Ad eos qui scandalizati sunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραὰμ καὶ πρὸς παιδοποιίαν ἐκ τῆς ἡλικίας νεκρωθέντι λοιπόν– εἰς γὰρ τὸ γενέσθαι πατὴρ οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν– γέροντι τοίνυν ὄντι τῷ δικαίῳ καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὅρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάρραν, ἐπαγγέλλεται πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων αὐτὸν ὡς παρισοῦσθαι αὐτῶν τὸ πλῆθος τῷ πλήθει τῶν ἄστρων.
10.2.1
Ὁ δὲ, τοιούτων κωλυμάτων ὄντων, τῆς ἡλικίας ἤδη εἰς ἔσχατον γῆρας κατενεχθείσης καὶ τῆς γυναικὸς ἀπό τε τῆς ἡλικίας, ἀπό τε τῆς φύσεως πεπηρωμένης· οὐ γὰρ τὸ γῆρας διεκώλυε μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως ἡ πήρωσις· καὶ γὰρ καὶ νέας οὔσης ἄχρηστον τὸ τῆς φύσεως ἐργαστήριον ἦν· στεῖρα γὰρ ἦν ἡ γυνή.
10.3.1
Διὸ καὶ Παῦλος ἐπισημαινόμενος τοῦτο αὐτό, οὕτως ἔλεγε· «Καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας». Οὐκ εἶπε τὴν νέκρωσιν Σάρρας ἁπλῶς, ἵνα μὴ τὴν ἡλικίαν ὑποπτεύσῃς μόνον, ἀλλὰ καὶ αὐτῆς μήτρας τὴν νέκρωσιν, τὴν οὐκ ἀπὸ χρόνων μόνον, ἀλλὰ καὶ ἀπὸ φύσεως γεγενημένην· ἀλλ' ὅμως καὶ τηλικούτων, ὅπερ ἔφην, κωλυμάτων ὄντων, εἰδὼς τί ποτέ ἐστιν ἐπαγγελία Θεοῦ, πῶς εὐμήχανός τε καὶ εὔπορος καὶ οὐ νόμοις φύσεως, οὐ δυσχολίᾳ πραγμάτων, οὐκ ἄλλῳ τινὶ κωλυομένη, ἀλλὰ διὰ τῶν ἐναντίων βαδίζουσα καὶ τὸ ἐπηγγελμένον εἰς ἔργον ἄγουσα,
10.4.1
κατεδέξατο τὸ εἰρημένον καὶ ἐπίστευσε τῇ ὑποσχέσει καὶ τὸν θόρυβον τὸν ἐκ τῶν λογισμῶν οὐδὲ κινηθῆναι ὅλως ἀφείς, ἀξιόπιστον ἔκρινεν εἶναι, ὥσπερ οὖν καὶ ἔστι, πρὸς τὴν τῆς ἐπαγγελίας πλήρωσιν τοῦ ὑποσχομένου τὴν δύναμιν, οὐκ ἐξετάσας, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται καὶ τίνος ἕνεκεν οὐκ ἐν νεότητι, ἀλλ' ἐν γήρᾳ καὶ ὀψέ ποτε καὶ βραδέως.
10.5.1
Διὸ καὶ ὁ Παῦλος αὐτὸν ἀνακηρύττει μετὰ λαμπρᾶς τῆς φωνῆς οὕτω λέγων· «Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν.» Τί ἐστι· «Παρ' ἐλπίδα ἐπ' ἐλπίδι»; Παρ' ἐλπίδα τὴν ἀνθρωπίνην, ἐπ' ἐλπίδι τῇ τοῦ Θεοῦ, τῇ πάντα νικώσῃ, τῇ πάντα δυναμένῃ, τῇ πάντων περιγινομένῃ. Καὶ ἐπίστευσεν οὐκ εἰς τὸ πατὴρ γενέσθαι μόνον, ἀλλὰ καὶ ἐθνῶν τοσούτων, ὁ γέρων καὶ ἄγονος, ὁ στεῖραν καὶ γεγηρακυῖαν γυναῖκα ἔχων, κατὰ τὸ εἰρημένον·
10.6.1
«Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ἀναπηδήσας καὶ ἐξαλλόμενος εὐθέως ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρὸς τὸ ὕψος ἀναδραμὼν τοῦ ὑποσχομένου καὶ ἐννοήσας αὐτοῦ τὴν ἄφατον δύναμιν, ἐπείσθη σαφῶς ὅτι πάντως ἔσται τὸ εἰρημένον.
