Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hymn
HomerHymn 1 · textus-receptusMore by Homer
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/homer" aria-label="More works by Homer"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Εἲς Διώνυσον... οἳ μὲν γὰρ Δρακάνῳ σ᾽, οἳ δ᾽ Ἰκάρῳ ἠνεμοέσσῃφάσ᾽, οἳ δ᾽ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἳ δέ σ᾽ ἐπ᾽ Ἀλφειῷ ποταμῷ βαθυδινήεντικυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ: 5 ἄλλοι δ᾽ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι: σὲ δ᾽ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τεπολλὸν ἀπ᾽ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων, 10... καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ᾽ ἐνὶ νηοῖς. ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων: ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος15 κρατὸς ἀπ᾽ ἀθανάτοιο: μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον. ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς. ἵληθ᾽, εἰραφιῶτα, γυναιμανές: οἱ δέ σ᾽ ἀοιδοὶᾁδομεν ἀρχόμενοι λήγοντές τ᾽: οὐδέ πῃ ἔστισεῖ᾽ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς. 20 καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσ᾽ εἰραφιῶτα, σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.
1.2
Εἲς ΔημήτρανΔήμητρ᾽ ἠύκομον, σεμνὴν θεόν, ἄρχομ᾽ ἀείδειν, αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺςἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, 5 παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποιςἄνθεά τ᾽ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ᾽ ἴα καλὰλειμῶν᾽ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ᾽ ὑάκινθοννάρκισσόν θ᾽, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃΓαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, 10 θαυμαστὸν γανόωντα: σέβας τό γε πᾶσιν ἰδέσθαιἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις: τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει: κὦζ᾽ ἥδιστ᾽ ὀδμή, πᾶς τ᾽ οὐρανὸς εὐρὺς ὕπερθενγαῖά τε πᾶσ᾽ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. 15 ἣ δ᾽ ἄρα θαμβήσασ᾽ ὠρέξατο χερσὶν ἅμ᾽ ἄμφωκαλὸν ἄθυρμα λαβεῖν: χάνε δὲ χθὼν εὐρυάγυιαΝύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμωνἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. ἁρπάξας δ᾽ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν20 ἦγ᾽ ὀλοφυρομένην: ἰάχησε δ᾽ ἄρ᾽ ὄρθια φωνῇ, κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπωνἤκουσεν φωνῆς, οὐδ᾽ ἀγλαόκαρποι ἐλαῖαι† εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα25 ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, κούρης κεκλομένης πατέρα Κρονίδην: ὃ δὲ νόσφινἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. 30 τὴν δ᾽ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσιπατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόενταλεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα35 αὐγάς τ᾽ ἠελίου, ἔτι δ᾽ ἤλπετο μητέρα κεδνὴνὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ:... ἤχησαν δ᾽ ὀρέων κορυφαὶ καὶ βένθεα πόντουφωνῇ ὑπ᾽ ἀθανάτῃ: τῆς δ᾽ ἔκλυε πότνια μήτηρ. 40 ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταιςἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, κυάνεον δὲ κάλυμμα κατ᾽ ἀμφοτέρων βάλετ᾽ ὤμων, σεύατο δ᾽ ὥστ᾽ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴνμαιομένη: τῇ δ᾽ οὔτις ἐτήτυμα μυθήσασθαι45 ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, οὔτ᾽ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼστρωφᾶτ᾽ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, οὐδέ ποτ᾽ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο50 πάσσατ᾽ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. ἀλλ᾽ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσακαί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε: πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, 55 τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπωνἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν; φωνῆς γὰρ ἤκουσ᾽, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, ὅστις ἔην: σοὶ δ᾽ ὦκα λέγω νημερτέα πάντα. ὣς ἄρ᾽ ἔφη Ἑκάτη: τὴν δ᾽ οὐκ ἠμείβετο μύθῳ60 Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλ᾽ ὦκα σὺν αὐτῇἤιξ᾽ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα. Ἠέλιον δ᾽ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, στὰν δ᾽ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων: ἠέλι᾽, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ65 ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα: κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, τῆς ἀδινὴν ὄπ᾽ ἄκουσα δι᾽ αἰθέρος ἀτρυγέτοιοὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν. ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον70 αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃοἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων. ὣς φάτο: τὴν δ᾽ Ὑπεριονίδης ἠμείβετο μύθῳ: 75 Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, εἰδήσεις: δὴ γὰρ μέγα σ᾽ ἅζομαι ἠδ᾽ ἐλεαίρωἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ: οὐδέ τις ἄλλοςαἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, ὅς μιν ἔδωκ᾽ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν80 αὐτοκασιγνήτῳ: ὃ δ᾽ ὑπὸ ζόφον ἠερόενταἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. ἀλλά, θεά, κατάπαυε μέγαν γόον: οὐδέ τί σε χρὴμὰψ αὔτως ἄπλητον ἔχειν χόλον: οὔ τοι ἀεικὴςγαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, 85 αὐτοκασίγνητος καὶ ὁμόσπορος: ἀμφὶ δὲ τιμὴνἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο: τοὶ δ᾽ ὑπ᾽ ὀμοκλῆςῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ᾽ οἰωνοί. 90 Τὴν δ᾽ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν: χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνινοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπονᾤχετ᾽ ἐπ᾽ ἀνθρώπων πόλιας καὶ πίονα ἔργαεἶδος ἀμαλδύνουσα πολὺν χρόνον: οὐδέ τις ἀνδρῶν95 εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, πρίν γ᾽ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, ὃς τότ᾽ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. ἕζετο δ᾽ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, 100 ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιοεἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήωνπαίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. 105 τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρεςἐρχόμεναι μεθ᾽ ὕδωρ εὐήρυτον, ὄφρα φέροιενκάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ᾽ ἐρόεσσα110 Καλλιθόη θ᾽, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν: οὐδ᾽ ἔγνον: χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι. ἀγχοῦ δ᾽ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων: τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων; τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι115 πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντατηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ. ὣς ἔφαν: ἣ δ᾽ ἐπέεσσιν ἀμείβετο πότνα θεάων: τέκνα φίλ᾽, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, 120 χαίρετ᾽: ἐγὼ δ᾽ ὑμῖν μυθήσομαι: οὔ τοι ἀεικὲςὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. Δωσὼ ἐμοί γ᾽ ὄνομ᾽ ἐστί: τὸ γὰρ θέτο πότνια μήτηρ. νῦν αὖτε Κρήτηθεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσηςἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ᾽ ἀέκουσαν ἀνάγκῃ125 ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτανηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκεςἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, δεῖπνόν τ᾽ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός: ἀλλ᾽ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός: 130 λάθρη δ᾽ ὁρμηθεῖσα δι᾽ ἠπείροιο μελαίνηςφεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή μεἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. οὕτω δεῦρ᾽ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, ἥ τις δὴ γαῖ᾽ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. 135 ἀλλ᾽ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ᾽ ἔχοντεςδοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, ὡς ἐθέλουσι τοκῆες: ἐμὲ δ᾽ αὖτ᾽ οἰκτείρατε, κοῦραι.[ τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,] προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ᾽ ἵκωμαιἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι140 πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται: καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσακαλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμικαί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτωνδεσπόσυνον καί κ᾽ ἔργα διδασκήσαιμι γυναῖκας. 145 φῆ ῥα θεά: τὴν δ᾽ αὐτίκ᾽ ἀμείβετο παρθένος ἀδμής, Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη: μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃτέτλαμεν ἄνθρωποι: δὴ γὰρ πολὺ φέρτεροί εἰσι. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ᾽ ὀνομήνω150 ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆςδήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληοςεἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν: ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλουἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο155 καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι: τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴνεἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, ἀλλά σε δέξονται: δὴ γὰρ θεοείκελός ἐσσι. 160 εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸςἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃεἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ᾽ ἀνώγῃἡμέτερόνδ᾽ ἰέναι μηδ᾽ ἄλλων δώματ᾽ ἐρευνᾶν. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ165 ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. εἰ τόν γ᾽ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράωνζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. ὣς ἔφαθ᾽: ἣ δ᾽ ἐπένευσε καρήατι: ταὶ δὲ φαεινὰ170 πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ᾽ ὦκαἐλθούσας ἐκέλευε καλεῖν ἐπ᾽ ἀπείρονι μισθῷ. αἳ δ᾽ ὥστ᾽ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ175 ἅλλοντ᾽ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντωνἤιξαν κοίλην κατ᾽ ἀμαξιτόν: ἀμφὶ δὲ χαῖταιὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. τέτμον δ᾽ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ180 κάλλιπον: αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸςἡγεῦνθ᾽: ἣ δ᾽ ἄρ᾽ ὄπισθε φίλον τετιημένη ἦτορστεῖχε κατὰ κρῆθεν κεκαλυμμένη: ἀμφὶ δὲ πέπλοςκυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. αἶψα δὲ δώμαθ᾽ ἵκοντο διοτρεφέος Κελεοῖο, 185 βὰν δὲ δι᾽ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖοπαῖδ᾽ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος: αἳ δὲ πὰρ αὐτὴνἔδραμον: ἣ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρουκῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. 190 τὴν δ᾽ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν: εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. ἀλλ᾽ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, ἀλλ᾽ ἀκέουσ᾽ ἀνέμιμνε κατ᾽ ὄμματα καλὰ βαλοῦσα, 195 πρίν γ᾽ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν᾽ εἰδυῖαπηκτὸν ἕδος, καθύπερθε δ᾽ ἐπ᾽ ἀργύφεον βάλε κῶας. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην: δηρὸν δ᾽ ἄφθογγος τετιημένη ἧστ᾽ ἐπὶ δίφρου, οὐδέ τιν᾽ οὔτ᾽ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, 200 ἀλλ᾽ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτοςἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, πρίν γ᾽ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν᾽ εἰδυῖαπολλὰ παρασκώπτουσ᾽ ἐτρέψατο πότνιαν ἁγνήν, μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν: 205 ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνουπλήσασ᾽: ἣ δ᾽ ἀνένευσ᾽: οὐ γὰρ θεμιτόν οἱ ἔφασκεπίνειν οἶνον ἐρυθρόν: ἄνωγε δ᾽ ἄρ᾽ ἄλφι καὶ ὕδωρδοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. 210 ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε: δεξαμένη δ᾽ ὁσίης ἕνεκεν πολυπότνια Δηώ... τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα: χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ᾽ ἔολπα τοκήωνἔμμεναι, ἀλλ᾽ ἀγαθῶν: ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς215 καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃτέτλαμεν ἄνθρωποι: ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. νῦν δ᾽, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ᾽ ἐμοί περ. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον220 ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράωνζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην. τὴν δ᾽ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ: 225 καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν: παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις, θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνηςοὔτ᾽ ἄρ᾽ ἐπηλυσίη δηλήσεται οὔθ᾽ ὑποτάμνον: οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, 230 οἶδα δ᾽ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳχείρεσσ᾽ ἀθανάτῃσι: γεγήθει δὲ φρένα μήτηρ. ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸνΔημοφόωνθ᾽, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, 235 ἔτρεφεν ἐν μεγάροις: ὃ δ᾽ ἀέξετο δαίμονι ἶσος, οὔτ᾽ οὖν σῖτον ἔδων, οὐ θησάμενος[ γάλα μητρὸςἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρχρίεσκ᾽ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶταἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα: νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν240 λάθρα φίλων γονέων: τοῖς δὲ μέγα θαῦμ᾽ ἐτέτυκτο, ὡς προθαλὴς τελέθεσκε: θεοῖσι γὰρ ἄντα ἐῴκει. καί κέν μιν ποίησεν ἀγήρων τ᾽ ἀθάνατόν τε, εἰ μὴ ἄρ᾽ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρανύκτ᾽ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο245 σκέψατο: κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼδείσασ᾽ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷκαί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα: τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷκρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν. 250 ὣς φάτ᾽ ὀδυρομένη: τῆς δ᾽ ἄιε δῖα θεάων. τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρπαῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε, χείρεσσ᾽ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε, ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ᾽ αἰνῶς, 255 καί ῥ᾽ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν: νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ᾽ ἀγαθοῖοαἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο: καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης. ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ, 260 ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάνταπαῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν: νῦν δ᾽ οὐκ ἔσθ᾽ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι: τιμὴ δ᾽ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνωνἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν. 265 ὥρῃσιν δ᾽ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶνπαῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴναἰὲν ἐν ἀλλήλοισιν συνάξουσ᾽ ἤματα πάντα. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστονἀθανάτοις θνητοῖς τ᾽ ὄνεαρ καὶ χάρμα τέτυκται. 