Commentarius in Job
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
101.1
τουτέστιν· «ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος, τοσαύτην σοφίαν καὶ πρόνοιαν, περιορᾷς;» διὰ γὰρ τοῦτο κατὰ μικρὸν λέγει τὴν σύστασιν τοῦ ἀνθρώπου, ἵνα δείξῃ, ὅτι «ἐκ τοῦ μὴ ὄντος ποιήσας τοσαύτην πρόνοιαν καὶ σοφίαν περιορᾷς;» δείκνυσιν, ὅτι οὐδὲν ἄνθρωπος. 10, 12b ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα. οὐκ ἤρκει ἡ φύσις αὑτῇ, ἀλλὰ δεῖ πολλῆς τῆς περὶ ἡμᾶς προνοίας. «παρὰ πάντα», φησίν, «τὸν βίον προνοίας ἀπήλαυσα τῆς σῆς.» 10, 13a ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα, ὅτι πάντα δύνασαι· 13b ἀδυνατεῖ δέ σοι οὐδέν. ὁρᾷς, ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὅτι ἤρκει ἡ κτίσις ἡμῶν καὶ ἤδη μοι δεῖξαι, τί ἐστιν ὁ θεός, καὶ τὴν δύναμιν αὐτοῦ, οὐχ ὁ οὐρανὸς μόνος; τὸ γὰρ ἐκ τοῦ σπέρματος ποιῆσαι τοιοῦτον καὶ διακρατῆσαι καὶ μὴ ἀφεῖναι κινδύνοις περιπεσεῖν ἱκανὸν τοῦ θεοῦ δεῖξαι τὴν ἰσχύν, τὴν δύναμιν, καὶ ἁμαρτόντα τηρῆσαι καὶ μὴ κολάσαι, καὶ δίκαιον ὄντα κολάσαι καὶ τιμωρήσασθαι. 10, 14a ἐάν τε γὰρ ἁμάρτω, φησίν, φυλάξεις με, 14b ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με ἐάσεις. ἵνα γὰρ μὴ τὴν φυλακὴν νομίσῃς σωτηρίαν, «κατάδικον ὄντα», φησίν, «δύνασαι φυλάξαι.» 10, 15a ἐάν τε γὰρ ἀσεβήσω, οἴμμοι, 15b ἐάν τε ὦ δίκαιος, οὐ δυνήσομαι ἀνακύψαι. 15c πλήρης γάρ εἰμι ἀτιμίας. «οὐκ ἀρκεῖ μοι πρὸς σωτηρίαν ἡ δικαιοσύνη», φησίν. 102 10, 16a ἀγρεύομαι δὲ ὥσπερ λέων εἰς σφαγήν, 16b καὶ πάλιν μεταβαλὼν δεινῶς με ὀλέκεις 10, 17a ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν αἰτίαν μου. 17b ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω 17c καὶ ἐπήγαγες ἐπ' ἐμὲ πειρατήρια. 10, 18a ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ εὐθὺς ἀπέθανον, 18b ὀφθαλμὸς δέ με οὐκ εἶδεν, 10, 19a καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; 19b διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπῆλθον; 10, 20a ἢ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; 20b ἔασον δή με ἀναπαύσασθαι μικρὸν 10, 21a πρὸ τοῦ με πορευθῆναι εἰς γῆν, ὅθεν οὐκ ἀναστρέφω, 21b εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, 10, 22a εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος 22b οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. ἀγρεύομαι δὲ, φησίν, ὥσπερ λέων εἰς σφαγήν, τουτέστιν· «κατεχόμενος οὐκ οἶδα.» εἶτα πάλιν τὴν συμφορὰν διηγεῖται τὴν ἑαυτοῦ, ὡς μεγάλη καὶ παράδοξος, καὶ τὸ ὀλιγοχρόνιον τοῦ βίου καὶ τὸ μετὰ ταῦτα μὴ εἶναι ἐλπίδα· ταύτῃ γὰρ γίνεται μεγάλη. 11, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 11, 2a ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἰδοὺ καὶ οὗτος φλυαρίαν αὐτοῦ κατηγορεῖ. ἐκεῖνος μὲν γάρ φησιν· πνεῦμα πολυρῆμον τοῦ στόματός σου, οὗτος δέ· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; 11, 2b καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; «μὴ γάρ, ἐπειδὴ φθέγξασθαι δύνασαι», φησίν, «ἤδη καὶ δίκαιος εἶ;» εἶτα τὴν φύσιν φησίν· 11, 2c εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. «ὅτι υἱὸς εἶ γυναικός», φησίν, «πῶς οὖν δίκαιος εἶ;» 11, 3a μὴ πολὺς ἐν ῥήμασι γίνου. «μὴ πολλὰ φθέγγου», φησίν. 103 11, 3b ἢ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι; ἢ τοῦτό φησιν· «μὴ γὰρ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι;», τουτέστιν· «ἡμεῖς», ἢ «οὐκ ἔστιν ὁ εἰδὼς τὰ σὰ κακὰ εἰ μὴ ὁ θεός, ὃς εἰ ἠθέλησέ σε ἐλέγξαι, ἤδη ἂν ἀπώλου». ὅρα, πῶς οὐδαμοῦ τοῦ Ἰὼβ λέγοντος, ὅτι ἀδίκως πάσχει καὶ οὐκ ἔχει ἁμαρτήματα, τοῦτο ἐπιφέρουσιν αὐτῷ. 11, 4a μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις 4b καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. πῶς; καὶ μὴν αὐτὸς εἶπεν· «ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον κυρίου». ὁρᾷς, πῶς ἐναντία ἐγκαλοῦσιν; 11, 5a ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ; 5b καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ· 11, 6a εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, 6b ὅτι διπλοῦς ἔσται τῷ κατὰ σέ. 6c καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες. «ἀλλ' εἰ ἦν δυνατόν», φησίν, «τὸν θεὸν ἀποκρίνασθαί σοι, ὅτι διπλοῦς ἐστι τῷ κατὰ σέ, τότε ἂν ἔγνως, ὅτι δικαίως πάσχεις.» τὸ μὲν ἡμάρτηται, τὸ δὲ ὀρθῶς εἴρηται. τὸ μὲν γὰρ εἰπεῖν, ὅτι «εἰ ἦν δυνατὸν τὸν θεὸν ἀποκρίνασθαί σοι– καὶ γὰρ πολύ σου βελτίων ἐστι καὶ σοφός–, ἔδειξεν ἄν σοι, ὅτι καλῶς ταῦτα πάσχεις», καλῶς εἴρηται, τὸ δὲ καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες, οὐκέτι καλῶς. ἐπειδὴ γὰρ εἶπεν· εἴθε ἦν ὁ διελέγχων καὶ ὁ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων, αὐτὸς τὸ ἐναντίον φησίν, ὅτι «εἰ ἦν, ἔδειξεν ἄν». ἀλλ' ὁ Ἰὼβ οὐ τοῦτο εἶπεν, ὅτι «οὐκ ἀξίως πάσχω», ἀλλ' ὅτι «ἀποκακῶ τῷ μέλλοντι» καὶ ὅτι «εὐτελής μου ἡ φύσις» καὶ ὅτι «ἔργον εἰμὶ τῶν χειρῶν αὐτοῦ». αὐτὸς δὲ ὡς εἰρηκότος, ὅτι «ἀδίκως πάσχω», οὕτω φησίν· ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλ' ὅτι «φοβοῦμαι, μὴ ἁμάρτω». 104 εἶτά φησιν· 11, 7a μὴ ἴχνος κυρίου εὑρήσεις 7b ἢ εἰς τὰ ἔσχατα ἀφίκου ὧν ἐποίησεν ὁ παντοκράτωρ; τουτέστιν· «μὴ δύνασαι εἰδέναι αὐτοῦ τὴν σοφίαν καὶ τὴν ὁδόν;» καὶ μὴν καὶ αὐτὸς προλαβὼν ταῦτα ὡμολόγησε καὶ πολλὰ περὶ τῆς δυνάμεως αὐτοῦ καὶ τῆς σοφίας διελέχθη καὶ τοῦ ἀκαταλήπτου καὶ τοῦ καθαροῦ, ὥστε ταῦτα περιττά. 11, 8a ὑψηλὸς ὁ οὐρανός, γῆ δὲ βαθεῖα, καὶ τί ποιήσεις; ἢ τοῦτο λέγει· «τί τοιοῦτον ποιῆσαι δύνασαι;» ἢ ὅτι «ὥσπερ ταπεινὸς εἶ σὺ ἐπὶ τῆς γῆς, οὕτως ὁ θεὸς ὑψηλὸς ἐν οὐρανῷ, καὶ οὐδὲν δύνασαι ἐργάσασθαι, ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς τῆς γῆς, τοσοῦτον καὶ σὺ τοῦ θεοῦ· αὐτὸς γὰρ οἶδε τὰ πάντα.» 11, 8b ἢ βαθύτερα, φησίν, τῶν ἐν ᾅδου τί οἶδας; 11, 9a ἢ μακρότερα μέτρων γῆς ἐπίστασαι 9b ἢ εὖρος θαλάσσης; 11, 10a ἐὰν γὰρ καταστρέψῃ τὰ πάντα ἢ συναθροίσῃ, 10b τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; 11, 11a αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, 11b ἰδὼν δὲ ἄτοπον οὐ παρόψεται. 11, 12a ἄνθρωπος δέ, φησίν, ἄλλως νήχεται λόγοις, 12b βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. καὶ καλῶς εἶπεν· ἴσα ὄνῳ ἐρημίτῃ, τῷ συνεχῶς ὀγκουμένῳ. «οὐδὲν διαφέρει», φησίν, «τὰ ῥήματα ἡμῶν τῆς ἀσήμου φωνῆς ἐκείνης τῆς εἰκῇ καὶ ἁπλῶς βοώσης· ἐπὶ πᾶσι πάντα μεμφόμεθα, πάντα ἐγκαλοῦμεν.» πάλιν παραινοῦσιν αὐτῷ ὥστε ἐπιμεληθῆναι βίου· καὶ μὴν οὐδέν ἐστι τοῦτο φησί. διὰ γὰρ τοῦτο ἔλεγεν· ἐὰν ὦ δίκαιος, οὐ μὴ ἀνακύψω. «τί τὸ ὄφελος;» φησίν· «ἰδοὺ δίκαιός εἰμι, ἀλλὰ πρὸς αὐτὸν ἀκάθαρτος.» 11, 13a εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, φησίν, 13b ὑπτίασας δὲ τὰς χεῖράς σου πρὸς αὐτόν· 11, 14a εἰ ἔστιν ἀνομία ἐν χερσί σου, 14b πόρρω ποίησον αὐτὴν ἀπὸ σοῦ, 14c ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. 105 11, 15a οὕτω γὰρ ἀναλάμψει τὸ πρόσωπόν σου ὥσπερ ὕδωρ καθαρόν, 15b ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς· 11, 16a καὶ τῶν κόπων σου ἐπιλήσῃ 16b ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ. ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι «ἀδύνατος ἡ μεταβολή· ἐὰν ἀποπλύνωμαι χιόνι, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας», διὰ τοῦτό φησιν· οὕτως ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. τὰ μὲν οὖν ἄλλα καλῶς, τὸ δὲ λέγειν ἀεί, ὅτι δι' ἁμαρτήματα ταῦτα γέγονεν, τοῦτο κακῶς, καὶ τὸ παραινεῖν μεταβάλλεσθαι πρὸς ἀρετήν– οὐ γὰρ ἦν ἐν κακίᾳ–, τοῦτο ἀγνοίας ἦν καὶ οὐκ εἰδότων οὐδέν. 11, 17a ἡ δὲ εὐχή σου, φησίν, ὥσπερ ἑωσφόρος, 17b ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή. 11, 18a πεποιθώς τε ἔσῃ, ὅτι ἔσται σοι ἐλπίς, 18b ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. 11, 19a ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· 19b μεταβαλλόμενοι δὲ πολλοί σου δεηθήσονται, 11, 20a καὶ σωτηρία αὐτοὺς ἀπολείψει. 20b ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται. 20c ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται· παρ' αὐτῷ γὰρ σοφία καὶ δύναμις. 12, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ, φησίν, ΙΩΒ ΛΕΓΕΙ· 12, 2a μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι, 2b ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; ἐπειδὴ τὰ φανερὰ καὶ δῆλα λέγουσιν, ὅρα, πῶς τὰ μὲν προοίμια αὐτοῦ ἐπιεικέστερα, τὰ δὲ τέλη οὐχ οὕτω. διὰ τοῦτο λέγει· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. «ὑμεῖς ἔχετε λαβεῖν τὴν σοφίαν», φησίν, «καὶ ἀπελθεῖν;» παρατήρει, πῶς πανταχοῦ ἐν ἀρχῇ τῶν λόγων, ἐπειδὴ μέλλει μετὰ ταῦτα φορτικὰ φθέγγεσθαι, ἵνα μὴ αὐτοῦ καταψηφίσῃ, πῶς πανταχοῦ πρῶτον ἀφοσιοῦται πρὸς τὸν θεὸν καὶ λέγει, ὅτι μέγας ἐστὶ καὶ θαυμαστὸς καὶ οὐδὲν ἀδίκως ποιεῖ. 106 12, 2a μὴ ὑμεῖς ἐστε, φησίν, ἄνθρωποι μόνοι, 2b ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; 12, 3 καὶ ἐμοὶ μὲν καθ' ὑμᾶς καρδία ἐστίν· 12, 4 δίκαιος δὲ ἀνὴρ καὶ ἄμεμπτος ἐγένετο εἰς χλευασμόν. 12, 5a εἰς χρόνον γὰρ τακτὸν ἡτοίμασταί μοι πεσεῖν ὑπὸ ἄλλων 5b οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. «μὴ γάρ, ἐπειδὴ συμφορᾷ περιέπεσον», φησίν, «καὶ τὸ φρονεῖν ἀπώλεσα;» δίκαιον ἑαυτὸν ἐνταῦθα λέγει οὐχὶ τὴν τελείαν ἀρετὴν ἑαυτῷ μαρτυρῶν, ἀλλὰ τὸ μηδένα ἠδικηκέναι, τὸ μηδένα τῶν ἄλλων ἔχειν ἐγκαλεῖν αὐτῷ. οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. «οὕτως ἔδει γενέσθαι, τοῦτο ἄνωθεν τετύπωτο. πλήν», φησίν, «μὴ νομίζετε μέχρις ἐμοῦ ταῦτα στήσεσθαι. εἰ γὰρ ἐγὼ μηδὲν ἠδικηκὼς τοιαῦτα πάσχω, πολλῷ μᾶλλον ὁ πονηρός.» 12, 6a οὐ μὴν δὲ, φησίν, ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι. 6b ὅσοι παροργίζουσι τὸν κύριον, 6c πῶς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται; «δῆλον τοῦτο», φησίν, «καὶ ὡμολογημένον καὶ ἅπασι σαφές, ὅτι τὸν πονηρὸν παρὰ τῷ θεῷ πάντως ἐξετασθῆναι δεῖ. τοῦτο δέ», φησίν, «οὐκ ἀνθρώποις δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ·» 12, 7a ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, φησίν, ἐάν σοι εἴπῃ, 7b ἢ πετεινὰ οὐρανοῦ, ἐάν σοι ἀναγγείλῃ. 12, 8a ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, 8b καὶ εἰ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης, 12, 9a ὅτι τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, 9b ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα, 12, 10a ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων 10b καὶ πνεῦμα παντὸς ἀνθρώπου; φησίν. 107 «τί τοίνυν ὡς μέγα τι καὶ θαυμαστὸν εὑρηκότες οὕτω διάκεισθε; δεῖ γὰρ πάντως τὸν τοιοῦτον ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ, καὶ τοῦτο δὲ πάντες ἴσμεν, ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ἀνθρώπων.» ὁρᾷς, πῶς οὐχὶ τὸ δημιουργικὸν μόνον, ἀλλὰ καὶ τὸ προνοητικὸν αὐτῷ μαρτυρεῖ, ὅτι πάντα συνέχει καὶ διακρατεῖ, καὶ τὴν ζωὴν καὶ τὴν ψυχὴν τῶν ἀνθρώπων, ὥστε δύναται, ὅτε βούλεται, κολάσαι καὶ τιμωρήσασθαι. 