10.7.1
Καὶ τούτῳ μάλιστα τὸν Θεὸν ἐδόξασε, τῷ μὴ περιεργάσασθαι, μηδὲ πολυπραγμονῆσαι, ἀλλὰ τῷ ἀκαταλήπτῳ τῆς σοφίας αὐτοῦ καὶ τῆς δυνάμεως παραχωρῆσαι καὶ μηδὲν ἀμφιβάλλειν ὅλως περὶ τῶν εἰρημένων. Ὁρᾷς ὅτι τοῦτό ἐστι μάλιστα τὸ δοξάζειν τὸν Θεόν, τὸ ἀεὶ παραχωρεῖν αὐτοῦ τῷ ἀκαταλήπτῳ τῆς προνοίας καὶ τῇ ἀρρήτῳ δυνάμει καὶ σοφίᾳ καὶ μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν, μηδὲ λέγειν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; πῶς τοῦτο ἔσται;
10.8.1
Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστόν, ἀλλ' ὅτι καὶ τὸν υἱὸν αὐτοῦ ἐκεῖνον, τὸν μονογενῆ καὶ γνήσιον, μετὰ τὴν ὑπόσχεσιν ταύτην ἐκελεύετο καταθύειν καὶ οὐδὲ τότε ἐσκανδαλίζετο. Καίτοι πολλὰ ἦν τὰ δυνάμενα σκανδαλίσαι τὸν μὴ νήφοντα, μηδὲ ἐγρηγορότα· καὶ αὐτὸ πρῶτον τὸ ἐπίταγμα, εἰ ὁ Θεὸς τοιαύτας καταδέχεται θυσίας καὶ παιδοκτόνους εἶναι κελεύει τοὺς πατέρας καὶ βιαίῳ τελευτῇ καταλύειν τὸν βίον καὶ ἀώρῳ παραδιδόναι τοὺς παῖδας θανάτῳ, καὶ αὐτόχειρας γενέσθαι τῶν γεννηθέντων καὶ αἵματι τοιούτῳ τὸν βωμὸν αἱμάσσεσθαι βούλεται τὸν αὐτοῦ καὶ δεξιὰν ὁπλίζεσθαι πατρικὴν κατὰ τοῦ μονογενοῦς παιδὸς καὶ φονέων εἶναι χαλεπώτερον τὸν δίκαιον·
10.9.1
καὶ μετὰ τούτου καὶ ἡ τῆς φύσεως τυραννὶς θορυβοῦσα, ταράττουσα, οὐκ ἐπειδὴ πατὴρ ἦν μόνον, ἀλλ' ἐπειδὴ καὶ φιλόστοργος καὶ πατὴρ τοιούτου παιδός, γνησίου, μονογενοῦς, καλοῦ μὲν ἰδεῖν, καλοῦ δὲ νοῆσαι. Καὶ γὰρ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἦν καὶ αὐτῇ τῆς ἀρετῆς τῇ ἀκμῇ, διπλῇ τότε ἀπολάμπων τῇ εὐμορφίᾳ καὶ τῇ τῆς ψυχῆς καὶ τῇ τοῦ σώματος.
10.10.1
Οὐ μικρὸν δὲ εἰς φιλοστοργίαν ἦν καὶ τὸ παρ' ἐλπίδα δοθῆναι πᾶσαν. Ἴστε γὰρ πῶς ἐπέραστα τὰ τοιαῦτα παιδία, τὰ παρ' ἐλπίδα καὶ προσδοκίαν καὶ οὐ νόμῳ φύσεως κεχαρισμένα, οἷος ἐκεῖνος ἦν. Καὶ μετὰ τούτων δὴ πάντων τὸ μάλιστα ἱκανὸν παρασχεῖν σκάνδαλον ἡ ἐπαγγελία καὶ ἡ ὑπόσχεσις ἦν· ἐναντίον γὰρ ἦν αὐτῇ τὸ ἐπιταχθέν. Τὸ μὲν γὰρ ἐπαγγελθὲν ἦν· «Οὕτως ἔσται τὸ σπέρμα σου ὡς τὰ ἄστρα οὐρανοῦ», τὸ δὲ ἐπιτεταγμένον, τὸν υἱὸν τὸν μονογενῆ ἀφ' οὗ πᾶσαν ἔμελλεν ἐμπλήσειν τὴν οἰκουμένην, τοῦτον ἐκ μέσου γίνεσθαι καὶ θανάτῳ παραδίδοσθαι καὶ σφαγῇ χαλεπωτάτῃ.
10.11.1
Καὶ ὁμῶς οὐδὲ οὕτως ἐσκανδαλίζετο, οὐδὲ ἐθορυβεῖτο ὁ δίκαιος ἐκεῖνος, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν τινα τῶν ἀνοήτων παθεῖν καὶ χαμαὶ συρομένων. Οὐδὲ γὰρ εἶπε πρὸς ἑαυτόν· Τί τοῦτο; ἐπλανήθην; παρελογίσθην; Θεοῦ τοῦτο ἐπίταγμα; Ἄπαγε, οὐ πείθομαι· τὸ παιδοκτόνον με γενέσθαι ἄδικον καὶ τοιούτῳ φοινῖξαι αἵματι τὴν δεξιάν μου. Πῶς δὲ τὰ τῆς ἐπαγγελίας ἕξει πέρας; Ἂν γὰρ ἀνέλω τὴν ῥίζαν, πόθεν οἱ κλάδοι; πόθεν οἱ καρποί; ἂν καταχώσω τὴν πηγήν, πόθεν οἱ ποταμοί; ἂν σφάξω τὸν υἱόν, πόθεν μοι τὸ πλῆθος τῶν ἐκγόνων τὸ τῷ πλήθει τῶν ἄστρων παρισούμενον;
10.12.1
Πῶς οὖν ὑπέσχετο ἕτερα καὶ ἐναντία ἐπιτάττει νῦν; Τούτων οὐδὲν οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγὼν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸ ἀντιπῖπτον καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε καὶ ἔσφαξε τὸν υἱὸν καὶ ᾕμαξε τὴν δεξιὰν καὶ ἐφοίνιξε τὸ ξίφος καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν· εἰ γὰρ καὶ μὴ τῷ ἔργῳ, ἀλλὰ τῇ γνώμῃ ταῦτα πάντα ἐπλήρωσε.