270 ἀλλ᾽ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ᾽ αὐτῷτευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχοςΚαλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. ὄργια δ᾽ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειταεὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε. 275 ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψεγῆρας ἀπωσαμένη: περί τ᾽ ἀμφί τε κάλλος ἄητο: ὀδμὴ δ᾽ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλωνσκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιολάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, 280 αὐγῆς δ᾽ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς: βῆ δὲ διὲκ μεγάρων: τῆς δ᾽ αὐτίκα γούνατ᾽ ἔλυντο, δηρὸν δ᾽ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸςμνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, 285 κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ εὐστρώτων λεχέων θόρον: ἣ μὲν ἔπειταπαῖδ᾽ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ: ἣ δ᾽ ἄρα πῦρ ἀνέκαι᾽: ἣ δ᾽ ἔσσυτο πόσσ᾽ ἁπαλοῖσιμητέρ᾽ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα290 ἀμφαγαπαζόμεναι: τοῦ δ᾽ οὐ μειλίσσετο θυμός: χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντοδείματι παλλόμεναι, ἅμα δ᾽ ἠοῖ φαινομένηφινεὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, 295 ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. αὐτὰρ ὅ γ᾽ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸνἤνωγ᾽ ἠυκόμῳ Δημήτερι πίονα νηὸνποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. οἳ δὲ μάλ᾽ αἶψ᾽ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, 300 τεῦχον δ᾽, ὡς ἐπέτελλ᾽. ὃ δ᾽ ἀέξετο δαίμονι ἶσος. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, βάν ῥ᾽ ἴμεν οἴκαδ᾽ ἕκαστος: ἀτὰρ ξανθὴ Δημήτηρἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντωνμίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. 305 αἰνότατον δ᾽ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειρανποίησ᾽ ἀνθρώποις καὶ κύντατον: οὐδέ τι γαῖασπέρμ᾽ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ: πολλὰ δὲ καμπύλ᾽ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις: πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ: 310 καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπωνλιμοῦ ὑπ᾽ ἀργαλέης, γεράων τ᾽ ἐρικυδέα τιμὴνκαὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ᾽ ἔχοντας, εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ᾽ ἐφράσσατο θυμῷ. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι315 Δήμητρ᾽ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. ὣς ἔφαθ᾽: ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνιπείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, εὗρεν δ᾽ ἐν νηῷ Δημήτερα κυανόπεπλον320 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα: Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼςἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. ἄλλ᾽ ἴθι, μηδ᾽ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω. ὣς φάτο λισσομένη: τῇ δ᾽ οὐκ ἐπεπείθετο θυμός. 325 αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόνταςπάντας ἐπιπροΐαλλεν: ἀμοιβηδὶς δὲ κιόντεςκίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρατιμάς θ᾽,† ἅς κ᾽ ἐθέλοιτο† μετ᾽ ἀθανάτοισιν ἑλέσθαι. ἀλλ᾽ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα330 θυμῷ χωομένης: στερεῶς δ᾽ ἠναίνετο μύθους. οὐ μὲν γάρ ποτ᾽ ἔφασκε θυώδεος Οὐλύμποιοπρίν γ᾽ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην. αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, 335 εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, ὄφρ᾽ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσινἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντοςἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. 340 Ἑρμῆς δ᾽ οὐκ ἀπίθησεν, ἄφαρ δ᾽ ὑπὸ κεύθεα γαίηςἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι, πόλλ᾽ ἀεκαζομένῃ μητρὸς πόθῳ: ἣ δ᾽ ἀποτηλοῦ345 ἔργοις θεῶν μακάρων[ δεινὴν] μητίσετο βουλήν. ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης: Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειανἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ350 ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆςἀθανάτοις λήξειεν: ἐπεὶ μέγα μήδεται ἔργον, φθῖσαι φῦλ᾽ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, σπέρμ᾽ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰςἀθανάτων: ἣ δ᾽ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι355 μίσγεται, ἀλλ᾽ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα. ὣς φάτο: μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺςὀφρύσιν, οὐδ᾽ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς: ἐσσυμένως δ᾽ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ: 360 ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλονἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων: οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ᾽ ἀκοίτης, αὐτοκασίγνητος πατρὸς Διός: ἔνθα δ᾽ ἐοῦσα365 δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, τιμὰς δὲ σχήσησθα μετ᾽ ἀθανάτοισι μεγίστας. τῶν δ᾽ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνταιεὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες. 370 ὣς φάτο: γήθησεν δὲ περίφρων Περσεφόνεια, καρπαλίμως δ᾽ ἀνόρουσ᾽ ὑπὸ χάρματος: αὐτὰρ ὅ γ᾽ αὐτὸςῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντααὖθι παρ᾽ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. 375 ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφινἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς. ἣ δ᾽ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντηςἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσισεῦε διὲκ μεγάρων: τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην. 380 ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν: οὐδὲ θάλασσαοὔθ᾽ ὕδωρ ποταμῶν οὔτ᾽ ἄγκεα ποιήενταἵππων ἀθανάτων οὔτ᾽ ἄκριες ἔσχεθον ὁρμήν, ἀλλ᾽ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες. στῆσε δ᾽ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ, 385 νηοῖο προπάροιθε θυώδεος: ἣ δὲ ἰδοῦσαἤιξ᾽, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ. Περσεφόνη δ᾽ ἑτέρ[ ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ] μητρὸς ἑῆς κατ᾽[ ἄρ᾽ ἥ γ᾽ ὄχεα προλιποῦσα καὶ ἵππους] ἆλτο θέει[ ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα:] 390 τῇ δὲ[ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ] α[ ἶψα δόλον θυμός τιν᾽ ὀίσατο, τρέσσε δ᾽ ἄρ᾽ αἰνῶς] παυομ[ ένη φιλότητος, ἄφαρ δ᾽ ἐρεείνετο μύθῳ:] τέκνον, μή ῥά τι μοι σ[ ύ γε πάσσαο νέρθεν ἐοῦσα] βρώμης; ἐξαύδα, μ[ ὴ κεῦθ᾽, ἵνα εἴδομεν ἄμφω:] 395 ὣς μὲν γάρ κεν ἐοῦσα π[ αρὰ στυγεροῦ Ἀίδαο] καὶ παρ᾽ ἐμοὶ καὶ πατρὶ κελ[ αινεφέϊ Κρονίωνι] ναιετάοις πάντεσσι τετιμ[ ένη ἀθανάτοι] σιν. εἰ δ᾽ ἐπάσω, πάλιν αὖτις ἰοῦσ᾽ ὑπ[ ὸ κεύθεσι γαίης] οἰκήσεις ὡρέων τρίτατον μέρ[ ος εἰς ἐνιαυτόν,] 400 τὰς δὲ δύω παρ᾽ ἐμοί τε καὶ[ ἄλλοις ἀθανά] τοισιν. ὁππότε δ᾽ ἄνθεσι γαῖ᾽ εὐώδε[ σιν] εἰαρινο[ ῖσι] παντοδαποῖς θάλλῃ, τόθ᾽ ὑπὸ ζόφου ἠερόεντοςαὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ᾽ ἀνθρώποις.[ εἶπε δὲ πῶς σ᾽ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα] καὶ τίνι σ᾽ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων; 405 τὴν δ᾽ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα: τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα: εὖτέ μοι Ἑρμῆς ἦλθ᾽ ἐριούνιος ἄγγελος ὠκὺςπὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων, ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα410 λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, αὐτίκ᾽ ἐγὼν ἀνόρουσ᾽ ὑπὸ χάρματος: αὐτὰρ ὃ λάθρῃἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ᾽ ἐδωδήν, ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι. ὡς δέ μ᾽ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν415 ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις. ἡμεῖς μὲν μάλα πᾶσαι ἀν᾽ ἱμερτὸν λειμῶνα, Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθηκαὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε420 Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπιςΧρυσηίς τ᾽ Ἰάνειρά τ᾽ Ἀκάστη τ᾽ Ἀδμήτη τεκαὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼκαὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ᾽ ἐρατεινὴΠαλλάς τ᾽ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα, 425 παίζομεν ἠδ᾽ ἄνθεα δρέπομεν χείρεσσ᾽ ἐρόεντα, μίγδα κρόκον τ᾽ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ᾽ ὑάκινθονκαὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, νάρκισσόν θ᾽, ὃν ἔφυσ᾽ ὥς περ κρόκον εὐρεῖα χθών. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι: γαῖα δ᾽ ἔνερθε430 χώρησεν: τῇ δ᾽ ἔκθορ᾽ ἄναξ κρατερὸς Πολυδέγμων: βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισιπόλλ᾽ ἀεκαζομένην: ἐβόησα δ᾽ ἄρ᾽ ὄρθια φωνῇ. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ᾽ ἀγορεύω. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι435 πολλὰ μάλ᾽ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινονἀμφαγαπαζόμεναι: ἀχέων δ᾽ ἀπεπαύετο θυμός. γηθοσύνας δ᾽ ἐδέχοντο παρ᾽ ἀλλήλων ἔδιδόν τε. τῇσιν δ᾽ ἐγγύθεν ἦλθ᾽ Ἑκάτη λιπαροκρήδεμνος: πολλὰ δ᾽ ἄρ᾽ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν: 440 ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ᾽ ἄνασσα. ταῖς δὲ μέτ᾽ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα ΖεὺςῬείην ἠύκομον, Δημήτερα κυανόπεπλονἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰςδωσέμεν, ἅς κεν ἕλοιτο μετ᾽ ἀθανάτοισι θεοῖσι: 445 νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιοτὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν. ὣς ἔφατ᾽: οὐδ᾽ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων. ἐσσυμένως δ᾽ ἤιξε κατ᾽ Οὐλύμποιο καρήνων, 450 ἐς δ᾽ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρηςτὸ πρίν, ἀτὰρ τότε γ᾽ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλονἑστήκει πανάφυλλον: ἔκευθε δ᾽ ἄρα κρῖ λευκὸνμήδεσι Δήμητρος καλλισφύρου: αὐτὰρ ἔπειταμέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν455 ἦρος ἀεξομένοιο, πέδῳ δ᾽ ἄρα πίονες ὄγμοιβρισέμεν ἀσταχύων, τὰ δ᾽ ἐν ἐλλεδανοῖσι δεδέσθαι. ἔνθ᾽ ἐπέβη πρώτιστον ἀπ᾽ αἰθέρος ἀτρυγέτοιο: ἀσπασίως δ᾽ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ. τὴν δ᾽ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος: 460 δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺςἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς[ δωσέμεν, ἅς κ᾽ ἐθέλῃσθα] μετ᾽ ἀθανάτοισι θεοῖσι.[ νεῦσε δέ σοι κούρην ἔτεος π] εριτελλομένοιο[ τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ] ερόεντα, 465[ τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.[ ὣς ἄρ᾽ ἔφη τελέ] εσθαι: ἑῷ δ᾽ ἐπένευσε κάρητι.[ ἀλλ᾽ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίηνἀ[ ζηχὲς μεν] έαινε κελαινεφέι Κρονίωνι. α[ ἶψα δὲ κα] ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν. 470 ὣς ἔφατ᾽. οὐδ᾽ ἀπίθησεν ἐυστέφανος Δημήτηρ: αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων: πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼνἔβρισ᾽: ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσιδεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ475 Εὐμόλπου τε βίῃ Κελεῷ θ᾽ ἡγήτορι λαῶνδρησμοσύνην θ᾽ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι, Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖσεμνά, τά τ᾽ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαιοὔτ᾽ ἀχέειν: μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν. 480 ὄλβιος, ὃς τάδ᾽ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων: ὃς δ᾽ ἀτελὴς ἱερῶν ὅς τ᾽ ἄμμορος, οὔποθ᾽ ὁμοίωναἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι. αὐτὰρ ἐπειδὴ πάνθ᾽ ὑπεθήκατο δῖα θεάων, βάν ῥ᾽ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων. 485 ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳσεμναί τ᾽ αἰδοῖαι τε: μέγ᾽ ὄλβιος, ὅν τιν᾽ ἐκεῖναιπροφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων: αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμαΠλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν. 490 ἀλλ᾽ ἄγ᾽ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσακαὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα, πότνια, ἀγλαόδωρ᾽, ὡρηφόρε, Δηοῖ ἄνασσα, αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια: πρόφρονες ἀντ᾽ ᾠδῆς βίοτον θυμήρε᾽ ὄπαζε. 495 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.3
Εἲς Ἀπόλλωνα[ Δήλιον] μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο, ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα: καί ῥά τ᾽ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιοπάντες ἀφ᾽ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει. 5 Λητὼ δ᾽ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, ἥ ῥα βιόν τ᾽ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην, καί οἱ ἀπ᾽ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσατόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖοπασσάλου ἐκ χρυσέου: τὸν δ᾽ ἐς θρόνον εἷσεν ἄγουσα. 10 τῷ δ᾽ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳδεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοιἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε. χαῖρε, μάκαιρ᾽ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, 15 Ἀπόλλωνά τ᾽ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, ἀγχοτάτω φοίνικος, ἐπ᾽ Ἰνωποῖο ῥεέθροις. πῶς τ᾽ ἄρ σ᾽ ὑμνήσω πάντως εὔυμνον ἐόντα; 20 πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ᾽ ἀοιδῆς, ἠμὲν ἀν᾽ ἤπειρον πορτιτρόφον ἠδ᾽ ἀνὰ νήσους: πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροιὑψηλῶν ὀρέων ποταμοί θ᾽ ἅλαδε προρέοντεςἀκταί τ᾽ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης. 25 ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸνἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις. 30 ὅσσους Κρήτη τ᾽ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶννῆσός τ᾽ Αἰγίνη ναυσικλειτή τ᾽ Εὔβοια, Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη ΠεπάρηθοςΘρηίκιός τ᾽ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηναΘρηικίη τε Σάμος Ἴδης τ᾽ ὄρεα σκιόεντα, 35 Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, Ἴμβρος τ᾽ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσαΛέσβος τ᾽ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα40 καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺκαὶ Σάμος ὑδρηλὴ Μυκάλης τ᾽ αἰπεινὰ κάρηναΜίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσαΝάξος τ᾽ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα, 45 τόσσον ἔπ᾽ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι. αἳ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτληΦοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα: πρίν γ᾽ ὅτε δή ῥ᾽ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ50 καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα: δῆλ᾽, εἰ γάρ κ᾽ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο, Φοίβου Ἀπόλλωνος, θέσθαι τ᾽ ἔνι πίονα νηόν,— ἄλλος δ᾽ οὔτις σεῖό ποθ᾽ ἅψεται, οὐδέ σε λήσει: οὐδ᾽ εὔβων σέ γ᾽ ἔσεσθαι ὀίομαι οὔτ᾽ εὔμηλον, 55 οὐδὲ τρύγην οἴσεις οὔτ᾽ ἂρ φυτὰ μυρία φύσεις. εἰ δέ κ᾽ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα, ἄνθρωποί τοι πάντες ἀγινήσουσ᾽ ἑκατόμβαςἐνθάδ᾽ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶδημοῦ ἀναΐξει βοσκήσεις θ᾽ οἵ κέ σ᾽ ἔχωσι60 χειρὸς ἀπ᾽ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ᾽ οὖδας. ὣς φάτο: χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα: Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο, ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτοςδεξαίμην: αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς65 ἀνδράσιν: ὧδε δέ κεν περιτιμήεσσα γενοίμην. ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω: λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωναἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισικαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. 