Ad Theodorum lapsum i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ταῦτα οὖν ἔχοντες τὰ ὑποδείγματα, μὴ παραμείνωμεν τοῖς κακοῖς, μηδὲ ἀπογνῶμεν τὴν καταλλαγὴν ἀλλ' εἴπωμεν, καὶ αὐτοί· «Πορευσώμεθα πρὸς τὸν πατέρα», καὶ ἐγγίσωμεν τῷ θεῷ. Αὐτὸς γὰρ ἡμᾶς οὐδέποτε ἀποστρέφεται, ἀλλ' ἡμεῖς ἐσμεν οἱ μακρύνοντες ἑαυτούς· «Ὁ θεὸς γάρ, φησίν, ἐγγίζων ἐγώ εἰμι καὶ οὐ θεὸς πόρρωθεν.» Καὶ διὰ τοῦ αὐτοῦ δὲ τούτου προφήτου πάλιν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· «Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ τε καὶ ὑμῶν;» Ἐπεὶ οὖν τοῦτό ἐστι τὸ πόρρω ποιοῦν ἡμᾶς τοῦ θεοῦ περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα, καὶ τὸ κωλῦον οὐδὲν γενέσθαι ἐγγύς. Ἄκουσον δὲ καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων τοῦτο γεγονός. Παρὰ Κορινθίοις ἐπισημός τις ἀνὴρ ἁμαρτίαν εἰργάσατο τοιαύτην, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ἐνομίζετο. Πιστὸς δὲ οὗτος ἦν, καὶ τῶν ᾠκειομένων τῷ Χριστῷ· τινὲς δὲ αὐτὸν καὶ τῶν ἱερωμένων εἶναί φασιν. Τί οὖν; Ἆρα ἐξέκοψεν αὐτὸν τῆς τῶν σῳζομένων ἐλπίδι μερίδος ὁ Παῦλος; Οὐδαμῶς· αὐτὸς γάρ ἐστιν ὁ μυριάκις ἀνὼ καὶ κάτω Κορινθίοις ἐγκαλῶν ὅτι αὐτὸν εἰς μετανοίαν οὐ κατέστησαν· βουλόμενος δὲ δεῖξαι ἡμῖν ὅτι οὐκ ἔστιν ἁμάρτημα ὃ μὴ δύναται ἰαθῆναι, πάλιν ἔλεγεν περὶ αὐτοῦ τοῦ χαλεπώτερα τῶν ἐθνῶν ἡμαρτηκότος· «Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς μετανοίας· ἐπειδὴ δὲ μετενόησεν· «Ἱκανὸν τῷ τοιούτῳ, φησίν, ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων.» Καὶ ἐπέστελλεν παρακαλέσαι πάλιν αὐτόν, καὶ προσέσθαι τὴν μετάνοιαν, ὥστε μὴ πλεονεκτηθῆναι ὑπὸ τοῦ Σατανᾶ. Καὶ ἔθνος δὲ ὁλόκληρον τὸ τῶν Γαλατῶν, μετὰ τὸ πιστεῦσαι καὶ σημεῖα ἐργάσασθαι καὶ πολλοὺς πειρασμοὺς ὑπενεγκεῖν διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν καταπεσόντας, πάλιν ἀνίστησιν. Ὅτι μὲν γὰρ ἐθαυματούργουν, ἐδήλωσεν εἰπών· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν», ὅτι δὲ καὶ πολλὰ τῆς πίστεως ἕνεκεν ἤθλησαν, καὶ τοῦτο ἔδειξεν λέγων· «Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ.» Ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἐπίδοσιν ἁμαρτίαν ἥμαρτον ἱκανὴν ἀλλοτριῶσαι αὐτοὺς τοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς οὕτως ἀποφαίνεται λέγων· «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι· ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», καὶ πάλιν· «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε». Καὶ μετὰ τὴν τοσαύτην ὅμως παράπτωσιν, προσίεται αὐτοὺς λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», δεικνὺς ὅτι καὶ μετὰ τὴν ἐσχάτην διαφθορὰν δυνατὸν πάλιν ἄνωθεν τὸν Χριστὸν μορφωθῆναι ἐν ἡμῖν· «Οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Ἐπιστρέψωμεν οὖν, ὦ φίλη κεφαλή, καὶ τὸ θέλημα ἐξανύσωμεν τοῦ θεοῦ. Διὰ γὰρ τοῦτο ἡμᾶς ἔκτισεν καὶ εἰς τὸ εἶναι παρήγαγεν, ἵνα τῶν αἰωνίων ποιήσῃ μετασχεῖν ἀγαθῶν, ἵνα τὴν βασιλείαν παράσχῃ τῶν οὐρανῶν, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ καὶ τῷ πυρὶ παραδῷ· τοῦτο γὰρ οὐ δι' ἡμᾶς, ἀλλὰ διὰ τὸν διάβολον γέγονεν· ἡ βασιλεία δὲ ἡμῖν ηὐτρέπισται καὶ παρεσκεύασται πάλαι. Καὶ ταῦτα ἀμφότερα ὑποδεικνὺς ἔλεγεν τοῖς μὲν ἐκ δεξιῶν· «Δεῦτε, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῖς δὲ ἐξ εὐωνύμων· «Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον», οὐκ ἔτι «ὑμῖν» ἀλλὰ «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Οὕτως οὐ δι' ἡμᾶς ἡ γέεννα γέγονεν, ἀλλὰ δι' ἐκεῖνον καὶ τοὺς ἀγγέλους αὐτοῦ· ἡ δὲ βασιλεία πρὸ καταβολῆς αἰῶνος ἡμῖν παρεσκεύασται. Μὴ τοίνυν ἀναξίους ἑαυτοὺς τῆς εἰσόδου τοῦ νυμφῶνος κατασκευάσωμεν· ἕως μὲν γὰρ ἂν ὦμεν ἐνθάδε, κἂν μυρία ἁμάρτωμεν, ἔνεστιν ἅπαντα ἀπολούσασθαι μετάνοιαν τῶν ἁμαρτηθέντων ἐπιδειξαμένους ἀξίαν· ἡνίκα δὲ ἂν ἀπαχθῶμεν ἐκεῖ, οὐδ' ἂν σφοδροτάτην ἐπιδειξώμεθα τὴν μετάνοιαν, ἔσται τι πλέον λοιπόν, ἀλλὰ κἂν τοὺς ὀδόντας βρύχωμεν, κἂν κοπτώμεθα, κἂν μυρία παρακαλῶμεν, οὐδὲ ἄκρῳ τις ἐπιστάξει τῷ δακτύλῳ φλεγομένοις ἡμῖν, ἀλλ' ἀκουσόμεθα ταῦτα, ἅπερ καὶ ὁ πλούσιος ἐκεῖνος τότε, ὅτι· «Χάσμα μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν ἐστήρικται.» Ἀνανήψωμεν οὖν ἐνταῦθα, παρακαλῶ, καὶ τὸν Δεσπότην ἐπιγνῶμεν τὸν ἑαυτῶν, ὡς ἐπιγνῶναι χρή. Τότε γὰρ μόνον ἀπογνῶναι δεῖ τὴν ἀπὸ τῆς μετανοίας ἐλπίδα ὅταν ἐν τῷ ᾅδῃ γενώμεθα· ἐκεῖ γὰρ μόνον τοῦτο τὸ φάρμακον ἀσθενές· ἐνταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Διὸ καὶ ὁ διάβολος πάντα κινεῖ ἵνα τὸν τῆς ἀπογνώσεως ἐν ἡμῖν ῥιζώσῃ λογισμόν· οἶδε γὰρ ὅτι, κἂν μικρὸν μετανοήσωμεν, οὐκ ἀμισθὶ τοῦτο πράξομεν, ἀλλ' ὥσπερ ὁ τὸ ποτήριον τὸ ψυχροῦν ἐπιδοὺς ἀποκειμένην ἔχει τὴν ἀμοιβήν, οὕτω καὶ ὁ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ἕξει τὴν ἀντίδοσιν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται παρὰ τοῦ θεοῦ, τοῦ δικαίου κριτοῦ. Εἰ γὰρ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τίνειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ᾖ, κἂν μικρά, λογισθήσεται κατ' ἐκεῖνον ἡμῖν τὸν καιρόν. Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελθεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον· μόνον ἀρχὴν ἐπίθες τῷ πράγματι, καὶ τὴν εἰς τοὺς ἀγῶνας εἴσοδον ἄνοιξον· ἕως δ' ἂν ἔξω μένῃς εἰκότως δύσκολον καὶ ἄπορον τοῦτό σοι φαίνεται. Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾖ τὰ πράγματα κοῦφα καὶ φορητά, ὅμως ἔμφασιν ἡμῖν παρέχειν εἴωθε δυσκολίας πολλῆς· ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πείρας γενώμεθα καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας ἐξίσταται, καὶ τὸ θαρρεῖν ἀντὶ τοῦ τρέμειν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ.