Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Against Eutropius
John ChrysostomEutrop. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Ἀεὶ µὲν, µάλιστα δὲ νῦν εὔκαιρον εἰπεῖν· Ματαιότης µαταιοτήτων, καὶ πάντα µαταιότης. Ποῦ νῦν ἡ λαµπρὰ τῆς ὑπατείας περιβολή; ποῦ δὲ αἱ φαιδραὶ λαµπάδες; ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροὶ, καὶ αἱ θαλίαι, καὶ αἱ πανηγύρεις; ποῦ οἱ στέφανοι καὶ τὰ παραπετάσµατα; ποῦ ὁ τῆς πόλεως θόρυβος, καὶ αἱ ἐν ἱπποδροµίαις εὐφηµίαι, καὶ τῶν θεατῶν αἱ κολακεῖαι; Πάντα ἐκεῖνα οἴχεται· καὶ ἄνεµος πνεύσας ἀθρόον τὰ µὲν φύλλα κατέβαλε, γυµνὸν δὲ ἡµῖν τὸ δένδρον ἔδειξε, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς σαλευόµενον λοιπόν· τοιαύτη γὰρ ἡ τοῦ πνεύµατος γέγονε προσβολὴ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾷν, καὶ ταῦτα διασαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα. Ποῦ νῦν οἱ πεπλασµένοι φίλοι; ποῦ τὰ συµπόσια καὶ τὰ δεῖπνα; ποῦ ὁ τῶν παρασίτων ἐσµὸς, καὶ ὁ δι' ὅλης ἡµέρας ἐγχεόµενος ἄκρατος, καὶ αἱ ποικίλαι τῶν µαγείρων τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταὶ, οἱπάντα πρὸς χάριν ποιοῦντες καὶ λέγοντες; Νὺξ ἦν πάντα ἐκεῖνα καὶ ὄναρ, καὶ ἡµέρας γενοµένης ἠφανίσθη· ἄνθη ἦν ἐαρινὰ, καὶ παρελθόντος τοῦ ἔαρος ἅπαντα κατεµαράνθη· σκιὰ ἦν, καὶ παρέδραµε· καρπὸς ἦν, καὶ διελύθη· ποµφόλυγες ἦσαν, καὶ διεῤῥάγησαν· ἀράχνη ἦν, καὶ διεσπάσθη.∆ ιὸ ταύτην τὴν πνευµατικὴν ῥῆσιν ἐπᾴδοµεν συνεχῶς ἐπιλέγοντες· Ματαιότης µαταιοτήτων, καὶ πάντα µαταιότης. Ταύτην γὰρ τὴν ῥῆσιν καὶ ἐν τοίχοις, καὶ ἐν ἱµατίοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ὁδοῖς, καὶ ἐν θύραις, καὶ ἐν εἰσόδοις, καὶ πρὸ πάντων ἐν τῷἑκάστου συνειδότι συνεχῶς ἐγγεγράφθαι δεῖ, καὶ διαπαντὸς αὐτὴν µελετᾷν. Ἐπειδὴ ἡ τῶν πραγµάτων ἀπάτη, καὶ τὰ προσωπεῖα, καὶ ἡ ὑπόκρισις, ἀλήθεια παρὰ τοῖς πολλοῖς εἶναι δοκεῖ· ταύτην καθ' ἑκάστην ἡµέραν, καὶ ἐν δείπνῳ, καὶ ἐν ἀρίστῳ, καὶ ἐν συλλόγοις ἐπιλέγειν ἕκαστον τῷ πλησίον