Commentarius in Job
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
Commentarius in Job ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΜΑΚΑΡΙΟΝ ΙΩΒ Ἄξιον πρῶτον ἐπιζητῆσαι, πότε οὗτος ὁ ἀνὴρ γέγονεν. τινὲς μὲν οὖν αὐτόν φασι πρὸ τοῦ Μωσέως εἶναι καὶ πέμπτον ἀπὸ Ἀβραάμ, τινὲς δὲ ἐν τῷ νόμῳ. ἀλλὰ μηδέπω ἀποφαινώμεθα, ἕως ἂν ἀπ' αὐτῆς τῆς ἱστορίας μάθωμεν, εἴτε ἐν τούτῳ εἴτε ἐν ἐκείνῳ τῷ χρόνῳ ἦν. οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ γνῶναι τοῦ ἀνδρὸς τὴν ἀρετήν· οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν Μωσαϊκῶν τοιοῦτον εἶναι, οὕτως ἐνάρετον καὶ θαυμαστόν, καὶ πρὸ ταύτης τῆς παραινέσεως τοσαύτην ἐπιδείκνυσθαι τὴν ἰσχύν. ὅτι μὲν γὰρ μέγας ἦν ὁ ἀνήρ, καὶ αὐτὰ τὰ πράγματα δηλοῖ, δηλοῖ δὲ καὶ ὁ θεὸς λέγων· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται. τίνος δὲ ἕνεκεν αὐτοῦ Μωσῆς οὐχὶ μέμνηται; ποία γὰρ ἦν ἀνάγκη μνησθῆναι ἢ τίνος ἕνεκεν; 2 σὺ δέ μοι θέα, πῶς οὐδὲν αὐτὸν ὁ πρόγονος παρέβλαψεν ὁ Ἠσαῦ. οὐκ ἦν ἀπὸ τοῦ Ἀβραάμ; μᾶλλον δέ, οὐκ ἦν ἀπὸ τοῦ Ἰακώβ, ἀλλὰ καὶ χώραν ξένην εἶχεν· ὁρᾷς, ὅτι πᾶσι διδασκάλους ἔπεμψεν ὁ θεός; σὺ δέ μοι βλέπε, πῶς ἄνωθεν ἡ γνῶσις τοῦ θεοῦ πανταχοῦ δήλη ἦν. ὁρᾷς γὰρ καὶ τοὺς φίλους αὐτοῦ ἔννοιαν ἔχοντας περὶ θεοῦ· τίς αὐτοὺς ἐδίδαξεν; τίς κατήγγειλεν; καὶ γὰρ ἐμοὶ δοκεῖ πρὸ τοῦ νόμου εἶναι, καὶ δῆλον αὐτόθεν, ὥστε εἰκότως ἄν τις εἴποι, ὅτι πρῶτον τοῦτο τὸ βιβλίον διδάσκαλός τις καὶ κῆρυξ ἦν τῆς τοῦ θεοῦ γνώσεως, ἀλλὰ διὰ βίου μὲν καὶ ὑπομονῆς δῆλον. ἔδει δὲ καὶ σημεῖα γενέσθαι ἐπ' αὐτοῦ, ὥστε καὶ ταύτῃ ἀπηρτισμένον εἶναι τὸν διδάσκαλον. καθάπερ γὰρ ἐπὶ τοῦ Ἀβραὰμ πολλὰ γέγονε σημεῖα, οὕτω καὶ ἐνταῦθα. καὶ ὅρα, πῶς ἔρχονται βασιλεῖς αὐτοὶ μάρτυρες τῶν δεινῶν ἐσόμενοι. ἐπειδὴ γὰρ μετὰ τὴν τῶν δεινῶν ἐπαγωγὴν ἤμελλεν ἄπιστος εἶναι ἡ πρὸς τὸ βέλτιον αὐτοῦ μεταβολή, διὰ τοῦτο πολὺν χρόνον ποιεῖ καὶ πολλοὺς γενέσθαι θεατάς, καὶ ἔξω αὐτὸν καθίζει πᾶσιν ἐσόμενον θέατρον τοῖς βουλομένοις ὁρᾶν, ἵνα, ὅταν αὐτὸν μέλλῃ πρὸς τὸ βέλτιον μετατιθέναι, μηδεὶς ἀπιστῇ, ὅτι οὗτος ἐκεῖνος ἦν. καθάπερ γὰρ τὸν Λάζαρον τεσσάρων ἡμερῶν ἀφῆκε γενέσθαι νεκρόν, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀνάστασις, οὕτω καὶ τοῦτον πολὺν χρόνον εἴασεν, ἅμα μὲν τὴν ὑπομονὴν αὐτοῦ δεικνύς, ἅμα δὲ καὶ τὸ θαῦμα πιστούμενος τῆς μεταβολῆς. οἱ γὰρ οὕτως αὐτὸν ἑωρακότες, οἱ διακωμῳδοῦντες, οὗτοι μετὰ ταῦτα μεταβληθέντα ἰδόντες οὐκέτι ἔμελλον ἀπιστεῖν, ὅτι οὗτος ἐκεῖνος ἦν. καὶ καθάπερ τότε ἐκεῖνοι οἱ εἰπόντες ἐπὶ τοῦ Λαζάρου, ὅτι ἤδη ὄζει διὰ τῶν πραγμάτων ἐδιδάσκοντο τὴν ἀλήθειαν, οὕτω δὴ καὶ νῦν ἐγίνετο. ὁρᾷς, πῶς πανταχοῦ προνοεῖ τῶν ἀνθρώπων ὁ θεός; ὅτε ἦσαν ἐν Αἰγύπτῳ οἱ Ἰουδαῖοι καὶ ἔρημος ἦν αὕτη ἡ χώρα τῶν διορθούντων, εἶχον τὰ κατὰ τὸν ˉ̓ Ιώβ. ὅρα γὰρ αὐτὸν ἐν πλούτῳ καὶ πενίᾳ ἀμφοτέρων παράδειγμα ὄντα, οὔτε ἐκεῖθεν φυσηθέντα οὔτε 3 ἐντεῦθεν ταπεινωθέντα, καὶ πρὸ νόμου ὡς μετὰ νόμον τὴν ἀρετὴν μεταδιώξαντα. δικαίῳ, γάρ φησιν, νόμος οὐ κεῖται. ὅρα τῆς φύσεως τοὺς λογισμοὺς λάμποντας· πόθεν οὗτος ἐπέγνω τὸν θεόν; πόθεν οὕτως ἐθεράπευσεν; πόθεν ἔφυγε πλάνην; πόθεν τὴν πολιτείαν τὴν εὐαγγελικὴν ἐπεδείξατο, πόθεν τὴν ὑπομονὴν τὴν τοσαύτην; οὐδὲν ἔμαθε παρ' οὐδενός. πόθεν ἐγένετο τοιοῦτος; τίς ἐδίδαξεν; τίς ἐπαίδευσεν; ὁρᾷς, ὅτι οὐδενὸς καινοῦ καὶ ξένου διδάσκαλος ἦλθεν ὁ Χριστός; 1, 1a Ανθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. ὅρα πρῶτον ἐγκώμιον· ἄνθρωπος ἦν. οὐ γὰρ δὴ μικρὸν ἐγκώμιον τοῦτο, τὸ ἄνθρωπον εἶναι. ἐν χώρᾳ, φησίν, τῇ Αὐσίτιδι. καὶ τοῦτο μέγα ἐγκώμιον. τὸ γὰρ ἐν Ἀραβίᾳ εἶναι, ἔνθα πάντες ἦσαν διεφθαρμένοι, ἔνθα οὐδὲν ὑπόδειγμα ἦν εὐνομίας, τοῦτο ἦν τὸ θαυμαστόν. 1, 1b καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος– πάλιν· ἄνθρωπος. 1, 1b ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 1c ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἓν ἕκαστον τούτων ἱκανὸν παραστῆσαι τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς· ἀλλ' ὥσπερ τις ἐραστὴς μετὰ πολλῆς τῆς ἀκριβείας τὸ κάλλος διηγεῖται τοῦ ἐρωμένου, οὕτω καὶ ἐνταῦθα. ἄμεμπτος, φησίν· τοῦτο ὁλόκληρος ἀρετή. δίκαιος· καὶ τοῦτο. ἀληθινός· καὶ τοῦτο. θεοσεβής· καὶ τοῦτο. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ τοῦτο. ἀπὸ παντός, φησίν, καὶ οὐχ ἁπλῶς· τοῦ μέν, τοῦ δὲ οὔ. ποῦ εἰσιν οἱ λέγοντες, ὅτι πρὸς τὸ κακὸν ἡ φύσις ῥέπει μᾶλλον; ποῖος φόβος, ποῖα δικαστήρια, ποῖοι νόμοι τοῦτον τοιοῦτον ἐποίησαν; 4 ἐπειδὴ γὰρ ἔλεγεν· οὐκ ἔστι δίκαιος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται, διὰ τοῦτό φησιν· ἄμεμπτος. οὐκ εἶπεν· ἀναμάρτητος, ἀλλ' ἄμεμπτος. οὐ μόνον ἐκεῖνα οὐκ ἔπραττε τὰ ἁμαρτίαν ἔχοντα, ἀλλ' οὐδὲ τὰ μέμψιν καὶ κατάγνωσιν· καὶ ἀκούσῃ αὐτοῦ ὕστερον λέγοντος. ὅταν γὰρ τὴν ἀρετὴν αὐτοῦ διηγῆται, τούτων ἀναμιμνῄσκου τῶν ῥημάτων. καὶ γὰρ καὶ τοῦτο τῆς συνέσεως αὐτοῦ· οὐ γὰρ διηγεῖται τὴν ἀρετήν, ἀλλ' ἢ ὅτε εἰς ἀνάγκην καταστῇ, καθάπερ Παῦλος ἔλεγεν· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. διὰ τί ἄμεμπτος, ἐπειδὴ δίκαιος. ἀληθινός· εἰσὶ γὰρ ἄνθρωποι ψευδεῖς. ἀληθινὸς οὐκ ἐν ῥήμασι μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν, τουτέστιν ἄνθρωπος ἀληθινός. τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. ὥσπερ γὰρ οἱ ἀνδριάντες ψευδεῖς ἄνθρωποί εἰσιν, οὕτω καὶ οὗτοι ψευδεῖς ἄνθρωποί εἰσιν. εἰ γὰρ τοῦτο πᾶς ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν θεόν, ὁ μὴ φοβούμενος τὸν θεὸν οὐκ ἄνθρωπος, ἀλλὰ ψευδὴς ἄνθρωπος. πρὸς τὰ ἀληθινὰ πράγματα τὴν ἐπιθυμίαν εἶχεν. διὰ τοῦτο θεοσεβής, ἀληθινός φησιν. εἶτα τὴν αἰτίαν λέγει πάντων τῶν ἀγαθῶν, ὅτι τὸν θεὸν ἔσεβεν· ἀπὸ γὰρ ἐκείνων ἐπέγνω τὸν θεόν. βίος γὰρ καλὸς τὸν θεὸν ἐπιγνῶναι ποιεῖ, ὡσπεροῦν καὶ φαῦλος τοὐναντίον. ἡ γὰρ τοῦ θεοῦ γνῶσις διὰ βίου εὑρίσκεται καὶ γίνεται βίου φυλακή, ὥστε οὐδαμόθεν ἑτέρωθεν ἑλληνισμός, ἀλλ' ἢ ἀπὸ βίου ἀκαθάρτου. πᾶς γάρ, φησίν, ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. ἀπεχόμενος, φησίν, ἀπὸ παντὸς πονηροῦ πράγματος. οὐκ εἶπεν· οὐ ποιῶν, ἀλλὰ καί· μακρὰν ὢν παντὸς πράγματος πονηροῦ, καὶ οὐκ ἔχεις εἰπεῖν, ὅτι δι' ἀσθένειαν. ἵνα γὰρ μή τις λέγῃ· «δίκαιος ἦν, εἰ δὲ μήτι», φησίν, καί· «ἀληθινὸς ἦν, εἰ δὲ μήτι». 