10.13.1
Διὸ καὶ Μωυσῆς αὐτὸν θαυμάζων, οὕτως ἔφη· «Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαὰκ καὶ ἀνένεγκε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω.» Ταῦτα τὰ τῆς ὑποσχέσεως ῥήματα, τὰ τῆς ἐπαγγελίας, τὰ λέγοντα ὅτι πλήθους ἐκγόνων ἔσται πατὴρ καὶ ἔσται τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ;
10.14.1
Ὅρα πῶς μετὰ τὰ ῥήματα ταῦτα, ἀκούσας σφάξαι τὸν υἱόν, κατεδέξατο τὸν ἀφ' οὗ τοσοῦτον ἔμελλεν ἔσεσθαι τὸ πλῆθος, τοῦτον ἀνελεῖν καὶ καταθῦσαι καὶ ἐκ μέσου ποιῆσαι καὶ ἱερεῖον τῷ Θεῷ προσαγαγεῖν. Καὶ ὁ Παῦλος δὲ αὐτὸν θαυμάζων πάλιν οὕτως ἀνεκήρυττε λέγων· «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος». Εἶτα δεικνὺς ἡλίκον πρᾶγμα ἐποίησε καὶ ὅσην ἐπεδείξατο πίστιν, ἐπήγαγε· «Καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος.»
10.15.1
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν εἰπεῖν ὅτι δύο παῖδας εἶχε γνησίους καὶ προσεδόκα, ἀναιρεθέντος τούτου, ἀπὸ τοῦ ἑτέρου τοῦ πλήθους ἐκείνου ἔσεσθαι πατήρ, ἀλλὰ καὶ μόνον εἶχεν αὐτὸν καὶ ἀπὸ μόνου τούτου τὰ τῆς ἐπαγγελίας ἤρτητο· καὶ ὅμως τοῦτον εἵλετο καταθῦσαι, ὥσπερ ἐν τῇ ὑποσχέσει τῆς γεννήσεως αὐτοῦ μήτε τῇ οἰκείᾳ νεκρώσει, μήτε τῇ πηρώσει τῆς φύσεως τῆς γυναικὸς κωλυθεὶς πρὸς τὴν πίστιν, οὕτως οὐδὲ ἐνταῦθα τῷ θανάτῳ παρεμποδισθείς.
10.16.1
Παράβαλε τοίνυν ταῦτα πρὸς τὰ νῦν γεγενημένα καὶ ὄψει σου τὴν μικροψυχίαν καὶ ὄψει τὴν εὐτέλειαν τῶν σκανδαλιζομένων καὶ μαθήσῃ σαφῶς ὅτι οὐδαμόθεν ἑτέρωθέν σοι τὸ σκάνδαλον γίνεται ἢ ἐκ τοῦ μὴ παραχωρεῖν τῇ ἀκαταλήπτῳ τοῦ Θεοῦ προνοίᾳ, ἀλλ' ἐπιζητεῖν οἰκονομιῶν τρόπον πανταχοῦ καὶ αἰτίας τῶν γινομένων ἀπαιτεῖν καὶ ἕκαστα περιεργάζεσθαι.
10.17.1
Ὅπερ εἰ ἔπαθεν ὁ Ἀβραάμ, ἔμελλε πρὸς τὴν πίστιν χωλεύειν. Ἀλλ' οὐ περιεργάσατο, διὸ καὶ ἔλαμψε καὶ πάντων ἐπέτυχε τῶν ἐπηγγελμένων· οὐδὲ ἐσκανδαλίζετο, οὐδὲ τῷ γήρᾳ, οὐδὲ τῷ μετὰ ταῦτα ἐπιτάγματι· οὐδὲ ἐνόμισε κώλυμα εἶναι τὸ ἐπίταγμα τῇ ὑποσχέσει, οὔτε ἀναιρετικὴν εἶναι τὴν θυσίαν τῆς ἐπαγγελίας, οὐδὲ εἰς ἀπόγνωσιν ἐνέπιπτε τῆς ὑποσχέσεως, καίτοι πρὸς αὐτὸ τὸ πέρας τῶν πραγμάτων ἐλθών. Μὴ γάρ μοι τοῦτο λέγε ὅτι οὐκ εἴασεν ὁ Θεὸς εἰς ἔργον τὸ ἐπίταγμα ἐλθεῖν, οὐδὲ αἱμαχθῆναι τοῦ δικαίου τὴν δεξιάν· ἀλλ' ἐκεῖνο σκόπει ὅτι τούτων οὐδὲν ὁ Ἀβραὰμ ᾔδει, οὐδὲ ὅτι ζῶντα ἀπολήψεται τὸν υἱὸν καὶ οὕτως οἴκαδε ἐπιστρέψαι ἠπίστατο, ἀλλ' ἔτεινεν ὅλην πρὸς τὴν σφαγὴν τὴν ἑαυτοῦ γνώμην.