ἐχρῆν, καὶ παρὰ τοῦ πλησίον ἀκούειν, ὅτι Ματαιότης µαταιοτήτων, τὰ πάντα µαταιότης. Οὐκ ἔλεγόν σοι συνεχῶς, ὅτι δραπέτης ὁ πλοῦτός ἐστι; Σὺ δὲ ἡµῶν οὐκ ἠνείχου. Οὐκ ἔλεγον ὅτι ἀγνώµων ἐστὶν οἰκέτης; Σὺ δὲ οὐκ ἐβούλου πείθεσθαι. Ἰδοὺ ἐκ τῶν πραγµάτων ἔδειξεν ἡ πεῖρα, ὅτι οὐ δραπέτης µόνον, οὐδὲ ἀγνώµων, ἀλλὰ καὶ ἀνδροφόνος· οὗτος γάρ σε τρέµειν νῦν καὶ δεδοικέναι παρεσκεύασεν. Οὐκ ἔλεγόν σοι, ἡνίκα συνεχῶς ἐπετίµας µοι λέγοντι τἀληθῆ, ὅτι Ἐγώ σε φιλῶ µᾶλλον τῶν κολακευόντων; ἐγὼ ὁ ἐλέγχων πλέον κήδοµαι τῶν χαριζοµένων; Οὐ προσετίθην τοῖς ῥήµασι τούτοις, ὅτι ἀξιοπιστότερα τραύµατα φίλων ὑπὲρ ἑκούσια φιλήµατα ἐχθρῶν; Εἰ τῶν ἐµῶν ἠνέσχου τραυµάτων, οὐκ ἄν σοι τὰ φιλήµατα ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον· τὰ γὰρ ἐµὰ τραύµατα ὑγείαν ἐργάζεται, τὰ δὲ ἐκείνων φιλήµατα νόσον ἀνίατον κατεσκεύασε. Ποῦ νῦν οἱ οἰνοχόοι; ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ µυρία παρὰ πᾶσιν ἐγκώµια λέγοντες; Ἐδραπέτευσαν, ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς ἀγωνίας πορίζουσιν. Ἀλλ' οὐχ ἡµεῖς οὕτως, ἀλλὰ καὶ τοῦ δυσχεραίνοντός σου οὐκ ἀποπηδῶµεν, καὶ νῦν πεσόντα περιστέλλοµεν καὶ θεραπεύοµεν. Καὶ ἡ µὲν πολεµηθεῖσα Ἐκκλησία παρὰ σοῦ τοὺς κόλπους ἥπλωσε καὶ ἐπεδέξατο· τὰ δὲ θεραπευθέντα θέατρα, ὑπὲρ ὧν πολλάκις πρὸς ἡµᾶς ἠγανάκτεις, προὔδωκε καὶ ἀπώλεσεν. Ἀλλ' ὅµως οὐκ ἐπαυσάµεθα ἀεὶ λέγοντες· Τί ταῦτα ποιεῖς; ἐκβακχεύεις τὴν Ἐκκλησίαν, καὶ κατὰ κρηµνῶν σαυτὸν φέρεις· καὶ παρέτρεχες ἅπαντα. Καὶ αἱ µὲν ἱπποδροµίαι, τὸν πλοῦτον τὸν σὸν ἀναλώσασαι, τὸ ξίφος ἠκόνησαν· ἡ δὲ Ἐκκλησία ἡ τῆς ὀργῆς τῆς σῆς ἀπολαύσασα τῆς ἀκαίρου, πανταχοῦ παρατρέχει, τῶν δικτύων σε ἐξαρπάσαι βουλοµένη.
1.2