5 ἄκουε ἑτέρωθι λέγοντός τινος· ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ ὀμόσω τὸ ὄνομα κυρίου. ὁρᾷς, ὅτι τοῖς μὴ νήφουσιν ὁ πλοῦτος ψεύδους ὑπόθεσίς ἐστιν; ἀλλ' οὗτος οὐ τοιοῦτος. πλούσιος μὲν γὰρ ἦν, ἵνα μάθῃς, ὅτι καὶ ῥοπὴν πρὸς κακίαν εἶχε τὸν πλοῦτον καὶ ὅτι οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ἡ γνώμη. ὅρα αὐτὸν καὶ ἐν πενίᾳ, ἵνα μὴ νομίσῃς πάλιν, ὅτι ἡ πενία αἰτία ἀγνωμοσύνης. ὅρα αὐτὸν καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ καὶ ἐν ἑκατέροις τὸν ἀθλητὴν μέγαν. θεοσεβὴς γὰρ ἦν. πόθεν δὲ τοιοῦτος ἦν, οὐ λέγει, ἀλλ' ὕστερον ἀκούσῃ αὐτοῦ λέγοντος, δῆλον δέ, ὅτι οἴκοθεν. 1, 2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. ὅρα, πῶς πρῶτον λέγει τὴν ἀρετήν, καὶ τότε λέγει τὰ παρὰ τοῦ θεοῦ. ὅρα τὴν εὐπαιδίαν ἐξ ἑκατέρας τῆς φύσεως καὶ μεμετρημένην, ἀπὸ τοῦ ποθεινοτέρου γένους πλείων ὁ καρπός. λέγει πρῶτον, δι' ἃ χρὴ μακαρίσαι τὸν ἄνθρωπον, τὴν ἀρετὴν αὐτοῦ τὴν πολλὴν καὶ τὴν ὥραν τὴν τῆς ψυχῆς. καὶ γὰρ ἀπὸ ἀρετῆς τὸ παλαιὸν ταῦτα ἐγίνετο, ἡ εὐπαιδία, λέγω, καὶ ἡ πολυπαιδία. οὐκ ἔσται, φησίν, ἐν σοὶ ἄγονος οὐδὲ στεῖρα. ὁ δὲ Ἀβραὰμ ἄγονος ἦν διὰ τοῦτο, ἵνα μάθῃς, ὅτι οὐ ταῦτα τῆς ἀρετῆς τὰ ἔπαθλα, ἀλλ' ἕτερα. διά γε τοῦτο ταῦτα ὑπέσχετό σοι συγκαταβαίνων. 1, 3a καὶ ἦν τὰ κτήνη αὐτοῦ, φησίν, πρόβατα ἑπτακισχίλια, 3b κάμηλοι τρισχίλιαι, 3c ζεύγη βοῶν πεντακόσια, 3d ὄνοι θήλειαι νομάδες πεντακόσιαι 3e καὶ ὑπηρεσία πολλὴ σφόδρα, 3f καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. ὅρα αὐτὸν πλοῦτον ἔχοντα τὸν ἀγροικικώτερον. οὐ δανείσματα καὶ τόκους εἶπεν, οὐ χρυσίον κατορωρυγμένον, οὐδὲν περιττόν, ἀλλὰ πάντα ἀναγκαῖα. τοιοῦτος ἦν τῶν παλαιῶν ὁ πλοῦτος. εἰ δέ που καὶ χρυσίον εἶχον, ὀλίγον σφόδρα καὶ εὐτελές. οὐκ εἶπεν, ὅτι 6 οἰκίας χρυσορόφους εἶχεν. οὐκ ἦν ὁ πλοῦτος ἄκαρπος· ἀπὸ μὲν γὰρ προβάτων καὶ βοῶν δυνατὸν ἦν εὖ ποιεῖν τοῖς δεομένοις, ἀπὸ δὲ χρυσοῦ ὀρόφου οὐκέτι. μέγας οὗτος ὁ πλοῦτος· οὐδεὶς κωλύεται τοῦτον ἔχειν. καὶ ἔργα, φησίν, μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. οἱ μὲν τὰ πνευματικά φασιν– ὄντως γὰρ μεγάλα ἔργα ταῦτα–, οἱ δὲ τὰς ἀμπέλους, τὰς ἐλαίας καὶ ἄλλα τοιαῦτα. πλὴν ἐκεῖνο ἔργον μέγα ἐστὶ τὸ μένον, τὸ μὴ διαλυόμενον καὶ παυόμενον, τὸ μὴ καταπῖπτον. ὁρᾷς, ἐν ὅσῳ πλούτῳ δίκαιος καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; 1, 3g καὶ ἦν, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν. ἀνατολικὸν αὐτὸν καλεῖ. πάντων, φησίν, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπρούς. τί αὐτὸν οὐκ ἂν ἐπῆρεν εἰς ὑπερηφανίαν ἡ κατὰ ψυχὴν ἀρετή, ἡ ἐν πᾶσιν εὐπραγία, τὸ μόνον εἶναι τοιοῦτον καὶ πλούσιον καὶ ἐνάρετον, τὸ προγόνων εἶναι θαυμαστῶν; ἀλλὰ ταῦτα ἐπὶ μὲν τῶν ἀσεβῶν ὅταν ἐκβαίνῃ, ἄκουσον, τί φησιν ὁ προφήτης· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. καὶ πάλιν αὐτὸς οὗτός φησιν· διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ ἐν πλούτῳ; αὐτὸς δὲ οὐχ οὕτως ἦν. οὐκ ἄρα ἡ τοῦ πλούτου φύσις τούτων αἰτία, ἀλλ' ἡ γνώμη τῶν οὐ δεόντως αὐτῷ χρωμένων. ὁρᾷς ἐνταῦθα οὐ καπηλείαν, οὐκ ἐμπορίαν ἄδικον, οὐ πραγματείαν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ τὸν ἔννομον πλοῦτον, τὴν φυσικὴν εὐπορίαν, ἣν αὐτὸς ὁ θεὸς εἰργάζετο. οὐχ ὁρᾷς ἐνταῦθα ἵππους, οὐδὲν ἀλαζονικόν, οὐδὲν φιλότιμον, οὐδὲν μειρακιῶδες, ἀλλὰ πάντα χρήσιμα. ταῦτα καὶ ἐπὶ τοῦ ˉ̓ Αβραὰμ ἔστιν εἰπεῖν. καὶ γὰρ καὶ ἐκείνῳ ὁ πλοῦτος ἐν τούτοις ἦν, πρὸς ἐργασίαν γῆς, πρὸς ἐπιμέλειαν τῶν ἀναγκαίων. ὁ 7 πλοῦτος ὁ θαυμαστός, οὗτός ἐστι ποθεινότερος καὶ ἡδίων καὶ χρησιμώτερος καὶ ἀσφαλέστερος καὶ δικαιότερος καὶ εὐσεβέστερος καὶ μᾶλλον ἀνθρώπῳ πρέπων καὶ ἀπονώτερος καὶ ζημίαν οὐ τοσαύτην ἔχων οὐδὲ μεταβολὰς δεχόμενος οὐδὲ τρεπόμενος. τινὲς τὸ τῶν ἀφ' ἡλίου ἀνατολῶν" τοῦ Ἀβραάμ" φασιν, ἐπειδὴ ἐκεῖθεν ἦν ὁ Ἀβραάμ. 1, 4a συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους 4b ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν 4c συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν 4d ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. πολλὴ ἡ ὁμόνοια· τὸ μέγιστον τῶν ἀγαθῶν ἦσαν πεπαιδευμένοι, κοινῇ σιτεῖσθαι, κοινὴν τράπεζαν ἔχειν· οὐ μικρὸν γὰρ τοῦτο εἰς συμφωνίαν συντελεῖ. ὁρᾷς, ἀγαπητέ, εὐφροσύνην μετὰ ἀσφαλείας; ὁρᾷς τράπεζαν ἀδελφικήν; ὁρᾷς χορὸν συνδεδεμένον; τοῦτο γὰρ ἀπὸ πολλῆς φιλίας ἐγίνετο. συμπαραλαμβάνοντες ἅμα, φησίν, καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. μεγίστης γὰρ τοῦτο φιλίας τεκμήριον. διὰ τοῦτο καὶ Παῦλος ἐπέταττε λέγων· συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. οὕτω σύνδεσμός ἐστι κοινωνία τραπέζης, ὡς καὶ λῃστῶν περιγενέσθαι κακίας. λέγονται γὰρ ἁλῶν καὶ τραπέζης κοινωνήσαντες μεταβάλλεσθαι τὸν τρόπον πρὸς τοὺς κεκοινωνηκότας καὶ μὴ κεχρῆσθαι τῇ πονηρίᾳ κατὰ τῶν ὁμοτραπέζων· ὥστε εὗρέ τινα μέθοδον Ἰὼβ καὶ τὸ ἡδὺ καὶ τὸ ἀναγκαῖον ἔχουσαν ἐθίσας αὐτοὺς κοινῇ σιτεῖσθαι καθ' ἑκάστην ἡμέραν. ὅρα καὶ τοῦ πότου τὸ σεμνόν· τῶν υἱῶν τοῦτο ἔργον ἦν, οὐ τῶν θυγατέρων. ἐκεῖνοι γάρ, φησίν, τοῦτο παρεσκεύαζον, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ διὰ παντὸς ἐγίνετο. 1, 5a καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, 5b ἀπέστελλεν ˉ̓ Ιὼβ καὶ ἐκαθέριζεν αὐτούς. 8 ποῦ ἀπέστελλεν; πῶς δὲ ἐκαθέριζεν; τίς δὲ τῆς καθάρσεως ὁ τρόπος; τίνος δὲ ἕνεκεν ἐκαθέριζεν; ἀκάθαρτον δὲ ἐν τῷ συμποσίῳ ἦν; τί ἐστι τὸ λεγόμενον; ἄκουε τῶν ἑξῆς καὶ μάνθανε, τί ἐστι τὸ ἐκαθέριζεν· οὐκ ἀπὸ σωματικοῦ τινος ῥύπου– οὔπω γὰρ οὗτος ἦν ὁ νόμος–, ἀλλ' ἀπὸ διανοίας. ἵνα γὰρ μηδὲν ὑποπτεύσῃς πονηρόν, ἄκουσον, τί φησιν· 1, 5b καὶ ἀνιστάμενος τὸ πρωὶ 5c προσέφερε θυσίας περὶ αὐτῶν κατὰ τὸν ἀριθμὸν αὐτῶν 5d καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. 