Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarius in Job
John ChrysostomJob 168 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
168.1
γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι αὐτὸς δικαιότερός ἐστι τοῦ θεοῦ, ἀλλ' ὅτι ταῦτα μὲν αὐτῷ πέπρακτο. οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ θεῷ, ὁ δὲ Ἐλιοῦς τοῦτο ὑπέλαβεν. ἐκείνοις δὲ δικαίως ἐνεκάλει προδεδωκόσι τοῦ θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. 32, 4a ˉ̓ Ελιοῦς δέ, φησίν, ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ, 4b ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. 32, 5a καὶ εἶδεν Ἐλιοῦς, ὅτι οὐκ ἔστιν ἀπόκρισις 5b ἐν τῷ στόματι τῶν τριῶν ἀνδρῶν, 5c καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ. καλῶς εἶπεν· ὑπέμεινεν, δεικνύς, ὅτι ὠργίζετο μέν, οὐκ ἐτόλμα δὲ οὐδὲν εἰπεῖν, ἕως ἂν πάντα κενώσῃ ὁ Ἰώβ. καίτοι θέα αὐτοῦ τὴν σύνεσιν, πῶς ἐκ προοιμίων εὐθέως ἐπέβαλεν, πῶς τὴν προσήκουσαν φυλάττει τάξιν. 32, 6a ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ Ο ΤΟΥ ΒΑΡΑΧΙΗΛ Ο ΤΟΥ ΒΟΥΖΙ ΛΕΓΕΙ· 32, 6b νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι. 6c διὸ ἡσύχασα φοβηθεὶς 6d τοῦ ἀναγγεῖλαι ὑμῖν τὴν ἐμὴν ἐπιστήμην. ἵνα μή τις εἴπῃ· «καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ' ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ θεοῦ;» ἐπὶ τὴν ἡλικίαν κατέφυγε καὶ «προσδοκῶν», φησίν, «παρ' ὑμῶν γενναῖόν τι καὶ θαυμαστὸν λέγεσθαι». ὅρα, πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις, πῶς ἔδειξεν, ὅτι οὐδ' ἂν νῦν ἐφθέγξατο, εἰ μὴ εἰς ἀνάγκην αὐτὸν ἐκεῖνοι κατέστησαν. 32, 7a εἶπον δέ, φησίν, ὅτι· οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, 7b ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν; 32, 8a καὶ οὐχ οὕτως, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, 8b πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με. ἑκατέρωθεν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς ἀπό τε τῆς διαλέξεως. οὔτε γὰρ πρὸ καιροῦ προπηδήσας εἶπέ τι τούτων οὔτε καλοῦντος τοῦ καιροῦ ἡσύχασεν. 169 εἶτα καὶ λογισμόν φησι δίκαιον· 32, 9a οὐ γὰρ οἱ πολυχρόνιοί εἰσι σοφοὶ 9b οὐδὲ οἱ γέροντες οἴδασι κρίμα. «οὐ γὰρ ἀνάγκη», φησίν, «τοὺς πρεσβύτας μόνον εἶναι σοφούς, ἀλλ' ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. εἰ γὰρ χρόνος ποιεῖ σοφούς, πολλῷ μᾶλλον ὁ θεός.» 32, 10a διὸ εἶπον· ἀκούσατέ μου, 10b καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα. 32, 11a ἐνωτίζεσθε τὰ ῥήματά μου· φ1f1fβφ ἐρῶ γὰρ ὑμῶν ἀκουόντων. 11b ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην μέχρι συνέσεως ὑμῶν, 11c ἄχρις οὗ ἐτάσητε τοὺς λόγους ὑμῶν 32, 12a καὶ ἕως ὑμῶν συνήσω. 12b καὶ ἰδοὺ οὐκ ἦν τῷ ˉ̓ Ιὼβ ὁ ἐλέγχων 12c ἀνταποκρινόμενος ῥήμασιν αὐτοῦ ἐξ ὑμῶν. ἢ τοῦτό φησιν, ὅτι «οὐδὲ τότε, ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε», ἢ ὅτι «ὕστερον ἐσιωπήσατε». 32, 13 ἵνα δὲ μὴ εἴπητε· εὕρομεν σοφίαν προσθέμενοι κυρίῳ· 32, 14 ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. 32, 15a ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, 15b ἐπαλαίωσαν ἐξ αὐτῶν λόγον. 32, 16a ὑπέμεινα· οὐ γὰρ ἐλάλησαν, 16b ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. 32, 17 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 32, 18a πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, 18b ὀλέκει δέ με τὸ πνεῦμα τῆς γαστρός, 32, 19a καὶ ἡ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους γέμων δεδεμένος 19b ἢ ὥσπερ φυσητὴρ χαλκέως δεδεμένος καὶ κατερρωγώς. δείκνυσιν, ὅτι πάλαι ταῦτα ὠδίνων εἰπεῖν ὑπέμεινε καὶ ἐκαρτέρει καὶ διαρραγῆναι εἶχεν· ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία, ὅπερ ἐστὶ μάλιστα πάντων σοφίας ἔργον δύνασθαι ῥήματα κατασχεῖν. τοῦτο δὲ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν θεὸν ἔπασχεν, τὸ οὕτω πυρωθῆναι. 170 32, 20 λαλήσω, φησίν, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη μου. 32, 21a ἄνθρωπον οὐ μὴ αἰσχυνθῶ, 21b ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ. 32, 22a οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. τοῦτο ἐκείνους αἰνίττεται, ὅτι διὰ τοῦτο ἐσίγησαν αἰσχυνθέντες αὐτόν. 32, 22b εἰ δὲ μή, καὶ ἐμέ, φησίν, σῆτες ἔδονται. ὥσπερ τοὺς προσωπολήπτας, καὶ μάλιστα, ὅταν ὁ θεὸς ἐν τῷ μέσῳ ᾖ καὶ ἀνθρώπους μᾶλλον τιμῶμεν. 33, 1a οὐ μὴν δέ, φησίν, ἀλλ' ἄκουσον, ˉ̓ Ιώβ, τὰ ῥήματά μου 1b καὶ τὴν λαλιάν μου ἐνωτίζου. 33, 2a ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, 2b καὶ ἐλάλησεν ἡ γλῶσσά μου ἐν τῷ λάρυγγί μου. 33, 3a καθαρά μου ἡ καρδία ἐν ῥήμασιν, 3b σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. τουτέστιν· «οὐκ ἀπὸ βασκανίας οὐδὲ ἀπὸ φθόνου ταῦτα φθέγγομαι.» ὥστε, εἰ καὶ τὰ αὐτὰ εἶπον οἱ τρεῖς φίλοι ἅπερ οὗτος, ἀλλ' ἴσως οὐ μετὰ τῆς αὐτῆς γνώμης οὐδὲ ὑπὲρ τοῦ θεοῦ, ἐπεὶ καὶ ὁ Ἰούδας καὶ οἱ ἕνδεκα τὰ αὐτὰ ἐφθέγξαντο περὶ τοῦ ἀλαβάστρου, ἀλλ' οὐ μετὰ τῆς αὐτῆς γνώμης. ὥστε μὴ τὰ ῥήματα ἐξετάζωμεν, ἀλλὰ τὴν διάνοιαν, μεθ' ἧς ἔλεγεν ἕκαστος. πῶς; οἱ μὲν αὐτὸν καταβαλεῖν βουλόμενοι, ὁ δὲ τοὐναντίον. καὶ ὅρα, ὕστερος οὗτος φθέγγεται πολλά, ὧν ὁ θεὸς μέλλει λέγειν, ἵνα μᾶλλον ὁ θεὸς ἀπολογήσηται, ὅταν καὶ παρὰ τοῦ ὁμοδούλου τὰ αὐτὰ ἀκούσῃ, ἅπερ ὕστερον παρὰ τοῦ δεσπότου. τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν οἰκετῶν· ὅταν οἱ σύνοικοι αὐτοῖς ἐγκαλέσωσιν, τότε μάλιστα καὶ ἡμεῖς ἐπιτιθέμεθα. ἐκείνοις γὰρ ἐγκαλέσαι οὐκ ἔχει ὡς ἀδίκως τοῦτο ποιοῦσιν. 171 33, 4a πνεῦμα θεῖον τὸ ποιῆσάν με, 4b πνοὴ δέ, φησίν, παντοκράτορος ἡ διδάσκουσά με. 33, 5a ἐὰν δυνηθῇς, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, 5b ὑπόμεινον καὶ στῆθι σὺ κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ. 33, 6a ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, 6b ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα πηλοῦ. ἐπειδὴ ἔλεγεν· «εἴ γε ἦν ὁ διακρίνων» καὶ ὅτι «ἄνθρωπός εἰμι», «ἰδού, ἐγὼ κατὰ σέ εἰμι, ἐκ τοῦ αὐτοῦ ἐσμεν», φησίν, «πηλοῦ». 33, 7a οὐχὶ ὁ φόβος μου στροβήσει σε, 7b οὐδὲ ἡ χείρ μου βαρεῖα ἐπὶ σοὶ ἔσται. ἃ περὶ τοῦ θεοῦ ἔλεγεν. 33, 8a πλὴν εἶπας ἐν ὠσί μου, 8b φωνὴν δὲ ῥημάτων σου ἀκήκοα, 33, 9a διότι λέγεις, ὅτι· καθαρός εἰμι, οὐχ ἥμαρτον τοῖς ἔργοις, 9b ἄμεμπτος δέ εἰμι· οὐ γὰρ ἠνόμησα, 33, 10a μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν. ἐπειδὴ περὶ τοῦ θεοῦ ἔλεγεν· οὐκ εἰσακούσεταί μου, «τοῦτό ἐστιν, ὃ ἐγκαλεῖς», φησίν, «ὅτι οὐκ εἰσήκουσέ σου τῆς δίκης. πόθεν δῆλον, εἰπέ μοι, ὅτι οὐκ εἰσήκουσεν; ὅτι κολάζει καὶ τιμωρεῖται; τοῦτο ἔργον αὐτῷ, ὥστε βελτίους ποιεῖν τοὺς ἀνθρώπους. πολλάκις γοῦν νόσῳ», φησίν, «παρέδωκεν ἐσχάτῃ πολλούς, καὶ ὅμως ἐν ἀρρωστίᾳ τοιαύτῃ ἐξησθενημένον τὸν ἄνθρωπον οὐδεὶς ἀνελεῖν δυνήσεται, κἂν μύριοι ὦσιν ἄγγελοι θανατηφόροι.» 