12, 11a νοῦς μὲν γὰρ ῥήματα διακρίνει, 11b λάρυγξ δὲ σῖτα γεύεται. τουτέστιν· «εἰ τὰ ἄλογα οἶδε ταῦτα, πολλῷ μᾶλλον ἡμεῖς οἱ νοῦν ἔχοντες, οὐχὶ λάρυγγα μόνον ὥστε ἐσθίειν καθάπερ ἐκεῖνα.» ἢ τοῦτο, ὅτι «οὐκ εἰμὶ ἀνόητος, οἶδα ταῦτα· καθάπερ γὰρ λάρυγγα ἡμῖν ἔδωκεν ὁ θεὸς ὥστε διακρίνειν τὰ σῖτα οὕτω καὶ νοῦν ὡς πρὸς τὰ ψηφίσματα καὶ τὸν χρόνον ὥστε εὑρίσκειν τὴν ἐπιστήμην·» 12, 12a ἐν πολλῷ, γάρ φησιν, χρόνῳ σοφία εὑρίσκεται, 12b ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη. ἐνταῦθα κατὰ φύσιν εἶναι τὸ φρόνιμον τοῖς ἀνθρώποις σημαίνει ὥσπερ τὸ ἐσθίειν. καὶ ἀρχόμενος τοῦτό φησιν· μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι; «ἕως ἂν ὦ ἄνθρωπος», φησίν, «δύναμαι ταὐτὰ συνιδεῖν ἃ καὶ ὑμεῖς.» ἐν πολλῷ χρόνῳ, φησίν, σοφία εὑρίσκεται. ἐμοὶ δοκεῖ καθάπτεσθαι αὐτῶν. «μὴ γὰρ νομίζετε», φησίν, «τὸ πᾶν εὑρηκέναι. εἰ γὰρ καὶ νοῦν ἔχομεν διακρίνοντα, ἀλλ' ὅμως καὶ χρόνου δεόμεθα πολλοῦ ὥστε εὑρεῖν.» 108 12, 13a παρ' αὐτῷ σοφία, φησίν, καὶ δύναμις, 13b παρ' αὐτῷ βουλὴ καὶ σύνεσις. «ἡ γὰρ πᾶσα σοφία», φησίν, «παρὰ τῷ θεῷ ἐστιν, ἀθρόως καὶ χωρὶς χρόνων ἐκεῖ ἐστιν· ταῦτα μὲν γὰρ κατὰ φύσιν ἐστίν, τὸ διακρίνειν καὶ γεύεσθαι τῷ νῷ καὶ τῷ λάρυγγι, τὸ δὲ εὑρεῖν σοφίαν χρόνου ἐστίν. μὴ γάρ, ἐπειδὴ ταῦτα ἴσμεν, τὸ πᾶν ἴσμεν; οἴδαμεν, ὅτι πονηροὶ κολάζονται, ἀλλ' ἰδοὺ καὶ ἐγὼ δίκαιος ὢν κολάζομαι, ὥστε χρόνου δεῖ ὥστε μαθεῖν ταῦτα τοῦ πολλὰ παραδείγματα τοιαῦτα φέροντος.» ὁρᾷς, πόσον ἐστὶν ἡ τῶν γραφῶν ἐμπειρία; ὅπερ ἔχουσιν οἱ γέροντες ἀπὸ τῆς πείρας τῶν πραγμάτων, τοῦτο σὺ μετὰ πολλῆς τῆς περιουσίας, ὁ νέος, ἀπὸ τῆς διηγήσεως τῶν πραγμάτων· πολλὰ ἔπαθον ἐκεῖνοι, πολλὰ εἶδον· καὶ σὺ πολλὰ ὄψει, ἐὰν θέλῃς τὰς γραφὰς ἐπιέναι μετὰ ἐπιστασίας πολλῆς. διὸ καί τις ἔλεγεν· πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι. καὶ πάλιν· διήγημα πρεσβυτέρων μὴ παρίδῃς· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν. οὐ χρεία σοι χρόνου· ἂν γὰρ αὐτὸς θέλῃ δοῦναι, οὐδὲ χρόνου χρεία. εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται τῆς κολαστικῆς καὶ τιμωρητικῆς· 12, 14a ἐὰν καταστρέψῃ, φησίν, τίς οἰκοδομήσει; 14b ἐὰν δὲ καὶ ἀποκλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; 12, 15a ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, 15b ἐὰν δὲ καὶ ἐπαφῇ, ἀπώλεσε καταστρέψας αὐτήν. 12, 16a παρ' αὐτῷ κράτος καὶ ἰσχύς, 16b παρ' αὐτῷ ἐπιστήμη καὶ σύνεσις. εἶτα καὶ περὶ τῆς σοφίας· 12, 17a διάγων, φησίν, βουλευτὰς γῆς αἰχμαλώτους, 17b κριτὰς δὲ γῆς ἐξέστησεν. 12, 18a καθιστάνων βασιλεῖς ἐπὶ θρόνων 18b καὶ περιζωννύων αὐτοὺς ζώνην ὀσφύος αὐτῶν, 12, 19a ὁ ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, 19b δυ109 νάστας δὲ γῆς κατέστρεψεν. 12, 20a διαλλάσσων χείλη πιστῶν, 20b σύνεσιν δὲ πρεσβυτέρων ἔγνω· 12, 21a ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, 21b ταπεινοὺς δὲ ἰάσατο. «οὐχὶ σοφίας καὶ ταῦτα», φησίν, «ἔργα τοῦ θεοῦ παράδοξα; οἶδα ἐγὼ καὶ τὰ πλεῖστα αὐτῶν» φησίν. 12, 22a ὁ ἀποκαλύπτων, φησίν, βαθέα ἐκ σκότους, 22b ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. 12, 23a πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, 23b καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά, 12, 24a διαλλάσσων καρδίας ἀρχόντων γῆς, 24b ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ ᾗ οὐκ ᾔδεισαν. 12, 25a ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, 25b ἐπλανήθησαν δὲ ὥσπερ ὁ μεθύων. 13, 1a ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς 1b καὶ τὸ οὖς μου ἀκήκοεν, 13, 2a καὶ οἶδα, ὅσα καὶ ὑμεῖς ἐπίστασθε, 2b καί γε νεώτερος ὑμῶν ὢν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν. «τί γάρ; εἰ καὶ νεώτερός εἰμι», φησίν, «οἶδα ταῦτα σαφῶς.» 13, 3a οὐ μὴν δὲ ἀλλὰ πρὸς κύριον λαλήσω ἐγώ, 3b ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται. ὁρᾷς; τοῦτό ἐστιν, ὅπερ εἶπεν· «μὴ νομίσητε», φησίν, «εἴ τι βαρὺ καὶ ἐπαχθὲς εἶπον, ὑπὸ ἀγνοίας με ταῦτα λέγειν· οἶδα μὲν γάρ, ἅπερ εἶπον. οὐ μὴν ἀποστήσομαι τοῦ λέγειν πρὸς τὸν θεόν. μὴ γὰρ πρὸς ἄνθρωπον λέγω· πρὸς τὸν θεὸν τὸν εἰδότα τὰ ἀπόρρητα τῆς διανοίας. βέλτιόν μοι», φησίν, «πρὸς τὸν θεὸν κρίνεσθαι ἢ πρὸς ὑμᾶς.» 13, 4a ὑμεῖς γάρ ἐστε ἰατροὶ ἄδικοι 4b καὶ ἰαταὶ κακῶν πάντες. 13, 5a εἴη δὲ ὑμῖν κωφεῦσαι, 5b καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγηται, βέλτιον σιγᾶν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς ἢ λέγων. 110 13, 6a ἀκούσατε δὴ ἔλεγχον στόματός μου, 6b κρίσει δὲ χειλέων μου προσέχετε. 13, 7a πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, 7b ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον, καλῶς γε λαλοῦντες; ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐ νομίζετε τὸν θεὸν ἀκούειν», φησίν, «ἃ λέγετε, ὅτι μετὰ δόλου διαλέγεσθε, οὐχὶ προαιρέσει ἀγαθῇ, ἀλλὰ πλῆξαι βουλόμενοι μόνον καὶ τὴν δόξαν τρῶσαι τὴν ἐμήν. εἰ γὰρ καὶ τὰ ῥήματα ὀρθά, ἀλλ' οὐ μετὰ διανοίας ὀρθῆς, οὐχ ὥστε διορθῶσαι, οὐχ ὥστε νουθετῆσαι, οὐχ ὥστε βελτίω ποιῆσαι– οὐ γὰρ ἀγνοοῦντα διδάσκετε–, ἀλλ' ὥστε καταβάλλειν.» 13, 8a ἢ ὑποστέλλεσθε, φησίν, 8b αὐτοὶ ὑμεῖς κριταὶ γίνεσθαι, 13, 9a καλῶς γε λαλοῦντες. ἐὰν γὰρ ἐξιχνιάσῃ ὑμᾶς, 9b εἰ καὶ τὰ πάντα ποιοῦντες προστεθήσεσθε ὁδῷ αὐτοῦ, 13, 10a οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς. ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, φησίν. «νῦν ὑμεῖς οἱ λαλοῦντες νῦν, εἰ ἐφ' ὑμῶν τὸ πρᾶγμα ἐκρίνετο, οὐκ ἂν ταῦτα ἐφθέγξασθε.» τουτέστιν· «εἰ ὑμεῖς ἦτε ἐγὼ καὶ ἐξήταζεν ὑμῶν τὰ πράγματα ἀκριβῶς, οὐκ ἂν ἐγένεσθε κριταὶ καθάπερ νῦν.» ἢ πάλιν ἄλλως· «ἰδοὺ λέγω καὶ ταῦτα· οὐ δύνασθε γενέσθαι κριταὶ τοῖς ἐμοῖς ῥήμασιν ὑμεῖς οἱ ταῦτα λαλοῦντες. κἂν γάρ», φησίν, «πλείονα τούτων εἴπητε καὶ πάντα ποιήσητε ὥστε ὑπὲρ τοῦ μέρους αὐτοῦ εἰπεῖν, οὐδὲν ἧττον ἐλέγξει ὑμᾶς καὶ ἀπαιτήσει λόγον καὶ εὐθύνας.» 13, 10b εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάζετε, 13, 11a πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς; 11b φόβος δὲ κυρίου ἐπιπεσεῖται ὑμῖν, 13, 12a καὶ ἀποβήσεται ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, 12b τὸ δὲ σῶμα πήλινον. 13, 13 κωφεύσατε, φησίν, ἵνα λαλήσω,– τουτέστιν· «σιωπήσατε»– καὶ ἀναπαύσομαι, φησίν, θυμοῦ μου. ὁρᾷς, ὅτι οὐχὶ δικαιοῦντος ἁπλῶς ἑαυτὸν ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης; 111 13, 13 καὶ ἀναπαύσομαι, φησίν, θυμοῦ μου 13, 14a ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσί μου. «ὥσπερ», φησίν, «οἱ κατεσθίοντες ἑαυτοὺς παραμυθίαν ἔχουσί τινα, ὥσπερ οἱ τὰς σάρκας τὰς ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις ἔχουσί τινα παραμυθίαν, οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος.» 13, 14b ψυχὴν δέ μου, φησίν, θήσομαι ἐν χερσί μου, 13, 15a ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. ἆρα οὐκ ἐκείνους ἐλεοῦμεν μᾶλλον ἢ εὐθύνας ἀπαιτοῦμεν; ἢ ἀνθρωποβόρους εἶναί φαμεν; οὐδαμῶς, ἀλλὰ δακρύομεν καὶ θρηνοῦμεν. τοῦτο παρὰ πάντα τήρει τὸν λόγον. ψυχὴν δέ μου, φησίν, θήσομαι ἐν χερσί μου, τουτέστιν· «ἀνελῶ ἐμαυτόν. ὥσπερ οἱ ἀναιροῦντες ἑαυτοὺς οὕτω καὶ ἐγὼ παραμυθοῦμαι, τοῦτό μοι παραμύθιόν ἐστιν. ἐὰν μή με ἀνέλῃ ὁ θεός, αὕτη μού ἐστιν ἡ παραμυθία, τὸ φθέγγεσθαι.» 13, 15b οὐ μὴν δέ, φησίν, ἀλλὰ λαλήσω καὶ ἐλέγξω ὑμᾶς ἐναντίον αὐτοῦ, 13, 16a καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· 16b οὐ γὰρ εἰσελεύσεται ἐναντίον αὐτοῦ δόλος. τουτέστιν· «τοῦτό μοι ἔσται παραμυθία.» οὐ γὰρ ἐναντίον αὐτοῦ εἰσελεύσεται δόλος. «ὁρᾶτε, ὅτι οὐχὶ καθάπερ ὑμεῖς ἑτέρᾳ διανοίᾳ φθέγγομαι; οἶδα, ὅτι οὐδέν ἐστιν ὕπουλον παρ' αὐτῷ.» 13, 17a ἀκούσατέ μου τὰ ῥήματα, 17b ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. 13, 18a ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. «βούλομαι», φησίν, «κριθῆναι, οὐ παραιτοῦμαι τὸ δικαστήριον.» 13, 18b οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. 13, 19a τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, 19b ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; 13, 20a δυεῖν δέ μοι χρεία, 20b τότε ἀπὸ τοῦ προ112 σώπου σου κρυβήσομαι· 13, 21a τὴν χεῖρά σου ἀπόσχου ἀπ' ἐμοῦ, 21b καὶ ὁ φόβος σου μή με καταπλησσέτω. 13, 22a εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, 22b λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀπόκρισιν. πάλιν τὸ αὐτό φησιν· «μή με φοβήσῃς, μή μοι τὸ ἀξίωμα τοῦ θεοῦ παραγάγῃς, καὶ κρίνομαι. ἥμαρτον κἀγώ, λέγω, ἀλλὰ πολλῷ μείζονα ἀπολαμβάνω», φησίν. 13, 23a πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, καὶ αἱ ἀνομίαι μου 23b τίνες εἰσίν, δίδαξόν με. «τί τοῦτο, ὅ μοι εἴργασται;» φησίν. 13, 24a διὰ τί με ἀποκρύπτῃ, 24b ἥγησαι δέ με ὥσπερ ὑπεναντίον σου; 13, 25a ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ 25b ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος; «τίνος ἕνεκεν», φησίν, «οὐ ποιεῖς δῆλα τὰ πράγματα; τίνος ἕνεκεν οὐ λέγεις·" διὰ τόδε σε κολάζω";» οὐ μικρὸν εἰς παραμυθίαν τοῖς τιμωρουμένοις τὸ μαθεῖν τὴν αἰτίαν τῆς κολάσεως. διὰ τοῦτο οὗτος μέν φησιν· «δίδαξόν με τὰς ἁμαρτίας μου.» ὁ δὲ θεὸς οὐχ ἕξει διδάξαι, ἀλλὰ τί φησιν; ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ἥγησαι δέ με, φησίν, ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου. τουτέστιν· «οὐδένα μου ποιῇ λόγον, καταφρονεῖς μου, διαπτύεις. ἐν τῷ παρόντι αὐτὰς δίδασκε.» 13, 25b ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος εὐλαβηθήσῃ; ἀντίκεισαι δέ μοι, 13, 26a ὅτι κατέγραψας κατ' ἐμοῦ κακὰ 26b καὶ περιέθηκάς μοι νεότητος ἁμαρτίας. ὁρᾷς, πῶς οἶδεν ἑαυτὸν ἁμαρτωλὸν καὶ ἀπὸ τῆς ἡλικίας βούλεται τυχεῖν συγγνώμης ἢ καὶ ἀπὸ τῆς ἡλικίας δεῖξαι ἑαυτὸν ἁμαρτωλόν; 113 13, 27a ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι 27b καὶ ἐφύλαξάς μου πάντα τὰ ἔργα· 27c εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου, 13, 28a οἳ παλαιοῦνται ἴσα ἀσκῷ 28b ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. ἔθου, φησίν, τὸν πόδα μου ἐν κωλύματι. τουτέστιν·" ἔδησας". εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου. τουτέστιν· «ὅλον με ἐπῆλθες καὶ ἐξήτασας καὶ ἀπὸ τῶν ποδῶν ἕως κεφαλῆς ἔπληξας οὐδὲ ἓν ἐν ἐμοὶ μέρος ἐγκατέλιπες ὑγιές.» πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. παλαιοῦνται, φησίν, ἴσα ἀσκῷ. τίνος ἕνεκεν ἀσκὸν παρήγαγεν; ὅτι κενός ἐστιν ὁ ἀσκὸς πνεῦμα μόνον ἔχων· οὕτως ἐστὶ καὶ τὸ σῶμα τὸ ἡμέτερον. τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι «ἀσκός ἐσμεν πεφυσημένος». μή μοι τὸν ὄγκον ἴδῃς μηδὲ τὸ δέρμα διαταθέν, ἀλλ' ἐννόησον τὰ ἔνδον καὶ ὄψει πολλὴν τὴν κενότητα. εἶτα καὶ ἐφ' ἕτερον ἔρχεται παράδειγμα· ἢ ὥσπερ ἱμάτιον, φησίν, σητόβρωτον. 