70 τῷ ῥ᾽ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν, μή, ὁπότ᾽ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο, νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι, ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν, ἔνθ᾽ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ75 κλύσσει: ὃ δ᾽ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ, τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα: πουλύποδες δ᾽ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναιοἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν. ἀλλ᾽ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι, 80 ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸνἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα[ 1τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα] 1πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται. ὣς ἄρ ἔφη: Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε: ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν85 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστοςὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν: ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶβωμὸς καὶ τέμενος, τίσει δέ σέ γ᾽ ἔξοχα πάντων. αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, 90 Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος: Λητὼ δ᾽ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοιςὠδίνεσσι πέπαρτο. θεαὶ δ᾽ ἔσαν ἔνδοθι πᾶσαι, ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τεἸχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη95 ἄλλαι τ᾽ ἀθάναται νόσφιν λευκωλένου Ἥρης: ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο: μούνη δ᾽ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια: ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν, Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε100 ζηλοσύνῃ, ὅτ᾽ ἄρ᾽ υἱὸν ἀμύμονά τε κρατερόν τεΛητὼ τέξεσθαι καλλιπλόκαμος τότ᾽ ἔμελλεν. αἳ δ᾽ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον, χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν: 105 νόσφιν δ᾽ ἤνωγον καλέειν λευκωλένου Ἥρης, νή μιν ἔπειτ᾽ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν. αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις, βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ. αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, 110 αὐτίκ᾽ ἄρ᾽ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζεἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, πάντα μάλ᾽, ὡς ἐπέτελλον Ὀλύμπια δώματ᾽ ἔχουσαι. τῇ δ᾽ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι: βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ᾽ ὁμοῖαι. 115 εὖτ᾽ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι. ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ᾽ ἔρεισελειμῶνι μαλακῷ: μείδησε δὲ γαῖ᾽ ὑπένερθεν: ἐκ δ᾽ ἔθορε πρὸ φόωσδε: θεαὶ δ᾽ ὀλόλυξαν ἅπασαι. 120 ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ᾽ ἐν φάρεϊ λευκῷ, λεπτῷ, νηγατέῳ: περὶ δὲ χρύσεον στρόφον ἧκαν. οὐδ᾽ ἄρ᾽ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ, ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν125 ἀθανάτῃσιν χερσὶν ἐπήρξατο: χαῖρε δὲ Λητώ, οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν. αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ, οὔ σέ γ᾽ ἔπειτ᾽ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα, οὐδ᾽ ἔτι δέσματ᾽ ἔρυκε, λύοντο δὲ πείρατα πάντα. 130 αὐτίκα δ᾽ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων:‘ εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα, χρήσω δ᾽ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.’ ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείηςΦοῖβος ἀκερσεκόμης, ἑκατηβόλος: αἳ δ᾽ ἄρα πᾶσαι135 θάμβεον ἀθάναται: χρυσῷ δ᾽ ἄρα Δῆλος ἅπασα[ βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην, γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαινήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.] ἤνθησ᾽, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης. 140 αὐτὸς δ᾽, ἀργυρότοξε, ἄναξ ἑκατηβόλ᾽ Ἄπολλον, ἄλλοτε μέν τ᾽ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος, ἄλλοτε δ᾽ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες. πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα: πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι145 ὑψηλῶν ὀρέων ποταμοί θ᾽ ἅλαδε προρέοντες: ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ᾽ ἐπιτέρπεαι ἦτορ, ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονταιαὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν. οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ150 μνησάμενοι τέρπουσιν, ὅτ᾽ ἄν στήσωνται ἀγῶνα. φαίη κ᾽ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί, ὃς τόθ᾽ ὑπαντιάσει᾽, ὅτ᾽ Ἰάονες ἀθρόοι εἶεν: πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸνἄνδρας τ᾽ εἰσορόων καλλιζώνους τε γυναῖκας155 νῆάς τ᾽ ὠκείας ἠδ᾽ αὐτῶν κτήματα πολλά. πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ᾽ ὀλεῖται, κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι: αἵ τ᾽ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων᾽ ὑμνήσωσιν, αὖτις δ᾽ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν, 160 μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶνὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ᾽ ἀνθρώπων. πάντων δ᾽ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺνμιμεῖσθ᾽ ἴσασιν: φαίη δέ κεν αὐτὸς ἕκαστοςφθέγγεσθ᾽: οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή. 165 ἀλλ᾽ ἄγεθ᾽ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδιξύν, χαίρετε δ᾽ ὑμεῖς πᾶσαι: ἐμεῖο δὲ καὶ μετόπισθενμνήσασθ᾽, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπωνἐθάδ᾽ ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών: ὦ κοῦραι, τίς δ᾽ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν170 ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα; ὑμεῖς δ᾽ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως: τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃτοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί. ἡμεῖς δ᾽ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ᾽ αἶαν175 ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας: οἳ δ᾽ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν. αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωναὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.[ Εἲς Ἀπόλλωνα Πύθιον] ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν180 καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν, αὐτὸς δ᾽ αὖ Δήλοιο περικλύστοιο μέγ᾽ ἀνάσσεις. εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸςφόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, ἄμβροτα εἵματ᾽ ἔχων τεθυωμένα: τοῖο δὲ φόρμιγξ185 χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα, εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων. αὐτίκα δ᾽ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή: Μοῦσαι μέν θ᾽ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ190 ὑμνεῦσίν ῥα θεῶν δῶρ᾽ ἄμβροτα ἠδ᾽ ἀνθρώπωντλημοσύνας, ὅσ᾽ ἔχοντες ὑπ᾽ ἀθανάτοισι θεοῖσιζώουσ᾽ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανταιεὑρέμεναι θανάτοιό τ᾽ ἄκος καὶ γήραος ἄλκαρ: αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι195 Ἁρμονίη θ᾽ Ἥβη τε Διὸς θυγάτηρ τ᾽ Ἀφροδίτηὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι: τῇσι μὲν οὔτ᾽ αἰσχρὴ μεταμέλπεται οὔτ᾽ ἐλάχεια, ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. 200 ἐν δ᾽ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντηςπαίζουσ᾽: αὐτὰρ ὁ Φοῖβος Α᾽ πόλλων ἐγκιθαρίζεικαλὰ καὶ ὕψι βιβάς: αἴγλη δέ μιν ἀμφιφαείνειμαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. οἳ δ᾽ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες205 Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺςυἷα φίλον παίζοντα μετ᾽ ἀθανάτοισι θεοῖσι. πῶς τ᾽ ἄρ σ᾽ ὑμνήσω πάντως εὔυμνον ἐόντα; ἠέ σ᾽ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι, ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην210 Ἴσχυ᾽ ἅμ᾽ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμ᾽ Ἐρευθεῖ; ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι... πεζός, ὃ δ᾽ ἵπποισιν: οὐ μὴν Τρίοπός γ᾽ ἐνέλειπεν. ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι215 ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ᾽ Ἄπολλον; Πιερίην μὲν πρῶτον ἀπ᾽ Οὐλύμποιο κατῆλθες: Λέκτον τ᾽ ἠμαθοέντα παρέστιχες ἠδ᾽ Ἐνιῆναςκαὶ διὰ Περραιβούς: τάχα δ᾽ εἰς Ἰαωλκὸν ἵκανες, Κηναίου τ᾽ ἐπέβης ναυσικλειτῆς Εὐβοίης. 220 στῆς δ᾽ ἐπὶ Ληλάντῳ πεδίῳ: τό τοι οὐχ ἅδε θυμῷτεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. ἔνθεν δ᾽ Εὔριπον διαβάς, ἑκατηβόλ᾽ Ἄπολλον, βῆς ἄν᾽ ὄρος ζάθεον, χλωρόν: τάχα δ᾽ ἷξες ἀπ᾽ αὐτοῦἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην. 225 Θήβης δ᾽ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ: οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ, οὐδ᾽ ἄρα πω τότε γ᾽ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοιΘήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ᾽ ἔχεν ὕλη. ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον, 230 Ὀγχηστὸν δ᾽ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος: ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περἕλκων ἅρματα καλά: χαμαὶ δ᾽ ἐλατὴρ ἀγαθός περἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται: οἳ δὲ τέως μὲνκείν᾽ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες. 235 εἰ δέ κεν ἅρματ᾽ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν: ὣς γὰρ τὰ πρώτισθ᾽ ὁσίη γένεθ᾽: οἳ δὲ ἄνακτιεὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει. ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον: 240 Κηφισσὸν δ᾽ ἄρ᾽ ἔπειτα κιχήσαο καλλιρέεθρον, ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ. τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργονἔνθεν ἄρ᾽ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα. βῆς δ᾽ ἐπὶ Τελφούσης: τόθι τοι ἅδε χῶρος ἀπήμων245 τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα: στῆς δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες:‘ Τελφοῦσ᾽, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸνἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, 250 ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσινἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, χρησόμενοι: τοῖσιν δέ κ᾽ ἐγὼ νημερτέα βουλὴνπᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.’ ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων255 εὐρέα καὶ μάλα μακρὰ διηνεκές: ἣ δὲ ἰδοῦσαΤελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον:‘ φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω. ἐνθάδ᾽ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸνἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ260 ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας: ἀλλ᾽ ἔκ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι, πημανέει σ᾽ αἰεὶ κτύπος ἵππων ὠκειάωνἀρδόμενοί τ᾽ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων: ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι265 ἅρματά τ᾽ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππωνἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ᾽ ἐνεόντα. ἀλλ᾽ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείωνἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον, ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο. 270 ἔνθ᾽ οὔθ᾽ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππωνὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν, ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶραἀνθρώπων κλυτὰ φῦλα: σὺ δὲ φρένας ἀμφιγεγηθὼςδέξαι᾽ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.’ 275 ὣς εἰποῦσ᾽ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇΤελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδ᾽ Ἑκάτοιο. ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον: ἷξες δ᾽ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων, οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον280 ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης. ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύωνἵκεο δ᾽ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα, κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθενπέτρη ἐπικρέμαται, κοίλη δ᾽ ὑποδέδρομε βῆσσα, 285 τρηχεῖ᾽: ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλωννηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον: ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸνἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, 290 ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, ἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, χρησόμενοι: τοῖσιν δ᾽ ἄρ᾽ ἐγὼ νημερτέα βουλὴνπᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων295 εὐρέα καὶ μάλα μακρὰ διηνεκές: αὐτὰρ ἐπ᾽ αὐτοῖςλάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ᾽ Ἀγαμήδης, υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν: ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ᾽ ἀνθρώπωνξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί. 300 ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαινανκτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο, ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς, πολλὰ δὲ μῆλα ταναύποδ᾽, ἐπεὶ πέλε πῆμα δαφοινόν. 305 καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρηςδεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν: ὅν ποτ᾽ ἄρ᾽ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί, ἡνίκ᾽ ἄρα Κρονίδης ἐρικυδέα γείνατ᾽ Ἀθήνηνἐν κορυφῇ: ἣ δ᾽ αἶψα χολώσατο πότνια Ἥρη310 ἠδὲ καὶ ἀγρομένοισι μετ᾽ ἀθανάτοισιν ἔειπε: κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, ὡς ἔμ᾽ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺςπρῶτος, ἐπεί μ᾽ ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν: καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην, 315 ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν: αὐτὰρ ὅ γ᾽ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσιπαῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή:[ αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή] ῥῖψ᾽ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ: ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα320 δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. ὡς ὄφελ᾽ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι. σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο; πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην; οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης325 ἦα ῥ᾽ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. φράζεο νῦν μή τοί τι κακὸν μητίσομ᾽ ὀπίσσω. καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηταιπαῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν, οὔτε σὸν αἰσχύνασ᾽ ἱερὸν λέχος οὔτ᾽ ἐμὸν αὐτῆς. οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ᾽ ἀπὸ σεῖο330 τηλόθ᾽ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν. ὣς εἰποῦσ᾽ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ. αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο βοῶπις πότνια Ἥρη, χειρὶ καταπρηνεῖ δ᾽ ἔλασε χθόνα καὶ φάτο μῦθον: 335 κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθενΤιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντεςΤάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε: αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδανόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου: ἀλλ᾽ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς. 340 ὣς ἄρα φωνήσασ᾽ ἵμασε χθόνα χειρὶ παχείῃ: κινήθη δ᾽ ἄρα Γαῖα φερέσβιος: ἣ δὲ ἰδοῦσατέρπετο ὃν κατὰ θυμόν: ὀίετο γὰρ τελέεσθαι. ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸνοὔτε πότ᾽ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος, 345 οὔτε πότ᾽ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περαὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς: ἀλλ᾽ ἥ γ᾽ ἐν νηοῖσι πολυλλίστοισι μένουσατέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη. ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο350 ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, ἣ δ᾽ ἔτεκ᾽ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι, δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν. αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρηδῶκεν ἔπειτα φέρουσα κακῷ κακόν: ἣ δ᾽ ὑπέδεκτο. 