Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catechesis ultima ad baptizandos
John ChrysostomBapt 171.1 · spanish-geminiMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More

Original: Pg Scrape Grc

Catechesis ultima ad baptizandos Τοῦ αὐτοῦ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι κατήχησις ἐσχάτη. Λόγος γʹ. Ἐσχάτη τῆς κατηχήσεως ἡ σήμερον ἡμέρα· διὸ καὶ ὁ πάντων ἔσχατος εἰς τὴν ἐσχάτην ἀφῖγμαι· ἀφῖγμαι δὲ ἔσχατος ἀπαγγέλλων ὑμῖν, ὅτι μετὰ δύο ἡμέρας ὁ νυμφίος ἔρχεται. ἀλλὰ διανάστητε καὶ τὰς λαμπάδας ἀνάψατε καὶ φαιδρῷ τῷ φωτὶ τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξασθε. ἀνάστητε καὶ γρηγορήσατε· οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλὰ μέσον τῶν νυκτῶν ὁ νυμφίος 167 πρὸς ὑμᾶς ἔρχεται· καὶ γὰρ τῆς νυμφαγωγίας τοῦτο τὸ ἔθος, ἐν ἑσπέρᾳ βαθείᾳ τὰς νύμφας παραδίδοσθαι τοῖς νυμφίοις. ἀλλὰ μὴ παραδράμητε ἁπλῶς τὸ ῥῆμα ἀκούσαντες, ὅτι νυμφίος ἔρχεται· μέγα γὰρ ὄντως καὶ πολλῆς γέμον φιλανθρωπίας. οὐχὶ τὴν φύσιν τῶν ἀνθρώπων πρὸς αὐτὸν ἀπελθεῖν ἐκέλευσεν, ἀλλ' αὐτὸς πρὸς ἡμᾶς παρεγένετο· καὶ γὰρ οὕτως γάμων ὁ νόμος, τὸν νυμφίον ἔρχεσθαι πρὸς τὴν νύμφην, κἂν ὁ μὲν εὐπορώτατος ᾖ, ἡ δὲ εὐτελὴς καὶ ἀπερριμμένη. ἀλλ' ἐπ' ἀνθρώπων μὲν οὐδὲν θαυμαστὸν τοῦτο γίνεσθαι· κἂν γὰρ τῆς ἀξίας πολὺ τὸ διάφορον ᾖ, ἀλλὰ τῆς φύσεως οὐδέν ἐστι τὸ μέσον· κἂν γὰρ εὔπορος ὁ νυμφίος, πτωχὴ δὲ ἡ νύμφη καὶ εὐτελής, ἀλλὰ τῆς αὐτῆς ἀμφότεροι φύσεως. ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τὸ θαῦμά ἐστιν, ὅτι θεὸς ὢν καὶ τῆς μακαρίας καὶ ἀκηράτου οὐσίας ἐκείνης ἴστε δὲ ὅσον τὸ μέσον θεοῦ πρὸς ἀνθρώπους κατηξίωσε πρὸς τὴν ἡμετέραν φύσιν ἐλθεῖν· καὶ τὸν πατρῷον οἶκον ἀφεὶς οὐ τῇ μεταβάσει, ἀλλὰ τῇ κατὰ τὴν σάρκα οἰκονομίᾳ πρὸς τὴν νύμφην ἔδραμε. τοῦτο γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος εἰδὼς καὶ θαυμάσας τῆς κηδεμονίας καὶ τῆς τιμῆς τὴν ὑπερβολὴν ἀνέκραγε μέγα καὶ εἶπεν·" ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν". Καὶ τί θαυμαστόν, εἰ πρὸς τὴν νύμφην ἦλθεν, ὅπου γε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ αὐτῆς οὐ παρῃτήσατο; καίτοι γε οὐδεὶς νυμφίος ὑπὲρ νύμφης ψυχὴν ἔθηκεν· οὐδεὶς γάρ, οὐδεὶς ἐραστής, κἂν σφόδρα ᾖ μανικός, οὕτω τῆς ἐρωμένης περικαίεται τῆς ἑαυτοῦ, ὡς ὁ θεὸς τῆς σωτηρίας τῶν ἡμετέρων ἐφίεται ψυχῶν." κἂν ἐμπτυσθῆναι δέῃ", φησίν," κἂν ῥαπισθῆναι, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν σταυρόν, οὐδὲ σταυρωθῆναι παραιτήσομαι, ὥστε τὴν νύμφην λαβεῖν". ταῦτα δὲ ἔπασχε καὶ ὑπέμεινεν οὐχὶ τὸ κάλλος αὐτῆς θαυμάσας· οὐδὲν γὰρ ταύτης αἰσχρότερον οὐδὲ ἀτερπέστερον ἦν πρὸ τούτου. ἄκουσον γοῦν, πῶς ὁ Παῦλος τὴν ἀμορφίαν αὐτῆς καὶ τὴν αἰσχρότητα διαγράφει·" ἦμεν γάρ ποτε καὶ ἡμεῖς 168 ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, στυγητοί, μισοῦντες ἀλλήλους". ἀλλήλους ἐμισοῦμεν τοσαύτη τῆς κακίας ἦν ἡ ὑπερβολή, ὁ δὲ θεὸς ἡμᾶς τοὺς ἀλλήλους μισοῦντας οὐκ ἐμίσησεν, ἀλλὰ τοὺς ἐν αἰσχρότητι τοσαύτῃ, τοὺς ἐν ἀμορφίᾳ ὄντας ψυχῆς, τούτους διέσωσε. καὶ ἐλθὼν καὶ εὑρὼν τὴν μέλλουσαν αὐτῷ νυμφαγωγεῖσθαι γυμνὴν καὶ ἀσχημονοῦσαν ἱμάτιον αὐτὴν περιέβαλε καθαρὸν καὶ οὗ τὴν λαμπρότητα καὶ τὴν δόξαν οὐδεὶς οὐ λόγος οὐ νοῦς παραστῆσαι δυνήσεται. πῶς εἴπω; ὡς ἱμάτιον ἑαυτὸν ἡμῖν περιέβαλεν·" ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε". τοῦτο τὸ ἱμάτιον ἄνωθεν ἰδὼν προφητικοῖς