Ad Theodorum lapsum i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Οἱ μὲν οὖν πολλοὶ τῶν ἀλογώτερον διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι ἀγαπητὸν τίθενται μόνον· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν εἶναί φημι τὸ μὴ γενέσθαι ἐν ἐκείνῃ τῇ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακά, ὡς τὴν ἀπόπτωσιν τὴν ἐκ τῶν οὐρανῶν· τοῦτο γὰρ μόνον ἁπάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστίν. Νῦν δὲ βασιλέα μὲν πολλάκις ὁρῶντες μετὰ πολλῶν τῶν δορυφόρων εἰς τὰ βασίλεια εἰσελαύνοντα, τοὺς πλησίον ὄντας αὐτοῦ καὶ λόγου καὶ γνώμης κοινωνοῦντας καὶ τῆς δόξης μετέχοντας τῆς λοιπῆς μακαρίζομεν· κἂν μυρία μὲν ἔχωμεν ἀγαθά, ταλανίζομεν ἑαυτοὺς καὶ οὐδενὸς ἐκείνων λαμβάνομεν αἴσθησιν, εἰς τὴν δόξαν ἀφορῶντες τῶν περὶ αὐτόν, καίτοι γε εἰδότες ἐπισφαλῆ καὶ ἀβέβαιον τὴν τοιαύτην λαμπρότητα καὶ διὰ τοὺς πολέμους καὶ διὰ τὰς ἐπιβουλὰς καὶ διὰ τὰς βασκανίας καὶ διὰ τὸ καὶ χωρὶς τούτων αὐτὴν καθ' ἑαυτὴν οὐδενὸς ἀξίαν εἶναι λόγου· ἐπὶ δὲ τοῦ πάντων βασιλέως, «τοῦ κατέχοντος– οὐ μέρος τῆς γῆς ἀλλὰ– πάντα τὸν γῦρον τῆς γῆς», μᾶλλον δὲ τοῦ πᾶσαν αὐτὴν περιλαμβάνοντος «ἐν δρακὶ» καὶ τοὺς οὐρανοὺς μετροῦντος «σπιθαμῇ», τοῦ πάντα φέροντος «τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», ᾧ πάντα τὰ ἔθνη ὡς οὐδὲν καὶ ὡς σίελος ἐλογίσθησαν, ἐπὶ τούτου δὲ οὐχ ἡγησόμεθα ἐσχάτην εἶναι κόλασιν τὸ μὴ καταλεγῆναι εἰς τὸν χορὸν ἐκεῖνον τὸν περὶ αὐτόν, ἀλλὰ καὶ στέρξομεν ἂν τῆς γεέννης ἀπαλλαγῶμεν μόνον; Καὶ τί ταύτης ἐλεεινότερον γένοιτ' ἂν τῆς ψυχῆς; Οὗτος τοίνυν ὁ βασιλεὺς οὐ ζεῦγος ἔχων ἡμιόνων λευκῶν, οὐδὲ ὄχημα χρυσοῦν, οὐδὲ ἁλουργίδα καὶ διάδημα περικείμενος οὕτως ἔρχεται κρινῶν τὴν γῆν. Ἀλλὰ πῶς; Ἄκουσον τῶν προφητῶν βοώντων καὶ λεγόντων, ὡς ἀνθρώποις εἰπεῖν δυνατόν· ὁ μὲν γάρ φησιν· «Ὁ θεὸς ἐμφανῶς ἥξει ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.» Ὁ δὲ Ἡσαΐας καὶ τὴν κόλασιν αὐτὴν ἡμῖν προτίθησιν, οὑτωσὶ λέγων· «Ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι καὶ σκοτισθήσεται ὁ ἥλιος ἐν τῇ ἐξόδῳ αὐτοῦ καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. Καὶ γὰρ ὁ οὐρανὸς σαλευθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.» Καὶ πάλιν· «Θυρίδες, φησίν, ἐκ τοῦ οὐρανοῦ ἀνοιχθήσονται καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς, ταραχῇ ταραχθήσεται ἡ γῆ· ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· κλινομένη κλιθήσεται ἡ γῆ· σάλῳ σαλευθήσεται ἡ γῆ· ὡς ὁ μεθύων καὶ ὡς ὁ κραιπαλῶν σεισθήσεται, ὡς ὀπωροφυλακίον ἡ γῆ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ' αὐτὴν ἡ ἀνομία. Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς· καὶ συνάξει συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσει εἰς ὀχύρωμα.» Καὶ ὁ Μαλαχίας συνῳδὰ τούτοις φθεγγόμενος ἔλεγεν· «Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρύσιον.» Καὶ πάλιν· «Ἰδού, φησίν, ἡμέρα ἔρχεται Κυρίου καιομένη ὡς κλίβανος καὶ καταφλέξει αὐτοὺς καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνομα ὡς καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθῇ ῥίζα οὐδὲ κλῆμα.» Ὁ δὲ ἀνὴρ τῶν ἐπιθυμιῶν· «Ἐθεώρουν, φησίν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισεν καὶ βίβλοι ἀνεῴχθησαν.» Εἶτα μετὰ μικρόν· «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· Ἔφριξεν τὸ πνεῦμά μου, ἐγὼ Δανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με.» Τότε ἀναπετάννυνται πᾶσαι τῶν οὐρανίων ἁψίδων αἱ πύλαι, μᾶλλον δὲ καὶ αὐτὸς ἐκ μέσου λαμβάνεται ὁ οὐρανός, καθάπερ τινὸς σκηνῆς παραπέτασμα συστελλόμενον ἐκ τοῦ μέσου, ὥστε μετασχηματισθῆναι ἐπὶ τὸ βέλτιον. Τότε πάντα ἐκστάσεως γέμει καὶ φρίκης καὶ τρόμου. Τότε καὶ αὐτοὺς πολὺς ἔχει τοὺς ἀγγέλους ὁ φόβος, οὐκ ἀγγέλους δὲ μόνον, ἀλλὰ καὶ ἀρχαγγέλους καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας· «Σεισθήσονται γάρ, φησίν, αἱ δυνάμεις τῶν οὐρανῶν», διὰ τὸ τοὺς ὁμοδούλους ἀπαιτεῖσθαι τὰς εὐθύνας τῆς ἐνθάδε ζωῆς. Καὶ μὴ θαυμάσῃς.