10.18.1
Διὰ τοῦτο καὶ ἐκ δευτέρου καλεῖται ἐκ τῶν οὐρανῶν. Οὐ γὰρ εἶπεν αὐτῷ «Ἀβραάμ» ἁπλῶς, ἀλλά «Ἀβραάμ, Ἀβραάμ», τῷ διπλασιασμῷ τῆς φωνῆς τὴν ἐπιτεταμένην πρὸς τὴν θυσίαν προαίρεσιν ἀνείργων τε καὶ ἀναχαιτίζων· οὕτως ὅλος τοῦ ἐπιτάγματος ἦν. Εἶδες πῶς τὸ πᾶν τῇ γνώμῃ αὐτοῦ ἐπεπλήρωτο καὶ σκάνδαλον οὐδαμοῦ. Τὸ δὲ αἴτιον, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ Θεοῦ.
10.19.1
Τί δὲ ὁ Ἰωσήφ; εἰπέ μοι. Οὐ τοιοῦτόν τι καὶ αὐτὸς πέπονθε; Καὶ γὰρ κἀκείνῳ μεγάλη τῆς ὑποσχέσεως χάρις ἦν παρὰ τοῦ Θεοῦ δεδομένη καὶ τὰ γινόμενα πάλιν ἀπεναντίας τῶν ἐπαγγελλιῶν ἐγίνετο. Ἡ μὲν γὰρ ὑπόσχεσις ἦν διὰ τῶν ὀνειράτων προσκυνήσειν αὐτὸν τοὺς ἀδελφοὺς καὶ διπλῆ ὄψις τοῦτο ἀνεκήρυττεν, ἤ τε διὰ τῶν ἄστρων, ἤ τε διὰ τῶν δραγμάτων· τὰ δὲ μετὰ τὰς ὁράσεις ταύτας συμβαίνοντα ἐναντία τῶν ὄψεων ἦν.
10.20.1
Πρῶτον μὲν γὰρ πόλεμος αὐτῷ χαλεπὸς ἐντεῦθεν κατὰ τὴν πατρῴαν οἰκίαν ἀνερριπίζετο καὶ οἱ τὰς αὐτὰς αὐτῷ λύσαντες ὠδῖνας, διατεμόντες τῆς συγγενείας τοὺς νόμους καὶ διαρρήξαντες τῆς ἀδελφικῆς φιλίας αὐτῆς τὰ δεσμὰ καὶ αὐτοὺς τῆς φύσεως διασαλεύσαντες τοὺς θεσμοὺς, ἐχθροὶ καὶ πολέμιοι καὶ λύκων ἀγριώτεροι περὶ τὸν ἀδελφὸν ἀπὸ τῶν ὀνειράτων ἐκείνων ἐγίνοντο· καὶ ὥσπερ θῆρες ἄγριοι καὶ ἀνήμεροί τινες ἀρνίον ἐν μέσῳ λαβόντες, οὕτω καθ' ἑκάστην ἐπεβούλευον αὐτῷ τὴν ἡμέραν.
10.21.1
Καὶ πατὴρ τοῦ πολέμου τούτου φθόνος ἦν ἄλογος καὶ βασκανία ἄδικος· καὶ τῷ θυμῷ ζέοντες, φόνου καθ' ἑκάστην ἔπνεον τὴν ἡμέραν, τοῦ φθόνου τὴν κάμινον ταύτην ἀνάπτοντος καὶ τὴν πυρὰν ἐγείροντος. Καὶ ἐπειδὴ τέως αὐτὸν οὐδὲν ἐργάσασθαι ἠδύναντο χαλεπόν, ἔνδον στρεφόμενον καὶ μετὰ τῶν γονέων διατρίβοντα, διαβάλλουσιν αὐτοῦ τὴν ὑπόληψιν καὶ αἰσχρὰν κατασκευάζουσιν αὐτῷ δόξαν καὶ ψόγον καταφέρουσι πονηρόν, τοῦ πατρὸς τὸ φίλτρον ταύτῃ καταλῦσαι βουλόμενοι καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον λαβεῖν.
10.22.1
Εἶτα μετὰ ταῦτα λαβόντες αὐτὸν ἔξω τῶν πατρικῶν ὀφθαλμῶν καὶ ἐπ' ἐρημίας εὑρόντες αὐτοῖς κομίζοντα τροφὴν καὶ εἰς ἐπίσκεψιν αὐτῶν ἀφιγμένον, οὐ τὴν αἰτίαν τῆς ἀφίξεως ᾐδέσθησαν, οὐ τὴν τράπεζαν ᾐσχύνθησαν τὴν ἀδελφικήν, ἀλλὰ τὰ ξίφη ἠκόνουν καὶ πρὸς σφαγὴν ηὐτρεπίζοντο καὶ ἀδελφοκτόνοι πάντες ἐγίνοντο, οὐ μικρόν, οὐ μέγα ἐγκαλεῖν ἔχοντες τῷ μέλλοντι ἀναιρεῖσθαι παρ' αὐτῶν· ἀλλ' ὑπὲρ ὧν αὐτὸν στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἔδει, φθονοῦντες, πολεμοῦντες, διαβάλλοντες.
