Ad Theodorum lapsum i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Μὴ δὴ κέρδος παρίδῃς τοσοῦτο, μηδὲ καταγάγῃς εἰς ᾅδου μετὰ λύπης τὰς ἡμετέρας ψυχάς, ἀλλὰ δὸς ἡμῖν ἀναπνεῦσαι καὶ τὸ κατέχον ἡμᾶς διά σε τῆς ἀθυμίας ἀποσείσασθαι νέφος. Νῦν μὲν γὰρ τὰ οἰκεῖα παρέντες κακά, τὰς σὰς θρηνοῦμεν συμφοράς· ἂν δὲ ἐθελήσῃς ἀνανῆψαι καὶ διαβλέψαι καὶ τῆς πολιτείας ἐπιλαβέσθαι τῆς ἀγγελικῆς, καὶ τούτου τοῦ πένθους ἀπαλλάξεις ἡμᾶς καὶ τῶν ἡμετέρων ἁμαρτημάτων ὑπομνήσεις. Ὅτι γὰρ ἔστιν τοὺς ἐκ μετανοίας πάλιν ἐπανελθόντας λάμψαι μέγα καὶ φαιδρὸν καὶ πλέον πολλάκις τῶν μηδὲ πεσόντων τὴν ἀρχήν, ἀπεδείξαμεν καὶ ἀπὸ τῶν θείων Γραφῶν. Οὕτω γοῦν καὶ οἱ τελῶναι καὶ αἱ πόρναι τὴν βασιλείαν κληρονομοῦσιν τῶν οὐρανῶν, οὕτω πολλοὶ τῶν ἐσχάτων πρὸ τῶν ἔμπροσθεν τιθένται. Ἐρῶ δέ σοι καὶ τὰ ἐφ' ἡμῶν γεγενημένα καὶ ὧν δυνήσῃ καὶ αὐτὸς γενέσθαι μάρτυς. Οἶσθά που τὸν νέον ἐκεῖνον τὸν Οὐρβανοῦ παῖδα, τὸν Φοίνικα, τὸν ἐν ὀρφανίᾳ μὲν καταλειφθέντα ἀώρῳ, κύριον δὲ πολλῶν καὶ χρημάτων καὶ οἰκετῶν γενόμενον καὶ ἀγρῶν. Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν. Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν μυστηρίων τελετῆς ἀξιωθείς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν. Καὶ πάντες ἔχαιρον καὶ ἐδόξαζον τὸν θεόν, ὅτι καὶ ἐν πλούτῳ τραφεὶς πολλῷ, καὶ προγόνους ἔχων λαμπροὺς καὶ σφόδρα ἔτι νέος ὤν, οὕτως ἐξαίφνης ἅπασαν τοῦ βίου τὴν φαντασίαν καταπατήσας πρὸς τὸ ὕψος ἀνέδραμεν τὸ ἀληθινόν. Ἐν τούτῳ δὲ αὐτὸν ὄντα καὶ θαυμαζόμενον, φθόροι τινὲς ἄνδρες, κατὰ τὸν τῆς συγγενείας ἐπισκοποῦντες νόμον, αὖθις ἐπὶ τὸν πρότερον κλύδωνα ἐπανήγαγον. Καὶ πάντα ῥίψας πάλιν ἐκεῖνα, ἀπὸ τῶν ὀρέων εἰς μέσην εὐθέως κατέβη τὴν ἀγορὰν καὶ ἵππῳ ὀχούμενος καὶ ἀκολούθους ἔχων πολλούς, οὕτω περιῄει τὴν πόλιν πᾶσαν. Εἶτα τί; Καὶ οὐδὲ σωφρονεῖν ἤθελεν λοιπόν. Ὑπὸ γὰρ τῆς πολλῆς ἐκκαιόμενος τρυφῆς καὶ εἰς ἔρωτας ἐμπίπτειν ἀτόπους ἠναγκάζετο· καὶ οὐδὲ εἷς ἦν τῶν ἐν μέσῳ στρεφομένων, ὅστις οὐ τὴν σωτηρίαν ἀπηγόρευσεν τὴν ἐκείνου· τοσοῦτος αὐτὸν συνεῖχεν κολάκων ἑσμός, καὶ προσῆν ὀρφανία καὶ νεότης καὶ πλοῦτος πολύς. Καὶ οἱ τὰ πάντα εὐκόλως μεμφόμενοι, τῶν ἐπὶ τοῦτο τὴν ἀρχὴν ἀγαγόντων αὐτὸν κατηγόρουν λέγοντες, ὅτι καὶ τῶν πνευματικῶν διήμαρτεν καὶ οὐδὲ τοῖς αὑτοῦ πράγμασιν χρήσιμος ἔσται λοιπόν, πρὸ ὥρας τῶν περὶ λόγους πόνων ἀποπηδήσας, καὶ μηδὲν ἐκεῖθεν καρπώσασθαι δυνηθείς. Τούτων δὲ λεγομένων καὶ πολλῆς τῆς αἰσχύνης οὔσης, ἅγιοί τινες ἄνδρες καὶ πολ λάκις τοιαύτης θήρας ἐπιτυχόντες, καὶ διὰ τῆς πείρας μαθόντες καλῶς, ὅτι οὐδέν τι τῶν τοιούτων ἀπογινώσκειν χρὴ ταῖς εἰς τὸν θεὸν ὁπλιζομένους ἐλπίσιν, παρατηροῦντες αὐτὸν συνεχῶς εἴ ποτε εἶδον φανέντα ἐπὶ τῆς ἀγορᾶς, καὶ προσῄεσαν καὶ ἠσπάζοντο. Καὶ τὸ πρῶτον ἐκεῖνος ἄνωθεν αὐτοῖς ἀπὸ τοῦ ἵππου παρακολουθοῦσιν ἐκ πλαγίων διελέγετο· τοσαύτη κατεῖχεν αὐτὸν ἀναισχυντία τὴν ἀρχήν. Οἱ δὲ εὔσπλαγχνοι καὶ φιλόπαιδες ἐκεῖνοι τούτων μὲν ᾐσχύνοντο οὐδέν, εἰς ἓν δὲ ἑώρων μόνον, ὅτι πῶς τῶν λύκων τὸ ἀρνίον ἀποσπάσωσιν· ὅπερ οὖν διὰ τῆς καρτερίας καὶ ἤνυσαν. Ὕστερον γὰρ ὥσπερ ἔκ τινος παραπληξίας ἐν ἑαυτῷ γενόμενος, καὶ τὴν πολλὴν αὐτῶν προσεδρίαν ἐρυθριάσας, εἴ ποτε αὐτοὺς πόρρωθεν προσιόντας εἶδεν, ἀπεπήδα τε εὐθέως καὶ κάτω νεύων, οὕτω μετὰ σιγῆς τὰ παρ' ἐκείνων ἤκουεν ἅπαντα, καὶ προϊὼν πλείονα τὴν πρὸς αὐτοὺς αἰδῶ καὶ τιμὴν ἐπεδείκνυτο. Καὶ οὕτως αὐτὸν κατὰ μικρὸν τῇ τοῦ θεοῦ χάριτι πάντων ἐκείνων ἐξελκύσαντες τῶν δικτύων, τῇ προτέρᾳ πάλιν ἐρημίᾳ καὶ φιλοσοφίᾳ παρέδωκαν. Καὶ ἐπὶ τοσοῦτον ἔλαμψεν νῦν, ὡς τὸν πρότερον αὐτοῦ βίον, τῷ μετὰ τὴν ἔκπτωσιν παραβαλλόμενον, μηδὲν εἶναι δοκεῖν. Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦτον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε πρόφασιν· καὶ νῦν τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζων ὁδόν, πρὸς αὐτὸ λοιπὸν τὸ τέλος ἔφθασεν τῆς ἀρετῆς.