355 ὃς κακὰ πόλλ᾽ ἔρδεσκεν ἀγακλυτὰ φῦλ᾽ ἀνθρώπων: ὃς τῇ γ᾽ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ, πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλωνκαρτερόν: ἣ δ᾽ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσικεῖτο μέγ᾽ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον. 360 θεσπεσίη δ᾽ ἐνοπὴ γένετ᾽ ἄσπετος: ἣ δὲ καθ᾽ ὕληνπυκνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸνφοινὸν ἀποπνείουσ᾽: ὃ δ᾽ ἐπηύξατο Φοῖβος Ἀπόλλων: ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ: οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν365 ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντεςἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας: οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ᾽ οὔτε Τυφωεὺςἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ᾽ αὐτοῦπύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων. 370 ὣς φάτ᾽ ἐπευχόμενος: τὴν δὲ σκότος ὄσσε κάλυψε. τὴν δ᾽ αὐτοῦ κατέπυσ᾽ ἱερὸν μένος Ἠελίοιο, ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται: οἳ δὲ ἄνακταΠύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθιαὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο. 375 καὶ τότ᾽ ἄρ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων, οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε: βῆ δ᾽ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ᾽ ἵκανε: στῆ δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε: Τελφοῦσ᾽, οὐκ ἄρ᾽ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα380 χῶρον ἔχουσ᾽ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ. ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης. ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλωνπετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρακαὶ βωμὸν ποιήσατ᾽ ἐν ἄλσεϊ δενδρήεντι, 385 ἄγχι μάλα κρήνης καλλιρρόου: ἔνθαδ᾽ ἄνακτιπάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται, οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα. καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων, οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο, 390 οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ: ταῦτ᾽ ἄρα ὁρμαίνων ἐνόησ᾽ ἐπὶ οἴνοπι πόντῳνῆα θοήν: ἐν δ᾽ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί, Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτιἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας395 φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃχρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο. οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπουςἔπλεον: αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων: 400 ἐν πόντῳ δ᾽ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼςνηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε: τῶν δ᾽ οὔτις κατὰ θυμὸν ἐπεφράσαθ᾽ ὥστε νοῆσαι[ ἐκβάλλειν δ᾽ ἔθελον δελφῖν᾽: ὁ δὲ νῆα μέλαιναν] πάντοσ᾽ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα. οἳ δ᾽ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες: 405 οὐδ᾽ οἵ γ᾽ ὅπλ᾽ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν, οὐδ᾽ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο, ἀλλ᾽ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν, ὣς ἔπλεον: κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγενῆα θοήν: πρῶτον δὲ παρημείβοντο Μάλειαν, 410 πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρονἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο, Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶἨελίοιο ἄνακτος, ἔχει δ᾽ ἐπιτερπέα χῶρον. οἳ μὲν ἄρ᾽ ἔνθ᾽ ἔθελον νῆα σχεῖν ἠδ᾽ ἀποβάντες415 φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι, εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρονἢ εἰς οἶδμ᾽ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει. ἀλλ᾽ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα420 ἤι᾽ ὁδόν: πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλωνῥηιδίως ἴθυν᾽: ἣ δὲ πρήσσουσα κέλευθονἈρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴνκαὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυκαὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους. 425 βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμηνἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ᾽ ὄρος αἰπὺ πέφαντοΔουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. 430 ἀλλ᾽ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσανκαὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων, ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει: ἦλθ᾽ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης, λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα435 νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ᾽ ἠέλιόν τεἔπλεον: ἡγεμόνευε δ᾽ ἄναξ Διὸς υἱὸς Ἀπόλλων: ἷξον δ᾽ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν, ἐς λιμέν᾽: ἣ δ᾽ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς. 440 ἔνθ᾽ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων, ἀστέρι εἰδόμενος μέσῳ ἤματι: τοῦ δ᾽ ἀπὸ πολλαὶσπινθαρίδες πωτῶντο, σέλας δ᾽ εἰς οὐρανὸν ἷκεν: ἐς δ᾽ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων. ἔνθ᾽ ἄρ᾽ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα: 445 πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας: αἳ δ᾽ ὀλόλυξανΚρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρεςΦοίβου ὑπὸ ῥιπῆς: μέγα γὰρ δέος ἔμβαλ᾽ ἑκάστῳ. ἔνθεν δ᾽ αὖτ᾽ ἐπὶ νῆα νόημ᾽ ὣς ἆλτο πέτεσθαι, ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, 450 πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους: καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα: ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα; ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθεοἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται455 ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες; τίφθ᾽ οὕτως ἧσθον τετιηότες, οὐδ᾽ ἐπὶ γαῖανἐκβῆτ᾽, οὐδὲ καθ᾽ ὅπλα μελαίνης νηὸς ἔθεσθε; αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων, ὁππότ᾽ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ460 ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεαςσίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ. ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα: ξεῖν᾽, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας, 465 οὐ δέμας οὐδὲ φυήν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν, οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ εὖ εἰδῶ: τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν; ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα470 ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ᾽ εἶναι: νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες, νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα: ἀλλά τις ἀθανάτων δεῦρ᾽ ἤγαγεν οὐκ ἐθέλοντας. τοὺς δ᾽ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων:‘ 475 ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθετὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ᾽ ὑπότροποι αὖτις ἔσεσθεἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστοςἔς τε φίλας ἀλόχους: ἀλλ᾽ ἐνθάδε πίονα νηὸνἕξετ᾽ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν. 480 εἰμὶ δ᾽ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ᾽ εὔχομαι εἶναι: ὑμέας δ᾽ ἤγαγον ἐνθάδ᾽ ὑπὲρ μέγα λαῖμα θαλάσσης, οὔ τι κακὰ φρονέων, ἀλλ᾽ ἐνθάδε πίονα νηὸνἕξετ᾽ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, βουλάς τ᾽ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι485 αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα: ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας, νῆα δ᾽ ἔπειτα θοὴν μὲν ἐπ᾽ ἠπείρου ἐρύσασθε, ἐκ δὲ κτήμαθ᾽ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης490 καὶ βωμὸν ποιήσατ᾽ ἐπὶ ῥηγμῖνι θαλάσσης: πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντεςεὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν. ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳεἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα, 495 ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ: αὐτὰρ ὁ βωμὸςαὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί. δειπνῆσαί τ᾽ ἄρ᾽ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃκαὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε, 500 ἔρχεσθαί θ᾽ ἅμ᾽ ἐμοὶ καὶ ἰηπαιήον᾽ ἀείδειν, εἰς ὅ κε χῶρον ἵκησθον, ἵν᾽ ἕξετε πίονα νηόν.’ ὣς ἔφαθ᾽: οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο. ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες: 505 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. ἐκ δ᾽ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ᾽ ἐρύσαντοὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν: καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης: πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες510 εὔχονθ᾽, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. δόρπον ἔπειθ᾽ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃκαὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, βάν ῥ᾽ ἴμεν: ἦρχε δ᾽ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, 515 φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, καλὰ καὶ ὕψι βιβάς: οἳ δὲ ῥήσσοντες ἕποντοΚρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον᾽ ἄειδον, οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσαἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. 520 ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ᾽ ἵκοντοΠαρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ᾽ ἄρ᾽ ἔμελλονοἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι: δεῖξε δ᾽ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν. τῶν δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι: 525 τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα: ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴηςἤγαγες: οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ: πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν. οὔτε τρυγηφόρος ἥδε γ᾽ ἐπήρατος οὔτ᾽ εὐλείμων, 530 ὥστ᾽ ἀπό τ᾽ εὖ ζώειν καὶ ἅμ᾽ ἀνθρώποισιν ὀπάζειν. τοὺς δ᾽ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων:‘ νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶναςβούλεσθ᾽ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ: ῥηίδιον ἔπος ὔμμ᾽ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω, 535 δεξιτερῇ μάλ᾽ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν, σφάζειν αἰεὶ μῆλα: τὰ δ᾽ ἄφθονα πάντα παρέσται, ὅσσα τ᾽ ἐμοί κ᾽ ἀγάγωσι περικλυτὰ φῦλ᾽ ἀνθρώπων: νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ᾽ ἀνθρώπωνἐνθάδ᾽ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.[ δείκνυσθε θνητοῖσι: σὺ δὲ φρεσὶ δέξο θέμιστα. εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ᾽ ἀλογήσει] 540 ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργονὕβρις θ᾽, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων, ἄλλοι ἔπειθ᾽ ὑμῖν σημάντορες ἄνδρες ἔσονται, τῶν ὑπ᾽ ἀναγκαίῃ δεδμήσεσθ᾽ ἤματα πάντα. εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.’ 545 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ: αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.4
Εἲς ἙρμῆνἙρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν, Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα, 5 αἰδοίη: μακάρων δὲ θεῶν ἠλεύαθ᾽ ὅμιλον, ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίωννύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην, λήθων ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους. 10 ἀλλ᾽ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, τῇ δ᾽ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο: καὶ τότ᾽ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, ληιστῆρ᾽, ἐλατῆρα βοῶν, ἡγήτορ᾽ ὀνείρων, 15 νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ᾽ ἔμελλενἀμφανέειν κλυτὰ ἔργα μετ᾽ ἀθανάτοισι θεοῖσιν. ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνοςτετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα. 20 ὃς καί, ἐπειδὴ μητρὸς ἀπ᾽ ἀθανάτων θόρε γυίων, οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, ἀλλ᾽ ὅ γ᾽ ἀναΐξας ζήτει βόας Ἀπόλλωνοςοὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο. ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον: 25 Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ᾽ ἀοιδόν: ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ᾽ αὐλείῃσι θύρῃσιβοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, σαῦλα ποσὶν βαίνουσα: Διὸς δ᾽ ἐριούνιος υἱὸςἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε: 30 σύμβολον ἤδη μοι μέγ᾽ ὀνήσιμον: οὐκ ὀνοτάζω. χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, ἀσπασίη προφανεῖσα: πόθεν τόδε καλὸν ἄθυρμααἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; ἀλλ᾽ οἴσω σ᾽ ἐς δῶμα λαβών: ὄφελός τι μοι ἔσσῃ, 35 οὐδ᾽ ἀποτιμήσω: σὺ δέ με πρώτιστον ὀνήσεις3οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν: ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμαζώουσ᾽: ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις. ὣς ἂρ᾽ ἔφη: καὶ χερσὶν ἅμ᾽ ἀμφοτέρῃσιν ἀείρας40 ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. ἔνθ᾽ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρουαἰῶν᾽ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. ὡς δ᾽ ὁπότ᾽ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, 45 ἢ ὅτε δινηθῶσιν ἀπ᾽ ὀφθαλμῶν ἀμαρυγαί, ὣς ἅμ᾽ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. πῆξε δ᾽ ἄρ᾽ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιοπειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι50 καὶ πήχεις ἐνέθηκ᾽, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος: ἣ δ᾽ ὑπὸ χειρὸςσμερδαλέον κονάβησε: θεὸς δ᾽ ὑπὸ καλὸν ἄειδεν55 ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροιἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, ἥν τ᾽ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων: 60 ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφηςκαὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, φόρμιγγα γλαφυρήν: ὃ δ᾽ ἄρα κρειῶν ἐρατίζων65 ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιοὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτεςφηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδεαὐτοῖσίν θ᾽ ἵπποισι καὶ ἅρμασιν: αὐτὰρ ἄρ᾽ Ἑρμῆς70 Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκονβοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, πεντήκοντ᾽ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. 75 πλανοδίας δ᾽ ἤλαυνε διὰ ψαμαθώδεα χῶρονἴχνι᾽ ἀποστρέψας: δολίης δ᾽ οὐ λήθετο τέχνηςἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, τὰς δ᾽ ὄπιθεν πρόσθεν: κατὰ δ᾽ ἔμπαλιν αὐτὸς ἔβαινε. σάνδαλα δ᾽ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, 80 ἄφραστ᾽ ἠδ᾽ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕληςἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφααὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης85 ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, οἷά τ᾽ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.† τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴνἱέμενον πεδίονδε δι᾽ Ὀγχηστὸν λεχεποίηντὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός: 90 ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους, ἦ πολυοινήσεις, εὖτ᾽ ἂν τάδε πάντα φέρῃσι,[ εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι] καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας, καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ. τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα. 95 πολλὰ δ᾽ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺςκαὶ πεδί᾽ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς. ὀρφναίη δ᾽ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ, ἡ πλείων, τάχα δ᾽ ὄρθρος ἐγίγνετο δημιοεργός: ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη, 100 Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. τῆμος ἐπ᾽ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸςΦοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους. ἀκμῆτες δ᾽ ἵκανον ἐπ᾽ αὔλιον ὑψιμέλαθρονκαὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος. 105 ἔνθ᾽ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκουςκαὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, λωτὸν ἐρεπτομένας ἠδ᾽ ἑρσήεντα κύπειρον: σὺν δ᾽ ἐφόρει ξύλα πολλά, πυρὸς δ᾽ ἐπεμαίετο τέχνην. δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ110... ἄρμενον ἐν παλάμῃ: ἄμπνυτο δὲ θερμὸς ἀυτμή: Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ᾽ ἀνέδωκε. πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳοὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά: λάμπετο δὲ φλὸξτηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο. 115 ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, τόφρα δ᾽ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζεδοιὰς ἄγχι πυρός: δύναμις δέ οἱ ἕσπετο πολλή. ἀμφοτέρας δ᾽ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας: ἀγκλίνων δ᾽ ἐκύλινδε δι᾽ αἰῶνας τετορήσας. 120 ἔργῳ δ᾽ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ: ὤπτα δ᾽ ἀμφ᾽ ὀβελοῖσι πεπαρμένα δουρατέοισισάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμαἐργμένον ἐν χολάδεσσι: τὰ δ᾽ αὐτοῦ κεῖτ᾽ ἐπὶ χώρης: ῥινοὺς δ᾽ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, 125 ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον: αὐτὰρ ἔπειταἙρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργαλείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίραςκληροπαλεῖς: τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. 130 ἔνθ᾽ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς: ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόνταἡδεῖ᾽: ἀλλ᾽ οὐδ᾽ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, καί τε μάλ᾽ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς. ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, 135 δημὸν καὶ κρέα πολλά, μετήορα δ᾽ αἶψ᾽ ἀνάειρε, σῆμα νέης φωρῆς: ἐπὶ δὲ ξύλα κάγκαν᾽ ἀγείραςοὐλόποδ᾽, οὐλοκάρηνα πυρὸς κατεδάμνατ᾽ ἀυτμῇ. αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην: 140 ἀνθρακιὴν δ᾽ ἐμάρανε, κόνιν δ᾽ ἀμάθυνε μέλαινανπαννύχιος: καλὸν δὲ φόως κατέλαμπε Σελήνης. Κυλλήνης δ᾽ αἶψ᾽ αὖτις ἀφίκετο δῖα κάρηναὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησενοὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, 145 οὐδὲ κύνες λελάκοντο: Διὸς δ᾽ ἐριούνιος Ἑρμῆςδοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεναὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ᾽ ὀμίχλη. ἰθύσας δ᾽ ἄντρου ἐξίκετο πίονα νηὸνἦκα ποσὶ προβιβῶν: οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ᾽ οὔδει. 150 ἐσσυμένως δ᾽ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς: σπάργανον ἀμφ᾽ ὤμοις εἰλυμένος, ἠύτε τέκνοννήπιον, ἐν παλάμῃσι περ᾽ ἰγνύσι λαῖφος ἀθύρωνκεῖτο, χέλυν ἐρατὴν ἐπ᾽ ἀριστερὰ χειρὸς ἐέργων. μητέρα δ᾽ οὐκ ἄρ᾽ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον: 155 τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ᾽ οἴωἢ τάχ᾽ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχονταΛητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσεινἣ σὲ φέροντα μεταξὺ κατ᾽ ἄγκεα φηλητεύσειν. 160 ἔρρε πάλιν: μεγάλην σε πατὴρ ἐφύτευσε μέριμνανθνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι. τὴν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι: μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνοννήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε, 165 ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη, βουκολέων ἐμὲ καὶ σὲ διαμπερές: οὐδὲ θεοῖσινῶι μετ᾽ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοιαὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ᾽, ὡς σὺ κελεύεις. 170 βέλτερον ἤματα πάντα μετ᾽ ἀθανάτοις ὀαρίζειν, πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμαἄντρῳ ἐν ἠερόεντι θαασσέμεν: ἀμφὶ δὲ τιμῆς, κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε175 πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. εἰ δέ μ᾽ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων: ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας180 πορθήσω καὶ χρυσόν, ἅλις τ᾽ αἴθωνα σίδηρονκαὶ πολλὴν ἐσθῆτα: σὺ δ᾽ ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα. ὣς οἳ μέν ῥ᾽ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, υἱός τ᾽ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. Ἠὼς δ᾽ ἠριγένεια φόως θνητοῖσι φέρουσα185 ὤρνυτ᾽ ἀπ᾽ Ὠκεανοῖο βαθυρρόου: αὐτὰρ ἈπόλλωνὈγχηστόνδ᾽ ἀφίκανε κιών, πολυήρατον ἄλσοςἁγνὸν ἐρισφαράγου Γαιηόχου: ἔνθα γέροντακνώδαλον εὗρε νέμοντα παρ᾽ ἔξοδον ἕρκεος αὐλῆς. τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός: 190 ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ᾽ ἱκάνω, πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, ἐξ ἀγέλης: ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ᾽ ἄλλωνκυάνεος: χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο195 τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες: οἳ μὲν ἔλειφθεν, οἵ τε κύνες ὅ τε ταῦρος: ὃ δὴ περὶ θαῦμα τέτυκται: ταὶ δ᾽ ἔβαν ἠελίοιο νέον καταδυομένοιοἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας200 ἀνέρα ταῖσδ᾽ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. τὸν δ᾽ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν: ὦ φίλος, ἀργαλέον μέν, ὅσ᾽ ὀφθαλμοῖσιν ἴδοιτο, πάντα λέγειν: πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ᾽ ἐσθλὰ205 φοιτῶσιν: χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον: αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο: παῖδα δ᾽ ἔδοξα, φέριστε, σαφὲς δ᾽ οὐκ οἶδα, νοῆσαι, ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει210 νήπιος, εἶχε δὲ ῥάβδον: ἐπιστροφάδην δ᾽ ἐβάδιζεν. ἐξοπίσω δ᾽ ἀνέεργε, κάρη δ᾽ ἔχεν ἀντίον αὐτῷ. φῆ ῥ᾽ ὁ γέρων: ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας: οἰωνὸν δ᾽ ἐνόει τανυσίπτερον, αὐτίκα δ᾽ ἔγνωφηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. 215 ἐσσυμένως δ᾽ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλωνἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς, πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσ᾽ ἴχνιά τ᾽ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον: ὦ πόποι, ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι: 220 ἴχνια μὲν τάδε γ᾽ ἐστὶ βοῶν ὀρθοκραιράων, ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα: βήματα δ᾽ οὔτ᾽ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸςοὔτε λύκων πολιῶν οὔτ᾽ ἄρκτων οὔτε λεόντων: οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, 225 ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν: αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ᾽ αἰνότερ᾽ ἔνθεν ὁδοῖο. ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων: Κυλλήνης δ᾽ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη230 ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. ὀδμὴ δ᾽ ἱμερόεσσα δι᾽ οὔρεος ἠγαθέοιοκίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸνἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. 235 Τὸν δ᾽ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸςχωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, σπάργαν᾽ ἔσω κατέδυνε θυήεντ᾽: ἠύτε πολλὴνπρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν. 240 ἐν δ᾽ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, ἐγρήσσων ἐτεόν γε: χέλυν δ᾽ ὑπὸ μασχάλῃ εἶχε. γνῶ δ᾽ οὐδ᾽ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸςνύμφην τ᾽ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, 245 παῖδ᾽ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. παπτήνας δ᾽ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιοτρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴννέκταρος ἐμπλείους ἠδ᾽ ἀμβροσίης ἐρατεινῆς: πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο, 250 πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν: ἔνθ᾽ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιοΛητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν: ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς255 θᾶσσον: ἐπεὶ τάχα νῶι διοισόμεθ᾽ οὐ κατὰ κόσμον. ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον: οὐδέ σε μήτηρἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ᾽ ὑπὸ γαίῃἐρρήσεις ὀλίγοισι μετ᾽ ἀνδράσιν ἡγεμονεύων. 260 Τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι: Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ᾽ ἱκάνεις; οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα: οὐκ ἂν μηνύσαιμ᾽, οὐκ ἂν μήνυτρον ἀροίμην: 265 οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν: ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸςσπάργανά τ᾽ ἀμφ᾽ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη: 270 καί κεν δὴ μέγα θαῦμα μετ᾽ ἀθανάτοισι γένοιτο, παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαιβουσὶν ἐπ᾽ ἀγραύλοισι: τὸ δ᾽ ἀπρεπέως ἀγορεύεις. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ᾽ ὕπο χθών. εἰ δ᾽ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι: 275 μὴ μὲν ἐγὼ μήτ᾽ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, μήτε τιν᾽ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, αἵ τινες αἱ βόες εἰσί: τὸ δὲ κλέος οἶον ἀκούω. ὣς ἄρ᾽ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσωνὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα, 280 μάκρ᾽ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων. τὸν δ᾽ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων: ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλ᾽ οἴωπολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάονταςἔννυχον οὐχ ἕνα μοῦνον ἐπ᾽ οὔδεϊ φῶτα καθίσσαι, 285 σκευάζοντα κατ᾽ οἶκον ἄτερ ψόφου, οἷ᾽ ἀγορεύεις: πολλοὺς δ᾽ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆραςοὔρεος ἐν βήσσῃς, ὁπότ᾽ ἄν κρειῶν ἐρατίζωνἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν. ἀλλ᾽ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς, 290 ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε. τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ᾽ ἀθανάτοις γέρας ἕξεις. ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα. ὣς ἄρ᾽ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων. σὺν δ᾽ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης295 οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί, τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην. ἐσσυμένως δὲ μετ᾽ αὐτὸν ἐπέπταρε: τοῖο δ᾽ Ἀπόλλωνἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν. ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο300 Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε: θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ: εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνατούτοις οἰωνοῖσι: σὺ δ᾽ αὖθ᾽ ὁδὸν ἡγεμονεύσεις. ὣς φάθ᾽: ὃ δ᾽ αὖτ᾽ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς, 305 σπουδῇ ἰών: ἄμφω δὲ παρ᾽ οὔατα χερσὶν ἐώθεισπάργανον ἀμφ᾽ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον: πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων; ἦ με βοῶν ἕνεχ᾽ ὧδε χολούμενος ὀρσολοπεύεις; ὦ πόποι, εἴθ᾽ ἀπόλοιτο βοῶν γένος: οὐ γὰρ ἐγώ γε310 ὑμετέρας ἔκλεψα βόας οὐδ᾽ ἄλλον ὄπωπα, αἵτινες αἱ βόες εἰσί: τὸ δὲ κλέος οἶον ἀκούω. δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι. αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινονἙρμῆς τ᾽ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός, 315 ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν... οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν, αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισινἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον. αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν, 320 ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζεπρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός. αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιοἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα: κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα. 325 οὐμιλίη δ᾽ ἔχ᾽ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ. ἔστησαν δ᾽ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλωνπρόσθε Διὸς γούνων: ὃ δ᾽ ἀνείρετο φαίδιμον υἱὸνΖεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε: 330 φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδ᾽ ἐλαύνεις, παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα; σπουδαῖον τόδε χρῆμα θεῶν μεθ᾽ ὁμήγυριν ἦλθε. τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων: ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, 335 κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. παῖδά τιν᾽ εὗρον τόνδε διαπρύσιον κεραϊστὴνΚυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπαοὐδ᾽ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ᾽ ἐπὶ γαίῃ. 340 κλέψας δ᾽ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ᾽ ἐλαύνωνἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, εὐθὺ Πύλονδ᾽ ἐλάων: τὰ δ᾽ ἄρ᾽ ἴχνια δοιὰ πέλωρα, οἷά τ᾽ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα345 ἀντία βήματ᾽ ἔχουσα κόνις ἀνέφαινε μέλαινα: αὐτὸς δ᾽ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτ᾽ ἄρα ποσσὶνοὔτ᾽ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον: ἀλλ᾽ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθατοῖα πέλωρ᾽ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. 350 ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, ῥεῖα μάλ᾽ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν: αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, ἄφραστος γένετ᾽ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦχῶρον ἀνὰ κρατερόν: τὸν δ᾽ ἐφράσατο βροτὸς ἀνὴρ355 ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξεκαὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ᾽ ἔνθα, ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον: οὐδέ κεν αὐτὸν360 αἰετὸς ὀξὺ λάων ἐσκέψατο: πολλὰ δὲ χερσὶναὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων. αὐτὸς δ᾽ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν: οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσαοὐδέ κε μηνύσαιμ᾽, οὐδ᾽ ἄν μήνυτρον ἀροίμην. 365 Ἠ τοι ἄρ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο Φοῖβος Ἀπόλλων: Ερμῆς δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα, δείξατο δ᾽ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων: ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω: νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι. 370 ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦςσήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο: οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας, μηνύειν δ᾽ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς, πολλὰ δέ μ᾽ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν, 375 οὕνεχ᾽ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης, αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τ᾽ οἶδε καὶ αὐτός, οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς. πείθεο: καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι, ὡς οὐκ οἴκαδ᾽ ἔλασσα βόας, ὣς ὄλβιος εἴην, 380 οὐδ᾽ ὑπὲρ οὐδὸν ἔβην: τὸ δέ τ᾽ ἀτρεκέως ἀγορεύω. Ἠέλιον δὲ μάλ᾽ αἰδέομαι καὶ δαίμονας ἄλλους, καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι: οἶσθα καὶ αὐτός, ὡς οὐκ αἴτιός εἰμι: μέγαν δ᾽ ἐπιδώσομαι ὅρκον: οὐ μὰ τάδ᾽ ἀθανάτων εὐκόσμητα προθύραια. 