Καὶ ταῦτα λέγω νῦν, οὐκ ἐπεµβαίνων τῷ κειµένῳ, ἀλλὰ τοὺς ἑστῶτας ἀσφαλεστέρους ποιῆσαι βουλόµενος· οὐκ ἀναξαίνων τὰ ἕλκη τοῦ τετρωµένου, ἀλλὰ τοὺς µηδέπω τετρωµένους ἐν ὑγείᾳ διατηρῆσαι ἀσφαλεῖ· οὐ καταποντίζων τὸν κλυδωνιζόµενον, ἀλλὰ τοὺς ἐξ οὐρίας πλέοντας παιδεύων, ὥστε µὴ γενέσθαι ὑποβρυχίους. Πῶς δ' ἂν τοῦτο γένοιτο; Εἰ τὰς µεταβολὰς τῶν ἀνθρωπίνων ἐννοώµεθα πραγµάτων. Καὶ γὰρ οὗτος εἰ ἔδεισε µεταβολὴν, οὐκ ἂν ὑπέµεινε µεταβολήν· ἀλλ' ἐπείπερ οὗτος οὔτε οἴκοθεν, οὔτε παρ' ἑτέρων ἐγίνετο βελτίων, ὑµεῖς γοῦν οἱ κοµῶντες τῷ πλούτῳ, ἀπὸ τῆς τούτου κερδάνατε συµφορᾶς· οὐδὲν γὰρ τῶν ἀνθρωπίνων πραγµάτων ἀσθενέστερον.∆ ιόπερ οἷον ἂν εἴποι τις ὄνοµα τῆς εὐτελείας αὐτῶν, ἔλαττον τῆς ἀληθείας ἐρεῖ· κἂν καπνὸν αὐτὰ, κἂν χόρτον, κἂν ὄναρ, κἂν ἄνθη ἐαρινὰ, κἂν ὁτιοῦν ὀνοµάσῃ· οὕτως ἐστὶν ἐπίκηρα, καὶ τῶν οὐδὲν ὄντων οὐδαµινώτερα· ὅτι δὲ µετὰ τῆς οὐθενείας καὶ πολὺ ἔχει τὸ ἀπόκρηµνον, δῆλον ἐντεῦθεν. Τίς γὰρ τούτου γέγονεν ὑψηλότερος; οὐ πᾶσαν τὴν οἰκουµένην παρῆλθε τῷ πλούτῳ; οὐ πρὸς αὐτὰς τῶν ἀξιωµάτων ἀνέβη τὰς κορυφάς; οὐχὶ πάντες αὐτὸν ἔτρεµον, καὶ ἐδεδοίκεισαν; Ἀλλ' ἰδοὺ γέγονε καὶ δεσµωτῶν ἀθλιώτερος, καὶ οἰκετῶν ἐλεεινότερος, καὶ τῶν λιµῷ τηκοµένων πτωχῶν ἐνδεέστερος, καθ' ἑκάστην ἡµέραν ξίφηβλέπων ἠκονηµένα, καὶ βάραθρον, καὶ δηµίους, καὶ τὴν ἐπὶ θάνατον ἀπαγωγήν· καὶ οὐδὲ εἴποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης, οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος· ἀλλ' ἐν µεσηµβρίᾳ µέσῃ, καθάπερ ἐν πυκνοτάτῃ νυκτὶ, περιεστοιχισµένος οὗτος τὰς ὄψεις πεπήρωται. Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωµεν, οὐ δυνησόµεθα τῷ λόγῳ παραστῆσαι τὸ πάθος, ὅπερ ὑποµένειν αὐτὸν εἰκὸς, καθ' ἑκάστην ὥρανἀποκτείνεσθαι προσδοκῶντα. Ἀλλὰ γὰρ τί δεῖ τῶν λόγων τῶν παρ' ἡµῶν, αὐτοῦ ταῦτα καθάπερ ἐν εἰκόνι σαφῶς ὑπογράψαντος ἡµῖν; Τῇ γὰρ προτεραίᾳ, ὅτε ἐπ' αὐτὸν ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς βίαν ἀφελκύσαι βουλόµενοι, καὶ τοῖς σκεύεσι προσέδραµε τοῖς ἱεροῖς, ἦν αὐτοῦτὸ πρόσωπον, καὶ τανῦν, νεκρωθέντος ἅπαξ οὐδὲν ἄµεινον διακείµενον· κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος καὶ τρόµος παντὸς τοῦ σώµατος, καὶ φωνὴ διακοπτοµένη, καὶ γλῶττα διαλυοµένη, καὶ σχῆµα τοιοῦτον, οἷον εἰκὸςτὴν λιθίνην ἔχειν ψυχήν.
