Ad eos qui scandalizati sunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
Ἐκκλησίας τὰ γινόμενα καὶ πολλοὺς ταῦτα ὠφέλησεν Καὶ μέγιστον ἄν τις τοῦτο σημεῖον καὶ τοῦ πλούτου τῶν κατορθωμάτων καὶ τῆς ἀνδρείας, τῆς Ἐκκλησίας ποιήσειεν. Ὅτε γὰρ εἶδεν αὐτὴν ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνθοῦσαν, εὐδοκιμοῦσαν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ πρὸς ὕψος ἀνενεχθεῖσαν, πολλὴν σπουδὴν ἐν αὐτῇ γινομένην καὶ τὴν μὲν τῶν εὐδοκιμούντων ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, τῶν ἐν ἁμαρτίαις ζώντων τὴν εἰς μετάνοιαν μετάστασιν, πᾶσαν τὴν οἰκουμένην ἀπὸ τῆς πόλεως ταύτης κατηχουμένην· πάντα ἐκίνησεν αὐτοῦ τὰ μηχανήματα καὶ ἐμφυλίους ἀνῆψε πολέμους.
23.2.1
Καὶ καθάπερ ἐπὶ τοῦ Ἰώβ, νῦν μὲν τὴν ἀποβολὴν τῶν χρημάτων, νῦν δὲ τὴν ἀπαιδίαν, νῦν δὲ τὴν ἀρρωστίαν τοῦ σώματος, νῦν δὲ τῆς γυναικὸς τὴν γλῶτταν, νῦν δὲ τῶν φίλων τὰ ὀνείδη καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας ἐκίνει κατὰ τοῦ δικαίου καὶ πᾶν εἶδος μηχανημάτων προσῆγεν· οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας, διὰ φίλων, δι' ἐχθρῶν, διὰ τῶν εἰς κλῆρον τελούντων, διὰ τῶν εἰς στρατείαν καταλεγομένων, διὰ τῶν ἐπισκοπῇ τετιμημένων, διὰ πολλῶν καὶ παντοδαπῶν προσώπων τὰ παρ' ἑαυτοῦ ἐκίνησεν.
23.3.1
Ἀλλ' ὅμως καὶ τοσαῦτα μηχανησάμενος, οὐ μόνον αὐτὴν οὐκ ἐσάλευσεν, ἀλλὰ καὶ λαμπροτέραν ἐποίησεν. Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας καὶ δυναστείαν καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελέστερα εἶναι νομίζειν.
23.4.1
Καὶ ταῦτα οὐχ εἷς παιδεύει μόνον, οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ πᾶς ὁ λαὸς καὶ οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων δι' ὧν πάσχουσι, δι' ὧν νικῶσι, δι' ὧν περιγίνονται τῶν ἐπιβουλευόντων, δι' ὧν ἀδάμαντος στερρότερον καὶ πέτρας ἰσχυρότερον ἅπαντα στέγουσιν, οὐχ ὅπλα κινοῦντες, οὐ πόλεμον ἀναρριπίζοντες, οὐ τόξον, οὐ βέλη ἀφιέντες, ἀλλ' ὑπομονῆς τεῖχος ἕκαστος περιβεβλημένος, ἐμμελείας, πραότητος, ἀνδρείας, τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας ἐκ πολλοῦ τοῦ περιόντος καταισχύνοντες.