Commentarius in Job
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
151.1
τίνος ἕνεκεν ἐμακάριζον αὐτόν; λέγει αὐτοῦ τὰ κατορθώματα· διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ χειρὸς δυνάστου. ἀλλὰ πρῶτον ἀναθεὶς τῷ θεῷ τὴν ἐπισκοπὴν καὶ τὴν φυλακὴν αὐτοῦ, τότε καυχᾶται ἐν κυρίῳ. 29, 13a εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι, 13b στόμα δὲ χήρας εὐλόγησέ με. 29, 14a δικαιοσύνην δὲ ἐνεδεδύκειν, 14b ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. 29, 15a ὀφθαλμὸς ἤμην τυφλῶν, 15b ποὺς δὲ χωλῶν· 29, 16a ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. 16b δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. 29, 17a συνέτριψα μύλας ἀδίκων, 17b ἐκ δὲ μέσου ὀδόντων ἅρπαγμα ἐξήρπασα. 29, 18a εἶπον· ἡλικία μου γηράσει 18b ὥσπερ στέλεχος φοίνικος, πολὺν δὲ χρόνον βιώσω. «οὐκ ἐπειδὴ ταύτῃ τῇ ἐλπίδι ἐποίουν, ἀλλ' ὅτι προσεδόκων ἐκ τούτου γῆρας μακρὸν ἀπὸ συνειδότος καλοῦ καὶ χρηστῶν ἐλπίδων.» διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ χειρὸς δυνάστου. ὅρα αὐτὸν οὐκ ἐπὶ τῇ τῶν κακῶν ἀποχῇ μέγα φρονοῦντα, οὐκ ἐπὶ ταῖς θυσίαις καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ἐπὶ τούτῳ, ᾧ βούλεται ὁ θεός· κρίνατε, φησίν, ὀρφανῷ καὶ δικαιώσατε χήραν· ὅρα αὐτὸν οὐκ ἐπαιρόμενον, ἀλλὰ τῇ δυνάμει πρὸς τὸ δέον χρώμενον λιμένα κοινὸν ὄντα καὶ καταφυγὴν τῶν ἐν ἀνάγκῃ. κοινὸς πατὴρ καὶ προστάτης ἦν· οὐ πρὸς ἀδικίαν ἐκέχρητο τῷ πλούτῳ, οὐ πρὸς ἀλαζονείαν τῇ δόξῃ, οὐ πρὸς κακουργίαν τῇ σοφίᾳ, ἀλλ' ὥστε ἀπαλλάττειν τῶν κατεχόντων δεινῶν τοὺς ἁλισκομένους. καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα. ὅρα αὐτὸν καὶ αὐτὰ μεθ' ὑποστολῆς λέγοντα. στόμα δέ, φησίν, χήρας εὐλόγησέ με. ἴστε δέ, ὅτι ἀχάριστόν πως 152 τὸ γένος ἐστίν, οὐ παρὰ τὴν οἰκείαν φύσιν οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας, καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα. κάμινος γὰρ πτωχείας ἐστίν. δικαιοσύνην δέ, φησίν, ἐνεδεδύκειν. εἰσὶ γάρ, οἳ ἑτέρων μὲν προΐστανται, αὐτοὶ δὲ ἀδικοῦσι πολλάκις· ἀλλ' οὗτος οὐχ οὕτως. οὕτω διηνεκῶς ἦν ἐν τῷ δικαίῳ βίῳ, ὥστε καὶ περὶ θεοῦ ὅταν ἀκούσῃς, ὅτι ἱμάτιον ἔχει δικαιοσύνης, μὴ νομίσῃς ἱμάτια περὶ τὴν ἀσώματον φύσιν· οὐδὲ γὰρ οὗτος ταῦτα εἶχε τὰ ἱμάτια. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. «οὕτως ἐνεκαλλωπιζόμην, καίτοι ἕτεροι τὸ πρᾶγμα δυσκολαίνουσιν, ἀγανακτοῦσιν, φορτικὸν εἶναι καὶ βαρὺ νομίζουσιν· ἀλλ' οὐκ ἐγώ», φησίν, «ἀλλ' ὥσπερ ἂν εἴ τις ἐπὶ διπλοΐδι καλλωπίζοιτο, οὕτω καὶ ἐγὼ διηνεκῶς, οὐχὶ σήμερον μέν, αὔριον δὲ οὐκέτι, ἀλλ' ὥσπερ ἀνάγκη τὰ ἱμάτια διὰ παντὸς ἔχειν, οὕτω καὶ τὰ πράγματα.» καίτοι τίς αὐτὸν κατέστησε δικαστήν; αὐτοχειροτόνητος κριτὴς παρὰ τῆς ἀρετῆς γέγονεν αὐτῆς καθάπερ Μωυσῆς. τοιούτους εἶναι ἐχρῆν τοὺς ἀνθρώπους· ἀλλ' ἐπειδὴ ἐγκατέλιπον τὴν ἀρετήν, ἔταξεν ὁ θεὸς ἐξουσίας. ὁρᾷς ἐν τῇ φύσει τὸ πρᾶγμα κείμενον, τὸ προστατικὸν λέγω; ἐπεὶ ποῖος, εἰπέ μοι, νόμος τοῦτον ἐπαίδευσεν; τίς κατηνάγκασεν; τίς τὴν ψῆφον ἔδωκεν; τίς ἐπὶ τὸν θρόνον ἀνεβίβασεν; ὀφθαλμὸς ἤμην, φησίν, τυφλῶν, ποὺς δὲ χωλῶν. οὐκ εἶπεν· «ἐπεκούφισα τὴν συμφοράν» οὐδὲ «τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν», ἀλλ' «ὀφθαλμὸς ἤμην· ἔβλεπον δι' ἐμοῦ, οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας συμφορᾶς δι' ἐμέ, οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας, πανταχοῦ τὸ σκότος αὐτοῖς 153 ἐποίουν φῶς.» καθάπερ καὶ ὀφθαλμοὺς ἔχοντες πολλοὶ σκότος ὁρῶσιν, οὕτω καὶ οὗτος τυφλοὺς ἐποίει βλέπειν. ὅρα σημεῖα ἀποστολικά· οὐκ ὀφθαλμοὺς ἀπεδίδου– οὔπω γὰρ αὕτη ἡ χάρις–, ἀλλὰ μενόντων πεπηρωμένων φῶς παρεῖχεν· οἱ δὲ νῦν καὶ τοὺς βλέποντας τυφλοὺς ποιοῦσιν. οὐκ εἶπεν· «διὰ τῶν οἰκετῶν ἐποίουν», ἀλλ' «ἐγὼ αὐτὸς τῆς φύσεως τὰ ἁμαρτήματα διώρθουν, οὐ τὰ παρὰ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τὰ παρ' αὐτῆς τῆς φύσεως.» ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. ὅρα, μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος οὐδὲ μεγαλοφρονῶν, ἀλλ' ἀναγκαζόμενος εἰπεῖν τοῦ θεοῦ τὴν πρόνοιαν καὶ ἐπὶ τίσιν ἀπήλαυεν αὐτοῦ καὶ ἐν τίσιν ἐστὶ νῦν. δίκην, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. ὁρᾷς τὴν προστασίαν; «οὐ μέχρι χρημάτων οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. οὐδέν μοι διαφέροντος πράγματος ἐζήτουν καθάπερ τις ἄριστος θηρατής. οὐ γνωρίμους μόνον οὐ παρεπεμπόμην»– καθάπερ οἱ νῦν–» οὐδὲ τοὺς ὄντας διωθούμην, ἀλλ', εἰ καὶ μηδεὶς ἦν, καθάπερ ἔργον τοῦτο ἔχων καὶ καθάπερ τις θηρατὴς ἄριστος περιῄειν συνεχῶς περισκοπούμενος, μή πού τις ἀδικεῖται, μή πού τις καταδυναστεύεται.» ἐξιχνίασα, φησίν. καὶ ὅρα· «τὰς πάνυ λανθανούσας», φησίν, 154 «καὶ κεκρυμμένας καὶ δυσκολίαν ἐχούσας καὶ πρὸς τὸ εὑρεθῆναι καὶ πρὸς τὸ διαλυθῆναι.» καὶ συνέτριψα μύλας ἀδίκων. τὸ ἀποστολικὸν ἐκεῖνο· ὁ προϊστάμενος ἐν σπουδῇ. ἐκ μέσου δὲ ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ὅρα τὴν δυσκολίαν τοῦ πράγματος· «καταποθὲν ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα». οὐ καθάπερ ἡμεῖς· «οὐ δύναται», φησίν, «ἀνήνυτόν ἐστιν.» συνέτριψα μύλας ἀδίκων. ὅρα ἐν ἑκατέρᾳ τῇ ἀρετῇ τὰ πρῶτα ἔχοντα, καὶ ἔνθα κολάζειν καὶ ἔνθα βοηθεῖν ἐχρῆν. τίνος δὲ ἕνεκεν; «συνέτριψα», φησίν, «τὰς μύλας τῶν ἀδίκων αὐτοῖς ἐκείνοις βοηθῶν καὶ ποιῶν ἀχρήστους λοιπὸν πρὸς ἑτέραν τοιαύτην πλεονεξίαν. καὶ τὸ δὴ θαυμαστόν· οὐδεμίαν ἀντὶ τούτων εἶχον ἀπέχθειαν, ἀλλὰ προσεδέχοντο», φησίν, «λαλοῦντός μου.» εἶτα λέγει· 29, 19a ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, 19b καὶ δρόσος αὐλισθήσεται ἐπὶ τῷ θερισμῷ μου. 29, 20a ἡ δόξα μου καινὴ μετ' ἐμοῦ, 20b καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται. 29, 21a πρεσβύτεροι ἀκούσαντές μου προσεῖχον, 21b ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ, 29, 22a ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, 22b καὶ περιχαρεῖς ἐγίνοντο, ὁπότε αὐτοῖς ἐλάλουν. 29, 23a ὥσπερ γῆ διψῶσα προσδεχομένη ὑετὸν 23b οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο. 29, 24a εἰ ἐγέλων πρὸς αὐτούς, οὐκ ἐπίστευον. ὅρα, τί φησιν· οὐχ ὁ πλοῦτος αὐτὸν ἐπίφθονον ἐποίει, οὐ τὸ τῶν ἀδικουμένων προΐστασθαι, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν. 29, 24b καὶ φῶς, φησίν, τοῦ προσώπου μου οὐ κατέπιπτεν. 29, 25a ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων 25b καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, 25c 155 ὃν τρόπον συμπαθὴς παρακαλῶν. 30, 1a νυνὶ δὲ κατεγέλασάν μου 1b ἐλάχιστοι. τίνα οὖν ἐστι τὰ παρόντα ἔναντι τούτων; κατεγέλασάν μου, φησίν, ἐλάχιστοι. 30, 1b νῦν νουθετοῦσί με ἐν μέρει, 1c ὧν ἐξουθένουν τοὺς πατέρας αὐτῶν, 1d οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων. οὐχ ὑπερόπτης ὢν οὐδὲ ἀλαζὼν ὥστε ἀνθρώπους κυσὶ παραβάλλειν, ἀλλὰ τοὺς πονηροὺς καὶ μιαροὺς αἰνίττεται. τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. ὅτι γάρ διὰ τοῦτό φησιν· 30, 2a καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; 2b ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια 30, 3a ἐν ἐνδείᾳ καὶ ἐν λιμῷ ἀγῶνος, 3b οἱ φεύγοντες ἄνυδρον ἐχθές, 3c συνοχὴν καὶ ταλαιπωρίαν, 30, 4a οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, 4b ὧν ἅλιμα ἦν τὰ σιτία, 4c ἄτιμοί τε καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, 4d οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. 