Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad eos qui scandalizati sunt
John Chrysostomsunt 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
σκανδαλίζει Ποίων γὰρ ἱερέων ἀπήλαυσεν ὁ Ἀβραάμ, εἰπέ μοι; ποίων διδασκάλων; ποίας κατηχήσεως; ποίας παραινέσεως; ποίας συμβουλῆς; ὅπουγε οὐδὲ γράμματα τότε ἦν, οὐ νόμος, οὐ προφῆται, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄπλουν ἔπλει θάλατταν καὶ ὁδὸν ὥδευεν ἀτριβῆ καὶ ταῦτα καὶ οἰκίας καὶ πατρὸς ἀσεβοῦς γεγενημένος. Καὶ ὅμως οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον καὶ τοσαύτην παιδαγωγίαν, τὴν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἣν ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παιδεύειν,
13.2.1
ταῦτα προλαβὼν δι' ἔργων ἐπεδείξατο, ἀγάπην γνησίαν καὶ θερμήν, χρημάτων ὑπεροψίαν, τὴν περὶ τοὺς οἰκείους τοῦ σπέρματος κηδεμονίαν· καὶ τὸν τῦφον δὲ ἅπαντα ἐπάτησε καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον διεκρούσατο βίον, τῶν νῦν τὰς κορυφὰς τῶν ὀρῶν κατειληφότων μοναχῶν ἀκριβέστερον ζῶν.
13.3.1
Οὔτε γὰρ οἰκία ἦν αὐτῷ, ἀλλ' ἡ σκιὰ τῶν φύλλων ὄροφος ἦν τῷ δικαίῳ καὶ στέγη· οὐδέ, ἐπειδὴ ξένος ἦν, ῥᾳθυμότερος περὶ τὴν φιλοξενίαν ἐγένετο, ἀλλ' ὁ ξένος ἐν ξένῃ ἔργον τοῦτο ἐποίει, τὸ διηνεκῶς ἐν μεσημβρίᾳ μέσῃ τοὺς παριόντας ὑποδέχεσθαι καὶ θεραπεύειν. Καὶ δι' ἑαυτοῦ τὸ ἔργον ἅπαν ἤνυε καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῆς καλῆς ταύτης πραγματείας.
13.4.1
Τί δὲ ὑπὲρ τοῦ ἀδελφιδοῦ καὶ ταῦτα οὐ καθηκόντως αὐτῷ χρησαμένου, ἀλλὰ τοῖς πρωτείοις ἐπιπηδήσαντος, οὐκ ἐποίησε καὶ ταῦτα μετὰ τὴν αἵρεσιν τῆς ἐκλογῆς; Οὐχὶ τὸ αἷμα ἐξέχεεν; οὐχὶ τοὺς οἰκέτας ἅπαντας ὥπλισεν; οὐκ εἰς φανερὸν κίνδυνον ἑαυτὸν ἐνέβαλεν; Ὅτε δὲ ἐκελεύσθη τὴν μὲν οἰκίαν ἀφεῖναι, εἰς δὲ τὴν ἀλλοτρίαν ἀπελθεῖν, οὐκ εὐθέως ὑπήκουσε καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας ἀφεὶς καὶ τῷ προστάγματι πεισθεὶς τοῦ κελεύσαντος, τὰ μὲν δῆλα καταλιμπάνων, τοῖς δὲ ἀδήλοις πολλῷ σαφέστερον ἢ τοῖς δήλοις προσέχων, διὰ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ, ὅπερ ἦν πίστεως ἐπιτεταμένης;
13.5.1