33, 10b καὶ ἥγηταί με, φησίν, ὥσπερ ὑπεναντίον ἑαυτῷ, 33, 11a ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου 11b καὶ ἐφύλαξέ μου πάσας τὰς ὁδούς. 33, 12a πῶς γὰρ λέγεις, ὅτι· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; 12b αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. 33, 13 λέγεις γάρ· διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν ἐν παντὶ ῥήματι; 33, 14a ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος, 14b ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον ὡς φάσμα 172 33, 15a ἐν μελέτῃ νυκτερινῇ, 15b ὡς ὅταν ἐπιπίπτῃ φόβος δεινὸς ἐπ' ἀνθρώπους 15c ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης. 33, 16a τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων· 16b ἐν εἴδεσι φόβου τοιούτοις ἐξεφόβησεν αὐτοὺς 33, 17a ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας αὐτοῦ, 17b τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ ἀδικίας πτώματος ἐρρύσατο 33, 18a καὶ ἐφείσατο τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου 18b τοῦ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. 33, 19a πάλιν δὲ ἤλεγξεν αὐτὸν μαλακίᾳ ἐπὶ κοίτης, 19b καὶ πλῆθος ὀστέων αὐτοῦ ἐνάρκησεν. 33, 20a πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, 20b καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει, 33, 21a ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες 21b καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά, 33, 22a ἐγγίσῃ δὲ ἡ ψυχὴ αὐτοῦ εἰς θάνατον, 22b ἡ δὲ ζωὴ αὐτοῦ ἐν τῷ ᾅδῃ. 33, 23a ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, 23b εἷς ἐξ αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν. «οὐ δυνήσεται», φησίν, «ἐπειδὴ αὐτὸς κατέχει.» «πολλοὺς δέ», φησίν, «καὶ δι' ὀνειράτων ἐπαίδευσεν, καὶ πολέμου μὲν καὶ μάχης ἐξήρπασεν, ἑτέρᾳ δὲ παρέδωκεν τιμωρίᾳ.» ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ μὴ τῆς προνοίας ἀπήλαυες τῆς αὐτοῦ, οὐκ ἂν ἀπώλου; οὐκ ἂν ἐν πολέμῳ καὶ μάχῃ κατέπεσες; ὥστε μάλιστα τοῦτό σοι τεκμήριον ἔστω τῆς προνοίας, ὅτι τοσαύτῃ προσπαλαίων νόσῳ καὶ ἀρρωστίᾳ οὐ τέθνηκας δυνάμενος πολλάκις καὶ χωρὶς τῆς ἀρρωστίας ταύτης, εἴ γε ἐγκατέλιπεν αὐτός, ἀποθανεῖν.» καὶ λέγεις· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακούεις ἐν παντὶ ῥήματι; ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. τουτέστιν· «οὐχὶ καθ' ἕκαστον ἀκούει καὶ παιδεύει, ἀλλὰ τοῦτό ἐστι τοῦ θεοῦ εἰς ἅπαξ τι ποιῆσαι καὶ μὴ κατὰ μικρόν. πολλάκις δι' ὀνειράτων παρῄνε173 σεν, δι' ἐνυπνίων.» ἐπειδὴ ἔλεγεν· διὰ τί με ἐκφοβεῖς ἐν ἐνυπνίοις, ἐν δὲ ὁράμασι καταπλήσσεις; 33, 30a ἰδού, φησίν, ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρός, ὁδοὺς τρεῖς μετὰ ἀνδρὸς τοῦ ἐπιστρέψαι τὴν ψυχὴν αὐτοῦ. τί ἐστι τρεῖς; «πολλάκις», φησίν, «οὐ διαλιμπάνει ὁ θεὸς κατέχων ἡμᾶς, κηδόμενος ἡμῶν ὥστε βελτίω ποιῆσαι τὴν ψυχήν.» «λέγεις», φησίν, «ὅτι ἀδίκως καὶ ἁπλῶς ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον.» ὁ Παῦλός φησιν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ὅρα, πῶς ἄλλοθεν αὐτοῦ τὸ δίκαιον παρίστησιν· «ἐποίησε τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὰ ἄλλα πάντα. μὴ γὰρ ἀλλότρια αὐτοῦ ἐστι τὰ ἔργα, ἵνα ἡμᾶς ἀδικήσῃ; φείδεται τῶν αὐτοῦ»– φείδῃ δὲ πάντων, φησίν, ὅτι σά ἐστιν, δέσποτα φιλόψυχε–, «οὐ μόνον ὅτι αὐτοῦ ἐστιν, ἀλλ' ὅτι καὶ αὐτὸς αὐτῶν κρατεῖ. καὶ γὰρ ἐπ' ἀνθρώπων πονηρῶν τοῦτο συμβαίνει· οὐδ' ἂν θέλωσιν, ἀνέχονται τοὺς ὑποτεταγμένους ἀδικεῖν· τῶν γὰρ οἰκείων καὶ τῶν ἰδίων ἔθος ἅπασι φείδεσθαι. ὅταν δὲ καὶ αὐτὸς ὁ πεποιηκὼς ᾖ καὶ αὐτὸς ὁ κρατῶν, πῶς ταράξει τὸ δίκαιον ἐν τῇ οἰκουμένῃ πάσῃ λαμπρὸν οὕτως αὐτὸ κατασπείρας; ἀλλ' οὐδὲ αὐτὸς ἔχεις εἰπεῖν, ὅτι παρ' ἀσθένειαν οὐκ ἀδικεῖ· οὕτω γὰρ εὔκολον αὐτῷ πάντας ἀπολέσαι, ὥστε ἀρκεῖ θελῆσαι, καὶ τὸ κωλύον οὐδέν. ἀλλ' οὐδὲν τοιοῦτον σύνοιδεν ὁ παρελθὼν χρόνος.» εἶτα μετὰ πολλά φησιν· 34, 12a οἴει τὸν κύριον τὰ ἄτοπα ποιήσειν; 12b ἢ ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον, 34, 13a ὃς ἐποίησε τὴν 174 τὴν γῆν; 13b τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; 34, 14a εἰ γὰρ βούλοιτο συσχεῖν 14b καὶ τὸ πνεῦμα παρ' αὐτῷ κατασχεῖν, 34, 15a τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, 15b βροτὸς δὲ εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. 34, 16a εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, Ἰώβ, 16b ἐνωτίζου φωνὴν ῥημάτων. 34, 17a εἰ δὲ σὺ οὐκ οἴει τὸν μισοῦντα τὰ ἄνομα 17b καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς 17c ὄντα αἰώνιον εἶναι δίκαιον. τί ἐστιν εἰ δὲ σύ; οὐκ ἐτόλμησεν ἐπαγαγεῖν τὸ συμπέρασμα· ἀπὸ πολλῆς εὐλαβείας ἐφείσατο τοῦ ῥήματος. οὐκ ἀπὸ τῆς κτίσεως, οὐκ ἀπὸ τῆς δημιουργίας, οὐκ ἀπὸ τῆς ἀρχῆς ταῦτα στοχάζεσθαι δεῖ μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς οὐσίας καὶ ἀπ' αὐτῶν τῶν ἔργων· μισοπόνηρός ἐστι καὶ φιλάνθρωπος, οὐ καθάπερ ἡμεῖς· οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὰ κακὰ ἀπεχόμεθα τῆς πονηρίας, ἀλλὰ φόβῳ τῆς μελλούσης κολάσεως. πόθεν; ὅτι μισεῖ τὰ ἄνομα, ἀπόλλυσιν, φησίν, τοὺς πονηρούς. ὄντα, φησίν, αἰώνιον. καλῶς καὶ τὸ αἰώνιον τέθεικεν, ὥστε μὴ καθ' ἑκάστην ἡμέραν μηδὲ καθ' ἑκάστην πρᾶξιν ἀπαιτεῖν αὐτὸν τῶν γενομένων τὰς εὐθύνας. πολλάκις οἰκονομεῖ τινα οἰκονομίαν, ἧς τὸ τέλος εἰς μακρὸν ἐκταθῆναι χρόνον ἀνάγκη. μὴ προπηδήσῃς τοῦ τέλους μηδὲ πρὶν ἢ τὸν πᾶν ἀπαρτισθῆναι θελήσῃς καταμαθεῖν τοῦ θεοῦ τὴν δικαιοκρισίαν, ἐπεὶ πλέον οὐδὲν ἔσται σοι τῆς προπετείας. διὰ τοῦτό φησιν αἰώνιος καὶ δίκαιος. ἅπας ὁ παρελθὼν χρόνος αὐτῷ τοῦτο μαρτυρεῖ· μὴ γὰρ νῦν μεταβέβληται; 34, 18a ἀσεβής, φησίν, ὁ λέγων βασιλεῖ· παρανομεῖς. τουτέστιν· τολμηρὸς δίκην δίδωσιν, καὶ δὴ ἐπὶ βασιλέως οὐκ ἀκίνδυνον. τοῦτο ἐμοὶ δοκεῖ καὶ ἄλλο τι αἰνίττεσθαι, ὅτι ὁ βασιλεὺς οὐχ ὑπόκειται, ἀλλ' ἐπίκειται νόμοις· δημιουργὸς αὐτῶν αὐτός ἐστι τῶν νόμων. εἰκότως οὖν τῷ ποιοῦντι τοὺς νόμους ὁ λέγων· «παρανο175 μεῖς» ἐγκαλεῖται, ὥσπερ ἂν εἴ τις τῷ πλάστῃ καὶ τῷ δημιουργῷ εἴποι· «κακῶς πλάττεις». αὐτόνομός ἐστιν ὁ βασιλεύς. 