Ad Theodorum lapsum i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Ταῦτα οὖν ἅπαντα εἰδότες, μήποτε τῆς τῶν ἀγαθῶν ἐργασίας ἀποστῶμεν, μηδέ, ἐπειδὰν εἰς τὴν τοῦ ἡλίου τάξιν ἢ τῆς σελήνης ἐλθεῖν μὴ δυνηθῶμεν, καὶ τῆς τῶν ἀστέρων καταφρονήσωμεν. Ἕως ἂν τοσαύτην γοῦν ἀρετὴν ἐπιδειξώμεθα, δυνησόμεθα εἶναι ἐν τῷ οὐρανῷ. Κἂν χρυσός, κἂν λίθος τίμιος μὴ γενώμεθα, τὴν γοῦν τοῦ ἀργύρου τάξιν ἐπέχοντες ἐν τῷ θεμελίῳ μένωμεν, μόνον μὴ πρὸς ἐκείνην τὴν ὕλην παλινδρομήσωμεν, ἣν εὐχερῶς καταφλέγει τὸ πῦρ, μηδέ, ὅταν μεγάλα κατορθῶσαι μὴ δυνηθῶμεν, καὶ τῶν μικρῶν ἀποσχώμεθα· ἐσχάτης γὰρ ταῦτα ἀνοίας ἐστίν, ὅπερ μὴ πάθωμεν. Ὥσπερ γὰρ ὁ πλοῦτος ὁ σωματικὸς αὔξεται τῷ μηδὲ τῶν ἐλαχίστων κερδῶν καταφρονεῖν τοὺς ἐραστὰς τοὺς ἐκείνου, οὕτω καὶ ὁ πνευματικός. Καὶ γὰρ ἄτοπον τὸν μὲν κριτὴν μηδὲ ψυχροῦ ποτηρίου μισθὸν παρορᾶν, ἡμᾶς δέ, εἰ μὴ πάνυ μεγάλα εἴη τὰ κατορθώματα, καὶ τῆς τῶν μικρῶν ἐργασίας ἐνδοιάζειν περὶ τὴν ἀντίρροπον ἀντίδοσιν. Ὁ μὲν γὰρ τῶν ἐλαττόνων μὴ καταφρονῶν, πολλῇ καὶ περὶ τὰ μέγιστα χρήσεται τῇ σπουδῇ, ὁ δὲ ταῦτα παρορῶν καὶ ἐκείνων ἀποστήσεταί ποτε· ὅπερ ἵνα μὴ γένηται, καὶ τούτων μεγάλους ὤρισεν τοὺς μισθοὺς ὁ Χριστός. Τί γὰρ τοῦ ἐπισκέπτεσθαι τοὺς κάμνοντας εὐχερέστερον; ἀλλ' ὅμως καὶ τούτου μεγάλην ἡμῖν ἀποδίδωσιν τὴν ἀμοιβήν. Τοιγαροῦν ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, κατατρύφησον τοῦ Κυρίου, καὶ ἱκέτευσον αὐτόν· πάλιν τὸν ζυγὸν ἀνάδεξαι τὸν χρηστόν, ὕπελθε τὸ φορτίον τὸ ἐλαφρόν, ἐπίθες ἄξιον τῆς ἀρχῆς τὸ τέλος, μὴ παρίδῃς τοσοῦτον διαρρυέντα πλοῦτον. Ἂν μὲν γὰρ ἐπιμένῃς παροξύνων τὸν θεὸν δι' ὧν ποιεῖς, ἅπαντα αὐτὸν ἀπολεῖς· ἂν δὲ πρὶν ἢ πολλὴν γενέσθαι τὴν ζημίαν καὶ πᾶν ἐπικλυσθῆναι τὸ γεώργιον, ἀποφράξῃς τῆς κακίας τοὺς ὀχετούς, καὶ τὰ διαφθαρέντα ἀνακτήσασθαι δυνήσῃ πάλιν, καὶ ἑτέραν αὐτοῖς προσθεῖναι φορὰν οὐ μικράν. Ἀλλ' ἅπερ ἅπαντα λογισάμενος ἀποτίναξαι τὸν χοῦν, ἀναστῆθι ἀπὸ τῆς γῆς, καὶ φοβερὸς ἔσῃ τῷ ἀνταγωνιστῇ. Αὐτὸς μὲν γάρ σε κατέβαλεν, ὡς οὐκ ἀναστησόμενον λοιπόν· ἂν δὲ ἴδῃ πάλιν τὰς χεῖρας ἀνταίροντά σε, ἀπροσδοκήτως πληγείς, ὀκνηρότερος ἔσται πρὸς τὸ ὑποσκελίσαι πάλιν. Τί λέγω; Καὶ αὐτὸς ἀσφαλέστερος ἔσῃ πρὸς τὸ μηκέτι τραῦμα τοιοῦτο λαβεῖν. Εἰ γὰρ αἱ τῶν ἄλλων ἡμᾶς ἱκαναὶ παιδεῦσαι συμφοραί, πολλῷ μᾶλλον ἃς ὑπεμείναμεν αὐτοί. Ὅπερ καὶ ἐπὶ τῆς σῆς προσδοκῶ ταχέως ὄψεσθαι κεφαλῆς, καὶ πάλιν τῇ τοῦ θεοῦ ῥοπῇ φαιδρότερόν σε γενέσθαι καὶ τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετήν, ὡς καὶ ἑτέρων προστῆναι ἐκεῖ· μόνον μὴ ἀπογνῷς, μηδὲ ἀναπέσῃς. Τοῦτο γάρ σοι καὶ παρὰ πάντα λόγον καὶ ὅπου δ' ἂν ἴδω καὶ ὅπου δ' ἂν ἀπίω καὶ διεγερῶν οὐ παύσομαι ἐπιστέλλων· κἂν τοῦτο ἀκούσῃς, οὐκέτι δεήσῃ φαρμάκων ἑτέρων.