Μετὰ δὲ ταῦτα πάντα τοῦ λιμοῦ καταλαβόντος, πάλιν μετανάστης ἐγίνετο καὶ οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο, ἀλλὰ τὴν αὐτὴν ὑπακοὴν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν ἐπεδείκνυτο καὶ κατῄει εἰς Αἴγυπτον καὶ ὑπακούσας τῷ Θεῷ τοιαῦτα κελεύοντι ἀφῃρέθη τὴν γυναῖκα καὶ καθυβριζομένην ἑώρα, τό γε ἧκον εἰς τὸν Αἰγύπτιον καὶ θανάτου χαλεπώτερα ὑπέμενεν ἐν τοῖς καιριωτάτοις πληττόμενος; Τί γὰρ βαρύτερον ἦν, εἰπέ μοι, τοῦ γυναῖκα νόμῳ γάμου συναφθεῖσαν αὐτῷ μετὰ τοσαῦτα κατορθώματα ὁρᾶν ὑπὸ βαρβαρικῆς ἀκολασίας ἁρπαζομένην, εἰσαγομένην ἔνδον εἰς τὰς βασιλικὰς αὐλάς, καθυβριζομένην;
13.6.1
Εἰ γὰρ καὶ μὴ τὸ ἔργον ἐξέβη, ἀλλ' αὐτὸς τοῦτο προσεδόκησε καὶ πάντα ἔφερε γενναίως καὶ οὔτε αἱ συμφοραὶ αὐτὸν ὑπεσκέλισαν, οὔτε αἱ εὐημερίαι ἐφύσησαν· ἀλλ' ἐν τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ γνώμην διεφύλαττε. Τί δέ, ὅτε αὐτῷ τὸν υἱὸν ἐπηγγείλατο, οὐχὶ μυρία κωλύματα ἦν, τὰ ἀπὸ τῶν λογισμῶν; καὶ πάντα ἐκεῖνα κατευνάσας καὶ τὸν ἐκείνων θόρυβον ἀνελών, ἀπὸ τῆς πίστεως διέλαμψεν.
13.7.1
Ὅτε δὲ αὐτὸν καθιερῶσαι ἐκελεύσθη, οὐχὶ μετὰ πολλοῦ τοῦ τάχους, ὡσανεὶ μέλλων εἰς παστάδα ἄγειν καὶ νυμφαγωγεῖν, οὕτως αὐτὸν ἀνήγαγε; καὶ αὐτῆς τῆς φύσεως σχεδὸν ἐξελθὼν καὶ τοῦ ἄνθρωπος εἶναι ἀπαλλαγεὶς καὶ θυσίαν ἀνέφερε καινήν τινα καὶ παράδοξον καὶ μόνος τὸν ἆθλον ἤθλησε τοῦτον, οὐ γυναικί, οὐκ οἰκέτῃ, οὐκ ἄλλῳ τινὶ τῶν μετ' αὐτοῦ κοινωσάμενος;
13.8.1
Ἤδει γάρ, ᾔδει σαφῶς τοῦ σκοπέλου τὸ ὕψος, τοῦ ἐπιτάγματος τὸν ὄγκον, τοῦ ἀγῶνος τὸ μέγεθος· διὸ μόνος αὐτὸς τὸν δρόμον ἀνεδέξατο τοῦτον καὶ ἔτρεχε καὶ ἠγωνίζετο καὶ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο. Ποῖος ταῦτα αὐτὸν ἱερεὺς ἐδίδαξε; ποῖος δὲ διδάσκαλος; ποῖος προφήτης; Οὐδὲ εἷς· ἀλλ' ἐπειδὴ εὐγνώμονα εἶχε ψυχήν, ἤρκεσεν αὐτῷ πρὸς ἅπαντα.
13.9.1
Τί δὲ ὁ Νῶε; Ποῖον ἔσχεν ἱερέα; ποῖον διδάσκαλον; ποῖον καθηγητήν; ὅτε μόνος, τῆς οἰκουμένης ἁπάσης διαφθαρείσης ἐν πονηρίᾳ, τὴν ὀρθὴν ὥδευσεν ὁδὸν καὶ τὴν ἀρετὴν διετήρησε καὶ οὕτω διέλαμψεν, ὡς ἐν τῷ ναυαγίῳ τῆς οἰκουμένης αὐτόν τε διασωθῆναι καὶ ἑτέρους διὰ τὴν περιουσίαν τῆς οἰκείας ἀρετῆς τῶν ἐπηρτημένων ἐξαρπάσαι κινδύνων; Πόθεν δίκαιος ἐγένετο; πόθεν τέλειος; ποῖον ἱερέα καὶ οὗτος ἢ διδάσκαλον ἐσχηκώς; Οὐδεὶς ἂν εἰπεῖν ἔχοι.