10.23.1
Ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἀπεστρέφετο αὐτῶν τὴν συνουσίαν, ἀλλὰ καὶ ἐν τοσαύτῃ πονηρίᾳ τὴν ἀδελφικὴν ἐπεδείκνυτο διάθεσιν· οἱ δὲ καὶ οὕτως αὐτὸν ἀνελεῖν ἐπεχείρουν καὶ ἀνεῖλον, τό γε αὐτῶν μέρος καὶ τὰς δεξιὰς ᾕμαξαν καὶ τὴν ἀδελφοκτονίαν ἀπήρτισαν.
10.24.1
Ἀλλ' ἡ εὐμήχανος καὶ ἐν τοῖς ἀπόροις εὔπορος τοῦ Θεοῦ σοφία καὶ ἐν αὐτῷ τῷ βαράθρῳ καὶ ἐν αὐτῇ τοῦ θανάτου τῇ ἐπαγωγῇ, ἐκ τῶν μιαρῶν αὐτῶν ἐκεῖνον ἐξήρπασε χειρῶν. Συνεβούλευσε μὲν γὰρ τῶν ἀδελφῶν εἷς, ὥστε ἀποστῆναι τῆς μιαιφονίας ἐκείνης· ἔπεισε δὲ ὁ Θεὸς καὶ τὴν σφαγὴν διεκώλυσεν. Οὐ μὴν οὐδὲ ἐνταῦθα ἵστατο τὰ δεινά, ἀλλὰ περαιτέρω προῄει πάλιν. Ἐπειδὴ γὰρ αὐτὸν ἐκωλύθησαν ἀνελεῖν, ἔζεε δὲ ὁ θυμὸς αὐτῶν ἔτι καὶ τὰ τῆς ὀργῆς ἤκμαζε καὶ πολὺ τὸ κλυδώνιον τοῦ πάθους ἦν, εἰς ἕτερόν τι τὴν ὀργὴν μετήνεγκαν.
10.25.1
Ἀποδύσαντες γὰρ καὶ δήσαντες αὐτὸν καὶ εἰς λάκκον ῥίψαντες οἱ ὠμοὶ καὶ ἀπάνθρωποι καὶ θηριώδεις, οὕτω τῆς παρ' αὐτοῦ κομισθείσης τραπέζης ἀπήλαυον· καὶ ὁ μὲν ἦν ἐν λάκκῳ περὶ τῶν ἐσχάτων δεδοικώς, οἱ δὲ ἐτρύφων καὶ ἐμέθυον. Καὶ οὐδὲ ἐνταῦθα ἵσταντο τῆς μανίας, ἀλλ' ἰδόντες ἀνθρώπους βαρβάρους καὶ πόρρω τῆς αὐτῶν ἀπῳκισμένους χώρας εἰς τὴν Αἴγυπτον κατιόντας, λαβόντες ἀπέδοντο τὸν ἀδελφόν, ἕτερον θάνατον ἐντεῦθεν αὐτῷ κατασκευάζοντες, μακρότερόν τινα καὶ χαλεπώτερον καὶ πολλῆς γέμοντα ταλαιπωρίας.
10.26.1
Μειράκιον γὰρ ὢν καὶ μειράκιον κομιδῆ καὶ μετὰ πολλῆς τῆς ἐλευθερίας ἐν οἰκίᾳ πατρῴᾳ τραφεὶς καὶ δουλείας ἁπάσης ἄμοιρος ὢν καὶ τῆς ἐν δουλείᾳ ταλαιπωρίας, ἐννόησον τί ποτε ἔπασχεν, ἀθρόον δοῦλος ἀντ' ἐλευθέρου καὶ ξένος ἀντὶ πολίτου γενόμενος καὶ τὴν ἐσχάτην αἰχμαλωσίαν ὑπομένων· οὐχὶ δουλείαν μόνον, ἀλλὰ καὶ πατρὸς καὶ μητρὸς καὶ τῶν αὐτῷ προσηκόντων ἁπάντων ἀπορρηγνύμενος, γυμνός, ξένος, ἄοικος, ἄπολις, νόμῳ δουλείας βαρβαρικαῖς χερσὶν ἐκδεδομένος.
10.27.1
Τί γὰρ οὐκ ἦν αὐτὸν ἱκανὸν θορυβῆσαι; τὸ ἀθρόον, τὸ ἀπροσδόκητον, τὸ παρ' ἐλπίδα ἀμελέτητον, τὸ χαλεπὸν τῆς συμφορᾶς, τὸ παρ' ἀδελφῶν καὶ ἀδελφῶν ἀγαπωμένων, μὴ μικρόν, μὴ μέγα ἐκείνους ἠδικηκότα, μᾶλλον δὲ καὶ εὐεργετηκότα, ταῦτα παθεῖν; Καὶ ὅμως οὐδενὶ τούτων διεταράττετο, ἀλλ' ἀπήγετο διὰ τῶν ἐμπόρων ἐκείνων εἰς Αἴγυπτον, δουλείαν ἐκ δουλείας ἀμείβων.
