Epistle to the Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ignatius-of-antioch" aria-label="More works by Ignatius of Antioch">
—
⋯
Original / primary: Textus receptus
18.0.1
Περίψημα τὸ ἐμὸν πνεῦμα τοῦ σταυροῦ, ὃ ἐστιν σκάνδαλον τοῖς ἀπιστοῦσιν, ἡμῖν δὲ σωτηρία καὶ ζωὴ αἰώνιος. ποῦ σωφός; ποῦ συζητητής; ποῦ καύχησις τῶν λεγομένων συνετῶν;
18.0.2
ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ’ οἰκονομίαν θεοῦ ἐκ σπέρματος μὲν Δαυείδ, πνεύματος δὲ ἁγίου· ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τῷ πάθει τὸ ὕδωρ καθαρίσῃ.