ὀφθαλμοῖς ὁ Δαυὶδ ἐβόα καὶ ἔλεγε·" παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου". βασίλισσα ἀθρόον γέγονεν ἡ πτωχὴ καὶ ἀπερριμμένη καὶ πλησίον ἕστηκε τοῦ βασιλέως, καὶ καθάπερ νυμφίον καὶ νύμφην ἐν ἱερᾷ παστάδι ἑστῶτας οὕτω δείκνυσι τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ὁ προφήτης·" ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη". ἰδοὺ καὶ τὸ ἱμάτιον εἶπέ σοι· εἶτα, ἵνα μὴ χρυσὸν ἀκούσας πρὸς τὰ αἰσθητὰ καταπέσῃς, ἀνάγει σου τὴν διάνοιαν καὶ παραπέμπει πρὸς τὴν τῶν νοητῶν θεωρίαν ἐπάγων καὶ λέγων·" πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν". βούλει καὶ τὰ ὑποδήματα αὐτῆς ἰδεῖν; οὐδὲ ταῦτα ἀπὸ αἰσθητῆς ὕλης ἐστὶν ἐρραμμένα, οὐδὲ ἀπὸ κοινῶν συγκείμενα δερμάτων, ἀλλ' ἀπὸ εὐαγγελίου καὶ εἰρήνης·" ὑποδήσασθε" γάρ φησι" τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης". θέλεις σοι δείξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγγέλων; πλὴν ἀλλ' ἐπιλαβώμεθα τῆς χειρὸς τοῦ νυμφαγωγοῦ Παύλου, ὃς τὸ πλῆθος διατεμὼν εἰσαγαγεῖν ἡμᾶς πρὸς αὐτὴν δυνήσεται. τί οὖν οὗτος φησίν;" οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι". εἶδες αὐτῆς τὸ σῶμα καθαρὸν καὶ φαιδρόν; εἶδες ὡραίαν ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσαν ἀκτῖνας· 169 εἶτα ἐπάγει," ἵνα ᾖ ἁγία καὶ ἄμωμος, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων". εἶδες αὐτὸ τῆς νεότητος τὸ ἄνθος, αὐτὴν τῆς ἡλικίας τὴν ἀκμήν; βούλει καὶ τὸ ὄνομα αὐτῆς μαθεῖν; πιστὴ καλεῖται καὶ ἁγία." Παῦλος" γάρ φησιν" ἀπόστολος Χριστοῦ Ἰησοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ". Ἀλλὰ τὸ ὄνομα τῆς νύμφης ἀκούσας ἀνέμνησα ἐμαυτὸν ὀφλήματος παλαιοῦ· καὶ γὰρ ἤμην ὑποσχόμενος ὑμῖν, τίνος ἕνεκεν πιστοὶ λεγόμεθα. τίνος οὖν ἕνεκεν λεγόμεθα; πράγματα ἐπιστεύθημεν οἱ πιστοί, ἅπερ οἱ τοῦ σώματος ἡμῶν ὀφθαλμοὶ ἰδεῖν οὐ δύνανται· οὕτως ἔστι μεγάλα καὶ φρικώδη καὶ τὴν φύσιν ὑπερβαίνει τὴν ἡμετέραν. οὔτε γὰρ λογισμὸς εὑρεῖν οὔτε λόγος ἀνθρώπινος ἑρμηνεῦσαι αὐτὰ δυνήσεται, μόνη δὲ ἡ τῆς πίστεως οἶδεν αὐτὰ διδασκαλία καλῶς. διὰ τοῦτο διπλοῦς ἡμῖν ἐποίησεν ὀφθαλμοὺς ὁ θεός, τοὺς μὲν τῆς σαρκός, τοὺς δὲ τῆς πίστεως. ὅταν εἰσέλθῃς εἰς τὴν ἱερὰν μυσταγωγίαν, οἱ μὲν ὀφθαλμοὶ τῆς σαρκὸς τὸ ὕδωρ ὁρῶσιν, οἱ δὲ ὀφθαλμοὶ τῆς πίστεως τὸ πνεῦμα βλέπουσι· κἀκεῖνοι μὲν τὸ σῶμα θεωροῦσι βαπτιζόμενον, οὗτοι δὲ τὸν παλαιὸν ἄνθρωπον θαπτόμενον· ἐκεῖνοι τὴν σάρκα λουομένην, οὗτοι τὴν ψυχὴν καθαιρομένην· ἐκεῖνοι τὸ σῶμα ἀναβαῖνον ἀπὸ τῶν ὑδάτων, οὗτοι τὸν καινὸν ἄνθρωπον καὶ ἀποστίλβοντα βλέπουσιν ἀναβαίνοντα ἀπὸ τῆς ἱερᾶς ταύτης καθάρσεως. κἀκεῖνοι μὲν τὸν ἱερέα βλέπουσιν ἄνωθεν ἐπιτιθέντα τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς κεφαλῆς ἁπτόμενον, οὗτοι δὲ τὸν ἀρχιερέα τὸν μέγαν ἐκ τῶν οὐρανῶν θεωροῦσι τὴν δεξιὰν τὴν ἀόρατον ἐκτείνοντα καὶ τῆς κεφαλῆς ἁπτόμενον· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ τότε βαπτίζων, ἀλλ' αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ παῖς. καὶ ὅπερ ἐπὶ τῆς δεσποτικῆς ἐγένετο σαρκός, τοῦτο καὶ ἐπὶ τῆς ἡμετέρας γίνεται· καθάπερ γὰρ ἐκείνην τῷ μὲν δοκεῖν Ἰωάννης ἀπὸ τῆς κεφαλῆς κατεῖχεν, ὁ δὲ θεὸς λόγος εἰς τὰ Ἰορδάνεια ῥεῖθρα κατῆγε καὶ ἐβάπτιζε καὶ ἄνωθεν ἡ πατρικὴ φωνὴ λέγουσα," οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός", οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐπιφοιτήσεως. 