5e ἔλεγε γὰρ ˉ̓ Ιώβ· μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. τουτέστιν· ἐκαθέριζεν. ὑπὲρ τῶν ἀδήλων καὶ οὐχ ὡμολογημένων τὰς θυσίας προσέφερεν. ὁ δὲ τῶν ἀδήλων καὶ τῶν κατὰ διάνοιαν τοσαύτην πρόνοιαν ποιούμενος οἷος ἦν ἐν τοῖς φανεροῖς, ἐννόησον· ὅρα δέ μοι, τὸ ἀποστολικὸν πῶς ἐπλήρου εὐθέως τὸ λέγον· οἱ πατέρες, ἐκτρέφετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. τοῦτο ἐπιμέλεια παίδων, τοῦτο προστασία γεγεννηκότων. ἐννόησον, οἵους αὐτοὺς ἀπειργάζετο. μάλιστα μὲν οὖν αὐτῶν τὴν ἀρετὴν ἐνέφηνεν εἰπὼν τὴν πολλὴν ὁμόνοιαν, ἔπειτα δὲ καὶ ἀπὸ τῆς προστασίας τοῦ πατρός. μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. οὐχ ὅτι τοιοῦτοί εἰσιν, ἀλλ' ὅτι ἄνθρωποί εἰσιν. ἆρα αὐτὸς οὐδέποτε τοιοῦτον οὐδὲν ἐνενόησεν; μέγα ἄρα πρᾶγμα τὸ καὶ τὰ ἄδηλα δεδοικέναι. 9 μήποτε, φησίν, οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. λόγῳ γὰρ οὐκ ἂν ἐτόλμησαν εἰπεῖν τοιοῦτον ἔχοντες τὸν παιδευτὴν καὶ διδάσκαλον. ἀλλ' ἐπειδὴ τῶν ἀδήλων οὐκ ἦν ἐξεταστής, ἐπενόησε καὶ ἐλογίσατο, ὡς μηδ' ἐκεῖνα αὐτὸν διαφυγεῖν. «τὰ φανερὰ δυνήσομαι», φησίν, «διορθοῦν· τί δεῖ ποιῆσαί με περὶ τῶν ἀδήλων;» καὶ μὴν τῷ Μωσεῖ φησιν ὁ θεός· τὰ φανερὰ ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν, τὰ δὲ ἄδηλα κυρίῳ τῷ θεῷ. ἀλλ' οὗτος οὐδὲ τὰ ἄδηλα ἀφῆκε τῷ θεῷ, ἀλλὰ καὶ ταῦτα αὐτὸς ἐβιάζετο διορθοῦν θεραπευτικῇ τινι μεθόδῳ· ὁμοῦ γὰρ τὸ αὐτὸ καὶ διδασκαλία τοῖς παισὶν ἐγίνετο, οὐχὶ ἁμαρτημάτων ἀναίρεσις μόνον. οἱ γὰρ εἰδότες, ὅτι καὶ τῶν κατὰ διάνοιαν λογισμῶν καὶ ἁμαρτημάτων τιμωρία κεῖται παρὰ τῷ θεῷ– οὐ γὰρ ἂν ὁ πατὴρ θυσίαν προσήνεγκεν, εἰ μὴ ἁμαρτίαν ἀναλῦσαι ἔσπευδεν–, καὶ συνεχῶς ταῦτα παιδευόμενοι διὰ τῶν θυσιῶν ὀκνηρότεροι, εἰ καί τι τοιοῦτον συνέβαινεν, ἐγένοντο ἄν. ὁρᾷς οὐχὶ τὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ καὶ τὰς ἐν τοῖς λογισμοῖς ἁμαρτίας αὐτὸν διορθοῦντα καὶ τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον διὰ τῶν ἔργων πληροῦντα; ἐκ γὰρ τῆς καρδίας, φησίν, ἐξέρχονται διαλογισμοὶ πονηροί, καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. ἐπεὶ οὖν ταῦτα κοινοῖ τὸν ἄνθρωπον, ἐκαθέριζεν αὐτούς. ὁρᾷς καθαρμὸν οὐχὶ Μωσαϊκὸν οὐδὲ νομικόν, ἀλλὰ ἀποστολικὸν τὴν διάνοιαν αὐτῶν ἀποσμήχοντα καθ' ἑκάστην ἡμέραν; οὐχὶ παραινέσει καὶ συμβουλῇ μόνον, ἀλλὰ καὶ προστασίᾳ καὶ εὐχαῖς ταῖς πρὸς τὸν θεόν, οὐχ ὡς πατὴρ μόνον, ἀλλὰ καὶ ὡς ἱερεὺς αὐτῶν ἐκήδετο, καίτοι οὐδένα ἴσμεν ἱερέα τότε. 10 ἀκουέτωσαν οἱ πατέρες, ὅσοι παῖδας ἔχουσιν, ὅσην ὑπὲρ αὐτῶν ποιεῖσθαι πρόνοιαν ὀφείλουσιν. ἐπειδὴ γὰρ πότος ἦν, ἐπειδὴ συμπόσιον ἦν, εἴωθε δὲ πολλάκις ἡ διάνοια παρατρέπεσθαι παρὰ τοὺς τοιούτους καιρούς,– διὰ τοῦτο καὶ Μωσῆς ἔλεγεν· φαγὼν καὶ πιὼν μνήσθητι κυρίου τοῦ θεοῦ σου. τουτέστιν· ἀπόκρημνος ὁ τόπος ἐστὶν ἐκεῖνος, ταχέως εἰς λήθην ἄγει. τότε οὖν μάλιστα μέμνησο, ὅτε μάλιστα ἐκβαλεῖν σου τῆς διανοίας ἐπείγεται τὸν θησαυρὸν ὁ διάβολος. οὕτως οὖν καὶ οὗτος ᾔδει τὴν τρυφὴν καὶ τὴν διάχυσιν ἐργαζομένην τι τοιοῦτον– οὕτω καὶ οἱ Ἰσραὴλ παῖδες ἔφαγον καὶ ἀνέστησαν παίζειν–, διὰ τοῦτο πεπληρωμένου τοῦ πότου τὰς θυσίας προσέφερεν. τινές φασιν, ὅτι καὶ ἱερεῖς τὸ παλαιὸν ἦσαν, ὥσπερ ὁ Μελχισεδέκ, αὐτοχειροτόνητοι· τοῦτο οὖν ἐστι τὸ ἀπέστελλεν. εἰ δὲ προσφέρει θυσίας, οὐχὶ κατὰ νόμον, ἐπεὶ καὶ Ἀβραὰμ προσήνεγκε καὶ Νῶε καὶ Ἄβελ. ἀλλὰ τί; ἔδει ἐπιτιμῆσαι αὐτοῖς; ἀλλ' οὐκ ᾔδει τὸ ἁμάρτημα. ἀλλὰ παραδραμεῖν; ἀλλὰ πολλάκις συνέβαινεν ἡμαρτηκέναι. ὅρα, πῶς καὶ ἐν τῇ θυσίᾳ ὁμόνοιαν αὐτοὺς ἐδίδασκεν ἕνα ὑπὲρ πάντων μόσχον προσφέρων ὡς ὑπὲρ μιᾶς ψυχῆς. ὅρα, πῶς φιλόστοργος, πῶς εὐσεβής, πῶς θεοσεβής, πῶς δίκαιος, πῶς ἀληθινός, πῶς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἄμεμπτος· οὐ γὰρ ἔχεις ἐγκαλέσαι, ὅτι ἠμέλει τῶν παίδων. δίκαιος· ὅτι παρεῖχεν ὅσην ἔδει πρόνοιαν αὐτοῖς. θεοσεβής· ὅτι διὰ τὸν θεὸν τοῦτο ἐποίει. ἄρα τί ἂν εἴποιμεν; ὅτι τοὺς παῖδας ἐφίλει; ὅτι τὸν θεὸν ἐφίλει; ἀπὸ ποίου φίλτρου τοῦτο μᾶλλον ἔπραττεν; ἐμοὶ δοκεῖ τοῦ περὶ τὸν θεὸν καὶ τότε τοῦ περὶ τοὺς παῖδας. 1, 5f οὕτως ἐποίει, φησίν, πάσας τὰς ἡμέρας ˉ̓ Ιώβ. ὁρᾷς τὴν εὐσέβειαν; οὐχὶ πρὸς ὡρισμένον ἡμερῶν ἀριθμόν, ἀλλὰ πάντα τὸν χρόνον. ἡμεῖς δὲ ἂν ἅπαξ ἢ δεύτερον ποιήσωμέν τι ἀγαθὸν ἢ εὐξώμεθα, ἀναπίπτομεν νομίζοντες τὸ πᾶν τετελεκέναι. 11 1, 6a καὶ ἐγένετο, φησίν, ὡς ἡ ἡμέρα αὕτη, 6b καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον αὐτοῦ, 6c καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν 6d περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν. 1, 7a καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; 7b καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· 7c περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. ἀνοίγεται λοιπὸν τὸ θέατρον, ἐπὶ τὸ στάδιον ὁ ἀθλητὴς ἕλκεται. ἵνα γὰρ μηδείς, ἅπερ ὁ διάβολος εἶπεν, ταῦτα λέγῃ· μὴ δωρεὰν σέβεταί σε Ἰώβ, οὐχὶ τὸν διάβολον μόνον, ἀλλὰ καὶ δι' ἐκείνου τοὺς ἐκείνου ζηλωτὰς ἐπιστομίζει. «ναί, δίκαιος ἦν, ἀληθινός, θεοσεβής· ἀλλ' οὐδὲν μέγα», φησίν, «οὐδένα πειρασμὸν ὑπέστη οὐδὲ χειμῶνα οὐδὲ ναυάγιον. τοῦτόν μοι δεῖξον ἐν πενίᾳ, τοῦτόν μοι δεῖξον ἐν συμφοραῖς. εἰ δὲ εὐθηνούμενος καὶ πλουτῶν εὐσεβὴς ἦν, τί μέγα;» καὶ μὴν τοῦτο μέγα, ἄνθρωπε, καὶ οὐχ ἧττον δόκιμος ὁ μετὰ πλούτου εὐσεβῶν τοῦ μετὰ πενίας τοῦτο ποιοῦντος. ἄκουε τοῦ προφήτου λέγοντος· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ πάλιν· ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. ὁρᾷς, ὅτι καὶ τοῦτο πειρασμὸς οὐ μικρὸς ἦν τὸ πλουτεῖν καὶ ἐν εὐθηνίᾳ εἶναι καὶ μὴ μαστίζεσθαι; ὥστε, εἰ εὐγνωμονεῖς, ἤδη ἐν σταδίῳ ἐστὶν ὁ δίκαιος καὶ διὰ παντὸς ἐν ἀγῶνι, οὐχὶ πενόμενος, ἀλλὰ καὶ πλουτῶν. τὸ γὰρ πλουτεῖν οὐχὶ πρὸς εὐσέβειαν, ἀλλὰ πρὸς τοὐναντίον ἐπαίρει. πλὴν ἀλλὰ καὶ ἐξ ἑτέρου μέρους μάθε αὐτόν, ὅστις ἐστίν. καὶ ὁ διάβολος, φησίν, ἦλθε μετ' αὐτῶν. τί