτῷ πρόσωπον πρὸς πρόσωπον ὡς οἰηθείη ἄν τις ἑωρᾶτο, ἐπιφέρει λέγων αὐτῷ ὁ Κύριος, 39 οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται; Διὰ τί δὲ λεγέτω ὁ βουλόμενος, οὐδ' ἅπαξ ὁ λόγος μαρτυρεῖ λέγων ὅτι ὤφθη αὐτῷ ὁ Κύριος, ὡς ἐπὶ τῶν πατριαρχῶν εἰρηκὼς τετήρηται· ἀλλὰ γὰρ διὰ τούτων πρόδηλον, ὅτι εἰ καὶ ἐλάλει αὐτῷ κύριος ἐνώπιος ἐνωπίῳ, ὅμως διὰ τῆς νεφέλης ἐλάλει αὐτῷ· τοῦτο γὰρ προπαρίστησιν ἡ γραφὴ λέγουσα, κατέβαινεν ὁ στύλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ. Οὐκοῦν διὰ τῆς νεφέλης ἐλάλει, οὐ μὴν καὶ ὁμοίως τῷ Ἁβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακὼβὤφθη αὐτῷ· ἐκείνοις μὲν γὰρ γυμνῶς καὶ τρανῶς ἄνευ τινὸς εἴδους ὀφθεὶς ἀναγέγραπται, τούτῳ δὲ διὰ τοῦ ὀνομαζομένου εἴδους καὶ τῆς νεφέλης, ἣν καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος φάσκων, Ἡνίκα δὲ ἐλάλει Μωσῆς πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἰδοὺ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν. Καὶ πάλιν· ἀνέβη Μωσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. Καὶ κατέβη ἡ δόξα Κυρίου ἐπὶ τοῦ ὄρους καὶ ἐκάλυψεν αὐτὸν νεφέλη ἓξ ἡμέρας· καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. Σαφῶς οὖν διὰ τούτων τὸ θεωρούμενον τῷ Μωσεῖ λέγεται εἶναι οὐκ αὐτὸς ὁ Κύριος, ἀλλ' εἶδος Κυρίου· καὶ νεφέλη καὶ πῦρ, ἃ καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος· οὐκοῦν τὸ μὲν εἶδος ἑώρα Κυρίου καὶ τὴν δόξαν αὐτοῦ, οὐδαμῶς δὲ αὐτὸν τὸν Κύριον, τόν τε λαλούμενον Λόγον αὐτοῦ τοῦ Κυ 40 ρίου· ἀλλ' ὅμως διὰ τῆς νεφέλης λαλοῦντος ἤκουεν, διὸ εἴρηται, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ. Οὐ μὴν καὶ ὤφθη αὐτῷ ἐνώπιος ἐνωπίῳ τετήρηται· τοῦτο γὰρ ὡς οὐδέπω γεγονὸς ἀξιοῖ λέγων, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· καὶ ἐν ἑτέρῳ δὲ τόπῳ διδάσκει ὁ λόγος, ὅτι δὴ στόμα ἐλάλει αὐτῷ ὁ Θεὸς, οὐ μὴν καταλλήλως καὶ ἑωρᾶτο, ἀλλ' ἐν εἴδει καὶ διὰ τῆς προαποδεδομένης δόξης αὐτοῦ· λέγει δὲ οὕτως· καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπεν πρὸς αὐτοὺς, Ἀκούσατε δὴ τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὁ θεράπων μου Μωσῆς, πιστός ἐστιν ἐν ὅλῳ τῷ οἴκῳ μου. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν, καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; Ἄρ' οὖν τὴν δόξαν μὲν Κυρίου εἶδεν καὶ ἐν εἴδει αὐτῷ χρηματίζοντος, στόμα τε κατὰ στόμα λαλοῦντος ἤκουσεν, οὐ μὴν καὶ αὐτόν πω τὸν Κυρίον ὁμοίως τοῖς πατράσιν ἑωράκει. Καὶ οὐ θαυμαστόν γε εἰ τῷ Μωσεῖ στόμα κατὰ στόμα λαλῶν ἀναγέγραπται ὁ Θεὸς, ὅποτε καὶ τῷ παντὶ λαῷ πρόσωπον πρὸς πρόσωπον λελαληκέναι αὐτὸν ἐν Δευτερονομίῳ διδάσκει ὁ Μωσῆς λέγων, Οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς· ὑμεῖς αὐτοὶ ὧδε σήμερον πάντες ζῶντες. Πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός. Πλὴν 41 εἰ καὶ τῷ Μωσεῖ καὶ τῷ παντὶ λαῷ τοῦτον ἐχρημάτιζεν τὸν τρόπον, ἀλλ' ὅρα ὅτι λελαληκέναι μὲν αὐτοῖς στόμα κατὰ στόμα καὶ πρόσωπον πρὸς πρόσωπον εἴρηται, οὐ μὴν καὶ ἄνευ τοῦ πυρὸς ἢ τῆς νεφέλης ὁμοίως τοῖς πατράσιν ὦφθαι αὐτοῖς· γυμνῶς γὰρ ἐκείνοις καὶ ἄνευ ἐπικαλύμματος τοῦ διὰ νεφέλης ἢ πυρὸς ὁ Κύριος ὀφθεὶς ἀναγέγραπται. Τελείων γοῦν καὶ τὴν διάνοιαν εἰς ἄκρον κεκαθαρμένων καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὸ τὸν Θεὸν ὁρᾶν εἶναι διδάσκει, Μακάριοι λέγων οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· διὸ καὶ ὡς τοιούτων ὁ Κύριος Θεὸν ἑαυτὸν ἀναγορεύει, λέγων πρὸς Μωσῆν· Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό ἐστιν ὄνομα μου αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς. Ζηλῶν δὴ οὖν τὰ χαρίσματα τὰ μείζονα, καὶ τῆς ὁμοίας ἐκείνοις ὀρεγόμενος ὁ Μωσῆς προκοπῆς, ἀξιοῖ λέγων τὸν Κύριον, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ἐφαντάζετο μὲν γὰρ χρηματίζοντος αὐτῷ Θεοῦ Λόγου τό τε μέγεθος καὶ τὸ ὕψος καὶ τὴν ἄφατον καὶ ἀνέφικτον ὑπεροχὴν, ἑώρα δὲ ὡς ὅτι δι' ὑπηρετικῶν ἀγγέλων τὰς πρὸς αὐτὸν ἐποιεῖτο θεωρίας· διὸ παρακαλεῖ τρανότερον καὶ καθαρώτερον ἐμφῆναι ἑαυτὸν αὐτῷ, μηκέτι μὲν δι' ἐπικαλυμμάτων, μὴ δὲ ὑπὸ διακόνων ἑτέρων, γυμνῶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Ἁβραὰμ παραπλησίως, ἄνευ τοῦ διὰ πυρὸς καὶ νεφέλης εἴδους. Τοῦτο γ' οὖν δοκεῖ μοι σημαίνειν ἡ φάσκουσα λέξις, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ταύτῃ δὲ καὶ προακούσας 42 εἰρηκότος αὐτῷ τοῦ Κυρίου τὸ, Ἰδοὺ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου, ὑποπαραιτεῖται τοῦ μείζονος ὀρεγόμενος, καὶ φησίν· Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· πρὸς τὴν ἀξίωσιν ἐπινεύσαντος τοῦ Κυρίου καὶ φήσαντος, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω, τὸ ἔτοιμον συνιδὼν τῆς θείας μεγαλοδωρεᾶς, φθανούσης τῆς εὐεργεσίας τοὺς μεγάλων ὀρεγομένους, εἶτα σμικρύνας ἑαυτὸν, καὶ ὡς μὴ ἄξιόν πω τῶν μειζόνων λογισάμενος, ἑτέραν ὡς ἐν συγκρίσει τῆς προτέρας ἐνδέουσαν ἀξίωσιν προτείνει λέγων, Δεῖξόν μοι τὴν δόξαν σου· πληρῶν δὲ αὐτοῦ τὸν λόγον ὁ Κύριος· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου, καὶ τὰ ἑξῆς· διδάσκων ὅτι δὴ πάσης μείζων τῆς πρότερον αὐτῷ θεωρουμένης ὀπτασίας ἡ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων τυγχάνει γνῶσις, ἣν καὶ παραδώσειν αὐτῷ ὑπισχνεῖται, περὶ μὲν ἑαυτοῦ λέγων, Παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, καὶ καλέσω ἐν ὀνόματι Κυρίου· ποίου γὰρ κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται; Καὶ ἀληθῶς γε εἰ μὴ διέλθοι τινὰ πρότερον ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ μὴ αὐτὸς ἀνακαλέσοιτο τὸν Πατέρα, οὐδ' ἄλλως δυνατὸν τὴν τοῦ Πατρὸς τῶν ὅλων ἀναλαβεῖν γνῶσιν· ἐπεὶ μὴ δ' εἷς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. Αὐτὸς γοῦν ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς δι' οὗ μόνου ἔστιν ἰδεῖν τὸν ἐπέκεινα καὶ ἀνωτάτω τῶν ὅλων αἴτιον, αὐτὸν τὸν Πατέρα· εἰ γὰρ καὶ τὰ μάλιστα οἷα 43 τις αὐτοῦ πρόδρομος προεπιδημεῖ ταῖς τῶν μακαρίων ψυχαῖς ὁ θεῖος Λόγος, τῆς ἰδίας δόξης μεταδιδοὺς αὐταῖς, ἀλλ' οὐχ ἵσταταί γε εἰς τέλος τὰ τῆς αὐθεντίας εἰς ἑαυτὸν ἀναλαμβάνων, προπαρασκευάσας δὲ καὶ προευτρεπίσας τὴν μονὴν, ὑποχωρεῖ καὶ μεταπαραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Τοῦτο δὲ καὶ αὐτὸς ὁμολογεῖ φάσκων, Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου. Νῦν μὲν οὖν λόγῳ τοῦτο πράξειν ἐπαγγέλλεται· ἑξῆς δὲ καὶ τὸ ἔργον ἐπάγει ἔνθα εἴρηται, Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου. Καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων, καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ· ἐπάγων ἀνομίας πατρῶν ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ταῦτα γὰρ αὐτὸς φησὶ καταβὰς ἐν νεφέλῃ καὶ παραστὰς τῷ Μωσεῖ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος· ὃς καθ' ἣν πεποίηται ὑπόσχεσιν παρελθὼν πρὸ προσώπου αὐτοῦ, τὸν καὶ ἑαυτοῦ Κύριον καὶ Πατέρα, τὸν ἀληθῶς ὄντα Κύριον Κύριον, δὶς διὰ τοῦ τετραγράμμου ἐμφερόμενον ἀνακαλεῖται λέγων, τὸ Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, καὶ τὰ ἑξῆς. Εἰ δὲ βιαζόμενός τις φάσκοι μὴ τὸν Κύριον ἀλλὰ Μωσῆν ταῦτα εἰρηκέναι, πεῖσμα βέβαιον λαμβανέτω ἐξ αὐτῶν τῶν τοῦ Μωσέως φωνῶν ὁμολογοῦντος τοῦ Κυρίου εἶναι τὰς προεκτεθείσας λέξεις, δι' ὧν εὐχόμενος ἐν ἑτέρῳ τόπῳ φησὶν, 44 Καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, Κύριε· ὃν τρόπον εἶπας λέγων, Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατρῶν ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενέας. Ἐναργέστατα δὴ οὖν καὶ σαφέστατα διὰ τούτων αὐτὸς ὁ Κύριος τὰς προεκτεθείσας εἰρηκὼς παριστᾶτε παρίσταται φωνὰς, μείζονα κύριον τὸν ἀληθῶς Κύριον, δῆλον δ' ὅτι τὸν Πατέρα ἑαυτοῦ, ἀνακαλούμενος· ἢ εἰ δυσπειθῶς ἔχοι πρὸς ταῦτα, λεγέτω εἰ τινὰ ἄλλην οἷός τε ἐστὶν κατὰ τοὺς τόπους ἐπιβαλεῖν διήγησιν· φυλάττων τὸ μὴ ἄγγελον εἶναι τὸν χρηματίζοντα, ἀλλ' αὐτὸν τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον Κύριον, ὃς καὶ ἐνώπιος ἐνωπίῳ τῷ Μωσεῖ ἀναγέγραπται λελαληκέναι, ὃν καὶ ἀξιοῖ τὴν δι' ἀγγέλων προστασίαν παραιτούμενος ὁ Μωσῆς λέγων, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Ἀλλὰ γὰρ οὐχ οἷόν τε ταῦτα ἐφ' ἕτερον ἢ ἐπὶ μόνον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ἀναφέρειν· ὃς μεγάλων ἐφιεμένῳ τῷ Μωσεῖ τὴν τοῦ μείζονος ἐμφαίνει γνῶσιν, παιδεύων ἑαυτὸν ὅπως ἂν γινώσκῃ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Θεὸν Λόγον, δευτέρως καὶ αὐτὸν ὄντα μετὰ τὸν Πατέρα καὶ Κύριον καὶ Θεόν· καὶ πρώτην γε αὐτῷ ταύτην καὶ ἀναγκαιοτάτην παρέχει τὴν ὠφέλειαν, ὡς ἂν μήποτε τὰς περὶ Θεοῦ τῶν ὅλων ὑπονοίας ἐπὶ τὸν χρηματίζοντα αὐτῷ Λόγον διὰ τὴν ὑπερβολὴν τῆς δόξης τῶν θεωρουμένων ἐκλάβοι· διδάσκει εἰ δ' οὖν αὐτὸν πρῶτον καὶ μόνον ἀληθινὸν Θεὸν ἡγεῖσθαι τοῦτον, ὃν αὐτὸς ἐπεκαλεῖτο λέγων, 45 Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Πρόσχες γὰρ ἐπιμελῶς τῷ ἀληθινὸς παραπλησίως εἰρημένῳ τῷ, ἵνα γιγνώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ὑπὸ τοῦ αὐτοῦ Σωτῆρος ἐν τοῖς εὐαγγελίοις εἰρημένῳ· ταῦτα δ' οὐκ ἂν ἐχώρησεν ὁ πᾶς λαὸς πρὸς ὃν, οἷα δὴ εἰσαγόμενον, ὑπὸ τοῦ χρηματίζοντος ἐλέγετο, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ· ἐδέοντο γὰρ οὗτοι στοιχειώδους εἰσαγωγῆς ἔτι τῆς περὶ Θεοῦ μοναρχίας οὐχ οἷοίτε πῶς ὄντες τὰ περὶ Πατρὸς καὶ Υἱοῦ δόγματα διαρθροῦν, ἅτε ἔναγχος τῆς Αἰγυπτίων πολυθέου πλάνης ἀφεστηκότες. Τὸ δὲ Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ λέγοιτ' ἂν ἐκ προσώπου τοῦ Θεοῦ Λόγου ὁμοίως τῷ, Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Ὡς γ' οὖν ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν πατέρα, κατὰ τὸ, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με· τὸν αὐτὸν τρόπον ὁ αὐτοῦ ἀκούων τοῦ ἐν αὐτῷ Πατρὸς ἤκουε λέγοντος τὸ, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ. Ταῦτα δ' ἡμῖν ὡς ἐν τηλικούτοις εἴρηται παραστῆσαι βουλομένοις, ὅτι δὴ ἀναμφιλέκτως οὔτε ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀγγελική τις δύναμις ἦν ἡ χρηματίζουσα τῷ Μωσεῖ, αὐτὸς δὲ ὁ θεῖος Λόγος, ὃν ἀκριβῶς πεπιστεύκαμεν μετὰ τὸν τῶν ὅλων Πατέρα καὶ Κύριον δεύτερον εἶναι τῶν ἁπάντων Θεόν τε καὶ Κύριον· ὥσπερ δὴ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης σαφέστερον ἡμᾶς παιδεύει λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ λόγος· πολλῆς δ' ἂν γένοιτο καὶ οὐχὶ τῆς 46 παρούσης σχολῆς σαφηνίζειν τίς ἄρ' εἴη ὁ τόπος καὶ ἡ πέτρα περὶ ὧν εἶπεν ὁ Κύριος, Ἰδοὺ τόπος παρ' ἐμοὶ καὶ στήσῃ ἐπὶ τῆς πέτρας· ἀλλ' ὁ μὲν ἀπόστολος τὴν πέτραν ἐδήλωσεν εἰπὼν, ἡ πέτρα δὲ ἦν ὁ Χριστός. Οὐκ ἄλλον δὲ τῆς πέτρας ὄντα καὶ τὸν τόπον ὑπολαμβάνω τὸν αὐτὸν τυγχάνοντα τῷ ἀπαντήσαντι τῷ Ἰακὼβ ἔνθα γέγραπται, Ἐξῆλθεν δὲ ὁ Ἰακὼβ ἀπὸ τοῦφρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησεν τόπῳ ἔνθα καὶ ἰδὼν ἐν ὁράματι τὴν κλίμακα καὶ τὸν ἐπ' αὐτῆς ἐστηριγμένον κύριον, διυπνισθεὶς φησὶν, ὅτι ἔστιν Κύριος ἐν τῷ τόπῳ τούτῳ· καὶ πάλιν εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος, οὐκ ἔστι τοῦτο ἄλλ' ἢ οἶκος τοῦ Θεοῦ· καὶ αὐτὴ ἡ πύλη τοῦ οὐρανοῦ. Ἀλλὰ καὶ τί τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου, ὃ μὴ δύναται Μωσῆς ὁ νόμος, ἅτε ἀνθρώπινος καὶ σωματικώτερος ὢν, θεωρεῖν· τίνα τε τὰ ὀπίσθια αὐτοῦ, ἃ μόνον χωρεῖν οἷός τε ἦν ὁ τυπικὸς καὶ τῶν νοητῶν συμβολικῶς κὸς νόμος· πῶς τε εἴρηται τὸ, σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, καλύμματος καὶ σκέπης ἐπιτιθεμένου τῷ νόμῳ, ὡς διὰ τοῦτο τὸ καλύμμα τὰ μὲν ὀπίσω δύνασθαι ὁρᾶν, οὐκέτι δὲ τὰ προηγούμενα καὶ διαφέροντα· ἰδίᾳ κατὰ καιρὸν, ᾧ μέλει τῆς τούτων ἐρεύνης, ἐπιστήσας εἴσεται. Ψ. Ἐκ τῶν ἀριθμῶν τῆς Γʹ τοῦ Βαλαὰμ προφητείας. ΙΓʹ. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ· Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη 47 ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύει ἐχθρόν. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε, ηὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται. Χριστός ἐστιν ὁ ἐκ σπέρματος Ἰσραὴλ τὸ κατὰ σάρκα γεννηθεὶς, καὶ κυριεύσας ἐθνῶν πολλῶν· ποῖον γὰρ ὑπῆρξεν ἔθνος ἀγνοῆσαν τὴν ὑπ' αὐτὸν δουλείαν, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ λόγου τῶν μαθητῶν αὐτοῦ, καὶ εἰς τὰ σπέρματα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν; Παρὰ γ' οὖν πλείστοις καὶ αὐτῶν τῶν βαρβάρων πολλούς ἐστιν ἰδεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ τὴν τοῦ ἑνὸς Θεοῦ γνῶσιν ἐληλυθότας, καὶ ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας παντοίας μέχρι καὶ θανάτου κολάσεις ὑπομείναντας. Πέρας ἔχουσα τοίνυν καὶ αὕτη σαφῶς ἡ προφητεία ἐπὶ τοῦ ἡμετέρου Σωτῆρος ἀποδείκνυται· ἢ παραστήτω τίς ἄλλος ἐπιδεικνὺς ἐπί τινα ἂν ταῦτα ἀναφέροιτο· καθ' ἡμᾶς δὲ πρόδηλον, ὡς καὶ αὔξεται ὁσημέραι τοῦ Σωτῆρος ἡμῶν ἡ νοητὴ βασιλεία τε καὶ δεσποτεία παρὰ ταῖς ὑποδεξαμέναις τὸν λόγον αὐτοῦ ψυχαῖς· ὑψώθη δὲ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ Γὼγ βασιλεία, ἣν ὑπειλήφασί τινες εἶναι τὴν Ῥωμαίων ἡγεμονίαν, ἄλλοι δὲ τροπικῶς τὴν κατὰ τὸ εὐαγγέλιον ἐπουράνιον πολιτείαν, καὶ τὴν τῶν νοητῶν δογμάτων θεωρίαν, διὰ τοῦτο Γὼγ, ὅπερ ἐρμηνεύεται δώματα, σημαίνεσθαι ἐξειλήφασιν· ἀλλὰ καὶ ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ῥητῶς μὲν ὅτε χρηματισθεὶς ὁ Ἰωσὴφ ἐξ Αἰγύπτου παραλαβὼν τὴν Μαριὰμ ἅμα τῷ παιδὶ Ἰησοῦ ὑπέστρεψεν εἰς γῆν Ἰσραὴλ 48 πληρουμένης τῆς τε νῦν καὶ τῆς ἐν Ὡσηὲ κατὰ τὸ Ἑβραϊκὸν καὶ τὴν Ἀκύλου ἑρμηνείαν προφητείας φασκούσης, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· καὶ κατὰ διάνοιαν δὲ, ὁπηνίκα ἐκ τῆς νοητῆς Αἰγύπτου καὶ τῶν τῇδε τόπων ἐπὶ τοὺς οὐρανοὺς ἅμα λαμβάνων αὐτὸν ὁ πατὴρ ὡδήγησεν· ἡ δὲ λεγομένη δόξα μονοκερώτων ἐν τῷ Σωτῆρι τὴν ἐν αὐτῷ θεότητα τῆς πατρικῆς αἰνίττεται μοναρχίας. Μετὰ ταῦτα εἴρηται, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ· ὅσα γὰρ ὑπὸ τὴν διδαχὴν αὐτοῦ γέγονεν ἔθνη, ταῦτα πρότερον μερὶς τυγχάνοντα τῶν ἐχθρῶν αὐτοῦ μετὰ τὴν εἰς αὐτὸν πίστιν ἐπιτηδεῖα ὥσπερ εἰς βρῶσιν ἑαυτῷ κατεσκεύασεν· τὰ μὲν πάχη, τοῦτ' ἔστιν πᾶν συμπεφυκὸς αὐτοῖς ὑλικὸν καὶ γήϊνον, λεπτύνων καὶ ἐξιχνεύων, καρποὺς δὲ τροφίμους διὰ τῆς ἑαυτοῦ γεωργίας αὐτοῖς ἐμποιῶν. Ταῦτα δὲ εἰργάσατο τοῖς νοητοῖς καὶ λογικοῖς βέλεσι, τὸν πάλαι τῶν ἐθνῶν ἄρχοντα ἐχθρὸν ὄντα ἑαυτοῦ κατατοξεύσας, τουτέστι τὸν διάβολον. Τὰ δ' ἀπὸ τοῦ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, σχεδὸν αὐτοῖς ῥήμασι καὶ ὑπὸ τοῦ Ἰακὼβ ἐν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις εἴρηται· ἅτινα ὁποῖον ἔχει νοῦν κατὰ τὰ ὑποπεσόντα ἡμῖν ἐκθέμενοι οὐ παλιλογήσομεν· δῆλον δὲ τυγχάνει ὅπως ἡμεῖς οἱ τὸν Χριστὸν εὐλογοῦντες τοῦ Θεοῦ ηὐλογήμεθα· κ' ἂν γὰρ βδελύσσοιντο ἡμᾶς ὡς καὶ τὸν πάλαι τοῦ Θεοῦ λαὸν οἱ Αἰγύπτιοι, ὅμως πληροῦταί γε καὶ ἐφ' ἡμῖν τὸ, καθ' ὅσον δὲ ἐταπείνουν αὐτοὺς, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ σαφὲς τίνα τρόπον τὴν κατάραν εἰλήφασιν οἱ ἐξαρχῆς αὐτὸν 49 καταρασάμενοι διὰ τοῦ, σταύρου σταύρου αὐτόν· κατάρας γὰρ ἦν ὁ σταυρὸς, κατὰ τὸ, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἀλλ' ὁ μὲν τὴν αὐτῶν ὑπομείνας κατάραν ὑπὸ τοῦ Πατρὸς ὑπερύψωται· οἱ δὲ πρὸς αὐτοῦ τοῦ Θεοῦ καταραθέντες ἐπίμονον εἰς αἰῶνα εἰλήφασιν ὄλεθρον· ὃν εἰ ἐπ' ἀκριβές τις ἐπεξίοι, δυνάμεως Θεοῦ κατόψεται μέγεθος, εἰς ἔτι νῦν μετιούσης τοὺς ἅπαξ πρὸς αὐτοῦ κατηραμένους. Ταῦτα εἰς τὸ, καὶ οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε καὶ κατάρανται. Ψ. Ἐκ τῆς Δʹ τοῦ Βαλαὰμ προφητείας. ΙΔʹ. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. Ὁ τοῦ Θεοῦ Λόγος κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἄστρον οὐ μικρὸν οὐχὶ τῷ Ἰακὼβ ἀνέτειλεν, ἀλλ' ἐκ τοῦ Ἰακώβ· ἀπὸ γὰρ τοῦ σωματικοῦ λαοῦ τῶν ἐκ περιτομῆς ἀρξάμενος, πᾶσιν ἐπέλαμψε τοῖς ἔθνεσι· μεταναστάς τε ἀπ' ἐκείνων, οὐ μικροὺς πολέμους διεχειρίσατο, καθαίρων τὰς ἀντικειμένας δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, οὓς καταγωνισάμενος προνομὴν ἐποιήσατο εἰς τὸν αὐτοῦ κλῆρον, ἀπολαβὼν ὅσα πρότερον ὑπ' ἐκείνους ἐτύγχανεν ἔθνη· περὶ ὧν ὁ Πατὴρ αὐτῷ κατεπηγγείλατο εἰπών· αἰτῆσαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 50 Ψ. Ἐκ τοῦ Δευτερονομίου. Μωσῆς ἐστιν ὁ λέγων. ΙΕʹ. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἁμάρτωμεν. Καὶ εἶπεν Κύριος πρός με, Ὀρθῶς πάντα, ὅσα ἐλάλησαν· προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅτι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ πάντα ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτῶν. Καὶ τί μᾶλλον ἔχοι τίς ἐκ τοῦ Ἰσραὴλ κατὰ Μωσέα προφήτην, τοῦτ' ἔστιν νομοθέτην, τοῦ τῶν ἀνθρώπων γένους ἀναδεδειγμένον ἐπιδεῖξαι, ἢ μόνον Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, ὃς τῆς καινῆς διαθήκης τοῦ κατὰ τὸ εὐαγγέλιον βίου νομοθέτης ἅπασιν ἀναπέφανται τοῖς ἔθνεσιν, κατὰ τὴν ἐν ψαλμῷ φήσασαν προφητηκὴν εὐχήν· Κατάστησον Κύριε νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν; Οὗτος δὲ καὶ ἐλυτρώσατο τῆς νοητῆς Αἰγύπτου, καὶ τῆς ἐν αὐτῇ πλινθοποιΐας, τῆς τε πικρᾶς ὑπὸ τὸν νοητὸν Φαραῶ δουλείας τοὺς δι' αὐτοῦ προςεληλυθότας τῷ τῶν ὅλων Θεῷ· καὶ πάντα δὲ ἁπλῶς τὰ σωματικῶς ὑπὸ Μωσέως γεγονέναι ἱστορούμενα κατὰ τὸν πνευματικὸν νόμον ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεπράξατο. Ἐλήλυθεν ἆρα καὶ ὁ διαβόητος ἔτι καὶ νῦν παρά τε Σαμα 51 ρεῦσι καὶ Ἰουδαίοις, ὃν καὶ Μωσῆς προεθέσπισε προφήτης, περὶ οὗ προδιεμαρτύρατο ὁ Θεὸς λέγων, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐκδικήσω ἐξ αὐτοῦ. Ἐκδεδίκηται γ' οὖν τὸ αἷμα πάντων τῶν ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου τοῦ φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἀπὸ τῆς γενεᾶς τῆς κατὰ τοῦ Σωτῆρος ἐπισυστάσης, καὶ μάλιστα τῶν τολμησάντων ἀφεῖναι κατ' αὐτοῦ τὴν σταύρου σταύρου αὐτὸν φωνὴν, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὅπερ καὶ παραυτίκα γέγονε, τοῦ Θεοῦ καθὼς προεῖπεν ἐκδικήσαντος τὸ αἷμα τοῦ Χριστοῦ ἔκ τε αὐτῶν ἐκείνων καὶ τῶν τέκνων αὐτῶν, ἅμα τε μετελθούσης αὐτοὺς τῆς δίκης, ὡς ἐξ ἐκείνου εἰς δεῦρο μὴ δ' ὅλως ἆραι κεφαλὴν τὸ πᾶν ἔθνος δυνηθῆναι, πληρωθείσης καὶ ἑτέρας προφητείας Ἀμῶς φασκούσης, Οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι· ἅπερ καὶ ὁ ἀπόστολος τῷ πνεύματι προϊδὼν, ἀνεφώνησεν εἰπὼν, Ἔφθασεν δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ψ. Τῆς Ὠδῆς. Ι ʹ. Εὐφράνθητε οὐρανοὶ, ἅμα αὐτῷ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ. Καὶ τίνι ἄλλῳ προσκυνήσειν τοῖς ἀγγέλοις αὐτοῦ προστάττοι ἂν τὸ θεῖον Πνεῦμα ἢ τῷ Χριστῷ, οὗ σαφῶς ἐπὶ τῇ παρουσίᾳ ηὐφράνθη μετὰ τοῦ λαοῦ αὐτοῦ τὰ ἔθνη τοῦ τῶν δικαίων πατριαρχῶν καὶ προφητῶν 52 χοροῦ· περὶ ὧν ἐθνῶν αὖθις ἐπὶ τῆς αὐτῆς ὠδῆς ὡς πρὸς ἕτερον λαὸν ἀποτεινόμενος ὁ Θεὸς φησὶν, Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργησάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς οὐκ ἐπ' ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Καὶ πρόδηλόν γε ὅτι μετὰ τὴν ἐκείνων ἀποβολὴν τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς παρ' ἐκείνοις σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, καὶ τὰ ἀγενῆ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ πρότερον παρ' ἐκείνοις ὄντα καταργήσῃ· ὅτι δὴ πρότερον ἐκ τῶν αὐτοῦ Μωσέως χρόνων εἰδώλοις λατρεύοντες, καὶ τὸν Θεὸν παροργίζοντες καὶ παραζηλοῦντες, ἐλθόντα αὐτοῦ τὸν Χριστὸν οὐκ ἐδέξαντο· ἀλλὰ τὰ ἔθνη γε δι' αὐτοῦ τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπιγνόντα κατὰ τὴν ἐν χερσὶ προφητείαν εὐφρανθήσεται μετὰ τοῦ τῶν ἁγίων λαοῦ αὐτοῦ· τὸν Χριστὸν δὲ καὶ ἐνίσχυσαν πάντες οἱ υἱοὶ τοῦ Θεοῦ, οἵ τε πρότερον τὰ περὶ αὐτοῦ προφητεύσαντες, καὶ ὅσοι μετὰ τὴν παρουσίαν αὐτοῦ τὸ πνεῦμα τῆς υἱοθεσίας χωρήσαντες, ἐπὶ πᾶσαν αὐτὸν ἐκήρυξαν τὴν οἰκουμένην. Τὰ μὲν δὴ ἀπὸ τῆς Πεντατεύχου τοσαῦτα· μετίωμεν δὲ καὶ ἐπὶ τὰς ἑξῆς γραφάς. Ψ. Ἀπὸ τῆς τοῦ Ἰησοῦ γραφῆς. ΙΖʹ. Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαῖα ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσελθὼν Ἰησοῦς, εἶπεν, Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ, Ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. 53 Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν, Λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἔστηκας, τόπος ἅγιός ἐστιν. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀρχιστράτηγος δυνάμεως Κυρίου, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ πάσης ἄρχων ἁγίας καὶ πνευματικῆς τοῦ Θεοῦ στρατιᾶς; Ὅρα δὲ μὴ εἰ καὶ ὁ αὐτὸς ὁ καὶ τῷ Μωσεῖ διὰ τοῦ ἀγγέλου χρηματίσας ἐν τῷ ὄρει ἀπὸ τῶν πρὸς τὸν Ἰησοῦν λόγων ὑποφαίνεται· ἅπερ γὰρ τούτῳ νῦν, ταῦτα καὶ Μωσεῖ ὁμοίως ἀρχομένῳ τῆς θεωρίας πρὸς τοῦ Κυρίου διὰ τοῦ ἀγγέλου εἴρηται κατὰ τὸ, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, καὶ τὰ ἑξῆς. Πολυώνυμος δέ τις ὑπάρχων ὁ Χριστὸς τοῦ Θεοῦ, νῦν ἀρχιστράτηγος δυνάμεως Κυρίου χρηματίζει· ὡς καὶ ἐν Ἡσαίᾳ, Μεγάλης βουλῆς ἄγγελος· ἐν τῷ, καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος. Εὕροις δ' ἂν καὶ ἐν τῷ Μαλαχίᾳ ἄγγελον διαθήκης αὐτὸν ὀνομαζόμενον, ἔνθα λέγεται, Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ψ. Ἐκ τῆς Αʹ τῶν βασιλειῶν. Τῆς εὐχῆς Ἄννας. ΙΗʹ. Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. Ὁ καταβὰς ἐκ τῶν οὐρανῶν Κύριος ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς πάλιν 54 ἀναβέβηκεν εἰς οὐρανούς· καὶ ἀναβὰς ἐβρόντησεν τῇ θείῳ ἑαυτοῦ δυνάμει τὸ εὐαγγελικὸν κήρυγμα, ὡς ἐξάκουστον αὐτὸ γενέσθαι ἐν ὅλῳ τῷ κόσμῳ· αὐτὸς δὲ κρινεῖ ἄκρα γῆς καὶ τοὺς μέχρι τούτων οἰκοῦντας, ὡς πᾶσαν εἰληφὼς τὴν κρίσιν παρὰ τοῦ Πατρός· ἀλλὰ καὶ ἔδωκεν ἰσχὺν τοῖς ἑαυτοῦ μὲν μαθηταῖς ἀποστόλοις τε καὶ προφήταις, ἡμῶν δὲ βασιλεῦσι, καὶ ὕψωσε τὸ κέρας τοῦ χριστοῦ αὐτοῦ, ἤτοι τοῦ λαοῦ, μετοχῇ τοῦ χριστοῦ οὕτως ὀνομαζομένου, ἢ οὗ ἀνείληφεν ἀνθρωπίνου, οὗ κέρας ἦν ἡ θεότης ὑψωθεῖσα κατὰ τὸν ἱερὸν ἀπόστολον· καὶ ἐν ὀγδοηκοστῷ δὲ ὀγδόῳ Ψαλμῷ σαφῶς τὸ παραπλήσιον τῷ ἐνθάδε περὶ τοῦ Χριστοῦ ὁ Θεός φησιν, Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Ψ. ΙΘʹ. Καὶ ἦλθεν ἄνθρωπος Θεοῦ πρὸς Ἠλεῖ, καὶ εἶπεν, Τάδε λέγει Κύριος Κύριος· καὶ ἐν τοῖς ἑξῆς· καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας· καὶ ἔσται πᾶς ὁ περισσεύων ἐν οἴκῳ ἤξει προσκυνῶν αὐτῷ ὀβολοῦ ἀργυρίου, καὶ ἐν ἄρτῳ ἑνὶ, λέγων, Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατείων σου φαγεῖν ἄρτον. Οὐδεὶς ἄλλος ἢ μόνος ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ὃν ἔχομεν ἀρχιερέα μέγαν, κατὰ τὸν ἀπόστολον, διεληλυθότα τοὺς οὐρανοὺς, πάντα τὰ ἐν τῇ καρδίᾳ τοῦ Πατρὸς πεποίηκεν ὑπήκοος αὐτῷ γενέσθαι 55 μέχρι καὶ θανάτου· ὅθεν καὶ ἀναστήσας αὐτὸν ὁ Πατὴρ, οἰκοδόμησεν αὐτῷ οἶκον πιστὸν, τὴν ἐκ λογικῶν καὶ ζώντων καὶ πιστῶν ὡς ἀληθῶς λιθῶν συνεστῶσαν ἐκκλησίαν· τούτῳ δὲ καὶ ἔρχονται προσκυνεῖν οἱ πιστεύσαντες εἰς αὐτὸν, ὀβολοῦ ἀργυρίου μὴ ἀποστρεφομένου όμενοι, μήτε σωματικῶς τὴν τὸν κοδράντην εἰς τὴν τῶν δεομένων ἐπικουρίαν συνεισφέρουσαν χήραν, μήτε μὴν κατὰ διάνοιαν τὴν ἐπὶ μόνην ῃ τῇ πίστει ἐρηρεισμένην ψυχὴν, ἢ τὴν κατὰ δύναμιν τῶν νοητῶν αὐτῆς ὑπαρχόντων συνεισφέρουσαν τὰ εἰς τὴν τῶν λοιπῶν οἰκοδομήν τε καὶ ὠφέλειαν συμβαλλόμενα· τὰ γ' οὖν μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα μὴ ὑπερφρονῶν, μὴ δὲ τὰς τοιάσδε ψυχάς· ἀλλ' οἷα φιλάνθρωπος Θεοῦ Λόγος καὶ ταύτας ἀποδεχόμενος τῆς προθυμίας, ἃς καὶ κρίσει θείᾳ κατὰ τὴν ἀξίαν ἐν διαφόροις μοναῖς τῶν ἱερατείων αὐτοῦ κατατάσσει, τοῦ παρ' ἑαυτοῦ ἄρτου τῆς ἀϊδίου ζωῆς καταξιῶν αὐτάς. Τὸ δὲ καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας, περὶ τῶν ἁγίων τῶν ἐν τῇ ἐκκλησίᾳ εἴρηται, Χριστῶν καὶ αὐτῶν προσαγορευομένων, κατὰ τὸ, μὴ ἅψησθε τῶν χριστῶν μοῦ· τούτοις γὰρ πρὸς τοῦ Σωτῆρος ἐλέγετο καὶ ἐν τῷ εὐαγγελίῳ, Ἰδοὺ, ἐγὼ μεθ' ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Πλείονος δὲ σαφηνείας δεομένων τῶν τόπων, τούτοις ὡς οἷόν τε ἦν διὰ βραχέων εἰρημένοις ἀρκεσθησόμεθα. 