14, 1a βροτὸς γὰρ γεννητὸς γυναικὸς 1b ὀλιγόβιος καὶ πλήρης ὀργῆς. εἶτα καὶ ἀπὸ τῆς γεννήσεως ὀργῆς πλήρης, τουτέστιν· ἀθυμίας, οὐχὶ λύπης. 14, 2a ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, 2b ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. 14, 3a οὐχὶ καὶ τούτου λόγον ἐποιήσω 3b καὶ τοῦτον ἐποίησας ἐν κρίματι εἰσελθεῖν ἐπὶ σοῦ; ὁρᾷς, πῶς οὐκ ἀπὸ τοῦ δίκαιος εἶναι, ἀλλ' ἀπὸ τῆς εὐτελείας τῆς φύσεως βούλεται ἀπαλλαγῆναι; «τοῦτον ἔδει ἐξετασθῆναι», φησίν, «τοῦτον ἔδει εὐθύνας ἀπαιτηθῆναι, τὸν σήμερον ὄντα καὶ αὔριον οὐκέτι;» 114 14, 4 τίς γὰρ ἔσται καθαρὸς ἀπὸ ῥύπου; οὐδείς, 14, 5a ἐὰν καὶ μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, 5b ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ' αὐτῷ. 5c εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. 14, 6a ἀπόστα ἀπ' ἐμοῦ, ἵνα ἡσυχάσω 6b καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός. ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα; «ὅτι οὐδὲ δυνατόν», φησίν, «εἶναι καθαρόν, οὐ μόνον διὰ τὸ εὐτελὲς οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ' ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι, ἀπόστα ἀπ' ἐμοῦ», φησίν, «ἵνα ἡσυχάσω καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός. τὸ ὀλιγοχρόνιον πάλιν καὶ ἐπίπονον καὶ ταλαίπωρον, καταπονούμενον καὶ ταλαιπωρούμενον, κέλευσον ἐν ἡσυχίᾳ εἶναι.» εἶτα δείκνυσιν, ὅτι πάντων ἀθλιώτερος ὁ ἄνθρωπος καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης· 14, 7a ἔστι γάρ, φησίν, δένδρων ἐλπίς· 7b ἐὰν δὲ καὶ ἐκκοπῇ, πάλιν ἀνθήσει 7c καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. 14, 8a ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, 8b ἐν δὲ πέτραις τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, 14, 9a ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει 9b καὶ ποιήσει θερισμὸν ὥσπερ νεόφυτον. 14, 10a ἀνὴρ δὲ τελευτήσας ᾤχετο 10b καὶ πεσὼν βροτὸς οὐκέτι ἔσται. εἶτά φησιν· 14, 11a χρόνῳ δὲ σπανίζεται θάλασσα, 11b ποταμοὶ δὲ ἐρημωθέντες ξηρανθήσονται; 14, 12a ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ καὶ οὐ μὴ ἐξεγερθῇ, 12b ἕως ἂν ὁ οὐρανὸς παλαιωθῇ, 12c καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. τοῦτο λέγει, ὅτι οὐδὲ θάλασσα τοῦτο πάσχει τῷ χρόνῳ, ἀλλὰ 115 ταῦτα μὲν ἀθάνατα, ὡς καί τινες τῶν ἔξωθεν εἰρήκασιν· «ἕως ἄν», φησίν, «ποταμοὶ ῥεύσωσι καὶ σκιαὶ τῶν δένδρων ὦσιν.» «οὐ θάλασσα, οὐ ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος ὑπομένει τοῦτο. εἴθε γὰρ τοῦτο ἦν ὥστε ἀποθανεῖν ἡμᾶς καὶ πάλιν ἀναζῆν· ἀλλ' οὐκ ἔστι τοῦτο.» 14, 13a εἰ γὰρ ὤφελον ἐν ᾅδῃ με, φησίν, φυλάξεις, 13b καλύψεις δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργή, 13c καὶ τάξεις μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ. 14, 14a ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται 14b συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ; 14c ὑπομενῶ, ἕως πάλιν γένωμαι. 14, 15a εἶτα καλέσεις με, ἐγὼ δέ σοι ὑπακούσομαι. 15b τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. «οὐ τοίνυν ἔστιν», φησίν, «ὑπομεῖναι· εἰ γὰρ τοῦτο ἦν, ὑπέμεινα ἄν, ἕως πάλιν ἀναστῶ. εἰ γὰρ ὤφελον», φησίν, «ἐν ᾅδῃ με καλύψεις, καὶ ὑπέμενον, ἕως ἂν τοιοῦτος γένωμαι, καὶ καλέσαντός σου ὑπήκουον. ἀλλ' οὐκ ἔστι ταῦτα. τί οὖν; εἰ καὶ μὴ ἔστιν ἓν τούτων, διὰ τὸ ἔργον εἶναι σὸν μὴ ἀπορρίψῃς με.» 14, 16a ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, 16b καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου. 14, 17a ἐσφράγισας δέ μου τὰ ἁμαρτήματα ἐν βαλαντίῳ 17b καὶ ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην. «ἀπὸ τούτου βούλομαι σωθῆναι», φησίν, «ἀπὸ τοῦ ἔργον εἶναι χειρῶν σου, ἀπὸ δὲ δικαιοσύνης οὐδαμῶς οὐδὲ ἀπὸ τοῦ δύνασθαί σε ἀπατᾶσθαι ἢ ἐπιλελῆσθαι τῶν πλημμελημάτων τῶν ἐμῶν. οὐ γὰρ δυνατὸν λαθεῖν σέ τι τῶν ἐμῶν κακῶν.» εἶτά φησιν· 14, 18a καὶ πλὴν ὄρος πῖπτον πεσεῖται, 18b καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. 14, 19a λίθους ἐλέαναν ὕδατα 19b καὶ κατέκλυσαν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς, 19c καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. 14, 20a ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο, 20b καὶ ἐπέστησας 116 αὐτῷ τὸ πρόσωπόν σου καὶ ἐξαπεστάλη. 14, 21a πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, 21b ἐάν τε ὀλίγοι γένωνται, οὐκ ἐπίσταται. 14, 22a ἀλλ' ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, 22b ἡ δὲ ψυχὴ αὐτοῦ ἐπ' αὐτῷ ἐπένθησεν. «κολάζεται», φησίν, «ἄνθρωπος, ὅτι καὶ πολλοὺς ἔχων υἱοὺς οὐκ οἶδεν. μετὰ γὰρ τὸ ἀποθανεῖν αὐτὸν πολλάκις καὶ τῆς εὐπραγίας, ἧς ζῶν ἀπήλαυσεν ἄν, ἀποστερεῖται. τί γὰρ ὄφελος παῖδας καταλιπεῖν, ὅταν αὐτὸς ἀπέλθῃ;» ὁρᾷς; πανταχοῦ τὸ ὀλιγοχρόνιον αἰτιᾶται καὶ τὸ μηκέτι ἔχειν ἀναστρέψαι μηδὲ ἐπανελθεῖν ἐνταῦθα. «θῶμεν», γάρ φησιν, «ὅτι καταλιμπάνει υἱούς, ἀλλ' οὐκ αἰσθάνεται τῶν ἀγαθῶν. ἄν τε ὀλίγοι γένωνται ἄν τε πολλοὶ οἱ παῖδες, οὐκ οἶδεν. τί τοίνυν ἀθλιώτερον; ὅταν εὖ πράττων ἀγνοῇ; ὅταν μόνος ἀπέρχηται εἰδὼς τὰ οἰκεῖα κακά; εἰ δέ τι μέλλοι χρηστὸν αὐτῷ συμβαίνειν μετὰ τὴν τελευτήν, τοῦτο δὴ οὔτε οἶδεν οὔτε εἴσεται, ἀλλ' ὅτι μόνον αἱ σάρκες αὐτοῦ ἤλγησαν καὶ ἡ ψυχὴ αὐτοῦ ἐπ' αὐτῷ ἐπένθησεν.» 15, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 15, 2a τίνα ἄρα σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος; 2b ἐμπλήσει δὲ πόνον γαστρὸς 15, 3a ἐλέγχων με ἐν ῥήμασι κενοῖς, 3b ἐν λόγοις οἷς οὐδὲν ὄφελος. τὸ πάντων δεινότατον τοῦτό ἐστιν, ὅτι ἐν προσχήματι λόγων εὐσεβῶν καὶ τάξει παραμυθίας ὥπλισεν αὐτοὺς ὁ διάβολος τιτρώσκειν αὐτόν. καὶ ὅρα, πῶς καταφορικῶς κέχρηνται τῷ λόγῳ εἰς ἄνοιαν αὐτὸν σκώπτοντες. ἐπειδὴ γὰρ εἶπεν, ὅτι καὶ ἐμοὶ καρδία ἐστι καὶ οὐ μεθ' ὑμῶν τελευτήσει σοφία καὶ ἐγὼ ἐπίσταμαι καί γε 117 νεώτερος ὑμῶν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν, ἀπὸ τούτων εὐθέως αὐτὸν βάλλει τῶν ῥημάτων καί φησιν· τίνα ἄρα σοφὸς λόγον δώσει συνέσεως πνεύματος; «ἰδού», φησίν, «ὁ σοφὸς καὶ λέγων πάντα εἰδέναι οἷα ἀποκρίνεται.» ἐνέπλησε δὲ πόνον γαστρός. τουτέστιν· «πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται καὶ πάθους γέμει. οὐδὲν ὑγιὲς ἔχει», φησίν, «ἡ δικαιολογία αὕτη· ἀδιάκριτα πάντα», φησίν, «καὶ τολμηρά, καὶ σὺ σαυτῷ περιπαρῆναι δυνήσῃ.» ὁρᾷς, πῶς ἐστι φιλότιμος καὶ πρὸς τί ἵσταται; ἐπειδὴ γὰρ εἶπεν· οὐ μεθ' ὑμῶν τελευτήσει σοφία, τοῦτο βούλεται ἀντιστρέψαι καὶ δεῖξαι, ὅτι οὐδὲν πλέον οἶδεν αὐτῶν. 15, 4a ὅτι καὶ σύ, φησίν, ἀπεποιήσω φόβον, 4b συνετελέσω ῥήματα τοιαῦτα ἐναντίον κυρίου, 15, 5a ὅτι ἔνοχος εἶ ῥήμασι στόματός σου 5b καὶ οὐ διέκρινας ῥήματα δυναστῶν. 15, 6a ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, 6b τὰ δὲ χείλη σου καταμαρτυρήσει σου. 15, 7a τί γάρ; φησίν, μὴ πρῶτος ἄνθρωπος ἐγεννήθης, 7b ἢ πρὸ θινῶν ἐπάγης; 15, 8a ἢ σύνταγμα κυρίου ἀκήκοας, 8b ἢ εἰς σὲ ἀφίκετο σοφία; 15, 9a τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; 9b ἢ τί συνίεις, ὃ οὐχὶ καὶ ἡμεῖς; 15, 10a καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν 10b βαρύτερος τοῦ πατρός σου ἡμέραις. 15, 11a ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, 11b μεγάλως ὑπερβαλλόντως λελάληκας. μονονουχὶ λέγων· «μὴ γὰρ δὴ πρὸ πάντων αὐτὸς εἶ, ἵνα ἀπὸ τοῦ χρόνου τοῦ μακροῦ μάθῃς. ἢ παρὰ τοῦ θεοῦ τι ἀκήκοας; οὐδὲν ἡμῶν πλεονάζεις κατὰ τὸ εἰδέναι, ἐπειδὴ εἶπες, ὅτι ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται· οὐκοῦν ἑάλως. οὐ γὰρ δὴ σὺ μακροῦ χρόνου εἶ οὐδὲ πρὸ τοῦ κόσμου γέγονας.» ἀλλ' ἐκεῖνος εἶπεν, ἐπειδὴ οὗτοι μέγα ἐφρόνουν. 118 ὀλίγα, φησίν, ὧν ἡμάρτηκας μεμαστίγωσαι. ἐπειδὴ ἐκεῖνος εἶπεν· 118 τίνες εἰσὶν αἱ ἀνομίαι μου, δίδαξόν με, οὗτος ἐξ ἄλλης ὑπερβολῆς φησιν· «οὐδὲ τὸ πολλοστὸν μέρος ἀπέτισας.» εἶτα πάλιν ἁπλῶς μάχεται. μὴ γὰρ εἶπεν, ὅτι «ἄμεμπτός εἰμι παρὰ τῷ θεῷ»; καὶ μὴν λέγει, ὅτι «τὰς ἀνομίας μου κατέγραψας», ὅτι «τὰς ἁμαρτίας μου ἐν μνήμῃ ἔλαβες». 15, 12a τί ἐτόλμησεν, φησίν, ἡ καρδία σου, 12b ἢ τί ὑπήνεγκαν οἱ ὀφθαλμοί σου, 15, 13a ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, 13b ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; 15, 14a τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος 14b ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; 15, 15a εἰ κατὰ ἁγίων οὐ πιστεύει, μέμψις. 15b οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ, ἄστρα δὲ οὐκ ἄμεμπτα. εἶτά φησιν· 15, 16a ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος 16b ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. ὁρᾷς, πῶς αὐτὸν ἔπληττεν, πῶς κατὰ φύσιν δείκνυσι τὴν κακίαν οὖσαν; 15, 17a ἀναγγελῶ οὖν σοι, σὺ δὲ ἄκουέ μου· 17b ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι, 15, 18a ἃ σοφοὶ ἀναγγελοῦσι 18b καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν. 15, 19a αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, 19b καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. 15, 20a πᾶς ὁ βίος ἀσεβῶν ἐν φροντίδι, 20b ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, 15, 21a ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. 21b ὅταν δοκῇ ἤδη εἰρηνεῦσαι, 21c τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ. 15, 22a μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· 22b ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, 22c καταπίπτει δὲ εἰς ἐξάλειψιν 15, 23a καὶ κατατέτακται εἰς σῖτα γυψίν. 23b οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. ἐπειδὴ εἶπεν· ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται, «ἃ εἶπον», φησίν, «οἱ πατέρες αὐτῶν καὶ οὐκ ἔκρυψαν παρ' ἑαυτοῖς.» 119 καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. τουτέστιν· οἱ σοφοὶ καὶ εἰρήνης ἀπολαύοντες ἐκγόνοις παραδιδόντες οὐδὲ πόλεμον ὑπέμειναν οὐδὲ μάχην εἶδον οὐδὲ ἀνάστατοι γεγόνασιν, ἀλλ' ἔστησαν γενναίως καὶ ἀνδρείως καὶ περιεγένοντο καὶ ἐκράτησαν ἰσχύος καὶ δυνάμεως μεγέθους πολλῆς ἀπολαύοντες εἰρήνης. πᾶς ὁ βίος ἀσεβῶν, φησίν, ἐν φροντίδι. καὶ ὅταν κατειρηνεύσωσιν, τὸ συνειδὸς αὐτῶν τοιοῦτον. ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάσταις. τοῖς ἀδίκοις, φησίν· οἱ γὰρ τύραννοι ὀλιγοχρόνιοι. ὅταν δοκῇ εἰρηνεύειν, τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ. ὥστε μαθεῖν, ὅτι ἄνωθεν ὁ πόλεμος, οὐδὲ ἔσται αὐτῷ μεταβολὴ τῶν δεινῶν. καὶ κατατέτακται εἰς σῖτα γυψίν, ἐντέταλται εἰς χεῖρας σιδήρου. ὅρα, καὶ ὁ θάνατος ἐλεεινός, οὐ κατὰ τὸν κοινὸν νόμον τῆς φύσεως, ἀλλὰ βίᾳ καὶ πολέμῳ καὶ μάχῃ, καὶ μετὰ θάνατον οὐδὲ ταφὴ οὐδὲ κηδεία, καὶ οὐ μόνον τὸ ἄταφον, ἀλλὰ καὶ σῖτα γυψίν, φησίν. οἶδε δὲ ἐν ἑαυτῷ, ὅτι μένει αὐτὸν πτῶμα. τοῦτο χαλεπώτερον τὸ συνειδός, ὅταν αὐτῷ τοιαῦτα μαντεύηται καὶ προλέγῃ. 15, 23c ἡμέρα σκοτεινὴ στροβήσει αὐτόν, 15, 24a ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. 