385 καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην, καὶ κρατερῷ περ ἐόντι: σὺ δ᾽ ὁπλοτέροισιν ἄρηγε. ὣς φάτ᾽ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης: καὶ τὸ σπάργανον εἶχεν ἐπ᾽ ὠλένῃ οὐδ᾽ ἀπέβαλλε. Ζεὺς δὲ μέγ᾽ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα390 εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. ἀμφοτέρους δ᾽ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχονταςζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύεινκαὶ δεῖξαι τὸν χῶρον ἐπ᾽ ἀβλαβίῃσι νόοιο, ὅππη δὴ αὖτ᾽ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. 395 νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ᾽ ἀγλαὸς Ἑρμῆς: ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. τὼ δ᾽ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκναἐς Πύλον ἠμαθόεντα ἐπ᾽ Ἀλφειοῦ πόρον ἷξον: ἀγροὺς δ᾽ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, 400 ἡχοῦ δὴ τὰ χρήματ᾽ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. ἔνθ᾽ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρονἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα: Λητοΐδης δ᾽ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείαςπέτρῃ ἐπ᾽ ἠλιβάτῳ, τάχα δ᾽ εἴρετο κύδιμον Ἑρμῆν: 405 πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γεθαυμαίνω κατόπισθε τὸ σὸν κράτος: οὐδέ τί σε χρὴμακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ. ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ[ ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι. τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον] 410 ἄγνου: ταὶ δ᾽ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντοαὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι, ῥεῖά τε καὶ πάσῃσιν ἐπ᾽ ἀγραύλοισι βόεσσιν, Ἑρμέω βουλῇσι κλεψίφρονος: αὐτὰρ Ἀπόλλωνθαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης415 χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,... ἐγκρύψαι μεμαώς: Λητοῦς δ᾽ ἐρικυδέος υἱὸνῥεῖα μάλ᾽ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ᾽ αὐτός, καὶ κρατερόν περ ἐόντα: λαβὼν δ᾽ ἐπ᾽ ἀριστερὰ χειρὸςπλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος: ἣ δ᾽ ὑπὸ χειρὸς420 σμερδαλέον κονάβησε: γέλασσε δὲ Φοῖβος Ἀπόλλωνγηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ᾽ ἰωὴθεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρειθυμῷ ἀκουάζοντα: λύρῃ δ᾽ ἐρατὸν κιθαρίζωνστῆ ῥ᾽ ὅ γε θαρσήσας ἐπ᾽ ἀριστερὰ Μαιάδος υἱὸς425 Φοίβου Ἀπόλλωνος: τάχα δὲ λιγέως κιθαρίζωνγηρύετ᾽ ἀμβολάδην— ἐρατὴ δέ οἱ ἕσπετο φωνή— κραίνωνἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν, ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος. Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ, 430 μητέρα Μουσάων: ἣ γὰρ λάχε Μαιάδος υἱόν: τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστοςἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός, πάντ᾽ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων. τὸν δ᾽ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν, 435 καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε, πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας. ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω: νῦν δ᾽ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ, 440 ἦ σοί γ᾽ ἐκ γενετῆς τάδ᾽ ἅμ᾽ ἕσπετο θαυματὰ ἔργαἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπωνδῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν; θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω, ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν᾽ ἀνδρῶν445 οὔτε τιν᾽ ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσι, νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ. τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. 450 καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆςκαὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν: ἀλλ᾽ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. 455 θαυμάζω, Διὸς υἱέ, τάδ᾽, ὡς ἐρατὸν κιθαρίζεις. νῦν δ᾽ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι: νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσισοί τ᾽ αὐτῷ καὶ μητρί: τὸ δ᾽ ἀτρεκέως ἀγορεύσω: 460 ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σεκυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν᾽ εἵσωδώσω τ᾽ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω. τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν: εἰρωτᾷς μ᾽, Ἐκάεργε, περιφραδές: αὐτὰρ ἐγώ σοι465 τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. σήμερον εἰδήσεις: ἐθέλω δέ τοι ἤπιος εἶναιβουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ᾽ εὖ οἶδας: πρῶτος γάρ, Διὸς υἱέ, μετ᾽ ἀθανάτοισι θαάσσεις, ἠύς τε κρατερός τε: φιλεῖ δέ σε μητίετα Ζεὺς470 ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆςμαντείας θ᾽ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντατῶν νῦν αὐτὸς ἐγώ σε μαλ᾽ ἀφνειὸν δεδάηκα: σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. 475 ἀλλ᾽ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνεδέγμενος ἐξ ἐμέθεν: σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε. εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. 480 εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειανκαὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμονεὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴντέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει485 ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, ἐργασίην φεύγουσα δυήπαθον: ὃς δέ κεν αὐτὴννῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι. σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. 490 καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε: ἡμεῖς δ᾽ αὖτ᾽ ὄρεός τε καὶ ἱπποβότου πεδίοιοβουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν. ἔνθεν ἅλις τέξουσι βόες ταύροις:, μιγεῖσαιμίγδην θηλείας τε καὶ ἄρσενας: οὐδέ τί σε χρὴ495 κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι. ὣς εἰπὼν ὤρεξ᾽: ὃ δ᾽ ἐδέξατο Φοῖβος Ἀπόλλων, Ἐρμῇ δ᾽ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, βουκολίας τ᾽ ἐπέτελλεν: ἔδεκτο δὲ Μαιάδος υἱὸςγηθήσας: κίθαριν δὲ λαβὼν ἐπ᾽ ἀριστερὰ χειρὸς500 Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος: ἣ δ᾽ ὑπένερθεσμερδαλέον κονάβησε: θεὸς δ᾽ ὑπὸ καλὸν ἄεισεν. ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶναἐτραπέτην: αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, 505 ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντοτερπόμενοι φόρμιγγι: χάρη δ᾽ ἄρα μητιέτα Ζεύς, ἄμφω δ᾽ ἐς φιλότητα συνήγαγε: καὶ τὰ μὲν ἙρμῆςΛητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, σήματ᾽ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν510 ἱμερτήν, δεδαώς, ὃ δ᾽ ἐπωλένιον κιθάριζεν: αὐτὸς δ᾽ αὖθ᾽ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην: συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ᾽ ἀκουστήν. καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε: δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, 515 μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα: τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργαθήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. ἀλλ᾽ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, 520 πάντ᾽ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις. καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, μή ποτ᾽ ἀποκλέψειν, ὅσ᾽ Ἑκηβόλος ἐκτεάτισται, μηδέ ποτ᾽ ἐμπελάσειν πυκινῷ δόμῳ: αὐτὰρ ἈπόλλωνΛητοΐδης κατένευσεν ἐπ᾽ ἀρθμῷ καὶ φιλότητι, 525 μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, μήτε θεὸν μήτ᾽ ἄνδρα Διὸς γόνον: ἐκ δὲ τέλειον[ αἰετὸν ἧκε πατήρ: ὁ δ᾽ ἐπώμοσεν: ἦ σε μάλ᾽ οἶον] σύμβολον ἀθανάτων ποιήσομαι ἠδ᾽ ἅμα πάντων, πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον: αὐτὰρ ἔπειταὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, 530 χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξειπάντας ἐπικραίνουσ᾽ ἄθλους ἐπέων τε καὶ ἔργωντῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς. μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν᾽ ἄλλον535 ἀθανάτων: τὸ γὰρ οἶδε Διὸς νόος: αὐτὰρ ἐγώ γεπιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάωνἄλλον γ᾽ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε540 θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. ἀνθρώπων δ᾽ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ᾽ ἀνθρώπων. καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃφωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν: 545 οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ᾽ ἀπατήσω. ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσιμαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνεινἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, φήμ᾽, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην. 550 ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲκαὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον: σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, τρεῖς: κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, 555 οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶπαῖς ἔτ᾽ ἐὼν μελέτησα: πατὴρ δ᾽ ἐμὸς οὐκ ἀλέγιζεν, ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλληκηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα. 560 αἳ δ᾽ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν: ἢν δ᾽ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, ψεύδονται δὴ ἔπειτα δι᾽ ἀλλήλων δονέουσαι. τάς τοι ἔπειτα δίδωμι: σὺ δ᾽ ἀτρεκέως ἐρεείνων565 σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι. ταῦτ᾽ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦςἵππους τ᾽ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.[ ὡς ἔφατ᾽: οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσιθῆκε τέλος: πᾶσιν δ᾽ ἄρ᾽ ὅ γ᾽ οἰωνοῖσι κέλευσενκαὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι570 καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, πᾶσι δ᾽ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, οἶον δ᾽ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, ὅς τ᾽ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον. οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων575 παντοίῃ φιλότητι: χάριν δ᾽ ἐπέθηκε Κρονίων. πᾶσι δ᾽ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ. παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ᾽ ἄκριτον ἠπεροπεύεινύκτα δι᾽ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ: 580 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.5
Εἲς Ἀφροδίτηνμοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης, Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσεκαί τ᾽ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπωνοἰωνούς τε διιπετέας καὶ θηρία πάντα, 5 ἠμὲν ὅσ᾽ ἤπειρος πολλὰ τρέφει ἠδ᾽ ὅσα πόντος: πᾶσιν δ᾽ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης. τρισσὰς δ᾽ οὐ δύναται πεπιθεῖν φρένας οὐδ᾽ ἀπατῆσαι: κούρην τ᾽ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην: οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης, 10 ἀλλ᾽ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηοςὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ᾽ ἀλεγύνειν. πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξεποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ. ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν15 ἀγλαὰ ἔργ᾽ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ. οὐδέ ποτ᾽ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴνδάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη. καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, φόρμιγγές τε χοροί τε διαπρύσιοί τ᾽ ὀλολυγαὶ20 ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν. οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ᾽ Ἀφροδίτης, Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, αὖτις δ᾽ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων: 25 ἣ δὲ μαλ᾽ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν: ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, παρθένος ἔσσεσθαι πάντ᾽ ἤματα, δῖα θεάων. τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο30 καὶ τε μέσῳ οἴκῳ κατ᾽ ἄρ᾽ ἕζετο πῖαρ ἑλοῦσα. πᾶσιν δ᾽ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστικαὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται. τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ᾽ ἀπατῆσαι: τῶν δ᾽ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ᾽ Ἀφροδίτην35 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου, ὅστε μέγιστός τ᾽ ἐστὶ μεγίστης τ᾽ ἔμμορε τιμῆς. καί τε τοῦ, εὖτ᾽ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσαῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, 40 Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι. κυδίστην δ᾽ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτηςμήτηρ τε Ῥείη: Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼςαἰδοίην ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν. 45 τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχισταμηδ᾽ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, καί ποτ᾽ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσινἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, 50 ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις. Ἀγχίσεω δ᾽ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, ὃς τότ᾽ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης55 βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτηἠράσατ᾽, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν. ἐς Κύπρον δ᾽ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, ἐς Πάφον: ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. 60 ἐνθ᾽ ἥ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς: ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν. ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ65 χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτησεύατ᾽ ἐπὶ Τροίης προλιποῦσ᾽ εὐώδεα Κύπρον, ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. Ἴδην δ᾽ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, βῆ δ᾽ ἰθὺς σταθμοῖο δι᾽ οὔρεος: οἳ δὲ μετ᾽ αὐτὴν70 σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοιἤισαν: ἣ δ᾽ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸνκαὶ τοῖς ἐν στήθεσσι βάλ᾽ ἵμερον: οἳ δ᾽ ἅμα πάντεςσύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους: 75 αὐτὴ δ᾽ ἐς κλισίας εὐποιήτους ἀφίκανε: τὸν δ᾽ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ᾽ ἄλλωνἈγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. οἳ δ᾽ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήενταςπάντες: ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ᾽ ἄλλων80 πωλεῖτ᾽ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. στῆ δ᾽ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτηπαρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. Ἀγχίσης δ᾽ ὁρόων ἐφράζετο θαύμαινέν τε85 εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, καλόν, χρύσειον, παμποίκιλον: ὡς δὲ σελήνη90 στήθεσιν ἀμφ᾽ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι: εἶχε δ᾽ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς: ὅρμοι δ᾽ ἀμφ᾽ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. Ἀγχίσην δ᾽ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα: χαῖρε, ἄνασσ᾽, ἥ τις μακάρων τάδε δώμαθ᾽ ἱκάνεις, Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτηἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη, 95 ἤ πού τις Χαρίτων δεῦρ᾽ ἤλυθες, αἵτε θεοῖσιπᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται, ἤ τις Νυμφάων, αἵτ᾽ ἄλσεα καλὰ νέμονταιἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσικαὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα. 100 σοὶ δ᾽ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰὥρῃσιν πάσῃσι. σὺ δ᾽ εὔφρονα θυμὸν ἔχουσαδός με μετὰ Τρώεσσιν ἀριπρεπέ᾽ ἔμμεναι ἄνδρα, ποίει δ᾽ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ᾽ αὐτὸν105 δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι. τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη: Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, οὔ τίς τοι θεός εἰμι: τί μ᾽ ἀθανάτῃσιν ἐίσκεις; 110 ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. γλῶσσαν δ᾽ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν: ἣ δὲ διαπρὸ115 σμικρὴν παῖδ᾽ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. νῦν δέ μ᾽ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντηςἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι120 παίζομεν, ἀμφὶ δ᾽ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. ἔνθεν μ᾽ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης: πολλὰ δ᾽ ἔπ᾽ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, πολλὴν δ᾽ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρεςὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους: 125 οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης: Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαικουριδίην ἄλοχον, σοὶ δ᾽ ἀγλαὰ τέκνα τεκεῖσθαι. αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γ᾽ αὖτιςἀθανάτων μετὰ φῦλ᾽ ἀπέβη κρατὺς Ἀργειφόντης: 130 αὐτὰρ ἐγώ σ᾽ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήωνἐσθλῶν: οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν: ἀδμήτην μ᾽ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητοςπατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν᾽ εἰδυίῃ135 σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ᾽ εἰκυῖα. πέμψαι δ᾽ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλουςεἰπεῖν πατρί τ᾽ ἐμῷ καὶ μητέρι κηδομένῃ περ: οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντὴν140 πέμψουσιν: σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. Ἀγχίσην δ᾽ ἔρος εἷλεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν: 145 εἰ μὲν θνητή τ᾽ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ᾽ ἱκάνειςἙρμέω, ἐμὴ δ᾽ ἄλοχος κεκλήσεαι ἤματα πάντα: οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων150 ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναιαὐτίκα νῦν: οὐδ᾽ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλωντόξου ἀπ᾽ ἀργυρέου προΐῃ βέλεα στονόεντα. