Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad Theodorum lapsum i
John Chrysostomi 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη τούτων ἕνεκεν, καὶ ἀπὸ τῶν θείων ταῦτα πιστωσόμεθα λογίων. Τίς γάρ, εἰπέ μοι, τοῦ Βαβυλωνίων βασιλέως γέγονεν μιαρώτερον, ὃς τοσαύτην τῆς τοῦ θεοῦ δυνάμεως πεῖραν λαβών, ὡς τὸν προφήτην προσκυνῆσαι τὸν αὐτοῦ καὶ κελεῦσαι αὐτῷ μαναὰ σπεῖσαι καὶ θυμίαμα, πάλιν εἰς τὸν πρότερον ἐξηνέχθη τῦφον, καὶ τοὺς μὴ προτιμήσαντας αὐτὸν τοῦ θεοῦ δεδεμένους εἰς τὴν κάμινον ἐνέβαλεν. Ἀλλ' ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον εἰς μετάνοιαν προσκαλεῖται καὶ δίδωσιν αὐτῷ καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμάς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονός, μετὰ δὲ ἐκεῖνο τὴν ὄψιν μὲν ἣν εἶδεν ὁ βασιλεύς, ἡρμήνευσεν δὲ ὁ Δανιήλ, ἱκανὴν καὶ λιθίνην κάμψαι ψυχήν· καὶ πρὸς τούτοις, μετὰ τὴν ἐκ τῶν πραγμάτων παραίνεσιν, καὶ αὐτὸς ὁ προφήτης συνεβούλευε λέγων· «Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακροθυμία τοῖς παραπτώμασίν σου.» Τί λέγεις, ὦ σόφε καὶ μακάριε; Ἔστιν μετὰ τὴν τοσαύτην ἀπόπτωσιν πάλιν ἐπάνοδος; ἔστιν μετὰ τὴν τοσαύτην νόσον πάλιν ὑγίεια; ἔστιν μετὰ τὴν τοσαύτην μανίαν πάλιν ἐλπὶς σωφροσύνης; Πάσης ἑαυτὸν προλαβὼν ἀπολογίας ἀπεστέρησεν ὁ βασιλεύς, πρῶτον μὲν ἀγνοήσας τὸν ποιήσαντα αὐτὸν καὶ εἰς τὴν τίμην ἀγαγόντα ἐκείνην, καίτοι τῆς δυνάμεως αὐτοῦ καὶ προνοίας τεκμήρια διηγεῖσθαι ἔχων, καὶ ἐπ' αὐτοῦ, καὶ ἐπὶ τῶν προγόνων αὐτοῦ γεγενημένα πολλά· μετὰ δὲ τοῦτο πάλιν τῆς σοφίας αὐτοῦ καὶ τῆς προγνώσεως ἐναργῆ σημεῖα λαβών, καὶ μαγικὴν καὶ ἀστρονομίαν καὶ πᾶσαν τῆς διαβολικῆς μαγγανείας τὴν σκηνὴν ἀνατραπεῖσαν ἰδών, χαλεπώτερα τῶν προτέρων ἐπεδείξατο. Ἃ γὰρ οἱ σοφοὶ μάγοι Γαζαρηνοὶ διασαφῆσαι οὐκ ἴσχυσαν, ἀλλ' ὡμολόγουν μείζονα ἢ κατὰ ἀνθρωπίνην εἶναι διάνοιαν, ταῦτα παιδίον αἰχμάλωτον ἐπιλύσασθαι ποιήσας αὐτῷ, οὕτως αὐτὸν ἐπηγάγετο ἐκείνῳ τῷ θαύματι, ὡς μὴ μόνον αὐτὸν πιστεῦσαι, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ τοῦ δόγματος τούτου γενέσθαι κήρυκα καὶ διδάσκαλον σαφῆ· ὥστε εἰ καὶ πρὶν ἢ σημεῖον τοιοῦτον λαβεῖν, ἀσύγγνωστος ἦν ἀγνοῶν τὸν θεόν, πολλῷ μᾶλλον μετ' ἐκεῖνο τὸ τέρας καὶ τὴν ὁμολογίαν αὐτοῦ καὶ τὴν διδασκαλίαν τὴν εἰς ἑτέρους γεγενημένην. Οὔτε γὰρ ἂν μὴ πιστεύσας καλῶς ὅτι μόνος ἐστὶν ὁ θεὸς ἀληθὴς τοσαύτην εἰς τὸν αὑτοῦ θεράποντα τιμὴν ἐπεδείξατο, καὶ τοιαῦτα τοῖς ἄλλοις ἐνομοθέτησεν. Ἀλλ' ὅμως μετὰ τὴν τοιαύτην ὁμολογίαν εἰς εἰδωλολατρίαν πάλιν ἐξέπεσεν, καὶ ὁ πεσὼν ἐπὶ πρόσωπον καὶ τὸν τοῦ θεοῦ προσκυνήσας δοῦλον, εἰς τοσοῦτον οὗτος ἐξεβακχεύθη μανίας, ὥστε τοὺς τοῦ θεοῦ δούλους μὴ προσκυνοῦντας αὐτὸν εἰς κάμινον ἐμβαλεῖν. Τί οὖν; Μετῆλθεν τὸν ἀποστάτην ὡς μετελθεῖν ἔδει; Μείζονα μὲν οὖν αὐτῷ τεκμήρια τῆς οἰκείας παρέσχεν δυνάμεως, μετὰ τὴν τοσαύτην ἀπόνοιαν ἕλκων ἐπὶ τὰ πρότερον πάλιν αὐτόν. Καὶ τὸ δὴ θαυμαστότερον· ἵνα γὰρ μὴ διαπιστῆται διὰ τὴν ὑπερβολὴν τῶν θαυμάτων τὰ γινόμενα, οὐκ ἐν ἄλλῳ τινὶ τὸ σημεῖον ἐποίησεν, ἀλλ' ἐπὶ τῆς καμίνου, ἣν ἐξανῆψεν αὐτὸς κατὰ τῶν ὁσίων παίδων, οὓς ἔδησεν καὶ ἐνέβαλεν. Ἦν μὲν οὖν καὶ τὸ σβέσαι τὴν φλόγα θαυμαστὸν καὶ παράδοξον· ὁ δὲ φιλάνθρωπος ὑπὲρ τοῦ μείζονα ἐνθεῖναι φόβον, καὶ πλείονα ποιῆσαι τὴν ἔκπληξιν, καὶ πᾶσαν αὐτοῦ λῦσαι τὴν πώρωσιν, τὸ τούτου μεῖζον ἐποίησεν καὶ παραδοξότερον. Ἀφεὶς γὰρ αὐτὴν ἐκκαυθῆναι τοσοῦτον ὅσον αὐτὸς ἠθέλησεν ἐκεῖνος, οὕτω τὴν οἰκείαν ἐνδείκνυται δύναμιν, οὐ καταλύων τὰ μηχανήματα τῶν ἐχθρῶν, ἀλλ' ἑστῶτα ἄκυρα ποιῶν. Ἵνα δὲ μή τις αὐτοὺς ἰδὼν περιγεγονότας τῆς φλογὸς φάντασμα εἶναι νομίσῃ, συνεχώρησεν καυθῆναι τοὺς ἐμβαλόντας αὐτούς, δεικνὺς ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον· οὐ γὰρ ἂν νάφθαν καὶ πίσσαν καὶ κληματίδας καὶ τοσαῦτα κατέφαγεν σώματα· τῆς δὲ αὐτοῦ προσταγῆς ἰσχυρότερον οὐδὲν, ἀλλ' ἕπεται μὲν τῶν ἁπάντων ἡ φύσις τῷ ἐκ τοῦ μὴ ὄντος αὐτὴν εἰς τὸ εἶναι παραγαγόντι· ὅπερ οὖν καὶ τότε ἐδείκνυ. Τὰ γὰρ σώματα ἡ φλὸξ ἀπολαβοῦσα φθαρτά, καθάπερ ἀφθάρτων ἀπέσχετο καὶ σώαν τὴν παρακαταθήκην ἀπέδωκεν, καὶ μετὰ πολλῆς τῆς λαμπρότητος. Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου προῄεσαν οἱ παῖδες ἐκεῖνοι, οὐδενὸς εἰς τὸν βασιλέα ἀνεχομένου λοιπὸν ὁρᾶν, ἀλλὰ πάντων ἀπ' ἐκείνου τοὺς ὀφθαλμοὺς μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἀλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους ἐπέστρεφεν, ὡς ἡ θέα τῶν παίδων ἐκείνων, ἐγχρονισάντων μὲν τὸ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἶκος ἦν. Καὶ γὰρ ὃ πάντων εὐθραυστότερον ἦν τῶν ἐν ἡμῖν, ἡ τῶν τριχῶν φύσις, τοῦτο ἀδάμαντος ἰσχυρότερον ἐκράτει τῆς παμφάγου φλογός.

Intertext edge

Open linked passage

Note