Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catechesis ultima ad baptizandos
John ChrysostomBapt 175 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
175.1
Ἀλλ' ἐπειδὴ φιλήματος ἐμνήσθην, βούλομαι καὶ περὶ τούτου νῦν ὑμῖν εἰπεῖν. ἐπειδὰν μέλλωμεν τῆς ἱερᾶς ἅπτεσθαι τραπέζης, φιλεῖν ἀλλήλους κελευόμεθα καὶ ἀσπάζεσθαι ἀσπασμὸν ἅγιον. τίνος ἕνεκεν; ἐπειδὴ τοῖς σώμασιν ἐσμὲν διῃρημένοι, τὰς ψυχὰς ἀλλήλαις συμπλέκομεν κατ' ἐκεῖνον τὸν καιρὸν διὰ τοῦ φιλήματος, ὥστε γενέσθαι τὸν σύλλογον ἡμῶν τοιοῦτον, οἷος ἦν ἐκεῖνος ὁ ἀποστολικός, ὅτε πάντων τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. οὕτως γὰρ δεῖ προσιέναι τοῖς ἱεροῖς μυστηρίοις συνδεδεμένους ἀλλήλοις. ἄκουσον, τί φησιν ὁ Χριστός·" ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ τότε πρόσφερε τὸ δῶρόν σου". οὐκ εἶπε" πρότερον προσένεγκε", ἀλλὰ" πρότερον διαλλάγηθι καὶ τότε προσένεγκε". διὰ τοῦτο καὶ ἡμεῖς, τοῦ δώρου προκειμένου, πρότερον ἀλλήλοις καταλλαττόμενοι τότε τῇ θυσίᾳ προσερχόμεθα. ἔστι δὲ καὶ ἕτερος μυστικὸς λόγος τοῦ φιλήματος τούτου. ναοὺς ἡμᾶς ἐποίησε τοῦ Χριστοῦ τὸ πνεῦμα τὸ ἅγιον. φιλοῦντες οὖν ἀλλήλων τὰ στόματα, τὰ πρόθυρα τοῦ ναοῦ καταφιλοῦμεν. μηδεὶς τοίνυν μετὰ συνειδότος πονηροῦ, μετὰ ὑπούλου διανοίας τοῦτο ποιείτω· ἅγιον γάρ ἐστι τὸ φίλημα·" ἀσπάσασθε" γάρ φησιν" ἀλλήλους ἐν φιλήματι ἁγίῳ". τούτων πάντων μεμνημένοι ταῦτα διὰ παντὸς διατηρῶμεν, τὴν συνταγήν, τὴν ἀποταγήν, τὴν παρρησίαν, ἣν νῦν ἡμῖν ὁ δεσπότης χαρίζεται, καὶ ἀκηλίδωτον καὶ ἀκέραιον διαφυλάξωμεν, ἵνα μετὰ πολλῆς τῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῶν οὐρανῶν καὶ καταξιωθῶμεν ἐν νεφέλαις ἁρπαγῆναι καὶ φανῆναι τῆς βασιλείας τῶν οὐρανῶν ἄξιοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Intertext edge

Open linked passage

Note