10.28.1
Καὶ γὰρ καὶ ἐκεῖ πάλιν ἐγίνετο δοῦλος καὶ ᾤκει βαρβαρικὴν οἰκίαν ὁ Ἑβραῖος, ὁ εὐγενής, ὁ διπλῆν ἐλευθερίαν ἐλεύθερος καὶ τὴν τοῦ σώματος καὶ τὴν τῆς ψυχῆς· καὶ οὐδὲ ἐντεῦθεν ἐταράττετο, οὐδὲ ἐσκανδαλίζετο πρὸς τὰ γεγενημένα, τῶν ὄψεων ἀναμιμνησκόμενος τῶν τὰ ἐναντία ἐπαγγελλομένων, οὐδὲ περιειργάζετο, τί δήποτε ταῦτα γίνεται;
10.29.1
Καὶ οἱ μὲν ἀδελφοκτόνοι καὶ λύκοι καὶ θῆρες καίτοι ταῦτα ἠδικηκότες, ἐπὶ τῆς πατρῴας οἰκίας τρυφῶσιν. αὐτὸς δὲ ὁ προσδοκηθεὶς αὐτῶν βασιλεύς, αἰχμάλωτος, δοῦλος, εἰς ἀλλοτρίαν ἀπεμποληθείς, τὴν ἐσχάτην ὑπομένει ταλαιπωρίαν, οὐ μόνον αὐτῶν οὐ βασιλεύσας, ἀλλὰ καὶ δοῦλος αὐτῶν γενόμενος καὶ ἐκ πολλοῦ τοῦ διαμέτρου τἀναντία ταῖς ὑποσχέσεσι παθών. Οὐ γὰρ δὴ μόνον βασιλείας τότε οὐκ ἐπέτυχεν, ἀλλὰ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ τῆς τῶν γονέων ἐξέπεσεν ὄψεως.
10.30.1
Καὶ οὐδὲ ἐνταῦθα αὐτῷ τὰ τῶν ἀγώνων ἵστατο, ἀλλ' ἕτερον βαθύτερον ἀνωρύττετο βάραθρον, θάνατον πάλιν ἔχον καὶ σφαγήν, θάνατον ἐπονείδιστον καὶ σφαγὴν αἰσχύνης γέμουσαν. Ἰδοῦσα γὰρ αὐτὸν ἀδίκοις ὀφθαλμοῖς ἡ κεκτημένη καὶ ἁλοῦσα τῷ κάλλει τοῦ νεανίσκου, ὑπὸ τῆς λαμπρᾶς αὐτοῦ χειρωθεῖσα ὄψεως καὶ αὐτὴ πάλιν δόλους ἔρραπτε καὶ ἐπιβουλάς.
10.31.1
Καὶ τὰ δίκτυα τῆς ἀκολασίας πάντοθεν ἁπλώσασα, καθ' ἑκάστην παρετήρει τὴν ἡμέραν εἴσω τῆς οἰκείας σαγήνης τὸν νεανίσκον λαβεῖν καὶ εἰς τὸ τῆς μοιχείας ἐμβαλεῖν βάραθρον καὶ θανάτῳ παραδοῦναι ἀθανάτῳ. Καὶ καθ' ἑκάστην ἡμέραν ἐπὶ τὴν ἄγραν ἐξῄει ταύτην, ὑπὸ τοῦ πάθους κεντουμένη καὶ ὑπὸ τοῦ ἀκολάστου τούτου ἔρωτος. Καί ποτε εὑροῦσα μόνον, ἐπὶ τὴν ἄδικον αὐτὸν πρὸς βίαν εἷλκεν εὐνὴν καὶ τὸν ἀλλότριον διορύξαι γάμον ἠνάγκαζε καὶ τὴν σωφροσύνην αὐτοῦ λυμήνασθαι ἐπεχείρει.
10.32.1
Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν ἔπαθέ τι χαλεπὸν ὁ δίκαιος ἐκεῖνος· ἀλλὰ καὶ ἐπιθυμίας τυραννίδα καὶ νέας ἡλικίας θορύβους καὶ ἀκολάστου γυναικὸς ἐπιβουλὴν καὶ δεσποίνης ἐφόδους καὶ νεότητος ταραχὰς καὶ πάντα ὅσα εἰκὸς ἐκ τῆς ἁφῆς ἐκείνης γενέσθαι καὶ τῆς ὄψεως καὶ τῆς μανίας, μετὰ πολλῆς τῆς εὐκολίας ὑπερβάς, ὥσπερ τις ἀετὸς ὑψηλὸν τείνας τὸ πτερὸν καὶ αὐτὰ ἀποδυσάμενος τὰ ἱμάτια καὶ καταλιπὼν ταῖς ἀκολάστοις χερσίν, ἐξῆλθεν ἱματίων μὲν γυμνός, λαμπρὰν δὲ τῆς σωφροσύνης ἕχων τὴν περιβολὴν καὶ τῆς ἁλουργίδος αὐτῆς περιφανεστέραν.
10.33.1
Ἐντεῦθεν αὐτῷ ξίφος ἠκονᾶτο πάλιν καὶ θάνατος ἐμελετᾶτο καὶ τὰ κύματα ἐπὶ τὸ μεῖζον ᾔρετο καὶ ἡ μανία τῆς γυναικὸς τῆς Βαβυλωνίας καμίνου σφοδρότερον ἀνήπτετο. Ἥ τε γὰρ ἐπιθυμία λοιπὸν ἐπὶ μεῖζον ἠγείρετο, ὅ τε θυμός, ἕτερον χαλεπώτατον πάθος, μετὰ πολλῆς προσετίθετο τῆς ἀγριότητος καὶ φόνον ἔβλεπε καὶ ἐπὶ ξίφος ἔτρεχε καὶ σφαγῆς ἤρα παρανομωτάτης καὶ τὸν τῆς σωφροσύνης ἀθλητὴν καὶ τὴν τῆς καρτερίας καὶ ὑπομονῆς ἀγωνιστὴν ἀνελεῖν ἔσπευδε.