24b ὥσπερ στρατηγός, φησίν, πρωτοστάτης πεπτωκώς, 15, 25a ὅτι ἦρκεν χεῖρας ἔναντι κυρίου, 25b ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, 15, 26a ἔδραμεν δὲ ἔναντι αὐτοῦ ὕβρει 26b ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ, 15, 27a ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ. καθάπερ ἐκεῖνος λαμπρός ἐστι καὶ περιφανής, εἰς δὲ ἐπικίνδυ120 νον τόπον στὰς εὐθέως ἀπολεῖται, ὥσπερ ἐκεῖνος ἑτέρων ἄρχων πρὸ τῶν ἄλλων πεσεῖται, οὕτω καὶ οὗτος. ὅρα παράδειγμα οἷον ἔδωκεν· «τί αὐτὸν ὠφελεῖ», φησίν, «ἡ στρατηγία καὶ ἡ ἀρχή, ὅτι ἦρκε χεῖρας ἔναντι κυρίου;» εἶτα λέγει ἀράς τινας τὰς πάντως ἀποβησομένας τοῖς ἀσεβέσιν. εἰπὼν γάρ· 15, 27b καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ, αἶνος δὲ αὐτοῦ ὕβρις. 15, 28a αὐλισθείη δὲ πόλεις ἐρήμους 28b καὶ εἰσέλθοι εἰς οἴκους ἀοικήτους. 28c ἃ δὴ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται. 15, 29a οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ τὰ ὑπάρχοντα αὐτοῦ, 29b οὐδὲ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν, 15, 30a οὐδὲ μὴ ἐκφύγῃ σκότος. 30b τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος 30c καὶ ἐκπέσοι αὐτοῦ τὸ ἄνθος. 15, 31a μὴ πιστευέτω, ὅτι ὑπομενεῖ· 31b κενὰ γὰρ αὐτῷ ἀποβήσεται. τότε ἐπήγαγεν· 15, 32a ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, 32b καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· 15, 33a τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, 33b καὶ ἐκπέσοι ὥσπερ ἄνθος ἐλαίας. 15, 34a μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, 34b πῦρ δὲ κατακαύσει οἴκους δωροδεκτῶν, 15, 35a καὶ ἐν γαστρὶ λήψονται ὀδύνας. 35b ἀποβήσεται δὲ αὐτῷ κενά, 35c ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει πόνον. πανταχοῦ τὸ ἄωρον καὶ ἀτέλεστον παρίστησιν. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, τουτέστιν· ἔλεγχος, κατηγορία, μαρτύριον τοῖς ἄλλοις ἀνθρώποις, ὅτι οὕτω δεῖ παθεῖν πάντας. καὶ πάλιν μαρτύριον ἀσεβοῦς θάνατος, τουτέστιν· δῆλος, καταφανής, οὐδενὶ ἄγνωστος. 121 16, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 16, 2a ἀκήκοα τοιαῦτα πολλά, 2b παρακλήτορες κακῶν πάντες. ἐπειδὴ ὥσπερ τι ἐξαίρετον τοῦτό φησιν καὶ ὥσπερ διήγημα παλαιὸν διηγεῖται καὶ ἄνωθεν κατάγει τὴν ἱστορίαν, «μὴ γὰρ ἄδηλα ταῦτα», φησίν. «πλὴν ἐπειδὴ ἁπλῶς φθέγγεσθε καὶ τὰ ἐπερχόμενα λαλεῖτε καὶ οὐ μετρεῖτε τὰ παρ' ὑμῶν ῥήματα, οὐδὲ ἐμοὶ νεμεσήσετε τὰ κατὰ ψυχὴν λέγοντι. 16, 3a τί γάρ; μὴ τάξις ἐστίν, φησίν, ἐν ῥήμασι πνεύματος; 3b ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; 16, 4a καὶ ἐγὼ δὲ καθ' ὑμᾶς λαλήσω, 4b εἴ γε ὑπέκειτο ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς ψυχῆς. 4c εἶτα ἐναλοῦμαι ὑμῖν λόγοις, 4d κινήσω δὲ καθ' ὑμῶν κεφαλήν. 16, 5a εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου 5b καὶ κίνησιν χειλέων οὐ φείσομαι. «ἐβουλόμην», φησίν, «ἐν τοῖς ἐμοῖς εἶναι τὰ ὑμέτερα καὶ ὑμᾶς ἀντ' ἐμοῦ εἶναι· καὶ εἶχον ἂν καὶ κινεῖν κεφαλὴν καὶ ταῦτα ποιεῖν ἅπερ ὑμεῖς. τότε ἔγνωτε μὴ φιλοσοφεῖν ἐν ἀλλοτρίοις κακοῖς. πλὴν καὶ νῦν ἐρῶ· καὶ γὰρ φέρει μοι τὸ πρᾶγμα παραμυθίαν. ἂν γὰρ εἴπω, παραμυθοῦμαι», φησίν, «ἂν δὲ σιωπήσω, οὐδὲν ταύτῃ τὰ δεινὰ ἔσται μοι φαυλότερα καὶ ἐλάττω.» 16, 6a ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· 6b ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ἢ τοῦτό φησιν, ὅτι «εἰ ἤμην ἐν τοῖς ὑμετέροις καὶ τῶν δεινῶν ἐκτός, τότε ἂν ἔγνωτε. οὐ γὰρ ἤλγουν λαλῶν.» εἶτα πάλιν τὴν συμφορὰν ἀναγγέλλει· 16, 7 νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα· 16, 8a καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· 122 8b καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, 8c κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. 16, 9a ὀργῇ χρησάμενος κατέβαλέ με, 9b ἔβρυξε δὲ ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτοῦ, 9c βέλη πειρατηρίων αὐτοῦ ἐπ' ἐμοὶ ἔπεσεν. 16, 10a ἔπαισεν ἀκίσιν ὀφθαλμούς μου καὶ ἐνήλατό μοι ἐν τόξῳ. 10b ἕλκει ὀξεῖ ἔπαισέ με ἐπὶ τὰ γόνατα, 10c ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμέ. 16, 11a παρέδωκε γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, 11b ἐπὶ δὲ ἀσεβεῖς ἔρριψέ με. 16, 12a εἰρηνεύοντα διεσκέδασέ με, 12b λαβὼν δὲ τῆς κόμης διέτιλέ με, 12c κατέστησέ με ὥσπερ σκοπόν. 16, 13a ἐκύκλωσάν με λόγχαις 13b βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, 13c ἐξέχεαν εἰς γῆν τὴν ζωήν μου. 16, 14a κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, 14b ἔδραμον ἐπ' ἐμὲ δυνατοί. «οὐκ ἀρκεῖ», φησίν, «ὅτι κολάζομαι, ἀλλὰ καὶ δοκῶ ἀνόητος εἶναι», ἢ ὅτι· «ἐξέστην τῶν κατὰ φύσιν φρενῶν.» εἶτα ἀνθρωπίνως αὐτὸν εἰσάγει πολεμοῦντα αὐτῷ μετὰ θυμοῦ· 16, 15a σάκκον, φησίν, ἔρραψαν ἐπὶ βύρσῃ μου, 15b τὸ δὲ σθένος μου εἰς γῆν ἔσβεσαν. τουτέστιν· «ἐμελάνωσέ με», ἢ ἀπὸ κακῶν ἢ ὅτι σάκκος περιεγένετο. 16, 16a ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, 16b ἐπὶ δὲ βλεφάρων μου σκιὰ θανάτου. 16, 17a ἄδικον γὰρ οὐδὲν ἦν ἐν χερσί μου, 17b εὐχὴ δέ μου καθαρά. 16, 18a γῆ, μὴ καλύψῃς ἐφ' αἵματι τῆς σαρκός μου. τοῦτο γὰρ ἔθος τοῖς ἐν δεινοῖς οὖσι τὰ κακὰ αὐτῶν μὴ καλύπτεσθαι. «τοσοῦτον ἀπέχω», φησίν, «τοῦ συνειδέναι ἑαυτῷ, ὥστε βούλομαι πάντας ὁρᾶν, ἃ πάσχω.» 16, 18b μηδὲ εἴη τόπος τῆς κραυγῆς μου. «μηδὲ τὴν κραυγήν μου καλύψῃς.» 123 16, 19a καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, 19b ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. 16, 20a ἀφίκοιτο ἡ δέησίς μου πρὸς κύριον, 20b ἐναντίον δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλμός. μονονουχὶ λέγων· «ἀκούσαι ταῦτα ὁ θεός», φησίν, «ἴδοι ταῦτα ὁ θεός.» 16, 21a εἴη δὲ ὁ ἔλεγχός μου ἔναντι κυρίου, 21b καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ. τουτέστιν· «δικάζομαι πρὸς αὐτόν.» πάλιν τὰ αὐτά· 16, 22a ἔτη δὲ ἀριθμητὰ ἥκασί μοι, 22b ὁδῷ δέ, ᾗ οὐκ ἀναστραφήσομαι, πορεύσομαι. 17, 1a ὀλέκομαι πνεύματι φερόμενος. 1b δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω· 17, 2 λίσσομαι κάμνων, καὶ τί ποιήσω; 17, 3a ἔκλεψαν δέ μου ἀλλότριοι τὰ ὑπάρχοντα. 3b τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω, 17, 4a ὅτι καρδίαν αὐτῶν ἔκρυψαν ἀπὸ φρονήσεως. 4b διὰ τοῦτο οὐ μὴ ὑψώσῃ αὐτούς, 17, 5a τῇ μερίδι ἀναγγελεῖ κακίας. 5b ὀφθαλμοὶ δέ μοι ἐπὶ υἱοὺς ἐτάκησαν. 17, 6a ἔθου με θρύλημα ἐν ἔθνεσιν, 6b καὶ ἀπέβην αὐτοῖς γέλως. 17, 7a πεπήρωνται ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, 7b καὶ πεπολιόρκημαι ὑπὸ πάντων μεγάλως. 17, 8a θαῦμα ἔσχεν ἀληθινοὺς ἐπ' ἐμοί· 8b δικαίῳ γὰρ παράνομος ἐπανέστη. «οὐδὲ γὰρ τὸ κοινὸν τοῦτο τῶν δυσπραγούντων ἔχω εἰπεῖν, ὅτι ἐλεοῦμαι, ἀλλὰ τοὐναντίον γελῶμαι παρὰ τῶν ἀνοήτων, ἐκπλήττονται οἱ δίκαιοι ἐπ' ἐμοί.» 17, 9a σχοίη δέ, φησίν, πιστὸς τὴν ἑαυτοῦ ὁδὸν 9b καὶ ὁ καθαρὸς χερσὶν ἀναλάβοι θάρσος. «πῶς», φησίν, «δύναται λοιπὸν πιστὸς ἔχεσθαι τῆς ἑαυτοῦ ὁδοῦ; πῶς δὲ καθαρὸς ἕξει θάρσος τούτων οὕτως ἐκβεβηκότων παρ' ἐλπίδα; ἔστω τὰ ἐμὰ ἐν οὐδενί· πῶς ἄλλοι στήσονται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς; πλὴν ἀλλὰ πάλιν ὑμᾶς καλῶ εἰς κριτήριον.» 124 17, 10a οὐ μὴν δὲ ἀλλὰ πάντως ἐρείδετε καὶ δεῦτε δή· 10b οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. 17, 11a αἱ ἡμέραι μου παρῆλθον ἐν βρώμῳ, 11b ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. 17, 12a νύκτα εἰς ἡμέραν ἔθηκα, 12b φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. 17, 13a ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, 13b ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. 17, 14a θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι, 14b μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. 17, 15a ποῦ οὖν ἐστί μου ἡ ἐλπίς; 15b ἢ τὰ ἀγαθά μου ὄψομαι ἔτι; 17, 16a ἢ μεθ' ὑμῶν εἰς ᾅδην καταβήσεται; 16b ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβήσομαι; «λέγετέ μοι», φησίν, «" ὑπόμεινον". ποῦ; εἰς τὸν ᾅδην; ἐκεῖνος γάρ με διαδέχεται λοιπόν. θάνατον γάρ», φησίν, «προσεκαλεσάμην πατέρα μου εἶναι», τουτέστιν· «ποθεινός μοι ὁ θάνατος, πάντως ἐκεῖ με δεῖ ἀπελθεῖν.» 18, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔΟ ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 18, 2a μέχρι τίνος οὐ παύσῃ; 2b ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. 18, 3 διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου, 18, 4a κέχρησαι δὲ ὀργῇ; ὅρα αὐτοὺς κρινομένους αὐτῷ, ὅρα βουλομένους ἐπιστομίζειν αὐτόν. τοῦτο οὐχὶ παραμυθουμένων ἐστίν, ἀλλὰ τοὐναντίον παροξυνόντων καὶ σκωπτόντων αὐτόν. ἐπίσχες, φησίν, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. «διὰ τί γὰρ παρεγενόμεθα; οὐχ ἵνα καὶ αὐτοὶ λαλήσωμεν;» διὰ τί δέ, φησίν, ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; ὁρᾷς τὴν φιλοτιμίαν; αἰσχύνην ἡγοῦνται καὶ ἀλογίαν ἐσχάτην τὸ σιγᾶν. οὐκ ἔστι τοῦτο παραμυθουμένων. «πλειόνων πλέον ἀποίσῃ», φησίν, «αὐτὸς νικήσας ἡμᾶς καὶ περιγεγονώς.» ὅρα πάντας αὐτῷ μακρηγορίαν ἐγκαλοῦντας, ὅρα μεμφομένους καὶ αἰτιωμένους. 125 18, 4b τί γάρ; φησίν, ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἔσται ἡ ὑπ' οὐρανὸν 4c ἢ κατασκαφήσεται ἡ γῆ ἐκ θεμελίων; ἐπειδὴ συνεχῶς τοῦτο ἐθρήνει, ὅτι «ἀποθανεῖν βούλομαι», ποία τοῦτο παραμυθία; πῶς δὲ ἄν τις αὐτὸν κατέβαλεν ἑτέρως; μὴ γὰρ δὴ τοῦτο ἔλεγεν, ὅτι ἀοίκητος ἔσται ἡ ὑπ' οὐρανόν, ἢ ὡς μέγα τι τῷ κοινῷ τούτῳ βίῳ συντελῶν οὕτως ἐμνημόνευσε τῆς τελευτῆς; καὶ μὴν τοὐναντίον φησίν, ὅτι οὐδέν ἐστιν ἄνθρωπος οὐδὲ ἄξιος λόγου τινός. τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; εἶτα καὶ αὐτὸς ἁπλῶς καὶ εἰκῇ κατηγορεῖ τῶν ἀσεβησάντων ἢ πρὸς τὴν παροῦσαν ὑπόθεσιν. οὐδὲ γὰρ ἔχουσιν ἐλέγξαι τι πεπραγμένον αὐτῷ πονηρόν. ὅρα δέ μοι τὴν πονηρίαν· λέγοντες γάρ, ὅτι μεγάλα κακὰ τοῖς ἀσεβέσι συμβαίνει, ταῦτα λέγουσι τὰ κακά, ἅπερ ὁ Ἰὼβ ὑπέμεινεν, καὶ τὸν λόγον πλέκουσι διὰ τῶν τούτου συμφορῶν ὥσπερ ἐνδείξασθαι βουλόμενοι, ὅτι αὐτὸν αἰνίττονται. ὅρα γὰρ καὶ βλέπε καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τούτου. 18, 5a καὶ φῶς ἀσεβῶν, φησίν, σβεσθήσεται. ἐπειδὴ ἐν εὐπραγίᾳ ἦν τὸ παλαιόν. 18, 5b καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ, φησίν. 18, 6a τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ αὐτοῦ, 6b ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται. 18, 7a θηρεύσειαν αὐτοῦ τὰ ὑπάρχοντα ἐλάχιστοι. καὶ τοῦτο αὐτῷ συνέβη. 18, 7b καὶ σφαλείη αὐτοῦ ἡ βουλή, 18, 8a ἐμβληθείη δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι. τουτέστιν· κατέχεται καὶ διαφυγεῖν οὐ δύναται. 18, 8b καὶ ἐν δικτύῳ εἱλιχθείη. 18, 9a ἔλθοιεν δὲ ἐπ' αὐτῷ παγίδες κυκλόθεν, 9b καὶ κατισχύσουσιν ἐπ' αὐτὸν διψῶντες. 18, 10a κέκρυπται δὲ ἐν τῇ γῇ σχοινίον αὐτοῦ 10b καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων κυκλόθεν, 18, 11a καὶ ὀλέσειαν αὐτὸν ὀδῦναι. 