Supplementa minora ad quaestiones ad Marinum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Εὐσέβιος ἐν τοῖς πρὸς Μαρῖνον τοιάδε φησί· «Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενον, ἀλλ' ὅλον δι' ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνῃ τῇ τοῦ Θεοῦ θεραπείᾳ προσῳκειωμένον, καθ' ὑπερβολὴν ἔρωτος οὐρανίου. Οἱ γὰρ τόνδε μετιόντες τὸν τρόπον τεθνάναι δοκοῦντες, τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενηνεγμένοι, οἷά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων Θεῷ· οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσεβείας καὶ ψυχῆς διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ' ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ Θεῖον ἐξιλεούμενοι, τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν· καὶ ὁ μὲν ἐντελὴς καὶ πρῶτος τῆς κατὰ Χριστιανισμὸν πολιτείας τρόπος, τοιόσδε καθέστηκεν. Ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς, ἀνθρωπινώτερος, καὶ τῷ πρώτῳ λίαν ἀσύγκριτος· ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, καὶ στρατευομένους, καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας, καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς, μετὰ τοῦ θεοσεβοῦς φροντίζειν. Οἷς καὶ ἀσκήσεων καιροὶ, μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν.»
1.2.1
Τοῦτο τὸ προφητικὸν ῥητὸν Μαλαχίου ἐστὶν, οὐχ Ἡσαΐου· γραφέως τοίνυν ἐστὶ σφάλμα, ὥς φησιν Εὐσέβιος ὁ Καισαρείας ἐν τῷ Πρὸς Μαρῖνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας.
1.3.1
Οὐ γὰρ ἦν ἄξιός τις ἐν τῇ πόλει Ἰουδαίων, ὥς φησιν Εὐσέβιος κεφαλαίῳ
1.4.1
Πρὸς Μαρῖνον, τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, τὸν σταυρὸν βαστάσαι· ἀλλ' ὁ ἐξ ἀγροῦ, ὃς μηδὲν ἐπικεκοινώνηκε τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ.
1.5.1
Εὐσέβιος ὁ Καισαρεὺς, ὁ Παμφίλου προσαγορευόμενος, ἐν ταῖς πρὸς Μαρῖνον ἐπὶ τοῦ Σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως Ζητήσεσι καὶ ἐπιλύσεσι, καὶ ταῦτα προὔθηκεν εἰς ἐξέτασιν, τὸ τὸν μὲν θεῖον εὐαγγελιστὴν Μάρκον εἰπεῖν ὥραν εἶναι τρίτην καθ' ἣν ἐσταυρώθη Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν· τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ἕκτην ὥραν γράψαι προκαθεσθῆναι τὸν Πιλάτον ἐπὶ τοῦ βήματος ἐν τῷ λιθοστρώτῳ τῷ καλουμένῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν εἶναι τοῦτο σφάλμα, παροραθὲν παρὰ τῶν ἐξ ἀρχῆς ἀπογραψαμένων τὰ Εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοιχείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦ δὲ ἐπισήμου τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν ἐχόντων πρὸς ἀλλήλους τούτων τῶν χαρακτήρων, κατὰ πλάνην τὸ γάμμα στοιχεῖον τὸ τῆς τρίτης ὥρας δηλωτικὸν, κυρτωθείσης τῆς ἀποτεταμμένης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι σημασίαν, τοῦ τῆς ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγγελιστῶν, τοῦ τε Ματθαίου καὶ Μάρκου, καὶ τοῦ Λουκᾶ συμφώνως λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας, πρὸ τοῦ γενέσθαι τὸ σκότος, ἐσταύρωτο, δηλαδὴ κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε· καὶ τοῦ Ἰωάννου τὸν ὅμοιον τρόπον τὴν ὥραν τρίτην εἶναι ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων τὸ γάμμα μεταθέντων εἰς τὸ ἐπίσημον.
1.6.1
Ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ· ταύτην Εὐσέβιος ἐν τοῖς Πρὸς Μαρῖνον ἑτέραν λέγει Μαρίαν παρὰ τὴν θεασαμένην τὸν νεανίσκον· ἢ καὶ ἀμφότεραι ἐκ τῆς Μαγδαληνῆς ἦσαν.