170 τοῦτο καὶ ἐπὶ τῆς σῆς γίνεται σαρκός· εἰς γὰρ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ βάπτισμα γίνεται. διὰ τοῦτο καὶ Ἰωάννης ἔλεγε παιδεύων ἡμᾶς, ὅτι οὐκ ἄνθρωπος ἡμᾶς βαπτίζει, ἀλλ' ὁ θεός·" ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί". διὰ τοῦτο καὶ ὁ ἱερεὺς βαπτίζων οὐ λέγει" Βαπτίζω τὸν δεῖνα", ἀλλὰ" Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος", δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ βαπτίζων, ἀλλ' ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὧν καὶ τὸ ὄνομα ἐπικέκληται. διὰ τοῦτο καὶ ἡ σήμερον ἡμῶν ἀπαγγελία πίστις λέγεται, καὶ οὐδὲν ἕτερον ὑμῖν ἐπιτρέπομεν εἰπεῖν πρότερον, ἕως ἂν εἴπητε ὅτι" Πιστεύω". τὸ ῥῆμα τοῦτο θεμέλιος ἄσειστος, οἰκοδομὴν ἔχων ἄνωθεν ἀσάλευτον. διὰ τοῦτο καὶ Παῦλος φησί·" πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἔστι". διὰ τοῦτο καὶ σὺ προσερχόμενος τῷ θεῷ πρῶτον πιστεύεις καὶ τότε τοῦτο φθέγγει τὸ ῥῆμα· ἐὰν γὰρ μὴ τοῦτο ᾖ, οὐδὲν τῶν ἄλλων οὔτε εἰπεῖν οὔτε νοῆσαι δύνασαι. καὶ ἵνα τὴν ἄρρητον ἐκείνην καὶ ἀμάρτυρον παραλείπω γέννησιν, ταύτην τὴν κάτω γενομένην, ἧς πολλοὶ μάρτυρες ἐγένοντο, παραγαγὼν εἰς μέσον δι' αὐτῆς σε τῶν πραγμάτων τῆς ἀποδείξεως πιστώσομαι, ὅτι πίστεως ἄνευ οὐ δυνατὸν οὐδὲ ταύτην καταδέξασθαί ποτε. ὁ ἀχώρητος, ὁ πάντα συνέχων καὶ διακρατῶν, εἰς μήτραν ἦλθε παρθενικήν· πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ; ἀποδεῖξαι μὲν οὐκ ἔστιν· ἂν δὲ ἐπὶ τὴν πίστιν ἔλθῃς, ἐκείνη σε πληροφορῆσαι δυνήσεται· τὰ γὰρ ὑπερβαίνοντα τῶν ἡμετέρων λογισμῶν τὴν ἀσθένειαν τῇ τῆς πίστεως ἐπιτρέπειν διδασκαλίᾳ χρή. τοῦτον τὸν τρόπον τῆς γεννήσεως οὔτε Ματθαῖος οἶδεν αὐτὸς ὁ γράψας. ὅτι μὲν γὰρ" εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου" εἶπεν, τὸν δὲ τρόπον οὐκ ἐδίδαξεν. οὔτε Γαβριὴλ ἐπίσταται, καὶ γὰρ καὶ ἐκεῖνος τοῦτό φησι μόνον·" πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι". τὸ δὲ πῶς καὶ τίνι τρόπῳ οὐδὲ αὐτὸς ἐπίσταται. Ἀλλὰ τὸν μὲν περὶ πίστεως λόγον τῷ διδασκάλῳ παραχωρήσομεν, καὶ ἡμῖν δὲ δυνατὸν ἐν ἑτέρῳ καιρῷ πρὸς ὑμᾶς εἰπεῖν, ὅταν πολλοὶ τῶν ἀμυήτων παρῶσιν· ἃ δὲ ἀνάγκη μόνους ἀκοῦσαι ὑμᾶς νῦν καὶ οὐ δυνατὸν ἐκείνων ἀναμεμιγμένων ὑμῖν εἰπεῖν, ταῦτα τήμερον ἀναγκαῖον εἰπεῖν. τίνα οὖν ἐστι ταῦτα; μετὰ τὴν αὔριον τῇ Παρασκευῇ, ὥρᾳ ἐνάτῃ, ἀνάγκη τινὰ ὑμᾶς ἀπαιτηθῆναι ῥήματα καὶ συνθήκας θέσθαι πρὸς τὸν δεσπότην. οὐχ ἁπλῶς δὲ ὑμᾶς οὐδὲ τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἀνέμνησα ταύτην· ἀλλὰ ἔστι καὶ ἀπὸ τούτων μαθεῖν τι μυστικόν. καὶ γὰρ τῇ Παρασκευῇ, ἐνάτῃ ὥρᾳ, ὁ λῃστὴς εἰς τὸν παράδεισον εἰσῆλθε καὶ τὸ σκότος κατελύθη τὸ ἀπὸ τῆς ἕκτης ὥρας ἕως τῆς ἐνάτης, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν φῶς τότε ὑπὲρ τῆς οἰκουμένης ἀνηνέχθη θυσία· τότε γάρ φησιν ὁ Χριστός·" πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου". τότε τὸν ἥλιον τῆς δικαιοσύνης ἰδὼν ἀπὸ τοῦ σταυροῦ λάμποντα ὁ αἰσθητὸς οὗτος ἥλιος τὰς ἀκτῖνας ἀπέστρεψεν. ὅταν οὖν μέλλῃς εἰσάγεσθαι καὶ σὺ κατὰ τὴν ἐνάτην ὥραν, ἀναμιμνήσκου καὶ σὺ τοῦ μεγέθους τῶν κατορθωμάτων καὶ τὰς δωρεὰς ἀρίθμει ταύτας παρὰ σαυτῷ, καὶ οὐκ ἔσῃ λοιπὸν ἐπὶ τῆς γῆς, ἀλλὰ διαναστήσῃ καὶ τῶν οὐρανῶν αὐτῶν ἐπιλήψῃ τῇ ψυχῇ. δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ πάντας καὶ γὰρ καὶ τοῦτο παρατήρει, ὅτι πάντα κοινῇ δίδοται πᾶσιν ὑμῖν, ἵνα μήτε