56 Ψ. Βασιλειῶν Βʹ. ὁ Κύριος διὰ Νάθαν τῶι Δαυὶδ μετὰ πολλὰ καὶ ταῦτα φησίν. Κʹ. Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· Τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα. Τούτοις τὰ παραπλήσια καὶ ἐν ὀγδοηκοστῷ ὀγδόῳ εἴρηται ψαλμῷ· ἦν δ' ἂν Ἰουδαίοις ἄξιον ἀπορῆσαι κατὰ τοὺς τόπους, διὰ τίνα ἆρα αἰτίαν φήσουσιν τὸν Θεὸν, ἤτοι τὸν Δαυὶδ, ἢ τὸν ἐξ αὐτοῦ βασιλεύσαντα Σολομῶνα· περὶ οὗ, ὡς εἰκὸς, ὑπολήψονται λέγειν τὴν προφητείαν υἱὸν πρωτότοκον θήσειν ἐπαγγέλλεσθαι, ἐν μὲν τῷ ψαλμῷ εἰρηκότα, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· ἐν δὲ τῷ μετὰ χεῖρας κεφαλαίῳ, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ μὴν κατ' οὐδὲν διενηνοχέναι τῶν λοιπῶν προφητῶν φήσειέ τις τὸν Δαυὶδ, ὃς καὶ ἐξομολογεῖσθαι 57 διὰ τὴν τοῦ Οὐρίου ἐδεῖτο λέγων, σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ἢ τὸν Σολομῶνα, ὃν καὶ ἐκκλῖναι ἀπὸ τοῦ Θεοῦ καὶ εἰδώλοις διὰ γυναικῶν ἐπιθυμίας προσκεκινηκέναι ἡ ψιλὴ διδάσκει τῆς γραφῆς ἱστορία· πῶς δὲ τοῦ Δαυὶδ ἢ τοῦ Σολομῶνος ἡ βασιλεία ἕως αἰῶνος ἐνώπιον ἔστη τοῦ Θεοῦ, καὶ ὁ θρόνος ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ τὴν φάσκουσαν ἐνταῦθα προφητείαν, καὶ κατὰ τὴν ἐν τῷ Ψαλμῷ ὧδέ πως περιέχουσαν, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· καὶ μεθ' ἕτερα φάσκουσαν, Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Καὶ πάλιν· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Τὰ παραπλήσια δ' ἂν εὕροις καὶ ἐν τῷ Ἱερεμίᾳ, ἔνθα εἴρηται, ὅτι τάδε λέγει Κύριος· οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου, ἀναφέρων ὁλοκαυτώματα, καὶ θύων θυσίαν καὶ ποιῶν θυμίαμα πάσας τὰς ἡμέρας. Ταῦτα γὰρ εἰ συνεξετάζοι τίς τῇ τε παρούσῃ τῶν Ἰουδαίων καταστάσει καὶ ταῖς κατ' αὐτοὺς ἱστορίαις ἀπὸ τῆς Ἐζεκίου καὶ Ἰεχονίου βασιλείας, καθ' οὓς ἡ ἐκ Δαυὶδ περιεγράφη τῶν Ἰουδαίων βασιλεία ἐν τῷ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας καιρῷ, μεθ' ὃν οὐδαμῶς ἤρχθησαν ἢ ἐβασιλεύθησαν ὑπὸ τῶν ἐκ Δαυὶδ καταγόντων τὸ γένος εἰς ἔτι, ὅτι μηδαμῶς ἁρμόζει ἤτοι 58 τῷ Δαυὶδ ἢ καὶ τῷ Σολομῶνι τὰ λελεγμένα, ὡς ἐξ ἀνάγκης ἃ μὴ θέμις ψευδῆ διελέγχεσθαι συμβαίνειν τὴν μεθ' ὅρκων τοῦ Θεοῦ πρόρρησιν· εἴ γε μὴν ἀναφέροιμεν τὸ λεγόμενον τοῦ Δαυὶδ σπέρμα ἐπὶ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν, σαφὲς πῶς εἰς τὸν αἰῶνα τοῦτο τὸ σπέρμα, τοῦτ' ἔστιν ὁ Χριστὸς, διαμενεῖ, καὶ πῶς ὁ θρόνος αὐτοῦ καὶ ἡ πνευματικὴ βασιλεία ἕως αἰῶνος ἐνώπιον ὑπάρχει τοῦ Πατρὸς, ἀνορθούμενος ὑπ' αὐτοῦ καὶ ἀνοικοδομούμενος κατὰ γενεὰν καὶ γενεὰν ἐν ταῖς τῶν πιστευόντων ἐπ' αὐτὸν ψυχαῖς. Τούτου δὲ τοῦ ἀποδεδομένου ἡμῖν σπέρματος Δαυὶδ διαμενεῖ ὁ θρόνος, ὡς ὁ τῆς δικαιοσύνης ἥλιος ἐναντίον τοῦ Πατρὸς, καὶ ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ· διὸ πρὸς αὐτὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐν ἑτέρῳ Ψαλμῷ λέλεκται· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ὁ Χριστὸς δὲ καὶ οἶκον τὴν ἐκκλησίαν οἰκοδόμησε τῷ Πατρὶ ἐκ λίθων ζώντων καὶ νοερῶν, ἁγίων καὶ ἐναρέτων ψυχῶν, ναὸν ἐγείρας πολὺ κρείττονα καὶ διαφέροντα τῆς ὑπὸ Σολομῶνος προσκαίρου καὶ μηκέθ' ὑπαρχούσης οἰκοδομῆς. Τούτῳ δὲ καὶ ὁ ἀπόστολος μαρτυρεῖ προσήκειν τὴν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν, φωνὴν, ἐντεῦθεν αὐτὴν εἰληφὼς ἐν τῇ πρὸς Ἑβραίους συντάξει, ἔνθα φησίν· τίνι γὰρ εἶπεν ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι 59 εἰς υἱόν. Τὰ δ' ἀπὸ τοῦ, καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, περὶ τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ εἴρηται· ἐπεὶ καὶ σῶμα Χριστοῦ ἡ ἐκκλησία αὐτοῦ χρηματίζει, κατὰ τὸν ἀπόστολον. Ὅτι δὲ περὶ τῶν πεπιστευκότων εἰς αὐτὸν τὰ τῆς ἐπισκοπῆς εἴρηται, ἐπίστησον ἐπιμελῶς λελεγμένῳ πληθυντικῶς τῷ, τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτῶν· σαφῶς καὶ ἐν τῷ ψαλμῷ τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τῶν υἱῶν εἴρηται τοῦ προφητευομένου, ἐν τῷ καὶ ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίνασίν μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. Ὅρα δὲ πῶς ῥάβδους ἀνδρῶν καὶ ἁφὰς υἱῶν ἀνθρώπων τοὺς κατὰ καιρὸν ὠνόμασεν ὁ λόγος διωγμούς· πλὴν πολλαὶ τοῦ Θεοῦ αἱ παρακλήσεις, καὶ αἱ διὰ τῶν γραφῶν παραμυθίαι, μὴ ἀπαυδᾶν ἡμῖν ἐπιτρέπουσαι ἐπὶ τοῖς καθ' ἡμῶν ἐνεργουμένοις κατὰ καιροὺς διωγμοῖς· ὡς γὰρ ἐπισκέψεσθαι διὰ ῥάβδου τὸν τοῦ Χριστοῦ προεῖπε λαὸν ἁμαρτόντα, οὕτως καὶ τὸ μὴ ἀποστήσειν αὐτοῦ τὸ ἔλεος προϋπέσχηται εἰπὼν, τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα· ζητήσει δ' ἐπί τινας ἦν πρὸ τοῦ ἐξ ἐθνῶν λαοῦ τὸ τοῦ Θεοῦ ἔλεος, ὅπερ παντελῶς ἀπ' αὐτῶν ἀπέστησας· οὗ τὸ ὅμοιον ποιήσειν ὑπισχνεῖται κατὰ τὸν τοῦ Χριστοῦ λαόν. 60 ΚΑʹ. Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης. Εἶτα ἐν τοῖς ἑξῆς· Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Καὶ πάλιν μετὰ ταῦτα, ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· οἱ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· οἱ υἱοὶ ἀλλότριοι ἀπορριφήσονται· καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. Ταῦτα εἴρηται σχεδὸν αὐτοῖς ῥήμασιν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εὐκαιρότερον δ' ἂν ἐξετάζοιτο, ἐπεὶ δ' ἂν ἀπὸ τῶν Ψαλμῶν τὰς ἐκλογὰς ἀναλεγώμεθα· νῦν μέντοι γε παρασημειούμεθα αὐτὸ μόνον, ὡς ὅτι τὸ μὲν καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη νοοῖτ' ἂν περὶ τῆς ἐξ οὐρανῶν καταβάσεως τοῦ Χριστοῦ· τὸ δὲ ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, ἐκ προσώπου αὐτοῦ λέλεκται περὶ τῶν ἐκ περιτομῆς μὴ πεπιστευκότων εἰς αὐτὸν, περὶ ὧν καὶ ἐν Ἠσαίᾳ φησὶν, ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Καὶ ὅτι τὸ μὲν καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, καὶ τὸ λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προφητεύεται· τὸ δὲ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, περὶ τῶν ἀθέων αἱρέσεων τὰ ψευδῆ περὶ αὐτοῦ τοῦ Σωτῆρος καὶ τοῦ Θεοῦ τῶν ὅλων ἀναπεπλακότων, οὓς καὶ ἀπορριφήσεσθαι φησὶν ὁ λόγος ἀποσφαλέντας τῶν συγκλεισμῶν ἑαυτῶν, τουτέστιν ἀποπεπτωκότας τῶν ὑπούλων καὶ ἀποκεκρυμμένων αὐτῶν ψευδοδοξημάτων. 61 Ψ. Ἐκ τῆς γʹ τῶν βασιλειῶν. ΚΒʹ. Καὶ νῦν κύριε ὁ Θεὸς Ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου· ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσει σοι. Τὰ παραπλήσια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὑπὸ τοῦ Σολομῶνος εἴρηται ἐν τῇ πρὸς τὸν Θεὸν εὐχῇ. Σαφῶς οὖν καὶ ἐνθάδε προφητεύεται ὁ Θεὸς κατοικήσειν μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς· ὃ καὶ αὐτὸ πέρας εἴληφε καθ' ἡμᾶς ἐπὶ τῇ Χριστοῦ γενομένῃ παρουσίᾳ, καθ' ἣν ὁ Θεὸς Λόγος ἐνανθρωπίσας συνδιέτριψε τῷ γένει τῶν ἀνθρώπων. Ψ. Ἐκ τῆς αʹ τῶν Παραλειπομένων. Ὁ Κύριος διὰ Νάθαν πρὸς τὸν Δαυὶδ μεθ' ἕτερα καὶ ταῦτα λέγει. ΚΓʹ. Καὶ ἔσται ὅτ' ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετά σε, ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν σου· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου· καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἀνωρθωμένος ἕως αἰῶνος. Καὶ ταῦτα, ὅμοια ὄντα τοῖς ἐκ τῆς δευτέρας τῶν Βασιλειῶν προεκτεθείσης, σημειωσά 62 μενοι, διὰ τὸ μὴ πολλὴν εἶναι τὴν τούτων πρὸς ἐκεῖνα παραλλαγὴν ἀρκεσθησόμεθα τοῖς εἰς ἐκεῖνα εἰρημένοις. Ψ. Ἐκ τῆς βʹ τῶν Παραλειπομένων. ΚΔʹ. Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ, ὅτι ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι. Καὶ εἰς ταῦτα εἰρηκότες ἅπαξ ὅτε τὰ ἐκ τῆς γʹ τῶν Βασιλειῶν ἐξεθέμεθα, νῦν οὐ δευτερώσομεν. Ψ. Ἐκ τοῦ Ἔζρα. Ὁ Ζοροβάβελ ἐν τῆι δημηγορίαιταῦτα φησίν. ΚΕʹ. Ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανός· καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος· ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν ἡμέρᾳ μιᾷ· οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ· καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυρὰ παρὰ πάντα· πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· καὶ οὐκ ἔστι μετ' αὐτοῦ οὐδ' ἓν ἄδικον· ἄδικος ὁ οἶνος· ἄδικος ὁ βασιλεύς· ἄδικοι αἱ γυναῖκες· ἄδικοι οἱ υἱοὶ τῶν ἀνθρώπων· καὶ ἄδικα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται· καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ οὐκ ἔστι παρ' αὐτῇ λαβεῖν πρόσωπα οὐδὲ διαφορά· ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ 63 πάντων τῶν ἀδίκων καὶ πονηρῶν· ἀπέχεται καὶ τοῖς εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς· καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον· καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον· καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης πάντων τῶν αἰώνων· εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. Ἐπεὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, Λόγος ὢν τοῦ Θεοῦ φησὶ φέρεται εἰρηκὼς, Ἐγώ εἰμι ἡ ἀλήθεια, εἰκότως τὰ προκείμενα παρατεθείμεθα περὶ τῆς ἀληθείας δηλοῦντα, ὡς ἄρα ὑπόστασίν τινα παρὰ τὸν Πατέρα καθ' ἑαυτὴν ἔχει· Μένει γὰρ, φησὶν, ἡ ἀλήθεια, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ· καὶ οὐκ ἔστι παρ' αὐτῇ λαβεῖν πρόσωπα, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει περὶ τοῦ Πατρὸς Θεοῦ τυγχάνοντος καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἀληθείας, εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας, ᾧ καὶ αὐτοὶ προσθήσομεν τὸ ἀμήν. Ἀλλὰ γὰρ ταῦτα καὶ ἀπὸ τῆς τοῦ Ἔζρα γραφῆς· ἀπό γε μὴν τῆς Ἐσθὴρ οὐδ' ἓν εὕρομεν περὶ τοῦ προκειμένου· μετὰ δή τοι τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν ἐκλογὰς μετίωμεν ἐπὶ τὰ στιχήρη, ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται· τούτων δὲ πρῶτα ἴδωμεν τὰ ἀπὸ τῶν Ψαλμῶν. 64 Ψ. Τάδε ἔνεστιν κεφάλαια ἐν τῶι βʹ τῶν περὶ τοῦ Χριστοῦ προφητικῶν ἐκλογῶν. Ἀπὸ τῶν Ψαλμῶν. αʹ. Πρώτου Ψαλμοῦ περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ· καὶ περὶ τῆς ἐπ' ἄκρον ἀρετῆς πολιτείας αὐτοῦ. βʹ. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς οὐρανίου βασιλείας αὐτοῦ, καὶ τῆς πρὸς αὐτὸν περὶ τῶν ἐθνῶν τοῦ Πατρὸς ἐπαγγελίας. γʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ. δʹ. Περὶ τῆς δι' αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπισπαρείσης θεογνω σίας. εʹ. Περὶ τοῦ θανάτου τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀνα στάσεως αὐτοῦ, καὶ ὡς τῶν ἐθνῶν νομοθέτης ἀνείρηται. ʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἀνθρώ πων σωτηρίας. ζʹ. Περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ. ηʹ. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ, καὶ τῆς ἐπὶ τὰ ἔθνη καὶ τὸν ἀγνῶτα λαὸν καταστάσεως αὐτοῦ, τῆς τε τῶν Ἰουδαίων ἀντιλογίας. θʹ. Περὶ τοῦ τῶν ἀποστόλων εἰς πᾶσαν τὴν οἰκουμένην κη ρύγματος, καὶ περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου. ιʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως. ιαʹ. Περὶ τοῦ Χριστοῦ πάλιν ὡς περὶ βασιλέως.