30, 5 ἐπανέστησάν μοι κλέπται, 30, 6 ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν. 30, 7a ἀνὰ μέσον εὐήχων βοήσονται 7b ἢ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. 30, 8a ἀφρόνων υἱοὶ καὶ ἄτιμον ὄνομα 8b καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. ὅρα καὶ ἑτέραν ἀρετήν· ὅπερ ὁ προφήτης ἔλεγεν· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν κύριον δοξάζει. ἄτιμοι, φησίν, καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο. ἑτέρα πονηρία τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι. πένητες, ἀπόλιδες, ἀνέστιοι, οὔτε ἀπὸ κοσμικῆς εὐημερίας ἔχοντες μέγα φρονεῖν οὔτε ἀπὸ ἀρετῆς τῆς κατὰ ψυχήν. 156 30, 9a νυνὶ δέ, φησίν, κιθάρα αὐτῶν ἐγώ εἰμι, 9b καὶ ἐμὲ θρύλημα ἔχουσιν. 30, 10a ἐβδελύξαντό με ἀποστάντες μακράν, 10b ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου. 30, 11a ἀνοίξας φαρέτραν αὐτοῦ ἐκάκωσέ με 11b καὶ χαλινὸν ἐπὶ πρόσωπόν μου ἐξαπέστειλεν. 30, 12a ἐπὶ δὲ δεξιῶν τοῦ βλαστοῦ μου ἐπανέστησαν, 12b πόδα αὐτοῦ ἐξέτεινε 12c καὶ ὡδοποίησεν ἐπ' ἐμὲ τρίβους ἀπωλείας αὐτῶν. 30, 13a ἐξετρίβησαν τρίβοι μου. ὁρᾷς, τίνα ἐστὶ τὰ μάλιστα αὐτὸν λυποῦντα; τὸ παρὰ τοιούτων σκώπτεσθαι ἐπὶ βλάβῃ τῇ ἐκείνων. «κλέπται», φησίν, «καὶ πονηροὶ καὶ μιαροὶ ἄνδρες καὶ παράνομοι μελέτημα καὶ θρύλημα ἡμᾶς ἐποιήσαντο.» εἶτα λέγει τὴν συμφορὰν καὶ ἐπαίρει πάλιν καὶ ἐκτραγῳδεῖ, ὅτι ὁ θεὸς τοῦτο ἐποίησεν· 30, 13b ἐξέδυσε γάρ, φησίν, μὲ τὴν στολήν μου. 30, 14a βέλεσιν αὐτοῦ κατηκόντισέ με, 14b κέχρηται δέ μοι, ὡς ἐβούλετο· ἐν ὀδύναις πέφυρμαι. 30, 15a ἐπιστρέφονται δέ μου αἱ ὀδύναι, 15b ᾤχετό μου δὲ ἡ ἐλπὶς ὥσπερ πνεῦμα, 15c καὶ ὥσπερ νέφος ἡ σωτηρία μου παρῆλθεν. 30, 16a καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, 16b ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, 30, 17a νυκτὸς δέ μου τὰ ὀστᾶ συνέθλασαν 17b καὶ τὰ νεῦρά μου διαλέλυται. 30, 18a πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς· 18b ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. 30, 19a ἥγηται δέ με ἴσα πηλῷ, 19b ἐν γῇ καὶ σποδῷ ἡ μερίς μου. 30, 20a κέκραγα δὲ πρὸς σέ, καὶ οὐκ εἰσακούεις μου. 20b ἔστησαν καὶ κατενόησάν μοι, 30, 21a ἐπέβησαν δέ μοι ἀνελεημόνως, 21b χειρὶ κραταιᾷ μεμαστίγωμαι. 30, 22a ἔταξας δέ με ἐν ὀδύναις 22b καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. 30, 23a οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει· 23b οἰκία γὰρ παντὶ θνητῷ γῆ. 30, 24a εἰ γὰρ ὄφελον, φησίν, ἠδυνάμην ἐμαυτὸν χειρώσασθαι 24b ἢ δεηθῆναί με ἑτέρου καὶ ποιήσει μοι τοῦτο. ὁρᾷς, ὅτι τὸ ἠδυνάμην οὐ δι' ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι; 157 30, 25a ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα. οὐ μικρὸν καὶ τοῦτο, ἀγαπητέ,– ἀλλ' εἰδείης τι εἰπεῖν καὶ ἐκείνου μεῖζον;– τὸ συμπαθητικὴν ἔχειν διάνοιαν. 30, 25b ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. «καίτοι ἐν πλούτῳ ὢν οὐδὲν τοιοῦτον ἐποίησα· οὐκ ἐφήσθην», φησίν, «ταῖς ἀλλοτρίαις συμφοραῖς, ὅπερ πάσχω νῦν.» 30, 26a καὶ ἐπεῖχον ἐγὼ ἐν ἀγαθοῖς, 26b καὶ ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. 30, 27a ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, 27b προέφθασαν δέ με ἡμέραι πτωχείας. 30, 28a στένων πεπόρευμαι ἄνευ φιμοῦ, 28b ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. 