ὁ πλούσιος ὑπερίδῃ τοῦ πένητος, μήτε ὁ πένης ἔλαττον ἔχειν τι τοῦ πλουσίου νομίζῃ· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ, οὐ Σκύθης, οὐ Βάρβαρος, οὐκ Ἰουδαῖος, οὐχ Ἕλλην· οὐχ ἡλικίας δὲ μόνον καὶ φύσεως, ἀλλὰ καὶ ἀξίας πάσης ἀνωμαλία ἀνῄρηται· ἓν πᾶσιν ἀξίωμα, μία δωρεά, εἷς ἀδελφότητος ἡμῖν σύνδεσμος, ἡ αὐτὴ χάρις, δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ κλῖναι γόνυ πάντας, οὐκ ὀρθοὺς ἑστάναι, καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν εὐχαριστῆσαι τῷ θεῷ τῆς δωρεᾶς ἕνεκεν ταύτης. ἐπὶ γόνυ δὲ οἱ ἱεροὶ κελεύουσι κεῖσθαι νόμοι, ὥστε καὶ διὰ τοῦ σχήματος ὁμολογῆσαι τὴν δεσποτείαν. ὅτι γὰρ τὸ γόνυ κάμψαι τῶν τὴν δουλείαν ὁμολογούντων ἐστίν, ἄκουσον τί φησιν ὁ Παῦλος· ὅτι" αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ 172 ἐπιγείων καὶ καταχθονίων". κλίναντας οὖν τὰ γόνατα κελεύουσι λέγειν μυσταγωγοῦντες ταῦτα τὰ ῥήματα·" Ἀποτάσσομαί σοι. Σατανᾶ". Δακρῦσαί μοι νῦν ἐπῆλθε καὶ συνεχύθην τὴν διάνοιαν καὶ πικρὸν ἐστέναξα. τίνος ἕνεκεν ἀνεμνήσθην τῆς ἱερᾶς ἑσπέρας ἐκείνης, καθ' ἣν τὴν μακαρίαν ταύτην κατηξιώθην ἀφεῖναι φωνήν, καθ' ἣν ἐπὶ τὴν φρικώδη καὶ ἁγίαν μυσταγωγίαν ἠγόμην; ἀνεμνήσθην τῆς τότε καθαρότητος καὶ τῶν ἁμαρτημάτων, ὅσα μετ' ἐκείνην εἰς τὴν παροῦσαν ἡμέραν συνέλεξα. καθάπερ οὖν γυναικῶν ὅσαι περ ἂν ἀπὸ πλούτου καὶ εὐπορίας εἰς πτωχείαν τὴν ἐσχάτην κατενεχθῶσιν, ὁρῶσαι κόρας ἑτέρας νυμφευομένας καὶ εὐπόροις διδομένας νυμφίοις καὶ πολλῆς ἀπολαυούσας τιμῆς καὶ μετὰ θεραπείας καὶ πομπῆς ἀπαγομένας ἀλγοῦσι καὶ ὀδυνῶνται, οὐ τοῖς ἀλλοτρίοις φθονοῦσαι καλοῖς, ἀλλ' ἐν ταῖς ἑτέρων εὐπραγίαις ἀκριβέστερον τὰς ἑαυτῶν καταμανθάνουσαι συμφοράς, τοιοῦτον δή τι καὶ αὐτὸς πέπονθα νῦν. ἀλλ' ἵνα μὴ τὰ ἐμαυτοῦ διηγούμενος κακὰ νῦν ἐπὶ τὸ σκυθρωπότερον τὸν λόγον ἀγάγω, φέρε πρὸς ὑμᾶς ἐπανέλθωμεν πάλιν." Ἀποτάσσομαί σοι, Σατανᾶ". τί γέγονε; τί τὸ ξένον καὶ παράδοξον; ὁ δεδοικώς, ὁ τρέμων κατεξανέστης τοῦ τυράννου; καταφρονεῖς αὐτοῦ τῆς ὠμότητος; τίς σε εἰς τοσαύτην ἀπόνοιαν ἐπῆρε; πόθεν σοι τὸ θαρρεῖν ἐγένετο;" Ὅπλον ἔχω", φησίν," ἰσχυρόν". ποῖον ὅπλον, ποίαν συμμαχίαν; εἰπέ μοι." Συντάσσομαί σοι, Χριστέ", φησί·" διὰ τοῦτο θαρρῶ καὶ κατεξανίσταμαι· ἰσχυρὰν γὰρ ἔχω καταφυγήν. αὕτη με τοῦ δαίμονος ἐποίησεν ἀνώτερον, τὸν πρὸ τούτου δεδοικότα καὶ τρέμοντα. διὰ τοῦτο οὐχὶ αὐτῷ μόνῳ, ἀλλὰ καὶ πάσῃ αὐτοῦ ἀποτάσσομαι τῇ πομπῇ". πομπὴ δὲ διαβόλου πᾶν εἶδος ἁμαρτίας ἐστί, θέατρα παρανομίας, ἱπποδρομίαι, συνέδρια γέλωτος καὶ αἰσχρολογίας γέμοντα· πομπὴ διαβόλου οἰωνισμοὶ καὶ μαντεῖαι, κληδόνες καὶ παρατηρήσεις καιρῶν, καὶ σύμβολα καὶ περίαπτα καὶ ἐπῳδαί. θαυμαστὸν περίαπτον ὁ σταυρὸς ἔχει καὶ μεγίστην ἐπῳδήν, καὶ μακαρία ἡ ψυχὴ ἡ λέγουσα τὸ ὄνομα Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος· τοῦτο κάλεσον 173 καὶ πᾶν νόσημα φεύξεται, πᾶσα ἐπιβουλὴ παραχωρήσει σοι σατανική. τούτων οὖν μέμνησο τῶν ῥημάτων· αὗται αἱ συνθῆκαι πρὸς τὸν νυμφίον εἰσί. καθάπερ γὰρ ἐπὶ τῶν γάμων τὰ τῶν ἕδνων καὶ τῆς φερνῆς ἀνάγκη συντελεῖσθαι γραμματεῖα, οὕτω καὶ νῦν πρὸ τῶν γάμων γίνεται· γυμνήν σε εὗρε καὶ πτωχὴν καὶ ἀσχημονοῦσαν, καὶ οὐ παρέδραμε· τῆς προαιρέσεώς σου γὰρ δεῖται μόνης. ἀντὶ προικὸς τοίνυν ταῦτα εἰσένεγκε τὰ ῥήματα καὶ μέγαν ἡγήσεται πλοῦτον ὁ Χριστός, ἂν ταῦτα φυλάττῃς διὰ παντός· πλοῦτος γὰρ ἐκείνου τῶν ἡμετέρων ψυχῶν ἡ σωτηρία. ἄκουσον, πῶς φησιν ὁ Παῦλος·" πλουτῶν εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν". Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ διαβόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐθέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν. ἐπειδὴ γὰρ εἰκὸς τὸ θηρίον ἐκεῖνο ταῦτα ἀκοῦσαν τὰ ῥήματα ἀγριωθῆναι μᾶλλον ἀναίσχυντον γάρ ἐστι καὶ αὐτῇ βούλεται ἐπιπηδῆσαι τῇ ὄψει, διὰ τοῦ χρίσματος ἐντυπῶν σου τῷ προσώπῳ τὸν σταυρὸν ἅπασαν αὐτοῦ καταστέλλει τὴν μανίαν· οὐ γὰρ τολμήσει πρὸς τοιαύτην ἀντιβλέψαι λοιπὸν ὄψιν, ἀλλ' ὥσπερ ἀκτῖνας ὁρῶν ἐκπηδώσας ἐκεῖθεν, οὕτως ἀποτυφλωθεὶς τοὺς ὀφθαλμοὺς ἄπεισιν. ἐντυποῦται δὲ ὁ σταυρὸς διὰ τοῦ χρίσματος· τὸ δὲ χρῖσμα τοῦτο ἔλαιον ὁμοῦ καὶ μύρον ἐστί, μύρον μὲν ὡς νύμφην, ἔλαιον δὲ ὡς ἀθλητήν. καὶ ὅτι πάλιν οὐκ ἄνθρωπος, ἀλλ' αὐτός σε χρίει ὁ θεὸς διὰ τῆς τοῦ ἱερέως χειρός, ἄκουσον τοῦ Παύλου λέγοντος·" ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς, θεός". ἐπειδὰν δὲ τοῦτο τὸ ἄλειμμα ἀλείψῃ πάντα τὰ μέλη, μετὰ ἀδείας τὸν δράκοντα κατέχειν δύνασαι καὶ οὐδὲν πείσῃ δεινόν. Μετὰ τὴν χρῖσιν τοίνυν ταύτην ἐπὶ τὴν κολυμβήθραν τῶν ἁγίων ὑδάτων λείπεται ἐλθεῖν. τότε ἀποδύσας σε τὸ ἱμάτιον ὁ ἱερεύς, αὐτός σε κατάγει ἐπὶ τὰ νάματα. τίνος οὖν ἕνεκεν γυμνόν; ἀναμιμνήσκει σε τῆς προτέρας γυμνότητος, ὅτε ἦς ἐν τῷ παρα174 δείσῳ καὶ οὐκ ᾐσχύνου·" ἦσαν" γάρ φησιν" Ἀδὰμ καὶ Εὔα γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο", ἕως ἔλαβον τὸ τῆς ἁμαρτίας ἱμάτιον, τὸ πολλῆς γέμον αἰσχύνης. μὴ τοίνυν μηδὲ ἐνταῦθα αἰσχύνου· πολὺ γὰρ τοῦ παραδείσου βελτίων ἡ κολυμβήθρα. οὐκ ἔστιν ἐνταῦθα ὄφις, ἀλλὰ Χριστός ἐστιν ἐνταῦθα μυσταγωγῶν σε πρὸς τὴν ἐξ ὕδατος καὶ πνεύματος ἀναγέννησιν. οὐκ ἔστιν ἐνταῦθα δένδρα καλὰ καὶ ὡραῖα ἰδεῖν, ἀλλ' ἔστιν ἐνταῦθα χαρίσματα πνευματικά. οὐκ ἔστιν ἐνταῦθα ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, οὐδὲ νόμος καὶ ἐντολαί, ἀλλὰ χάρις καὶ δωρεαί." ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν". Ἀλλ' ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς ἠκούσατε τῶν εἰρημένων, μίαν ὑμᾶς αἰτήσω τῆς ἡδονῆς ἀμοιβήν, ἣν καὶ παρὰ τὴν ἀρχὴν ὑμᾶς ᾔτησα. ὅταν εἰς τὴν κολυμβήθραν καταβῆτε τῶν ὑδάτων ἐκείνων, μνήσθητέ μου τῆς εὐτελείας. τοῦτο καὶ πρώην ἡμῶν ἐδεήθην, ὅτε καὶ τοῦ Ἰωσὴφ ἀνέμνησα, ὃς πρὸς τὸν ἀρχιοινοχόον ἔλεγε·" μνήσθητί μου, ὅταν εὖ σοι γένηται". κἀγὼ πρὸς ὑμᾶς παρὰ τὴν ἀρχὴν εἶπον·" μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται". νυνὶ δὲ οὐ λέγω" μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται", ἀλλὰ μνήσθητέ μου, ἐπειδὴ εὖ ὑμῖν ἐγένετο. κἀκεῖνος μὲν ἔλεγε·" μνήσθητι, ὅτι οὐδὲν ἐποίησα κακόν". ἐγὼ δὲ λέγω· μνήσθητέ μου, ὅτι πολλὰ καὶ πονηρὰ ἐποίησα κακά. πολλὴ παρρησία πρὸς τὸν βασιλέα νῦν ὑμῖν ἅπασι· κοινοὺς ὑμᾶς πέμπομεν πρέσβεις ὑπὲρ τῆς φύσεως τῶν ἀνθρώπων· οὐ χρυσοῦν στέφανον αὐτῷ προσφέρετε, ἀλλὰ πίστεως στέφανον· μετὰ πολλῆς ὑμᾶς δέξεται εὐνοίας. δεήθητε τοίνυν ὑπὲρ τῆς κοινῆς ἁπάντων μητρός, ὥστε ἀσάλευτον εἶναι αὐτὴν καὶ ἄσειστον· καὶ ὑπὲρ τοῦ ἀρχιερέως, δι' οὗ τῶν χειρῶν καὶ τῆς φωνῆς τῶν ἀγαθῶν τούτων τυγχάνετε. ὑπὲρ τῶν συνεδρευόντων ἡμῖν ἱερέων πολλὰ αὐτῷ διαλέχθητε, ὑπὲρ τοῦ ἀνθρωπείου γένους, ὥστε μὴ ἡμῖν χρημάτων λοιπάδας ἀλλὰ ἁμαρτημάτων ἀφεῖναι. κοινὰ γενέσθω τὰ κατορθώματα· πολλὴ γὰρ παρρησία πρὸς τὸν δεσπότην ὑμῖν καὶ ἀπὸ φιλήματος ὑμᾶς δέξεται.