1.2.1
Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν εἰς τὸν Θεὸν ἐπιστροφῆς, καὶ περὶ γενεᾶς ἑτέρας καὶ λαοῦ ἥξοντος. ιγʹ. Περὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως αὐτοῦ. ιδʹ. Περὶ τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως αὐτοῦ. 65 ιεʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ τῆς συντριβῆς τοῦ προτέρου λαοῦ, καὶ τῆς Ἱερουσαλήμ. ι ʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ιζʹ. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ. ιηʹ. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται. ιθʹ. Ὡς ἀντὶ θυσιῶν καὶ τῆς πάλαι τυπικῆς λατρείας τὸ σῶμα τοῦ Χριστοῦ ὑπὲρ ἁπάντων προσενήνεκται. κʹ. Περὶ τοῦ προδότου Ἰούδα καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. καʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ ὡς Θεὸς βασι λεὺς καὶ ὡς Χριστὸς ὁ αὐτὸς ἀναγορεύεται. κβʹ. Περὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως.
1.3.1
Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου. κδʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ ἐλέγχου τῶν ἐκ περιτομῆς. κεʹ. Περὶ τοῦ προδότου Ἰούδα. κ ʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως.
1.4.1
Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ, καὶ δύο διαθηκῶν. κηʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τοῦ τῶν ἀποστόλων εὐαγγελίου, καὶ περὶ τῶν ἐθνῶν. κθʹ. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τῆς ἀποβολῆς τοῦ Ἰουδαίων λαοῦ. λʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἡξούσης γενεᾶς. λαʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως, καὶ περὶ τῆς ἐξ αἰῶνος καὶ εἰς ἄπειρον βασιλείας αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν ὑποταγῆς. λβʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς καὶ υἱοῦ ἀνθρώπου. λγʹ. Περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ.
1.5.1
Περὶ τοῦ αἰωνίου θρόνου τοῦ Χριστοῦ, καὶ ὡς ἐκ σπέρμα τος ἔσται Δαυίδ· καὶ περὶ τῶν κατὰ καιροὺς διωγμῶν τῆς ἐκκλησίας. λεʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τοῦ Χριστοῦ. λ ʹ. Περὶ τῆς ἐξ οὐρανῶν τοῦ Λόγου ἀποστολῆς· καὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐρημίας τοῦ προτέρου λαοῦ. λζʹ. Περὶ τοῦ προδότου, καὶ τῆς κατὰ τοῦ Χριστοῦ ἐπιβουλῆς. 66 ληʹ. Περὶ δύο κυρίων Πατρὸς καὶ υἱοῦ, καὶ περὶ τῆς πρὸ αἰῶνος οὐσιώσεως τοῦ Χριστοῦ, καὶ τῆς ἀϊδίου ἀρχιερωσύνης αὐτοῦ καὶ τοῦ πάθους.
1.6.1
Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρός. μʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ περὶ τοῦ Ὡσαννᾶ. μαʹ. Περὶ τῆς Χριστοῦ βασιλείας, καὶ ὡς ἔσται ἀπὸ Δαυίδ. μβʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. μγʹ. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ. μδʹ. Περὶ τῆς ἐξ οὐρανῶν ἀποστολῆς τοῦ Θεοῦ Λόγου. μεʹ. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται. 67 ΛΟΓΟΣ Βʹ. Περιγράψαντες τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας, ἑξῆς ἐκείναις τὰς ἀπὸ τῶν στιχηρῶν ἐν δευτέρᾳ ταύτῃ συντάξει τῶν Ἐκλογῶν ἀπανθισάμενοι προσθήσομεν· ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται. Καὶ δὴ πρώτας τὰς ἀπὸ τῆς βίβλου τῶν Ψαλμῶν ἐπισκεψώμεθα. Ψ. Ψαλμοῦ αʹ. Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Καὶ τίνα ἄν τις ἔχοι ἀποδεικνύναι εἰς τοσαύτην ἐξέσω ἐξαίσιον? ἀρετὴν ἐληλακότα ὡς ἐν μηδενὶ τρόπῳ ἧς δή ποτ' οὖν περιπεσεῖν ἁμαρτίας, ὅπερ σημαίνειν μοι δοκεῖ τὸ, οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ τὸ, οὐκ ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν, τό τε ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· δι' ὧν δηλοῦσθαι νομίζω τὸ πάντη ἄγευστον ἁμαρτίας τοῦ μακαριζομένου· τὸ γὰρ μὴ μόνον ἐν τοῖς τοιοῖσδε μὴ πορευθῆναι, μὴ δ' ὡσπερεὶ βαδίσαντα προκόψαι, ἀλλὰ γὰρ μηδὲ καθεσθῆναι, μὴ δὲ μὴν ὅλως ἐπιβῆναι τὴν ἀρχὴν, μὴ δὲ στῆναι ἐν αὐτοῖς, πῶς οὐ θαυμαστόν τι χρῆμα καὶ σπάνιον τυγχάνει; Παρίσταται δὲ μᾶλλον τῇ διανοίᾳ παρατατικῶς εἰρη 68 μένα τὰ τοῦ δηλουμένου ἀνδρὸς ἐγκώμια· οὔτε γὰρ ἐπορεύθη φησὶν, οὔτ' ἔστη, οὔτ' ἐκάθισεν ἐν τοῖς τοιοῖσδε τῆς κακίας εἴδεσιν, δι' ὧν ἐμφαίνεται ἡ ἐκ τοῦ ἀεὶ καὶ διὰ παντὸς ἐνάρετος τοῦ μακαριζομένου κατάστασις. Πολλοὺς μὲν οὖν τοὺς ἐκ προσοχῆς καὶ ἀσκήσεως κατωρθωκότας ἴδοι ἄν τις, οὐδένα γε μὴν τοιοῦτον ὁποῖον ὁ ψαλμὸς διαγράφει· εἰ δὲ θεωρήσειέν τις ὁπηλίκον ἐστὶν τὸ πρὸς πάντα εὐροεῖν καὶ κατὰ Θεὸν εὐοδοῦσθαι ἐν μηδενὶ σφαλλόμενον, μὴ δ' ἀποπίπτοντα τοῦ κατ' ἀρετὴν σκοποῦ, ὡς κατὰ τοῦτο λέγεσθαι ἐν τῷ Ψαλμῷ τὸ, καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται· ἔτι δὲ εἰ κατανοήσειεν ὁποῖον ἐστὶν τὸ ἀνακεκράσθαι τινὰ ὁμοδοξοῦν ἔχοντα τὸ ἴδιον αὐτοῦ θέλημα τῷ τοῦ Κυρίου νόμῳ, τό τε μελετᾶν ἐν αὐτῷ μὴ μόνον δι' ὅλης ἡμέρας ἀλλὰ καὶ διὰ τῆς νυκτὸς ἐγρηγορόσι τοῖς τῆς διανοίας ὀφθαλμοῖς εἰς αὐτὸν ἐνορῶντα, καὶ κατ' αὐτὸν οὐ μόνον τοῖς μεθ' ἡμέραν ἔργοις τε καὶ λόγοις ἀλλὰ καὶ ταῖς κατὰ τὸν ὕπνον ἐνθυμήσεσι καὶ φαντασίαις ἐνεργοῦντα, εἴσεται τὸ μέγεθος τοῦ ταῦτα κατωρθωκέναι πρὸς τοῦ θείου πνεύματος μαρτυρουμένου· ἀλλ' εἰ καὶ πᾶσαν ὁμολογουμένως τὴν ἀνθρωπείαν ὑπερακοντίζει φύσιν τὰ λελεγμένα, ἑνὶ δ' οὖν ἀνδρὶ μόνῳ ἐφαρμόζοι ἂν τῷ γενομένῳ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ πρὸς τοῦ ἐν Ἠσαΐᾳ θείου πνεύματος μεμαρτύρηται, ὅτι μὴ ἁμαρτίαν ἐποίησεν, μὴ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τὸ δ' ἐπιδεδεγμένον τῆς ἐκδοχῆς παρίστησιν ἡ κατὰ τὸ Ἑβραϊκὸν ἐντεῦξις ἐπιτετηρημένως οὕτως 69 ἔχουσα, μακάριος ὁ ἀνὴρ, μετὰ τῆς ἄρθρου προσθήκης· καὶ ἔπρεπέν γε τὸν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν χρηματίσαντα πατέρα Δαυὶδ, ἐπαγγελίαν εἰληφότα περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τεχθήσεσθαι τὸν Χριστὸν, τούτῳ τὴν ἀπαρχὴν τῆς ἑαυτοῦ προφητείας ἀναθεῖναι. Ὅτῳ δὲ φίλον διαγνῶναι τὸ ἀκριβὲς τῆς ἐπὶ τὴν Σωτῆρα τῶν ἐν τῷ ψαλμῷ λεγομένων ἀναφορᾶς, τοῖς εἰς αὐτὸν ὑπομνηματισαμένοις ἐντυχὼν εἴσεται. Ψ. Ψαλμοῦ δευτέρου. Βʹ. Ἵνατι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. Ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν οἱ τοῦ Πέτρου καὶ Ἰωάννου τὰ κατ' αὐτοὺς παράδοξα διηγουμένων ἀκούσαντες ἐμαρτύρησαν. Εὐχαριστήσαντες γὰρ τοῖς ἐφ' οἷς ἤκουον θαυμασίοις τοῖς προεκτεθεῖσι ῥητοῖς ἐπήγαγον λέγοντες, Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐπὶ τὸ αὐτὸ ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ὃν ἔχρισας Ἡρώδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ. Οὐ μόνοι δὲ ἄρα οἱ κατ' ἐκεῖνο καιροῦ ἐπιβουλεύσαντες τῷ Σωτῆρι ἡμῶν συνήχθησαν κατ' αὐτοῦ, ἀλλὰ καὶ οἱ καθεξῆς ἐξ ἐκείνου καὶ δεῦρο βασιλεῖς καὶ ἄρχοντες ὅλα τε ἔθνη καὶ λαοὶ διὰ τοῦ βλασφημεῖν αὐτὸν καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ διδασκαλίᾳ. Πεπεῖσθαι δὲ χρὴ μὴ μόνον τοὺς ἐν ἀνθρώποις ὁρατοὺς βασιλεῖς καὶ ἄρχοντας ἐπιβεβουλευκέναι αὐτῷ, πολὺ δὲ μᾶλλον τοὺς νοητοὺς 70 καὶ ἀοράτους ἄρχοντας τοῦ αἰῶνος τούτου, οἳ καὶ τότε ἐνήργησαν καὶ εἰς ἔτι νῦν ἐνεργοῦσιν, τά τε ἔθνη καὶ τοὺς κενὰ καὶ εἰς μάτην τὸν τοῦ Θεοῦ νόμον μελετήσαντας λαοὺς τοὺς ἐκ περιτομῆς, οὐ μόνον κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ βουλευσαμένους, ἀλλὰ δι' αὐτοῦ καὶ κατὰ τοῦ πέμψαντος αὐτὸν Πατρός· περὶ ὧν ἁπάντων ἐν τῷ ψαλμῷ ἐπιφέρεται τὸ, Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Οἷς ἑξῆς αὐτὸς ὁ Χριστὸς τὴν μετὰ τὸ πάθος γεγενημένην περὶ αὐτὸν οἰκονομίαν παιδεύων ἡμᾶς φησὶν, Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Οὐ χρὴ μέντοι γε κατὰ τὰς Ἰουδαίων χαμαιπετεῖς ὑπολήψεις τὴν τοῦ Χριστοῦ βασιλείαν ὁμοίαν ταῖς τῶν ἀνθρώπων ἡγεῖσθαι ἐπὶ τὸ Σιὼν ὄρος σωματικὸν συστησομένην· πρὸς γ' οὖν τὸν ἐρωτήσαντα αὐτὸν εἰ βασιλεὺς τυγχάνει, ἀπεκρίνατο λέγων, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ὅθεν δὴ καὶ βασιλείαν οὐρανῶν ἐπήγγελτο τοῖς πεπιστευκόσιν εἰς αὐτὸν, καὶ τὸ Σιὼν δὲ ὄρος ἐπουράνιον ὑπάρχειν ἐδίδαξεν οὐ μόνος ὁ ἀπόστολος, ἀλλὰ καὶ πλεῖσται ἄλλαι προφητεῖαι. Ὁ γ' οὖν Μιχαίας προειπὼν ὡς ἄρα διὰ τὰς ἀσεβείας τοῦ προτέρου λαοῦ Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ, ἑξῆς περὶ ἑτέρας Σιὼν καὶ Ἱερουσαλὴμ ὁμοίως ἐπιφέρει, λέγων, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ 71 ἥξουσιν ἐπ' αὐτῷ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. Περὶ τούτου ἄρα εἴρηται καὶ ἐνθάδε ὑπὸ τοῦ ὄρους τοῦ Χριστοῦ, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· ὑπὸ τίνος δὲ κατεστάθη; δῆλον ὅτι ὑπὸ τοῦ φήσαντος πρὸς αὐτὸν Πατρός, τὸ υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ τὸ, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοὶ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ ὅτι γε ἀληθὴς ἡ προφητεία καὶ ἀψευδὴς ἡ ὑπόσχεσις, πάρεστιν διαγνῶναι ἀπὸ τῶν ἐν οὕτω βραχεῖ χρόνῳ προσεληλυθότων ἐκ παντὸς ἔθνους τῇ διὰ τοῦ Σωτῆρος ἡμῶν θεοσεβείᾳ· ἢ λεγέτωσαν οἱ πρὸς τὴν ἐνέργειαν ἀντιβλέπειν ἀναιδῶς τολμῶντες, τίνι ἂν ἔχοιεν ἐφαρμόζειν μὴ παραδεχόμενοι ταῦθ' οὕτως ἔχειν τὴν προφητείαν; Δαυὶδ μὲν γὰρ τὸν βασιλέα, περὶ οὗ ταῦτα τινὲς ὠήθησαν λέγεσθαι, οὐχ οἷοί τε ἂν εἶεν παραστῆσαι τοιάδε τινὰ πεπονθότα, ὡς ἀρχόντων καὶ βασιλέων ἐθνῶν τε καὶ λαῶν ἐπιβεβουλευκότων αὐτῷ· πότε δὲ ἢ καὶ ἐπὶ πηλίκοις ἀνδραγαθήμασι εἶπεν ὁ Κύριος τῷ Δαυὶδ, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; Πῶς δὲ καὶ τὸ, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, λέγοιτ' ἂν ὡς πρὸς αὐτὸν σαφῶς περιορισθείσης αὐτοῦ τῆς βασιλείας ἐπὶ μόνον τὸν Ἰσραὴλ καὶ τοὺς τῆς Ἰουδαίας ὅρους; Διὰ τί δὲ καὶ οὐ προσίενται τὸν ἐληλυθότα Χριστὸν ἀποκρινέσθωσαν· ἆρά γε ἐπειδὴ πέπονθεν ἕτερον τοίνυν προσδοκᾶν αὐτοὺς ἀνάγκη μηδὲν τοιοῦτον ὁποῖον 72 οὗτος πεισόμενον; Καὶ πῶς ἂν πληρωθεῖεν αἱ προφητεῖαι πλεῖστα ὅσα παθεῖν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐν ἑτέροις μὲν πλείοσιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προλέγουσαι ψαλμῷ; Ἆρα δὲ χρὴ νομίζειν ἀθεεὶ τὴν περὶ τοῦ τῶν ὅλων Θεοῦ διδασκαλίαν ἐνεσπαρκέναι τοῦτον τῇ οἰκουμένῃ· ἔστιν δὲ κἂν ἐπινοῆσαι ἀνθρωπίνην ὁρμὴν καὶ ψιλὴν τοῦ τυχόντος ἐπιβολὴν τοσοῦτον ἰσχῦσαί τε καὶ δυνηθῆναι, ὡς διὰ μόνης τῆς αὐτοῦ διδασκαλίας ἄνευ θεότητος συνεργούσης παντοδαπὰς ἀκροατῶν διαθεῖναι ψυχὰς περὶ τὸν τῶν ὅλων Θεὸν ταῦτα πεῖσαι πάλαι πρότερον, καὶ εἰς ἔτι νῦν πείθειν καταλιπεῖν μὲν ἔθη πάτρια, βίον τε ἄθεσμον καὶ ἀνήμερον καὶ ἀκόλαστον, θεοσεβείᾳ δὲ μόνῃ προσέχειν, καὶ ταύτην οὐ μόνον τῆς ὑπαρχούσης οὐσίας, ἀλλὰ καὶ δι' αὐτοῦ τοῦ πᾶσιν περιποθήτου ζῆν προτιμᾶν; Ἀλλ' οὐκ οἴομαί τινα τῶν κἂν μετρίως εὐγνωμονεῖν ἐθελόντων μὴ οὐχὶ συνομολογεῖν τὰ τηλικαῦτα μετὰ συνεργούσης θείας καὶ ὑπὲρ ἀνθρώπων δυνάμεως διὰ τοῦ Σωτῆρος ἡμῶν γεγονέναι· ἐξ ὧν ὁμοῦ μὲν καὶ ἡ θεότης ἀποδείκνυται τοῦ ἐνανθρωπίσαντος Κυρίου, ὁμοῦ δὲ καὶ τὰ τεκμήρια σαφῶς παρίσταται τοῦ εἰληφέναι αὐτὸν ὑπὸ τοῦ Πατρὸς τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Ὅλα δὲ τὰ κατὰ τὸν ψαλμὸν διηγεῖσθαι οὐ τοῦ παρόντος τυγχάνει καιροῦ, μάλιστα ὅτε πληρεστάτης ἤδη τετύχηκεν διηγήσεως. 73 Ψ. Ψαλμοῦ γʹ.– Γʹ. Καὶ τὸν τρίτον ψαλμὸν ἐπὶ τὸν Χριστὸν ἐκλαμβάνειν εὐχερὲς, ἀκολούθως τοῖς πρὸ αὐτοῦ διδάσκοντα τὰ περὶ τῆς κατ' αὐτοῦ ἐπιβουλῆς διὰ τοῦ, Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; καὶ τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ, ἃ καὶ δηλοῦται διὰ τοῦ, Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Ἁρμόσειε δ' ἂν τῷ Χριστῷ καὶ ἕκαστος τοῦ Ψαλμοῦ στίχος τῆς προσηκούσης τυχὼν ἐξηγήσεως· ἔχει δὲ λόγον καὶ τὸ τρίτον αὐτὸν τεταγμένον τὰ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου θεσπίζειν ἀκολούθως ταῖς πρὸ αὐτοῦ προφητείαις· ὁ μὲν γὰρ πρῶτος, καθὼς ἀποδεδώκαμεν, τὸν ἄληπτον βίον καὶ τὴν ἄνευ ἁμαρτίας αὐτοῦ πολιτείαν διδάσκει· ὁ δεύτερος τὰ κατὰ τὸ πάθος· τούτοις τοιγαροῦν καὶ ὁ τρίτος ἑξῆς τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ θεσπίζει. Ψ. Ψαλμοῦ ηʹ.