λέγεις; μετὰ τῶν ἀγγέλων ὁ προσκεκρουκώς, ὁ ἠτιμωμένος; μὴ θορυβηθῇς, ἀγαπητέ, τοῦτο διατύπωσίς ἐστι καὶ διαγραφή. ὥσπερ γὰρ ἀλλαχοῦ φησιν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅτι ἐξῆλθε πνεῦμα πονηρόν, καὶ 12 ἔλεγεν· «τίς ἀπατήσει μοι τὸν Ἀχαάβ;» καὶ λέγει· «ἐγώ», καὶ λέγει· «πῶς;» καὶ πολὺ τὸ ἀνθρώπινόν ἐστιν, ὥστε πρόσωπον δοῦναι τῷ λόγῳ καὶ τὸν ἀφελέστερον προσαγάγεσθαι τῷ διηγήματι μᾶλλον. οὐ γάρ ἐστιν ἴσον εἰς τὸ πεῖσαι τὸ ἁπλῶς ἀποφαίνεσθαι καὶ τὸ τυπῶσαι λόγον καὶ διαγράψασθαι· οὕτω καὶ ἐνταῦθα. εἰ εἶπεν, ὅτι ἐπεβούλευσεν ὁ διάβολος τῷ Ἰὼβ τοῦ θεοῦ συγχωροῦντος, ἆρα τοσαύτην εἶχεν ἡδονὴν τὸ διήγημα; οὐδαμῶς, ἀλλ' ἡ βραχυλογία ἐνέκοψεν ἄν. νῦν δὲ τῷ τῷ ῥήματι προσθεῖναι καὶ διάλεξιν καὶ ταῦτα εἰπεῖν, ἅπερ εἶπεν ἂν ὁ διάβολος, εἰ συνεχωρήθη, πᾶσαν ἐκκόπτει τῶν ἀναισχυντούντων τὴν πρόφασιν· ἃ γὰρ λέγει τὸν διάβολον εἰρηκέναι, πρὸς τὸν θεὸν μὲν οὐκ εἶπεν, ἐνεθυμήθη δέ. οὐ γὰρ αὐτῷ μέτεστι λόγου καὶ παρρησίας τοσαύτης– ἦ γὰρ οἱ δαίμονες τὸν υἱὸν τοῦ θεοῦ ἰδόντες ἐβόων λέγοντες· τί ἡμῖν καὶ σοί;–· οὐδὲ γὰρ τῆς στάσεως μέτεστιν αὐτῷ τῆς μετὰ τῶν ἀγγέλων. ἦλθον, φησίν, οἱ ἄγγελοι, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν. τί μανθάνομεν ἀπὸ τούτου; ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν θεὸν ἐπιτάγματα δεχόμενοι, ὁ διάβολος δὲ οὐδὲν δύναται ποιῆσαι τῶν καθ' ἡδονὴν αὐτῷ μὴ τὴν συγχώρησιν ἄνωθεν λαβών. εἰ γὰρ καὶ ἀφηνίασε καὶ ἔξω τοῦ θεραπεύειν ἐστὶ τὸν θεόν, ἀλλ' ὅμως ὁ φόβος ἔγκειται καθάπερ χαλινὸς καὶ οὐ συγχωρεῖ τῇ ἐξουσίᾳ χρήσασθαι τῇ ἑαυτοῦ. 13 ἀλλ' ὅρα, ἐκεῖνοι μὲν παραγίνονται καθάπερ οἰκέται ἀναφέροντες τὰ πραττόμενα, καθάπερ καὶ ἐν τῷ Ζαχαρίᾳ ἔστιν ἰδεῖν, οὗτος δὲ οὐδὲν ἔχει εἰπεῖν. τὸ οὖν μετ' αὐτῶν ἦλθεν οὐδὲν ἄλλο ἐμφαίνει, ἀλλ' ἢ ὅτι καὶ αὐτὸς ὑπόκειται τῷ θεῷ, ἵνα τοῖς ὕλην εἰσάγουσι μὴ δῷ ἀφορμὴν ὁ λόγος. καὶ ὁ διάβολος, φησίν,– οὗτος δὲ οὐκέτι τοῦ θεοῦ· ἐκεῖνοι μὲν γὰρ τοῦ θεοῦ, οὗτος δὲ οὐκέτι τοῦ θεοῦ–, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν, οὐχὶ παρεστάναι ἐνώπιον κυρίου καθάπερ ἐκεῖνοι, ἀλλ' ἁπλῶς ἦλθεν. ἐκεῖνοι μὲν γὰρ παρρησίαν εἶχον εἰκότως καὶ παρεστάναι ἦλθον ἐνώπιον τοῦ θεοῦ, οὗτος δὲ οὐχὶ παρεστάναι ἐνώπιον τοῦ θεοῦ. εἰ γὰρ Κάϊν ἐξεβλήθη ἀπὸ προσώπου τοῦ θεοῦ, πολλῷ μᾶλλον οὗτος. τί οὖν ἐστι τὸ ἦλθε μετ' αὐτῶν; ὅτι μετ' αὐτῶν ἐστιν ἐν τῷ κόσμῳ τούτῳ. καθάπερ πονηροὶ καὶ ἀγαθοί εἰσιν ἄνδρες ἀναμεμιγμένοι, οὕτω καὶ ἄγγελοι καὶ δαίμονες. καί, εἰ βούλει, πιστώσομαί σε ἀπὸ τῶν γραφῶν. ἄκουε Παύλου λέγοντος· ὀφείλουσιν αἱ γυναῖκες ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. καὶ πάλιν ὁ Χριστός· μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ Πέτρου ἔλεγον οἱ ἀπόστολοι· ὁ ἄγγελος αὐτοῦ ἐστιν. καὶ ἐν τῇ παλαιᾷ ὁ Ἰακὼβ ἔλεγεν· ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ νεότητός μου. καὶ τοῖς ἔθνεσιν ἄγγελοι ἐφεστήκασιν. ἔστησεν, γάρ φησιν, ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. καὶ ἐν τῷ Δανιὴλ εὑρίσκομεν οὕτως εἰρημένον, ὅτι Μιχαὴλ ὁ ἄρχων ὑμῶν. καὶ ἐν τῇ παλαιᾷ πολλαχοῦ τοὺς ἀγγέλους οὐχὶ πρὸς οἰκονομίαν ἀφικνουμένους μόνον παρὰ τοῦ θεοῦ, ἀλλά τι καὶ ἐμπεπιστευμένους οἷον καθώς φησιν ὁ Παῦλος· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτη14 ρίαν. καὶ πάλιν ὁ προφήτης· ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. διὰ τοῦτο καὶ εὐχόμενοι λέγομεν· «τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε», ὡς ὄντος καὶ ἀγγέλου μάχης καὶ πολέμων– τοῦ διαβόλου λέγω. καὶ γὰρ καὶ ἐκεῖνοι ἄγγελοι λέγονται, καθώς φησιν ὁ σωτήρ· ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ γὰρ ἄγγελος ὄνομα μέσον ἐστίν. ἐὰν δὲ μὴ προσθῇς τὸ" τοῦ θεοῦ" ἢ τὸ" τοῦ διαβόλου", οὐδὲν οὐδέπω ἐσήμανες. διὰ τοῦτο οὐδαμοῦ ἁπλῶς εἴρηται" ἄγγελος", ἀλλ' «ἄγγελος κυρίου ἐστίν». καὶ τοῦτο σημαίνει, ὅτι τὴν οἰκονομίαν εἰσὶν ἐγκεχειρισμένοι τῆς οἰκουμένης– τοῦτο γάρ ἐστι παρεστάναι ἐνώπιον τοῦ κυρίου–, ὥσπερ ὁ Ζαχαρίας τοὺς ἵππους φησὶν ἑωρακέναι τὸ ὀξὺ καὶ ταχὺ τῶν δυνάμεων αἰνιττόμενος. περιελθών, φησίν, τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν. ὁρᾷς, ὅτι ὁ οὐρανὸς οὐ βατὸς τῷ δαίμονι τούτῳ τῷ πονηρῷ; εἰ δὲ λέγοι τις· «εἶτα ὁ οὐρανὸς ἄβατος, ἡ δὲ γῆ αὐτὸν ἐδέξατο;», ναί, πρὸς τὸ σοὶ συμφέρον. εἰ γὰρ ἐχθρὸν οὕτως ἔχων νήφοντα οὐδὲ οὕτω διανίστασαι, εἰ καὶ ταύτης ἀπηλλάγης τῆς φροντίδος καὶ τῆς μερίμνης, τίνος οὐκ ἂν ᾖς ὑπνωδέστερος; μορμολύκειόν σοι τοιοῦτον ἔθηκεν, καὶ οὐ διανίστασαι; οὐχ ὁρᾷς, πῶς καὶ Παῦλος δείκνυσι τὸ κέρδος τὸ ἀπὸ τούτου λέγων· οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. τί ποιεῖς, Παῦλε; τὴν δύναμιν τῶν ἐναντίων διηγούμενος καταβάλλεις τὰ φρονήματα τῶν οἰκείων; «οὐχί», φησίν, «ἀλλὰ διεγείρω μᾶλλον. εἰ μὲν γὰρ μὴ εἶχον τοσαύτην ἰσχὺν ὥστε αὐτὸν καταβαλεῖν, καλῶς ἔλεγες· εἰ δὲ ἔχουσι δύναμιν μείζονα, παρὰ ῥαθυμίαν ἡ ἧττα γίνεται. ταύτην οὖν διεγείρω.» μὴ τοίνυν ἀλγήσῃς, ὅτι ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ἐρρίφη, ἀλλὰ εὐχαρίστησον τῷ θεῷ, ὅτι σοι ἀνάγκην ἔδωκε τοῦ νήφειν, ὅτι σοι παιδαγωγὸν ἐπέστησε φρικτὸν καὶ χαλεπόν. 15 βούλει σοι δείξω τὸ κέρδος τὸ ἀπὸ τοῦ διαβόλου; ἄκουε Παύλου λέγοντος· παρέδωκα τοὺς τοιούτους τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. βούλει πάλιν καὶ ἕτερον ἀκοῦσαι; παράδοτε, φησίν, τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. οὐχ ὁρᾷς τοὺς δημίους τοὺς τοῖς ἄρχουσιν ἑπομένους; οὕτω καὶ τούτοις ὁ Παῦλος ἐκέχρητο. τούτων δὲ οὐχ ὁ διάβολος αἴτιος τῶν ἀγαθῶν, ἀλλ' ἡ τοῦ θεοῦ φιλανθρωπία τῷ πονηρῷ πρὸς τὸ δέον χρωμένη. ὁρᾷς, ὅτι οὐχὶ κατὰ ταὐτὸν πανταχοῦ πάρεστιν ὁ διάβολος, ἀλλὰ ἐκ περιόδου; περιελθών, γάρ φησιν, τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; ὁρᾷς, ὅτι πλάσις ἐστὶ τὸ πρᾶγμα; ἐρωτᾷ αὐτὸν ὁ θεός. ἀπὸ τούτου μανθάνομεν, ὅτι ἐβούλετο αὐτὸν πειρασθῆναι. καὶ τίνος ἕνεκεν ἐρωτᾷ ὁ θεός; ἵνα αὐτῷ δῷ ἀφορμὴν πάλης καὶ μάχης. καὶ ὅρα, πῶς αὐτὸν πρῶτον ὑπεύθυνον ποιεῖ ταῖς οἰκείαις ἀποκρίσεσιν. ἵνα μὴ λέγῃ εἰπόντος τοῦ θεοῦ· «μή τινα εἶδες κατὰ τὸν θεράποντά μου;», ὅτι «οὐκ οἶδα, οὔπω περιῆλθον τὴν γῆν πᾶσαν», πρότερον αὐτὸν ποιεῖ ὁμολογῆσαι, ὅτι πᾶσαν ἐπεσκέψατο τὴν ἀνθρωπίνην φύσιν, καὶ τότε τὴν πεῦσιν ἐπάγει. πόθεν παραγέγονας; καὶ οὐκ εἶπεν αὐτῷ ἁπλῶς· περιελθὼν τὴν γῆν, ἀλλὰ καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν, ἵνα καὶ τὴν ἔρημον αἰνίξηται καὶ τὴν οἰκουμένην πᾶσαν καὶ εἴ τι ὑπόκειται τῷ οὐρανῷ. καὶ γὰρ μάλιστα ταῖς ἐρήμοις ἐμφιλοχωρεῖ, καθάπερ καὶ ὁ Χριστὸς εἶπεν· διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν. καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον τὸ τὸ πλέον ἐκεῖ τῶν δαιμόνων ἀποικίζειν. 