Ad eos qui scandalizati sunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
δύναται ἕτερος Τί γὰρ ὁ Ἄβελ ἐβλάβη, εἰπέ μοι, ὑπὸ ἀδελφικῆς κατενεχθεὶς δεξιᾶς καὶ ἄωρον καὶ βίαιον ὑπομείνας θάνατον; ἀλλ' οὐχὶ μᾶλλον ἐκέρδανε, λαμπρότερον ἀναδησάμενος στέφανον; Τί δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθὼν παρὰ τοῦ ἀδελφοῦ καὶ ἄπολις καὶ φυγὰς καὶ μετανάστης καὶ δοῦλος γενόμενος καὶ εἰς ἔσχατον λιμὸν κατενεχθείς;
16.2.1
Τί δαὶ ὁ Ἰωσήφ, ὁμοίως καὶ αὐτὸς ἄπολις, ἄοικος καὶ αἰχμάλωτος καὶ δοῦλος καὶ δεσμώτης γεγονὼς καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσας καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ ἀλλοτρίᾳ καὶ τοιαύτας ὑπομείνας διαβολάς; Τί δαὶ ὁ Μωυσῆς ὑπὸ τοσούτου δήμου μυριάκις καταλευσθεὶς καὶ παρὰ τῶν εὐεργετηθέντων ἐπιβουλευθείς; Τί δαὶ οἱ προφῆται πάντες τοσαῦτα παρὰ τῶν Ἰουδαίων παθόντες κακά; Τί δαὶ ὁ Ἰώβ, ὑπὸ τοῦ διαβόλου μυρίαις μηχαναῖς πολεμηθείς;
16.3.1
Τί δαὶ οἱ παῖδες οἱ τρεῖς; Τί δαὶ ὁ Δανιήλ, περὶ ζωῆς, περὶ ἐλευθερίας, περὶ τῶν ἐσχάτων κινδυνεύσας αὐτῶν; Τί δαὶ ὁ Ἠλίας ἐσχάτῃ πενίᾳ συζῶν, ἐλαυνόμενος, δραπετεύων, τὰς ἐρήμους οἰκῶν, φυγὰς ἀεὶ καὶ μετανάστης γινόμενος; Τί δαὶ ὁ Δαυΐδ, τοσαῦτα μὲν παρὰ τοῦ Σαούλ, τοσαῦτα δὲ ὕστερον παρὰ τοῦ ἰδίου παιδὸς παθών; οὐχὶ μᾶλλον διέλαμψε, τὰ ἔσχατα πάσχων κακά, ἢ ὅτε εὐημερίας ἀπήλαυε;
16.4.1
Τί δαὶ ὁ Ἰωάννης ἀποτμηθείς; Τί δαὶ οἱ ἀπόστολοι, οἱ μὲν ἀποτμηθέντες, οἱ δὲ ἑτέραις τιμωρίαις παραδοθέντες; Τί δαὶ οἱ μάρτυρες, οἱ δειναῖς βασάνοις τὴν ψυχὴν ἀπορρήξαντες; οὐχὶ πάντες οὗτοι τότε μάλιστα ἔλαμψαν, ὅτε ἐπηρεάζοντο; ὅτε ἐπεβουλεύοντο; ὅτε τὰ ἔσχατα πάσχοντες γενναίως εἱστήκεισαν;