Spanish Gemini
171.1
Catequesis última para los que van a ser iluminados. Del mismo, catequesis última para los que van a ser iluminados. Discurso 3. Hoy es el último día de la catequesis; por eso, yo, el último de todos, he llegado para la última. He llegado, pues, el último, para anunciaros que dentro de dos días viene el Esposo. Así que despertad, encended las lámparas y recibid al Rey de los cielos con luz resplandeciente. Levantaos y velad; pues el Esposo no viene a vosotros de día, sino en medio de la noche; y es que esta es la costumbre del cortejo nupcial: que las novias sean entregadas a los esposos en la profundidad de la tarde. Pero no paséis por alto simplemente al oír la palabra de que el Esposo viene; pues es algo verdaderamente grande y lleno de mucha filantropía. No ordenó que la naturaleza humana fuera hacia Él, sino que Él mismo se presentó ante nosotros; pues tal es la ley de las bodas: que el esposo vaya hacia la novia, aunque él sea muy rico y ella sea humilde y despreciada. Pero entre los hombres no es nada sorprendente que esto suceda; pues aunque haya mucha diferencia en la dignidad, no hay ninguna distancia en la naturaleza; pues aunque el esposo sea rico y la novia pobre y humilde, ambos son de la misma naturaleza. Pero en el caso de Cristo y la Iglesia, el prodigio es que, siendo Dios y de aquella esencia bienaventurada e inmaculada— y sabéis cuán grande es la distancia entre Dios y los hombres—, se dignó venir a nuestra naturaleza; y, dejando la casa paterna, no por traslado, sino por la economía según la carne, corrió hacia la novia. Esto, ciertamente, conociéndolo el mismo bienaventurado Pablo y admirando la exageración de su cuidado y de su honor, exclamó en voz alta y dijo:« Por esto dejará el hombre a su padre y a su madre, y se unirá a su mujer. Este misterio es grande; pero yo digo esto respecto a Cristo y a la Iglesia».¿ Y qué tiene de sorprendente que viniera a la novia, cuando ni siquiera se negó a poner su alma por ella? Y, sin embargo, ningún esposo puso su alma por su novia; pues nadie, nadie, ni siquiera un amante, aunque sea muy loco, se abrasa tanto por su amada como Dios desea la salvación de nuestras almas.« Aunque sea necesario ser escupido», dice,« aunque ser abofeteado, aunque subir a la misma cruz, no me negaré ni siquiera a ser crucificado, con tal de tomar a la novia». Y sufría y soportaba esto sin admirar su belleza; pues nada había más feo ni más desagradable que ella antes de esto. Escucha, pues, cómo Pablo describe su deformidad y su fealdad:« Porque también nosotros éramos en otro tiempo insensatos, desobedientes, extraviados, esclavos de deseos y placeres diversos, odiosos, odiándonos unos a otros». Nos odiábamos unos a otros; tal era la exageración de la maldad, pero Dios no nos odió a nosotros que nos odiábamos unos a otros, sino que salvó a aquellos que estaban en tal fealdad, a aquellos que estaban en la deformidad del alma. Y al venir y encontrar a la que iba a ser desposada con Él desnuda y deshonrada, la revistió de un vestido puro, cuya brillantez y gloria nadie, ni palabra ni mente, podrá representar.¿ Cómo lo diré? Como un vestido se revistió de nosotros:« Porque todos los que habéis sido bautizados en Cristo, de Cristo os habéis revestido». Al ver este vestido desde lo alto con ojos proféticos, David gritaba y decía:« La reina está a tu derecha». De repente, la pobre y despreciada se convirtió en reina y está cerca del Rey, y el profeta muestra a la Iglesia y a Cristo como a un esposo y una novia de pie en un tálamo sagrado:« Revestida de ropaje entretejido de oro, adornada». Mira, también te ha dicho el vestido; luego, para que al oír oro no caigas en lo sensible, eleva tu intelecto y te remite a la contemplación de lo inteligible, añadiendo y diciendo:« Toda la gloria de la hija del rey está por dentro».¿ Quieres ver también su calzado? Tampoco este está cosido de materia sensible, ni compuesto de cueros comunes, sino del Evangelio y de la paz; pues dice:« Calzad vuestros pies con la prontitud del Evangelio de la paz».¿ Quieres que te muestre también el rostro de la novia, resplandeciente y con una belleza inefable, con una gran multitud de ángeles y arcángeles a su alrededor? Pero tomemos la mano del guía de la novia, Pablo, quien, atravesando la multitud, podrá introducirnos ante ella.¿ Qué dice, pues, este?« Maridos, amad a vuestras mujeres, así como Cristo amó a la Iglesia y se entregó a sí mismo por ella, para santificarla, habiéndola purificado en el lavamiento del agua por la palabra».¿ Has visto su cuerpo limpio y resplandeciente?¿ Has visto a la hermosa resplandeciendo más que los rayos solares? Luego añade:« Para que sea santa e intachable, sin tener mancha ni arruga ni nada de eso».¿ Has visto esa flor de la juventud, esa plenitud de la edad?¿ Quieres saber también su nombre? Es llamada fiel y santa. Pues dice:« Pablo, apóstol de Cristo Jesús, a los santos que están en Éfeso y a los fieles en Cristo Jesús». Pero al oír el nombre de la novia, me acordé de una deuda antigua; pues yo os había prometido por qué somos llamados fieles.