30, 29a ἀδελφὸς γέγονα σειρήνων, 29b ἑταῖρος δὲ στρουθῶν. ἡ γὰρ ὑπερβολὴ τῶν κατειληφότων αὐτὸν δεινῶν ἠνάγκαζε θρηνεῖν καὶ ἀποδύρεσθαι. «οὐδὲ βουλόμενος ἡσυχάσαι δύναμαι», φησίν, «ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγὼς οὐδένα τῶν παρόντων αἰδούμενος οὐδὲ αἰσχυνόμενος πλῆθος συνόδου.» τοῦτο δὲ ἀπὸ τοῦ μεγέθους γίνεται τῆς συμφορᾶς. «εἰς τὴν τῶν ὀρνίθων θηριωδίαν ἐξέπεσον», φησίν· «ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἄμεινον διάκειμαι.» τοῦτο καὶ ὁ Δαυίδ φησιν· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. 30, 30a τὸ δὲ δέρμα μου, φησίν, μεμελάνωται μεγάλως, 30b τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος συνεφρύγη. 30, 31a ἀπέβη δὲ εἰς πένθος ἡ κιθάρα μου, 31b ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ὅρα καὶ ὄψιν ἀηδῆ τινα καὶ ἀποτρόπαιον, ἅπαν ἀπηνθισμένον αὐτῷ τὸ κάλλος. τὰ δὲ ὀστᾶ μου, φησίν, ἀπὸ καύματος συνεφρύγη, ἤτοι ἀπὸ τῆς 158 συμφορᾶς, ἤτοι ἀπὸ τοῦ αἴθριος εἶναι διὰ παντός. ποικίλη καὶ πολύτροπος ἡ συμφορά, παντοδαπὰ τὰ δεινά. ἀπέβη εἰς πένθος ἡ κιθάρα μου, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ἄρα καὶ κιθάρᾳ ἐκέχρητο. «ἀλλ' οὐκέτι μοι μελῳδίας ἐστὶν ὑπόθεσις τὸ ὄργανον, ἀλλὰ τῶν ἐναντίων. μείζων ἡ συμφορά, ὅταν τῇ αὐτῇ πρὸς τὰ ἐναντία κέχρημαι. ὑπόμνησίς μοι τὸ ὄργανον τῆς παλαιᾶς εὐπραγίας γίνεται.» τῇ γὰρ μουσικῇ ἐχρῶντο οἱ παλαιοὶ ψάλλοντες. ἐντεῦθεν ἡμῖν δῆλον, ὅτι πρὸ τοῦ Μωσέως ἦν· ψαλμὸς γὰρ ἦν μετ' ἐκεῖνον, πρὸ ἐκείνου δὲ οὐδαμῶς. 31, 1a διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, 1b καὶ οὐ συνήσω ἐπὶ παρθένον. 31, 2a καὶ ἐπεμέρισεν ὁ θεὸς ἄνωθεν, 2b καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου. 31, 3a οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ 3b καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν. 31, 4a οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, 4b καὶ πάντα τὰ διαβήματά μου ἀριθμηθήσεται; 31, 5a εἰ δὲ ἤμην, φησίν, πεπορευμένος μετὰ γελοιαστῶν, 5b εἴ γε καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου. βαβαὶ τῆς ἀκριβείας. «οὐκ ἔχει τις εἰπεῖν, οὐκ ἔχει, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥαθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος ταύτην τιννύω τὴν δίκην καὶ μεταβέβλημαι τοῦ θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος.» τὸν μὲν γὰρ φιλογέλωτα καὶ τρυφῇ προσεσχηκότα καὶ φιλοπαίγμονα εἰκότως ἄν τις εἰς τὴν ἐναντίαν καταστήσειεν ἕξιν γοερῷ τινι καὶ πολυθρήνῳ παραδοὺς αὐτὸν βίῳ. τὸν δὲ καὶ πρὸ τούτου φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας 159 ποῖος ἂν ἔχοι λόγος ἐμπεσεῖν εἰς σκυθρωπὸν καὶ κατηφῆ βίον; ὁρᾷς, ὅτι τὸ τοῦ ψαλμοῦ καὶ ἐπὶ τούτου ἐπληροῦτο τὸ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ; καίτοι πολυτελῆ παρατιθεὶς τράπεζαν καὶ πολλῆς ἀπολαύων εὐετηρίας καὶ τρυφῇ συζῶν διηνεκεῖ οὐδὲν τοιοῦτον ἔπαθεν, οἷον ἐν ἡμέρᾳ μιᾷ τῶν Ἑβραίων τὸ γένος. οὐκ εἶπεν· «εἰ ἐγέλασα», ἀλλ' «εἰ ἐπορεύθην μετὰ τούτων». «οὐδὲ τῆς αὐτῆς ὁδοῦ», φησίν, «ἐκοινώνησα.» καίτοι ποῖος τοῦτο ἀπηγόρευσε νόμος; εἰ δὲ καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου. «οὐκ ἔχει τις εἰπεῖν», φησίν, «ὅτι ῥαθυμίαν μὲν καὶ διάχυσιν καὶ τὸν ὑγρὸν τοῦτον οὐκ ἐδίωκον βίον, κατεσκληκὼς δὲ ὢν καὶ κατεστυμμένος ἐπὶ τὰς διαφερούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσον, πονηρίαν λέγω καὶ δόλον, ἀλλ' ἑκατέρας ὁμοίως τῆς πονηρίας ἀπέστην μακράν. 31, 6a ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ. «τοσαύτης ἀκριβείας ὁ βίος μου μετέχει καὶ ἐν τοῖς μικροῖς, ὅσης δικαιοσύνης τὰ ζυγά, οὐδὲ τὸ μικρότατόν μοι παρημέληται. τούτων οὐκ ἄνθρωπον καλῶ μάρτυρα», φησίν, «τὸν καὶ χαρίσασθαι δυνάμενον, τὸν καὶ ἀγνοοῦντα πολλά, ἀλλὰ τὸν καὶ τὰ ἀπόρρητα μετὰ ἀκριβείας ἐπιστάμενον ἅπαντα θεόν, ὃν οὐδὲν δύναται τῶν ἡμετέρων λαθεῖν.» 