11b πολλῶν δὲ περὶ πόδας ἔλθοι ἐν λιμῷ στενῷ, 18, 12 καὶ πτῶμα αὐτῷ ἡτοίμασται ἐξαίσι126 ον. 18, 13a βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν, 13b κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος. τοῦτο τούτῳ συνέβη. 18, 14a ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις. καὶ τοῦτο τούτῳ συμβέβηκεν. 18, 14b σχοίη δὲ αὐτὸν ἀνάγκη καὶ αἰτία βασιλική. βασιλική, τουτέστιν ἡ τοῦ θεοῦ, ἐμοὶ δοκεῖ. εἰ δὲ ἀνθρωπίνην λέγει, ἀναμίγνυσι καὶ τὰ μὴ συμβάντα αὐτῷ, ἵνα μὴ δόξῃ δι' αὐτὸν λέγειν. 18, 15a κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ καὶ ἐν τῷ σώματι αὐτοῦ, 15b κατασπαρήσεται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. 18, 16a ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 16b καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ· 18, 17a τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς. «ἀπὸ τῶν παίδων», φησίν, «οὐκ ἔσται ἐπίγνωστος», ὅπερ τούτῳ συνέβη. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου, φησίν, ἤγγισαν καὶ ἔστησαν. 18, 17b καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρῳ 18, 18 καὶ ἀπώσειαν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. 18, 19a οὐκ ἔσται ἐπίγνωστος τῷ λαῷ αὐτοῦ 19b οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, 19c ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. 18, 20a ἐπ' αὐτῷ δὲ ἐστέναξαν ἔσχατοι, 20b πρώτους δὲ ἔσχε θαῦμα. τουτέστιν· καὶ οἱ τυχόντες καὶ οἱ ἀπερριμμένοι. 18, 21a οὗτοί εἰσιν οἶκοι ἀδίκων, 21b οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον. 127 19, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 19, 2a ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου 2b καὶ καθαιρεῖτέ με λόγοις; ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ καὶ συμμαχοῦντας καὶ καθαιροῦντας αὐτοῦ τὴν ἰσχύν. οὐκ ἤρκεσε τὰ παρελθόντα; ὅρα πάντας τοὺς τρεῖς ὡς ἐξ ἑνὸς στόματος τὰ αὐτὰ φθεγγομένους. 19, 3a γνῶτε μόνον, φησίν, ὅτι ὁ κύριος ἐποίησέ μοι οὕτως. «τοῦτο γοῦν ὑμᾶς», φησίν, «ἐντρεπέτω, τὸ ἀξίωμα τοῦ κολάζοντος.» τοῖς γὰρ τοιούτοις ἐπεμβαίνειν οὐ χρὴ τοῖς ὑπὸ θεοῦ τιμωρουμένοις, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι, μάλιστα μὲν οὖν μηδενὶ ἐπιχαίρειν ἀπολλυμένῳ· οὐκ ἀθῳωθήσεται γάρ. τίς οὐκ ἂν ᾐδέσθη τὴν συμφοράν, εἰ μὴ τὸ ἀξίωμα. 19, 3b καὶ καταλαλεῖτέ μου, φησίν, οὐκ αἰσχυνόμενοί με καὶ ἐπίκεισθέ μοι. 19, 4a ναὶ δὴ ἐπ' ἀληθείας ἐπλανήθην, 4b καὶ ἐν ἐμοὶ αὐλίζεται πλάνος 4c λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει. 4d τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. τοῦτο κατὰ συνδρομὴν εἶπεν· καὶ πανταχοῦ αὐτὸ ποιεῖ πολλὰ διδοὺς κατὰ συνδρομήν. οὐκ ἀφίησιν ἐν τῷ αὐτῷ κεῖσθαι τὸν λόγον, ἀλλὰ καὶ ἐπαγωνίζεται πάλιν. «θῶμεν», γάρ φησιν, «ὅτι πολλὴν ἄνοιαν καὶ φλυαρίαν καταγινώσκετε τῶν ἐμῶν ῥημάτων καὶ ἀκαιρίαν· ἀλλ' ὑμᾶς οὐκ ἐχρῆν ἐπεμβαίνειν, εἰ καὶ τοῦτο οὕτως εἶχεν, ἀλλ' αἰδεῖσθαι τὴν συμφοράν, ἀλλὰ φοβεῖσθαι τὸν πλήξαντα, ἀλλὰ συγγνώμην ἀπονεῖμαι τῷ μεγέθει τῶν δεινῶν.» 128 19, 5a ἔα δέ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, φησίν, 5b ἐνάλλεσθε δέ μοι ὀνείδει. 19, 6a γνῶτε, ὅτι κύριός ἐστιν ὁ ταράξας με. καὶ τί τοῦτο; ὅτι αἰδεῖσθαι χρὴ καὶ φοβεῖσθαι. ἐμοὶ δοκεῖ αἰνίττεσθαι ἐνταῦθα, ὅτι οὐδὲ δι' ἁμαρτήματα τοσοῦτον ἔπασχεν. μὴ γάρ, εἴ τινα ὁ θεὸς πλήττει, οὗτος δι' ἁμαρτήματα πάντως πάσχει, ὥσπερ οὐδὲ οὗτος, ἀλλ' ὑπὲρ δοκιμῆς καὶ πλειόνων στεφάνων. 19, 6b ὀχύρωμα δὲ αὐτοῦ, φησίν, ἐπ' ἐμὲ ὕψωσεν. 19, 7a ἰδοὺ λαλῶ ἐν εἴδει καὶ οὐ λαλήσω. τουτέστιν· φανερῶς ἐν εἴδει ἢ ὡς πρός τινα διαλεγόμενος. 19, 7b κακράξομαι, καὶ οὐδαμοῦ κρίμα. τοῦτο τὸ μέγα τῆς συμφορᾶς κεφάλαιον· «οὐδεὶς ἀκούει», φησίν, «οὐδεὶς δικάζει, οὐδεὶς ἀντιλέγει,»– τοῦτον ἐλεῆσαι οὐ χρή;– «οὐδένα βλέπω, πανταχοῦ περικεκύκλωμαι, κράζω, καὶ οὐδεὶς ἀκούει.» 19, 8a κύκλῳ, φησίν, περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, 8b ἐπὶ δὲ ἀτραπούς μου σκότος ἔθετο. ἤτοι τὰς τῆς διανοίας ἤτοι τὰς τῆς ὁδοῦ, τουτέστιν· «ἐσκότωσέ με· οὐκ ἔχω, ποῦ ἀπελθεῖν, οὐδὲ βλέπω, οὐδὲ δύναμαι.» 19, 9a τὴν δόξαν ἀπ' ἐμοῦ ἐξέδυσε 9b καὶ ἀφεῖλε τὸν στέφανον ἀπὸ κεφαλῆς μου, 19, 10a διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην. «ἀλλ' ἔδησέ με πάντοθεν», φησίν, «οὐκ αὐτὸν ὁρῶ, οὐκ ἄλλον τινά.» 19, 10b ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. 19, 11a δεινῶς μοι ὀργῇ ἐχρήσατο, 11b ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. 19, 12a ὁμοθυμαδὸν δὲ τὰ πειρατήρια αὐτοῦ 129 ἦλθον ἐπ' ἐμέ, ταῖς ὁδοῖς μου 12b ἐκύκλωσάν με ἐγκάθετοι. οἱ ἐπιβουλεύσαντες καὶ λαβόντες τὰ θρέμματα. πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. οἱ περιλειφθέντες αὐτῷ τῶν οἰκείων χαλεπωτέραν εἰργάζοντο τὴν συμφορὰν τῶν ἀπελθόντων. ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἐποίουν λοιπόν, οὗτοι δὲ καὶ ὠνείδιζον καὶ παρήκουον καὶ κατ' αὐτοῦ ἐλάλουν. 19, 13a ἀπ' ἐμοῦ δέ, φησίν, ἀπέστησαν ἀδελφοί, 13b ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ. 13c οἱ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν, 19, 14a καὶ οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου. 14b οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. 19, 15a γείτονες, οἰκεῖοι, θεράποντες, θεράπαιναι εἰς ἀλλότριον ἐλογίσαντό με, 15b ἀλλογενὴς ἐγενόμην ἐναντίον αὐτῶν. 19, 16a θεράποντας δέ μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσάν μου· 16b στόμα δέ μου ἐδεῖτο αὐτῶν. 19, 17a καὶ ἱκέτευον τὴν γυναῖκά μου, 17b καὶ προσεκαλούμην κολακεύων υἱοὺς παλλακίδων μου, 19, 18a οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπείποντο. 18b ὅταν ἀναστῶ, κατ' ἐμοῦ λαλοῦσιν· 19, 19a ἐβδελύξαντο δέ με οἱ ἰδόντες με, 19b καὶ οὓς ἠγάπων, ἐπανέστησάν μοι. 19, 20a ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, 20b τὰ δὲ ὀστᾶ μου ἐν ὀδύναις ἔχεται. 19, 21a ἐγγίσατέ μοι, ἐλεήσατε, ὦ φίλοι, ἐλεήσατέ με· 21b χεὶρ γὰρ κυρίου ἐστὶν ἡ ἁψαμένη μου. 19, 22a διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, 22b ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; 19, 23a τίς δὲ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου; ἤτοι τὰ τῆς συμφορᾶς ἤτοι τὰ τοῦ βίου, τὰ ἐν ταῖς ἀρεταῖς, ἃ ἐμαρτύρει αὐτῷ, ὅτι οὐκ ἦν πονηρός. γίνεται δὲ τοῦτο ἐκ τοῦ σφόδρα συνειδέναι ἑαυτῷ. «οὕτω γὰρ θαρρῶ», φησίν, «οὐδένα ἠδικηκώς, ὥστε ἐβουλόμην καὶ μετὰ ταῦτα γραφῆναι τὰ τῆς συμφορᾶς, ἐπειδὴ φέρει τινὰ καὶ τοῦτο παραμυθίαν.» 130 19, 23b τεθῆναι δὲ αὐτὰ ἐν βίβλῳ εἰς τὸν αἰῶνα, 19, 24a ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ 24b ἢ ἐν πέτραις ἐγγλυφῆναι; ἰδού, ἐγράφη οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον οὗ ᾔτησεν. ἐκεῖνα μὲν γάρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσεν, ταῦτα δὲ μειζόνως ἐγράφη. 19, 25 οἶδα γάρ, φησίν, ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ τῆς γῆς. τουτέστιν· «ὁ μέλλων με παραπέμπειν τῇ γῇ θεός.» καὶ τί τοῦτο; εἰ ἀθάνατός ἐστιν ὁ θεός, διὰ τί βούλει τὰ ῥήματά σου γραφῆναι καὶ μένειν διὰ παντὸς εἰς μνήμην ἀθάνατον; ὅρα, οἷον πάθος τοῖς ἐν δυσπραγίαις ἐστίν· οὐ τοὺς παρόντας μόνον καὶ ὁρῶντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους βούλονται μάρτυρας εἶναι τῶν οἰκείων συμφορῶν, ὥστε πάντοθεν οἷον θηρᾶσθαί τινα συμπάθειαν. ὃ δή μοι δοκεῖ καὶ ὁ πλούσιος τότε πεπονθέναι τοὺς ὑπὲρ γῆς βουλόμενος τὰ οἰκεῖα διδάξαι κακὰ καὶ ἐν τίσιν ἐστὶν ὁ τρυφῶν πρὸ τούτου. 19, 26a ἀναστήσει δέ μου τὸ σῶμα τὸ ἀναντλοῦν ταῦτα· 26b παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη. ἆρα ᾔδει περὶ ἀναστάσεως; ἐμοὶ δοκεῖ καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγοι ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. ὥστε «βούλομαι», φησίν, «καὶ μετὰ τὴν ἀπαλλαγὴν τὰ δεινὰ ἀθάνατα εἶναι.» μεγίστη αὕτη παίδευσις καὶ φιλοσοφία τοῦ θεοῦ τὰς τιμωρίας ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν καὶ τὰς παρελθούσας. τοῦτο γοῦν καὶ αὐτὸς ἐμηχανήσατο ἐπὶ τῶν λεπίδων τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ 131 τῶν Σοδομιτῶν, τοῦτο καὶ ἐπὶ τοῦ ὄφεως τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ τῶν τόπων τῶν λαμβανόντων προσηγορίαν ἀπὸ τῶν τιμωριῶν, ὡς τὸ Ἐμεκαχώρ.... φησὶ καὶ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. παρὰ γὰρ κυρίου ταῦτά μοι, φησίν, συνετελέσθη, καλῶς ὡς αἰτίαν εὔλογον λέγων τῆς μεταβολῆς· αὐτός, φησίν, ἔπληξεν, αὐτὸς ἰάσεται. 19, 27a ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, 27b ἃ οἱ ὀφθαλμοί μου ἑωράκασι καὶ οὐκ ἄλλος. 27c πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. «οὐ γάρ ἐστιν», φησίν, «ἀνθρωπίνη ἡ ἐπήρεια. καὶ γὰρ τὰ συμβάντα περὶ τὰ θρέμματα ἐκ τῶν περὶ τὸ σῶμά μοι συμβάντων οἶδα θεοῦ πληγῆς ὄντα.» διὰ τοῦτό φησιν· ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι· «ἱκανὸν ἔχω διδάσκαλον τοῦ θεήλατον εἶναι τὴν πληγὴν τὰ συμβάντα μοι ταῦτα.» οἷον ὡς ὅταν λέγῃ· βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου, οὐκ ἔστι ταῦτα νόσου φυσικῆς· πάλαι ἂν ἀπηγόρευσε τὸ σῶμα. ἵνα μὴ νομίσωσιν, ὅτι ἀπὸ συνειδότος ταῦτα λέγει πονηροῦ, 19, 27d ἐφύλαξα, φησίν, ἐντολήν σου. «εἰ δὲ οὐ πείθεσθε», φησίν, «ἀλλ' ἀντερεῖτε, φοβήθητε τὸ τοῦ μέλλοντος ἄδηλον· πάντως γὰρ τὸν ἐν πονηρίᾳ ἀπολέσθαι δεῖ. εἰ γὰρ ἐγὼ ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς ταὐτὰ φοβεῖσθαι ὀφείλετε καὶ δεδοικέναι. 19, 28a εἰ δὲ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ; 28b καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ; 19, 29a εὐλαβήθητε δὲ 132 καὶ ὑμεῖς ἀπὸ κρίματος. 29b θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται, 29c καὶ τότε γνώσονται, ὅτι οὐδαμοῦ αὐτῶν ἡ ἰσχὺς ἔσται. 20, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 20, 2a οὐχ οὕτως ὑπελάμβανόν σε εἶναι καὶ ἀντερεῖν σε ταῦτα. ὅρα πάλιν ἐπίπληξιν. 20, 2b καὶ οὐχὶ συνιέναι μᾶλλον ἢ ἐμέ. τουτέστιν· «οὐκ ᾤμην ἀγνοεῖν σε ἅπερ ἔστι καὶ ἐπίσταμαι ἐγώ, ἅπερ οὕτω δῆλά ἐστι καὶ φυλάττει νόμον οἰκεῖον ὡς μὴ παραχαράττοντα.» 20, 3a παιδείαν ἐντροπῆς σου ἀκούσομαι, 3b καὶ πνεῦμα ἐκ τῆς συνέσεώς σου ἀποκρίνεταί μοι. 20, 4a μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, 4b ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; «μὴ γάρ τι καινὸν γέγονεν», φησίν, «ἀφ' οὗ ὁ κόσμος ἐγένετο; καὶ γίνεται οὐδὲν παράδοξον, οὐδεμία καινοτομία οὐδὲ ἐναλλαγή.» 20, 5a εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, 5b καὶ ἡ χαρμονὴ δὲ παρανόμων ἀπώλεια. εἰ δὲ ἡ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν; 20, 6a ἐὰν ἀναβῇ εἰς οὐρανόν, φησίν, τὰ δῶρα αὐτοῦ, 6b ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται, 20, 7a ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, 7b τότε εἰς τέλος ἀπολεῖται, 7c οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν· ποῦ ἐστιν; εἶτα δεικνύς, ὅτι ἄνωθεν ἡ πληγή, φησίν· 20, 8a ὥσπερ γὰρ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, 8b ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. 