1.3
Καὶ ταῦτα λέγω, οὐκ ὀνειδίζων, οὐδὲ ἐπεµβαίνων αὐτοῦ τῇ συµφορᾷ, ἀλλὰ τὴν ὑµετέραν διάνοιαν µαλάξαι βουλόµενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι, καὶ πεῖσαι ἀρκεσθῆναι τῇ τιµωρίᾳ τῇ γεγενηµένῃ. Ἐπειδὴ γάρ εἰσι πολλοὶ παρ' ἡµῖν ἀπάνθρωποι, ὥστε ὁµοίως καὶ ἡµῖν ἐγκαλεῖν, ὅτι αὐτὸν ἐδεξάµεθα τῷ βήµατι· τὸ ἄστοργον αὐτῶν τοῖς διηγήµασι µαλάξαι βουλόµενος, ἐκποµπεύω τὰ τούτου πάθη. Τίνος γὰρ ἕνεκεν ἀγανακτεῖς, εἰπέ µοι, ἀγαπητέ; Ὅτι, φησὶν, εἰς ἐκκλησίαν κατέφυγεν ὁ πολεµήσας αὐτὴν διηνεκῶς.∆ ιὰ τοῦτο µὲν οὖν µάλιστα δοξάζειν ἐχρῆν τὸν Θεὸν, ὅτι ἀφῆκεν αὐτὸν ἐν τοσαύτῃ καταστῆναι ἀνάγκῃ, ὥστε καὶ τὴν δύναµιν τῆς Ἐκκλησίας καὶτὴν φιλανθρωπίαν µαθεῖν· τὴν δύναµιν µὲν, ἀφ' ὧν τοσαύτην ὑπέµεινε µεταβολὴν ἐκ τῶν πρὸς ἐκείνην πολέµων· τὴν φιλανθρωπίαν δὲ, ἐξ ὧν πολεµηθεῖσα νῦν τὴν ἀσπίδα προβάλλεται, καὶ ὑπὸ τὰς πτέρυγας ἐδέξατο τὰς αὐτῆς, καὶ ἐν ἀσφαλείᾳ πάσῃ κατέστησεν, οὐ µνησικακήσασα ὑπὲρ τῶν ἔµπροσθεν οὐδενὸς, ἀλλὰ τοὺς κόλπους αὐτῷ µετὰ πολλῆς ἁπλώσασα τῆς φιλοστοργίας. Τοῦτο γὰρ τροπαίου παντὸς λαµπρότερον, τοῦτο νίκη περιφανὴς, τοῦτο Ἕλληνας ἐντρέπει, τοῦτο καὶ Ἰουδαίους καταισχύνει, τοῦτο φαιδρὸν αὐτῆςτὸ πρόσωπον δείκνυσιν· ὅτι τὸν πολέµιον αἰχµάλωτον λαβοῦσα, φείδεται, καὶ πάντων αὐτὸν ἐν ἐρηµίᾳ παριδόντων, µόνη καθάπερ µήτηρ φιλόστοργος, ὑπὸ τὰ παραπετάσµατααὐτῆς ἔκρυψε, καὶ πρὸς βασιλικὴν ὀργὴν ἔστη, πρὸς δήµου θυµὸν, καὶ πρὸς µῖσος ἀφόρητον· τοῦτο τῷ θυσιαστηρίῳ κόσµος. Ποῖος κόσµος, φησὶ, τὸ τὸν ἐναγῆ καὶ πλεονέκτην καὶ ἅρπαγα ἅπτεσθαι τοῦ θυσιαστηρίου; Μὴ λέγε ταῦτα· ἐπειδὴ καὶ ἡ πόρνη ἥψατο τῶν ποδῶν τοῦ Χριστοῦ, ἡ σφόδρα ἐναγὴς καὶ ἀκάθαρτος· καὶ οὐκ ἦν ἔγκληµα τῷ Ἰησοῦ τὸ γενόµενον, ἀλλὰ θαῦµα καὶ ὕµνος µέγας· οὐ γὰρ τὸν καθαρὸν ἔβλαπτεν ἡ ἀκάθαρτος, ἀλλὰ τὴν ἐναγῆ πόρνην ὁ καθαρὸς καὶ ἄµωµος διὰ τῆς ἁφῆς καθαρὰν εἰργάσατο. Μὴ δὴ µνησικακήσῃς, ὦ ἄνθρωπε. Ἐκείνου οἰκέται ἐσµὲν τοῦ σταυρουµένου καὶ λέγοντος· Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἀλλ' ἀπετείχισε, φησὶ, τὴν ἐνταῦθα καταφυγὴν γράµµασι καὶ νόµοις διαφόροις. Ἀλλ' ἰδοὺ διὰ τῶν ἔργων ἔµαθεν, ὅπερ ἐποίησε, καὶ τὸν νόµον ἔλυσε πρῶτος αὐτὸς, δι' ὧν ἐποίησε, καὶ γέγονε τῆς οἰκουµένης θέατρον, καὶ σιγῶνἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι παραινῶν, Μὴ ποιεῖτε τοιαῦτα, ἵνα µὴ πάθητε τοιαῦτα.