34, 19a ὃς οὐκ ᾐσχύνθη, φησίν, πρόσωπον ἐντίμου, 19b οὐκ ἔδωκε δὲ τιμὴν θέσθαι ἀνδρῶν 19c τοῦ θαυμασθῆναι πρόσωπα αὐτῶν. «εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ' ὀφείλεις παραχωρεῖν αὐτῷ καὶ τῇ δόξῃ αὐτοῦ ὥστε μὴ πάντα ζητεῖν μανθάνειν.» ἄρα ὁ περιεργαζόμενος τὸν θεὸν οὐ τιμᾷ τὸν θεόν. ὅρα, καὶ Παῦλος τί φησιν· δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθείς, ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι. πόθεν πληροφορηθείς; εἰπέ μοι. τὰ γὰρ ἐναντία τῆς φύσεως ἡ ἀκολουθία ἀντεφθέγξατο. 34, 20a κενὰ δὲ αὐτοῖς, φησίν, ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· 20b ἐχρήσαντο γὰρ ἀνόμως ἐκκλειομένοις καὶ ἀδυνάτοις. «ἡ ἱκετηρία σου», φησίν, «αὐτή σοι ἐναντιοῦται. ὁ γὰρ λέγων βασιλεῖ· παρανομεῖς, κἂν δέηται, μάτην δεηθήσεται.» εἶτα περὶ τῆς τοῦ θεοῦ γνώσεώς φησιν, ὅτι πάντα οἶδεν· 34, 21a αὐτὸς γάρ, φησίν, ὁρατής ἐστι πάντων ἀνθρώπων, 21b λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, 34, 22 οὐδέ ἐστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. 34, 23b ὁ γὰρ κύριος τὰ πάντα ἐφορᾷ, 34, 24a ὁ καταλαμβάνων ἀνεξιχνίαστα, 24b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. 34, 25a γνωρίζων αὐτῶν τὰ ἔργα 25b καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. σὺ δέ μοι παρατήρει, πῶς οὐδαμοῦ καθικνεῖται καθάπερ ἐκεῖνοι τοῦ Ἰώβ, ἀλλά φησιν, ὅτι ὁ θεὸς δίκαιός ἐστιν, καὶ οὐ λέγει αὐτῷ, ὅτι «ἥρπασας ὀρφανοὺς καὶ χήρας», πῶς ἐπιτιμητικός ἐστιν, οὐχὶ κατηγορητικός. 176 εἶτα μετὰ πολλά φησιν· 34, 35a ˉ̓ Ιώβ, οὐκ ἐν συνέσει ἐλάλησας, 35b τὰ δὲ ῥήματά σου οὐκ ἐν ἐπιστήμῃ. τοῦτο ἠρέμα καὶ συγγνώμης ἐστίν, ἐκεῖνοι δέ φασιν· μέχρι πότε πνεῦμα πολυρῆμον τοῦ στόματός σου; 34, 36a οὐ μὴν δὲ ἀλλὰ μάθε, ˉ̓ Ιώβ, 36b μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, 34, 37a ἵνα μὴ προσθῶμεν, φησίν, ἐφ' ἁμαρτίαις ἡμῶν· 37b ἀνομία δὲ ἐφ' ἡμῖν ἔσται 37c πολλὰ λαλοῦσι ῥήματα ἔναντι κυρίου. οὐκ εἶπεν·" παράνομα" οὐδὲ" ἀσεβῆ", ἀλλὰ πολλά, δεικνύς, ὅτι οὐδὲ πολλὰ ἀντιφθέγγεσθαι χρὴ τῷ θεῷ. εἰ γὰρ ἐπὶ βασιλέως οὐκ ἄν τις τολμήσειε πολλὰ ῥήματα ἀντιφθέγξασθαι, πολλῷ μᾶλλον ἐπὶ θεοῦ. 35, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 35, 2a τί τοῦτο ἡγήσω ἐν κρίσει; 2b σὺ τίς εἶ, ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου, 35, 3 ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών; 35, 4a ἐγώ σοι δώσω ἀνταπόκρισιν 4b καὶ τοῖς τρισί σου φίλοις· 35, 5a ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, 5b κατάμαθε δὴ τὰ νέφη καὶ ἰδέ, ὡς ὑψηλὰ ἀπὸ σοῦ. τουτέστιν· «εἰ καὶ μὴ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν ὁρωμένων μάθε, πόσον σου ἀπέχει καὶ πόσον ἐστὶν ὑψηλότερος. 35, 6a εἰ ἥμαρτες, τί πράξεις; 6b εἰ δὲ καὶ ἠνόμησας πολλά, τί δύνασαι ποιῆσαι; τουτέστιν· «οὐδὲν αὐτὸν ἀδικήσεις, ἀλλ' οὐδὲ ὠφελήσεις δίκαιος ὤν.» ἐπειδὴ γὰρ ἔλεγεν· εἰ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι; φησίν· «διὰ τί τοῦτο εἶπες; μὴ γὰρ ὡς ἀδικούμενος φροντίζει σου ἁμαρτόντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;» 177 35, 7a καὶ εἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ; φησιν, 7b ἢ τί ἐκ χειρός σου λήψεται; 35, 8a ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου 8b καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. 35, 9a ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, 9b βοήσονται ἀπὸ βραχίονος πολλῶν. 35, 10a καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με; «οὐχ ὁρᾷς», φησίν, «τὸ ὕψος, ὅσον ἐστίν;» 35, 10b ὁ κατατάσσων, φησίν, φυλακὰς νυκτερινάς. τουτέστιν· καθάπερ ἐν στρατοπέδῳ. οὐχ ὁρᾷς πάντα διατεταγμένα καὶ μετὰ πλείονος ἀκριβείας ἕκαστον ἐν τάξει μένον τῇ προσηκούσῃ, οὐδὲν τῶν πάντων τὸν οἰκεῖον ὑπερβαῖνον ὅρον οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδῶν χωρίοις, καθάπερ τὰ πάντα τῶν φυλάκων κατεχόντων καθευδόντων τῶν ἀνθρώπων οὐδεὶς ἐπιβουλεύει. ὅρα τὰ θηρία· ὅτε διαβαίνει, τότε οὗτοι καθεύδουσιν. οὐκ ἐχρῆν ἐπινέμεσθαι τὰς πόλεις, οὐκ ἐχρῆν αὐτοὺς ἀπολωλέναι, δεδεμένοι καθεύδουσιν. 35, 11a ὁ διορίζων με, φησίν, ἀπὸ τετραπόδων γῆς 11b καὶ ἀπὸ πετεινῶν οὐρανοῦ. 35, 12a ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, 12b ἀπὸ ὕβρεως πονηρῶν. 35, 13a ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος· 13b αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι 35, 14a πάντων τῶν συντελούντων τὰ ἄνομα, ὃς σώσει με. 14b κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. 35, 15a καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ 15b καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα, 35, 16a καὶ ˉ̓ Ιὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, 16b ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. «ὁρᾷς», φησίν, «ἐν τῷ οὐρανῷ καθάπερ στρατιώτας τοὺς ἀστέρας τὴν οἰκείαν ἕκαστον περιπολοῦντας τάξιν;» εἶπε καὶ τὴν ἰδιάζουσαν εὐεργεσίαν· ὁ διορίζων με, φησίν, ἀπὸ 178 τετραπόδων· τοῦτο τῆς φύσεως. εἶτα πάλιν· οὐ μὴ εἰσακούσῃ, φησίν, ἀπὸ ὕβρεως πονηρῶν· τοῦτο φυλακή. ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος. οὐ μόνον οὐ δέχεται ὁ κύριος, ἀλλ' οὐδὲ ἰδεῖν βούλεται, ὥσπερ ἄλλος φησὶ προφήτης· καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά. ὁρᾷς, πόση πρόνοια, πόση φυλακή, πόση σύνεσις; εἰ καὶ μή σε ἐκδικεῖ, ἀλλ' ἀπεχθῶς ἔχει πρὸς τὸ πρᾶγμα. εἶτα, ἐπειδὴ εἶπεν· οὐ βούλεται ὁρᾶν, ἵνα μὴ νομίσῃς ἀγνοίας εἶναι τὸ πρᾶγμα, ἀλλὰ μάθῃς, ὅτι σχέσεώς τινός ἐστι καὶ ἀντιλογίας, ἄκουσον, πῶς ἐπήγαγεν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. «εἰ δικαστήριον ἐκάθισεν», φησίν, «καὶ τὰ δικαιώματα προέθηκεν, οὐκ ἂν αὐτὸν ἐπῄνεσας; οὐκ ἂν αὐτὸν ἐδόξασας κατ' ἀξίαν ἐπὶ τοῖς εἰς σὲ γεγενημένοις νῦν, ὅτε νομίζεις ἀδικεῖσθαι καὶ κολάζεσθαι; τὸ μὲν γὰρ μὴ δύνασθαι κατ' ἀξίαν τὸν θεὸν ὑμνεῖν οὐδὲν μέγα, τὸ δὲ μέλλοντα κρίνεσθαι πρὸς αὐτὸν ἐν τοῖς πρὸς ἡμᾶς μὴ δύνασθαι κατ' ἀξίαν αὐτὸν ὑμνεῖν, τοῦτο μέγα.» 36, 1 ΠΡΟΣΘΕΙΣ ΔΕ ΕΛΙΟΥΣ ΕΤΙ ΛΕΓΕΙ· 36, 2a μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· 2b ἔτι γάρ μοι ἔνεστι λέξις. 36, 3a ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, 3b ἔργοις δέ μου δίκαια ἐρῶ 36, 4a ἐπ' ἀληθείας, καὶ οὐκ ἄδικα, φησίν, ῥήματα 4b ἀδίκως συνίεις. τουτέστιν· τὰ ἐπὶ τῶν ἔργων αὐτῶν ἐκβαίνοντα δίκαια λέγω, οὐχὶ ῥήματα ταῦτά ἐστιν οὐδὲ λόγοι. εἶτα μετὰ πολλά φησιν· 36, 21a ἀλλὰ φύλαξαι, μὴ πράξῃς ἄδικα. οὐκ εἶπεν ὅτι· «ἔπραξας.» 179 36, 24a μνήσθητι οὖν, ˉ̓ Ιώβ, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, 24b ὧν ἦρξαν ἄνδρες. 36, 25a πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, 25b ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί. τουτέστιν· ἀπολλύμενοι καθ' ἑκάστην ἡμέραν, ὅσους ἀναιρεῖ. 