Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad eos qui scandalizati sunt
John Chrysostomsunt 11 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
ἐναντία ἅπαντα βλέποντες οἱ ἅγιοι οὐκ ἐσκανδαλίζοντο Οὐδὲ γὰρ οἱ δίκαιοι τότε ἐκεῖνοι τοῦτο ἐζήτουν τό· Πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· ἀλλ' ὁρῶντες εἰς ἀπόγνωσιν κατὰ ἀνθρώπινον λογισμὸν πάντα φερόμενα, οὐδὲ οὕτως ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο· ἀλλ' ἔφερον ἅπαντα γενναίως, μεγίστην ἔχοντες ἀπόδειξιν τῶν ἐσομένων χρηστῶν τὴν δύναμιν τοῦ ὑποσχομένου καὶ ἀπὸ τῆς τῶν γινομένων ἐναντιότητος εἰς ἀπόγνωσιν οὐκ ἐμπίπτοντες.
11.2.1
Ἤδεσαν γὰρ σαφῶς ὅτι εὐμήχανος ὢν καὶ σοφός, δυνήσεται καὶ μετὰ τὸ τὰ πράγματα ἀπαγορευθῆναι ἀνακτήσασθαι ταῦτα μᾶλλον ἢ ἔμπροσθεν καὶ μετὰ πολλῆς τῆς εὐκολίας τοῖς ἐπαγγελθεῖσιν ἐπιθεῖναι τὸ τέλος. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἄν τε ἐν τῷ παρόντι βίῳ λάβῃ τὰ λυπηρὰ λύσιν, δόξαζε τὸν Θεόν· ἄν τε εἰς τὰ δυσχερῆ καταλύσῃ, καὶ οὕτως εὐχαρίστει καὶ μὴ σκανδαλίζου, εἰδὼς σαφῶς τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν ἄπειρον καὶ ἑρμηνευθῆναι μὴ δυναμένην καὶ ὅτι πάντως λήψεται τὸ προσῆκον ἅπαντα τὸ τέλος, εἴτε ἐν τῷ παρόντι βίῳ, εἴτε ἐν τῷ μέλλοντι.
11.3.1
Εἰ δέ τις τὸ μέλλον ἀκούων καὶ μικροψυχῶν ἐπείγοιτο τοῦτο ἐνταῦθα ἰδεῖν γινόμενον, ἐροῦμεν ὅτι ἡ ἀληθὴς ζωὴ καὶ τὰ βέβαια πράγματα καὶ ἀκίνητα τότε ἡμᾶς μένει. Τὰ μὲν γὰρ παρόντα, ὁδός, ἐκεῖνα δέ, πατρίς· τὰ ἐνταῦθα ἄνθεσιν ἔοικεν ἐαρινοῖς, ἐκεῖνα δὲ πέτραις ἀκινήτοις· ἐκεῖ στέφανοι καὶ ἀμοιβαὶ τέλος οὐκ ἔχουσαι, ἐκεῖ ἔπαθλα καὶ βραβεῖα, ἐκεῖ κολάσεις καὶ τιμωρίαι ἀφόρητοι τῶν τὰ τοιαῦτα κακουργησάντων.
11.4.1
Τί οὖν πρὸς τοὺς τέως σκανδαλιζομένους ἐρεῖς; Τοὺς μειζόνως διαλάμποντας οὐ λέγεις, τοὺς δὲ προσωπεῖα εὐλαβείας περικειμένους καὶ νῦν ἐλεγχομένους, τούτους ἄγεις εἰς μέσον. Οὐχ ὁρᾷς τὸ χρυσίον καθαιρόμενον; τὸν μόλιβδον ἐλεγχόμενον; τὰ ἄχυρα διακρινόμενα τοῦ σίτου; τοὺς λύκους τῶν προβάτων; τοὺς πεπλασμένους τῶν ἀληθῶς ἐν εὐλαβείᾳ ζώντων; Ὥστε ὅταν ἴδῃς τούτων τὰ σκάνδαλα, ἐννόησον κἀκείνων τὰς εὐδοκιμήσεις.
11.5.1
Ὑπεσκελίσθησάν τινες, ἀλλὰ καὶ ἔστησαν πολλῷ πλείους καὶ μείζονα ἑαυτοῖς μισθὸν συνήγαγον, οὔτε τῇ δυναστείᾳ τῶν ἐπιβουλευόντων, οὔτε τῇ δυσκολίᾳ τῶν καιρῶν περιτραπέντες. Καὶ οἱ σκανδαλιζόμενοι δὲ ἑαυτοῖς λογιζέσθωσαν· ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἱερῶν ἀποσπασθέντες καὶ ναοῦ καὶ θυσιαστηρίου καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν· καὶ ὁ Δανιὴλ ὁμοίως καὶ ἕτεροι πολλοί· καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.

Intertext edge

Open linked passage

Note