Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad Theodorum lapsum i
John Chrysostomi 20 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Καὶ ὁ μακάριος δὲ Παῦλος οὕτω τὸν Ὀνήσιμον, τὸν ἄχρηστον, τὸν δραπέτην, τὸν κλέπτην, τοῦτον οὐ μόνον αὐτὸς περιπλέκεται ἐπειδὴ μετεβάλετο, ἀλλὰ καὶ τὸν δεσπότην ἀξιοῖ ἐν ἴσῃ τῷ διδασκάλῳ τὸν μετανοήσαντα ἀγαγεῖν τιμῇ, οὑτωσὶ λέγων· «Παρακαλῶ σε, φησίν, περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου Ὀνήσιμον, τόν ποτε σοι ἄχρηστον, νῦν δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα πρὸς σέ· σὺ δὲ αὐτόν, τουτέστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, υἱὸν ἀγαπητόν, μάλιστα ἐμοί· πόσῳ δὲ μάλλον σοί, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ; Εἰ μὲν οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.» Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ὁ αὐτὸς ἔλεγεν· «Μή πως ἐλθὼν πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων.» Καὶ πάλιν «Ὡς προείρηκα καὶ πάλιν λέγω ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Ὁρᾷς τίνας πενθεῖ, καὶ τίνων οὐ φείδεται; οὐ τῶν ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων, καὶ οὐχ ἁπλῶς τῶν μὴ μετανοησάντων, ἀλλὰ τῶν καὶ ἅπαξ καὶ δεύτερον ἐπὶ τοῦτο παρακληθέντων καὶ πεισθῆναι μὴ βουληθέντων. Τὸ γὰρ προείρηκα καὶ πάλιν λέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν γράφω, οὐδὲν ἕτερον ἢ τοῦτο αἰνίττεται, ὅπερ δέος μὴ καὶ ἐφ' ἡμῶν γένηται. Νυνὶ γὰρ εἰ καὶ μὴ Παῦλος πάρεστιν, ὁ τότε Κορινθίοις ἀπειλῶν, ἀλλ' ὁ Χριστὸς πάρεστιν, ὁ τότε δι' ἐκείνου λαλῶν· κἂν ἐπιμένωμεν ἀνενδότως ἔχοντες, οὐ φείσεται ἡμῶν, ἀλλὰ πατάξει πληγὴν μεγάλην καὶ ἐνταῦθα κἀκεῖ· «Προφθάσωμεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει», ἐγχέωμεν ἐνώπιον αὐτοῦ τὰς καρδίας ἡμῶν· «Ἥμαρτες γάρ, φησίν, μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.» Καὶ πάλιν· «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Μὴ τοίνυν περιμένωμεν τὸν κατήγορον, ἀλλὰ τὴν ἐκείνου προαρπάσωμεν τάξιν, καὶ οὕτως ἡμερώτερον διὰ τῆς εὐγνωμοσύνης καταστήσομεν τὸν κριτήν. Σὺ δὲ ὅτι μὲν ὁμολογεῖς τὰ ἁμαρτήματά σου καὶ ταλανίζεις σεαυτὸν ὑπὲρ τὸ μέτρον, οἶδα σαφῶς· ἀλλ' οὐ τοῦτο βούλομαι μόνον ἀλλ' ὅτι σε καὶ δικαιῶσαι τὸ πρᾶγμα δύναται πεισθῆναι σ' ἐπιθυμῶ. Ἕως γὰρ ἂν μὴ ἐπικερδῆ ποιῇς τὴν ἐξομολόγησιν ταύτην, κἂν κατηγορῇς σεαυτοῦ, οὐδ' ἀποστῆναι δυνήσῃ τῶν ἁμαρτημάτων τῶν ἑξῆς. Οὐδὲν γὰρ οὐδεὶς μετὰ προθυμίας καὶ τοῦ προσήκοντος θεσμοῦ δυνήσεται ποιεῖν ὅταν μὴ πρότερον ᾖ πεπεικὼς ἑαυτὸν ὅτι ἐν ὠφελείᾳ τοῦτο ποιεῖ. Καὶ γὰρ ὁ σπείρων, ἂν μετὰ τὸ ῥίψαι τὰ σπέρματα μὴ προσδέχηται... τὸν ἀμητόν, οὐκ ἀμήσει ποτέ. Τίς γὰρ ἂν ἕλοιτο μάτην κόπτεσθαι, μηδὲν ἀπὸ τοῦ πονεῖν κερδαίνων ἀγαθόν; Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν. Διαφθείρει δὲ μετάνοιαν τὸ πάλιν τοῖς αὐτοῖς ἐνέχεσθαι κακοῖς. «Εἷς γάρ, φησίν, οἰκοδομῶν καὶ εἷς καθαιρῶν, τί ὠφέλησαν πλέον ἢ κόπον; ἢ ὁ βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ; Οὕτως ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται;» Καὶ πάλιν· «Ἐπανάγων, φησίν, ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει ῥομφαίαν αὐτῷ.» Καί· «Ὥσπερ κύων ἂν ἐπανέλθῃ ἐπὶ τὸν ἐμετὸν αὐτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἐπιστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.»

Intertext edge

Open linked passage

Note