36, 27a ἠρίθμηνται δὲ αὐτῷ ὑετοῦ σταγόνες. ἐνταῦθα τὴν γνῶσίν φησιν καὶ τὴν πρόνοιαν. 36, 28b ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28c ὥραν δὲ ἔθετο κτήνεσιν, 28d καὶ οἴδασι κοίτης τάξιν. καίτοι λόγου ἀπεστερημένα ἀπὸ τῆς φύσεως ἔγνωσαν. προοιμιάζεται περὶ τούτων, περὶ ὧν μέλλει αὐτῷ ὁ θεὸς διαλέγεσθαι. 36, 28e ἐπὶ τούτοις πᾶσιν, φησίν, οὐκ ἐξίσταταί σου ἡ διάνοια; οὐκ εἶπεν·" οὐ θαυμάζει;", ἀλλ' οὐκ ἐξίσταται;– ὄντως γὰρ ἔκστασις καὶ φρίκη, πόθεν τὰ ἄλογα τοσαύτην εὐταξίαν φυλάττει–, ἵνα μάθῃς, ὅτι καὶ σὺ οὐκ ἀπὸ τοῦ λόγου, ἀλλ' ἀπὸ τοῦ τὸν λόγον δεδωκότος κυβερνᾷ. καὶ μετὰ πολλά φησιν· 37, 7b ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. «διὰ τοῦτο», φησίν, «οὕτω μεγάλα αὐτοῦ τὰ δημιουργήματα, διὰ τοῦτο ψῦχος καὶ καῦμα, διὰ τοῦτο ἀέρων ἀνωμαλία.» μὴ γὰρ οὐκ ἐνῆν γενέσθαι κρᾶσιν ἀρίστην; ἀλλ' ἵνα πάντοθεν κωλύσῃ τοῦ φρονήματος τὸ ὑπερέχον καὶ διανιστάμενον, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. κατὰ πρόσωπον ψύχους αὐτοῦ, φησίν, τίς ὑποστήσεται; καὶ πᾶσα ἡ κτίσις πρὸς τοῦτο δεδημιούργηται καὶ πάντα διὰ τοῦτο γέγονεν. ἐπειδὴ γὰρ τοῦτο μάλιστα πάντων ἐξέβαλε τῆς τοῦ θεοῦ παρρησίας, πάντα πρὸς τὸ ἐναντίον κατεσκεύασεν ὁ θεός, καὶ τὴν κτίσιν καὶ τὴν κατασκευὴν τοῦ σώματος καὶ τὴν τοῦ βίου διαγωγήν, ὥστε ταῦτα πάντα διὰ ταπεινο180 φροσύνην, ἵνα μάθωμεν μετριάζειν καὶ ἵνα τὴν ἀσθένειαν ἐπιγνῶμεν τὴν ἑαυτῶν, ἵνα λέγωμεν κατὰ τὸν Ἀβραάμ· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, ἵνα λέγωμεν κατὰ τὸν Δαυίδ· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ἵνα λέγωμεν κατὰ τὸν ἀπόστολον, ὅτι ἐμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη. ἀσθενῆ αὐτὸν ἐποίησεν, καὶ νομίζει ἰσχυρὸς εἶναι· διὸ καὶ ἀσθενέστερος γίνεται. τὰ μὲν οὖν ὁμοῦ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἡμετέραν ἀσθένειαν δείκνυσιν, τὰ δὲ τὴν δύναμιν αὐτοῦ μόνον. οὐ γὰρ μόνον βούλεται πανταχοῦ μετὰ τοῦ λυπεῖν ἡμᾶς θαυμάζεσθαι παρ' ἡμῶν, ἀλλ' ἔστιν ὅπου καὶ ἀνίησιν ἡμῶν τὴν διάνοιαν. καὶ μετὰ πολλά φησιν· 37, 17a σοῦ δὲ ἡ στολὴ θερμή, 17b ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. ἤτοι τοῦτό φησιν, ὅτι «ἐν ὀδύναις εἶ νῦν, ἀλλ' ὕστερον ἀναπαύσῃ». καὶ τοῦτο τῆς τοῦ θεοῦ σοφίας τὸ λύσιν τινὰ καὶ πέρας ἐπινοῆσαι τοῖς ἀνθρωπίνοις κακοῖς τὸν θάνατον. ἢ ὅτι «εἰ καὶ ἐν κακοῖς εἶ, μάχης καὶ πολέμου καὶ ταραχῆς ἐκτὸς ἕστηκας, καὶ τούτῳ σε τιμωρεῖται τῷ τρόπῳ». 37, 19a διὰ τί; δίδαξόν με, φησίν, τί ἐροῦμεν αὐτῷ, 19b καὶ παυσόμεθα πολλὰ λέγοντες. τουτέστιν· «διὰ τί ταῦτα γέγονεν; μὴ δυνάμεθα αὐτὸν ἐρωτῆσαι; οὐδὲν λέγω», φησίν, «ἂν ταῦτα μόνον δυνηθῶμεν μαθεῖν.» 37, 20a μὴ βίβλος, φησίν, ἢ γραμματεύς μοι παρέστηκεν, 20b ἵνα ἄνθρωπον ἑστὼς κατασιωπήσω; «μὴ γὰρ ἀπὸ βιβλίου», φησίν, «ταῦτα λέγομεν πρὸς αὐτόν; μὴ γὰρ ἄνθρωπός ἐστιν; οὐχ ὁρᾷς ἀντὶ γραμμάτων τὴν δημιουργίαν πᾶσαν πανταχοῦ βοῶσαν;» 181 «κατασιωπήσω», φησίν, «ἄνθρωπον; ἀλλ' ἀντιφθέγγεται ἡ κτίσις πανταχοῦ γῆς οὔσης καὶ φαινομένης. φέρω γράμματα κατηγορίας, ἀλλ' αὐτὸς φέρει τὴν οἰκουμένην ἅπασαν, ὥστε οὐκ ἦν», φησίν, «ἀπὸ ῥημάτων διαλεχθῆναι πρὸς τὸν θεὸν οὐδ' ἀντιφθέγξασθαι ταῦτα πάντα.» οὕτω λοιπὸν ὁ θεὸς ὅρα πῶς εὐκαίρως ἐπεισῆλθεν προοδοποιήσαντος τοῦ δούλου καὶ περὶ τῆς σοφίας αὐτοῦ διαλεχθέντος καὶ καταστείλαντος· 38, 1 μετὰ δὲ τὸ παύσασθαι, φησίν, ˉ̓ Ελιοῦν τῆς διαλέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους. ἐμοὶ δοκεῖ νέφος ἐπιστῆσαι τῷ δικαίῳ τότε ἐκείνῳ ὥστε αὐτοῦ διαναστῆσαι τὴν διάνοιαν καὶ πεῖσαι, ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ καθάπερ ἐπὶ τοῦ ἱλαστηρίου τοῦ ἐπὶ τῆς κιβωτοῦ. ἐπειδὴ γὰρ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ οἱονεὶ τὸν θρόνον αὐτὸν ἤγαγε πλησίον αὐτοῦ. τοῦτό μοι δοκεῖ καὶ ἐπὶ τοῦ ὄρους γενέσθαι, ὅτε νεφέλη ἐπέστη, ἵνα μάθωμεν, ὅτι ἄνωθεν ἡ φωνή. ἀκούωμεν δὴ μετὰ ἀκριβείας, ἐπειδὴ ὁ κοινὸς τῶν ὅλων δεσπότης φθέγγεται. ἴδωμεν, πῶς αὐτὸν παρακαλεῖ. ἆρα μετὰ τοσαύτης σφοδρότητος, μεθ' ὅσης ἄνθρωποι; οὐδαμῶς. ἐκείνων, ἀγαπητέ, τῶν προτέρων, ὧν ὠδίναμεν λύσιν εὑρεῖν, τῶν φορτικῶς λεγομένων παρὰ τοῦ Ἰὼβ νῦν εὑρίσκομεν σαφεστάτην τὴν λύσιν. ἴδωμεν, τί ἐγκαλεῖ αὐτῷ· 38, 2a τίς οὗτος ὁ κρύπτων με, φησίν, βουλήν, 2b συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; 182 ὅρα, τί ποιεῖ. ἐμοὶ δοκεῖ ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι. ἐπειδὴ γὰρ πολλὰ ἦν, ἃ κατὰ τὴν διάνοιαν ἔσχεν ὁ Ἰὼβ καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν καὶ δείκνυσιν, ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ πάντα οἶδε σαφῶς, ὥστε ἀπὸ ἐκείνων προτέρων ἄρχεται τῶν μᾶλλον ἀσυγγνώστων. εἰ γάρ, ἅπερ ἐτόλμησεν εἰπεῖν, οὕτω φορτικὰ καὶ ἐπαχθῆ, πολλῷ μᾶλλον ἐκεῖνα. διὰ τοῦτο πρότερον αὐτοῖς ἐπιτίθησι τὸ φάρμακον. τίς οὗτος; φησίν. ὁμοῦ ἐκ προοιμίων δείκνυσι τὸ μέσον τοῦ θεοῦ καὶ αὐτοῦ ὅσον ἐστίν· «τίς ὁ κρύπτειν με ἐπιχειρῶν, εἰπέ μοι, τὸν τὰ ἀπόρρητα μετὰ ἀκριβείας εἰδότα; μὴ γάρ, ἐπειδὴ οὐκ εἶπες αὐτά, οὐχὶ ῥήματά ἐστιν; ἐτέχθη καὶ γέγονε λόγος, εἰ καὶ κρύπτεις.» ὁρᾷς, πῶς ἡμέρως, πῶς διορθωτικῶς καὶ ἐλεγκτικῶς; 38, 3a ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, 3b ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων ὥστε προσέχειν τοῖς λεγομένοις καὶ κατὰ ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον. μάλιστα δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ καὶ οὐκ ἦν τοῦ τὰ τοσαῦτα μετὰ σοφίας καὶ συνέσεως ἐργαζομένου ἄνθρωπον, δι' ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν ἁπλῶς καὶ ὡς ἔτυχε πάσχοντα κακῶς. 38, 4a ποῦ ἦσθα, ὅτε ἐθεμελίωσα τὴν γῆν; 4b ἀπάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν, 38, 5a τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας 5b ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς. 38, 6a ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; 6b τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; 183 «τί λέγεις;» φησίν. «γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα 183 διὰ σέ, σὲ δὲ παρόψομαι, δι' ὃν ἐκείνην ἐποίησα;» διὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευήν, ἀλλ' ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δείκνυσιν, ὅτι «εἰ ὁ κόσμος», φησίν, «τοσαύτης ἀπολαύει προνοίας διὰ σέ, πολλῷ μᾶλλον σύ.» ποῦ ἦς, φησίν, ὅτε ἐθεμελίωσα τὴν γῆν; πρὸς τοὺς βουλομένους αὐτὸν ἀπαιτεῖν εὐθύνας καὶ λόγους τῶν γινομένων καὶ οὐ στοχαζομένους αὐτοῦ τῆς σοφίας τὸ μεγαλεῖον. «τίς παρῄνεσεν; τίς συνεβούλευσεν; τίς ἐβοήθησεν;» οὐκ εἶπεν·" ὅτε ἐποίησα", ἀλλ' ὅτε