Ad Theodorum lapsum i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Μὴ τοίνυν ὡς κατηγορῶν σαυτοῦ μόνον τὴν ἁμαρτίαν ἐκπόμπευε, ἀλλὰ καὶ ὡς δικαιωθῆναι ὀφείλων διὰ τοῦ τρόπου τῆς μετανοίας· οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐξομολογουμένην ἐντρέψαι ψυχὴν καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Τὸ μὲν γὰρ σφόδρα καταδικάζειν ἑαυτοὺς καὶ ἁμαρτωλοὺς καλεῖν, κοινὸν ὡς εἰπεῖν καὶ τοῖς ἀπίστοις ἐστί. Πολλοὶ γοῦν καὶ τῶν ἀπὸ τῆς σκηνῆς καὶ ἄνδρες καὶ γυναῖκες, οἱ μάλιστα ἀναι σχυντίαν μεμελετηκότες, ταλανίζουσιν ἑαυτούς, ἀλλὰ οὐ μετὰ σκοποῦ τοῦ προσήκοντος. Διόπερ οὐδ' ἂν εἴποιμι τοῦτο ἐξομολόγησιν ἐγώ· οὐ γὰρ μετὰ τοῦ κατανύξαι τὴν ψυχήν, οὐδὲ μετὰ τοῦ δακρῦσαι πικρόν, οὐδὲ μετὰ τοῦ μεταβαλέσθαι τὰς ἁμαρτίας, οὕτως ἐξαγγέλλουσι τὰς αὑτῶν, ἀλλ' αὐτὸ τοῦτο οἱ μὲν δόξαν παρὰ τῶν ἀκουόντων ἐπὶ τῇ τῶν λόγων εὐγνωμοσύνῃ θηρώμενοι· οὐδὲ γὰρ ὁμοίως φαίνεται τὰ ἁμαρτήματα χαλεπά, ὅταν ἕτερός τις αὐτὰ ἀπαγγέλλῃ καὶ ὅταν αὐτὸς ὁ τετολμηκώς· οἱ δὲ ἀπὸ τῆς σφοδρᾶς ἀπογνώσεως εἰς ἀναλγησίαν ἐκπεσόντες, καὶ τῆς τῶν ἀνθρώπων δόξης καταφρονήσαντες, μετὰ πολλῆς τῆς ἀδείας λοιπὸν ὥσπερ τὰ ἀλλότρια τὰ οἰκεῖα ἐξαγορεύουσι κακά. Ἀλλά σε τούτων οὐδὲν εἰδέναι βούλομαι, οὐδὲ ἐξ ἀπογνώσεως ἐπὶ τὴν ἐξομολόγησιν ἔρχεσθαι, ἀλλὰ μετὰ προσδοκίας ἀγαθῆς, καὶ τῆς ἀπογνώσεως τὴν ῥίζαν ἐκκόψαντα, πᾶσαν τὴν ἐναντίαν ἐπιδείκνυσθαι σπουδήν. Τίς δὲ ἡ ταύτης ῥίζα ἐστίν; Ῥᾳθυμία. Μᾶλλον δὲ οὐκ ἄν τις ῥίζαν αὐτὴν καλέσειεν μόνον, ἀλλὰ καὶ τρόφον καὶ μητέρα. Καθάπερ γὰρ ἐπὶ τῶν ἐρίων τίκτει μὲν τοὺς σῆτας ἡ φθορά, αὔξεται δὲ πάλιν ὑπ' αὐτῶν, οὕτω καὶ ἐνταῦθα τίκτει μὲν ἡ ῥᾳθυμία τὴν ἀπόγνωσιν, τρέφεται δὲ πάλιν ὑπὸ τῆς ἀπογνώσεως αὐτή, καὶ ἀλλήλαις τὴν ἐπάρατον ταύτην παρέχουσαι ἀντίδοσιν, δύναμιν οὐ μικρὰν προσλαμβάνουσιν. Ἂν οὖν ἑτέραν τις ἀποτέμῃ καὶ διακόψῃ, δυνήσεται καὶ τῆς ἑπομένης περιγενέσθαι εὐκόλως. Οὔτε γὰρ ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτέ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν. Ταύτην οὖν μοι τὴν ξυνωρίδα διάσπασον καὶ τὸν ζυγὸν σύγκλασον, τὸν λογισμὸν λέγω τὸν ποικίλον καὶ βαρύν· οὐ γὰρ μονοειδὴς ὁ ταῦτα συνέχων ἐστίν, ἀλλὰ πολυειδὴς καὶ παντοδαπής. Τίς δὲ οὗτός ἐστιν; Συμβαίνει τινὰ μεταγνόντα κατορθῶσαι πολλὰ καὶ μεγάλα, μεταξὺ δὲ καὶ ἁμαρτεῖν πάλιν τῶν κατορθωμάτων ἐκείνων ἁμαρτίαν ἀντίρροπον· καὶ τοῦτο μάλιστα ἱκανὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ὡς τῶν οἰκοδομηθέντων καθαιρεθέντων καὶ πάντων ἐκείνων μάτην καὶ εἰς κενὸν πονηθέντων αὐτῷ. Δεῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν ὅτι, εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίρροπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὀλοσχερῶς καταδῦναι ἐκώλυεν. Νῦν δὲ καθάπερ τις θώραξ ἰσχυρὸς βέλος ὀξὺ καὶ πικρὸν οὐκ ἀφῆκεν ἐργάσασθαι τὸ αὐτοῦ, ἀλλ' αὐτὸς διατμηθεὶς τὸν πολὺν ἤμυνεν τῷ σώματι κίνδυνον. Ὁ μὲν γὰρ μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνον ἐπαγόμενος, οὐδὲ ἔστιν εἰπεῖν οἷα πείσεται πρὸς τὴν ἀθάνατον παραπεμπόμενος κόλασιν. Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγόν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν καὶ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν· ἐὰν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων ὡς καὶ δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν. Καὶ ταῦτα οὐχ ὁ ἡμέτερος μόνον ὑποβάλλει λογισμός, ἀλλὰ καὶ τὰ θεῖα λόγια· «Αὐτὸς γάρ, φησίν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ οὐκ ἐν τῇ γεέννῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ βασιλείᾳ πολλὰς ἂν εὕροι τις τὰς διαφοράς· «Μοναὶ γάρ, φησίν, πολλαὶ παρὰ τῷ Πατρί μου.» Καί· «Ἀλλὴ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης.» Καὶ τί θαυμαστόν, εἰ μέχρι τοσούτων ἠκριβολογήσατο, ὅπου γε καὶ τὴν ἀστέρος πρὸς ἀστέρα διαφορὰν εἶναί φησιν ἐκεῖ.