– Δʹ. Τοῦ ὀγδόου ψαλμοῦ τὰ μὲν πρῶτα ἀπὸ τοῦ, Κύριε ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, περὶ τῆς ἐξ ἐθνῶν κλήσεως ἔοικε προφητεύεσθαι· διὸ καὶ ἐπιγέγραπται ὑπὲρ τῶν ληνῶν· ληνῶν νοουμένων τῶν ἀνὰ τὴν οἰκουμένην ἐκκλησιῶν, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τοῦ Χριστοῦ, καὶ τῶν ὡσπερεὶ κλημάτων αὐτοῦ τῶν ἱερῶν ἀποστόλων, οἱ λογικοὶ βότρυες πιεζόμενοι τὸν ἀπὸ τῶν μαθημάτων αὐτῶν νοερὸν καὶ πάσης εὐφροσύνης ποιητικὸν οἶνον παρέχουσιν· ἄλλως γὰρ οὐ δυνατὸν σωματικαῖς ληνοῖς ἐφαρ 74 μόσαι τὰ ἐν τῷ ψαλμῷ λεγόμενα· ἐπεὶ μὴδ' ὅλως ὡς ἐν ἑτέροις ἤτοι περὶ ἀμπέλου μεταρθείσης ἐξ Αἰγύπτου, ἢ περὶ ἀμπελῶνος Κυρίου Σαβαὼθ, ἢ τινῶν τοιούτων, διάνοιάν τινα τὰ τῆς λέξεως περιέχει. Τὰ δ' ἀπὸ τοῦ, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μετείληπται, ἔνθα τῷ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ἐπιφέρεται τὸ, νῦν δὲ οὐδέπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Εἴποι δ' ἄν τις μὴ μόνον διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ καὶ δι' αὐτὴν τὴν ἐνανθρώπησιν αὐτοῦ ἠλαττῶσθαι αὐτὸν βραχύ τι παρ' ἀγγέλους· ὅτε ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ ἴσα Θεῷ εἶναι, ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ ἐπὶ τοσοῦτον ἠλάττωσεν ὡς ἀντὶ τῆς ἐν μορφῇ Θεοῦ δόξης λεχθῆναι περὶ αὐτοῦ τὸ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἀνθ' ὧν ἀμειβόμενος ὁ Πατὴρ δόξῃ καὶ τιμῇ ἐστεφάνωσεν αὐτόν· ὑπερυψώσας καὶ χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν' ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ κατέστησεν δ' αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· ὅπερ 75 καὶ αὐτὸ τῷ μὲν τοῦ Σωτῆρος ἡμῶν ἁρμόζοντα ζοιτο προσώπῳ διὰ τὸν ἐν αὐτῷ τὸν Θεὸν Λόγον, οὐκέτι δὲ καὶ τῷ τυχόντι, εἴ γε ἐν τοῖς τοῦ Θεοῦ ἔργοις καὶ τοὺς οὐρανοὺς καταριθμεῖν ἔθος τοῖς ἱεροῖς λόγοις, κατὰ τὸ, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Πρὸς τούτοις, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης· δι' ὧν ἔοικεν ἀλληγορικώτερον δηλοῦσθαι τῶν ἀλογωτέρων καὶ τὸν τρόπον κτήνων δευτέρων ψυχῶν, ἢ καὶ δυνάμεων ἀντικειμένων, ἡ ὑπὸ τὸν ζυγὸν καὶ τὴν τοῦ λόγου δουλείαν ὑποταγή. Ψ. Ψαλμοῦ θʹ. Κεφάλαιον Εʹ. Ἡ τοῦ ἐνάτου ψαλμοῦ ἐπιγραφὴ τοιαύτη τίς ἐστιν· εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων. Ψαλμὸς τῶι Δαυίδ. Ἀνθ' ὧν ὁ Σύμμαχος ἐκδέδωκεν, ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ. Ἆσμα τοῦ Δαυίδ. Ὥσπερ δ' οὖν καὶ μᾶλλον ἔοικεν ἔχειν τὸ Ἑβραϊκὸν τοῦτον περιέχοντα τὸν τρόπον· λαμανασσὴ Ἀλμαὺθ' βεν μασμωρὰ Δαυίδ. Καὶ καλόν γε τοῖς ἐκ περιτομῆς αὐτῷ χρωμένοις ἀπορῆσαι περὶ ποίου θανάτου, ἢ περὶ τοῦ τίνος υἱοῦ ὁ ψαλμὸς εἴρηται τῷ Δαυίδ· ἡμῖν μὲν γὰρ σαφῶς φαίνεται περὶ τοῦ πάθους τοῦ Σωτῆρος προφητεύεσθαι· τοῦτο δὲ καὶ τοὺς Οʹ νενοηκότας ἀπορρητότερον ᾐνίχθαι· ὁ μέντοι γε Ἀκύλας καὶ αὐτὸς ἐμφαίνων μέγα τί ἀνδραγάθημα κατὰ τὸ πάθος γεγονὸς τοῦ Σωτῆρος ἐξέδωκεν εἰπὼν, τῶι νικοποιῶι νεανιότητος τοῦ υἱοῦ. Μελώδημα τοῦ Δαυίδ. Καὶ ὅλα δὲ τὰ ῥητὰ 76 τοῦ ψαλμοῦ τίς ἐπιτηρήσας ἐφαρμόσειεν ἂν τῷ Χριστῷ, πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζοντος, καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ προφητεύοντος, ἐν τῷ, ἐλέησόν με, κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου· ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· ποίας δὲ Σιὼν μικρῷ πρόσθεν ἡμῖν δεδήλωται· καὶ περὶ τῶν ἐθνῶν δὲ τῶν δι' αὐτοῦ σωθησομένων ὡς περὶ πτωχῶν καὶ πενήτων ἐν αὐτῷ τινὰ προφητεύεται, ἐν οἷς ἐστὶν καὶ τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν. Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον, ὡς οὐχ ὑπόκεινται τὰ ἔθνη τῷ Μωσέως νόμῳ· καὶ προσακτέον γε τοῖς ἐκ περιτομῆς τὸ ῥητὸν ἐγκαλοῦσι τοῖς ἐξ ἐθνῶν διὰ τὸ μὴ βιοῦν κατὰ τὸν Μωσέως νόμον, δεικτέον τε ὡς ἅρα ἕτερόν τινα παρὰ Μωσέα νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ὁ προφητικὸς ἐπίσταται λόγος, ὡς ἐν εὐχῇ φάσκων τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, δῆλον δ' ὅτι τοῖς ἔθνεσιν· ἐπιφέρει γ' οὖν τούτῳ τὸ, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσὶν, ὡσεὶ ἔλεγεν, ἀναλαμβανέτω τὰ ἔθνη γνῶσιν καὶ ἐπιστήμην τῆς λογικῆς αὐτῶν οὐσίας διὰ τοῦ μέλλοντος αὐτοῖς καθίστασθαι νομοθέτου· οὗτος δ' ἂν εἴη ὁ Χριστὸς, ὁ τὴν κοινὴν νομοθετήσας ἡμῖν διαθήκην τῷ λέγειν, ἐρρέθη τοῖς ἀρχαίοις τάδε τινὰ, ἐγὼ δὲ λέγω τάδε· ὃς καὶ θείᾳ καὶ ἀρρήτῳ δυνάμει κρατῦναι τοὺς ἑαυτοῦ νόμους οὐκ ἐπὶ ἕν τι ἔθνος ἢ δεύτερον, οὐδ' ἐπὶ μέρος τὶ τῆς ὅλης οἰκουμένης, ἀλλ' οὐδὲ ἐπ' ὀλίγον τινὰ δεδύνηται χρόνον, ἀλλ' ὥς ἐστιν ἐξ αὐτῆς παραλαβεῖν 77 τῆς ἐνεργείας εἰς τὸ διηνεκὲς καὶ ἐπὶ πάντα τὰ ἔθνη. Εἰ δὲ μὴ προσίοιτό τις ταῦθ' οὕτως ἔχειν, δεικνύτω τινὰ ἂν ἄλλον ἔχοι λέγειν παρὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ νομοθέτην ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ κατασταθέντα τοῖς ἔθνεσι, διδάσκαλον γεγενημένον ἅπασιν ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν εὐσεβείας. Ψ. Ψαλμοῦ ιαʹ. ʹ. Ἐπεὶ ἐν τῷ ἑνδεκάτῳ Ψαλμῷ ὁ Κύριος φησίν· ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ· ἐξετάζομεν μὴ περὶ Χριστοῦ προσώπῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ διδάσκοντι καὶ ταῦτα ἂν ἁρμόζοι, τοιάνδε διάνοιαν ἔχοντα· ἕνεκα τῶν ἐν ταλαιπωρίᾳ κακίας γεγονότων ἐθνῶν, πτωχῶν ὀνομαζομένων ψεκτῶς διὰ τὸ ἐστερῆσθαι τοῦ κατὰ Θεὸν πλούτου, κενώσας ἑαυτὸν, ἀναδεξάμενός τε μέχρι καὶ θανάτου τὸν ὑπὲρ αὐτῶν ἀγῶνα, νῦν ἀναστήσομαι, καὶ δὴ λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν παρὰ τοῦ Πατρὸς, πάντας τοὺς εἰς ἐμὲ πιστεύσαντας θήσομαι εἰς σωτηρίαν, καὶ παρρησιάσομαι ἐν αὐτῷ, ἤτοι τῷ Πατρὶ, ἢ τῷ πεπραγμένῳ μοι ἐπὶ σωτηρίᾳ τῶν τοσούτων ἀνδραγαθημάτων. Καὶ ἡ μὲν τοῦ ῥητοῦ τοιαύτη τίς ἂν εἴη διάνοια· τὰ μέντοι γε πρῶτα τοῦ Ψαλμοῦ, Σῶσόν με ὁ Θεὸς περιέχοντα ὅτι ἐκλέλοιπεν ὅσιος, καὶ τὰ ἑξῆς, τὸν καιρὸν καθ' ὃν πέπονθεν ὁποῖός τις ὑπῆρχε δηλοῖ· 78 ἐκλελοίπει γὰρ ὅσιος τότε, καὶ ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ τὰ τούτοις δὲ ἑξῆς ἅπαντα κατ' ἐκεῖνον πεπλήρωτο τὸν χρόνον. Ψ. Ψαλμοῦ ιεʹ.– Ζʹ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ὅτι δὲ καὶ ταῦτα εἰς πρόσωπον ἀναφέρεται Χριστοῦ μαρτυρεῖ ὁ Πέτρος ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι, δι' ὧν ταῦτα φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς ἀπὸ Θεοῦ δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε· ὃν ὁ Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ' ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. Δαυὶδ γὰρ λέγει, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός. Εἶτα τινὰ μεταξὺ εἰπὼν, ἐπιφέρει ταῦτα κατὰ λέξιν· Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἕως τῆς ἡμέρας ταύτης· προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ 79 ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ ἴδεν διαφθοράν· τοῦ δὴ Πέτρου τοίνυν ἀποδεδωκότος εἰς τὸν Σωτῆρα τὴν τῆς προφητείας ἑρμηνείαν, παρέσται τῷ μὴ πάρεργον τὴν τούτων ἔρευναν ποιουμένῳ, ἤτοι ἐπ' αὐτῷ πᾶσαν τὴν ἐν τῷ Ψαλμῷ λέξιν ἀκολούθως ἐφαρμόζειν οἷς καὶ ὁ Πέτρος ἐξείληφεν, ἢ τοῖς ὑφ' ἑτέρων εἰς τὸν Ψαλμὸν ὑπομνηματισθεῖσιν ἐντυχεῖν· ἡμῖν γὰρ ὁ σκοπὸς οὐδέν τι πλεῖον τῶν εἰρημένων λέγειν εἰς τοὺς τόπους ἐπιτρέπει. Ψ. Ψαλμοῦ ι ʹ. Κεφάλαιον Ηʹ. Καὶ τὸ λεγόμενον ἐν ἑκκαιδεκάτῳ Ψαλμῷ, ἐδοκίμασας τὴν καρδίαν μου, ἐπισκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία, ὡς ἀπὸ Χριστοῦ φωνῆς τυγχάνον ἐσημειωσάμεθα, ἐπεὶ μὴ ἄλλως ἀνθρωπείᾳ φύσει τοῦτο φάσκειν ἁρμόττει· καὶ πάντες δὲ οἱ ἐν τῷ ψαλμῷ λόγοι τῷ ἐνορῶντι ἀκριβῶς αὐτοὺς ἐπὶ τὸν Σωτῆρα ἀναφέρεσθαι δύνανται. Ψ. Ψαλμοῦ ιζʹ.– Θʹ. Ἐπεὶ καὶ τὸν ἕπτα καὶ δέκατον Ψαλμὸν οὐκ ἐξ ἄλλου τινὸς λέγεσθαι νομιοῦσιν οἱ ἐκ περιτομῆς ἢ τοῦ Δαυὶδ, διὰ τὸ καὶ τὴν ἐπιγραφὴν αὐτοῦ τοῦτο δοκεῖν ἐμφαίνειν, θλίψομεν αὐτοὺς οὐ δυναμένους σώζειν ἐπ' αὐτοῦ τὸ, Ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύ 80 σαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν. Ποίων γὰρ ἐθνῶν εἰς κεφαλὴν καταστάντα τὸν Δαυὶδ ἔχοιεν παραστῆσαι, ἢ ποῖος οὗτος λαὸς, ὃν οὐκ ἐγνώκει μὲν αὐτὸς πρότερον, ὅμως δὲ ἐδούλευσεν αὐτῷ εἰς ἀκουὴν ὠτίου ὑπακούσας αὐτῷ· τίνες δὲ καὶ οἱ ψευσάμενοι αὐτῷ υἱοὶ ἀλλότριοι λεγόμενοι, καὶ οἱ παλαιωθέντες καὶ χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν; Ἀλλ' ἡμῖν οὐδ' ὅλως τί τῶν ἐν τῷ ψαλμῷ λεγομένων προσκόψει ἐκ προσώπου τοῦ Χριστοῦ, τοῦ κατασταθέντος εἰς κεφαλὴν τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτην ἐκλαμβάνουσι τὴν προφητείαν θεωροῦσί τε αὐτὴν ἐναργῶς πεπληρωμένην· ἦμεν γὰρ, ἦμεν ἀληθῶς ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, καὶ διὰ τοῦτο μὴ ἄξιοι τῆς τοῦ λόγου τοῦ Θεοῦ γνώσεως· ἀλλὰ νῦν γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ, ἡμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθημεν ἐγγὺς, καὶ ἐδουλεύσαμεν τῷ πάλαι μὴ γνόντι ἡμᾶς, καὶ εἰς ἀκοὴν ὠτίου ὑπηκούσαμεν αὐτῷ, παραδεξάμενοι τὸν τῆς καινῆς διαθήκης αὐτοῦ λόγον, ὃν διέθετο πρὸς ἡμᾶς. Θαυμασίως δὲ μετὰ τὸ λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, καὶ τὴν περὶ ἡμῶν κλῆσιν τὰ περὶ τῆς προτέρας συναγωγῆς ἐκτίθεται διὰ τοῦ, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, ἰσοδυναμοῦν τῷ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· οὗτοι δὲ καὶ ἐπαλαιώθησαν χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν, καὶ μὴ παραδεξάμενοι τὸν Χριστὸν τοῦ Θεοῦ· ὃς ἀποδοκιμασθεὶς ὑπ' αὐτῶν κατεστάθη ὑπὸ τοῦ Πατρὸς εἰς κεφαλὴν τῶν δουλευσάντων, καὶ εἰς ἀκοὴν ὠτίου ὑπακουσάντων αὐτῷ 81 ἐθνῶν, κατὰ τὴν ἑτέρωθι φάσκουσαν προφητείαν, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Οἶμαι δὲ καὶ τὰ περὶ τῆς θεότητος καὶ τῆς εἰς ἀνθρώπους καταβάσεως αὐτοῦ ἐν τοῖς πρώτοις δηλοῦσθαι τοῦ Ψαλμοῦ· ἅπερ οὐ τῆς ἐν παρέργῳ καὶ παραδρομῇ δέοιτ' ἂν ἐξηγήσεως ἀπορρητότερον εἰρημένα, οἷα ἐστὶν ἀπὸ τοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἐπέβη ἐπὶ Χερουβὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων· καὶ ὅσα τούτοις παραπλησίως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρεται. Ψ. Ψαλμοῦ ιηʹ.– Ιʹ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ζητοῦμεν τίνων εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ τὰ ῥήματα ἕως τῶν περάτων τῆς οἰκουμένης, ὡς μὴ καταλελεῖφθαι λόγους παρά τισι καὶ λαλιὰς παρ' οἷς οὐκ ἠκούσθησαν καὶ αἱ τούτων φωναί· ἀλλ' οὐκ ἂν ἔχοι τίς ἑτέρους ἐπιδεῖξαι τῶν ἱερῶν ἀποστόλων, εἰς οὓς ἡ προφητεία πεπλήρωται διαβοήτου τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας αὐτῶν εἰς πᾶσαν τὴν ὑπ' οὐρανὸν γενομένης, ὅτε ἐνεπιδημοῦντες τῷ βίῳ μετὰ τῆς συνεργούσης αὐτοῖς δυνάμεως θείας ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκήρυσσον τὴν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πίστιν· περὶ οὗ μετὰ τὴν πρόρρησιν τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος ἑξῆς ὁ λόγος διδάσκει, ὡς ἄρα ἐν τῷ ἡλίῳ ἔθετο τὸ 82 σκήνωμα αὐτοῦ· ἡλίου νοουμένου τῆς θεότητος, εἰς ἣν τὴν ἑαυτοῦ μονὴν καὶ τὴν οἱονεὶ κατασκήνωσιν ἔθετο, ἢ καὶ ὅπερ ἐκ τῆς παρθένου ἔλαβεν σῶμα, ὅπερ ἦν ὡσπερεὶ σκήνωμα τῆς ἐν αὐτῷ καταμενούσης θείας δυνάμεως· οὗτος δὲ καὶ ὥσπερ νύμφιος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἡγαλλιάσατο ὡς γίγας δραμεῖν ὁδόν· οἷα γάρ τις νύμφιος διὰ τὴν αὐτοῦ νύμφην τὴν ἐκκλησίαν ἐκ τῶν πατρικῶν διαναστὰς κόλπων, καὶ ὁποῖά τις γίγας ἀνδρεῖος καὶ ἰσχυρὸς τὸν ἀγῶνα τὸν προκείμενον αὐτῷ διαθλήσας, νικήσας τε καὶ καταγωνισάμενος τοὺς ἀντιπάλους, ἠγαλλιάσατο τὴν αὐτοῦ σύζυγόν τε καὶ νύμφην ἀπολαβών· γεγένηται δὲ αὐτοῦ καὶ ἡ ἔξοδος ἀπ' ἄκρου τοῦ οὐρανοῦ· καὶ πάλιν, τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου αὐτοῦ· ἐπεὶ μὴ δ' εἷς ἄλλος ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ πάλιν, ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, κατὰ τὸν ἱερὸν ἀπόστολον· ἀλλὰ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ· περὶ ἧς καὶ αὐτὸς εἶπεν τὸ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Εὐχερῶς δ' ἄν τις ἑαυτῷ τούτοις ἀναλόγως ἐξεργάσεται τὰ κατὰ τὸν τόπον. Ψ. Ψαλμοῦ ιθʹ.