13.10.1
Ὁ δὲ υἱὸς ὁ τούτου, καίτοι ἔνδοξον ἔχων τὸν διδάσκαλον διηνεκῶς, τοῦ πατρὸς τὴν ἀρετὴν καὶ νουθεσίας ἀπολαύων καὶ τῆς διὰ ῥημάτων καὶ τῆς διὰ τῶν ἔργων καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ὁρῶν καὶ τὴν ἀπὸ τῆς συμφορᾶς καὶ τὴν ἀπὸ τῆς σωτηρίας παραίνεσιν, πονηρὸς περὶ τὸν φύντα ἐγένετο καὶ ἐκωμῴδει τοῦ γεγεννηκότος τὴν γύμνωσιν καὶ ἐξεπόμπευσεν. Ὁρᾷς ὅτι πανταχοῦ ψυχῆς χρεία εὐγνώμονος;
13.11.1
Τί δὲ ὁ Ἰὼβ, εἰπέ μοι; ποίων προφητῶν ἤκουσε; ποίας διδασκαλίας ἀπήλαυσεν; Οὐδεμιᾶς. Ἀλλ' ὅμως καὶ οὗτος οὐδενὸς τούτων τετυχηχὼς καὶ πᾶν ἀρετῆς εἶδος μετὰ πολλῆς ἐπεδείξατο τῆς ἀκριβείας. Καὶ γὰρ κοινὰ τὰ ὄντα τοῖς δεομένοις ἐκέκτητο καὶ οὐχὶ τὰ ὄντα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα.
13.12.1
Τῇ μὲν γὰρ οἰκίᾳ τοὺς ὁδίτας ὑπεδέχετο καὶ ἐκείνων μᾶλλον ἦν ἡ οἰκία ἢ τοῦ κεκτημένου, τῇ δὲ τοῦ σώματος ἰσχύϊ τοῖς ἀδικουμένοις ἤμυνε, τῇ δὲ τῆς γλώττης συνέσει καὶ σοφίᾳ τοὺς ἐπηρεάζοντας ἐπεστόμιζε καὶ τὴν εὐαγγελικὴν πολιτείαν διὰ πάντων διαλάμπουσαν ἐπεδείκνυτο.
13.13.1
Σκόπει δέ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι», φησὶν ὁ Χριστός. Τοῦτο αὐτὸς διὰ τῶν ἔργων κατώρθωσεν λέγων. «Εἰ δὲ καὶ ἐφαύλισα, φησί, κρῖμα θεράποντος ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με. Τί γὰρ ποιήσω, ἐὰν ἐπίσκεψίν μου ποιήσῃ ὁ Κύριος; Πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρὶ καὶ ἐκεῖνοι ἐγένοντο; Ἐγενόμεθα δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.» «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Καὶ τίς πραότερος ἐκείνου γέγονε, περὶ οὗ καὶ οἱ οἰκέται ἔλεγον· «Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι;» Οὕτως ἦσαν αὐτοῦ σφοδροὶ ἔρασται.
13.14.1
«Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Καὶ οὐδὲ ταύτης ἄμοιρος ἦν τῆς ἀρετῆς. Ἄκουσον γοῦν τί φησιν· «Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως, διετράπην πολυοχλίαν λαοῦ, τοῦ μὴ ἐξαγορεῦσαι τὴν ἀνομίαν μου.» Ὁ δὲ οὕτω διακείμενος, εὔδηλον ὅτι αὐτὴν ἐπένθει μετὰ πολλῆς τῆς ὑπερβολῆς. τὴν δικαιοσύ
13.15.1
«Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες νην.» Ὅρα καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατωρθωμένον. «Συνέτριψα, φησί, μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόν των αὐτῶν ἅρπαγμα ἐξέσπασα», «δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρῖμα ἴσα διπλοΐδι.» «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» Οὗτος δὲ οὐκ ἐν χρήμασι μόνον ἐλεήμων ἦν, οὐδὲ ἐν τῷ ἐνδύειν τοὺς γυμνοὺς καὶ τρέφειν τοὺς πεινῶντας καὶ χηρείαν διορθοῦν καὶ ὀρφανίαν περιστέλλειν καὶ πηρώματα φύσεως παραμυθεῖσθαι, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ συμπαθείᾳ τῆς
13.16.1
ψυχῆς. «Ἐγὼ γάρ, φησίν, ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα καὶ ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.» Καθάπερ γὰρ κοινὸς ὢν ἁπάντων πατήρ, οὕτω τὰς ἑκάστου συμφοράς, τὰς μὲν διώρθου, τὰς δὲ ἐθρήνει καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων καὶ διὰ συμπαθείας καὶ δακρύων καὶ διὰ παντὸς τρόπου τοὺς ἐν συμφοραῖς ἀνέχων καὶ κοινός τις ἁπάντων λιμὴν γενόμενος.
