Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad Theodorum lapsum i
John Chrysostomi 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Καὶ οὐ τοῦτο μόνον ἦν τὸ θαυμαστόν, ὅτι εἰς μέσον ἀποληφθέντες ἔπαθον οὐδέν, ἀλλ' ὅτι καὶ διὰ τῶν ὕμνων φθεγγόμενοι διὰ παντός· ἴσασιν δὲ πάντες ὅσοι τοῖς καιομένοις παραγεγόνασιν, ὡς ἕως μὲν ἂν ἔχωσιν μεμυκότα τὰ χείλη, βραχὺ γοῦν ἀντέχουσι πρὸς τὸν ἔμπρησμον· εἰ συμβαίη δὲ διᾶραι τὸ στόμα αὐτούς, εὐθέως ἀφίπταται τοῦ σώματος ἡ ψυχή. Ἀλλ' ὅμως τοσούτων γενομένων θαυμάτων, καὶ πάντων καταπλαγέντων, καὶ τῶν παρόντων καὶ θεωμένων καὶ τῶν ἀπόντων καὶ διὰ γραμμάτων τοῦτο μεμαθηκότων, ὁ τοὺς ἄλλους διδάξας βασιλεὺς ἀδιόρθωτος ἔμενεν καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπάνεισι κακίαν. Καὶ οὐδὲ οὕτως αὐτὸν ἐκόλασεν, ἀλλ' ἐμακροθύμησεν ἔτι· καὶ δι' ὀνείρατος καὶ διὰ τοῦ προφήτου συμβουλεύων αὐτῷ. Ἐπειδὴ δὲ οὐδὲν οὐδενὶ τούτων βελτίων ἐγίνετο, τότε ἐπάγει τὴν τιμωρίαν αὐτῷ λοιπόν, οὐχ ὑπὲρ τῶν ἤδη γεγονότων ἀμυνόμενος, ἀλλὰ τὰ μέλλοντα ἐκκόπτων δεινά, καὶ τὴν εἰς τὸ ἔμπροσθεν ἀναστέλλων κακίαν, καὶ οὐδὲ τοῦτο εἰς τέλος, ἀλλ' ἐν ὀλίγοις αὐτὸν παιδεύσας ἔτεσιν τῇ προτέρᾳ πάλιν ἀπέδωκεν τιμῇ, ζημιωθέντα μὲν ἀπὸ τῆς κολάσεως οὐδέν, κερδάναντα δὲ τὸ πάντων μέγιστον τῶν ἀγαθῶν, τὸ στερρῶς τῆς εἰς τὸν Χριστὸν ἔχεσθαι πίστεως καὶ μεταγνῶναι ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις αὐτῷ. Τοιαύτη γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία· οὐδέποτε μετάνοιαν γινομένην εἰλικρινῶς ἀποστρέφεται, ἀλλὰ κἂν πρὸς αὐτό τις ἐλάσῃ τῆς κακίας τὸ πέρας, κἀκεῖθεν ὑποστρέψαι πάλιν ἕληται πρὸς τὴν τῆς ἀρετῆς ὁδόν, καὶ δέχεται καὶ προσίεται τοῦτον, καὶ πάντα ποιεῖ ὥστε αὐτὸν εἰς τὴν προτέραν κατάστασιν ἐπαναγαγεῖν. Καὶ τὸ πολλῷ τούτου φιλανθρωπότερον· κἂν γὰρ μὴ πᾶσάν τις ἐπιδείξηται τὴν μετάνοιαν, οὐδὲ τὴν βραχεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην παραπέμπεται, ἀλλὰ καὶ ταύτης πολὺν τίθησι τὸν μισθόν· καὶ τοῦτο δῆλον ἐξ ὧν Ἠσαίας ὁ προφήτης περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ οὑτωσί πώς φησιν· «Δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνός, καὶ ἰασάμην