∆ ιδάσκαλος ἀνεφάνη διὰ τῆς συµφορᾶς, καὶ λαµπηδόνα µεγάλην ἀφίησι τὸ θυσιαστήριον, νῦν φοβερὸν µάλιστα καὶ ἐκ τούτου φαινόµενον, ὅτι τὸνλέοντα δεδεµένον ἔχει· ἐπεὶ καὶ βασιλικῇ εἰκόνι µέγας γένοιτο κόσµος, οὐχ ὅταν ἐπὶ τοῦ θρόνου κάθηται πορφυρίδα περιβεβληµένος, καὶ διάδηµα περικείµενος ὁ βασιλεὺςµόνον, ἀλλὰ καὶ ὅταν ὑπὸ τῷ ποδὶ τῷ βασιλικῷ βάρβαροι τῶν χειρῶν ὀπίσω δεδεµένοι, κάτω τὰς κεφαλὰς νεύωσι κείµενοι. Καὶ ὅτι οὐ πιθανότητι κέχρηται λόγων, ὑµεῖς µάρτυρες τῆς σπουδῆς καὶ τῆς συνδροµῆς. Καὶ γὰρ λαµπρὸν ἡµῖν τὸ θέατρον σήµερον, καὶ φαιδρὸς ὁ σύλλογος, καὶ ὅσον ἐν τῷ Πάσχα τῷ ἱερῷ δῆµον εἶδον ξυναγόµενον, τοσοῦτον ὁρῶ καὶἐνταῦθα νῦν· καὶ οὕτω σιγῶν πάντας ἐκάλεσε, σάλπιγγος λαµπροτέραν φωνὴν διὰ τῶν πραγµάτων ἀφείς. Καὶ παρθένοι θαλάµους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράµετε, ἵνα τὴν ἀνθρωπίνην φύσινἴδητε ἐλεγχοµένην, καὶ τῶν βιωτικῶν πραγµάτων τὸ ἐπίκηρον ἀπογυµνούµενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς καὶ πρώην φαιδρὸν ἀπολάµπουσαν( καὶ γὰρτοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινοµένη), καθάπερ σπογγιᾷ τινι τῇ µεταβολῇ τὰ ἐπιτρίµµατα καὶτὰς ἐπιγραφὰς ἐκµάξασαν.
1.4
Τοιαύτη γὰρ τῆς δυσηµερίας ταύτης ἡ ἰσχύς· τὸν φαιδρὸν καὶ περιφανῆ πάντων ἐποίησεν εὐτελέστερον φαίνεσθαι νῦν. Κἂν πλούσιος εἰσέλθῃ, µεγάλα κερδαίνει· ὁρῶν γὰρ ἐκ τοσαύτης κορυφῆς κατενεχθέντα τὸν σείοντα τὴν οἰκουµένην ἅπασαν, καὶ συνεσταλ µένον, καὶ λαγωοῦ καὶ βατράχουδειλότερον γεγενηµένον, καὶ χωρὶς δεσµῶν τῷ κίονι τούτῳ προσηλωµένον, καὶ ἀντὶ ἁλύσεως τῷ φόβῳ περισφιγγόµενον, καὶ δεδοικότα, καὶ τρέµοντα, καταστέλλειτὴν φλεγµονὴν, καθαιρεῖ τὸ φύσηµα, καὶ φιλοσοφήσας ἃ χρὴ περὶ τῶν ἀνθρωπίνων φιλοσοφεῖν, οὕτως ἄπεισιν, ἃ διὰ ῥηµάτων λέγουσιν αἱ Γραφαὶ, ταῦτα διὰτῶν πραγµάτων µανθάνων· ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ ὁ χόρτος ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν· οἷον, Ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται· ὅτι Ὡσεὶ καπνὸς αἱ ἡµέραι αὐτοῦ, καὶ ὅσα τοιαῦτα. Πάλιν ὁ πένης εἰσελθὼν, καὶ πρὸς τὴν ὄψιν ταύτην ἰδὼν, οὐκ ἐξευτελίζει ἑαυτὸν, οὐδὲ ὀδυνᾶται διὰ τὴν πτωχείαν· ἀλλὰ καὶ χάριν οἶδε τῇ πενίᾳ, ὅτι χωρίον αὐτῷ γέγονεν ἄσυλον καὶ λιµὴν ἀκύµαντος, καὶ τεῖχος ἀσφαλές· καὶ πολλάκις ἂν ἕλοιτο ταῦτα ὁρῶν µένειν, ἔνθα ἐστὶν, ἢ πρὸς βραχὺ τὰ πάντων λαβὼν, ὕστερον καὶ ὑπὲρ αἵµατος κινδυνεύειν ἑαυτοῦ. Ὁρᾷς ὡς οὐ µικρὸν κέρδος γέγονε καὶ πλουσίοις, καὶ πένησι, καὶ ταπεινοῖς, καὶ ὑψηλοῖς, καὶ δούλοις, καὶ ἐλευθέροις ἀπὸ τῆς ἐνταῦθα τούτου καταφυγῆς; ὁρᾷς πῶς ἕκαστος φάρµακα λαβὼν ἐντεῦθεν ἄπεισιν, ἀπὸ τῆς ὄψεως ταύτης µόνης θεραπευόµενος; Ἆρα ἐµάλαξα ὑµῶν τὸ πάθος, καὶ ἐξέβαλον ὀργήν; ἆρα ἔσβεσα τὴν ἀπανθρωπίαν; ἆρα εἰς συµπάθειαν ἤγαγον; Σφόδρα ἔγωγε οἶµαι, καὶ δηλοῖ τὰ πρόσωπα, καὶ αἱ τῶν δακρύων πηγαί. Ἐπεὶ οὖν ὑµῖν ἡ πέτρα γέγονε βαθύγειος, καὶ λιπαρὰ χώρα, φέρε δὴ καὶ καρπὸν ἐλεηµοσύνης βλαστήσαντες, καὶ τὸν στάχυν κοµῶντα τῆςσυµπαθείας ἐπιδειξάµενοι, προσπέσωµεν τῷ βασιλεῖ, µᾶλλον δὲ παρακαλέσωµεν τὸν φιλάνθρωπον Θεὸν, µαλάξαι τὸν θυµὸν τοῦ βασιλέως, καὶ ἁπαλὴναὐτοῦ ποιῆσαι τὴν καρδίαν, ὥστε ὁλόκληρον ἡµῖν δοῦναι τὴν χάριν. Καὶ ἤδη µὲν γὰρ ἀπὸ τῆς ἡµέρας ἐκείνης, ἧς οὗτος κατέφυγεν ἐνταῦθα, οὐ µικρὰ γέγονεν ἡ µεταβολή· ἐπειδὴ γὰρ ὁ βασιλεὺς ἔγνω, ὅτι εἰς τὸ ἄσυλον τοῦτο χωρίον κατέδραµε, τοῦ στρατοπέδου παρόντος, καὶ παροξυνοµένου ὑπὲρ τῶν αὐτῷπεπληµµεληµένων, καὶ εἰς σφαγὴν αὐτὸν αἰτούντων, µακρὸν ἀπέτεινε λόγον, τὸν στρατιωτικὸν καταστέλλων θυµὸν, ἀξιῶν µὴ τὰ ἁµαρτήµατα µόνον, ἀλλὰ καὶ εἴτι αὐτῷ γέγονε κατόρθωµα, καὶ τοῦτο λογίζεσθαι, καὶ τοῖς µὲν εἰδέναι χάριν ὁµολογῶν, ὑπὲρ δὲ τῶν ἑτέρως ἐχόντων ὡς ἀνθρώπῳ συγγινώσκων. Ὡς δὲ ἐπέκειντο πάλιν εἰς ἐκδικίαν τοῦ ὑβρισµένου βασιλέως, βοῶντες, πηδῶντες, θανάτου µεµνηµένοι, καὶ τὰ δόρατα σείοντες, πηγὰς λοιπὸν ἀφεὶςδακρύων ἀπὸ τῶν ἡµερωτάτων ὀφθαλµῶν, καὶ ἀναµνήσας τῆς ἱερᾶς τραπέζης, εἰς ἣν κατέφυγεν, οὕτω τὴν ὀργὴν κατέπαυσε.
