Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad Theodorum lapsum i
John Chrysostomi 9 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Διὰ τοῦτο καὶ τὸν Ἰουδὰν ἀπήγαγεν ἐνθένδε ὁ πονηρός, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς ἐπανέλθῃ διὰ τῆς μετανοίας ὅθεν ἐξέπεσεν. Ἐγὼ γάρ, εἰ καὶ παράδοξον τὸ λεγό μενον, οὐδὲ ἐκεῖνο τὸ παράπτωμα μεῖζον εἴποιμ' ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ, πᾶσαν τὴν σατανικὴν ἔννοιαν ἐξορίσαντά σε τῆς ψυχῆς, ἐπὶ τὴν σωτηρίαν ταύτην ἐλθεῖν. Εἰ μὲν γὰρ ἀθρόως καὶ ὁμοῦ πρὸς ἐκείνην σε πάλιν τὴν κορυφὴν ἀναβῆναι ἐκέλευον, εἰκότως ἂν ἐδυσχέραινες, ὡς πολλῆς τῆς δυσκολίας οὔσης ἐν τούτῳ· εἰ δὲ τοσοῦτον ἀπαιτῶ μόνον νῦν, ὅσον μὴ προσθεῖναι τοῖς παροῦσι κακοῖς, ἀλλὰ στάντα ἐνταῦθα τὴν ἐναντίαν ὑποστρέψαι πάλιν, τίνος εἵνεκεν ὀκνεῖς καὶ ἀναδύῃ καὶ εἰς τοὐπίσω καθέλκεις σαυτόν; Οὐχ ἑόρακας τοὺς ἐν τρυφῇ καὶ μέθῃ καὶ ἁδηφαγίᾳ, καὶ τῇ λοιπῇ τελευτήσαντας χλευασίᾳ τοῦ βίου; Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ ἀκολούθων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, οἱ τὰ σηρικὰ ἐνδεδυμένοι καὶ μύρων πνέοντες καὶ παρασίτους τρέφοντες καὶ τῇ σκηνῇ προσηλωμένοι διὰ παντός, ποῦ τούτων ἡ φαντασία ἐκείνη νῦν; Οἴχεται. Ἡ τῶν δείπνων πολυτέλεια, ἡ τῶν μουσικῶν πληθύς, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολύς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός, ποῦ νῦν; Ἀπέπτη πάντα ἐκεῖνα. Τί γέγονε τὸ τοσαύτης θεραπείας ἀπολαῦον σῶμα καὶ καθαρότητος; Ἄπιθι πρὸς τὴν σορόν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ λοιποῦ τὸ εἰδεχθές, θέασαι καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκολήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν διηνεκῆ θλῖψιν καὶ τὴν στενοχωρίαν. Ἐλθὲ καὶ ἐπὶ τὴν παραβολὴν τὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, ὃς τοσούτων χρημάτων κύριος ὢν καὶ πορφύραν ἐνδιδυσκόμενος οὐδὲ σταγόνος ὕδατος κύριος γέγονεν, καὶ ταῦτα ἐν ἀνάγκῃ τοσαύτῃ καθεστώς. Τί τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διακεῖται; Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι ἢ καὶ ἑτέραν τινὰ τίνοντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ τῶν πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτούς, οὐδεμίαν μετὰ τὸ διεγερθῆναι τοῖς ὀνείρασιν ἴσασιν χάριν· οὕτω καὶ ὁ πλούσιος ἐκεῖνος, καθάπερ ἐν ὀνείρῳ τῷ παρόντι βίῳ πλουτήσας, μετὰ τὴν ἐνθένδε ἀποδημίαν, τὴν πικρὰν ἐκείνην ἐκολάζετο κόλασιν. Ταῦτα ἐννόησον· καὶ τὸ πῦρ ἀντιστήσας ἐκεῖνο τῷ κατέχοντί σε νῦν, τῷ τῶν ἐπιθυμιῶν ἐμπρησμῷ, ἀπαλλάγηθι τῆς καμίνου ποτέ. Ὁ μὲν γὰρ ταύτην ἐνθάδε ἀποσβέσας καλῶς, οὐδὲ ἐκείνης λήψεται πεῖραν, εἰ δέ τις ταύτης μὴ περιγένοιτο, σφοδρότερον αὐτὸν ἀπελθόντα ἐνθένδε καθέξει τότε ἐκείνη. Πόσον βούλει σοι παραμεῖναι τοῦ παρόντος βίου τὴν ἀπόλαυσιν χρόνον; Ἐγὼ μὲν γὰρ οὐκ οἶμαί σοι πλέον ἢ πεντήκοντα ἔτη λείπεσθαι, ὥστε πρὸς ἔσχατον γῆρας ἐλθεῖν, μᾶλλον δὲ οὐδὲ τοῦτό που δῆλόν ἐστιν ἡμῖν· οἱ γὰρ μηδὲ μέχρι τῆς ἑσπέρας ὑπὲρ τῆς ζωῆς θαρρεῖν ἔχοντες τῆς ἑαυτῶν, πῶς ἂν ὑπὲρ τοσούτων διισχυρίσαιντο ἐτῶν; Καὶ οὐ τοῦτο μόνον ἐστὶν ἄδηλον, ἀλλὰ καὶ τὸ τῆς τῶν πραγμάτων μεταβολῆς· πολλάκις γὰρ τῆς ζωῆς εἰς χρόνον ἐκταθείσης μακρόν, οὐ συνεξετάθη τὰ τῆς τρυφῆς, ἀλλ' ὁμοῦ καὶ ἐπέστη καὶ ἀπεπήδησεν. Πλὴν ἀλλ' εἰ βούλει, κείσθω τῷ λόγῳ καὶ ζήσεσθαί σε ἔτη τοσαῦτα καὶ μηδεμίαν ὑποστήσεσθαι μεταβολήν, τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας καὶ τὰς κολάσεις τὰς ἀπορρήτους καὶ ἀφορήτους ἐκείνας; Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσιν, καὶ τῇ ποιότητι δὲ τοσοῦτον τῶν νῦν διενήνοχεν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν.

Intertext edge

Open linked passage

Note