1.7.1
Εὐσέβιός φησιν ὁ Καισαρείας, ὡς Μαρία μὲν ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου ἡτοίμασαν ἀρώματα· οὐκ αὐταὶ δέ εἰσιν αἱ πρωῒ ἐλθοῦσαι ἀνατείλαντος τοῦ ἡλίου, ἀλλ' ἄλλαι ἀνώνυμοι· πολλαὶ γὰρ ἦσαν αἱ συναναβᾶσαι τῷ Σωτῆρι ἀπὸ τῆς Γαλιλαίας· ὅθεν οὐδὲ νύκτα παραγίνονται, ἀλλὰ πρωῒ καὶ ἀκούσασαι ἀπαγγεῖλαι τοῖς μαθηταῖς καὶ τῷ Πέτρῳ, ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ· ὡς γὰρ μετὰ ἀνατολὴν ἡλίου ἐπιστᾶσαι οὐδὲ τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται· οὐδὲ οἷόν τε ἦν τὴν Μαγδαληνὴν μετὰ τοσαύτας θέας, ἡλίου ἀνατείλαντος, ἀπορεῖν καὶ ἀγνοεῖν τίς ἀποκυλίσει τὸν λίθον
1.8.1
Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Τρεῖς γοῦν τὰς πάσας Μαρίας τῷ πάθει τοῦ Χριστοῦ μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρώτην μὲν Θεοτόκον, δευτέραν δὲ τὴν ἀδελφὴν αὐτῆς Μαρίαν τὴν τοῦ Κλεωπᾶ, καὶ τρίτην τὴν Μαγδαληνήν· τινὲς δέ φασιν ἐξ αὐτῶν δύο εἶναι Μαγδαληνάς· μίαν μὲν, τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν, ταύτην δὲ εἶναι τὴν καὶ Μάρκῳ δηλουμένην, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· ὡς γὰρ οὔσης καὶ ἑτέρας, φησὶν, οὐ τοιαύτης Μαγδαληνῆς, ἑτήρησεν ὁ Μάρκος τοῦτο εἰπών· «Ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων ἐφάνη Μαρίᾳ πρῶτον τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.» Καὶ ταύτην ἴσως εἶναι τὴν ἀκούσασαν, Μή μου ἅπτου, ἀλλ' οὐ τὴν παρὰ τῷ Ματθαίῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ' οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή· εἰ δὲ μίαν καὶ τὴν αὐτὴν Μαγδαληνὴν φήσειέν τις, καὶ οὕτως ἀληθεύοι ἂν τὰ ἱερὰ Εὐαγγέλια, κατ' οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγονται μὴ ἁπτομένην πρότερον τοῦ Κυρίου, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν μετὰ τῆς ἄλλης Μαρίας ὑπ' αὐτοῦ κελεύεται· ἐπειδὴ γὰρ ὡς Θεὸν αὐτὸν προσεκύνησεν ἔσχατον, καὶ οὐχ ὡς ἄνθρωπον, ὡς πρότερον ὅτε ἔκλαιε καὶ ἠπίστει.
1.9.1
Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Περὶ δὲ τοῦ ἐπαπορεῖν πάλιν, πῶς παρὰ τῷ Ματθαίῳ εἰς τὴν Γαλιλαίαν ὦφθαι τὸν Κύριον τοῖς μαθηταῖς ἐν τῷ ὄρει, παρὰ δὲ τῷ Ἰωάννῃ παρὰ τὴν θάλασσαν τῆς Τιβεριάδος, ἐροῦμεν ὅτι οὐ μόνον ἅπαξ καὶ δὶς, ἀλλὰ καὶ πολλάκις ὦφθαι αὐτόν. Διὸ τετάρτην ὀπτασίαν οὐχ ἁμάρτοις τὴν παρὰ τῷ Ματθαίῳ φήσας εἶναι, ἣν οὐ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, οὐδὲ τοῖς ὀπτανομένοις, ἀλλ' ἐν τῷ ὄρει τοῖς ἕνδεκα πεποιῆσθαι ἀνέγραψεν ὁ Ματθαῖος, εἰπών· «Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ἰδόντες αὐτὸν προσεκύνησαν.» Καὶ μετὰ τοῦτο οὐκἂν σφαλείης εἰπὼν ὁμοῦ κατ' αὐτὸ συνηγμένοις αὐτοῖς τοῖς ἕνδεκα μαθηταῖς ἅμα καὶ τοῖς ἑβδομήκοντα ὦφθαι αὐτόν. Ὁ δὲ Ἀπόστολος καὶ ἔτι τούτων πλείοσιν ἑωρᾶσθαι τὸν Κύριον μετὰ τὴν ἀνάστασιν ἱστορεῖ, λέγων· «Ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.» Ὁρᾷς ὁσάκις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ κρυπταζομένοις διὰ τὸν φόβον τῶν Ἰουδαίων, καὶ πρό γε πάντων ἀνδρῶν Σίμωνι τῷ Πέτρῳ, γυναικῶν δὲ ταῖς ἀμφὶ τὴν Μαγδαληνήν· ὅθεν καὶ ὁ Λουκᾶς φησι· «Δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος καὶ συναυλιζόμενος αὐτοῖς, τὰ τῆς βασιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα.»
1.10.1
Εὐσεβίου ἐκ τοῦ πρὸς Μαρῖνον. Καὶ τὸ μὲν ὑπὸ Χριστοῦ ἐμπνευσθὲν Πνεῦμα ἅγιον τοῖς ἀποστόλοις, λυτικὸν καὶ συγχωρητικὸν ἦν πάσης ἁμαρτίας· τὸ δὲ ἐπηγγελμένον τὸ βαπτισθήσεσθαι αὐτοὺς ἐν ἁγίῳ Πνεύματι, καὶ μετασχεῖν δυνάμεως ἐνεργημάτων, ἐνεργητικῆς μὲν τῶν μελλόντων δι' αὐτῶν ἀποτελεῖσθαι θαυμάτων, ἐνστατικῆς δὲ καὶ καρτερικῆς τῶν μελλόντων αὐτοῖς ἐπανίστασθαι κινδύνων. Πρὸ γὰρ ταύτης τῆς δυνάμεως κηρύττειν αὐτοὺς τοῖς ἔθνεσιν οὐκ ἐβούλετο, ἀλλ' ἐκδέχεσθαι καὶ περιμένειν αὐτὴν ἐξ ὕψους μετασχεῖν. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος τὸ χάρισμα ἰδίως ἀφορίζων τῶν λοιπῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος ἐδίδασκε λέγων· «Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων.» Καὶ ἡ προφητεία φησί· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἧς δυνάμεως ὅτε μήπω μετεῖχον, ἠρνήσαντο αὐτὸν οἱ πάντες καὶ ἐσκανδαλίσθησαν κατὰ τὸν καιρὸν τοῦ πάθους· ὅτε δὲ μετέσχον αὐτῆς, πάντες ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις τε καὶ ὁμολογίαις διέπρεψαν· ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδοὺς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν λέγων, «Λάβετε Πνεῦμα ἅγιον.»
1.11.1
Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ οὕτως ἐξηγεῖται τὸ προτεθὲν, ὅτι διαιρέσεις χαρισμάτων εἰσὶ κατὰ τὸν Ἀπόστολον, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ πάλιν· ἑκάστῳ δίδοται ἡ φανέρωσις πρὸς τὸ συμφέρον· «Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲγένη γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ ἒν μὲν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Σαφῶς γὰρ διὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος, πολλὰς εἶναι παρέστησε δυνάμεις, διαφόρων πραγμάτων ἐνεργητικάς. Ὅρα τοίνυν μήπως ἐνταῦθα ἐξουσίαν τινὰ μερικὴν καὶ χάριν πνευματικὴν δέδωκεν αὐτοῖς· οὐχ ὥστε νεκροὺς ἐγείρειν, καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφιέναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. Διὸ καὶ συνάπτει λέγων, «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,» καὶ τὰ ἑξῆς· δεικνὺς ὅτι τοῦτο τὸ εἶδος τῶν πνευματικῶν χαρισμάτων αὐτοῖς ἐδωρήσατο. Μετὰ δὲ τὴν ἀνάληψιν αὐτὸ τὸ Πνεῦμα κατελθὸν, καὶ τῶν σημείων καὶ παντὸς ἑτέρου χαρίσματος τὰς δυνάμεις δὴ καὶ ἐνεργείας αὐτοῖς ἐχορήγησε. Διὰ τοῦτο ἐνταῦθα μὲν ἄνευ ἄρθρου εἶπε, «Λάβετε Πνεῦμα ἅγιον,» δηλῶν ὅτι μερικήν τινα τοῦ Πνεύματος ἐνέργειαν δίδωσιν αὐτοῖς· περὶ δὲ ἐκείνου φησί· «Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.»