1.5
Πλὴν ἀλλὰ καὶ ἡµεῖς τὰ παρ' ἑαυτῶν προσθῶµεν. Τίνος γὰρ ἂν ἦτε συγγνώµης ἄξιοι, εἰ τοῦ βασιλέως τοῦ ὑβρισµένου µὴ µνησικακοῦντος, ὑµεῖς οἱ µηδὲν τοιοῦτον παθόντες τοσαύτην ὀργὴν ἐπεδείξασθε; πῶς δὲ τοῦ θεάτρου τούτου λυθέντος, ὑµεῖς µυστηρίων ἅψεσθε, καὶ τὴν εὐχὴν ἐρεῖτε ἐκείνην, δι' ἧς κελευόµεθα λέγειν· Ἄφες ἡµῖν καθὼς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν, τὸν ὑµῶν ὀφειλέτην ἀπαιτοῦντες δίκην; Ἠδίκησε µεγάλα καὶ ὕβρισεν; Οὐδὲ ἡµεῖς ἀντεροῦµεν. Ἀλλ' οὐ δικαστηρίου καιρὸς νῦν, ἀλλ' ἐλέους· οὐκ εὐθύνης, ἀλλὰ φιλανθρωπίας· οὐκ ἐξετάσεως, ἀλλὰ συγχωρήσεως· οὐ ψήφου καὶ δίκης, ἀλλὰ οἴκτρου καὶ χάριτος. Μὴ τοίνυν φλεγµαινέτω τις, µηδὲ δυσχεραινέτω, ἀλλὰ µᾶλλον δεηθῶµεν τοῦ φιλανθρώπου Θεοῦ, δοῦναι αὐτῷ προθεσµίαν ζωῆς, καὶ τῆςἀπειλουµένης ἐξαρπάσαι σφαγῆς, ὥστε αὐτὸν ἀποδύσασθαι τὰ πεπληµµεληµένα, καὶ κοινῇ προσέλθωµεν τῷ φιλανθρώπῳ βασιλεῖ, ὑπὲρ τῆς Ἐκκλησίας, ὑπὲρτοῦ θυσιαστηρίου, ἕνα ἄνδρα τῇ τραπέζῃ τῇ ἱερᾷ χαρισθῆναι παρακαλοῦντες. Ἂν τοῦτο ποιήσωµεν, καὶ αὐτὸς ὁ βασιλεὺς ἀποδέξεται, καὶ ὁ Θεὸς πρὸ τοῦ βασιλέως ἐπαινέσεται, καὶ µεγάλην ἡµῖν τῆς φιλανθρωπίας ἀποδώσειτὴν ἀµοιβήν. Ὥσπερ γὰρ τὸν ὠµὸν καὶ ἀπάνθρωπον ἀποστρέφεται καὶ µισεῖ, οὕτω τὸν ἐλεήµονα καὶ φιλάνθρωπον προσίεται καὶ φιλεῖ· κἂν µὲν δίκαιος ὁ τοιοῦτος ᾖ, λαµπροτέρους αὐτῷ πλέκει τοὺς στεφάνους· ἂν δὲ ἁµαρτωλὸς, παρατρέχει τὰ ἁµαρτήµατα, τῆς πρὸς τὸν ὁµόδουλον συµπαθείας ἀµοιβὴν αὐτῷ ταύτην ἀποδιδούς. Ἔλεον γὰρ, φησὶ, θέλω, καὶ οὐ θυσίαν· καὶ πανταχοῦ τῶν Γραφῶν ὁρᾷς αὐτὸν τοῦτο ἀεὶ ἐπιζητοῦντα, καὶ ταύτην λύσιν τῶν ἁµαρτηµάτων εἶναι λέγοντα. Οὕτω τοίνυν αὐτὸν καὶ ἡµεῖς ἵλεων ἐργασόµεθα, οὕτω τὰ ἡµέτερα διαλύσοµεν πληµµελήµατα, οὕτω τὴν Ἐκκλησίαν κοσµήσοµεν, οὕτω καὶ βασιλεὺς ἡµᾶςὁ φιλάνθρωπος ἑπαινέσεται, καθάπερ ἔφθην εἰπὼν, καὶ ἅπας ὁ δῆµος κροτήσει, καὶ τὰ πέρατα τῆς οἰκουµένης τὸ φιλάνθρωπον καὶ ἥµερον τῆς πόλεωςθαυµάσεται, καὶ µαθόντες οἱ πανταχοῦ τῆς γῆς τὰ γενόµενα κηρύξουσιν ἡµᾶς. Ἵνα οὖν ἀπολαύσωµεν τῶν τοσούτων ἀγαθῶν, προσπέσωµεν, παρακαλέσωµεν, δεηθῶµεν, ἐξαρπάσωµεν τοῦ κινδύνου τὸν αἰχµάλωτον, τὸν φυγάδα, τὸν ἱκέτην, ἵνα καὶ αὐτοὶ τῶν µελλόντων ἀγαθῶν ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶεἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note