10.34.1
Καὶ εἰσπηδήσασα πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, ἀπαγγείλασα αὐτῷ τὰ γεγενημένα, οὐχ ὡς ἡ τοῦ πράγματος εἶχεν ἀλήθεια, ἀλλ' ὡς αὐτὴ τὸ δρᾶμα τῆς συκοφαντίας κατεσκεύασεν, ἔπεισεν ἅπερ ἤθελε τὸν δικαστήν, ἐρημίαν κατηγοροῦσα καὶ ὡς ἠδικημένη τὴν ἐκδικίαν ἐπεζήτει εἰς ἀπόδειξιν ὧν ἔλεγε τὰ ἱμάτια τοῦ ἀθώου νεανίσκου περιφέρουσα ταῖς ἀκαθάρτοις χερσὶν ἐκείναις.
10.35.1
Καὶ ὁ διεφθαρμένος δικαστὴς οὐκ εἰς δικαστήριον εἰσήγαγε τὸν κατηγορούμενον, οὐ λόγου μετέδωκεν, ἀλλὰ τὸν οὐδὲ ἑωρακότα δικαστήριον, ὡς ἑαλωκότα, ὡς ἐληλεγμένον καὶ μοιχὸν ἀπηρτισμένον κατεδίκασε καὶ εἰς δεσμωτήριον ἐνέβαλε καὶ ἁλύσει παρέδωκε. Καὶ ἦν λοιπὸν ὁ τοσούτους στεφάνους ἀναδησάμενος ἀρετῆς, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων, μετὰ τῶν τὰ ἔσχατα τετολμηκότων, ἐν τῷ δεσμωτηρίῳ.
10.36.1
Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων ἐθορύβει. Καὶ ἕτερος μὲν τῷ βασιλεῖ προσκεκρουκὼς ἠφίετο, αὐτὸς δὲ μακρὸν ἔνδον ἔμενε χρόνον, ὑπὲρ ὧν αὐτὸν στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἔδει, τὴν ἐσχάτην τίνων τιμωρίαν. Καὶ οὐδὲ οὕτως ἐταράττετο, οὐδὲ ἐσκανδαλίζετο, οὐδὲ εἶπε· «Τί τοῦτο; εἰς τί τοῦτο; ὁ μέλλων ἐγὼ τῶν ἀδελφῶν βασιλεύειν, οὐ μόνον ταύτης ἐξέπεσον τῆς τιμῆς, ἀλλὰ καὶ πατρίδος καὶ οἰκίας καὶ γονέων καὶ παρ' αὐτῶν τῶν μελλόντων με προσκυνεῖν ἀνῃρέθην.
10.37.1
Εἶτα μετὰ τὴν σφαγὴν ἐπράθην, δοῦλος ἐγενόμην βαρβάρων καὶ συνεχεῖς ἤμειψα δεσπότας· καὶ οὐδὲ ἐνταῦθα ἔστη μοι τὰ δεινά, ἀλλὰ πανταχοῦ βάραθρα καὶ σκόπελοι. Μετὰ γὰρ τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν καὶ τὴν σφαγὴν καὶ τὴν δουλείαν καὶ τὴν προτέραν καὶ τὴν δευτέραν, πάλιν μοι θάνατος ἐμελετήθη καὶ συκοφαντία τῆς προτέρας χαλεπωτέρα καὶ ἐπιβουλὴ καὶ ἔφοδος καὶ δικαστήριον διεφθαρμένον καὶ κατηγορία αἰσχύνην ἔχουσα πολλὴν καὶ σφαγὴν ἡμῖν ὠδίνουσα.
10.38.1
Καὶ οὔτε λόγου μεταλαβών, ἁπλῶς καὶ ὡς ἔτυχεν εἰς δεσμωτήριον ἀπηνέχθην καὶ ἁλύσεσι περίκειμαι μετὰ μοιχῶν καὶ ἀνδροφόνων καὶ τῶν τὰ ἔσχατα τετολμηκότων. Καὶ ὁ μὲν ἀρχιοινοχόος ἀπηλλάγη καὶ ἁλύσεως καὶ δεσμωτηρίου· ἐγὼ δὲ οὐδὲ μετ' ἐκεῖνον ἀδείας τινὸς ἀπολαῦσαι δεδύνημαι· κἀκείνῳ μὲν εἰς ἔργον ἐξέβη τὸ ὄναρ κατὰ τὴν ἑρμηνείαν τὴν ἐμήν· ἐγὼ δὲ ἐν τοῖς ἀνηκέστοις εἰμὶ κακοῖς.
