Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad eos qui scandalizati sunt
John Chrysostomsunt 14 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
πολλοὶ οἱ παρασυρόμενοι καὶ διδασκάλων διώξεις καὶ ἀναιρέσεις ταχεῖαι Τί δέ, ἐπὶ τῶν ἀποστόλων, εἰπέ μοι; οὐ μυρία τοιαῦτα ἐγίνετο; Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος· «Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης.» Οὐ δεσμωτήρια ᾤκουν οἱ διδάσκαλοι; οὐχ ἁλύσεις περιέκειντο; οὐ παρὰ τῶν οἰκείων, οὐ παρὰ τῶν ἀλλοτρίων τὰ ἔσχατα ἔπασχον κακά; οὐ μετ' ἐκείνους ἀντ' ἐκείνων λύκοι βαρεῖς εἰσῄεσαν εἰς τὰ ποίμνια; οὐχὶ ταῦτα προὔλεγεν ὁ Παῦλος Ἐφεσίοις εἰς Μίλητον αὐτοὺς μεταπεμψάμενος;
14.2.1
«Ἐγὼ γὰρ οἶδα, φησίν, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Καὶ ἐξ ὑμῶν δὲ αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.» Οὐ χαλκοτύπος ἀνὴρ Ἀλέξανδρος μυρία παρέσχεν αὐτῷ πράγματα, πανταχόθεν ἐλαύνων, πολεμῶν, πυκτεύων καὶ εἰς τοσαύτην αὐτὸν κατέστησεν ἀγωνίαν ὡς καὶ τῷ μαθητῇ παραγγεῖλαι καὶ εἰπεῖν· «Ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις»;
14.3.1
Οὐχ ὁλόκλη ρον ἔθνος τῶν Γαλατῶν ὑπό τινων ψευδαδέλφων διεφθάρη; Οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστομίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχὺς τὰ Ἰουδαϊκά, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ,
14.4.1
ὁ γενναῖος οὗτος καὶ σοφὸς καὶ χάριτος πεπληρωμένος καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελεύετο; Τί δαὶ Ἰάκωβος; οὐκ ἐν ἀρχῇ καὶ αὐτὸς καὶ ἐξ αὐτῆς, ὡς εἰπεῖν, βαλβῖδος ἀνεσπάσθη καὶ ἀποτμηθεὶς εἰς χάριν τῶν Ἰουδαίων ὑπὸ Ἡρώδου, οὕτω τὸν βίον κατέλυσε, στῦλος τοιοῦτος καὶ ἑδραίωμα τηλικοῦτον τῆς ἀληθείας;
14.5.1
Πόσοι τότε ἐσκανδαλίζοντο γινομένων τούτων; Ἀλλ' οἱ ἑστῶτες ἵσταντο καὶ μειζόνως ἵσταντο. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος Φιλιππησίοις ἐπιστέλλων· «Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ Θεοῦ λαλεῖν.»
14.6.1
Εἶδες ἀνδρείαν; εἶδες παρρησίαν; εἶδες εὐτονίαν ψυχῆς; εἶδες φιλόσοφον γνώμην; Ἑώρων τὸν διδάσκαλον ἐν δεσμωτηρίῳ καὶ ἁλύσει συγκεκλεισμένον, ἀγχόμενον, παιόμενον καὶ μυρία πάσχοντα δεινὰ καὶ οὐ μόνον οὐκ ἐσκανδαλίζοντο, οὐδὲ ἐθορυβοῦντο, ἀλλὰ καὶ μείζονα προθυμίαν ἐκτῶντο καὶ πλείονα προκοπὴν εἰς τοὺς ἀγῶνας ἐλάμβανον τοῦ διδασκάλου τοῖς παθήμασιν.
14.7.1
Ἀλλὰ καὶ ὑπεσύροντο, φησίν, ἕτεροι. Ναὶ οὐδὲ ἐγὼ πρὸς τοῦτο ἀντιλέγω· καὶ γὰρ εἰκὸς πολλοὺς καὶ ὑποσύρεσθαι, γινομένων τούτων· ἀλλ', ὃ πολλάκις εἶπον καὶ λέγων οὐ παύσομαι, τοῦτο καὶ νῦν ἐρῶ· ἑαυτοῖς δίκαιοι τοῦτο ἂν εἶεν λογίζεσθαι οὗτοι, οὐ τῇ τῶν πραγμάτων φύσει. Καὶ γὰρ ἀπιὼν ὁ Χριστὸς ἐντεῦθεν ταύτην κατέλιπεν ἡμῖν τὴν κληρονομίαν λέγων· «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε» καὶ «Ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἀχθήσεσθε» καὶ, «Ἔσται καιρὸς ὅτε πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει λατρείαν προσφέρειν τῷ Θεῷ». Ὥστε περιττῶς μοι τοὺς σκανδαλιζομένους πανταχοῦ προφέρεις· ἀεὶ γὰρ ταῦτα συνέβαινε.
14.8.1
Καὶ τί λέγω τὰ τῶν ἀποστόλων; Πόσοι τῷ σταυρῷ αὐτοῦ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου ἐσκανδαλίσθησαν καὶ παρανομώτεροι καὶ θρασύτεροι μᾶλλον ἐγένοντο καὶ παριόντες ἐκωμῴδουν αὐτόν, λέγοντες. «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν εἰς σέ.»
14.9.1
Ἀλλ' ὅμως οὐκ ἂν ἔχοιεν ἀπολογίαν οὗτοι διὰ τὸν σταυρόν. Ὁ γὰρ λῃστὴς ἁπάντων κατηγορεῖ τῶν τοιούτων. Καὶ γὰρ καὶ ἐκεῖνος ἐσταυρωμένον εἶδεν ἄνω καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθη, ἀλλὰ καὶ ἐντεῦθεν μείζονα ὑπόθεσιν ἔλαβεν εἰς τὸ φιλοσοφῆσαι καὶ πάντα ὑπερβὰς τὰ ἀνθρώπινα καὶ τῷ πτερῷ τῆς πίστεως κουφισθείς, περὶ τῶν μελλόντων ἐφιλοσόφει.
14.10.1
Ὁρῶν γὰρ ποτιζόμενον, ἀνεσκολοπισμένον, μεμαστιγωμένον, ὑβριζόμενον, χολὴν ἐμπτυόμενον, ὑπὸ δήμου τοσούτου χλευαζόμενον, ὑπὸ δικαστηρίου κατακριθέντα, τὴν ἐπὶ θάνατον ἀπαχθέντα, οὐδενὶ τούτων ἐσκανδαλίσθη· ἀλλ' ὁρῶν σταυρὸν καὶ ἥλους ἐμπεπηγότας καὶ κωμῳδίαν τοσαύτην γινομένην ὑπὸ τοῦ πλήθους τοῦ διεφθαρμένου, τὴν ὀρθὴν ὁδὸν αὐτὸς ἐβάδισε λέγων· «Μνήσθητί μου ἐν
14.11.1
τῇ βασιλείᾳ σου» καὶ τὸν κατηγοροῦντα ἐπεστόμιζε καὶ τὰ οἰκεῖα ἁμαρτήματα ἐξωμολογεῖτο καὶ περὶ ἀναστάσεως ἐφιλοσόφει· καὶ ταῦτα οὐ νεκροὺς ἰδὼν ἐγειρομένους, οὐ λεπροὺς καθαιρομένους, οὐ χωλοὺς διορθουμένους, οὐ θάλατταν χαλινουμένην, οὐ δαίμονας ἐλαυνομένους, οὐκ ἄρτους πηγάζοντας, οὐ τὰ ἄλλα, ἅπερ ἐθεάσατο τῶν Ἰουδαίων ὁ δῆμος καὶ θεασάμενος ἐσταύρωσεν.
14.12.1
Ἀλλ' οὗτος μὲν ἀνεσκολοπισμένον ἰδὼν καὶ ὡμολόγησε Θεὸν καὶ βασιλείας ἐμνημόνευσε καὶ περὶ τῶν μελλόντων ἐφιλοσόφησεν· ἐκεῖνοι δὲ θαυματουργοῦντα θεασάμενοι καὶ τῆς διὰ λόγων καὶ τῆς διὰ πραγμάτων ἀπολαύσαντες διδασκαλίας, οὐ μόνον οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ εἰς τὸ ἔσχατον βάραθρον τῆς ἀπωλείας κατηνέχθησαν, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντες.
