Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad Theodorum lapsum i
John Chrysostomi 19 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Ἀλλ' οὗτος μὲν ἔτι νέος ὢν καὶ κατέπεσεν καὶ ἀνέστη, ἕτερος δέ τις μετὰ τοὺς πολλοὺς ἱδρῶτας, οὓς ἐν ταῖς ἐρημίαις διατρίβων ἤνεγκεν, ἕνα σύνοικον ἔχων μόνον καὶ ἀγγελικὸν βίον βιούς, καὶ πρὸς γῆρας ἐλαύνων λοιπόν, οὐκ οἶδ' ὅπως, ὑπὸ σατανικῆς τινος περιστάσεως καὶ τοῦ ἀπονυστάξαι, μικρὸν πάροδον δοὺς τῷ πονηρῷ, εἰς ἐπιθυμίαν τῆς πρὸς γυναῖκας ὁμιλίας ἐνέπεσεν, ὁ μηδέποτε γυναῖκα ἰδὼν ἐξ οὗ πρὸς τὸν τῶν μοναχῶν βίον μετέθηκεν ἑαυτόν. Καὶ πρῶτον μὲν ἠξίου τὸν σύνοικον κρέα καὶ οἶνον αὐτῷ παρασχεῖν, καὶ ἠπείλει, εἰ μὴ λάβοι, κατελεύσεσθαι εἰς τὴν ἀγοράν. Ταῦτα δὲ οὐ κρεῶν ἐπιθυμῶν ἔλεγεν, ἀλλ' ἀφορμήν τινα καὶ πρόφασιν βουλόμενος λαβεῖν τοῦ τὴν ἐπιθυμίαν πληρῶσαι. Ἐπὶ τούτοις ἐκεῖνος ἀπορούμενος καὶ δεδοικὼς μὴ τοῦτο κωλύσας ἐπὶ μέγα αὐτὸν ὤσῃ κακόν, δίδωσιν ἐμφορηθῆναι τῆς ἐπιθυμίας αὐτῷ. Ὡς δὲ ἔγνω τὸ σοφὸν τοῦτο ἕωλον γεγονός, φανερῶς ἀναισχυντήσας λοιπόν, ἀπεκάλυψεν τὴν ὑπόκρισιν, καὶ δεῖν ἔλεγεν πάντως εἰς τὴν πόλιν αὐτὸν κατελθεῖν. Ὡς δὲ οὐδὲν ἴσχυεν κωλύων ἐκεῖνος, τέλος ἀφῆκεν καὶ πόρρωθεν ἀκολουθῶν ἐπετήρει τί ποτε ἄρα αὐτῷ βούλεται ἡ τοιαύτη κάθοδος. Ἰδὼν δὲ εἰς χαμαιτυπεῖον εἰσελθόντα, καὶ γνοὺς ὅτι πόρνῃ συγγέγονε γυναικί, περιμείνας μετὰ τὸ πληρῶσαι τὴν ἄτοπον ἐπιθυμίαν ἐκείνην, ἐξελθόντα ὑπτίαις δέχεται ταῖς χερσίν, καὶ περιχυθεὶς καὶ καταφιλήσας θερμῶς, καὶ ὑπὲρ τῶν γεγενημένων ἐγκαλέσας οὐδέν, παρεκάλει μόνον, ἐπειδὴ τὴν ἐπιθυμίαν ἐπλήρωσεν τὴν ἑαυτοῦ, πάλιν ἐπὶ τὸ τῆς ἐρημίας οἰκητήριον ἐπανελθεῖν. Ὁ δὲ τὴν πολλὴν ἐπιείκειαν αἰσχυνθεὶς ἐπλήγη τε εὐθέως τὴν ψυχὴν καὶ κατανυγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν, εἵπετο πρὸς τὸ ὄρος αὐτῷ· καὶ ἀφιγμένων ἐκεῖ, δεῖται τἀνδρὸς ἐν οἰκίσκῳ τε αὐτὸν καθεῖρξαι ἑτέρῳ καὶ τὰς θυρίδας ἀποκλείσαντα τοῦ δωματίου ἄρτον αὐτῷ παρέχειν καὶ ὕδωρ δι' ἡμερῶν, καὶ τοῖς ἐπιζήτουσιν αὐτὸν ἠξίου λέγειν ὅτι