16 1, 8a καὶ εἶπεν αὐτῷ ὁ κύριος· 8b προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ, 8c ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, 8d ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 8e ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ὅρα, πῶς ὁ ἀθλητὴς ἀνακηρύττεται τοῦτο δεύτερον παρὰ τῆς ἀδεκάστου ψήφου. σὺ δέ μοι κατανόει τοῦ διαβόλου τὴν ἄνοιαν καὶ τὴν κακίαν. θεὸς μαρτυρεῖ, ὅτι ἄμεμπτος, καὶ σὺ προσδοκᾷς περιέσεσθαι τῆς μαρτυρίας; οὐκ ἂν εἶπεν· ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, εἰ μὴ προῄδει, ὅτι καὶ τῶν πειρασμῶν συμπεσουμένων ἀχείρωτος ἔμελλεν ἔσεσθαι. ὅρα, πῶς ποιεῖ τῶν παλαισμάτων τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν παρὰ τοῦ ἀντιδίκου λαβεῖν τὴν αἰτίαν. καὶ καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον βούλεται μὲν συμπλακῆναι αὐτὸν τοῖς ἐναντίοις, οὐ βούλεται δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμήν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι, ἀλλ' αὐτοὺς ἐκείνους ἐπὶ τοῦτο ἐλθεῖν καὶ προκαλέσασθαι, ἵνα καὶ τὰ τῆς νίκης λαμπρὰ γένηται καὶ τὰ τῆς ἥττης ἐκείνοις αἰσχίω, οὕτω καὶ ὁ θεὸς ποιεῖ. προσέσχες, φησίν, τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τίνι γὰρ ἄλλῳ μάλιστα προσέχει ὁ διάβολος; πρὸς τίνα ἔχει τὴν βασκανίαν; κατὰ τοῦ θεράποντός μου, φησίν, Ἰώβ. ἀρκεῖ τοῦτο εἰς ἀρετῆς λόγον. ἄκουε αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος· Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν, καὶ πάλιν ἀλλαχοῦ· τοῦ δούλου σου, φησίν, Ἰσαὰκ μνήσθητι. τοῦτο γὰρ αὐτὸν παρέκνισεν εὐθέως, ὅτι θεράπων αὐτοῦ καλεῖται. μονονουχὶ ὀνειδίζοντός ἐστι καὶ βουλομένου πρὸς τὸ ἐναντίον αὐτὸν μετάγειν· «καὶ σὺ θεράπων ἦς πρὸ τούτου, καὶ σὺ ἀσώματος, ἀλλ' οὗτος σῶμα ἔχει, οὗτος ἐπὶ τῆς γῆς, σὺ δὲ ἐν οὐρανῷ.» τοῦτό ἐστιν, ὃ λέγει ὁ Παῦλος· ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά. 17 προσέσχες, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐπὶ τῆς γῆς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῦτο μάλιστα εἰς βασκανίαν αὐτὸν ἤγαγε τὸ μηδένα εὑρεῖν ὅμοιον αὐτῷ. τί δάκνῃ; τί παροξύνῃ; πρὸς ἄνθρωπον ἡ σύγκρισις αὐτῷ. οὐδὲν οὐδέπω περὶ τούτου εἶπεν, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ, φησίν, ἐπὶ τῆς γῆς. τί ὅμοιος; κατὰ τί λέγεις; κατὰ τὸν πλοῦτον; κατὰ τὴν εὐγένειαν; κατά τι τῶν σωματικῶν πλεονεκτημάτων; οὐδαμῶς, ἀλλὰ κατὰ τὴν ἀρετὴν τῆς ψυχῆς. ἐπειδὴ γὰρ πολλάκις τὸ ὅμοιον ἐδήλου κατά τι τοιοῦτον, ἐπάγει· ἄνθρωπος, φησίν, δίκαιος, ἀληθινός, θεοσεβής. ἄνθρωπος δίκαιος· σὺ δὲ οὐκ ἄνθρωπος ὢν οὐκ ἔμεινας ἐπὶ τῆς ἀρετῆς. μηδεὶς λεγέτω· ἄνθρωπος ἦν ὁ δεῖνα. ἰδού, καὶ οὗτος ἄνθρωπος ἦν. ὁρᾷς τῆς φύσεως τὴν εὐτέλειαν; ἄνθρωπος ἦν καὶ ἠδυνήθη διατηρῆσαι τὴν ἀρετήν. ἐν πηλίνῳ σκηνώματι τοσαύτην εὐσέβειαν ἐπεδείξατο. ἀδέκαστος ἡ κρίσις, μάλιστα μὲν οὖν καὶ προηγουμένως, ἐπειδὴ παρὰ τοῦ θεοῦ λέγεται, ἔπειτα δέ, ὅτι καὶ τοῦ ἐχθροῦ παρόντος καὶ τοῦ μώμου ἀκούοντος. 1, 9a ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· 9b μὴ δωρεὰν σέβεται ˉ̓ Ιὼβ τὸν θεόν; τοῦτο πονηρῶν ἀνθρώπων ἐστὶν ἐγκωμίων λεγομένων μὴ ζηλοῦν τὰ λεγόμενα, ἀλλ' ἐπιχειρεῖν καὶ σπουδάζειν αὐτὰ καθαιρεῖν. εἴ τινες ταῖς ἑτέρων εὐδοκιμήσεσι τήκονται, ἀκουέτωσαν, τίνος εἰσὶ μαθηταί. ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου. ὢ τῆς ἀναισχυντίας· ἐτόλμησεν ἀντιψηφίσασθαι τῷ θεῷ. τοῦτο δὲ οὐχὶ ὁ δαίμων ἐκεῖνος ποιεῖ μόνος, ἀλλὰ καὶ ἄνθρωποι πονηροί. ἢ οὐχὶ τοιοῦτος ἐκεῖνος ἦν ὁ ἐν τῷ εὐαγγελίῳ λέγων· ᾔδειν, ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων, ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων, ὅθεν οὐ διεσκόρπισας; καὶ πάλιν ἕτεροι ἔλεγον· πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον κυρίου. μὴ δωρεὰν σέβεται, φησίν, Ἰὼβ τὸν κύριον; ἐπειδὴ τῶν εἰρημέ18 νων ἐπιλαβέσθαι οὐκ ἔσχεν, τὴν γνώμην διαβάλλει· τῶν φανερῶν οὐκ ἐπιλαμβάνεται, ἀλλὰ τῶν ἀφανῶν. καὶ μὴν ἐξῆν εἰπεῖν· «πόθεν τοῦτο, ὦ μιαρέ, ὅτι διὰ τοῦτο σέβεται τὸν θεόν, διὰ τὸν πλοῦτον καὶ τὰ χρήματα;» ἀλλὰ ἐκ περιουσίας αὐτῷ βούλεται γενέσθαι τὴν νίκην καὶ οὐκ ἀμφισβητήσιμον, καὶ τοῖς ὅροις ἐμμένει τοῖς τοῦ θεοῦ. εἶπες γάρ· οὐ δωρεὰν σέβεται τὸν θεόν, καὶ τὴν αἰτίαν τέθεικας καὶ τοὺς λογισμούς, τὰ χρήματα. οὐκοῦν, ὅταν ἀναιρεθῇ τὰ χρήματα καὶ μείνῃ θεοσεβῶν, αὐτὸς σὺ ὁμολογήσεις, ὅτι δωρεὰν αὐτὸν σέβεται; πανταχοῦ γὰρ τὰς κρίσεις παρὰ τῶν ἐχθρῶν βούλεται φέρεσθαι ὁ θεός, ὥστε μηδένα αὐτοῖς καταλιπεῖν λόγον. καθάπερ ἐκεῖ ἔλεγεν· πονηρὲ δοῦλε, ἀπὸ τοῦ στόματός σου κρινῶ σε– καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων· δὸς ἡμῖν, φησίν, κουστωδίαν, μήποτε ἔλθωσιν οἱ μαθηταὶ αὐτοῦ καὶ κλέψωσιν αὐτόν· οὐκοῦν, ἐὰν λάβητε κουστωδίαν, οὐκ ἔξεστι λέγειν ὑμῖν, ὅτι ἔκλεψαν αὐτόν· οὕτως ἑαυτὴν ἡ πλάνη πανταχοῦ περιπείρει–, οὕτω καὶ ἐνταῦθα· «ἐὰν λάβῃς τὰ χρήματα, οὐκ ἔξεστί σοι λέγειν, ὅτι μὴ δωρεὰν αὐτὸν σέβεται;» τί πρὸς τοὺς παρόντας νῦν οὐδὲ μετὰ μισθοῦ σεβομένους τὸν θεόν; εἰ τὸ διὰ χρήματα αὐτὸν σέβειν οὐκ ἐπαινετόν, τὸ δὲ καὶ μετὰ χρημάτων αὐτοῦ καταφρονεῖν ποῦ κείσεται; αἰσχυνέσθωσαν Ἰουδαῖοι οὐδὲ μετὰ χρημάτων τοῦτο