20, 9a ὀφθαλμὸς γὰρ παρέβλεψε καὶ οὐ προσθήσει· 9b καὶ οὐ προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ οὐκέτι. 20, 10a τοὺς υἱοὺς αὐτοῦ ὀλέ133 σαισαν ἥττονες, 10b αἱ δὲ χεῖρες αὐτῶν ψηλαφήσειαν ὀδύνας. ὅπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. τουτέστιν· ἀθρόως αὐτῶν ἡ ἀπώλεια γίνεται, ἵνα μὴ νομίσῃς παρὰ φυσικὴν ἀκολουθίαν τὴν συμφορὰν εἶναι, ἀλλὰ κατὰ θείαν τινὰ δύναμιν καὶ παράδοξον. καὶ μή μοι λέγε ἀνομίας μόνον, ἀλλὰ κἂν θυσίας προσενέγκωσιν, οὐδὲν ὄφελος. τοὺς υἱοὺς αὐτῶν, φησίν, ὀλέσαισαν ἥττονες. καὶ ἀπὸ τούτου δῆλον, ὅτι θεήλατός ἐστιν ἡ πληγή, ὅτι οἱ χείρους κρατοῦσι τῶν μειζόνων καὶ περιγίνονται τῶν ἐχόντων ἰσχὺν οἱ ἀπερριμμένοι. 20, 11a ὀστᾶ αὐτοῦ, φησίν, ἐνεπλήσθη ἐκ νεότητος αὐτοῦ 11b καὶ μετ' αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. 20, 12a ἐγλυκάνθη ἐν στόματι αὐτοῦ κακία, 12b κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. 20, 13a οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν 13b καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ. 20, 14a καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ. 14b χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ καὶ πόνος, 20, 15a πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται ἐκ κοιλίας αὐτοῦ. «κἂν οὕτως αὐτόν», φησίν, «ἐν ἀσφαλείᾳ ἔχῃ ὥσπερ ἐν κοιλίᾳ, ταχέως αὐτὸν ἀποβαλεῖ μετ' ὀδύνης.» τοῦτο γάρ ἐστιν· ἐξεμεθήσεται. τοῦτο συμβαίνει τοῖς πλουσίοις. εἶτα «καταρᾶται», φησίν, «ἀπὸ τῆς τοῦ πλούτου καυχήσεως.» 20, 15b ἐξ οἰκίας δὲ αὐτοῦ, φησίν, ἐξελκύσει αὐτὸν ἄγελος θανάτου. 20, 16a θυμὸν δὲ δρακόντων θηλάσει, 16b καὶ ἀνέλοι αὐτὸν γλῶσσα ὄφεως. 20, 17a μὴ ἴδοι ἄμελξιν νομάδων 17b μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. 20, 18a εἰς 134 κενὰ καὶ μάταια ἐκοπίασεν. σχοίη δὲ πλοῦτον, ἐξ οὗ οὐ γεύσεται 18b ὥσπερ στρίφνον ἀμάσητον ἀκατάποτον. 20, 19a πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, 19b δίαιταν δὲ αὐτῶν ἥρπασεν, καὶ οὐκ ἔστησεν. 20, 20a διὰ τοῦτο οὐκ ἔσται αὐτῷ σωτηρία ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ 20, 21b οὐδὲ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. 20, 20b ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται, 20, 21a οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ. 20, 22a ὅταν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, 22b πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται 20, 23a καὶ πληρώσει γαστέρα αὐτοῦ. 23b ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργῆς, 23c ῥίψαι δὲ ἐπ' αὐτὸν ὀδύνας· 20, 24a καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, 24b τρώσαι δὲ αὐτὸν τόξον χαλκοῦν 20, 25a καὶ διεξέλθοι διὰ σώματος αὐτοῦ βέλος. 25b ἄστρα δὲ ἐν διαίταις αὐτοῦ μὴ περιπατήσαισαν· 25c ἐπ' αὐτῷ φόβοι, 20, 26a καὶ πᾶν σκότος αὐτοῦ ὑπομείναι. 26b κατέδεται δὲ αὐτὸν πῦρ ἄσβεστον, 26c κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. 20, 27a ἀνακαλύψαι αὐτοῦ ὁ οὐρανὸς τὰς ἀμαρτίας, 27b γῆ δὲ ἐπανασταίη αὐτῷ. 20, 28a ἑλκύσει αὐτοῦ τὸν οἶκον ἀπώλεια εἰς τέλος 28b καὶ ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. ταῦτα καὶ τοῦτον αἰνίττεται. 20, 29a αὕτη ἡ μερίς, φησίν, ἀσεβοῦς παρὰ κυρίου 29b καὶ κτῆμα ὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου. ὅρα ἑκατέρους εἰς διάφορα ἀπαντῶντας, καὶ οὗτος καὶ ἐκεῖνος τὰ αὐτὰ λέγουσιν, ὅτι οἱ ἀσεβεῖς ἀπολοῦνται. 21, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 21, 2a ἀκούσατέ μου τῶν λόγων, 2b ἵνα μὴ εἴη μοι αὕτη παρ' ὑμῶν παράκλησις. τουτέστιν· «ἵνα μάθητε, ὅτι οὐδὲν καρποῦμαι παρ' ὑμῶν, ὅτι οὐχ οὕτως ἔχει ταῦτα.» 135 21, 3a βαστάσατέ με, ἐγὼ δὲ λαλήσω· 3b εἶτα μή μου καταγελᾶτε. 21, 4a τί γάρ; μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; 4b καὶ διὰ τί οὐ θυμωθήσομαι; 21, 5a ἐμβλέψαντες εἰς ἐμὲ θαυμάσατε 5b χεῖρα θέντες ἐπὶ στόμα. 21, 6a ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, 6b ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. «θῶμεν γάρ», φησίν, «εἶναί με καὶ πονηρὸν καὶ ἀσεβῆ, ἀλλ' οὐδὲν ἀπὸ τούτων καρποῦμαι. καὶ οἶδα μέν, ὅτι καταγελάσεσθε, πλὴν οὐ φείδομαι.» τί γάρ; φησίν, μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; τουτέστιν· «οὐδεὶς δύναταί με ἐλέγξαι, οὐκ ἔστι μοι πρὸς ἄνθρωπον ὁ ἀγών.» ἐὰν γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. ὅρα πανταχοῦ, πῶς ἀπολογεῖται, πῶς τὰς ὀδύνας προτίθησιν, πῶς λέγει τὴν αἰτίαν τῶν ῥηθησομένων δεινῶν, ὅτι οὐκ οἴκοθεν οὐδὲ ἀπὸ καταστάσεώς τινος, ἀλλ' ἀπὸ ταραχώδους ψυχῆς καὶ ἐσκοτισμένων λογισμῶν ταῦτα φθέγγεται. 21, 7a διὰ τί, φησίν, ἀσεβεῖς ζῶσιν, 7b πεπαλαίωνται δὲ καὶ πλούτῳ; τοῦτο πρὸς τὸν φίλον αὐτοῦ, ὅτι ἔλεγεν· χαρμονὴ ἀσεβῶν ἀπώλεια καὶ ὅτι· ἐὰν ἀνέλθῃ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτῶν, καταστραφήσονται. 21, 7a διὰ τί ἀσεβεῖς ζῶσιν, 7b πεπαλαίωνται δὲ καὶ πλούτῳ; 21, 8a ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, 8b τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν, 21, 9a οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, 9b μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐν αὐτοῖς. 21, 10a ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, 10b διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. 21, 11a μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, 11b τὰ δὲ παιδία αὐτῶν προσπαίζει αὐτοῖς 21, 12a ἀνα136 λαμβάνοντα ψαλτήριον καὶ κιθάραν, 12b καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. 21, 13a συνετέλεσαν, φησίν, ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, 13b ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. ὁρᾷς, πῶς οὐ λέγει, ὅτι οὐκ εἰς τέλος; καὶ τὸ δεινόν, ὅτι· 21, 14a λέγει ὁ ἀσεβὴς τῷ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ, 14b τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι. 21, 15a τί ἱκανόν, ὅτι δουλεύσομεν αὐτῷ; 15b καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; 21, 16a ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά, 16b ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. «οὐ τοῦτο μόνον θαυμάσαι χρή», φησίν, «ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβάς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρους αὐτοὺς ποιεῖ.» λέγει γάρ, φησίν, τῷ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ. διὰ τί; ὅτι ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά. 21, 17a οὐ μὴν δὲ ἀλλὰ ἀσεβῶν λύχνος σβεσθήσεται. καὶ τοῦτο γίνεται πάλιν. 21, 17b ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, 17c καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. 21, 18a ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου 18b ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ. «ὥσπερ», φησίν, «εὐπραγίας ἀπολαύουσιν, οὕτω καὶ τῶν ἐναντίων.» 21, 19a μὴ ἐκλείποι, φησίν, υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, 19b ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. 21, 20a ἴδοιεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, 20b καὶ ὑπὸ κυρίου μὴ διασωθείη, 21, 21a ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ μετ' αὐτόν, 21b καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. 21, 22a πότερον, φησίν, οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; 137 ἐπειδὴ γὰρ ἔλεγεν ὁ πρὸ αὐτοῦ εἰρηκώς, ὅτι ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ταῦτα γίνεται, καὶ ἐνεκάλει αὐτῷ ὡς τὰ σαφῆ καὶ δῆλα ἀγνοοῦντι, «εἶπες», φησίν, «ὅτι γίνεται ταῦτα· ἀλλὰ καὶ τὰ ἐναντία, ὥστε μηδεὶς νομιζέτω εἰδέναι τὸν ἀπόρρητον τοῦ θεοῦ λόγον, καθ' ὃν ἅπαντα γίνεται. εἰπὲ γάρ μοι· ἐκεῖνοι οὐκ ἀσεβεῖς; διὰ τί οὐ κολάζονται; ἀλλ' ὁ μὲν ἐν λιμῷ, ὁ δὲ ἐν πλούτῳ τῆς αὐτῆς οὔσης τῆς πονηρίας.» εἶτά φησιν· 21, 22b αὐτὸς δὲ σοφοὺς διακρινεῖ. 21, 23a οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ, 23b ἄλλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν· 21, 24a τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος, 24b ὁ δὲ μυελὸς αὐτοῦ διαχεῖται. 21, 25a ὁ δέ γε τελευτᾷ πικρίᾳ ψυχῆς 25b οὐ φαγὼν οὐδὲν ἀγαθόν· 21, 26a ὁμοθυμαδὸν δὲ οἱ υἱοὶ αὐτοῦ ἐπὶ γῆς κοιμῶνται, 26b σαπρία δὲ αὐτοὺς ἐκάλυψεν ἐπὶ γῆς. 21, 27 ὥστε οἶδα ὑμᾶς, φησίν, ὅτι τόλμῃ ἐπίκεισθέ μοι, 21, 28a ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος 28b καὶ ποῦ ἐστι σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; «οὐκ ἀπὸ λογισμῶν», φησίν, «συνετῶν οὐδὲ ἀπὸ διανοίας ὀρθῆς ἐπὶ ταῦτα ἐξετάζειν ὑμᾶς ἐχρῆν; οὐκ ἄρα παρακαλέσαι ἤλθετε.» 21, 29a ἐρωτήσατε παραπορευομένους ὁδόν, 29b καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται, 21, 30a ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρὸς 30b καὶ εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται. 21, 31a τίς ἀπαγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὀργήν; 31b καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ; 21, 32a καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη 32b καὶ ἐπὶ σορῷ ἠγρύπνησεν. 21, 33a ἐγλυκάνθη138 σαν αὐτῷ χάλικες χειμάρρου, 33b καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται 33c καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. 21, 34a πῶς δέ με παρακαλεῖτε κενά; 34b τὸ δὲ ἀφ' ὑμῶν καταπαῦσαί με οὐδέν. 22, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 22, 2 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; καὶ οὗτος τοῦτο ὡμολόγησεν ἡττηθείς. εἶτα, ἐπειδὴ ἐκ τῶν εἰρημένων συνήγετο τὸ μὴ εἶναι ἀσεβῆ τὸν Ἰὼβ μηδὲ δεῖν ἀπὸ τῶν τιμωριῶν τοὺς τρόπους στοχάζεσθαι.... ὅρα, πῶς κακούργως· ταύτῃ σχεδὸν καὶ τὴν πρόνοιαν ἀναιρεῖ· 22, 3a τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ᾖς ἄμεμπτος τοῖς ἔργοις; τουτέστιν· οὐδὲν τοῦτο πρὸς τὸν θεόν. 22, 3b ἢ ὠφέλεια αὐτῷ, ὅτι ἁπλώσεις τὴν ὁδόν σου; «μὴ γάρ τι εἰς τὴν αὐτοῦ συντελεῖ τοῦτο ὠφέλειαν;» φησίν. ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι «ὁ θεὸς ταῦτα ἐποίησε καὶ δι' αὐτὸν πάσχω», θέλει δεῖξαι, ὅτι οὐ παρὰ τοῦ θεοῦ. 22, 4a ἢ λόγον σου ποιούμενος, φησίν, ἐλέγξει σε 4b καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; «μάλιστα μὲν οὖν, εἰ καὶ δίκαιος ᾖς, οὐδὲν αὐτῷ μέλει οὐδ' ἔχει σου λόγον.» τουτέστιν· οὐ πολλῆς τῷ θεῷ τοῦτο σπουδῆς ἄξιον. «πλὴν εἰ καὶ ἐβούλετό σε κρῖναι, πολλὰ ἂν εὗρεν ἁμαρτήματα, εἴ γε δικαίως ἤθελε μετὰ σοῦ κριθῆναι.» εἶτα καταλέγει τὰ ἁμαρτήματα· 22, 5a πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή, 5b ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι; 22, 6a ἠνεχύραζες γὰρ τοὺς ἀδελφούς σου διὰ κενῆς, 6b ἀμφίασιν δὲ γυμνῶν ἀφείλου, 139 22, 7a οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, 7b ἀλλὰ πεινῶντας ἐστέρησας ψωμῶν. 