ἐθεμελίωσα. καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν μεγάλης τέχνης ἦν οὐκ ἔχουσαν θεμέλιον οὐδὲ κρηπῖδα οὐδὲ ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι καὶ πῆξαι βεβαίως οὕτως ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι. τίς ἔθετο μέτρα αὐτῆς, φησίν, εἰ οἶδας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς. ἀπόρρητα μανθάνομεν μυστήρια ὄντως, καὶ τὸ πρὸς τὸν Ἰὼβ λεγόμενον οὐ πρὸς ἐκεῖνον εἴρηται μᾶλλον ἢ πρὸς ἡμᾶς· ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. καὶ γὰρ ἡμῖν ταύτης δεῖ τῆς προθυμίας καὶ τῆς διαναστάσεως. τίς τέθεικεν αὐτῆς τὰ μέτρα; ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται οὐδὲ ὡς ἔτυχεν οὐδὲ εἰκῇ, ἀλλὰ πρός τινα σκοπὸν ὁ θεὸς ὁρῶν σύμμετρον οὕτως ἐποίησε καθάπερ ἀριστοτέχνης ἄριστος. τοσαύτην γὰρ ἔδει γενέσθαι καὶ οὔτε ἐλάττονα οὔτε πλείονα. τὸ δὲ διὰ τί ἡμῖν μὲν οὐ δυνατὸν συνιδεῖν, τῷ δὲ πεποιηκότι μόνῳ. μετὰ γὰρ τοσαύτης ἀκριβείας αὐτὴν ἐποίησεν ὥσπερ ἂν εἴ τις σπαρτίον ἐκτείνας. καὶ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἰ τὸ τυχὸν ἀφῃρέ184 θη, ἄκαιρον εἶναι καὶ ἄχρηστον ἂν γενέσθαι. ὥσπερ γὰρ τῇ συμμετρίᾳ τῶν μελῶν τῶν ἡμετέρων εἰ προσθείη τις καὶ τὸ τυχόν, τῷ τε κάλλει λυμαίνεται τοῦ παντὸς σώματος καὶ τὴν χρείαν ἐνεπόδισεν, οὕτως ἐμοὶ δοκεῖ εἰ πλέθρου μέτρον προσθείη τις τῇ γῇ πάσῃ, τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι. οὕτω μετὰ ἀκριβείας αὐτῆς τὰ μέτρα διατετύπωται, καὶ οὐκ ἂν ἄλλως σταίη ἢ οὕτως ὥσπερ ὁ θεὸς ἐποίησεν. οὐχ ὡς τούτων γενομένων οὐδὲ ὡς τοῦ θεοῦ σπαρτίον ἐπαγαγόντος, ἀλλ' ὅτι καὶ μέτρον θεῖναι ἀδύνατον καὶ σπαρτίον ἐπενεχθῆναι, ἀλλ' ὅτι μετὰ τοσαύτης ἀκριβείας γέγονε μεθ' ὅσης ἂν εἰ ταῦτα ἐγένετο, μᾶλλον δὲ μετὰ πολλῷ πλείονος. ὅμως δὲ δείκνυσιν ἡμῖν διὰ τούτων τὴν σοφίαν, διὰ τῶν γνωρίμων ἡμῖν. ἐπὶ τίνος, φησίν, οἱ κρίκοι αὐτῆς πεπήγασιν; πρῶτον μὲν «ἐκκρεμής ἐστιν», φησίν. ποῖοι κρίκοι αὐτὴν φέρουσιν; πάλιν οὐχ ὡς τούτων ὄντων, ἀλλ' ὡς ἀσφαλῶς οὕτω βεβηκυίας αὐτῆς ὥσπερ ἂν εἰ κρίκοι ἦσαν ἄνωθεν βαστάζοντες καὶ πεπηγότες. ἐπειδὴ γὰρ ὁ κρίκος μετέωρον φέρει τὸ σῶμα, τὸ δὲ μετέωρον οὐχ ἕστηκεν, διὰ τοῦτό φησιν· πεπήγασιν. τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτι οὕτως ἕστηκεν ἑδραία ὥσπερ ἐπ' οἰκοδομῆς ἐπ' ἀσφαλοῦς βεβηκυῖα θεμελιώσεως τῇ βουλήσει τοῦ θεοῦ. ἐν τῇ γὰρ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. 38, 7a ὅτε ἐγενήθησαν ἄστρα, 7b ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. ἀπὸ τούτου δῆλον, ὅτι πρῶτοι οἱ ἄγγελοι τοῦ κόσμου τούτου γεγένηνται. καὶ φωνῇ μεγάλῃ ᾔνεσαν, τουτέστιν· ὑπὸ τῆς ὄψεως αὐτῆς ἐξεπλάγησαν. 185 38, 8a ἔφραξας δὲ θάλασσαν πύλαις, 8b ὅτε ἐμαιοῦτο καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἐξεπορεύετο; τουτέστιν· «ὅτε ἐγένετο, σὺ αὐτὴν ἐτείχισας;» τίνος δὲ ἕνεκέν φησιν· ὅτε ἐμαιοῦτο; ἵνα δείξῃ, ὅτι κατὰ μικρὸν γέγονε καὶ οὐχ ὁμοῦ οὕτω παρήχθη. παραπέμπει δὴ πρὸς τὴν διήγησιν τὴν Μωσέως τὸν ἀκροατήν· καθάπερ μαιουμένη οὕτω πρῶτον μὲν διεχύθη, εἶτα διεπλάσθη καὶ συνήχθη. ἵνα γὰρ μὴ νομίσῃς φυσικὸν εἶναι τοῦτο τὸ κατέχεσθαι αὐτὴν ἐν τοῖς κόλποις ἐκείνοις τὸ ἐναντίον πρῶτον ἀφίησι γενέσθαι ὑπὲρ νώτων τῆς οἰκουμένης ἁπάσης διαχυθῆναι συγχωρήσας τὸ ὕδωρ. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ἐποίησεν. τῇ γὰρ διακοσμήσει τῇ μετὰ ταῦτα γίνεσθαι μελλούσῃ τὴν προτέραν ἔδειξε κατάστασιν, οἷον ἐπὶ τῆς γῆς· ὅτι γὰρ ὁμιλοῦσα ὕδασιν ἔμελλεν εἶναι πηλός, ἐδήλωσεν ἡ πρώτη καταβολὴ τῶν στοιχείων. ὅτι μὴ κατεχόμενον τὸ ὕδωρ ἔμελλε πανταχοῦ διαχεῖσθαι, ἡ πανταχοῦ τῆς οἰκουμένης ἐδήλωσε θάλασσα. ὅτι καὶ πρὸ τῶν σπερμάτων δυνατὸν ἦν τῷ θεῷ πάντα ποιῆσαι, καὶ τοῦτο ἔδειξεν, ὅτε καὶ χωρὶς γάμου παρήγαγε τοὺς πρωτοπλάστους. καὶ τοῦτο δέ, ὅτι, εἰ μὴ διεκεκόσμητο τὸ πῦρ, πάντα ἂν κατέφλεξεν, ἔδειξεν, ὅτε τὸ πῦρ ἔβρεξεν. καὶ ἐπὶ τοῦ ὑετοῦ τοῦ Νῶε· ἐπειδὴ γὰρ οὐδεὶς παρῆν ἐκείνῃ τῇ διακοσμήσει, ἑτέρᾳ πάλιν ἐποίησεν. οὐχ ὅτι μητέρα εἶχεν οὐδὲ ὅτι ἀπὸ κοιλίας ἐξῆλθεν. 38, 9a ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν. μηδὲ τοῦτο τῆς φύσεως εἶναι νομίσῃς τοὺς ἀτμοὺς τοὺς ἀπὸ τῶν ὑδάτων. «καὶ τοῦτο ἀπὸ τοῦ ἐμοῦ προστάγματος», φησίν. 186 38, 9b ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. τίνος ἕνεκέν φησιν· ἐσπαργάνωσα; ἆρα ὡς τῷ βρέφει χρήσιμα τὰ σπάργανα, οὕτω καὶ τῇ θαλάσσῃ; ἢ ὅτι ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἢ ὅτι τοῦτο αὐτὴν κατέχει, ἢ τὸ θαυμαστὸν δείκνυσιν, ὅτι τὸ ῥευστὸν περιέβαλεν ἀέρι καὶ ὅτι οὐχ ὑπὸ γῆς μόνον, ἀλλὰ καὶ ὑπὸ ἀέρος κατέχεται οὔτε πρὸς ὕψος οὔτε πρὸς πλαγίαν ἐξενεχθῆναι παρὰ τὸ μέτρον δυναμένη. τί δὲ τὸ χρήσιμον; μεγάλη ἐντεῦθεν ἡ φιλοσοφία· οὐ γὰρ ἁπλῶς τὴν ἐπιφάνειάν φησιν, ἀλλ' αὐτὸ τὸ σῶμα τοῦ ὕδατος διὰ παντὸς ὁμίχλην ἔχει, καὶ μάλιστα τοῦ θαλαττίου. 38, 10a ἐθέμην δὲ αὐτῇ ὅρια 10b περιθεὶς κλεῖθρα καὶ πύλας. πάλιν ὅτι οὕτως ἀσφαλῶς ἕστηκεν ὡσανεὶ δεδεμένη. διὰ μὲν τούτου τὸ ἀσφαλές, διὰ δὲ τοῦ ἑξῆς τὸ εὔκολον δείκνυσιν. 38, 11a εἶπον δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, 11b ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις, οὕτω δὲ εὐκόλως ὡσανεὶ ἐπιτάξας. εἶπον, γάρ φησιν. καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅτι μηδεμιᾶς αὐτὴν ἀνάγκης ὠθούσης τοῦτο γίνεται, ἀλλὰ καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥύμης οὕτως αὐτὴν μαστιζούσης. διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληναίαν οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ θεοῦ τὴν ἰσχὺν τῆς φύσεως τῷ προστάγματι μαχομένης καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί. νῦν δὲ ταραττομένης, μαστιζομένης, ὠθουμένης ἔνδον καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένης διὰ τῆς ταραχῆς κηρύττει τοῦ θεοῦ τὴν ἰσχύν. ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. πάλιν ἐντεῦθεν ἐπὶ τὸν οὐρανὸν αὐτὸν εἵλκυσε πρότερον ἐκ τῶν κάτω διαλεχθείς· 187 38, 12a ἐπὶ σοῦ, φησίν, τέταχα φέγγος πρωινόν; ἔστι γὰρ καὶ νυκτερινόν, τὸ σεληνιαῖον. 38, 12b ἑωσφόρος δὲ ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν; τῶν ἀστέρων ὁ πρῶτος. ὅρα καὶ ἐκεῖ τὴν εὐταξίαν. ἀπὸ τῶν ὑδάτων ἔμαθες, ὅτι καὶ ἐν οὐρανῷ οὐ φύσει τὰ πράγματα οἰκονομεῖται, ἀλλὰ προνοίᾳ θεοῦ· εἰ γὰρ ἐν ῥευστῇ φύσει καὶ ἀτάκτῳ τοσαύτη μὲν εὐταξία, τοσοῦτος δὲ ῥυθμός, ὅταν ἴδῃς καὶ ἐν οὐρανῷ τοῦτο, ἀναμνήσθητι τοῦ αἰτίου τούτων γινομένου. 