10.39.1
Ταῦτα αἱ ὄψεις προεδήλουν ἐκεῖναι; ταῦτα τῶν ἀστέρων ὁ ἀριθμός; ταῦτα τὰ δράγματα; Ποῦ τὰ τῶν ἐπαγγελιῶν; ποῦ τὰ τῶν ὑποσχέσεων; Ἆρα ἠπατήμαι; ἆρα παρελογίσθην; πῶς γάρ με λοιπὸν προσκυνήσουσιν οἱ ἀδελφοί, τὸν δοῦλον, τὸν αἰχμάλωτον, τὸν δεσμώτην, τὸν μοιχὸν εἶναι νομιζόμενον, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύοντα, τὸν τοσοῦτον αὐτῶν ἀπῳκισμένον; Οἴχεται πάντα ἐκεῖνα καὶ ἀπόλωλεν.
10.40.1
Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἀνέμενε τὸ τέλος, εἰδὼς καὶ αὐτὸς τοῦ Θεοῦ τὸ εὐμήχανον καὶ τὴν σοφίαν τὴν εὔπορον· καὶ οὐ μόνον οὐκ ἐσκανδαλίζετο, ἀλλὰ καὶ ἐνηβρύνετο καὶ ἐκαλλωπίζετο τοῖς γινομένοις.
10.41.1
Τί δὲ ὁ Δαυΐδ, εἰπέ μοι; Οὐ μετὰ τὸ χρισθῆναι εἰς βασιλέα καὶ λαβεῖν τοῦ δήμου τῶν Ἑβραίων τὰ σκῆπτρα τῇ τοῦ Θεοῦ ψήφῳ καὶ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον κατὰ τοῦ βαρβάρου, τὰ χαλεπώτατα πάντων ἔπαθε, πολεμούμενος, ἐπιβουλευόμενος παρὰ τοῦ Σαούλ, περὶ αὐτὸ τὸ ζῆν κινδυνεύων, εἰς πολέμους ἐπισφαλεῖς ἐκπεμπόμενος, συνεχῶς πρὸς τὴν ἐρημίαν ἐλαυνόμενος, ἀλήτης, φυγάς, ἄπολις, ἄοικος, μετανάστης γενόμενος.
10.42.1
Τί δεῖ τὰ πολλὰ λέγειν; Τέλος καὶ τῆς πατρίδος καὶ τῆς οἰκείας χώρας ἁπάσης ἐξέπεσεν ἐκείνης, παρὰ βαρβάροις τοῖς πολεμίοις καὶ ἐχθροτάτοις διατρίβων καὶ δουλείας χαλεπωτέραν ὑπομένων ζωήν· καὶ γὰρ καὶ τῆς ἀναγκαίας ἠπόρει τροφῆς. Καὶ ταῦτα ἔπασχε μετὰ τὴν παρουσίαν τοῦ Σαμουήλ, μετὰ τὴν τοῦ ἐλαίου χρῖσιν, μετὰ τὴν τῆς βασιλείας ὑπόσχεσιν, μετὰ τὰ σκῆπτρα, μετὰ τὸ διάδημα, μετὰ τὴν τοῦ Θεοῦ χειροτονίαν καὶ τὴν ψῆφον τὴν ἐπ' αὐτῷ.
10.43.1
Καὶ ὅμως οὐδὲν αὐτὸν τούτων ἐσκανδάλισεν, οὐδὲ εἶπεν οὐδὲ οὗτος· «Τί τοῦτο; Ὁ βασιλεὺς ἐγὼ καὶ τοσαύτης μέλλων ἀρχῆς ἀπολαύσεσθαι, οὐδὲ ἰδιώτης μετὰ ἀσφαλείας εἶναι δύναμαι· ἀλλὰ ἀλήτης γέγονα καὶ φυγάς, ἄπολις, ἄοικος, μετανάστης καὶ εἰς βάρβαρον ἀπηνέχθην χώραν καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς καὶ περὶ τῶν ἐσχάτων ὁρῶ καθ' ἑκάστην ἡμέραν ἐπικρεμάμενόν μοι τὸν κίνδυνον. Ποῦ τῆς βασιλείας αἱ ὑποσχέσεις; ποῦ τῆς ἀρχῆς αἱ ἐπαγγελίαι ἐκείνης;» Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· οὐκ ἐσκανδαλίσθη τοῖς γινομένοις, ἀλλὰ ἀνέμενε καὶ αὐτὸς τὸ τέλος τῶν ὑποσχέσεων.
10.44.1
Καὶ ἑτέρους δὲ μυρίους ἔστιν εἰπεῖν οἳ χαλεποῖς περιπεσόντες πράγμασιν οὐκ ἐθορυβήθησαν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἀπαγγελίαν κατέχοντες, εἰ καὶ ἐναντία τὰ γινόμενα ταῖς ὑποσχέσεσιν ἦν, διὰ τῆς καλλίστης ταύτης ὑπομονῆς λαμπροὺς ἐδρέποντο τοὺς στεφάνους. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἀνάμενε τὸ τέλος· πάντως γὰρ ἀπαντήσεται, ἢ ἐνταῦθα ἢ ἐν τῷ μέλλοντι αἰῶνι· καὶ παραχώρει πανταχοῦ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας καὶ μὴ λέγε· «Πῶς δὲ τὰ τοσαῦτα κακὰ λήψεται διόρθωσιν;» μηδὲ περιεργάζου τῆς τοῦ Θεοῦ παραδοξοποιίας τὸν τρόπον.