Epistle to the Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ignatius-of-antioch" aria-label="More works by Ignatius of Antioch">
—
⋯
Original / primary: Textus receptus
5.0.1
Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἐγκεκραμένους οὕτως, ὡς ἡ ἐκκλησία Ἰησοῦ Χριστῷ, καὶ ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ῇ;
5.0.2
μηδεὶς πλανάσθω· ἐὰν μὴ τις ᾖ ἐντος τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας;
5.0.3
ὁ οὖν μὴ ἐρχομενος ἐπί τὸ αὐτὸ οὗτος ἤδη ὑπερηφανει καὶ ἑαυτὸν διέκρινεν. γέγραπται γάρ· Ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, σπουδάσωμεν οὖν μὴ ἀντιτάσσεσθαι τῷ ἐπι- σκόπῳ, ἵνα ὦμεν θεῷ ὑποτασσόμενοι.