13.17.1
«Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Καὶ τοῦτο οὐχ ὡς ἔτυχεν αὐτῷ κατώρθωτο. Ἄκουσον γοῦν τοῦ Θεοῦ μαρτυροῦντος αὐτῷ· «Οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτοῦ τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.»
13.18.1
«Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ ἐντεῦθεν πολλὴν τῶν ἀγώνων καὶ τῶν βραβείων τὴν δαψίλειαν ἐποιήσατο. Οὐ γὰρ δι' ἀνθρώπων ἠλαύνετο, ἀλλ' αὐτὸς ὁ ἀρχέκακος δαίμων ἐπιθέμενος καὶ πάντα αὐτοῦ τὰ μηχανήματα κινήσας, οὕτως ἦλθεν ἐπ' αὐτὸν, ἀπελάσας αὐτὸν καὶ οἰκίας καὶ πατρίδος καὶ εἰς τὴν κοπρίαν ἐξαγαγών, χρημάτων ἐκβαλὼν πάντων, κτημάτων, παίδων, αὐτῆς τοῦ σώματος τῆς ὑγιείας καὶ λιμῷ παραδοὺς χαλεπωτάτῳ· μετὰ δὲ ἐκείνου καὶ τῶν φίλων τινές, οὐχ ὡς ἔτυχεν, ἥλλοντο καὶ ἀνέξαινον αὐτοῦ τῆς ψυχῆς τὰ ἕλκη.
13.19.1
«Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Ἀλλὰ καὶ τοῦτον μετὰ πολλῆς τῆς ἀφθονίας ἐκαρπώσατο τὸν μακαρισμόν. Καὶ γὰρ διέβαλλον αὐτὸν οἱ παρόντες τότε, ἐλάττονα ὧν ἐπλημμέλησε λέγοντες αὐτὸν τετιμωρῆσθαι, μακρὰς κατηγορίας ἀποτείνοντες κατ' αὐτοῦ καὶ λόγους ψευδεῖς καὶ συκοφαντίας γέμοντας.
13.20.1
Ἀλλ' ὅμως καὶ τούτους μέλλοντας κινδυνεύειν ἐξήρπασε τῆς θεηλάτου πληγῆς, ὑπὲρ οὐδενὸς τῶν εἰρημένων μνησικακήσας αὐτοῖς. Καὶ ἐνταῦθα πάλιν ἐκεῖνο ἐπλήρου τὸ παράγγελμα, τό· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.» Καὶ γὰρ ἠγάπησε καὶ ηὔξατο ὑπὲρ αὐτῶν καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἀνεῖλε καὶ τὴν ἁμαρτίαν αὐτῶν ἔλυσε· καίτοι μὴ προφητῶν, μὴ εὐαγγελιστῶν, μὴ ἱερέων, μὴ διδασκάλου, μὴ ἄλλου τινὸς ἀκούσας ὑπὲρ ἀρετῆς συμβουλεύοντος.
13.21.1
Ὁρᾷς ἡλίκον ἐστὶ γενναία ψυχὴ καὶ πῶς ἀρκεῖ πρὸς ἀρετὴν ἑαυτῇ, κἂν μηδεμιᾶς ἐπιμελείας ἀπολαύῃ; Καίτοι γε προγόνους οὐ μόνον χρηστοὺς οὐκ ἔσχεν, ἀλλὰ καὶ πολλὴν κακίαν ἐπιδειξαμένους. Περὶ γοῦν τοῦ προγόνου αὐτοῦ φησιν ὁ Παῦλος· «Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.»

Intertext edge

Open linked passage

Note