ποιοῦντες. οὐχὶ μισθωτὸς ὁ ἄνθρωπος ἦν. τὸν θεὸν σέβει, ἐπειδὴ αὐτὸ τοῦτο καλὸν ᾔδει ὄν, νῦν δὲ οἱ πολλοὶ οὐδὲ μετὰ χρημάτων. σὺ δέ, ὦ μιαρὲ καὶ παμπόνηρε, τίνος ἕνεκεν οὐ σέβεις τὸν θεόν; 1, 10a οὐ σὺ περιέφραξας, φησίν, αὐτοῦ τὰ ἔξω, καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ 10b καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν; «σὺ περιέφραξας τὰ ἔξω καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ τειχί19 σας αὐτόν.» εἶδες καὶ τοῦ διαβόλου τὴν γνῶσιν ἠκριβωμένην, ὅτι παρὰ θεοῦ πᾶσα ἡ ἀσφάλεια; 1, 10c τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ, φησίν, εὐλόγησας 10d καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. ὁρᾷς τὸν πλοῦτον παρὰ τοῦ θεοῦ δεδομένον; ὁρᾷς, ὅτι οὐκ ἐξ ἀδικίας; πόσα ἔδει καμεῖν τὸν Ἰὼβ ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος. ἰδού, ὁ διάβολος αὐτῷ τοῦτο ἐμαρτύρησε καὶ οὐκ οἶδε καὶ ἐν τούτῳ αὐτὸν ἐπαινῶν, ὅτι οὐκ ἀπὸ καπηλείας οὐδὲ καταδυναστεύων ἑτέρους τοῦτον ἔσχεν, ἀλλ' ἀπὸ τῆς εὐλογίας τοῦ θεοῦ τοῦτον εἶχε καὶ τῆς ἀσφαλείας ἀπήλαυε τῆς ἄνωθεν. οὐκ ἂν δὲ ἀπήλαυσεν, εἰ μὴ ἐνάρετος ἦν, ὥστε καὶ ἐν τούτῳ λανθανόντως αὐτὸν ἐπῄνεσε καὶ ἐστεφάνωσεν. καλῶς εἶπεν· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν. οὐκ ἔξωθεν πειρασμός, οὐκ ἔνδοθεν ταραχὴ ἦν, εἰρήνης ἀπήλαυε βαθείας· τὰ τέκνα ἐν ὁμονοίᾳ, ἐν εὐτοκίᾳ τὰ θρέμματα. οὐ πόλεμός τις ἐπῄει, οὐχ ἡ οἰκία μάχην εἶχεν, οὐκ ἐμφύλιος, οὐκ ἐξωτικὸς αὐτὸν ἐλυμήνατο πόλεμος. καὶ καλῶς εἶπε πρῶτον· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ· οὗτος γὰρ χαλεπώτερος, ὁ ἔνδον πόλεμος. ἡ οἰκία αὐτῷ εἰρηνεύετο πᾶσα, καὶ ἔσωθεν καὶ ἔξωθεν. ἄρα τοῦ θεοῦ χρεία πανταχοῦ, ὥστε καὶ ἔνδοθεν καὶ ἔξωθεν εἶναι ἐν εἰρήνῃ. οὐ παραιτεῖται οὐδὲ ἐπαισχύνεται ὁ θεὸς καὶ ταύτην τὴν φυλακὴν καὶ τοῖς ποιμνίοις ἐφεστάναι τοῖς σοῖς καὶ βουκόλια διασῴζειν, μόνον αὐτὸν ἂν φιλῇς σύ. καὶ ὅρα τὸ ἀσφαλὲς τῆς φυλακῆς· περιέφραξας κύκλῳ πάντοθεν, φησίν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ηὐλόγησας. ὁρᾷς, ὅτι οὐ κατὰ φύσιν ἦν τὰ βουκόλια πολλὰ καὶ τὰ θρέμματα; 1, 11a ἀλλ' ἀπόστειλον, φησίν, τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. οὐκ εἶπεν· «δός μοι ἐξουσίαν», ἀλλ' ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. 20 1, 11b ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ἐβούλετο μὲν καὶ ἐπεθύμει αὐτὸς λαβεῖν τὴν ἐξουσίαν, οὐκ ἐτόλμησε δ' εἰπεῖν, ἀλλὰ σύ, φησίν, ἀπόστειλον τὴν χεῖρά σου. εἶτα, ἵνα μὴ λέγῃ, ὅτι «σὺ πεφεισμένως αὐτὸν ἔπληξας ὡς οἰκεῖον θεράποντα», οὐκ ἐποίησεν, ὅπερ ᾔτησεν ὁ διάβολος, καίτοι ἐνῆν καὶ τοῦτο ποιήσαντα δικαιολογήσασθαι, ὅτι «ὅπερ ἠθέλησας, ἐποίησα· σὺ εἶπας, ἵνα ἐγὼ ἅψωμαι». ἀλλ' ὅμως πλέον τι ποιεῖ. 1, 12a καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· 12b ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν χειρί σου δέδωκα, 12c ἀλλ' αὐτοῦ μὴ ἅψῃ. «οὕτω θαρρῶ τῷ ἀθλητῇ τῷ ἐμῷ· σὺ εἶπες· ἀπόστειλον τὴν χεῖρά σου, ἐγὼ δὲ λέγω, ὅτι ἐν τῇ χειρί σου δέδωκα πάντα ὅσα ἔστιν αὐτῷ.» ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τουτέστιν· καταράσεται, βλασφημήσει φανερῶς, οὐχ ὑποστελλόμενος– τοῦτο γάρ ἐστιν εἰς πρόσωπον– οὐδὲ λάθρᾳ, ἀλλ' ἀναισχύντως. πόθεν οἶδας, ὦ μιαρέ, τοῦτο; ἀπὸ τῶν σεαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζῃ; ἐπειδὴ σὺ μηδὲν παθὼν δεινὸν ἐπήρθης κατὰ τοῦ δεσπότου, ἐνόμισας τοῦτο καὶ τὸν ἐμὸν ἀθλητὴν ὑπομένειν ἐννοῶν, ὅτι «εἰ ἐγὼ ἀσώματος ὤν», φησίν, «ἐτράπην, πολλῷ μᾶλλον οὗτος ἐν σώματι ὤν»; καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα, ἀλλ' αὐτοῦ μὴ ἅψῃ– τουτέστι τοῦ σώματος αὐτοῦ, τουτέστι τῆς ψυχῆς αὐτοῦ. ὁρᾷς, ὅτι καὶ μέτρον δίδοται πειρασμῶν; ὁρᾷς, ὅτι τῶν βοσκημάτων οὐχ ἅπτεται, ἐὰν μὴ λάβῃ ἐξουσίαν; ἰδού, φησίν, πάντα δέδωκα ἐν τῇ χειρί σου– τῇ μιαρᾷ, τῇ ἀκορέστῳ. ταῦτα ἀναγινώσκομεν καὶ οὐ θορυβούμεθα; ὅταν ἴδῃς, ὅτι ἐκδίδωσιν ἄνθρωπον δίκαιον ὁ θεὸς τῷ διαβόλῳ, μὴ καταπέσῃς· 21 οὐδείς ἐστι κατὰ τὸν Ἰώβ. τί λέγεις; «σὺ ἐμαρτύρησας αὐτῷ, ὅτι δίκαιος, ἀληθινός, θεοσεβής. τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω»– ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα–, «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν· οὐδὲ ἰσοστάσιον ποιῶ τὴν πάλην, ἀλλ' αὐτὸν ἐκδίδωμί σοι τὸν μαρτυρηθέντα.» καθάπερ γὰρ ἡμεῖς φιλούμενοι παρά τινος βουλόμεθα πᾶσι κατάδηλον τοῦτο γενέσθαι, οὕτω καὶ ὁ θεὸς τὸν ἐρώμενον τὸν ἑαυτοῦ οὐκ ἀπὸ τῆς αὑτοῦ μαρτυρίας μόνον ἠθέλησεν εἶναι θαυμαστόν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων πείρας. τῇ γὰρ πείρᾳ τῶν πραγμάτων οὐδεὶς ἀντιλέγει, τῷ δὲ θεῷ πολλοί. ὁρᾷς καὶ χαλινούμενον τὸν διάβολον; ὁρᾷς τηροῦντα τοὺς ὅρους τοῦ θεοῦ; ὁρᾷς οὐχ ὑπερβαίνοντα τὰ προστάγματα; ἀλλ' οὐχ ὑπερβαίνει τὰ προστάγματα, ὅταν ἀνάγκη αὐτὸν κατέχῃ καὶ φόβος βιάζηται, ἵνα εἰδῇς, ὅτι, εἰ ἠδύνατο κολάσαι, ἐξ ἀρχῆς ἤθελεν, ἵνα εἰδῇς, ὅτι οὐχ ἁπλῶς αὐτῷ τοὺς ὅρους τίθησιν. 1, 12d καὶ ἐξῆλθεν, φησίν, ὁ διάβολος ἀπὸ προσώπου κυρίου. ἔξω γάρ ἐστι τοῦ θεοῦ τοὺς δικαίους ὑποσκελίσαι βουλόμενος. 1, 13a καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, 13b καὶ οἱ υἱοὶ τοῦ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ 13c ἤσθιον καὶ ἔπινον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. 1, 14a καὶ ἰδού, ἄγγελος ἦλθε πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· 14b τὰ ζεύγη τῶν βοῶν ἠροτρία 14c καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο 22 ἐχόμεναι αὐτῶν. 