31, 6b οἶδε δὲ ὁ κύριος, φησίν, τὴν ἀκακίαν μου. 31, 7a εἰ ἐξέκλινεν ὁ πούς μου ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, 7b εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου. ἔτι τοῦτο μικρόν, μέγα μὲν οὖν ὡς ἐν ἐκείνοις τοῖς χρόνοις, τάχα δὲ καὶ ὡς ἐν τοῖς παροῦσιν. τὸ μὲν γὰρ μηδὲ ἐπιθυμῆσαι μέ160 γα, καὶ τούτου δὲ οὐκ ἔλαττον τὸ δεξαμένους τὴν ἐπιθυμίαν μὴ προσθεῖναι τὴν πρᾶξιν. προϊὼν δὲ καὶ τὸ τούτου μεῖζόν φησιν, ὅτι οὐδὲ οἱ ὀφθαλμοὶ ἔπαθόν τι τοιοῦτον. 31, 7c καὶ εἰ ἐν ταῖς χερσί μου ἡψάμην δώρων,– καὶ τὸν θεὸν μάρτυρα καλεῖ καὶ ἐπαρᾶται ἑαυτῷ. 31, 8a σπείραιμι, φησίν, καὶ ἄλλοι φάγονται 8b ἄρριζός τε γενοίμην ἐπὶ τῆς γῆς. 31, 9a εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, 9b εἰ δὲ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, 31, 10a ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἄλλῳ, 10b τὰ δὲ νήπιά μου ταπεινωθείη. οὐκ εἶπεν·" ὁ ὀφθαλμός μου", ἀλλ'" οὐδὲ ἡ καρδία μου". «οὐδὲ τὴν διάνοιάν μου», φησίν, «εἴασα διαφθαρῆναί ποτε, μή τί γε τὸ σῶμα.» ὅπερ φησὶν ὁ Χριστός· ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 31, 11a θυμὸς γὰρ ὀργῆς ἀκάθεκτος 11b τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. 31, 12a πῦρ γὰρ ἔσται καιόμενον ἐκ πάντων τῶν μερῶν· 12b οὗ δ' ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. τίνος δὲ ἕνεκεν καὶ τὴν τιμωρίαν ἐξηγεῖται; «ᾔδειν», φησίν, «τῆς ἀδικίας τὸ μέγεθος, ἐπεσκεψάμην ἀκριβῶς τῆς ἐπηρείας τὴν ὑπερβολήν.» ὅπερ εἰ καὶ ἡμεῖς ἐπάσχομεν, οὐκ ἂν ἡμάρτομεν. ὁ πλεονέκτης, εἰ τὴν ὀδύνην καὶ τὴν τηκεδόνα τοῦ πένητος ᾔδει τοῦ πλεονεκτουμένου, οὐκ ἂν ἐποίησεν, ὅπερ ἐποίησεν, ἀλλ' εἰ καὶ ὁ τοῦ θεοῦ φόβος αὐτὸν μὴ κατεῖχεν, ὁ τῆς φύσεως ἂν ἐπέκαμψεν ἔλεος. ἀλλ' οἶδε μέν, οὐκ οἶδε δὲ ὥσπερ ὁ πάσχων αὐτός. «ἐγὼ δὲ αὐτῶν τῶν ἀδικουμένων οὐχ ἧττον ἠπιστάμην τὰς ἐπηρείας.» ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. ὃ θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τοῦτο καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. διὰ τοῦτο, ἐπειδὰν πολλάκις ἑτέρους ἀδικῶμεν καὶ μυρία παραινῶν ὁ θεὸς μηδὲν ἰσχύσῃ, καθίστησιν ἡμᾶς εἰς τὴν πεῖραν τῶν πραγμάτων αὐτῶν, ἵνα δι' ὧν 161 πάσχομεν μανθάνωμεν καὶ ὅσον ἐστὶ τὸ δεινὸν παιδευθῶμεν. λέγεται καὶ περὶ τοῦ Ἠλία τοῦτο γεγενῆσθαι, καὶ ὅτι διὰ τοῦτο αὐτὸν εἴασεν ἐν λιμῷ. τοῦτο καὶ ἐπὶ τοῦ Ἰωνᾶ γέγονεν· διὰ τοῦτο καὶ ἐπεμβαίνει αὐτῷ λοιπὸν εὐκαίρως λέγων· σὺ μὲν γὰρ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεώς μου τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν; τοῦτο καὶ ἐπὶ Ἰερεμίου γέγονεν· «τί γάρ», φησίν, «κατέστρεψεν αὐτοὺς ὁ θεός;» καὶ τότε αὐτοῖς ἀρᾶται. ἐμοὶ δοκεῖ καὶ τὸ πάθος διηγεῖσθαι καθαιρῶν ἑαυτοῦ τὸ ἐγκώμιον, ὅτι «οὐδὲν μέγα ἐποίησα μὴ μοιχεύσας μηδὲ τὴν ἀνομίαν τὴν οὕτω μεγάλην ἐργασάμενος. ἐκριζοῖ γάρ», φησίν, «τὴν οἰκίαν, οὗ ἂν εἰσέλθῃ.» εἶδες σωφροσύνην, ὅρα καὶ ταπεινοφροσύνην· 31, 13a εἰ δὲ καὶ ἐφαύλισα, φησίν, κρίμα θεράποντός μου ἢ θεραπαίνης 13b κρινομένων αὐτῶν πρός με. «οὔτε δοῦλος οὔτε ἐλεύθερος παρ' ἐμοῦ», φησίν, «ἠδίκηται.» 31, 14a τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος; 14b ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; 31, 15a πότερον οὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; 15b γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ὅρα, πῶς ὑποτέμνεται αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ καὶ καθαιρεῖ τὰ κατορθώματα· «οὐδὲν μέγα ἐποίησα», φησίν. «τοῦτο αὐτὴ ἡ φύσις βούλεται· κοινωνοῦμεν ἀλλήλοις, ἁπάντων ἡ αὐτὴ γένεσις, ἡ αὐτὴ εἴσοδος. πάντα κοινά· οὐ σεμνότερος ἐγὼ τῆς ἐκείνων φύσεως.» 