38, 13a ἐπιλαβέσθαι, φησίν, πτερύγων γῆς. τουτέστιν· περιπολεῖν. τί ἐστιν ἐπιλαβέσθαι; ὅτι ὅπου ἂν ᾖ, τὸ φῶς πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει καὶ τοῖς εἰς τὰ πέρατα, ὥστε οὐδὲν θαυμαστὸν περὶ τοῦ ἡλίου τοῦτο, ὅπου γε καὶ ἐν τοῖς ἄστροις τοῦτό ἐστιν. καὶ τί τὸ κέρδος; 38, 13b καὶ ἐκτινάξει ἀσεβεῖς, φησίν, ἀπ' αὐτῆς. περὶ τῶν λῃστῶν καὶ τυμβωρύχων καὶ τῶν ἄλλων ἁπάντων λέγει τῶν τῇ νυκτὶ πρὸς τὴν ἰδίαν κεχρημένων πονηρίαν. εἶτα τὸ πάντων μεῖζον· 38, 14a ἢ σὺ λαβὼν πηλὸν ἔπλασας ζῷον 14b καὶ λαλητὸν ἔθου αὐτὸ ἐπὶ τῆς γῆς; ὅθεν δῆλον, ὅτι τὰ ἄλλα οὐκ εἶχε τοῦτο· οὐ γὰρ ἂν ὡς ἐξαίρετον αὐτὸ τῷ ἀνθρώπῳ προσῆψεν. ἀπὸ τῆς ψυχῆς ἔχει φωνὴν τοιαύτην εὔρυθμον καὶ ἐναρμόνιον. ὁρᾷς, ὅτι οὔτε τοῖς ἄστροις οὔτε τοῖς ἄλλοις μαρτυρεῖ τοῦτο; εἶτά φησιν· 38, 15a ἀφείλω δὲ ἀσεβῶν τὸ φῶς 15b καὶ βραχίονα ὑπερηφάνων συνέτριψας; 38, 16a ἦλθες δέ, φησίν, ἐπὶ πηγὴν θαλάσσης; πάλιν ἐπὶ τὴν θάλασσαν τὸν λόγον μετήγαγεν, οὐχ ὡς πηγὴν 188 τῆς θαλάσσης ἐχούσης, ἀλλ' ὡς μὴ ἐκλειπούσης καθάπερ πηγὴν ἐχούσης. εἶτα τὸ ἄπειρον αὐτῆς· 38, 16b ἐν δὲ ἴχνεσιν, φησίν, ἀβύσσου περιεπάτησας; «οὐ λέγω, ὅτι οὐδὲν δύνασαι ποιῆσαι ὧν ἐποίησα, ἀλλ' οὐδὲ οἶδας, πῶς γέγονεν, οὐδὲ εἰδέναι αὐτὰ δύνασαι οὐδὲ θεωρῆσαι αὐτὰ μετὰ ἀκριβείας.» διὰ τούτων διδάσκει αὐτὸν τὸ μέσον αὐτοῦ καὶ ἐκείνου. 38, 17a ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; ταῦτα τὰ ἀόρατα, ἀπὸ τῶν φαινομένων κἀκεῖνα δῆλα. τουτέστιν, ὅτι «ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω, δεσμωτήριόν μοί ἐστιν ὁ ᾅδης.» 38, 17b πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; 38, 18a νουθέτησαι δὲ τῆς ὑπ' οὐρανὸν τὸ εὖρος; 18b ἀνάγγειλόν μοι, πόση ἢ τίς ἐστιν. 38, 19a ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; 19b σκότους δὲ ποῖός ἐστιν ὁ τόπος; 38, 20a εἰ ἄρα ἀγάγοις με εἰς ὅριον αὐτῶν, 20b εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν, 38, 21a οἶδα ἄρα, ὅτι τότε γεγένησαι, 21b ἀριθμὸς δὲ ἐτῶν σου πολύς. «ἀνάγγειλόν μοι», φησίν, «ποῦ τὸ φῶς καὶ ποῦ τὸ σκότος ἀπέρχεται. καὶ τί λέγω τὰ στοιχεῖα; τὰ κατὰ σαυτὸν εἰπέ· πότε ἐγεννήθης;» καὶ μὴν ᾔδει, ἀλλὰ παρ' ἑτέρων μαθών. «ἀλλὰ πόσος ὁ χρόνος; τὰ κατὰ σαυτὸν οὐκ οἶδας.» 38, 22a ἦλθες δέ, φησίν, ἐπὶ θησαυροὺς χιόνος, 22b θησαυροὺς δὲ χαλάζης ἑώρακας; οὐχ ὅτι ἀποθῆκαί εἰσιν, ἀλλ' ὅτι οὕτως ἑτοίμως ὥσπερ ἐκ θησαυρῶν ἐκβάλλων δείκνυσιν αὐτά, ὅταν βούληται. 38, 23a ἀπόκεινται δέ σοι εἰς ὥραν ἐχθρῶν 23b καὶ εἰς ἡμέραν πολέμου καὶ μάχης; 189 ὁρᾷς, ὅτι τοῦτο βούλεται τὸ εὔκαιρον δηλῶσαι, ὡς ἄρα κατὰ καιρὸν τοῦτο γίνεται καὶ οὐχ ἁπλῶς; εἶτα καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὑετῶν λέγω καὶ πάχνης καὶ τὸ ἐναντίον νότου· 38, 24a πόθεν δέ, φησίν, ἐκπορεύεται πάχνη 24b ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν; 38, 25a τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, 25b ὁδὸν δὲ κυδοιμῶν 38, 26a τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἦν ἀνήρ, 26b ἔρημον, οὗ οὐχ ὑπάρχει ἐν αὐτῇ ἄνθρωπος, 38, 27a τοῦ χορτάσαι ἔρημον καὶ ἀοίκητον 27b καὶ τοῦ βλαστῆσαι ἔξοδον χλόης; ὁρᾷς, ὅτι οὐκ ἐν ἑνὶ μέρει ἰσχυρὸς ὁ θεός, ἀλλ' ἐν ἅπασιν; 38, 28a τίς δέ ἐστιν ὑετοῦ πατήρ; 28b τίς δέ ἐστιν ὁ τετοκὼς συνοχὰς καὶ βώλους δρόσου; 38, 29a ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; οὐχ ὅτι ἐκ γαστρὸς αὐτοῦ, μὴ γένοιτο. ἀλλὰ τί βούλεται ὁ τόκος ἐνταῦθα καὶ ἡ γαστήρ; ὥσπερ, ὅταν φησὶ περὶ τῆς θαλάσσης, ὅτι «ὅτε ἡ μήτηρ αὐτὴν ὤδινεν», οὐχὶ μητέρα θαλάσσης λέγει, οὕτω καὶ ἐνταῦθα οὐχ, ὅτι ἀπὸ γαστρὸς ἐξῆλθεν, ἀλλὰ τὴν διάπλασιν καὶ τὴν αἰτίαν. τίνος οὖν ἕνεκεν τὸ ὄνομα τοῦ τόκου τέθεικεν ἐνταῦθα συνεχῶς; ἐμοὶ δοκεῖ καὶ τὸν αἴτιον αἰνίττεσθαι βουλόμενος τὸν πρῶτον καὶ μόνον καὶ τὸ διαπλάττεσθαι τὰ δημιουργήματα καὶ πρὶν ἢ αὐτὰ ἀπαρτισθῆναι. ὥστε κἂν ἐπὶ τοῦ υἱοῦ ταῦτα λέγηται, περιττῶς αὐτὰ περιφέρουσιν. ἐκεῖ γὰρ τὸ υἱὸς καὶ τὸ ἐγέννησα καὶ τὸ μονογενὴς καὶ ὅσα τοιαῦτα, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. 190 38, 30b πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν; ὁρᾷς, πῶς καὶ τὴν κτίσιν ἀναμίγνυσιν; «τί γάρ μοι», φησίν, «ὄφελος τῆς κατὰ τὴν δημιουργίαν σοφίας;» δείκνυσιν αὑτοῦ τὴν πρόνοιαν πανταχοῦ καὶ πῶς πράγματα συνίστησιν, ἃ λογισμὸς εὑρεῖν οὐ δύναται· 38, 31a συνῆκας; φησίν, δεσμὸν Πλειάδος ἔγνως; τουτέστιν· ποία ἀνάγκη, ποῖος σύνδεσμος ἐκεῖνα συνεχῶς τὰ ἄστρα συναγελάζεσθαι ποιεῖ; 38, 31b καὶ φραγμὸν ˉ̓ Ωρίωνος ἤνοιξας; ὥστε αὐτὸν περιπολεῖν. εἶτά φησιν· 38, 35a ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται, 35b ἐροῦσι δέ σοι· τί ἐστιν; τέως ἀπὸ τῶν κατὰ τὸν οὐρανὸν πραγμάτων τῶν κολαστικῶν, τῶν εὐεργετικῶν. ὅρα καὶ κεραυνοὺς ἀποκρινομένους. οὐχ ὅτι ἐροῦσιν οἱ κεραυνοί· τί ἐστιν; ἀλλ' ὅτι πάντα καθάπερ ἔμψυχα οὕτως ὑπακούει τῷ θεῷ. καὶ ὅταν μὲν αὐτῶν τὸ ποικίλον τῆς διαπλάσεως παραστῆσαι βούληται, τόκον φησὶ καὶ γαστέρα, ὅταν δὲ τὸ ἕτοιμον καὶ ἀπηρτισμένον, ὑπακούοντας αὐτοὺς καὶ καλουμένους εἰσάγει. τίνος οὖν ἕνεκεν οὐχὶ τεχνίτην ἑαυτόν, ἀλλὰ καὶ πατέρα εἰσήγαγεν; ὅτι ἡ τῆς φύσεως τέχνη πολλῷ μείζων ἐστὶ ταύτης τῆς ἐπιχειρητικῆς ἅτε θεία τις οὖσα. 38, 36a τίς δέδωκεν, φησίν, γυναικὶ ὑφάσματος σοφίαν 36b καὶ ποικιλτικὴν σοφίας ἐπιστήμην; ὅρα καὶ τὸ χρήσιμον· τοῖς μεγάλοις ἀναμίγνυσι τὰ μικρά. οὐ γὰρ ἡ τυχοῦσα σοφία ποικίλη τις οὖσα, οὐ γὰρ μικρὰ ἡ χρῆσις· ἦ γὰρ ἂν περιττὰ τὰ ἔργα τῆς τέχνης μὴ δοθείσης. καὶ ὅρα ποῖον αὐτὴν ἔλαβε γένος. 191 38, 37a τίς δὲ ὁ ἀριθμῶν, φησίν, νέφη σοφίᾳ, 37b οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; ὁρᾷς, ὅτι τῆς γῆς αὐτῆς ἅπτεται; τοῦτο γάρ ἐστιν ἔκλινεν. 38, 38a κέχυται δὲ ὥσπερ γῆ κονία. τὸ λεπτὸν αὐτοῦ αἰνίττεται, ὅπερ Ἠσαΐας φησίν, ὅτι ὥσπερ καπνός ἐστιν. 38, 38b κεκόλληκας δὲ αὐτὸν ὥσπερ κύβον λίθοις; τὸ πεπηγὸς καὶ βέβαιον καὶ τὸ σχῆμα δὲ αὐτοῦ παρέστησεν εἰπὼν ὥσπερ κύβον τὸ ἡμισφαίριον ἤτοι τὸ ἄνωθεν μὴ εἶναι οὕτως, ἀλλὰ τετράγωνον. 38, 39a θηρεύσεις δὲ λέουσι βοράν, 39b ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; τίνος ἕνεκεν ταῦτά φησιν; ὅτι «εἰ τῶν περιττῶν τοσαύτην πρόνοιαν ποιοῦμαι τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν;» τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ λέων; ἃ τῇ φύσει τῶν ἀλόγων ἐνέθηκεν, ταῦτα τίθησιν· 38, 40a δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν. «καίτοι μὴ συναγελαζόμενοι», φησίν, «μηδὲ νεμόμενοι, ἀλλὰ διὰ παντὸς χηραμοὺς καὶ καταδύσεις διώκοντες οὐ διαφθείρονται λιμῷ.» 38, 40b κάθηνται δέ, φησίν, ἐν ὕλαις ἐνεδρεύοντες. 