Ad eos qui scandalizati sunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
ἐκκλησίᾳ γέγονεν Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰς ἀπὸ τῶν συμβάντων σκανδαλιζομένους, πρῶτον μὲν ἐκεῖνο λογίζου ὅτι οὐκ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσθενείας τὰ σκάνδαλα ἔχουσι· καὶ δηλοῦσιν οἱ τοῦτο μὴ παθόντες. Ἔπειτα σκόπει ὅτι πολλοὶ καὶ διέλαμψαν ἐντεῦθεν μειζόνως, τὸν Θεὸν δοξάζοντες καὶ μετὰ πάσης εὐχαριστοῦντες σπουδῆς αὐτῷ καὶ ἐπὶ τούτοις. Οὐκοῦν μὴ τοὺς σαλευομένους ὅρα, ἀλλὰ καὶ τοὺς παγίως ἑστῶτας καὶ ἀκινήτους μένοντας καὶ ταύτῃ ἰσχυροτέρους γινομένους· μὴ τοὺς θορυβουμένους, ἀλλὰ καὶ τοὺς ἐξ οὐρίων πλέοντας καὶ πολλῷ πλείους ὄντας τῶν παρασυρέντων. Εἰ δὲ πλείους ἦσαν ἐκεῖνοι, κρείττων εἷς ποιῶν τὸ θέλημα Κυρίου ἢ μύριοι παράνομοι.