31, 16a ἀδύνατοι δέ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, 16b καὶ χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. ὁρᾷς, πῶς οὐκ ἦν ὑπερόπτης; πῶς μέτριος; πῶς κοινὸς ἁπάντων ἰατρὸς καὶ κοινὸς λιμὴν καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων; ἥν ποτε εἶχον χρείαν, φησίν. οὐχὶ τὴν μὲν ναί, τὴν δὲ οὔ, ἀλλ' 162 οἱανδήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής. καὶ ὅρα, τούτοις ἐβοήθει, παρ' ὧν οὐδὲν προσεδόκα, χήραις καὶ ὀρφανοῖς καὶ ἀδυνάτοις. καὶ ὅτι οὐδὲ πρὸς ἐπίδειξιν ἐποίει καὶ φιλοτιμίαν, ἀλλὰ διὰ τὸν θεόν, δῆλον μὲν ἐκ τοῦ μὴ θελῆσαι πρὸ τούτου ταῦτα εἰπεῖν, καίτοι μακρῶν οὕτω λόγων ἀποταθέντων καὶ πολλῆς τῆς ὁμιλίας γεγενημένης, δῆλον δὲ καὶ ἐκ τοῦ ἐκεῖνα κατορθοῦν, ὧν οὐδένα μάρτυρα ἀνθρώπων εἶχεν, τὰ κατὰ διάνοιαν λέγω, τὰ περὶ τῶν παίδων. εἰ ἐξηκολούθησεν ἡ καρδία μου, φησίν, γυναικὶ ἀνδρὸς ἑτέρου. καίτοι τούτου μάρτυρα ἄνθρωπον οὐκ εἶχεν, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμόν, ἀλλ' ὅμως καὶ ἐκεῖνα αὐτῷ κατώρθωτο. εὔδηλον, ὅτι καὶ ταῦτα δι' ἐκεῖνον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα, ὑπερορῶν καὶ παρατρέχων καὶ ἐν θρήνοις ἐῶν εἶναι. 31, 17a εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον, φησίν, μόνος 17b καὶ οὐχὶ μετέδωκα ὀρφανῷ ἐξ αὐτοῦ 31, 18a καὶ ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ 18b καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα, 31, 19 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, 31, 20a ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγουν με, 20b ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, 31, 21a εἰ δὲ καὶ ἐπῆρα ὀρφανῷ χεῖρα 21b πεποιθώς, ὅτι πολλή μοι βοήθεια πάρεστιν, 31, 22a ἀποσταίη ἄρα ἀπὸ τῆς κλειδός μου ὁ ὦμός μου, 22b ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. 31, 23a φόβος γὰρ κυρίου συνεῖχέ με, 23b καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. 31, 24a εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, 24b εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, 31, 25a εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι 25b καὶ εἰ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου. καίτοι ποῖον τοῦτο ἁμάρτημα; ὁρᾷς αὐτὸν οὐ προσδεδεμένον χρήμασιν; ὅρα φιλοσοφοῦντα καὶ μετὰ ἀληθείας ἐπεσκεμμένον τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐπίκηρον, τὸ πρόσκαιρον καὶ βραχὺ καὶ εὐπαρόδευτον. 163 εἶτα πάλιν καθαιρεῖ αὐτοῦ τὸ ἐγκώμιον. ἵνα γὰρ μὴ δόξῃ μέγα τι ποιεῖν, ὅρα τί φησιν· 31, 26a ἦ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, 26b σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. «τὸ λαμπρὸν τοῦτο φῶς», φησίν, «ἀπόλλυται καὶ ἀφανίζεται καὶ οὐχ ὁρᾶται.» ὁρᾷς, οἵαν αἰτίαν φησὶ τῆς μεταβολῆς τῶν φωστήρων; ἄρα ἀρκεῖ πρὸς φιλοσοφίαν ἡ κτίσις ἡμῖν, οὐχὶ πρὸς θεογνωσίαν μόνον. ὅταν ἴδῃς, ὅτι μέγας ὁ ἥλιος, θαύμασον τὸν δημιουργόν. ὅταν ἴδῃς, ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε. εἰ γάρ, ὃ πάντων ἐστὶ λαμπρότερον τῶν ἐπὶ τῆς γῆς, τοῦτο λήγει καὶ μειοῦται καὶ τελευτᾷ, πολλῷ μᾶλλον τὰ λοιπὰ πάντα. εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον καὶ οὗ χωρὶς ζῆν οὐκ ἔνι μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ καὶ οὐκ ἀναγκαίως ἡμῖν προσκείμενα. 