38, 41a τίς δὲ ἡτοίμασε κόραξι βοράν; 41b νεοσσοὶ δὲ αὐτοῦ πρὸς κύριον κεκράγασι 41c πλανώμενοι τὰ σῖτα ζητοῦντες. λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα, ἀλλ' αὐτοὶ μὲν εἰκότως ἅτε μεγάλοι ὄντες πορίζουσι τροφήν, τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. ὅρα, πῶς τὰ ἀχρηστότερα τῶν ἀλόγων καὶ 192 ἀκαθαρτότερα ἔπεισιν ὁ λόγος ἐκ περιουσίας βουλόμενος δεῖξαι τὴν πρόνοιαν, ἐπεὶ καὶ ἐν τοῖς εὐαγγελίοις οὗτος ἐκ περιουσίας ἐστὶν ὁ λόγος· ἴδετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, φησίν. καὶ πάλιν· εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; ἐμοὶ δοκεῖ τὸν Ἰὼβ βουλεύσασθαι, ὅτι ἁπλῶς τὰ πράγματα φέρεται καὶ ὡς ἔτυχε καὶ οὐ πολλὴ τῷ θεῷ φροντίς. πρὸς τοῦτο οὖν τὸν λόγον ἐποιήσατο, ὅτι πάνυ μέλει αὐτῷ τοῦ κόσμου καὶ προνοεῖ. διὰ τοῦτό φησι καὶ περὶ δημιουργημάτων καὶ περὶ τῶν ἐνδυμάτων. 39, 1b ἐφύλαξας δέ, φησίν, ὠδῖνας ἐλάφων; καλῶς εἶπεν· ἐφύλαξας; ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ καὶ φόβῳ καὶ ἀγωνίᾳ τὸ ζῷον, ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, «πῶς», φησίν, «οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται;» 39, 2a ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ, 2b ὠδῖνας δὲ αὐτῶν ἔλυσας; 39, 3a ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου; δειλὸν γάρ ἐστι τὸ ζῷον. πῶς οὖν τὰ παιδία καίτοι οὐκ ἔχοντα τὴν ἀπὸ τῶν ποδῶν ἀσφάλειαν ἄνευ φόβου ἐστίν; τίς αὐτὰ διατηρεῖ; ὁρᾷς, ὅτι ἀπὸ τῆς φύσεως οὐ προδίδονται; οὔτε ὁ λέων ἀπὸ τῆς ἰδίας ἰσχύος κρατεῖ οὔτε ἡ ἔλαφος προδέδοται, καίτοι δειλὸν τὸ ζῷόν ἐστιν. εἶτα μετὰ ταῦτά φησιν· 39, 5a τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; «τίς τοῦτο διετύπωσεν;» φησίν, «τίς τοὺς τῆς φύσεως νόμους ἔθηκεν; ὅτι γάρ», φησίν, «νόμοι διηνεκεῖς εἰσι καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῷον καὶ ἀδάμαστον. κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. ἃ ὁ θεὸς βεβούλευται, τίς διασκεδά193 σει; ὁρᾷς, ὅτι πάντα προνοίᾳ καὶ αὐτοῦ βουλομένου εἴκει καὶ ὑπακούει; ἄν τε μὴ θελήσῃ ἡμῖν ὑπακοῦσαι, κἂν μυρία τεχνώμεθα, οὐδὲν ὄφελος, οὐδὲν πλέον ἔσται. τί οὖν;† τοίνυν οὐδὲ ἡμεῖς βουλόμεθα οὐδὲ ἐπιχειροῦμεν† ἵνα, ὅταν ἴδῃς τὸ ἡμερώτερον ζῷον, τὸν κατασκευάσαντα αὐτὸ χειρόηθες θαυμάσῃς. εἴασεν πολλὰ ἔξω τῆς ἡμετέρας ἐξουσίας, ἵνα ἀπὸ τῶν μὴ ὑποτεταγμένων μὴ τὴν σαυτοῦ σοφίαν θαυμάσῃς μηδὲ λογίσῃ τέχνῃ τῇ σῇ τὴν ὑπακοὴν ἐκείνου. εἶτα ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον ἵππου μνημονεύων τοῦ χειροήθους καὶ πολλὰ περὶ τοῦ ζῴου τούτου διαλέγεται, πῶς γαῦρον, πῶς ἀνεστηκός, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον καὶ τοῦτον, ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ; εἶτα καὶ τὸ εὔτακτον· ἀκούει φωνὴν σαλπίγγων καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα· 39, 25a σάλπιγγος δέ, φησίν, σημαινούσης ἐρεῖ· εὖγε. 25b πόρρωθεν ὀσφραίνεται πολέμου. εἶτα περὶ ἱέρακος καὶ γυπὸς καὶ ἀετοῦ· 39, 26a ἐκ δὲ τῆς σῆς ἐπιστήμης, φησίν, ἕστηκεν ἱέραξ 26b ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; 39, 27a ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός, 27b γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται 39, 28 ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; 39, 29a ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, 29b πόρρωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύου194 σιν, 39, 30a νεοσσοὶ δὲ αὐτοῦ ἐν αἵματι φύρονται, 30b οὗ δ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. πῶς ἔστησεν, φησίν, μετέωρον αὐτὸν ἐπὶ τοῦ ἀέρος; πῶς αὐτῷ τὴν τροφὴν ἔδωκεν; ὁρᾷς, ἐξ ὀλίγων πόσα φησίν; τίνος δὲ ἕνεκεν οὐκ ἐμνήσθη βοὸς οὐδὲ προβάτων οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενός, ἀλλὰ τῶν ἀχρήστων καὶ εἰκῇ δοκούντων εἶναι; δεικνύς, ὅτι, εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια τοῖς οὐδὲν δοκοῦσι συντελεῖν, πολλῷ μᾶλλον ἐν τούτοις. εἰ ἐν τοῖς σαρκοβόροις τινὰ λογικὴν σοφίαν ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ καὶ πρόγνωσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἐν ἀέρι φερόμενον τὸν γύπα–––. 40, 3 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 40, 4a τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ τοῦ θεοῦ 4b ἀκούων τοιαῦτα οὐδὲν ὢν 4c ἐγώ; ἀπόκρισιν δὲ τίνα δῶ πρὸς ταῦτα; 4d χεῖρα θήσω ἐπὶ στόματί μου· 40, 5 ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. τί ἔτι, φησίν, ἐγὼ κρίνομαι; ἐκ προοιμίων καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. «ἥττημαι», φησίν, «παρὰ σοὶ τὸ δικαίωμα. τί περαιτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι;» 40, 6 ΕΤΙ ΔΕ ΥΠΟΛΑΒΩΝ Ο ΚΥΡΙΟΣ ΕΙΠΕ ΤΩ ΙΩΒ ΕΚ ΤΟΥ ΝΕΦΟΥΣ· 40, 7a μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. 7b ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ὁρᾷς, πῶς οἱ περιουσίᾳ δικαιωμάτων θαρροῦντες οὐδὲ φεύγοντας τοὺς ἀντιδίκους ἀφιᾶσιν, ὥστε ἐκ περιουσίας γενέσθαι τὴν νίκην; 195 εἶτα αὐτῷ ἀπολογεῖται· «ὅτι μὲν μέλει μοι τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν, ὅτι τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν.» 40, 8a μὴ ἀποποιοῦ μου τὸ κρίμα 8b μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἵνα φανῇς δίκαιος. ἢ τὸν παρόντα λέγει χρηματισμόν· «οὐχ ἵνα σε κατακρίνω, λέγω ταῦτα», φησίν, «ἀλλ' ἵνα δείξω δίκαιον.» ἢ περὶ τοῦ πειρασμοῦ φησιν χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστιν· «προστεταχέναι με δι' ἄλλο τι τοῦτο γενέσθαι». οὐκ εἶπεν" ἵνα γένῃ", ἀλλ' «ἵνα φανῇς, ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς». ἢ τὸν παρόντα λέγει χρηματισμόν· «διὰ τοῦτο ταῦτα εἶπον, ἵνα ταῦτα φθεγξάμενος τὰ ῥήματα φανῇς δίκαιος, οὐχ ἵνα σε κατακρίνω.» εἶτα πάλιν ἀντεξετάζει αὑτοῦ τὴν ἰσχὺν καὶ τὸ μισοπόνηρον, ὅτι «καὶ δύναμαι», φησίν, «καὶ ποιῶ καὶ τῇ δυνάμει κατὰ τῶν πονηρῶν κέχρημαι.» 40, 9a ἢ βραχίων σοί ἐστιν, φησίν, κατὰ κύριον, 9b ἢ φωνῇ βροντῆς κατ' αὐτὸν βροντᾷς; «μὴ βροντᾷς σύ», φησίν, «ὡς ἐγώ;» 40, 11b πάντα δὲ ὑβριστὴν ταπείνωσον, 40, 12a ὑπερήφανον δὲ σβέσον. οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ καὶ τὰ ἄλλα, ἀλλὰ πρὸς θεογνωσίαν. ὅρα, δι' ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν καὶ οὐ λέγει, ὅτι" ταπεινὸς σύ", ἀλλ' ὅτι «μέγας ἐγὼ καὶ οὐ δύνασαι, ἅπερ ἐγώ». εἶτά φησιν· 40, 15a ἢ παρὰ σοὶ θηρία 15b ἴσα βουσὶ χόρτον ἐσθίουσιν; τὸ γὰρ θαυμαστόν, ὅτι θηρίον οὐχ αἱμοβόρον ἐστίν. 