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. 155 ὣς εἰπὼν λάβε χεῖρα: φιλομμειδὴς δ᾽ Ἀφροδίτηἕρπε μεταστρεφθεῖσα κατ᾽ ὄμματα καλὰ βαλοῦσαἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτιχλαίνῃσιν μαλακῇς ἐστρωμένον: αὐτὰρ ὕπερθενἄρκτων δέρματ᾽ ἔκειτο βαρυφθόγγων τε λεόντων, 160 τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. οἳ δ᾽ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα165 ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλουἈγχίσης: ὃ δ᾽ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς. ἦμος δ᾽ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆεςβοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων: 170 τῆμος ἄρ᾽ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευενήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά. ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ δῖα θεάωνἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρουκῦρε κάρη: κάλλος δὲ παρειάων ἀπέλαμπεν175 ἄμβροτον, οἷόν τ᾽ ἐστὶν ἐυστεφάνου Κυθερείης, ἐξ ὕπνου τ᾽ ἀνέγειρεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν: ὄρσεο, Δαρδανίδη: τί νυ νήγρετον ὕπνον ἰαύεις; καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι, οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας; 180 ὣς φάθ᾽: ὃ δ᾽ ἐξ ὕπνοιο μάλ᾽ ἐμμαπέως ὑπάκουσεν. ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ᾽ Ἀφροδίτης, τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ: ἂψ δ᾽ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπακαί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα: 185 αὐτίκα σ᾽ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, ἔγνων ὡς θεὸς ἦσθα: σὺ δ᾽ οὐ νημερτὲς ἔειπες. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο, μή με ζῶντ᾽ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃςναίειν, ἀλλ᾽ ἐλέαιρ᾽: ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ190 γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη: Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων, θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην: οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε, 195 οὐδ᾽ ἄλλων μακάρων: ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. σοὶ δ᾽ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξεικαὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες: τῷ δὲ καὶ Αἰνείας ὄνομ᾽ ἔσσεται, οὕνεκα μ᾽ αἰνὸνἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ: 200 ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπωναἰεὶ ἀφ᾽ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε. ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺςἥρπασε ὃν διὰ κάλλος, ἵν᾽ ἀθανάτοισι μετείηκαί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, 205 θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα: τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα210 καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, ἵππους ἀρσίποδας, τοί τ᾽ ἀθανάτους φορέουσι. τούς οἱ δῶρον ἔδωκεν ἔχειν: εἶπεν δὲ ἕκασταΖηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν. 215 αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γ᾽ ἔκλυεν ἀγγελιάων, οὐκέτ᾽ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον, γηθόσυνος δ᾽ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο. ὣς δ᾽ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς, ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι. 220 Βῆ δ᾽ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, ἀθάνατόν τ᾽ εἶναι καὶ ζώειν ἤματα πάντα: τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ. νηπίη, οὐδ᾽ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼςἥβην αἰτῆσαι ξῦσαί τ᾽ ἄπο γῆρας ὀλοιόν. 225 τὸν δ᾽ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃναῖε παρ᾽ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης: αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραικαλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, 230 τοῦ δ᾽ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, αὐτὸν δ᾽ αὖτ᾽ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, σίτῳ τ᾽ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα. ἀλλ᾽ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, οὐδέ τι κινῆσαι μελέων δύνατ᾽ οὐδ᾽ ἀναεῖραι, 235 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή: ἐν θαλάμῳ κατέθηκε, θύρας δ᾽ ἐπέθηκε φαεινάς. τοῦ δ᾽ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυςἔσθ᾽, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην240 ἀθάνατόν τ᾽ εἶναι καὶ ζώειν ἤματα πάντα. ἀλλ᾽ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τεζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, οὐκ ἂν ἔπειτά μ᾽ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι. νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει245 νηλειές, τό τ᾽ ἔπειτα παρίσταται ἀνθρώποισιν, οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ. αὐτὰρ ἐμοὶ μέγ᾽ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσινἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας250 ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, τάρβεσκον: πάντας γὰρ ἐμὸν δάμνασκε νόημα. νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναιτοῦτο μετ᾽ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, 255 παῖδα δ᾽ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε: αἵ ῥ᾽ οὔτε θνητοῖς οὔτ᾽ ἀθανάτοισιν ἕπονται. 260 δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσικαί τε μετ᾽ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντηςμίσγοντ᾽ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. τῇσι δ᾽ ἅμ᾽ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι265 γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. ἑστᾶσ᾽ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσινἀθανάτων: τὰς δ᾽ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ: ἀλλ᾽ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, 270 ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, φλοιὸς δ᾽ ἀμφιπεριφθινύθει, πίπτουσι δ᾽ ἄπ᾽ ὄζοι, τῶν δέ θ᾽ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, 275 ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. σοὶ δ᾽ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, γηθήσεις ὁρόων: μάλα γὰρ θεοείκελος ἔσται: 280 ἄξεις δ᾽ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω: φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, 285 αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ. εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι νοήσας, 290 ἴσχεο μηδ᾽ ὀνόμαινε, θεῶν δ᾽ ἐποπίζεο μῆνιν. ὣς εἰποῦσ᾽ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα. χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα: σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
1.6
Εἲς Ἀφροδίτηναἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτηνᾁσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχενεἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντοςἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης5 ἀφρῷ ἔνι μαλακῷ: τὴν δὲ χρυσάμπυκες Ὧραιδέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν: κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκανκαλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσινἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος: 10 δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισινὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶὯραι κοσμείσθην χρυσάμπυκες, ὁππότ᾽ ἴοιενἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν, 15 ἦγον ἐς ἀθανάτους: οἳ δ᾽ ἠσπάζοντο ἰδόντεςχερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστοςεἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι, εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης. χαῖρ᾽ ἑλικοβλέφαρε, γλυκυμείλιχε: δὸς δ᾽ ἐν ἀγῶνι20 νίκην τῷδε φέρεσθαι, ἐμὴν δ᾽ ἔντυνον ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.7
Εἲς Διώνυσονἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν, μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιοἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς, πρωθήβῃ: καλαὶ δὲ περισσείοντο ἔθειραι, 5 κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοιςπορφύρεον: τάχα δ᾽ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸςληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον, Τυρσηνοί: τοὺς δ᾽ ἦγε κακὸς μόρος: οἳ δὲ ἰδόντεςνεῦσαν ἐς ἀλλήλους, τάχα δ᾽ ἔκθορον. αἶψα δ᾽ ἑλόντες10 εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ. υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήωνεἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι. τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτονχειρῶν ἠδὲ ποδῶν: ὃ δὲ μειδιάων ἐκάθητο15 ὄμμασι κυανέοισι: κυβερνήτης δὲ νοήσαςαὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε: δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ᾽ ἑλόντες, καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής. ἢ γὰρ Ζεὺς ὅδε γ᾽ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων20 ἠὲ Ποσειδάων: ἐπεὶ οὐ θνητοῖσι βροτοῖσινεἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν. ἀλλ᾽ ἄγετ᾽, αὐτὸν ἀφῶμεν ἐπ᾽ ἠπείροιο μελαίνηςαὐτίκα: μηδ᾽ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶςὄρσῃ ἔπ᾽ ἀργαλέους τ᾽ ἀνέμους καὶ λαίλαπα πολλήν. 25 Ὣς φάτο: τὸν δ᾽ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ: δαιμόνι᾽, οὖρον ὅρα, ἅμα δ᾽ ἱστίον ἕλκεο νηὸςσύμπανθ᾽ ὅπλα λαβών: ὅδε δ᾽ αὖτ᾽ ἄνδρεσσι μελήσει. ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρονἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω: ἐς δὲ τελευτὴν30 ἔκ ποτ᾽ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάνταοὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. ἔμπνευσεν δ᾽ ἄνεμος μέσον ἱστίον: ἀμφὶ δ᾽ ἄρ᾽ ὅπλακαττάνυσαν: τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα. 35 οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαινανἡδύποτος κελάρυζ᾽ εὐώδης, ὤρνυτο δ᾽ ὀδμὴἀμβροσίη: ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας. αὐτίκα δ᾽ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθηἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ40 βότρυες: ἀμφ᾽ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός, ἄνθεσι τηλεθάων, χαρίεις δ᾽ ἐπὶ καρπὸς ὀρώρει: πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον: οἳ δὲ ἰδόντες, νῆ᾽ ἤδη τότ᾽ ἔπειτα κυβερνήτην ἐκέλευονγῇ πελάαν: ὃ δ᾽ ἄρα σφι λέων γένετ᾽ ἔνδοθι νηὸς45 δεινὸς ἐπ᾽ ἀκροτάτης, μέγα δ᾽ ἔβραχεν, ἐν δ᾽ ἄρα μέσσῃἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων: ἂν δ᾽ ἔστη μεμαυῖα: λέων δ᾽ ἐπὶ σέλματος ἄκρουδεινὸν ὑπόδρα ἰδών: οἳ δ᾽ ἐς πρύμνην ἐφόβηθεν, ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα50 ἔσταν ἄρ᾽ ἐκπληγέντες: ὃ δ᾽ ἐξαπίνης ἐπορούσαςἀρχὸν ἕλ᾽, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντεςπάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν, δελφῖνες δ᾽ ἐγένοντο: κυβερνήτην δ᾽ ἐλεήσαςἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον: 55 θάρσει,† δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ: εἰμὶ δ᾽ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρΚαδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα. χαῖρε, τέκος Σεμέλης εὐώπιδος: οὐδέ πη ἔστισεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.
1.8
Εἲς ἌρεαἎρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ, ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά, καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου, Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος, 5 ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν, ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσωναἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοιζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι: κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης, 10 πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότηταἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμηνσεύασθαι κακότητα πικρὴν ἀπ᾽ ἐμοῖο καρήνου, καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν, θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ᾽ ἐρέθῃσι15 φυλόπιδος κρυερῆς ἐπιβαινέμεν: ἀλλὰ σὺ θάρσοςδός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖςδυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.
1.9
Εἲς ἌρτεμινἌρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο. παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος, ἥθ᾽ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητοςῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκειἐς Κλάρον ἀμπελόεσσαν, ὅθ᾽ ἀργυρότοξος Ἀπόλλων5 ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν. καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ᾽ ἅμα πᾶσαι ἀοιδῇ: αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ᾽ ἀείδειν, σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
1.10
Εἲς Ἀφροδίτηνκυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσιμείλιχα δῶρα δίδωσιν, ἐφ᾽ ἱμερτῷ δὲ προσώπῳαἰεὶ μειδιάει καὶ ἐφ᾽ ἱμερτὸν θέει ἄνθος. χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα5 εἰναλίης τε Κύπρου: δὸς δ᾽ ἱμερόεσσαν ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.11
Εἲς ἈθήνανΠαλλάδ᾽ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ᾽ ἀείδειν, δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργαπερθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε, καί τ᾽ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε. 5 χαῖρε, θεά, δὸς δ᾽ ἄμμι τύχην εὐδαιμονίην τε.
1.12
Εἲς ἭρανἭρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη, ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν, Ζην`% ὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε, κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον5 ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ.
1.13
Εἲς ΔημήτρανΔημήτηρ᾽ ἠύκομον, σεμνὴν θεάν, ἄρχομ᾽ ἀείδειν, αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν. χαῖρε, θεά, καὶ τήνδε σάου πόλιν: ἄρχε δ᾽ ἀοιδῆς.