31, 27a καὶ εἰ ἠπατήθη, φησίν, λάθρᾳ ἡ καρδία μου, 27b εἰ δὲ καὶ χεῖρά μου θεὶς ἐπὶ στόματί μου ἐφίλησα, 31, 28a καὶ τοῦτό μοι ἄρα ἀνομία λογισθείη μεγάλη, 28b ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου. τινές φασιν περὶ εἰδωλολατρίας τοῦτο εἰρῆσθαι, ἀλλ' οὐ πείθομαι· οὐ γὰρ ἂν ἐν μεγίστοις κατορθώμασι τοῦτο τέθεικεν. ἀλλ' ἐμοὶ δοκεῖ, ὅπερ πάσχουσιν οἱ ἐρωτικῶς διακείμενοι ἀπαντώντων τῶν ἐρωμένων· τὰς χεῖρας ἑαυτῶν καταφιλοῦσι τῷ στόματι, ἢ περὶ πλούτου ἢ περὶ πραγμάτων ὧν ἂν θαυμάζωσιν. ὅτι ἐψευσάμην, φησίν, ἔναντι κυρίου τοῦ ὑψίστου, «νῦν ταῦτα λέγων». ἢ ὅτι «οὐ ψεύδομαι ἐναντίον τοῦ θεοῦ»· τοῦτο γὰρ ψεῦδός ἐστι τὸ οὕτω τῶν ἀνθρωπίνων ἐκκρέμασθαι πραγμάτων. 164 31, 29a εἰ δὲ καὶ περιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου 29b καὶ εἰ εἶπον τῇ καρδίᾳ μου· εὖγε εὖγε, 31, 30a ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, 30b θρυληθείην δὲ ὑπὸ λαοῦ κακούμενος. διὰ τῶν ἔργων ἐκεῖνο ἐπλήρου τὸ λέγον· ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ εὐφραίνου ἐπ' αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. εἶτα καὶ πρὸς τοὺς οἰκέτας πῶς ἡμέρως διέκειτο· 31, 31a εἰ δὲ καὶ πολλάκις εἶπον, φησίν, αἱ θεράπαιναί μου· 31b τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; 31c λίαν μου χρηστοῦ ὄντος. ἐντεῦθεν γὰρ ἡ ἐπιείκεια πᾶσα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ καὶ μὴ βίαιος. 31, 32a ἔξω δέ, φησίν, οὐκ ηὐλίζετο ξένος, 32b καὶ ἡ θύρα μου παντὶ ὁδοιπόρῳ ἀνέῳκτο. 31, 33 εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· 31, 34a οὐ γὰρ διετράπην πολυοχλίαν λαοῦ μου τοῦ μὴ ἐξαγορεῦσαι ἐναντίον αὐτῶν. πολλὴ τοῦτο φιλοσοφία. ὁρᾷς, ὅτι οὐδὲν πρὸς δόξαν ἑώρα οὐδὲ διὰ τοὺς λοιποὺς ἐποίει; ὁ γὰρ οὕτως αὐτῶν ὑπερορῶν τῆς δόξης ὡς καὶ τὰς ἁμαρτίας τὰς ἑκουσίους ἐξαγγέλλειν–· τὰς μὲν γὰρ ἀκουσίους κἂν ὁ τυχὼν εἴποι ἅτε μέλλων συγγνώμης ἀπολαύσεσθαι παρὰ τῶν ἀκροατῶν. οὐ γὰρ διετράπην, φησίν, πολυοχλίαν λαοῦ μου. τουτέστιν· τῶν ὑποτεταγμένων, τῶν εἰδότων, τῶν γινωσκόντων καὶ αὐτὸ τὸ εἶδος τῆς ἁμαρτίας. τοῦτό ἐστιν ἀληθῶς φιλοσοφία. λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. «τῶν μὲν οὖν ἀγαθῶν κατορθωμάτων οὐδένα μάρτυρα ἐποιούμην, τῶν δὲ ἁμαρτημάτων καὶ τῶν πταισμάτων πάντας ἐβουλόμην εἶναι τοὺς συνειδότας.» τοῦτο μεγίστη φιλοσοφία, τοῦτο κανὼν ἀρετῆς, τὰ μὲν κατορθώ165 ματα κρύπτειν, ἐκπομπεύειν δὲ τὰ ἁμαρτήματα. οἱ δὲ νῦν τοὐναντίον ποιοῦσιν. 31, 34b εἰ δὲ καὶ εἴασα, φησίν, ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ. οὐκ εἶπεν· «ἐλθόντι ἔδωκα», ἀλλ'· «οὐδὲ βουλομένῳ συνεχώρησα». βίαν ἐποίει τοῖς καὶ ἥκουσι βουλομένοις αὐτὸν παρατρέχειν· ᾔδει γὰρ τὸ πρᾶγμα, ὅτι εὐπορία ἐστίν. ὅσην τοίνυν οἱ πένητες νῦν ποιοῦνται σπουδὴν διενοχλοῦντες τοὺς ὀφείλοντας καὶ δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο τότε διενοχλῶν τοὺς ὀφείλοντας εὖ παθεῖν. 31, 35a τίς δῴη μοι, φησίν, ἀκούοντά μου; 35b χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, 35c συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, 31, 36 ἐπ' ὤμοις περιθέμενος ὡς στέφανον ἀνεγίνωσκον, 31, 37a καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα 37b οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου μου, 31, 38a εἰ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, 38b εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, 31, 39a εἰ τὴν ἰσχὺν αὐτῆς ἔφαγον ἄνευ τιμῆς μόνος, 39b εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, 31, 40a ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, 40b ἀντὶ δὲ κριθῆς βάτος. «ὁμωρόφιον», φησίν, «ἐποιούμην ἕκαστον τῶν δεομένων, τῆς στέγης κοινωνεῖν παρεῖχον οὐχ ἁπλῶς ἐπ' ἀγορᾶς† ὁρῶν†. κοινὴν ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, ἅπαντα κοινά. οἰκονόμος τις εἶναι ἐνόμιζον τῶν ἐν χρείᾳ καθεστηκότων, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ δεσποτικὰ τὰ ἐμά. ὁ κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις.» σιτομέτριον ἦν· οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν, ὥστε μὴ τῇ παρούσῃ μόνον ἡσθῆναι παραμυθίᾳ, 166 ἀλλὰ καὶ τῇ τῶν μελλόντων ἐλπίδι τρυφᾶν. ἡμεῖς δὲ αὐτοὺς καὶ προϊσταμένους ἀπελαύνομεν. καὶ ὅρα, οὐ λέγει, ὅπερ ἐδίδου, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ἀνάγκῃ συγκρύπτει τὰ κατορθώματα, περιστέλλει τὰ ἐγκώμια. οὐκ ἐξῆλθεν, φησίν, τὴν θύραν μου κόλπῳ κενῷ. χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. «οὐχ ἁπλῶς ταῦτα ἐποίουν, ἀλλὰ πρὸς τὸν θεὸν ὁρῶν, οὐχὶ φύσει», φησίν, «ἁπλῶς ἐλεήμων ὤν, ἀλλὰ διὰ τὸν τοῦ θεοῦ φόβον. οὐκ ἔχει τις εἰπεῖν, ὅτι ταῦτα μὲν κατώρθουν, ἐπαιρόμενος δὲ ἤμην καὶ ἐθάρρουν, ἀλλ' ὥσπερ οἱ συνειδότες ἑαυτοῖς ἁμαρτήματα οὕτως ἀεὶ τὸν θεὸν ἐφοβούμην καὶ ἔτρεμον.» «πᾶσαν συγγραφὴν ἄδικον διέσπασα. οὐκ ἐκαλλωπιζόμην, ἀλλὰ διέρρησσον τὴν συγγραφὴν»– τὸ δὲ περιθέμενος ἐπ' ὤμων αἰνίττεταί τινας ταῖς ἀλλοτρίαις ἐγκαλλωπιζομένους συμφοραῖς– «καὶ οὐχ ἁπλῶς ἀπεδίδουν, ἀλλὰ πρότερον ποιῶν ἐξησθενημένην τῷ διαρρῆξαι. πᾶσαν», φησίν, «συγγραφὴν ἄδικον διέσπασα.» εἰ δὲ καὶ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν ἢ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν. καὶ μὴν οὔτε στενάζει ἡ γῆ οὔτε κλαίει. τί οὖν φησιν; οὐχ ὡς ἐκείνης στεναζούσης, ἀλλ' ὡς ἐν ταῖς ἀδικίαις καὶ τῶν ἀψύχων αἰσθανομένων, ὥσπερ καὶ ὁ προφήτης φησίν· ἡ γῆ ἐξέστη καὶ ἔφριξεν. στενάζει δὲ ἡ γῆ, ὅταν ἀδικῶμεν αὐτῆς τοὺς καρπούς. 31, 40c καὶ ἐπαύσατο, φησίν, ˉ̓ Ιὼβ ῥήμασιν, 32, 1a ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ. πρὸς ταῦτα οὐδὲν εἶπον ἐκεῖνοι. ἡσύχασε μὲν ὁ Ἰὼβ διδοὺς αὐτοῖς λόγον εἰπεῖν· ἐπειδὴ δὲ καὶ τὸν θεὸν ἐκάλεσε μάρτυρα καὶ ἑαυτῷ ἐπηράσατο, ἐπεστομίσθησαν. 167 32, 1a ἔτι ἀντεῖπεν, φησίν, ˉ̓ Ιώβ· 1b ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν. μετέθεντο τὴν ψῆφον, ἣν πρότερον εἶχον, ὡς ἀναγκασθῆναι λοιπὸν καταδικάσαι τοῦ θεοῦ καὶ καταψηφίσασθαι. ὅρα ἑκατέραν ἀμετρίαν· καὶ τοῦτον καὶ τὸν θεὸν κατεδίκασαν καὶ ἀμφοτέρων κατεψηφίσαντο. ἀλλ' ὁ θεὸς ὑπὲρ μὲν ἑαυτοῦ οὐδέν φησιν, ὑπὲρ δὲ τοῦ Ἰώβ· τὸ μὲν ἑαυτοῦ ἀφίησιν– τῇ γὰρ διανοίᾳ προσέσχεν– περὶ δὲ τοῦ Ἰώβ φησιν, ὅτι «οὐ καλῶς ἐφθέγξασθε κατὰ τοῦ θεράποντός μου», καίτοι ὁ μάλιστα πάντων ἠδικημένος αὐτός ἐστιν ὁ θεός. ἀλλ' οὐ τίθησι τὸ ἑαυτοῦ, ἀλλὰ τὸ ὑπὲρ ἐκείνου, καί φησι δεῖν αὐτοὺς ἐξιλεώσασθαι καὶ θυσίας προσενεγκεῖν. 32, 2a ὠργίσθη δέ, φησίν, θυμῷ ˉ̓ Ελιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ τοῦ Βουζὶ 2b ἐκ τῆς συγγενείας ˉ̓ Αρὰμ τῆς Αὐσίτιδος χώρας, 2c καὶ ὠργίσθη θυμῷ τῷ ˉ̓ Ιώβ, 2d διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου. 32, 3a καὶ κατὰ τῶν τριῶν δὲ αὐτοῦ φίλων ὠργίσθη σφόδρα, 3b διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα τῷ Ἰὼβ 3c καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. οὐχ ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ὠργίσθη, ἀλλ' ὅτι ἔναντι κυρίου, ἐπειδὴ αὐτὸν ἐκάλει μάρτυρα, ἢ ὅτι ὡς πρὸς τὸν θεὸν δικαζόμενος. τὸ μὲν γὰρ δικαιῶσαι ἑαυτὸν οὐδὲν μέγα, τὸ δὲ ὡς πρὸς τὸν θεὸν δικαζόμενον τοῦτο ποιῆσαι, τοῦτο ἄτοπον. μὴ δικαιοῦ, γάρ φησιν, σεαυτὸν ἔναντι κυρίου. καὶ μὴν καὶ οὗτοι διὰ τοῦτο ὠργίζοντο καὶ ἔλεγον· μὴ γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; τί οὖν οὗτος πλέον ἔσχεν; καὶ γὰρ καὶ ἐκεῖνοι τὸ αὐτὸ ἐνεκάλουν. εἰ δὲ τοῦτο ἀληθές, ἐσχάτης ἀσεβείας τοῦ Ἰώβ, εἰ τοῦ θεοῦ δικαιότερον ἑαυτὸν ἐνόμισεν εἶναι. τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν. τοῦτο μὲν γὰρ ὑπέλαβεν Ἐλιοῦς, ἀλλ' οὐχὶ τοιαύτῃ