196 εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου. καὶ οὐκ ἀγνοοῦμεν, ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες. δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι καὶ τότε, εἴ τι τὸν ἀκροατὴν ὠφελεῖ καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. πάντα γὰρ πρὸς οἰκοδομὴν γινέσθω, φησίν. εἶτά φησιν· 40, 20a ἐπελθὼν δὲ εἰς ὄρος ἀκρότομον 20b ἐποίησε χαρμοσύνην τετράποσιν ἐν τῷ ταρτάρῳ. τουτέστιν· ἀνένευσε τὰ θηρία πρὸς τὰ ὑψηλὰ ἀναχωρήσαντος ἐκείνου. διὰ τοῦτο μεγάλα ἐποίησε ταῦτα τὰ δύο, ἵνα μάθῃς, ὅτι δύναται πάντα τοιαῦτα ποιεῖν, ἀλλ' οὐ ποιεῖ. πρὸς γὰρ τὸ χρήσιμόν σοι πεποίηκεν. ὅρα, πῶς φυλάττει τοὺς οἰκείους νόμους· τὸ μέρος τῆς θαλάσσης, ὅπερ ἐστὶν ἄπλωτον, ταῦτα ἐπινέμεται. «τίς ἡ χρεία;» ἴσως εἴποι τις ἄν. μάλιστα μὲν ἀγνοοῦμεν τὴν ἀπόρρητον αὐτῶν χρείαν· εἰ δὲ χρή τι εἰπεῖν, ὅτι πρὸς θεογνωσίαν ἡμᾶς ἄγει. καθάπερ ἐν τοῖς ἀστράσιν οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους, καὶ οἱ μὲν μείζους, οἱ δὲ μικροί, οὕτω καὶ ἐπὶ τῶν θηρίων. εἰ μεγάλα μόνα ἐποίησεν, εἶπες ἄν, ὅτι μικρὰ οὐκ ἠδύνατο. εἰ μικρὰ τὸ ἐναντίον πάλιν, εἰ ἥμερα, εἶπες ἄν, ὅτι ἄγρια οὐκ ἠδύνατο. πολλὴ ποικιλία ἐν τοῖς οὖσιν, ἐν τοῖς ἀψύχοις, ἐν τοῖς κατ' αἴσθησιν, ἐν τοῖς λογικοῖς, ἐν τοῖς ἀλόγοις. «καὶ τί τὸ ὄφελος», φῄς, «τῆς δημιουργίας ἀγνοουμένων ἡμῖν τῶν ἔργων;» οἷον ταυτὶ τὰ θηρία οἱ πολλοὶ ἀγνοοῦμεν, ἀλλ' οἱ πλέοντες τὴν θάλασσαν ἴσασι καὶ ἀπαγγέλλουσι τοῖς ἀγνοοῦσιν, οἳ πρὸς τὰς ἐρημίας ἐλθόντες οὐκ ἀγνοοῦσιν. 197 εἶτά φησιν· 40, 30a ἐνσιτοῦνται δὲ αὐτὸν ἔθνη 30b καὶ μεριοῦνται αὐτὸν Φοινίκων γένη; τουτέστιν· τοσοῦτος ὁ τοῦ σώματος ὄγκος ἐστίν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι ταῦτά φησιν. καὶ Φοινίκων ἐμνήσθη διὰ τὴν ἐμπορίαν. 40, 32a ἐπίθες δὲ ἐπ' αὐτῷ χεῖρά σου 32b μνησθεὶς πολέμου τοῦ γενομένου ἐν τῷ σώματι αὐτοῦ, 32c καὶ μηκέτι γινέσθω. πόλεμον ἐνταῦθα λέγει τὴν ταραχήν, τὴν ἀγριότητα. «μετὰ τὸ χρέμψασθαι αὐτὸ φῶς γίνεται», φησίν. τοιοῦτόν ἐστι τὸ θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀκατάπληκτον. εἶτα μετὰ ταῦτά φησιν· 42, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 42, 2a οἶδα, ὅτι πάντα δύνασαι, 2b ἀδυνατεῖ δέ σοι οὐδέν. 42, 3a τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν, 3b φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; εἶτά φησιν· 42, 5a ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σου τὸ πρότερον, 5b νυνὶ δὲ ὀφθαλμοῖς σε ἑώρακα. οὐκ ἐπειδὴ ὀφθαλμοῖς εἶδεν, ἀλλ' ἐπειδὴ σαφέστερον ἤκουσεν. 42, 6a διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, 6b ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. τοιοῦτόν ἐστιν, ὃ ἔλεγεν πρὸς αὐτόν· ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; «ἵνα ταῦτα», φησίν, «εἴπῃς τὰ ῥήματα, οὐχ ἵνα σε κατακρίνω.» ἀπολογία ὑπὲρ τῶν προτέρων ἁπάντων. οὐδὲ γὰρ ἀπαλλαγεὶς τοῦ πειρασμοῦ ταῦτά φησιν, ἀλλ' ἔτι ἐν τοῖς δεινοῖς ὢν παλινῳδίαν ᾖσεν. «οὐδὲν ἐμαυτὸν τίθεμαι», φησίν· «ἀπολογίαν ὑπὲρ τῶν προ198 τέρων ἐρῶ, καὶ τούτων ἀνάξιος ἤμην ἐγώ.» τί οὖν ὁ θεός; ἐπειδὴ ἑαυτὸν κατεδίκασεν, τότε ἐδικαίωσεν αὐτόν. καὶ τί φησιν; εἶπε τοῖς φίλοις αὐτοῦ, ὅτι δεῖ τὴν ἁμαρτίαν αὐτῶν λῦσαι, καὶ θεράποντα αὐτοῦ συνεχῶς καλεῖ τὸν Ἰώβ. 42, 7a ΕΓΕΝΕΤΟ ΔΕ, φησίν, ΜΕΤΑ ΤΟ ΛΑΛΗΣΑΙ ΤΟΝ ΚΥΡΙΟΝ ΤΑ ΡΗΜΑΤΑ ΤΑΥΤΑ ΤΩ ΙΩΒ ΕΙΠΕΝ Ο ΚΥΡΙΟΣ ΕΛΙΦΑΖ ΤΩ ΘΑΙΜΑΝΙΤΗ· 7b ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου. 7c οὐ γὰρ ἐλαλήσατε ἐναντίον μου οὐδὲν ἀληθὲς 7d ὥσπερ ὁ θεράπων μου Ἰώβ. συνεχῶς αὐτὸν καλεῖ θεράποντα αὐτοῦ δεικνύς, ὅτι τὰ πρότερα πάντα ἀνῄρηται. «ὥστε ἀληθῆ ἐλάλησεν ὁ Ἰὼβ λέγων τὰ ἑαυτοῦ κατορθώματα· ὑμεῖς δὲ αὐτὸν καταδικάσαντες οὐκ ἀληθῆ εἰρήκατε.» 42, 8a καὶ νῦν, φησίν, λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς 8b καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, 8c καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν. οὐκ ἂν τοῦτο προσέταξεν, εἰ νόμος ἦν, ἀλλ' αὐτὸς ἱερεὺς γίνεται ἐκείνων προσαγόντων τὰς θυσίας. προσήνεγκεν ὑπὲρ τῶν παίδων, προσφέρει ὑπὲρ τῶν φίλων. ὅρα, πῶς τὸ ἀμνησίκακον αὐτοῦ δείκνυσιν. μάρτυρας αὐτοὺς ποιεῖ γενέσθαι τῆς ἀρετῆς τοῦ ἀνδρὸς καὶ δείκνυσι τῆς ἁμαρτίας τὸ μέγεθος καὶ διὰ τῆς ὑπερβολῆς τῆς κατὰ τὴν προσφοράν. οὐ γὰρ ἂν τοσούτων ἐδέησεν ἱερείων, εἰ μὴ μεγάλων ὄντων τῶν ὀφειλόντων λυθῆναι ἁμαρτημάτων. καὶ δείκνυσιν, ὅτι οὐδὲ ἡ θυσία ἱκανὴ ἦν· «εἰ μὴ γάρ», φησίν, «δι' αὐτὸν οὐκ ἂν εἴασα τὴν ἁμαρτίαν ὑμῖν.» διὰ τούτου δείκνυσιν, ὅτι καὶ αὐτοὺς ἔλυσεν. 42, 8f ἀπώλεσα, φησίν, ἂν ὑμᾶς εἰ μὴ δι' αὐτόν. 8g οὐ γὰρ ἐλαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰὼβ οὐδὲν ἀληθές. ὅρα, ὅτι καίτοι ζήλῳ λέγοντες ἠλέγχοντο μηδὲν ἀληθὲς εἰπόν199 τες, μᾶλλον δὲ οὐκ ἔλεγον ζήλῳ τῷ κατὰ θεόν· ἦ γὰρ ἂν συνεγνώσθησαν. ὥστε δικαίως αὐτοῖς ὁ Ἰὼβ ἐγκαλεῖ. ἐκ τούτου μανθάνομεν, ὅτι ὁ κατηγορῶν τῶν δικαίων οὐ μικρὰν ἁμαρτίαν τίνει. 42, 11a ἤκουσαν δέ, φησίν, πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ 11b πάντα τὰ συμβεβηκότα αὐτῷ 11c καὶ ἦλθον πρὸς αὐτὸν 11d καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν πρὸ τούτου. 11e φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτὸν 11f καὶ ἐθαύμασαν ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος. 11g καὶ ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον. τεκμήριον καὶ σημεῖον τῆς μεταβολῆς. τὸν γὰρ ὑπὸ τοῦ θεοῦ τιμηθέντα καθάπερ ὑπὸ βασιλέως τιμᾶν εἰώθασιν ἄνθρωποι. καὶ πάντα αὐτῷ μετεβέβλητο καὶ διπλᾶ ἦν· 42, 13 γεννῶνται δὲ αὐτῷ, φησίν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. εἶτα καὶ τὰ ὀνόματα αὐτῶν, ἃ τάχα ἀπὸ τῶν συμβάντων ἐπέθηκεν Ἡμέραν, Κασσίαν καὶ Ἀμαλθίας Κέρας ὀνομάσας. εἶτα καὶ περὶ τῶν βασιλέων φησὶ καὶ ὅτι οὗτος πέμπτος ἀπὸ Ἀβραάμ. ἔτι ἐν Αἰγύπτῳ ἦσαν οἱ Ἰουδαῖοι, ἔμελλον ἀνιέναι λοιπόν, ὡς, εἴ γε ἐβούλοντο οὐ μικρὸν ηὕρισκον ἐμπύρευμα εὐσεβείας· οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν. εἰ γὰρ ἔτι καὶ νῦν δείκνυται τὰ λείψανα, πολλῷ μᾶλλον τότε ἐδείχθη ἂν νεαρῶν ὄντων τῶν πραγμάτων καὶ τὸ μέγεθος τῶν συμβεβηκότων καὶ οἱ ἐν τῇ Ἀραβίᾳ πάντες ἂν ἔγνωσαν. 200 ταῦτα μὲν ἡμεῖς ὡς ἐν συντόμῳ εἰρήκαμεν. ἔξεστι δὲ τῷ βουλομένῳ μετὰ ἀκριβείας ἐπιόντι τὰ ἐγκείμενα καὶ πλεῖόν τι εὑρεῖν τῶν παρ' ἡμῶν εἰρημένων. δίδου γὰρ σοφῷ, φησίν, ἀφορμὴν καὶ σοφώτερος ἔσται. ἕκαστος τοίνυν τῶν ἀναγινωσκόντων ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα ὁρῶν τὸν ἀθλητὴν τοῦτον τὸν γενναῖον μιμείσθω τὴν ἀνδρείαν ζηλούτω τὴν ὑπομονήν, ἵνα τὴν αὐτὴν αὐτῷ βαδίσας ὁδὸν καὶ πρὸς ἁπάσας τοῦ διαβόλου τὰς μηχανὰς γενναίως παραταξάμενος τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν θεὸν ἐπιτυχεῖν δυνηθείη· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note