– ΙΑʹ. Τὸ ἐν τῷ ἐννεακαιδεκάτῳ ψαλμῷ λεγόμενον, Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ, ἐμφαίνει πῶς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἐκ τοῦ θανάτου σωτηρίαν· αὐτῷ γὰρ εἴρηται καὶ τὸ, Ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου· καὶ ὅλα δὲ τὰ κατὰ τὸν 83 τόπον ἐφαρμοσθείη ἂν αὐτῷ τῆς προσηκούσης τυχόντα ἐξηγήσεως. Ψ. Ψαλμοῦ κʹ.– ΙΒʹ. Τὸ μὲν Κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ τὰ ἑξῆς, εἴποι ἄν τις ἐπὶ τὸν Δαυὶδ ἀναφέρεσθαι δύνασθαι· τό γε μὴν ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος, οὐκέτι τῷ Δαυὶδ ἁρμόζει διὰ τὸ καὶ τὴν τελευτὴν αὐτοῦ ἐμφαίνεσθαι καὶ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, ἧς οὐ πολὺν χρόνον ἐτῶν περιωρίσθαι. Εἴη ἂν οὖν ὁ Χριστὸς ὁ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς βασιλεύειν ἐπὶ Σιὼν ὄρος τὸ ἐπουράνιον καταστάς· ὃς καὶ ζωὴν ᾐτήσατο τὸν Πατέρα οὐχὶ ἑαυτῷ, αὐτὸς γὰρ ἦν ἡ ζωὴ, ἀλλὰ πᾶσι τοῖς εἰς αὐτὸν πιστεύσουσιν· καὶ ἔδωκεν αὐτῷ ὡς πάντας δύνασθαι τοὺς εἰς αὐτὸν πιστεύσαντας μεταβαίνειν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ εἰς μακρότητα τῶν παρὰ Θεῷ ἡμερῶν, αἳ εἰσὶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος· καὶ τὰ λοιπὰ δὲ τὰ ἐν τῷ ψαλμῷ ὡς περὶ τῆς τοῦ βασιλέως δόξης λεγόμενα, οὐ μικρὰ ὄντα, ἁρμόττοι ἂν τῷ Χριστῷ μᾶλλον ἢ τῷ Δαυὶδ τῆς ἀξίας τυχόντα σαφηνείας. Ψ. Ψαλμοῦ καʹ.– ΙΓʹ. Σαφῶς ἀνωμολόγηται παρὰ πᾶσι τοῖς ὑγιῶς εἰς Χριστὸν πεπιστευκόσιν, ὡς ἡ καταρχὴ τοῦ μετὰ χεῖρας ψαλμοῦ τοῦτον ἔχουσα τὸν τρόπον, Ὁ Θεός μου, ὁ Θεός μου, πρόσχες μοι, ἵνατι ἐγκατέλιπές με; ὑπ' 84 αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους εἴρηται· τοῦτο γὰρ ἐδήλου καὶ ἡ ἐπὶ τοῦ σταυροῦ φωνὴ ἡ, ἐλωεὶ ἐλωεὶ λαμὰ σαβαχθανεῖ. Ἀλλὰ γὰρ πρὶν ἀρξώμεθα ἐν τῷ ψαλμῷ προφητείαν ὡς ἐπ' αὐτὸν μεταλαμβάνειν, πευσόμεθα τῶν τὴν περιτομὴν αὐχούντων, τίς ἂν εἴη ὁ φάσκων τὰ ἐν τῷ ψαλμῷ· οὐχ ὁ τυχὼν γάρ τις εἶναι φαίνεται τά τε ἄλλα καὶ ταῦτα λέγων, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· καὶ ἐπιφέρων διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου· παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἐκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαι σοι· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. Ἐπὶ τούτοις δὲ καὶ τὰ ἄλλα τὰ ἐν τῷ Ψαλμῷ λεγέτωσαν, εἰ ἔχοιεν τινὶ τῶν ἁγίων ἀνδρῶν ἐφαρμόζειν· τίνα γὰρ τοιοῦτον γενόμενον οἷον προδιέγραψεν ὁ λόγος, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν· ἢ περὶ τίνος ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· τίνα δὲ μόσχοι πολλοὶ καὶ ποταποὶ τὴν φύσιν, κύνες τε καὶ ταῦροι πίονες περιεκύκλωσαν· ἤνοιξάν τε στόμα ἐπ' αὐτὸν, ὡς λέων ἁρπάζων καὶ ὡρυόμενος· καὶ ἐπὶ τούτοις, τίνα ἡ συναγωγὴ τῶν πονηρευομένων περιέσχεν· καὶ περιέσχεν οὕτως, ὡς καὶ ὀρύξαι αὐτοῦ χεῖρας καὶ πόδας, καὶ πάντα αὐτοῦ ἐξαριθμῆσαι τὰ ὀστᾶ, διαμερίσασθαί τε ἑαυτοῖς αὐτοῦ τὰ ἱμάτια, βαλλόντας κλῆρον ἐπὶ τὸν 85 ἱματισμὸν αὐτοῦ· τοιαῦτα γὰρ τινὰ φησὶ τὸ ἐν τῷ ψαλμῷ πρόσωπον, ὃ καὶ μετὰ τὸ τοσαῦτα παθεῖν ἐπιφέρει λέγων, διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· λυέτωσαν δὲ ταῦθ' ἅμα καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ διηγούμενοι, μάλιστα ἀπὸ τοῦ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, μέχρι τοῦ, ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὃν ἐποίησεν ὁ Κύριος. Παριστάτωσαν γὰρ τὴν τότε μὲν μὴ ὑπάρχουσάν πω γενεὰν, ἥξειν δὲ εἰς μέλλοντα χρόνον προφητευομένην· καὶ τὸν πρότερον μὲν μηδέπω ὄντα λαὸν, τεχθήσεσθαι δὲ ἐν τοῖς μετέπειτα χρόνοις προορώμενον· λεγέτωσάν τε τί ἂν εἴποιεν περὶ τῆς διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐκ πάντων τῶν ἐθνῶν ἐκκλησίας· ἆρα γὰρ ἐπὶ τοῖς τοσούτοις πλήθεσι τῶν διὰ τοῦ Χριστοῦ τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκότων οὐκ ἂν ὁμολογήσαιεν πεπληρῶσθαι τὸ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ τὸ, προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ἀλλὰ γὰρ ὥρα τοῖς εὐγνωμονεῖν ἐθέλουσιν, οὐκ ἐπ' ἄλλου τινὸς ἢ ἐπὶ μόνου τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν πεπληρῶσθαι τὴν προφητείαν, οὗ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ τῶν ἐθνῶν ἐπιστροφὴ γίγνεσθαι ἤρξατο, παραγενομένης τῆς προφητευθείσης γενεᾶς, καὶ τοῦ λαοῦ τοῦ τεχθήσεσθαι οὐ μόνον ἐνταῦθα προδηλουμένου, ἀλλὰ καὶ ἐν ἑκατόστῳ πρώτῳ 86 ψαλμῷ, διὰ τοῦ, γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον. Οὗτος δὲ ἔστι περὶ οὗ καὶ ἐν ιζʹ εἴρητο, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Τοῦτον οὖν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν σάρκα ἀναλαβόντα καὶ δι' αὐτὴν σκώληκα χρηματίσαντα, ὃν εἶδός τε ἀνθρώπων γενόμενον καὶ ἐξουδένωμα λαοῦ, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν, μάλιστα κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε τῶν ἐν τῇ προφητείᾳ τέλος ἰσχόντων οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν καὶ ἐμυκτήριζον λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν· τότε δὲ καὶ ἐλάλησαν ἐν χείλεσι καὶ ἐκίνησαν κεφαλὴν ἑαυτῶν κατ' αὐτοῦ· αὐτοῖς ῥήμασιν εἰπόντες τὸ, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· αὐτὰ γὰρ δὴ ταῦτα κατὰ τὸ πάθος εἰρῆσθαι ἐπ' αὐτῷ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τούτῳ οὖν καὶ μόνῳ πρὸς τὸν Πατέρα λέγειν ἁρμόζει ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατ' αὐτοῦ ἐπιβουλὴν, δι' ἃς καὶ ἔφασκε, περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με· καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατ' αὐτῶν ἐκ περιτομῆς συναγωγῆς φησὶν, ὅτι ἐκυκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν οὐ μόνον τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας· ἢ κατὰ τὸν Ἀκύλαν, ἤσχυναν, φήσαντα, ἤσχυναν χεῖράς 87 μου καὶ πόδας μου· ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες αὐτὸν ἐπὶ τοῦ ἰκρίου ἤλοις αὐτοῦ τάς τε χεῖρας καὶ τοὺς πόδας περιέπειραν· καὶ καλόν γε εἰ ἀπαιτοίη τίς ἀπὸ γραφῆς παραστῆσαι, ὡς ἄρα καὶ σταυρὸν ὑπομεῖναι ὁ Χριστὸς προείρητο, μετὰ καὶ ἄλλων τῶν τούτου παραστατικῶν καὶ τὸ ὤρυξαν, καὶ μᾶλλον τὸ, ἤσχυναν χεῖράς μου καὶ πόδας μου, παραθέσθαι· οἷς ἑξῆς ἐπιφέρεται τὸ, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· ὅπερ ὁ μὲν Ἀκύλας οὕτως ἐξέδωκεν, μερίσουσιν ἱμάτιόν μου ἑαυτοῖς, καὶ ἐπὶ ἔνδυσίν μου βαλοῦσι κλῆρον· ὁ δὲ Σύμμαχος, διενέμοντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ περὶ ἐσθῆτος μου ἐλάγχανον· ὃ καὶ αὐτὸ ἅμα τε τῷ πάθει πεπλήρωται, ὅτε οἱ σταυρώσαντες αὐτὸν λαβόντες τὰ ἱμάτια αὐτοῦ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου, διὸ καὶ εἶπαν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· οἷς ἐπιφέρει λέγων ὁ εὐαγγελιστὴς, ἵνα ἡ γραφῇ πληρωθῇ, τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ταῦτα μὲν ἡ προφητεία περὶ αὐτοῦ τὸ Ἑβραϊκὸν ὡσεὶ ἐννᾶ περιέχει· ᾧ ἀκολούθως ἐπιφέρεται καὶ ἐν τῷ ψαλμῷ ὥσπερ δὴ καὶ ἐν τοῖς εὐαγγελίοις, τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὅπερ τοιοῦτόν τί μοι δηλοῦν ἔοικεν· σῶσον δὴ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων. 88 Ψ. Ψαλμοῦ ρλαʹ.– ΙΔʹ. Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. Καὶ πάλιν, Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθρούς σου ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Καὶ ἐνταῦθα σαφῶς τῷ Δαυὶδ μεθ' ὅρκου ὑπὸ τοῦ Θεοῦ ἐπαγγελία περὶ τοῦ Χριστοῦ δίδοται, ὡς ἂν ἐκ σπέρματος αὐτοῦ γεννηθήσεσθαι μέλλοντος, καὶ καθέξοντος αὐτοῦ τὸν θρόνον. Πολλῆς δ' ἐξετάσεως χρῄζοι ἂν τὰ κατὰ τοὺς τόπους, ἐπεὶ μὴ δοκῇ σωματικῶς ὁ Χριστὸς ἐπὶ τὸν θρόνον τοῦ Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κεκαθικέναι, ἃ καὶ ὑπερθησόμεθα διὰ τὸ μὴ τῆς παρούσης εἶναι πραγματείας παρὰ τὸν προκείμενον σκοπὸν κατατρίβειν τὴν σχολὴν ἐπὶ τὴν τοῦ ψαλμοῦ διήγησιν· εὐγνωμόνως δέ τοι χρὴ μὴ ἀπὸ μιᾶς γραφῆς, εἰ μὴ εἴη δυνατὴ κατὰ τὸ σωματικὸν ἐφαρμόζειν τῷ Χριστῷ, τὰ πολλαχῆ σαφῶς περὶ αὐτοῦ εἰρημένα παρακρούεσθαι· ἑπομένους γε μὴν ἀληθεῖ λόγῳ, καὶ αὐτῇ τῇ θείᾳ παρισταμένους γραφῇ, ἐφίσταναι προσήκει, ὃς ποτὲ μὲν αὐτὸν πτωχόν τινα καὶ εὐτελῆ καὶ ἄτιμον, μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος, ἐλεύσεσθαι προφητεύει, ἄλλοτε δὲ βασιλέα ἔντιμον αὐτὸν φησίν· ὧν τὰ μὲν καὶ σωματικῶς ἀποπεπληρῶσθαι δύναται, τὰ δὲ κατὰ μόνον τὸν πνευματικὸν τῆς γραφῆς νοῦν, ἤδη δὲ τίνα καὶ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν πληρωθήσεσθαι προσδοκητέον. Πλὴν καὶ βασιλεὺς Ἰουδαίων ἐχρημάτισεν ὁ Κύριος 89 ἡμῶν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, οὐχ ὡς ἔτυχε τοῦ Πιλάτου κελεύσαντος ἐπιγραφῆναι αὐτοῦ τῷ σταυρῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς τὸ, οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. Ψ. Ψαλμοῦ ρμαʹ.– ΙΓʹ. Καὶ τὸ ἐνθάδε λεγόμενον, ἐμὲ ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι, ἔοικεν ἐκ προσώπου λέγεσθαι τοῦ Σωτῆρος· τίνα γὰρ ἄλλον ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Θεὸς, ἢ τοῦτον; Ἐπεὶ καθὼς εἴρηταί που περὶ τῶν πάλαι δικαίων, ὡς ἄρα μαρτυρηθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Δῆλον δ' ὅτι αὐτὸν ὁρᾷ τὸ ῥητὸν ἀπὸ τοῦ καὶ τὰ κατὰ τὸ πάθος αὐτοῦ ἐν τῷ ψαλμῷ ἀκολούθως ταῖς ἄλλαις προφητείαις προσημαίνεσθαι· γέγραπται γ' οὖν, Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι· καὶ πάλιν, ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Τούτοις ἑξῆς καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ εὐχόμενος φησίν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· οἷς ἐπιφέρει τὸ, ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ὑπέμειναν οὖν τὸν Χριστὸν πάντες ἐκεῖνοι οἱ δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Πατὴρ, ἀνθ' ὧν ἐκένωσεν ἑαυτὸν, ὑπήκοος αὐτῷ γενόμενος μέχρι θανάτου. Τίνα δὲ ἀνταποδῷ αὐτῷ ἢ τὰ ἔθνη 90 κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς· ἵν' ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ ὁ πᾶς Ἰσραὴλ σωθῇ, καὶ ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ ἐφαρμόσαι ἂν τῷ Χριστῷ, τὰ κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, καθ' ἣν ἐπεβουλεύθη, περιέχοντα. Ψ. Ψαλμοῦ ρμγʹ.– ΙΔʹ. Ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ λέγεται, κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἐν δὲ τῷ ιζʹ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Ἐσημειωσάμεθα μὲν οὖν κἀκεῖ καὶ τὸ ῥητὸν, καὶ ἐνταῦθα δὲ ταυτὸν ποιοῦντες περὶ τοῦ Λόγου τοῦ Θεοῦ ταῦτα λέγεσθαι ὑπειλήφαμεν. Κλίνας γὰρ οὐρανοὺς τῷ κενῶσαι ἑαυτὸν τῆς ἐπουρανίου καὶ ἐν μορφῇ Θεοῦ δόξης, εἰς τὰ κατώτερα τῆς γῆς κατελήλυθεν δι' ἣν ἀνεδέξατο ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας οἰκονομίαν· ὅθεν πρὸ τοῦ ἐκτεθέντος ῥητοῦ ἀποθαυμάσας ὁ λόγος φησί· Κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν; Εἰς τοῦτο γὰρ κλίνας τοὺς λεγομένους οὐρανοὺς κατελήλυθεν ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἂν γνωσθείη ἐνανθρωπήσας τῷ τῶν ἀνθρώπων γένει πρότερον ἀγνοούμενος αὐτῷ· καὶ οὐ περιεφρόνησεν παρ' οὐδὲν ἡγησάμενος τὸν γενόμενον υἱὸν ἀνθρώπου, τοῦτ' ἔστι πᾶσαν τὴν λογικὴν καὶ κατ' εἰκόνα Θεοῦ γενομένην ψυχήν· καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ πνευματικῶς ἐκλαμβάνων νοήσειας. 91 Ψ. Ψαλμοῦ ρμζʹ.– ΙΕʹ. Καὶ τὸ, ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ, παρασημειώσασθαι ἔδοξεν, ὡς διδασκούσης καὶ ἐνταῦθα τῆς γραφῆς ὡς ἄρα ὑπόστατόν τι πρᾶγμα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει, ἕτερος ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτῷ Πατέρα· ὅρα δὲ πῶς ἑξῆς ἐπιφέρεται τὸ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· ὃ καὶ αὐτὸ πεπληρωμένον ἔστιν ἰδεῖν μετὰ τὴν Χριστοῦ παρουσίαν, οὕτω ἐν σφόδρα βραχεῖ χρόνῳ διαδραμούσης, καὶ εἰς πᾶσαν τὴν γῆν ἐν οὐ πολλοῖς ἔτεσι μέχρι καὶ τῶν περάτων τῆς οἰκουμένης κεκρατηκυίας αὐτοῦ τῆς διδαχῆς. Ψ. Ψαλμοῦ ρμηʹ.