22, 8a ἐθαύμασας δέ τινων πρόσωπα, 8b ἐκοίμισας δὲ πτωχοὺς ἐπὶ γῆς· 22, 9a χήρας δὲ ἐξαπέστειλας κενὰς 9b καὶ ὀρφανοὺς ἐκάκωσας. 22, 10a τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, 10b καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. καὶ πόθεν; «ὅτι κολάζῃ», φησίν. 22, 11a τὸ φῶς σοι εἰς σκότος ἀπέβη, 11b κοιμηθέντα δέ σε ὕδωρ ἐκάλυψεν. τουτέστιν· «ἐν ἐρημίᾳ καὶ αἴθριος ἀλήτης καὶ φυγὰς ἀνέστιος γέγονας.» 22, 12a μὴ ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ, 12b τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν; 22, 13a καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; 13b ἦ κατὰ τοῦ γνόφου κρίνει; 22, 14a νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται 14b καὶ γῦρον οὐρανοῦ διαπορεύεται. 22, 15a μὴ τρίβον αἰώνιον φυλάξεις, 15b ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, 22, 16a οἳ συνελήφθησαν ἄωροι; 16b ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν, 22, 17a οἱ λέγοντες· τί ποιήσει ἡμῖν ὁ κύριος 17b ἢ τί ἐπάξει ἡμῖν ὁ παντοκράτωρ; 22, 18a ὁ δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, 18b βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ. 22, 19a ἰδόντες δὲ οἱ δίκαιοι ἐγέλασαν, 19b ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. 22, 20a εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, 20b καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. 22, 21a γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς· 21b ἦ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. 22, 22a ἔκλαβε δέ, φησίν, ἐκ στόματος αὐτοῦ ἰσηγορίαν σὺν ἐξομολογήσει 22b καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. τουτέστιν· «ἐναντίον αὐτοῦ ἀντίλεξον, ἐὰν ὑπομείνῃς.» οὐδαμῶς. 22, 23a ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου 23b καὶ πόρρω ποιήσῃς ἀπὸ διαίτης σου 140 τὸ ἄδικον, 22, 24a θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ 24b καὶ ὡς πέτρα χειμάρρου Σωφείρ. 22, 25a ἔσται σοι βοηθὸς ὁ παντοκράτωρ ἀπὸ ἐχθρῶν, 25b καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. 22, 26a εἶτα ἐν παρρησίᾳ ἔσῃ ἔναντι κυρίου 26b ἀναβλέψας εἰς οὐρανὸν ἱλαρῶς. 22, 27a εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, 27b δώσει δὲ τὰς εὐχάς σου ἀποδοῦναι. 22, 28a ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, 28b ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος, 22, 29a ὅτι ἐταπείνωσας σεαυτόν. καὶ ἐρεῖς· ὑπερηφανευσάμην, 29b καὶ κύφοντα ὀφθαλμοῖς σώσει· 22, 30a ῥύσεται δὲ ἀθῷον, 30b καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. 23, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 23, 2a καὶ δὴ οἶδα, ὅτι ἐκ χειρῶν μου ἡ ἔλεγξίς ἐστιν. τουτέστιν· «τὸν κατήγορον μετ' ἐμαυτοῦ περιφέρω· τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω.» 23, 2b ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμοί, στενάζω δὲ ἐπ' ἐμαυτόν. «εἴθε ἐνῆν», φησίν, «παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι ἢ εὑρεῖν αὐτόν. εἴθε ἐνῆν δικάσασθαι», φησίν, «καὶ ἐντυχεῖν αὐτῷ καὶ μαθεῖν, τίνα ἦν, ἃ ἔμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἔμελλε λέγειν.» ὅρα, πῶς ἐπέτυχεν, ὅπερ ηὔχετο· τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. «ἤθελον μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν καὶ εἰ ἔμελλε με ὁμοίως κολάζειν.» ταῦτα δὲ εἶπεν οὐχ ὡς καταγινώσκων ἀδικίαν. 23, 3a τίς ἂν γνῴη, ὅτι εὕροιμι αὐτὸν 3b καὶ ἔλθοιμι εἰς τέλος; 23, 4a εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, 4b τὸ δὲ στόμα μου 141 ἐμπλήσαιμι ἐλέγχου. 23, 5a γνοίην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, 5b αἰσθοίμην δέ, τίνα μοι ἀπαγγελεῖ, 23, 6a καὶ εἰ πολλῇ ἰσχύι ἐπελεύσεταί μοι 6b καὶ εἰ ἐν ἀπειλῇ οὐ χρήσεταί μοι. «καὶ γάρ, εἰ πολλῇ ἰσχύι χρήσεταί μοι καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα, ὅτι ἀλήθεια παρ' αὐτῷ ἐστιν.» 23, 7a ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτῷ· 7b ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα. τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν· «ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς.» εἶτά φησιν, ὅτι «ταῦτα ἤθελον γενέσθαι, ὥστε ἀποθανεῖν οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν». 23, 8a ἐὰν γὰρ πορευθῶ εἰς τὰ πρῶτα, οὐκέτι εἰμί, 8b τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα αὐτόν; 23, 9a ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, 9b περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. 23, 10a οἶδε γὰρ ἤδη ὁδόν μου αὐτὸς 10b καὶ διέκρινέ με ὥσπερ χρυσίον. 23, 11a ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· 11b ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκλίπω. 23, 12a ἀπὸ ἐντολῶν αὐτοῦ οὐ μὴ παρέλθω, ἵνα μὴ ἀποθάνω. «οἶδεν», φησίν, «τὴν ὁδόν μου καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ. ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;» 23, 12b ἐν δὲ κόλπῳ μου, φησίν, ἔκρυψα ῥήματα αὐτοῦ. 23, 13a εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτω, τίς ἐστιν ὁ ἀντερῶν αὐτῷ; 13b ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 23, 15a διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπουδάκειν, 15b νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 15c ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδασθῶ, 15d κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. «οὐχ ἥμαρτον», φησίν, «καὶ τί τοῦτο;» οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν θεῷ, ἀλλὰ καὶ τούτων χωρίς, τῶν ἁμαρτημάτων λέγω. 142 23, 16a κύριός μου ἐμαλάκυνε τὴν καρδίαν, 16b ὁ δὲ παντοκράτωρ ἐσπούδασεν ἐπ' ἐμέ. 23, 17a οὐ γὰρ ᾔδειν, ὅτι ἐπελεύσεταί μοι γνόφος, 17b πρόσωπον δέ μου καλύψει σκότος. «οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο», φησίν, «ἀπροσδόκητον τὸ κακόν. στοχάζομαι τῆς τοῦ θεοῦ χειρὸς εἶναι τὴν πληγήν.» καὶ καλῶς εἶπεν· πρὸ προσώπου μου. οὐ γὰρ κοινὸν τὸ σκότος ἐστίν, ἀλλὰ τῆς ἀθυμίας ἐστίν. εἶτα πάλιν ὁμοίως ἀπορεῖ καί φησιν· «διὰ τί ἀσεβεῖς εὐπραγοῦσιν;» 24, 1 διά τί δέ, φησίν, κύριε, ἔλαθον ὥρας 24, 2a ἀσεβεῖς ἄνδρες; ὅριον δὲ ὑπερέβησαν 2b καὶ ποίμνιον σὺν ποιμένι ἥρπασαν. 24, 3a ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγαγον 3b καὶ βοῦν χήρας ἠνεχύρασαν. 24, 4a ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, 4b ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς· 24, 5a καὶ ἀπέβησαν ὥσπερ ὄνοι ἐν ἀγρῷ 5b ὑπὲρ ἐμοῦ ἐξελθόντες τῇ ἑαυτῶν πράξει. 24, 6a ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν, 24, 5c ἡδύνθη δὲ αὐτῶν ἄρτος εἰς νεωτέρους. 24, 6b ἀδύνατοι δὲ ἀσεβῶν ἀμπελῶνας ἀσιτὶ καὶ ἀμισθὶ εἰργάσαντο. 24, 7a γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, 7b ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλοντο. 24, 8a ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται 8b καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο. ὥσπερ γὰρ τοῦτο ἀπορίας ἐστίν, διὰ τί ὁ μὲν ἀδίκως πάσχει τοιαῦτα, οὕτω κἀκεῖνα, ὡς ἑκατέρωθεν θορυβεῖσθαι καὶ ταράττεσθαι εἰκός. ἀπέβησαν δέ, φησίν, ὥσπερ ὄνοι ἐν ἀγρῷ. τουτέστιν· πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν, οὐδεὶς αὐτοὺς ἀδικεῖ οὐδὲ κακῶς ποιεῖ. 143 αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πεποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς καὶ οὐ παρόψεται. 24, 9a ἥρπασαν δέ, φησίν, ὀρφανὸν ἀπὸ μαστοῦ 9b καὶ ἐκπεπτωκότα ἐταπείνωσαν. 24, 10a γυμνοὺς ἐκοίμισαν ἀδίκως, 10b πεινώντων δὲ τὸν ψωμὸν ἀφείλοντο. 24, 11a ἐν σκοτεινοῖς ἐνήδρευσαν ἀδίκως, 11b ὁδὸν δικαίων οὐκ ᾔδεισαν. 24, 12a ἐκ πόλεως καὶ ἐξ οἴκων ἰδίων ἐξέβαλον αὐτούς, 12b ψυχαὶ δὲ νηπίων ἐστέναξαν μεγάλως. 12c αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; 24, 13a ἔτι ὄντων αὐτῶν ἐπὶ γῆς καὶ οὐκ ἐπέγνωσαν, 13b ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, 13c οὐδὲ ἐπορεύθησαν ἀτραποὺς αὐτῆς. 24, 14a γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος. τουτέστιν· μαθὼν τὰ ἔργα, ἢ ὅτι ἐξετάσας καὶ βασανίσας, τουτέστιν· γνούς. 24, 14b καὶ νυκτός, φησίν, ἔσται ὡς κλέπτης. 24, 15a καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος 15b λέγων· οὐ προσνοήσει με ὀφθαλμός, 15c καὶ ἀποκρυβὴν πρὸ προσώπου σου ἔθετο. 24, 16a διώρυξεν ἐν σκότει οἰκίας. 16b ἡμέρας δὲ ἐσφράγισαν ἑαυτούς, 16c οὐκ ἐπέγνωσαν φῶς, 24, 17a ὅτι ὁμοθυμαδὸν πρωὶ αὐτοῖς σκιὰ θανάτου, 17b ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου. 24, 18a ἐλαφρός ἐστιν ἐπὶ προσώπου ὕδατος· 18b καταραθείη ἡ μερὶς αὐτῶν. 24, 19a ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· 19b ἀγκαλίδα γὰρ ὀρφανοῦ ἥρπασαν. 24, 20a εἶτα ἐμνήσθη αὐτοῦ ἡ ἁμαρτία, 20b καὶ ὥσπερ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο. 20c ἀποδοθείη αὐτῷ καθὰ ἔπραξεν, 20d συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. 24, 21a στεῖραν οὐκ ἐποίκτειραν 21b οὐδὲ γύναιον ἠλέησαν. 24, 22a θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους. 22b ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς. 24, 23 μαλακισθεὶς δὲ μὴ ἐλπιζέτω ὑγιᾶναι, ἀλλὰ πεσεῖται νόσῳ. 24, 24a πολλοὺς 144 γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ. 24b ἐμαράνθη δὲ ὥσπερ χλόη ἐν καύματι 24c ἢ ὥσπερ στάχυς αὐτόματος πεσὼν ἀπὸ καλάμης. 24, 25a εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενός με ψευδῆ λέγειν 25b καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου; 25, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔΟ ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 25, 2a τί γάρ ἐστι προοίμιον ἢ φόβος παρ' αὐτοῦ; τουτέστιν· πάντα φόβου γέμει καὶ τρόμου, καὶ οὐκ ἔστιν οὐδείς, ὃς δυνήσεται τὴν χεῖρα διαφυγεῖν ἐκείνην. 25, 2b ὁ ποιῶν, φησίν, τὴν σύμπασαν ἐν ὑψίστῳ ἐστίν. 25, 3a μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς; 3b ἐπὶ τίνας δὲ αὐτῶν οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; 25, 4a πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; 4b ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικῶν; ἐπειδὴ γὰρ εἶπεν· οὔπω ἐπισκοπὴν αὐτοῦ πεποίηται, «ναί», φησίν, «οὐκ ἔστι παρέλκυσις ἀνδράσι πειραταῖς.» καὶ μὴν τοὐναντίον τῶν συμβαινόντων φησίν· ἔστι γὰρ παρέλκυσις. ἀλλ' ὥστε ἐναντιωθῆναι τῷ Ἰὼβ ταῦτά φησιν οὗτος. πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; ὅτι, πᾶσα ἀνάγκη, κολάζεται. ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἔλεγεν, ὅτι «ἐβουλόμην ἐλθεῖν εἰς κρίσιν· εἰ καὶ μὴ ἥμαρτον, ἀλλ' ὅμως κολάζομαι», πρὸς τοῦτο οὗτός φησιν, ὅτι οὐκ ἔστι δίκαιος οὐδεὶς ἐν ἀνθρώποις. «πῶς γὰρ ἔσται δυνατὸν τοῦτο», φησίν, «δίκαιον ἕνα εἶναι καθόλου; ὥστε περιττῶς ζητεῖς τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.» 25, 4c οὐρανός, φησίν, οὐ καθαρός. 25, 5a ὁ λέγων τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, 5a σελήνῃ δὲ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, 5b ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ. 25, 6a ἔα δέ, πᾶς ἄνθρωπος σαπρία 6b καὶ υἱὸς ἀνθρώπου σκώληξ. 145 26, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 26, 2a τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; 2b πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ὁ βραχίων κραταιός ἐστιν; 26, 3a τίνι συμβεβούλευσαι; οὐχ ᾧ ἡ πᾶσα σοφία; 3b ἢ τίνι ἐπακολουθεῖς; οὐχ ᾧ μεγίστη δύναμις; 26, 4a τίνι ἀπήγγειλας ῥήματα; 4b πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; τουτέστιν· «οὐδὲ ἐγὼ ἐγκαλῶ, ὅτι τοῦ θεοῦ τὸ μέρος ἀνεδέξω· καὶ γὰρ οὕτως ἔδει. οὐ μὴν ἐμὲ καταδικάζειν ἐχρῆν.» καὶ γὰρ ἔστι καὶ τὸν ὑπὲρ τοῦ θεοῦ λόγον εἰπεῖν καὶ τοῦτον μὴ ἀφεῖναι γενέσθαι ἐγκλήμασιν ὑπεύθυνον. 26, 5a μὴ γίγαντες μαιωθήσονται 5b ὑποκάτωθεν ὕδατος καὶ γειτόνων αὐτοῦ; 26, 6a γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ 6b καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. 26, 7a ἐκτείνων βορέαν ἐπ' οὐδενί, 7b κρεμνῶν γῆν ἐπ' οὐδενός, 26, 8a δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, 8b καὶ οὐκ ἐρράγη νέφος ὑποκάτωθεν αὐτοῦ. 26, 9a ὁ κρατῶν πρόσωπον θρόνου, 9b σκέπων ἐπ' αὐτὸν νέφος αὐτοῦ. 26, 10a πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος 10b μέχρι συντελείας φωτὸς μετὰ σκότους. 26, 11a στῦλοι οὐρανοῦ ἐπετάσθησαν 11b καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. 26, 12a ἰσχύι ἑαυτοῦ κατέπαυσεν θάλασσαν, 12b ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῆτος. 26, 13a κλεῖθρά τε οὐρανοῦ δεδοίκεισαν αὐτόν, 13b προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. 26, 14a ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, 14b καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ. 14c σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; 27, 1 ΕΤΙ ΔΕ ΠΡΟΣΘΕΙΣ ΙΩΒ ΕΙΠΕΝ ΤΩΙ ΠΡΟΟΙΜΙΩΙ· 27, 2a ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, 2b καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· 27, 3a ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης ἐν ἐμοί, 3b πνεῦμα δὲ θεῖον ἔτι περι146 ὸν ἐν ῥινί μου, 27, 4a οὐ μὴ λαλήσῃ, φησίν, τὰ χείλη μου ἄνομα 4b οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. τουτέστιν· «ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου. οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς ἐκκροῦσαι, οὐδεὶς ἀπαγαγεῖν τοῦ προκειμένου.» 27, 5a μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. τουτέστιν· «οὐ κατηγορήσω ἐμαυτοῦ οὐδὲ μεταθήσομαι· κἂν μυρία λέγητε, οὐ προήσομαι τὴν ψῆφον.» 27, 5b οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου ἀπ' ἐμοῦ, 27, 6a δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι. 6b οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «ὁ ἀδικῶν οὐκ ἔχει παρρησίαν οὐδὲ φθέγξασθαι οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ' ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω, οἱ δὲ ἄδικοι οὐχ οὕτως.» 27, 7a οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου, φησίν, ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν 7b καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. «ἀπόλοιντο», φησίν, «οἱ ἐχθροί μου· συκοφαντοῦσι γάρ με.» 27, 8a ναὶ μήν· τίς γάρ ἐστιν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; 8b μὴ πεποιθὼς ἐπὶ κύριον, εἰ ἄρα σωθήσεται 27, 9a ἢ τὴν δέησιν αὐτοῦ ἀκούσῃ ὁ θεός; 9b ἐπελθούσης δὲ ἀνάγκης 27, 10a μὴ ἔχειν τινὰ παρρησίαν ἐναντίον αὐτοῦ 10b ἢ πῶς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; τίς γάρ, φησίν, ἐστὶν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; «καθάπερ ἐγώ», φησίν, «προσδοκῶ σῴζεσθαι καὶ διαφεύξεσθαι τὸν κίνδυνον τοῦτον. ἐγὼ λέγω», φησίν. 27, 11a ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρί147 ου· 11b ἅ ἐστι παρὰ τῷ παντοκράτορι, οὐ ψεύσομαι. τουτέστιν·" τί πράττει, τί οἰκονομεῖ ἀεί, τί ἔργον αὐτῷ". 27, 12a ἰδοὺ δὴ πάντες ὑμεῖς ἑωράκατε, 12b διότι κενὰ κενοῖς ἐπιβάλλετε. 27, 13a αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, 13b ὀργὴ δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς. «τοῦτο ἔργον αὐτῷ», φησίν, «τοὺς ἀσεβεῖς ἀπολλύναι· οἶδα γὰρ τοῦτο κἀγώ.» διὰ τοῦτο γὰρ πανταχοῦ τοῦτο τίθησιν, ὅτι τοὺς πονηροὺς κολάζει, ἵνα μὴ νομίζωσιν, ὅτι ἀδικίαν τινὰ καταγινώσκει τοῦ θεοῦ. 27, 14a ἐὰν πολλοὶ γένωνται, φησίν, οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· 14b ἐὰν δὲ καὶ ἀνδρυνθῶσιν, προσαιτήσουσιν, 27, 15a οἱ δὲ περιόντες αὐτῶν κακῷ θανάτῳ τελευτήσουσιν, 15b καὶ χήρας αὐτῶν οὐθεὶς ἐλεήσει. 27, 16a ἐὰν δὲ συναγάγῃ ὥσπερ γῆν ἀργύριον, 16b ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ, 27, 17a ταῦτα πάντα δίκαιοι περιποιήσονται, 17b τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. 27, 18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη ὁ πλοῦτος αὐτοῦ. 27, 19a πλούσιος κοιμηθεὶς οὐ προσθήσει, 19b ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν. 27, 20a κοιμηθέντι συναντήσουσιν αὐτῷ ὥσπερ ὕδωρ ὀδύναι, 20b νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος. 27, 21a ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται, 21b καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ 27, 22a καὶ ἀπορρίψει αὐτὸν καὶ οὐ φείσεται· 22b ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. 27, 23a κροτήσει ἐπ' αὐτὸν χεῖρας αὐτοῦ 23b καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. 28, 1a ἔστι γάρ, φησίν, ἀργυρίῳ τόπος, ὅθεν γίνεται, 1b τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται. 28, 2a σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, 2b χαλ148 κὸς δὲ ἴσα λίθῳ λατομεῖται. 28, 3a τάξιν, φησίν, ἔθετο σκότει, 3b καιρῶν πέρας αὐτὸς ἐξακριβάζεται. ἤτοι τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσι τάξιν ὁρίσας πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ· οὐδὲν ἁπλῶς οὐδὲ εἰκῇ παρέρχεται. ἢ ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία ἄδηλος τοῦ θεοῦ. ἀργύριον μὲν γὰρ καὶ χαλκὸς τόπον ἔχει, τῆς δὲ σοφίας τόπον οὐδεὶς ἔγνω, ἀλλ' αὐτὸς μόνος οἶδε τὴν σοφίαν. ἀνθρώποις δὲ εἶπεν, ὅτι ἡ θεοσέβειά ἐστι σοφία καὶ τὸ καλὰ πράττειν ἐπιστήμη. τάξιν ἔθετο σκότει, φησίν. καλῶς εἶπε τάξιν. οἶδε παραχωρεῖν καὶ ὑπεξίστασθαι. τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοιαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. «διὰ τί σκότος», φησίν, «μὴ ἴσμεν. πάντα δύναται, πάντα σοφῶς ποιεῖ.» εἶτα πολλὰ τὰ μεταξὺ εἰπών φησιν· 28, 28a ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, 28b τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον. ἀρχὴ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν. τοῦτό ἐστι τὸ μέγιστον ἀγαθόν, τοῦτο ἡ μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ ψήφους τιθέναι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων. μὴ δὴ ἑτέραν νομίζετε σοφίαν εὑρίσκειν. 149 29, 1 ΠΡΟΣΘΕΙΣ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΠΡΟΟΙΜΙΩ· 29, 2a τίς ἄν με θείη μῆνα κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν; τί ἐστιν· προσθεὶς τῷ προοιμίῳ; οὐ τελειοῖ τοὺς λόγους, ἀλλὰ εἰς ἀρχὴν πάλιν ἀνήγαγε μὴ συγχωρῶν διακόπτειν ἐκείνοις μηδὲ εἰς ἀντιλογίαν καθιέναι. τί οὖν φησιν; «ἐβουλόμην γίνεσθαι μῆνα ἐπὶ τῆς εὐπραγίας τῆς παλαιᾶς, ὥστε ὑμῶν ἐμφράξαι τὰ στόματα, ὥστε δειχθῆναι, τίς ἤμην.» μῆνα ἕνα κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν. οὐδὲν μέγα ἐζήτησεν, τριάκοντα ἡμέρας μόνον γενέσθαι ἐπὶ τῶν προτέρων ἀγαθῶν καὶ τῆς εὐθηνίας ἀπολαῦσαι ἐκείνης, ἣν οὐδεὶς οὐδέπω παραστῆσαι δύναται. εἶτα ἐπεξέρχεται τῷ λόγῳ. ἐπειδὴ γὰρ τοῦτο ἀδύνατον ἦν, κατὰ δύναμιν αὐτῷ τῷ λόγῳ παρίστησι καὶ λέγει, τίνα ἐποίει καὶ ἐν τίσιν ἦν τὸ πρότερον. ὅρα τὴν εὐσέβειαν τοῦ ἀνδρός· τὸ πᾶν τῷ θεῷ ἀνατίθησιν. οὐ γὰρ ἔστι τῆς ἄνωθεν ἀπεστερημένον ῥοπῆς δυνηθῆναι στῆναί ποτε. 29, 2a ἡμερῶν, φησίν, 2b ὧν ὁ θεὸς ἐφύλαττέ με, 29, 3a ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, 3b ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, 29, 4a ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς, 4b ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, 29, 5a ὅτε ἤμην ὑλώδης λίαν, 5b κύκλῳ δέ μου οἱ παῖδες. ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· ὅτε ὁ θεὸς ἐφύλαττέ με. εἶτα λέγει τῆς φυλακῆς αὐτοῦ τὰ τεκμήρια· ὅτε ηὔγει, φησίν, ὁ λύχνος ὑπὲρ κεφαλῆς μου. τουτέστιν· τὸ φῶς. καὶ τὸν λύχνον μου φωτιεῖς· λύχνου γὰρ ὄντως χρεία. τοσοῦτόν ἐστι τὸ σκότος τὸ παρόν, τοσαῦται τῶν πραγμάτων αἱ περιστάσεις, τῶν σωματικῶν παθῶν αἱ ἐπαναστάσεις, πονηρῶν ἀνθρώπων αἱ ἐπιβουλαί, δαι150 μόνων ἀγρίων μάχαι καὶ στάσεις, ὥστε τοῦτον αὐτὸν δεῖξαι. ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. ὁρᾷς, ὅτι σκότος τὰ πάντα κατέχει; καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. ἀλλ' ὥσπερ τοῦτο τὸ σκότος χρήσιμον πρὸς ἀνάπαυσιν, οὕτως ἐκεῖνο χρήσιμον ἡμῖν οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν σοφίαν τοῦ τὰ πάντα τεκτηναμένου θεοῦ. ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς. τουτέστιν· πάντοθεν τῷ καρπῷ βρίθων. ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. ὁρᾷς, ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖξαι τοῦ θεοῦ; 29, 6a ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, 6b τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. ὁρᾷς, ὅτι οὐδαμοῦ πλούτου μέμνηται ἀδίκου οὐδὲ περιττοῦ, ἀλλὰ τοῦ χρησίμου καὶ λόγον ἔχοντος; 29, 7a ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, 7b ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. τὴν παρρησίαν λέγει καὶ τὴν ἀξίαν τὴν προτέραν, εἶτα τὴν δόξαν. 29, 8a ἰδόντες δέ με νεανίσκοι ἐκρύβησαν, 8b πρεσβῦται δὲ πάντες ἐπανέστησαν, 29, 9a ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες 9b δάκτυλον θέντες ἐπὶ στόματι αὐτῶν. ἐμοὶ δοκεῖ καὶ τούτους πλήττειν καὶ αἰνίττεσθαι ἅτε ἐπεμβαίνοντας αὐτῷ, ὅτι «πρὸ τούτου φοβερὸς ἤμην», φησίν, «καὶ ἐπίδοξος.» 29, 10a οἱ δὲ ἀκούσαντες περὶ ἐμοῦ ἐμακάρισάν με 10b καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη, 29, 11a ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, 11b ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. 29, 12a διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, 12b καὶ ὀρφανῷ, ᾧ οὐχ ὑπῆρχε βοηθός, ἐβοήθησα.