κεκοίμηται. Καὶ ταῦτα εἰπὼν καὶ πείσας, καθεῖρξεν ἑαυτόν, καὶ ἦν ἐκεῖ διαπαντὸς νηστείαις καὶ δεήσεσιν καὶ δάκρυσι τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχων τῆς ψυχῆς. Χρόνου δὲ παρελθόντος οὐ μακροῦ καὶ αὐχμοῦ τὴν πλησίον χώραν κατακαίοντος καὶ τῶν ἐν τῇ χώρᾳ πάντων ὀδυρομένων, ἐκελεύσθη τις δι' ὀνείρατος ἀπελθεῖν καὶ τὸν ἄνδρα ἐκεῖνον παρακαλέσαι τὸν καθειργμένον, ὥστε εὔξασθαι καὶ λῦσαι τὸν αὐχμόν. Ὡς δὲ ἀπῆλθεν ἑταίρους παραλαβών, τὸν συνοικοῦντα αὐτῷ πρότερον μόνον εὑρόντες ἐκεῖ, περὶ ἐκείνου ἐρωτῶντες ἔμαθον ὅτι τέθνηκεν, νομίσαντες δὲ ἠπατῆσθαι εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον, καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περιστάντες παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς· οὐδὲ γὰρ τεθνηκέναι αὐτὸν ἀλλὰ ζῆν διισχυρίζοντο. Ταῦτα ἀκούσας ἐκεῖνος καὶ τὰς συνθήκας ἐξεληλεγμένας ἰδὼν ἀπάγει πρὸς τὸν ἅγιον αὐτοὺς ἐκεῖνον καὶ διελόντες τὸν τοῖχον, καὶ γὰρ καὶ τὴν εἴσοδον ἔτυχεν ἀποφράξας, καὶ εἰσελθόντες ἅπαντες τῶν ποδῶν αὐτοῦ προκαλινδούμενοι καὶ τὰ γεγενημένα ἀπαγγέλλοντες παρεκάλουν αὐτὸν ἐπαμῦναι τῷ λιμῷ. Ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἀντέτεινε· πόρρω ταύτης αὐτὸν εἶναι λέγων τῆς παρρησίας. Καὶ γὰρ ὡς εὐθέως γεγενημένην τὴν ἁμαρτίαν, οὕτω πρὸ τῶν ὀφθαλμῶν εἶχεν ἀεί· ὡς δὲ τὰ συμβάντα αὐτοῖς ἅπαντα διηγήσαντο, τότε ἔπεισαν εὔξασθαι, καὶ εὐξάμενος ἔλυσεν τὸν αὐχμόν. Τὰ δὲ κατὰ τὸν νέον ἐκεῖνον, τὸν πρότερον μὲν Ἰωάννου τοῦ Ζεβεδαίου γενόμενον μαθητήν, ὕστερον δὲ ἐπὶ πολὺν λῃσταρχήσαντα χρόνον, καὶ πάλιν ὑπὸ τῶν ἁγίων τοῦ μακαρίου θηρευθέντα χειρῶν ἀπὸ τῶν καταδύσεων καὶ σπηλαίων τῶν λῃστρικῶν καὶ ἐπὶ τὴν προτέραν ἐπανελθόντα ἀρετήν, οὐδὲ αὐτὸς ἀγνοεῖς, ἀλλ' οἶσθα ἡμῶν οὐχ ἧττον· καὶ σοῦ πολλάκις θαυμάζοντος ἤκουσα τοῦ μακαρίου τὴν συγκατάβασιν τήν τε ἄλλην ἐπιείκειαν καὶ ὅτι τὴν αἱμαχθεῖσαν πρῶτον ἐφίλησεν δεξίαν τῷ νέῳ περιχυθείς, καὶ οὕτως αὐτὸν ἐπὶ τὰ πρότερα ἐπανήγαγεν.

Intertext edge

Open linked passage

Note