αὐτὸν καὶ παρε κάλεσα αὐτόν.» Καὶ μαρτυρήσειεν ἂν ἡμῖν καὶ ὁ ἀσεβέστατος βασιλεὺς ἐκεῖνος, ὁ γεγονὼς μὲν ἔκδοτος τοῖς ἁμαρτήμασιν ὑπὸ τῆς γυναικός, ἐπειδὴ δὲ μόνον ἐπένθησεν καὶ σάκκον περιεβάλετο καὶ κατέγνω τῶν πλημμεληθέντων αὐτῷ, οὕτως ἐπεσπάσατο τοῦ θεοῦ τὸν ἔλεον, ὡς πάντων αὐτὸν ἀπαλλάξαι τῶν ἐπηρτημένων κακῶν. Εἶπε γάρ, φησίν, ὁ θεὸς τῷ Ἠλίᾳ· «Ἑόρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου, ἀνθ' ὧν ὅτι ἔκλαυσεν ἀπὸ προσώπου μου, οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ.» Καὶ μετὰ τοῦτον πάλιν ὁ Μανασσῆς πάντας τῇ μανίᾳ παρελάσας καὶ τῇ τυραννίδι, καὶ τὴν νομικὴν ἀνατρέψας λατρείαν, καὶ τὸν ναὸν ἀποπλήσας τῶν εἰδώλων, καὶ τὴν πλάνην ποιήσας ἀνθεῖν, καὶ πάντων τῶν ἔμπροσθεν γενόμενος ἀσεβέστερος, ἐπειδὴ μετενόησεν ὕστερον, εἰς τοὺς τοῦ θεοῦ κατετάττετο φίλους. Εἰ δὲ εἰς τὸ μέγεθος ἀπιδὼν τῶν οἰκείων ἀνομιῶν, ἀπέγνω τὴν ἐπάνοδον καὶ τὴν μεταβολήν, πάντων ἂν ἐξέπεσεν ὧν μετὰ ταῦτα ἐπέτυχεν· νῦν δὲ ἀντὶ τῆς ὑπερβολῆς τῶν ἡμαρτημένων αὐτῷ, εἰς τὸ ἄπειρον τῆς εὐσπλαγχνίας ἰδὼν τοῦ θεοῦ καὶ τὰ δεσμὰ διαρρήξας τοῦ διαβόλου καὶ διανέστη καὶ διηγωνίσατο καὶ τὸν δρόμον ἐτέλεσε τὸν καλόν. Οὐ μόνον δὲ διὰ τῶν εἰς τούτους γεγενημένων, ἀλλὰ καὶ διὰ τῶν τοῦ προφήτου ῥημάτων ἐκκόπτει τοὺς τῆς ἀπογνώσεως λογισμοὺς ὁ θεός, οὑτωσὶ λέγων· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.» Τὸ δὲ σήμερον ἐν παντὶ τῷ βίῳ λέγεσθαι δυνατόν, καὶ πρὸς αὐτῷ γε, εἰ βούλει, τῷ γήρᾳ· οὐ γὰρ χρόνου ποσότητι ἀλλὰ διαθέσει ψυχῆς μετάνοια κρίνεται. Καὶ γὰρ οἱ Νινευῖται οὐ πολλῶν ἐδεήθησαν ἡμερῶν, ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν ἐκείνην, ἀλλ' ἴσχυσε βραχύς τις ἡμέρας καιρὸς ἅπασαν ἀφανίσαι τὴν ἀνομίαν αὐτῶν· καὶ ὁ λῃστὴς δὲ οὐκ ἐν χρόνῳ μακρῷ τὴν εἰς τὸν παράδεισον εἴσοδον ἤνυσεν, ἀλλ' ὅσην ἄν τις ἀναλώσειεν ὥραν ῥῆμα φθεγγόμενος ἕν, ἐν τοσαύτῃ ῥοπῇ τὰ ἐν παντὶ τῷ βίῳ ἡμαρτημένα ἀπολυσάμενος καὶ πρὸ τῶν ἀποστόλων τὸ τῆς εὐδοκιμήσεως βραβεῖον ἐλάμβανεν. Ὁρῶμεν δὲ καὶ τοὺς μάρτυρας, οὐκ ἐν πολλοῖς ἔτεσιν, ἀλλ' ἐν ἡμέραις ὀλίγαις, πολλάκις δὲ καὶ ἐν μιᾷ μόνῃ τοὺς λαμπροὺς ἐπιτιθεμένους στεφάνους.

Intertext edge

Open linked passage

Note