– Ι ʹ. Καὶ τὸ ἐνθάδε λεγόμενον, Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, ἐν τοῖς περὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου μαρτυρίοις ἀνελεξάμεθα, τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὄνομα αὐτοῦ χρηματίζειν μεμαθηκότες κατὰ τίνα προσηγορίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν· μετὰ γοῦν τὸ προειπεῖν, Αἰνεῖτε τὸν Κύριον, τάδε καὶ τάδε ἀκολούθως παρακελεύεται τὸ Πνεῦμα αἰνεῖν μετὰ τὸν Πατέρα, τὸ ὄνομα αὐτοῦ ἐπιλέγων, ὡς ἄρα αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Ὁ μὲν οὖν προστάττων καὶ ἐντελλόμενος εἴη ἂν ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ὁ δ' ὑπουργῶν ὁ τοῦ Θεοῦ Λόγος ἐξυπηρετούμενος τῷ πατρικῷ θελήματι πρὸς τὴν τῶν γενητῶν δημιουργίαν. Τηρητέον 92 δ' ὅτι καὶ ἐν λβʹ ψαλμῷ κατὰ λέξιν ἐμφέρεται τὸ, αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· ἀλλ' ἐκεῖ μὲν περὶ τῆς γῆς καὶ τῶν κατοικούντων τὴν οἰκουμένην εἴρηται, ἐνθάδε δὲ περὶ τῶν ἐν οὐρανοῖς καὶ τῶν λεγομένων ἐν ὑψίστοις ἀγγέλων τε καὶ δυνάμεων, ἔτι τε ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάντων τῶν ἑξῆς συγκατειλεγμένων, διδασκούσης ἡμᾶς τῆς θείας ἐν τούτοις γραφῆς, ὡς ἄρα διὰ τοῦ Λόγου κατὰ τὸν ἱερὸν ἀπόστολον ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· εἴτε ὅρατα εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ ἐν αὐτῷ ἔκτισται· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ψαλμῶν· μετρίαν δὲ καὶ αὐτάρκη τοῦ λόγου περιγραφὴν εἰληφότος, ἐξ ἑτέρας ἀρχῆς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ ἑξῆς τὰς ἀπὸ τῶν προφητῶν ἐκλογὰς ποιησόμεθα. 93 Τάδε ἔνεστιν ἐν τῶι γʹ τόμωι τῶν περὶ τοῦ χριστοῦ προφητικῶν ἐκλογῶν. Πρῶτον κεφάλαιον· ἀπὸ τῶν παροιμιῶν. Περὶ τοῦ Θεοῦ Λόγου ὡς περὶ σοφίας οὐσιωδῶς ὑπεστώσης καὶ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Θεοῦ κτισθείσης ἑτέρας τε παρ' αὐτὸν οὔσης, καὶ σὺν αὐτῷ τῶν ὅλων ἐπιμελόμενος.̣ (sic).̣ Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ βασιλέως καὶ περὶ τῶν ἀποστό λων αὐτοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς, καὶ τῆς εἰς οὐρανοὺς ἀναβά σεως αὐτοῦ· καὶ τῆς τῶν ἐθνῶν κατακρατήσεως. Ψ. Ἀπὸ τοῦ ἐκκλησιαστοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβό λου καὶ τοῦ ἀντιχρίστου. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβό λου, καὶ περὶ τῆς ἐκκλησίας. Ψ. Ἀπὸ τοῦ ἄσματος. Περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου, καὶ τῆς τῶν ἁγίων ἐκκλη σίας ὡς νύμφης, καὶ περὶ τῶν ἐν τοῖς τόποις ἐπικεκρυμμένων μυστηρίων. Ψ. Ἀπὸ τοῦ Ἰώβ. Περὶ τοῦ Χριστοῦ ὡς περιπατήσαντος ἐπὶ θαλάττης, καὶ τὸ μέγα κῆτος χειρωσαμένου. Περὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Χριστοῦ καθόδου. Περὶ τῆς τοῦ διαβόλου πρὸς τὸν Χριστὸν πάλης. 94 Ψ. Ἀπὸ τοῦ ὡσηέ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πανθῆρος. Περὶ τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, καὶ τῆς τοῦ βασιλείου αὐτῶν καταπαύσεως, τῆς τε τοῦ Χριστοῦ ἐξ Αἰγύπτου μετακλήσεως. Ὡς ὁ Θεὸς Λόγος Θεὸς ὀνομαζόμενος, κύριον ὁμολογεῖ τὸν Πατέρα. Ψ. Ἀπὸ τοῦ ἀμῶς. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἕτερον παρ' ἑαυτὸν εἶναι τὸν Πατέρα διδάσκει. Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ. Ψ. Ἀπὸ τοῦ ἀβδειοῦ. Ὡς ὁ Θεὸς Λόγος Κύριος καὶ Θεὸς ὀνομαζόμενος ἀκηκοέναι τινὰ παρὰ Κυρίου ὁμολογεῖ. Ψ. Ἀπὸ τοῦ ἰωνᾶ. Ὡς ἡ περὶ τὸν Ἰωνᾶν οἰκονομία τὸ πάθος τοῦ Χριστοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν σημαίνει. Ψ. Ἀπὸ τοῦ μειχαία. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, ὡς περὶ κυρίου. Περὶ τῆς τοῦ προτέρου λαοῦ καὶ τῆς Ἰσραὴλ καὶ τοῦ Σιὼν ὄρους ἐρημίας, καὶ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ ὡς περὶ ὄρους, καὶ περὶ τῆς τῶν ἐθνῶν προσαγωγῆς· καὶ τοῦ καινοῦ νόμου τοῦ κατὰ τὴν καινὴν διαθήκην. Περὶ Βηθλεὲμ καὶ τῆς ἐν αὐτῇ τοῦ Χριστοῦ γενέσεως· καὶ ὡς πρὸ τῶν ἀιώνων ὁ Χριστὸς ὑπῆρχεν. Ψ. Ἀπὸ τοῦ σοφονίου. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως. 95 Ψ. Ἀπὸ τοῦ ζαχαρία. Ὡς ὁ Θεὸς Λόγος Κύριος παντοκράτωρ ὀνομαζόμενος ὑπὸ Κυρίου παντοκράτορος τοῦ Πατρὸς ἀπεστάλθαι λέγει. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἥξειν ἐπὶ τὴν Ἱερουσαλὴμ προλέγει τὰ ἔθνη ἐπ' αὐτὸν καταφεύξεσθαι ἀπεσταλ μένον ὑπὸ κυρίου παντοκράτορος. Περὶ τοῦ Χριστοῦ ὡς περὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ· καὶ ὅτι αὐτὸς ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ περὶ τῆς οἰκοδομῆς τῆς ἐκκλη σίας. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἥξοντος ἐπὶ ὑποζυγίῳ καὶ πώλῳ, καὶ ὁλοθρεύσοντος τὸ πάλαι οἰκοῦν ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων ἱππικόν τε καὶ ὁπλιτικόν· καὶ περὶ τῆς τῶν ἐθνῶν εἰρήνης. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος, Κυρίου τοῦ Πατρὸς μέμνηται. Περὶ τῶν λʹ ἀργυρίων ἀνθ' ὧν ὁ Ἰούδας προύδωκε τὸν Χριστὸν τοῖς Ἰουδαίων ἄρχουσιν, οὓς νῦν ὁ λόγος Χαναναίους καλεῖ· καὶ περὶ τῆς ἀποβολῆς αὐτῶν. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ· καὶ τοῦ τῶν ἀποστόλων ἐπ' αὐτῷ σκανδαλισμοῦ. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας. Ψ. Ἀπὸ τοῦ ἀγγελοῦ. Περὶ τῆς τῶν Ἰουδαίων ἀποβολῆς, καὶ τῆς τῶν θυσιῶν αὐτῶν καθαιρέσεως τῶν τε τοῦ Χριστοῦ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν. Περὶ τῆς καινῆς διαθήκης, καὶ τοῦ νόμου τῆς ἀληθείας τοῦ Χριστοῦ ὡς ἀγγέλου Κυρίου παντοκράτορος. Περὶ τῆς δευτέρας παρουσίας τοῦ Χριστοῦ ὡς περὶ ἀγγέλου τῆς διαθήκης τοῦ Θεοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἡλίου δικαιοσύνης. Ψ. Ἀπὸ τοῦ Ἱερεμίου. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ ὡς περὶ ἀρνίου. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τοῦ τῶν Ἰουδαίων ἀφανισμοῦ, καὶ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλήμ. 96 Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς τῶν Ἰουδαίων δυσσεβείας, καὶ ὀνομαστὶ περὶ τοῦ προδότου Ἰούδα. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἐκ σπέρματος Δαυὶδ, καὶ τῆς εἰς αἰῶνας συστάσης ἐκκλησιαστικῆς ἱερουργίας. Περὶ τῆς καινῆς διαθήκης ἑτέρας παρὰ τὴν διὰ Μωσέως παλαιάν· καὶ περὶ τῶν κατὰ τὸ εὐαγγέλιον νόμων. Ψ. Ἀπὸ τῶν θρήνων. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως. Ψ. Ἀπὸ τοῦ Βαρούχ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ Θεοῦ ἐξ οὐρανῶν κατιόντος καὶ μετὰ ἀνθρώπων πολιτευσομένου. Ψ. Ἀπὸ τοῦ Ἐζεκιήλ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ Δαυὶδ ἀναστησομένου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης. Περὶ τοῦ Χριστοῦ ὡς περὶ τοῦ Δαυὶδ ἀναστησομένου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης. Ψ. Ἀπὸ τοῦ Δανιήλ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ θεοῦ. Περὶ τῆς τοῦ Χριστοῦ παρουσίας ὡς περὶ υἱοῦ ἀνθρώπου· καὶ περὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ. Περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ ὡς ἐπὶ τοὺς χρόνους τοῦ Χριστοῦ συμπληροῦνται μεθ' οὓς προφητεύεται τὰ περὶ τοῦ παντελοῦς ὀλέθρου τοῦ Ἰουδαίων λαοῦ. 97 ΠΡΟΟΙΜΙΟΝ. Μετὰ δὴ τὰς ἀπὸ τῶν ψαλμῶν ἐκλογὰς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ τῶν ἑξῆς προφητειῶν ἐν τρίτῳ τούτῳ συγγράμματι τῶν περὶ τοῦ Χριστοῦ Προφητικῶν Ἐκλογῶν, ὀγδόῳ ὄντι τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς, ἀναλεξώμεθα, προεπισημηνάμενοι ὅτι μήτε τὰ τῶν προφητῶν ἐπαληθεύειν δυνατὸν, ἢν μὴ οὐχὶ τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως αὐτοῖς συμπαραλαμβανομένης, μήτε τὰ τῆς ἡμετέρας εἰς τὸν Χριστὸν πίστεως λογικώτερον κρατύνεσθαι, μὴ τῶν ἀνέκαθεν προφητῶν τὰς περὶ αὐτοῦ πιστουμένων ἀποδείξεις. Ὅθεν εἰκότως ἄν τις Ἰουδαίοις τε μὴ τὸν Χριστὸν παραδεξαμένοις, καὶ τοῖς τὰς προφητείας ἀθετοῦσι αἱρεσιώταις καταμέμψοιτο εἰς ἀσύστατα περιτρεπομένοις· οἱ μὲν γὰρ ὡς Θεοῦ τὰς προφητείας ἀποδεχόμενοι, ταύτας ψευδεῖς ἀπελέγχουσιν ἀτελεῖς αὐτὰς καταλείποντες, ὅτι μὴ τὰς εἰς τὸν Χριστὸν ἀποπληρωθείσας τῶν προφητειῶν ἐκβάσεις οἷοί τε εἰσι παραδέξασθαι· οἱ δὲ τὸν Χριστὸν ὁμολογοῦντες ἀσύστατον καὶ ἀναπόδεικτον τὴν εἰς αὐτὸν πίστιν περιέπουσι, μὴ τοῖς θαυμασίοις τοῦ Θεοῦ προφήταις τὰ περὶ αὐτοῦ προμαρτυρομένοις συγχρώμενοι· ἡμεῖς γέ τοι· τὰς μέντοι προφητείας διὰ τῆς τοῦ Χριστοῦ παρούσιας, ταύτην δὲ διὰ τῶν προφητειῶν πιστούμενοι, τὸ φανὸν καὶ στερρὸν τῆς ἀληθείας ἀνεξελέγκτοις ἀποδείξεσι παριστῶμεν. Ταῦτα μὲν ὡς ἐν προοιμίῳ· ἴωμεν δὲ ἐπὶ τὸ προκείμενον. 98 Ψ. Ἀπὸ τῶν παροιμιῶν. Αʹ. Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δ' αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δ' ἀναλεξόμεθα δι' ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷ τε ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεῷ Λόγῳ, καὶ τῇ διοικούσῃ καὶ οἰκονομούσῃ τὰ σύμπαντα καὶ μέχρι τῶν ἐπὶ γῆς πραγμάτων φθανούσῃ προνοίᾳ τοῦ Θεοῦ, ἣ καὶ πρὸ πάσης οὐσίας τε καὶ ὑποστάσεως ἔκτισται, ἀρχὴ ὁδῶν οὖσα τῆς ὅλης δημιουργίας. Τὰ δὲ ῥητὰ ὡς ἐξ αὐτῆς τῆς Σοφίας τοῦτον λέλεκται τὸν τρόπον· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων 99 δικαιώματος ἀναστρέφομαι· ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην, ᾗ προσέχαιρε καθ' ἡμέραν, εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς τῶν ἀνθρώπων. Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· καὶ πάλιν, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ. Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστὶ Θεοῦ, δι' οὗ τὰ πάντα γεγένηται· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, κατὰ τὸν ἀπόστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ 100 χρηματίζει, καὶ καθ' ἑτέραν ζωὴ, καὶ πάλιν, ἀλήθεια καὶ φῶς ἀληθινὸν, καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν. Ψ. Τῶν παροιμιῶν Βʹ. Ἐν φωτὶ υἱοῦ βασιλέως ζωή· οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. Καὶ τίνος ἄλλου βασιλέως υἱοῦ ἐν φωτὶ ζωὴ τυγχάνει, ἢ ἐν τῷ τοῦ Θεοῦ Λόγῳ, υἱοῦ τυγχάνοντος τοῦ πάντων βασιλέως Θεοῦ· αὐτὸς γάρ ἐστιν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν ᾧ φωτὶ ζωὴ τυγχάνει κατὰ τὸν φήσαντα τοῦ εὐαγγελίου λόγον, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· τούτου δὲ καὶ οἱ προσδεκτοὶ, οὓς ἡγούμεθα εἶναι τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, γεγόνασιν ὥσπερ νέφος ὄψιμον ἐπ' ἐσχάτου τῶν ἡμερῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τὴν ἔρημον ποτὲ γῆν καὶ ἄνυδρον, τουτέστι τὴν τῶν ἐθνῶν ἐκκλησίαν, ἀρδεύσαντες τῷ πνευματικῷ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῷ ὑετῷ. Ψ. Τῶν παροιμιῶν Γʹ. Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δ' ἐδίδαξέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε τῶν ἄκρων τῆς 101 γῆς; τί ὄνομα αὐτῷ· ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; Καὶ τίς ἂν εἴη ἄλλος ἀνὴρ ὁ ταῦτα φάσκων, ἢ ὁ ἐνανθρωπήσας Κύριος ἡμῶν, ἤτοι διὰ τὰς ἡμῶν ἀφροσύνας, ἃς εἰς ἑαυτὸν ἀνεδέξατο, ἢ διὰ τὴν μωρίαν τοῦ κηρύγματος σοφωτέραν καὶ ἰσχυροτέραν οὖσαν τῆς τῶν ἀνθρώπων σοφίας· ἐνθάδε μὲν φάσκων, ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων· ἐν δὲ ξηʹ ψαλμῷ, σὺ ἔγνως τὴν ἀφροσύνην μου· φησὶν δὲ ὅτι καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοὶ, ὥσπερ ἐπ' ἀνδραγαθήματι λαμπρυνάμενος ἐπὶ τῷ μηδεμίαν ἐσχηκέναι φρόνησιν τῶν παρασυμβληθέντων τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιωθέντων αὐτοῖς ἀνθρώπων· ἢ ὧν τὴν σοφίαν ἐμώρανεν ὁ Θεὸς μηδὲν πλέον φρονούντων τὰ ἐπὶ τῆς γῆς, ὅσα πέφυκεν σαρκῶν τε καὶ ὕλης οἰκεῖα· ὅθεν δὴ καὶ μεμαρτύρηνται ἐν τῇ γενεᾷ αὐτῶν φρόνιμοι εἶναι, τὸ τῷ μόνα τὰ ἐπὶ γῆς ζητεῖν καὶ διανοεῖσθαι ἐκ νεότητος ἐπὶ ἔτι τὰ πονηρά· ἀνθρωπεία μὲν οὐδαμῶς ἦν ἐν τῷ προειρημένῳ ἀνδρὶ φρόνησις, δῆλον δ' ὅτι καὶ θεία ὑπεράνθρωπος· δι' ὃ καὶ ἐπιφέρει λέγων, Θεὸς δ' ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα· εἶτα ἐρωτηματικῶς φησὶν, τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; οἱονεὶ διεγείρων ἡμᾶς ἐπὶ ζήτησιν τοῦ τὰ τηλικαῦτα περὶ ἑαυτοῦ διδάσκοντος, περὶ οὗ καὶ τὰ ἑξῆς εἴρηται ἰδίας δεόμενα σχολῆς. Ὁ μὲν οὖν θεῖος ἀπόστολος περὶ αὐτοῦ διδάσκων ἡμᾶς φησὶν, ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν· προτάξας τὸ κατεληλυθέναι αὐτὸν, εἶτ' ἐπαναγαγὼν τὸ ἀνεληλυθέναι φησὶν, ἔπειτα κατεληλυθέναι· ἐπείπερ μετὰ τὴν 102 ἐκ νεκρῶν ἀνάστασιν εἰπὼν τῇ Μαριὰμ, Μή μου ἅπτου, 102 οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· μετὰ ταῦτα ὤφθη τοῖς μαθηταῖς ἐπὶ ἡμέραις τεσσαράκοντα συναλιζόμενος αὐτοῖς· ἀνεληλυθὼς δηλαδὴ πρὸς τὸν Πατέρα, καὶ αὖθις δι' ἣν ἐπετέλει οἰκονομίαν κατεληλυθώς. Δι' ὃ καὶ εἴρηται· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Τίνα δὲ ταῦτα ἢ τὰ διὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, ἅπερ ἐξ οὐρανοῦ κατεβίβασε; Δι' ὃ καὶ ἐνταῦθα παρὰ τῷ Ἀκύλᾳ εἴρηται· τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατεβίβασεν; Αὐτὸς δὲ καὶ ἐκράτησε τῶν ἄκρων τῆς γῆς, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν λόγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ὧι δὲ δέδοται λόγος γνώσεως, οὗτος εἴσεται ὅπως ἂν νοηθείη καὶ τὰ λοιπὰ τῶν κατὰ τὸν τόπον· προτρέπει δὲ ἡμᾶς ἐπὶ τὸ ζητῆσαι τί ὄνομα αὐτῷ τε καὶ τοῖς τέκνοις αὐτοῦ· πρὸς τοῦτο δ' ὑπακουσόμεθα ἐκ τῆς ἐνεργείας παρειληφότες, αὐτῷ μὲν ὑπάρχειν ὄνομα Ἰησοῦς, ὅπερ ἑρμηνεύεται Θεοῦ σωτηρία· ὃ καὶ οἱ κατὰ σάρκα προσήκοντες κατὰ τὸν τοῦ Γαβριὴλ χρηματισμὸν ἐπιτεθείκασιν αὐτῷ, ὑποθεμένου καὶ τὴν αἰτίαν τοῦ ἀγγέλου τῆς τοιαύτης προσηγορίας, αὐτὸς γὰρ σώσει φησὶ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τὸ δὲ τῶν τέκνων αὐτοῦ ὄνομα, οἷς ἔλεγε, Τεκνία, ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ τῶν μετ' ἐκείνους ἐν ἁπάσαις ταῖς ἐκκλησίαις υἱῶν τε αὐτοῦ καὶ υἱώνων καὶ ἀπογόνων, τί ἂν ἄλλο εἴη ἢ τὸ εὐλογημένον Χριστιανὸν ὄνομα; 103 Ψ. Ἀπὸ τοῦ ἐκκλησιαστοῦ. Δʹ. Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ' αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Ἐπεὶ Χριστὸς σοφία Θεοῦ ὢν δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ, ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπ' αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων, ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης, οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δ' ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι 104 ὑπολαμβάνω, μεθ' οὗ σύμπαντας τοὺς ὑπὸ τὸν ἥλιον ζῶντας καὶ περιπατοῦντας ἑορακέναι φησὶν ὁ λόγος· τίνες δ' ἂν εἶεν οὗτοι, ἢ πάντες οἱ περιέποντες τὴν ὑπὸ τὸν ἥλιον λεγομένην ματαιότητα ματαιοτήτων; Ψ. Ἐκ τοῦ ἐκκλησιαστοῦ Εʹ. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ' αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ, ἀγαθὸς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, τὸν μὲν ἄφρονα βασιλέα τὸν διάβολον ἐξειλήφαμεν, τὸν δὲ πένητα καὶ σοφὸν τὸν δι' ἡμᾶς ἑαυτὸν κενώσαντα καὶ πτωχεύσαντα τοῦ Θεοῦ Λόγον· τούτου δὴ χάριν καὶ τὰ προκείμενα ἐσημειωσάμεθα, οὐκ ἄλλον εἶναι νομίζοντες τὸν ἐνθάδε διαγραφόμενον πολεμικὸν βασιλέα τοῦ ἐκεῖ λεγομένου βασιλέως ἄφρονος· ὡσαύτως δὲ τὸν ἐνταῦθα διασώζοντα τῇ ἑαυτοῦ σοφίᾳ τὴν πολιορκουμένην πόλιν τοῦ ἐκεῖ πένητος καὶ σοφοῦ, ὃν ἐλέγομεν εἶναι τὸν Χριστόν· ὃς τὴν μικρὰν πόλιν, 105 τουτέστι τὸν περίγειον τόπον συγκρίσει τοῦ παντὸς κόσμου βραχύτατον ὄντα, καὶ τοὺς ἐν αὐτῇ, ὡς ἐν παραθέσει τῆς τῶν λογικῶν ἁπάντων πληθύος ὀλίγους ὄντας ἐπὶ πάντα τὰ ἔθνη, ὡς σταγών ἐστιν ἀπὸ κάδου, ἐλυτρώσατο πολιορκουμένους ἀπὸ τῆς τοῦ διαβόλου βασιλείας, πάντοθεν τὸν περίγειον χῶρον καὶ τοὺς ἐν αὐτῷ κυκλοῦντος, οἰκοδομοῦντός τε ἐπ' αὐτὸν χάρακας μεγάλους, τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Τοῦτον οὖν οὐκ ἄλλος τίς ἢ μόνος καθεῖλεν ὁ πένης καὶ σοφὸς ἀνὴρ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, κενώσας ἑαυτὸν καὶ δι' ἡμᾶς πτωχεύσας ἐν τῷ πλούτῳ τοῦ ἑαυτοῦ ἐλέους, καὶ καθελὼν διέσωσεν ἐν τῇ σοφίᾳ αὐτοῦ τὴν μικρὰν πόλιν, ὡς εἰκὸς τὴν ἐκκλησίαν καθ' ἑτέραν ἐκδοχὴν, καὶ τοὺς ἐν αὐτῇ ὀλίγους ὄντας· ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσιν οἱ διιόντες αὐτήν. Φασὶ δ' οἱ τὴν τηλικαύτην ὁρῶντες οἰκονομίαν τὸ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· δύναμιν δὲ δῆλον ὅτι τὴν τῶν πολεμίων· ἀλλὰ καὶ, ἄνθρωπος, φησὶν, οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου· Θεὸς μὲν γὰρ ἦν ὁ διὰ τῶν προφητῶν μνημονεύων αὐτοῦ, καὶ προκηρύττων τὰ περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τῶν δ' ὑπὸ τῆς σοφίας τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἐνεργηθέντων οὐδὲ εἷς πώποτε ἐμνήσθη, ἐπεὶ μὴ δ' οἷοί τε ἦσαν εἰδέναι τὸ μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων τῆς κατὰ τὴν ἐνανθρώπησιν οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ. Πρὸς τούτοις λέγεται ὅτι καὶ σοφία τοῦ 106 πένητος ἐξουδενωμένη· καὶ γὰρ εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· ἀλλὰ καὶ οἱ λόγοι αὐτοῦ, φησὶν, οὐκ εἰσὶν ἀκουόμενοι· οὐ πάντων γάρ ἐστιν ἀκοῦσαι τῶν τοῦ Σωτῆρος λόγων, εἰ μὴ μόνον τῶν ἐχόντων ὦτα εἰς τὸ ἀκούειν· καὶ γὰρ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ κεκαλυμμένον ἐστὶν, πλὴν οὐ τοῖς αὐτοῦ μαθηταῖς, τοῖς γὰρ ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον. Ψ. Τοῦ ἄσματος τῶν
1.7.1
Ὅλον τὸ βιβλίον ὑπόθεσιν ἔχει νύμφης ἔρωτα πρὸς νυμφίον, ὁμολογούσης τετρῶσθαι τῇ πρὸς αὐτὸν ἀγάπῃ, καὶ αὐτοῦ πάλιν ὁμολογοῦντος αὐτὴν μόνην ἀπὸ πλειόνων ὑπάρχειν αὐτῷ τελείαν περιστερὰν παρὰ τὰς λεγομένας βασιλίδας καὶ παλλακίδας καὶ νεάνιδας. Οἱ μὲν οὖν ἐκ περιτομῆς μίαν εἶναι τῶν πεπιστευμένων παρ' αὐτοῖς δύο καὶ εἴκοσι θεοπνεύστων γραφῶν πεπεισμένοι καὶ ταύτην τὴν γραφὴν, οὐκ οἶδ' εἰ ἔχοιεν ἄξιόν τι θείας ἐπιπνοίας λεγόμενον ἐν αὐτῇ παραστῆσαι, μὴ πλέον τί τῆς προχείρου ἐκδοχῆς κατὰ τοὺς τόπους φανταζόμενοι· ὁ δὲ δυνατὸς τὸ μὲν ἐπικείμενον καὶ ταύτῃ τῇ γραφῇ κάλυμμα περιελεῖν, ἐπιστρέψαι δὲ πρὸς Κύριον ὅπερ ἐστὶ τὸ πνεῦμα, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν καὶ ἐν τούτοις δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι, θεωρήσει ἐν αὐτῇ τὰ κατὰ τὴν πνευματικὴν νύμφην, δῆλον δ' ὅτι τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, μυστήρια, καὶ τὰ λεγόμενα περὶ τοῦ τελείου τῆς τοιασδὶ νύμφης νυμφίου καὶ τῆς τῶν βασιλίδων αὐτοῦ καὶ παλλα 107 κίδων καὶ νεανίδων διαφορᾶς, καὶ ὅσα ἄλλα ἐναποκέκρυπται τῇ βίβλῳ ἀπορρητότερα μαθήματα, ἃ καὶ πληρεστάτης ἤδη σαφηνείας ἔτυχεν, ἐν οἷς ὁ φιλοπονώτατος τῶν θείων γραφῶν ἐξηγητὴς ὑπεμνηματίσατο. Ψ. Ἀπὸ τοῦ Ἰώβ. Ζʹ. Ὁ Ἰώβ ἐστιν ὁ φάσκων περὶ τοῦ Κυρίου μετὰ καὶ ἑτέρων, Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης· καὶ πάλιν, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Ἐπεὶ τοίνυν οὐκ ἔχεται τῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ μεγαλονοίας τὸ ὑπολαμβάνειν αὐτὸν τὰ σύμπαντα πληροῦντα ἐπὶ θαλάσσῃ ης περιπατεῖν χωρούσης αὐτοῦ τὸ τοσοῦ? μέγεθος, λείπεται περὶ τοῦ Λόγου ταῦτα νοεῖν· οὗ τῇ δυνάμει, τύπος αὐτοῦ τυγχάνων, ὁ τοῦ Ναυὴ Ἰησοῦς εἶπεν τῷ ἡλίῳ καὶ ἔστη κατὰ Γαβαὼν, ἀλλὰ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὡσπερεὶ θείᾳ τινὶ προστάξει, ὁ ἥλιος ἐπὶ πᾶσαν ἐσκότασεν τὴν γῆν. Αὐτὸς δέ ἐστιν ὁ τανύσας τὸν οὐρανὸν, ὁ καὶ περιπατήσας ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης, ὁπηνίκα ἐνανθρωπήσας ἀπετέλει τὰ παράδοξα, καθὼς ἐν τοῖς εὐαγγελίοις ἱστόρηται. Εἰ δ' ὅλως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ κατὰ τοὺς τόπους ἀναφέροι, τὸ ἑξῆς ἂν εἴη μὴ μόνα ἅπερ ἐξεθέμεθα ῥητὰ εἰς αὐτὸν ἐκλαμβάνειν, ἀλλὰ καὶ πάντα τὰ ἐν τῇ περικοπῇ ὑπὸ τοῦ Ἰὼβ λεγόμενα· καὶ γὰρ καὶ τὸ μέγα κῆτος μόνος αὐτὸς ἐχειρώσατο, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, 108 καὶ τὸν μέγαν ὡς ἀληθῶς δράκοντα τὸν διάβολον καταργήσας, ὃς πάλαι μὲν τὰς τῶν ἀνθρώπων ψυχὰς κατέπινεν ἰσχύσας, δίκην τοῦ τὸν Ἰωνᾶν καταπεπωκότος κήτους, χειρωθεὶς δ' ὕστερον ὑπὸ τοῦ καταπαλαίσαντος αὐτὸν, προήγαγεν αὖθις οὓς πάλαι καταπεπώκει, ὁμοίως τῷ τὸν Ἰωνᾶν σῶον ἀποδεδωκότι θηρίῳ· πληρουμένης ἐν τούτῳ προφητείας φασκούσης, Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· ὃ καὶ λέγομεν διὰ τὸν τὸ λεγόμενον ἐνταῦθα μέγα κῆτος χειρωσάμενον Σωτῆρα καὶ Κύριον ἡμῶν. Ψ. Ἀπὸ τοῦ Ἰώβ. Ηʹ. Ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ τὰ τῆς ἑαυτοῦ προνοίας καὶ οἰκονομίας ἔργα διεξιών φησιν, καὶ συλλαβὼν γῆν πηλὸν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτῷ ἔθου ἐπὶ τῆς γῆς; Ἀφείλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συνέτριψας; Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Ταῦτα δέ φησιν ὁ Κύριος πρὸς τὸν Ἰὼβ περὶ ἑαυτοῦ, ὡς μηδενὸς ἑτέρου πλὴν αὐτοῦ μόνου δυναμένου τὰ τηλικαῦτα ἐνεργεῖν· τίς γάρ ἐστιν ὁ λαβὼν γῆν καὶ πλάσας ζῷον. ἢ ὁ Θεὸς ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἄνθρωπον; Ἅμα δὲ διδασκόμεθα ἐντεῦθεν, ὡς ἄρα ὁ πλάσας τὸν ἄνθρωπον αὐτός ἐστιν ὁ καὶ εἰς τὰ κατώτερα τῆς γῆς καταβὰς, καὶ εἰς τὴν λεγομένην καρδίαν αὐτῆς, ἥντινα νῦν ὑπολαμβάνω πηγὴν θαλάσσης 109 ὠνομάσθαι· ἔτι δὲ καὶ ὁ ἐν ἴχνεσιν θαλάσσης περιπατήσας, ᾧ μόνῳ μετὰ φόβου ἠνεώχθησαν αἱ τοῦ θανάτου πύλαι, καθ' ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, ὃν καὶ οἱ πυλωροὶ τοῦ Ἅιδου ἰδόντες ἔπτηξαν, ὁρῶντες τὸ νῖκος καὶ τὸ κέντρον, καὶ τὰς ὠδῖνας τοῦ θανάτου δι' αὐτοῦ καθαιρουμένας· τάχα δὲ τούτοις τοῖς πυλωροῖς τῶν ἐνθάδε λεγομένων πυλῶν τοῦ θανάτου ὑπό τινων θείων δυνάμεων ἐλέγετο κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Σωτῆρος ἡμῶν καταβάσεως τὸ, ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· αἰώνιοι δὲ εἴρηνται πύλαι, ὡς ὑπολαμβάνω, διὰ τὸ ἐξ αἰῶνος μηδενὶ ἄλλῳ αὐτὰς ἀνεῖσθαι ἢ τούτῳ μόνῳ τῷ καὶ τοὺς παλαί ποτε καταποθέντας ὑπὸ τοῦ θανάτου ῥυσαμένῳ καὶ ζωοποιήσαντι· περὶ οὗ ἐνθάδε μὲν εἴρηται τὸ, ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν· ἐν δὲ τῷ ρ ʹ ψαλμῷ τὸ, ὅτι συνέτριψε πύλας χαλκὰς, οὐκ ἄλλας οὔσας, ὡς οἶμαι, ἢ τὰς τοῦ θανάτου, καὶ μοχλοὺς σιδηροῦς συνέτριψεν· δῆλον δ' ὅτι τοὺς τῶν προειρημένων πυλῶν. Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἂν μηδενὶ ἑτέρῳ ἢ τῷ Χριστῷ ἁρμόζοντα εἰς αὐτὸν ἐξείληπται· αὐτὸς γάρ ἐστιν ᾧ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ, ὥστε αὐτὸν ἀφαιρεῖν μὲν ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συντρίβειν· εἰ δέ τις περὶ τοῦ τῶν ὅλων Θεοῦ οἰηθείη ταῦτα λέγεσθαι, ἐπιστησάτω εἰ εὐσεβές ἐστιν τὸν φάσκοντα, οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν 110 ποδῶν, τὸν ἐμπεριέχοντα τὰ πάντα Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τί φάσκειν ἠνεῶχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας; ἄρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τί καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ λαοῦ ἰδόντας αὐτὸν ἐπτηκέναι; Ἀλλ' οὐκ οἶμαι ταῦτα περὶ αὐτοῦ λέγεσθαι, δύναταί γε μὴν ἐφαρμόζειν εὐσεβῶς καὶ ἀβιάστως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐνανθρωπήσαντα, καὶ θάνατον ὑπομείναντα, ἀναστάντα τε ἐκ νεκρῶν μετὰ θείας δυνάμεως καὶ τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξουσίας. Τοῦ Ἰώβ. Θʹ. Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ' ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχη 111 ρῶν· λείπει τὰ ἀπὸ τῶν προφητικῶν γραφῶν ἀναλέξασθαι, καὶ πρῶτά γε τὰ ἀπὸ τῶν δώδεκα. Ψ. Ἀπὸ τοῦ Ὠσηέ. Ιʹ. Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ, καὶ ἔσομαι ὡς πάνθηρ, ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα ἃ περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν Διδύμου Φυσικῶν ταῦτα παραθετέον· Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστὶ κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ' ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ' Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ' ἂν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ' ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει. Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ' ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινα παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει.

Intertext edge

Open linked passage

Note