¿ Por qué, pues, somos llamados así? A los fieles se nos han confiado cosas que los ojos de nuestro cuerpo no pueden ver; así son de grandes y terribles y superan nuestra naturaleza. Pues ni el razonamiento podrá encontrarlas ni el lenguaje humano explicarlas, sino que solo la enseñanza de la fe las conoce bien. Por esto Dios nos hizo ojos dobles, unos de la carne y otros de la fe. Cuando entras en la sagrada mistagogía, los ojos de la carne ven el agua, pero los ojos de la fe ven el Espíritu; y aquellos contemplan el cuerpo siendo bautizado, pero estos al viejo hombre siendo sepultado; aquellos la carne siendo lavada, estos el alma siendo purificada; aquellos el cuerpo subiendo de las aguas, estos ven al nuevo hombre, resplandeciente, subiendo de esta sagrada purificación. Y aquellos ven al sacerdote poniendo la mano derecha desde arriba y tocando la cabeza, pero estos contemplan al gran Sumo Sacerdote extendiendo desde los cielos la mano derecha invisible y tocando la cabeza; pues no es un hombre el que bautiza entonces, sino el mismo Hijo unigénito de Dios. Y lo que sucedió con la carne del Señor, esto mismo sucede con la nuestra; pues así como a aquella, en apariencia, Juan la sostenía por la cabeza, pero el Dios Verbo la hacía descender a las corrientes del Jordán y la bautizaba, y desde arriba la voz paterna decía:« Este es mi Hijo amado», así también el Espíritu Santo mediante la venida. Esto mismo sucede con tu carne; pues el bautismo se realiza en el nombre del Padre y del Hijo y del Espíritu Santo. Por esto también Juan decía, instruyéndonos que no es un hombre quien nos bautiza, sino Dios:« Detrás de mí viene el que es más fuerte que yo, de quien no soy digno de desatar la correa de su sandalia. Él os bautizará en Espíritu Santo y fuego». Por esto también el sacerdote que bautiza no dice:« Bautizo a fulano», sino:« Es bautizado fulano en el nombre del Padre y del Hijo y del Espíritu Santo», mostrando que no es él quien bautiza, sino el Padre y el Hijo y el Espíritu Santo, cuyo nombre también ha sido invocado. Por esto también nuestra declaración de hoy es llamada fe, y no os permitimos decir ninguna otra cosa antes, hasta que digáis:« Creo». Esta palabra es un fundamento inamovible, que tiene una edificación desde arriba inquebrantable. Por esto también Pablo dice:« Porque es necesario que el que se acerca a Dios crea que existe». Por esto también tú, al acercarte a Dios, primero crees y entonces pronuncias esta palabra; pues si no fuera esto, no podrías ni decir ni comprender ninguna de las otras cosas. Y para dejar de lado aquel nacimiento inefable y sin testigos, trayendo al medio este que ocurrió abajo, del cual muchos fueron testigos, te confirmaré mediante él la prueba de los hechos, que sin fe no es posible aceptar esto jamás. El inabarcable, el que sostiene y mantiene todas las cosas, vino a un vientre virginal;¿ cómo, dime, y de qué manera? No es posible demostrarlo; pero si acudes a la fe, ella podrá darte la certeza; pues es necesario confiar a la enseñanza de la fe las cosas que superan la debilidad de nuestros razonamientos. Este modo del nacimiento ni siquiera Mateo, el que lo escribió, lo conoce. Pues que« se encontró que tenía en su vientre por el Espíritu Santo» lo dijo, pero no enseñó el modo. Ni Gabriel lo sabe, pues también él dice solo esto:« El Espíritu Santo vendrá sobre ti y el poder del Altísimo te cubrirá con su sombra». Pero el cómo y de qué manera ni él mismo lo sabe. Pero dejaremos el discurso sobre la fe al maestro, y también a nosotros nos será posible hablaros en otro momento, cuando estén presentes muchos de los no iniciados; pero lo que es necesario que solo vosotros escuchéis ahora y no es posible decirlo estando ellos mezclados con vosotros, esto es necesario decirlo hoy.¿ Qué es, pues, esto? Pasado mañana, el viernes, a la hora novena, es necesario que se os exijan ciertas palabras y que establezcáis pactos con el Señor. Y no os recordé simplemente este día ni esta hora; sino que también de ellos se puede aprender algo místico. Pues el viernes, a la hora novena, el ladrón entró en el paraíso y se disipó la oscuridad que hubo desde la hora sexta hasta la novena, y la luz sensible y la inteligible, entonces, fue ofrecida como sacrificio por el mundo; pues entonces dice Cristo:« Padre, en tus manos encomendaré mi espíritu». Entonces, al ver al sol de justicia brillando desde la cruz, este sol sensible retiró sus rayos. Cuando, pues, estés a punto de ser introducido tú también a la hora novena, recuérdate también tú de la grandeza de los logros y cuenta estos dones para ti mismo, y ya no estarás sobre la tierra, sino que despertarás y alcanzarás los mismos cielos con el alma. Es necesario, pues, que, habiendo sido introducidos entonces todos en común— pues también esto observa, que todo se da en común a todos vosotros, para que ni el rico desprecie al pobre, ni el pobre piense que tiene menos que el rico; pues en Cristo Jesús no hay varón ni mujer, no hay escita, no hay bárbaro, no hay judío, no hay griego; y no solo de edad y naturaleza, sino que toda desigualdad de dignidad ha sido eliminada; una sola dignidad para todos, un solo don, un solo vínculo de hermandad para nosotros, la misma gracia—, es necesario, pues, que, habiendo sido introducidos entonces, todos arrodilléis, no estéis de pie, y levantando las manos al cielo agradezcáis a Dios por este don. Pues las leyes sagradas ordenan estar de rodillas, para que también mediante la postura confeséis el señorío. Pues que doblar la rodilla es de los que confiesan la esclavitud, escucha lo que dice Pablo: que« ante él doblará toda rodilla de los que están en los cielos y en la tierra y debajo de la tierra». Doblando, pues, las rodillas, ordenan decir, mistagogizando, estas palabras:« Renuncio a ti, Satanás». Me vino ahora el llorar y me turbé en el intelecto y gemí amargamente.