14.13.1
Ὁρᾷς ὅτι οἱ μὲν ἀγνώμονες καὶ ἠμελημένοι, οὐδὲ ἀπὸ τῶν ὠφελούντων κερδαίνουσιν· οἱ δὲ εὐγνώμονες καὶ νήφοντες ἀφ' ὧν ἕτεροι σκανδαλίζονται, ἀπὸ τούτων τὰ μέγιστα ὠφελοῦνται; Τοῦτο καὶ ἐπὶ τοῦ Ἰούδα καὶ ἐπὶ τοῦ Ἰὼβ ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ Ἰούδας οὐδὲ ἀπὸ τοῦ Χριστοῦ τοῦ τὴν οἰκουμένην διορθώσαντος ἐσώθη· ὁ δὲ Ἰὼβ οὐδὲ ἀπὸ τοῦ διαβόλου τοῦ τοσούτους ἀπολέσαντος ἐβλάβη.
14.14.1
Ἀλλ' ὁ μὲν μυρία πάσχων κακὰ ἐστεφανοῦτο· ἐκεῖνος δὲ, ὁ σημεῖα θεασάμενος καὶ αὐτὸς ποιήσας, ὁ νεκροὺς ἐγείρας καὶ δαίμονας ἐλάσας– καὶ γὰρ καὶ αὐτὸς ταύτην εἴληφε τὴν ἐξουσίαν,– ὁ μυρία περὶ βασιλείας καὶ γεέννης ἀκούσας, ὁ τραπέζης κοινωνήσας μυστικῆς, ὁ δείπνου μετασχὼν φρικωδεστάτου καὶ τοσαύτης ἀπολαύσας εὐνοίας καὶ προνοίας, ὅσης Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, μᾶλλον δὲ καὶ πολλῷ πλείονος·
14.15.1
μετὰ γὰρ τῆς ἄλλης ἐπιμελείας καὶ τῆς συγκαταβάσεως, ἧς μετέσχε πολλῆς καὶ τὰ χρήματα τῶν πενήτων ἐγχειρισθεὶς ἦν· τότε οὗτος μετὰ τοσαῦτα ἐξεβακχεύθη καὶ τὸν Σατανᾶν ὑποδεξάμενος διὰ τῆς φιλαργυρίας, εἰς τὴν ἑαυτοῦ διάνοιαν ἐγένετο προδότης καὶ τὸ κεφάλαιον εἰργάσατο τῶν κακῶν, αἷμα τοιοῦτον πωλήσας τριάκοντα ἀργυρίων καὶ φιλήματι δολίῳ προδοὺς τὸν Δεσπότην.
14.16.1
Πόσους οἴει καὶ ἐν τούτῳ σκανδαλισθῆναι, τῷ παρὰ τοῦ μαθητοῦ γενέσθαι τὴν προδοσίαν; Τί δαὶ ὁ τῆς ἐρήμου πολίτης, ὁ τῆς στείρας καρπός, ὁ τοῦ Ζαχαρίου παῖς, ὁ τὴν ἁγίαν ἐκείνην καὶ φρικώδη καταξιωθεὶς βαπτίσαι κεφαλὴν καὶ γενέσθαι πρόδρομος τοῦ οἰκείου Δεσπότου, ὅτε δεσμωτήριον ᾤκει, ὅτε ἀπετέμνετο καὶ πορνικῆς ὀρχήσεως σφαγὴ μισθὸς ἐγίνετο, πόσους οἴει σκανδαλίζεσθαι τότε;
14.17.1
Καὶ τί λέγω τότε; Πόσοι νῦν μετὰ χρόνον τοσοῦτον ταῦτα ἀκούοντες σκανδαλίζονται; Καὶ τί λέγω τὸν Ἰωάννην καὶ τὸ δεσμωτήριον καὶ τὴν σφαγὴν ἐκείνην καὶ περὶ τοὺς οἰκέτας ἀναστρέφομαι, δέον πάλιν ἐπὶ τὸν Δεσπότην καταφυγεῖν;

Intertext edge

Open linked passage

Note