1.14
Εἲς Μητέρα Θεῶνμητέρα μοι πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπωνὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο, ᾗ κροτάλων τυπάνων τ᾽ ἰαχὴ σύν τε βρόμος αὐλῶνεὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων5 οὔρεά τ᾽ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ᾽ ἅμα πᾶσαι ἀοιδῇ.
1.15
Εἲς Ἡρακλέα ΛεοντόθυμονἩρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ᾽ ἄριστονγείνατ᾽ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισινἈλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι: ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν5 πλαζόμενος πομπῇσιν ὕπ᾽ Εὐρυσθῆος ἄνακτοςπολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ᾽ ἀνέτλη: νῦν δ᾽ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπουναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην. χαῖρε, ἄναξ, Διὸς υἱέ: δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.
1.16
Εἲς Ἀσκληπιόνἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ᾽ ἀείδειν, υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα ΚορωνὶςΔωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος, χάρμα μέγ᾽ ἀνθρώποισι, κακῶν θελκτῆρ᾽ ὀδυνάων. 5 καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ: λίτομαι δέ σ᾽ ἀοιδῇ.
1.17
Εἲς ΔιοσκούρουςΚάστορα καὶ Πολυδεύκἐ ἀείσεο, Μοῦσα λίγεια, Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο: τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδηλάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι. 5 χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων.
1.18
Εἲς ἙρμῆνἙρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην, Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα, 5 αἰδοίη: μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, ἄντρῳ ναιετάουσα παλισκίῳ: ἔνθα Κρονίωννύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην: λάνθανε δ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους. 10 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ: σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.[ χαῖρ᾽. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]
1.19
Εἲς Πᾶναἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ᾽ ἀνὰ πίσηδενδρήεντ᾽ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις, αἵ τε κατ᾽ αἰγίλιπος πέτρης στείβουσι κάρηνα5 Πᾶν᾽ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον, αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχεκαὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα. φοιτᾷ δ᾽ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά, ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν, 10 ἄλλοτε δ᾽ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων. πολλάκι δ᾽ ἀργινόεντα διέδραμεν οὔρεα μακρά, πολλάκι δ᾽ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, ὀξέα δερκόμενος: τότε δ᾽ ἕσπερος ἔκλαγεν οἶον15 ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρωννήδυμον: οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσινὄρνις, ἥτ᾽ ἔαρος πολυανθέος ἐν πετάλοισιθρῆνον ἐπιπροχέουσ᾽ ἀχέει μελίγηρυν ἀοιδήν. σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι20 φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳμέλπονται: κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ: δαίμων δ᾽ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ᾽ ἐς μέσον ἕρπων, πυκνὰ ποσὶν διέπει, λαῖφος δ᾽ ἐπὶ νῶτα δαφοινὸνλυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς25 ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ᾽ ὑάκινθοςεὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ. ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον: οἷόν θ᾽ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλωνἔννεπον, ὡς ὅ γ᾽ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, 30 καί ῥ᾽ ὅ γ᾽ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. ἔνθ᾽ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ᾽ ἐνόμευενἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼννύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι: 35 ἐκ δ᾽ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ᾽ ἐν μεγάροισινἙρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα: φεῦγε δ᾽ ἀναΐξασα, λίπεν δ᾽ ἄρα παῖδα τιθήνηδεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον. 40 τὸν δ᾽ αἶψ᾽ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκεδεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων. ῥίμφα δ᾽ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψαςδέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦπὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, 45 δεῖξε δὲ κοῦρον ἑόν: πάντες δ᾽ ἄρα θυμὸν ἔτερφθενἀθάνατοι, περίαλλα δ᾽ ὁ Βάκχειος Διόνυσος: Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε. καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ᾽ ἀοιδῇαὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.20
Εἲς ἭφαιστονἭφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια, ὃς μετ᾽ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργαἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες. 5 νῦν δὲ δι᾽ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντεςῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸνεὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν. ἀλλ᾽ ἵληθ᾽, Ἥφαιστε: δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.
1.21
Εἲς Ἀπόλλωναφοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ᾽ ἀείδει, ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα, Πηνειόν: σὲ δ᾽ ἀοιδὸς ἔχων φόρμιγγα λίγειανἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει. 5 καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ᾽ ἀοιδῇ.
1.22
Εἲς Ποσειδῶναἀμφὶ Ποσειδάωτα, μέγαν θεόν, ἄρχομ᾽ ἀείδειν, γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης, πόντιον, ὅσθ᾽ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς. διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο, 5 ἵππων τε δμητῆρ᾽ ἔμεναι σωτῆρά τε νηῶν. χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.
1.23
Εἲς Ὕπατον ΚρονίδηνΖῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον, εὐρύοπα, κρείοντα, τελεσφόρον, ὅστε Θέμιστιἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει. ἵληθ᾽, εὐρύοπα Κρονίδη, κύδιστε μέγιστε.
1.24
Εἲς Ἑστίανἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιοΠυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις, αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον: ἔρχεο τόνδ᾽ ἀνὰ οἶκον, ἕν᾽ ἔρχεο θυμὸν ἔχουσα5 σὺν Διὶ μητιόεντι: χάριν δ᾽ ἅμ᾽ ὄπασσον ἀοιδῇ.
1.25
Εἲς Μούσας Καὶ Ἀπόλλωναμουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε: ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνοςἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες: ὃ δ᾽ ὄλβιος, ὅν τινα Μοῦσαι5 φίλωνται: γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ᾽ ἀοιδήν: αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.26
Εἲς Διόνυσονκισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ᾽ ἀείδειν, Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν, ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτοςδεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον5 Νύσης ἐν γυάλοις: ὃ δ᾽ ἀέξετο πατρὸς ἕκητιἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν. αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν, δὴ τότε φοιτίζεσκε καθ᾽ ὑλήεντας ἐναύλους, κισσῷ καὶ δάφνῃ πεπυκασμένος: αἳ δ᾽ ἅμ᾽ ἕποντο10 Νύμφαι, ὃ δ᾽ ἐξηγεῖτο: βρόμος δ᾽ ἔχεν ἄσπετον ὕλην. καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ᾽ ὦ Διόνυσε: δὸς δ᾽ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι, ἐκ δ᾽ αὖθ᾽ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.
1.27
Εἲς ἌρτεμινἌρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν, παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν, αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος, ἣ κατ᾽ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας5 ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνειπέμπουσα στονόεντα βέλη: τρομέει δὲ κάρηναὑψηλῶν ὀρέων, ἰάχει δ᾽ ἔπι δάσκιος ὕληδεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖαπόντος τ᾽ ἰχθυόεις: ἣ δ᾽ ἄλκιμον ἦτορ ἔχουσα10 πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην. αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα, εὐφρήνῃ δὲ νόον, χαλάσασ᾽ εὐκαμπέα τόξαἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο, Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον, 15 Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα. ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺςἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, ἐξάρχουσα χορούς: αἳ δ᾽ ἀμβροσίην ὄπ᾽ ἰεῖσαιὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας20 ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ᾽ ἀρίστους. χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο: αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.28
Εἲς ἈθήνανΠαλλάδ᾽ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ᾽ ἀείδεινγλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς5 σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε᾽ ἔχουσαν, χρύσεα, παμφανόωντα: σέβας δ᾽ ἔχε πάντας ὁρῶνταςἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιοἐσσυμένως ὤρουσεν ἀπ᾽ ἀθανάτοιο καρήνου, σείσασ᾽ ὀξὺν ἄκοντα: μέγας δ᾽ ἐλελίζετ᾽ Ὄλυμπος10 δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖασμερδαλέον ἰάχησεν: ἐκινήθη δ᾽ ἄρα πόντος, κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ᾽ ἅλμηἐξαπίνης: στῆσεν δ᾽ Ὑπερίονος ἀγλαὸς υἱὸςἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη15 εἵλετ᾽ ἀπ᾽ ἀθανάτων ὤμων θεοείκελα τεύχηΠαλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο: αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.29
Εἲς Ἑστίανἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσινἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ᾽ ἀνθρώπωνἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν, καλὸν ἔχουσα γέρας καὶ τίμιον: οὐ γὰρ ἄτερ σοῦ5 εἰλαπίναι θνητοῖσιν, ἵν᾽ οὐ πρώτῃ πυμάτῃ τεἙστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον: καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ, ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων, 10 ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε. ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισινεἰδότες: ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπωνεἰδότες ἔργματα καλὰ νόῳ θ᾽ ἕσπεσθε καὶ ἥβῃ. χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς: αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.30
Εἲς Γῆν Μητέρα Πάντωνγαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον, πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθ᾽ ὁπόσ᾽ ἐστίν, ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ᾽ ὅσα πόντονἠδ᾽ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. 5 ἐκ σέο δ᾽ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι, πότνια, σεῦ δ᾽ ἔχεται δοῦναι βίον ἠδ᾽ ἀφελέσθαιθνητοῖς ἀνθρώποισιν: ὃ δ᾽ ὄλβιος, ὅν κε σὺ θυμῷπρόφρων τιμήσῃς: τῷ τ᾽ ἄφθονα πάντα πάρεστι. βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατ᾽ ἀγροὺς10 κτήνεσιν εὐθηνεῖ, οἶκος δ᾽ ἐμπίπλαται ἐσθλῶν: αὐτοὶ δ᾽ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικακοιρανέουσ᾽, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ: παῖδες δ᾽ εὐφροσύνῃ νεοθηλέι κυδιόωσιπαρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ15 παίζουσαι σκαίρουσι κατ᾽ ἄνθεα μαλθακὰ ποίης, οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον. χαῖρε, θεῶν μήτηρ, ἄλοχ᾽ Οὐρανοῦ ἀστερόεντος, πρόφρων δ᾽ ἀντ᾽ ᾠδῆς βίοτον θυμήρε᾽ ὄπαζε: αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
1.31
Εἲς Ἥλιονἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα, Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπιςγείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος: γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων, 5 αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε ΣελήνηνἨέλιόν τ᾽ ἀκάμαντ᾽, ἐπιείκελον ἀθανάτοισιν, ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσινἵπποις ἐμβεβαώς: σμερδνὸν δ᾽ ὅ γε δέρκεται ὄσσοις10 χρυσέης ἐκ κόρυθος: λαμπραὶ δ᾽ ἀκτῖνες ἀπ᾽ αὐτοῦαἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τ᾽ ἔθειραιλαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωποντηλαυγές: καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθοςλεπτουργές, πνοιῇ ἀνέμων: ὕπο δ᾽ ἄρσενες ἵπποι. 15 ἔνθ᾽ ἄρ᾽ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,[ αὐτόθι παύεται ἄκρου ἐπ᾽ οὐρανοῦ, εἰσόκεν αὖτις] θεσπέσιος πέμπῃσι δι᾽ οὐρανοῦ Ὠκεανόνδε. χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε᾽ ὄπαζε. ἐκ σέο δ᾽ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶνἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.
1.32
Εἲς Σελήνηνμήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι, ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς: ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτοςκρατὸς ἀπ᾽ ἀθανάτοιο, πολὺς δ᾽ ὑπὸ κόσμος ὄρωρεν5 αἴγλης λαμπούσης: στίλβει δέ τ᾽ ἀλάμπετος ἀὴρχρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ᾽ ἐνδιάονται, εὖτ᾽ ἂν ἀπ᾽ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν, εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη, ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας, 10 ἐσσυμένως προτέρωσ᾽ ἐλάσῃ καλλίτριχας ἵππους, ἑσπερίη, διχόμηνος: ὃ δὲ πλήθει μέγας ὄγμοςλαμπρόταταί τ᾽ αὐγαὶ τότ᾽ ἀεξομένης τελέθουσινοὐρανόθεν: τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται. τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ: 15 ἣ δ᾽ ὑποκυσαμένη Πανδείην γείνατο κούρην, ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι. χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη, πρόφρον, ἐυπλόκαμος: σέο δ᾽ ἀρχόμενος κλέα φωτῶνᾁσομαι ἡμιθέων, ὧν κλείουσ᾽ ἔργματ᾽ ἀοιδοί, 20 Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.
1.33
Εἲς Διοσκούρουςἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι, Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, Κάστορά θ᾽ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα, τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο5 μιχθεῖσ᾽ ἐν φιλότητι κελαινεφέι Κρονίωνισωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπωνὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαιχειμέριαι κατὰ πόντον ἀμείλιχον: οἳ δ᾽ ἀπὸ νηῶνεὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο10 ἄρνεσσιν λευκοῖσιν, ἐπ᾽ ἀκρωτήρια βάντεςπρύμνης: τὴν δ᾽ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσηςθῆκαν ὑποβρυχίην: οἳ δ᾽ ἐξαπίνης ἐφάνησανξουθῇσι πτερύγεσσι δι᾽ αἰθέρος ἀίξαντες, αὐτίκα δ᾽ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας, 15 κύματα δ᾽ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, σήματα καλά, πόνου ἀπονόσφισιν: οἳ δὲ ἰδόντεςγήθησαν, παύσαντο δ᾽ ὀιζυροῖο πόνοιο. χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων: αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.

Intertext edge

Open linked passage

Note