¿ Por qué me acordé de aquella tarde sagrada, en la que fui digno de soltar esta voz bienaventurada, en la que fui llevado a la terrible y santa mistagogía? Me acordé de la pureza de entonces y de los pecados que, después de ella, hasta el día presente he acumulado. Así pues, como las mujeres que, habiendo sido llevadas desde la riqueza y la abundancia a la pobreza extrema, al ver a otras jóvenes casándose y siendo entregadas a esposos ricos y disfrutando de mucho honor y siendo llevadas con cuidado y pompa, se duelen y se afligen, no envidiando los bienes ajenos, sino al comprender con más precisión sus propias desgracias en la prosperidad de las otras, algo así he padecido yo ahora. Pero para no llevar el discurso a lo más sombrío contando mis propios males, vamos, volvamos a vosotros de nuevo.« Renuncio a ti, Satanás».¿ Qué ha sucedido?¿ Qué es lo extraño y paradójico?¿ Tú, el que temías, el que temblabas, te has levantado contra el tirano?¿ Desprecias su crueldad?¿ Quién te elevó a tal audacia?¿ De dónde te vino el tener confianza?« Tengo un arma», dice,« poderosa».¿ Qué arma, qué alianza? Dime.« Me uno a ti, Cristo», dice;« por esto tengo confianza y me levanto contra él; pues tengo un refugio poderoso. Esto me hizo superior al demonio, al que antes temía y ante el que temblaba. Por esto no solo a él, sino también a toda su pompa renuncio». Y la pompa del diablo es todo tipo de pecado, teatros de ilegalidad, carreras de caballos, asambleas llenas de risa y lenguaje obsceno; la pompa del diablo son los augurios y las adivinaciones, los presagios y la observación de los tiempos, y los símbolos y los amuletos y los encantamientos. Un amuleto maravilloso tiene la cruz y un encantamiento grandísimo, y bienaventurada es el alma que dice el nombre de Jesucristo el crucificado; invoca esto y toda enfermedad huirá, toda asechanza satánica se retirará de ti. De estas palabras, pues, acuérdate; estos son los pactos con el Esposo. Pues así como en las bodas es necesario que se completen los documentos de las dotes y del ajuar, así también ahora se hace antes de las bodas; te encontró desnudo y pobre y deshonrado, y no pasó de largo; pues solo necesita de tu libre albedrío. En lugar de dote, pues, aporta estas palabras y Cristo las considerará una gran riqueza, si guardas esto por siempre; pues la riqueza de Él es la salvación de nuestras almas. Escucha cómo dice Pablo:« Rico para con todos y sobre todos los que lo invocan». Después de estas palabras, después de la renuncia al diablo, después de la unión con Cristo, como habiéndoos convertido ya en familiares y no teniendo nada en común con aquel, inmediatamente, ordena ser sellado y te da la cruz en la frente. Pues como es probable que aquella fiera, al oír estas palabras, se enfurezca más— pues es desvergonzada y quiere saltar sobre el mismo rostro—, mediante la unción, imprimiendo la cruz en tu rostro, reprime toda su furia; pues ya no se atreverá a mirar de frente a tal rostro, sino que, como viendo rayos que saltan de allí, así, cegado de los ojos, se irá. Y la cruz se imprime mediante la unción; y esta unción es aceite a la vez y mirra, mirra como a una novia, aceite como a un atleta. Y que, de nuevo, no es un hombre, sino que el mismo Dios te unge mediante la mano del sacerdote, escucha a Pablo diciendo:« El que nos confirma con vosotros en Cristo y nos ungió, es Dios». Y cuando este ungüento unja todos los miembros, con seguridad puedes sujetar al dragón y no sufrirás nada terrible. Después de esta unción, queda ir a la pila de las aguas sagradas. Entonces, habiéndote quitado el vestido el sacerdote, él mismo te hace descender a las corrientes.¿ Por qué, pues, desnudo? Te recuerda tu desnudez anterior, cuando estabas en el paraíso y no te avergonzabas; pues dice:« Estaban Adán y Eva desnudos y no se avergonzaban», hasta que tomaron el vestido del pecado, que está lleno de mucha vergüenza. No te avergüences, pues, tampoco aquí; pues la pila es mucho mejor que el paraíso. No hay aquí serpiente, sino que Cristo está aquí mistagogizándote hacia el renacimiento del agua y del Espíritu. No hay aquí árboles buenos y hermosos de ver, sino que hay aquí dones espirituales. No hay aquí árbol del conocimiento del bien y del mal, ni ley y mandamientos, sino gracia y dones.« Pues el pecado no se enseñoreará de vosotros; porque no estáis bajo la ley, sino bajo la gracia». Pero puesto que con tanto placer escuchasteis lo dicho, os pediré una sola recompensa por el placer, que también al principio os pedí. Cuando descendáis a la pila de aquellas aguas, recordad mi humildad. Esto también antes os pedí, cuando también recordé a José, que decía al jefe de los coperos:« Acuérdate de mí, cuando te vaya bien». Y yo os dije al principio:« Acuérdate de mí, cuando os vaya bien». Pero ahora no digo« acuérdate de mí, cuando os vaya bien», sino recordadme, puesto que os ha ido bien. Y aquel decía:« Acuérdate, que no hice nada malo». Pero yo digo: recordadme, que hice muchos y malos pecados. Mucha confianza ante el Rey tenéis ahora todos; os enviamos como embajadores comunes por la naturaleza de los hombres; no le ofrecéis una corona de oro, sino una corona de fe; os recibirá con mucha benevolencia. Rogad, pues, por la madre común de todos, para que sea inamovible e inquebrantable; y por el sumo sacerdote, por cuyas manos y voz obtenéis estos bienes. Por los sacerdotes que se sientan con nosotros, habladle mucho, por el género humano, para que no nos perdone restos de dinero, sino de pecados. Que los logros sean comunes; pues mucha confianza tenéis ante el Señor y os recibirá con un beso.

Intertext edge

Open linked passage

Note