1, 15a καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς 15b καὶ τοὺς παῖδας ἐπάταξαν ἐν στόματι μαχαίρας, 15c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. καὶ ἰδού, φησίν, ἄγγελος ἦλθεν. εἶδες, πόση ταχυτὴς τῆς πληγῆς; καὶ ὅρα, πῶς ἐλεεινὸν γίνεται τὸ πτῶμα καὶ καινὴ καὶ ξένη ἡ συμφορά. καὶ ὁ ἀεὶ ἐν ἀσφαλείᾳ καὶ ἐν ἀσφαλείᾳ τοσαύτῃ, ὅσην εἰκὸς ἔχειν τὸν τῆς θεοῦ προνοίας ἀπολαύοντα, ὅρα πῶς ἤκουσε τοῦτο, ὁ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινός, ἀλλ' ἐκ πρώτης ἡλικίας γαληνοῦ τοῦ βίου πειραθείς. καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι τὰ μὲν ἀφῃρέθη, τὰ δὲ ὑπελείφθη, ὥστε τῶν ληφθέντων παραμυθήσασθαι τὴν ἀπώλειαν· ἀλλ' οὗτος καταλιμπάνεται μόνος ὁ τὴν τραγῳδίαν ἀπαγγέλλων, καὶ χαλεπώτερον τὸ πάθος γίνεται τῷ παρεῖναι τὸν ἄνθρωπον καὶ ὁρᾶν ἐναργῶς ταύτας τὰς συμφοράς. πολὺς ὁ φόβος, ἀγαπητέ, οὐχ ὁ περὶ τῶν βοῶν μόνον, ἀλλὰ καὶ ὁ περὶ τῆς οἰκίας, εἴ γε πόλεμος γέγονεν. «πόθεν, εἰπέ, καὶ παρὰ τίνος; ποίας μάχης γενομένης;» πῶς οὐκ ἐξεπλάγη πρᾶγμα καινὸν ἀκούσας ὁ διὰ παντὸς ἐν τρυφῇ ζῶν, ᾧ οὐδέποτε τοῦτο γέγονεν οὐδὲ ἠκούσθη ποτέ; εἶτα ἀνήροτος ἡ γῆ λοιπόν, καὶ ἐν τῷ καιρῷ τῷ προσήκοντι τῶν παρόντων ἀφῄρητο πάντων. καὶ τὸ εἶδος δὲ τῆς ἀπωλείας χαλεπώτερον, μάλιστα δὲ καὶ ὅταν παρὰ καιρὸν τὸν καλοῦντα τὴν χρείαν τοῦτο γένηται. μεταξὺ τὸ ἔργον διεκόπη, ὥστε διπλῆν εἶναι τὴν ζημίαν, τό τε ἀτέλεστον τοῦ ἔργου καὶ τὴν ἀφαίρεσιν αὐτῶν. εἶτα καὶ φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι. πολλὴ ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία, διπλῆ ἡ συμφορά, φόνος καὶ αἰχμαλωσία, καὶ ἡ σω23 τηρία τοῦ περιλειφθέντος προσθήκη τῶν κακῶν τῷ μηδὲ ἀγνοῆσαι τὰ δεινά. 1, 16a ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· 16b πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν καὶ κατέφαγε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. 16c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. ὁρᾷς συνεχεῖς τὰς πληγὰς καὶ οὐ συγχωρούμενον αὐτὸν οὐδὲ ἀναπνεῦσαι μικρόν; ἐπειδὴ γὰρ τὸ κτῆμα εὐτελέστερον ἦν, τῷ τρόπῳ τῆς τιμωρίας ἐποίησεν αὐτὸ χαλεπώτερον. «μὴ νόμιζε», φησίν, «ἀνθρωπίνας εἶναι τὰς πληγὰς ἀκούσας αἰχμαλωτεύοντας· ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πολεμεῖ σοι ὁ θεός.» πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. «πόθεν;» δηλονότι ἐκ τοῦ οὐρανοῦ. «πόθεν δὲ σὺ διεσώθης μόνος; τί γέγονεν;» μέχρι τῆς ἡμέρας ἐκείνης ἔμεινεν ἐπὶ τῆς ἀρετῆς. πῶς οὐ μεταβαλόμενος μεταβολὴν εἶδεν ἐπὶ τῶν πραγμάτων γενομένην; εἰ μὲν γὰρ ἦν τι μέγα ἡμαρτηκὼς ἁμάρτημα ἢ καὶ ῥάθυμος γεγενημένος, εἶχε λογίσασθαι τὴν αἰτίαν τῶν γεγενημένων τῷ πλημμελήματι. μένων δὲ ἐπὶ τῆς αὐτῆς ἀρετῆς εἰς ἀφασίαν τινὰ καὶ ἐκπληξίαν ἦλθεν. καὶ ὅρα, τί γίνεται. ὁ μὲν διάβολος ἀπὸ τῶν μικροτέρων ἄρχεται πληγῶν τὰς μείζους ὑστέρας τηρῶν ταύτῃ νομίζων αὐτὸν καταγωνίσασθαι, ἂν ταῖς ἐλάττοσι προδιαλύσας τὴν ἀφόρητον ὕστερον ἐπαγάγῃ. γίνεται δὲ τοὐναντίον· ἐν γὰρ ταύταις καλῶς γυμνασάμενος μετὰ φιλοσοφίας τὰς λοιπὰς ἔφερεν. ὅρα πανταχοῦ τοὺς ἐφεστῶτας μετ' αὐτῶν ἀπολλυμένους ὡς μηδὲ κτήσεως εἶναί τινα λοιπὸν ἐλπίδα. ὄντων μὲν γὰρ τῶν ἐπιστησομένων ἦν προσδοκία πάλιν αὐτὰ κτήσασθαι· καὶ τούτων δὲ ἀπολομένων εἰς μείζονα ἀνελπιστίαν τὰ πράγματα ἦλθεν ἄν. 1, 17a ἔτι τούτου λαλοῦντος ἕτερος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ καὶ λέγει αὐτῷ· 17b οἱ ἱππεῖς ἐποίησαν ἡμῖν ἀρ24 χὰς τρεῖς 17c καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς 17d καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· 17e καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὥστε μὴ νομισθῆναι καὶ ταῦτα ἀπὸ θεοῦ. καὶ τῇ ποικιλίᾳ τῆς ἀπαγγελίας ἐξαίρει πρὸς μέγεθος τὴν τραγῳδίαν. οἷον εἰ ὡς εὐλαβὴς εἶπεν, ὅτι «ὁ θεὸς πλήττει, οὐκοῦν ἀνάγκη φέρειν», «ἀλλ' ἰδού, καὶ ἄνθρωποι», φησίν, «πλήττουσιν, οὐχὶ θεός σοι πολεμεῖ μόνον.» ἀλλ' ὅρα, πόση τοῦ διαβόλου ἡ δύναμις, πῶς ἔθνη τοσαῦτα ἐκίνησεν, εἴτε δαίμονας σχηματίσας. σύ μοι τὴν εὐκολίαν νόησον μὴ νομίζων πῦρ εἶναι· οὐ γὰρ δύναται δημιουργεῖν, ἀλλ' οὕτως ἔδοξε καὶ κατέφλεξεν ἅπαντα. 1, 18a ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ λέγων· 18b τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ 1, 19a ἐξαίφνης πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, 19b καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν. 19c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὅρα μοι καὶ ἐνταῦθα τὸν τρόπον τοῦ θανάτου, πῶς ἐλεεινός, καὶ μὴ ἀπὸ τούτου μόνον, ἀλλ' ὅτι καὶ θαυμαστοὶ οἱ παῖδες ἦσαν καὶ αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. καθάπερ ἐπὶ τῶν θρεμμάτων καὶ τὸ πλῆθος ἦν καὶ ἡ ποιότης τῶν ἀπολομένων– καὶ γὰρ ἦν εὔτοκα καὶ πολλά–, οὕτω καὶ ἐπὶ τούτων καὶ τὸ πλῆθος καὶ ἡ ποιότης τῆς προαιρέσεως καὶ τῆς ἡλικίας τὸ ἄνθος καὶ ὁ καιρός· ἀριστώντων γὰρ αὐτῶν ἦν ἐπὶ τῆς τραπέζης ἐγκέφαλος καὶ οἶνος. πνεῦμα, φησίν, μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. ὅρα, καὶ ἐνταῦθα ὥσπερ ἐπὶ τῶν προβάτων οὐ κοινὸς ὁ θάνατος, οὐ φυσικὴ ἡ τελευτή, οὐ κατὰ μικρόν, οὐχ οἱ λειπόμενοι τῶν παρελθόντων παρεμυ25 θοῦντο τὴν ἀπώλειαν· πᾶσιν ἐγένετο τάφος εἷς ἡ οἰκία. ἐπικατέσεισεν αὐτοῖς τὸν ὄροφον, ὥστε μηδὲ πρὸς ταφὴν εὐδιάκριτον εἶναι λοιπὸν ἑκάστου τὸ σῶμα. τί ταύτης τῆς θέας ἐλεεινότερον; τί ταύτης τῆς συμφορᾶς βαρύτερον; ἐσθιόντων καὶ πινόντων· ἐν αὐτῷ τῆς συμφωνίας τῷ καιρῷ, ἐν αὐτῷ τῆς εὐφροσύνης τῷ χρόνῳ. καὶ ἐσώθην, φησίν, ἐγὼ μόνος. ἐπὶ μὲν τῶν ἄλλων τὸ ἐσώθην ἐγὼ μόνος ὅπως δήποτε λόγον εἶχεν. ἐνταῦθα δὲ πλέον ποιεῖ τὸ πάθος, εἴ γε τῶν παίδων ἀπελθόντων οὗτος ἐσώθη μόνος· ὅθεν μοι δοκεῖ αὐτὸς ὁ διάβολος εἶναι ὁ ταῦτα ἀπαγγέλλων. πάλιν οὗτος ὁ τρόπος οὐ κατὰ τὸν πρότερον· δύο ἄγγελοι ἦλθον ἀπαγγέλλοντες φυσικὴν τελευτήν, δύο ἄγγελοι ἄνωθεν εἶναι λέγοντες τὸν θάνατον, οὐ κατὰ τὸν νόμον τὸν κοινόν. ἐκεῖ φησιν οἱ αἰχμαλωτεύσαντες καὶ οἱ ἱππεῖς, ἐνταῦθα τὸ πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ πνεῦμα ἐκ τῆς ἐρήμου. 1, 20a οὕτως ἀκούσας ὁ ˉ̓ Ιὼβ ἀναστὰς διέρρηξε τὰ ἱμάτια αὐτοῦ. μὴ νομίσῃς ἧτταν εἶναι τὸ πρᾶγμα, ἀγαπητέ· τοῦτο μάλιστα δείκνυσι τὴν νίκην. εἰ μὲν γὰρ μηδὲν ἐποίησεν, ἔδοξεν ἂν ἀσυμπαθὴς εἶναι, νῦν δὲ ὁμοῦ καὶ φιλόσοφος καὶ πατὴρ καὶ θεοσεβής. τί γὰρ ἐβλάβη; οὐχὶ τὰ παιδία πενθεῖ οὐδὲ τὴν ἀπώλειαν τῶν θρεμμάτων, ἀλλὰ τὸν τρόπον τῆς τελευτῆς. τίνα οὐκ ἂν ἐκίνησε ταῦτα; ποῖον ἀδάμαντα; ἐπεὶ καὶ ὁ Παῦλος ὑπὸ τῶν δακρύων τοῦτο ἔπαθεν· τί ποιεῖτε, λέγων, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρ26 δίαν; ἀλλὰ διὰ τοῦτο θαυμαστὸς ἦν, ὡσπεροῦν καὶ οὗτος διὰ τοῦτο θαυμαστός, ὅτι τοῦ πάθους ταῦτα ἀναγκάζοντος ποιεῖν καὶ πάσχειν οὐδὲν ἐπαχθὲς ἐφθέγξατο. ἀναστάς, φησίν, διέρρηξε τὰ ἱμάτια αὐτοῦ. ἐπεὶ καὶ Μωυσῆς διέρρηξε καὶ Ἰησοῦς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, εἰ μὴ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, ὅτι ἀναίσθητον αὐτὸν κατεσκεύασεν ὁ θεός· ἀλλὰ συγχωρεῖ τὰ πάθη κρατῆσαι τοῦ δικαίου, ἵνα εἰδῇς, ὅτι καὶ ἀλγῶν φιλοσοφεῖ. ὁρᾷς, πῶς κακούργως ὁ διάβολος ὑστέραν ταύτην ἔδωκε τὴν πληγὴν τὴν χαλεπωτέραν; ὑπερεώρα τῶν προτέρων· οὐκ ἐκινήθη πρὸς τὴν ἀπώλειαν. ἐπειδὴ ταῦτα ἤκουσεν, ἠλέγχθη τῆς φύσεως τὸ ἀσθενές, μᾶλλον δὲ τοῦ δικαίου τὸ φιλόσοφον. καθάπερ τις ἀθλητὴς ἐτίμησε τὰ παιδία. τούτοις τιμᾷ καὶ τὸν θεόν· καὶ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν. ἵνα γὰρ μὴ νομίσῃς τὸ διαρρῆξαι τὰ ἱμάτια βλασφημοῦντος εἶναι καὶ δυσχεραίνοντος τοῖς γενομένοις, ἄκουσον, τί φησιν καὶ αὐτοῦ τοῦ ἱματίου παραχωρεῖ τῷ διαβόλῳ λοιπόν· 1, 20b καὶ ἐκείρατο, φησίν, τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ 20c καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ κυρίῳ καὶ εἶπεν· 1, 21a αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, 21b γυμνὸς καὶ ἀπελεύσομαι. καὶ καλῶς εἶπεν· γυμνὸς γὰρ εἰς τὸν ἀγῶνα καθίησι λοιπόν. καὶ πεσὼν χαμαὶ προσεκύνησε καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον. ὁρᾷς, πῶς οὐ περιτρέπει τῆς συμφορᾶς τὸ μέγεθος τὸν θεοσεβῆ; καὶ εἶπεν, φησίν, αὐτὸς γυμνὸς ἐξῆλθον. εἶδες, τῷ διαβόλῳ πληγὰς οἵας δίδωσι καὶ πῶς αὐτὸν ἐξέτεινε χαμαί; ἔπεσεν ἐπὶ τὴν γῆν κἀκεῖνον κατέβαλεν. ἔδειξε τὸ πάθος, ἔδειξε τὴν εὐλάβειαν. οὐκ ἐνῆν ἄνθρωπον ὄντα μὴ ἀλγῆσαι τοῖς γενομένοις, ὥσπερ οὐδὲ 27 ἐνῆν Ἰὼβ ὄντα δυσχεραίνειν. κἀκεῖ μὲν τὴν φύσιν ἐπεδείξατο, ἐνταῦθα δὲ τὴν προθυμίαν. οὕτω που καὶ οἱ ἀθληταὶ ποιοῦσιν· πρὶν ἢ εἰς τὰ παλαίσματα καὶ τοὺς ἀγῶνας καθεῖναι προσκυνοῦσι τοὺς ἀγωνοθετοῦντας καὶ μετὰ τὸ νικῆσαι πάλιν, ὡσπεροῦν καὶ οὗτος πεσὼν προσεκύνησεν. καὶ ὅρα, τί ἴσχυσεν ὁ διάβολος, ὥστε διαρρῆξαι αὐτὸν τὸ ἱμάτιον μόνον. εἰ δέ τις τῶν φιλοσόφων καὶ πέρα τοῦ μέτρου ἀπαιτούντων λέγοι, ὅτι οὐδὲ ταῦτα ποιῆσαι αὐτὸν ἐχρῆν, μανθανέτω, ὅτι καὶ Παῦλος ἔκλαυσεν, ὅτι καὶ αὐτὸς ὁ Ἰησοῦς ἐδάκρυσεν. εἰδέτω, τί ποτέ ἐστι παίδων συμπάθεια. ἀλλ' ἀκούσωμεν, οἷα φιλοσοφεῖ παρ' αὐτὸν τῆς συμφορᾶς τὸν καιρὸν καί, ἅπερ ἄν τις αὐτῷ παρῄνεσεν, ταῦτα αὐτὸς κατεπᾴδων ὁ παθὼν καὶ λογισμοὺς κινῶν θεοσεβεῖς. εἰ μὴ ταῦτα ἐποίησεν, τίς οὐκ ἂν αὐτὸν ὡς ὠμὸν καὶ ἀσυμπαθῆ καὶ ἄγριον εἶπεν; εἶτα οὐκ ἂν ἤλγησε περὶ οὓς τοσαῦτα ἐπονεῖτο; μὴ γὰρ παῖδας ἀπώλεσεν ἁπλῶς; μαθητὰς θεοσεβείας. ὁ θάνατος ἄωρος ἦν καὶ παράδοξος. ταῦτα οὐκ ἐξετάζεις, ἄνθρωπε; τότε πρῶτον αὐτῷ ταῦτα συμβεβήκει, ὁμοῦ πάντα ἐπῆλθε καὶ οὐδὲ ἀναπνεῦσαι αὐτῷ συνεχώρησεν. ἐδήλωσεν, ὅτι θεὸς ὁ πολεμῶν ἦν. ἀλλὰ ἴδωμεν τοῦ ἀθλητοῦ τὰ ῥήματα· ἐνταῦθα μάλιστά ἐστι τὰ παλαίσματα, ἐνταῦθα τὰ ἀλείμματα. ἴδωμεν, πῶς κατέρραξε τὸν ἐχθρὸν πρώτῃ μὲν τῇ προσκυνήσει· προσκυνήσας γὰρ λοιπὸν ἐπέτρεψε τῇ ψυχῇ μηδὲν ἀπηχὲς εἰπεῖν. ἀνεπήδησεν εὐθέως πρὸς τὸν θεὸν ὁ λογισμὸς καὶ οὐκέτι πρὸς τὰ παρόντα ἑώρα. 28 αὐτός, φησίν, γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. ὅρα, πῶς ἑαυτὸν ἀπεχώρισεν, ὅρα, πῶς ἑαυτὸν ἀπέστησε τῆς συμπαθείας. «μὴ γὰρ ἔχω τι», φησίν, «ἴδιον;» ὅρα τὰ ἀποστολικὰ ῥήματα διὰ τῶν ἔργων πάλιν πληρούμενα· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὅρα, οἷα φθέγγεται ῥήματα οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ ἡμῖν χρήσιμα. αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου. τουτέστιν· μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον. μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; οὐχὶ παρακαταθήκη τὸ πρᾶγμα ἦν; οὐ μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον; μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; ἀλλότρια ταῦτα ἦν καὶ τῷ μὴ συνεισελθεῖν μοι καὶ τῷ μὴ συναπελθεῖν. οὕτω διακεώμεθα καὶ ἡμεῖς, ἀγαπητοί· πρὸς τὰ χρήματα ἀσυμπαθεῖς ὦμεν. διὰ τοῦτο γυμνοὺς ἡμᾶς καὶ παρὰ τὴν ἀρχὴν ἔπλασεν ὁ θεὸς καὶ θνητοὺς ἐποίησεν, ἵνα κἂν οὕτω μάθωμεν, ὅτι τῶν ἐκτός ἐστι τὰ περὶ ἡμᾶς. διὰ τοῦτο καὶ ἐκεῖ οὕτως ἄπιμεν. διὰ τοῦτο καὶ χρήματα καλεῖται τὰ χρήματα, ὅτι πρὸς χρῆσιν ἡμῖν τὴν ἐνταῦθα δέδοται. 1, 21c ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. 21d ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. ὁρᾷς, ὅτι τοῦτο ἐνόμισεν, ὅτι ὁ θεὸς ἀφείλετο; ἀλλ' ἡμεῖς οὐ δυνάμεθα τοῦτο λέγειν. δευτέρα αὕτη παραμυθία. ἀπό τε τοῦ μὴ ἡμέτερα εἶναι τὰ ληφθέντα ἀπό τε τοῦ τὸν θεὸν λαβεῖν, εἰ καὶ ἡμέ29 τερα ἦν, μεγίστη παραμυθία. μάλιστα γὰρ περὶ ἐκεῖνα ἀλγοῦμεν τὰ ἀφαιρεθέντα, ὅταν ἡμέτερα ᾖ. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. τί τούτου ἴσον; οὐκέτι περιεργάζεται οὐδὲ λέγει· «τίνος ἕνεκεν δέδωκεν; τίνος ἕνεκεν πάλιν ἔλαβεν;» καὶ μὴν τοῦτο ἐπὶ πάντων γίνεται· ὃ μικρὸν ὕστερον συμβῆναι εἶχεν, τοῦτο συνέβη. οὐχ ὡς ἐπὶ ξένῳ, ἀλλ' ὡς ἐπὶ εἰωθότι οὕτω διάκειται. «οὐδὲν ἡμῖν συνέβη», φησίν, «τῆς συνηθείας ἐκτός, οὐδὲν παρὰ τὴν φύσιν. τοῦτο φυσικὸν ἦν.» ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. ὅρα, δι' ὅσων ἑαυτῷ κατασκευάζει τὴν παραμυθίαν, πρῶτον μέν, ὅτι «οὐκ ἔστιν ἐμά», ἔπειτα, ὅτι «οὐδὲ ἔμελλεν ἔσεσθαι ἐμά· οὕτω γὰρ καὶ ἀπέρχομαι.» πρὸς τούτοις· «εἰ καὶ ἐμὰ ἦν, ὁ λαβὼν ἱκανὸς παραμυθήσασθαι· ὅταν δὲ μηδὲ ἐμὰ ᾖ καὶ ὁ λαβὼν μέγας ᾖ καὶ τὰ αὑτοῦ εἰληφώς, πῶς ἄξιον ἀλγεῖν;» ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. «εἰπέ, διὰ τί οὕτως αὐτῷ ἔδοξεν;» «οὐδὲν λέγω. διὰ τί γὰρ μὴ ἐξήταζες, ὅτε ἐλάμβανον, διὰ τί οὕτως ἔδοξεν; ὅτε με πλούσιον ἐποίησεν, οὐκ ἐξήτασα, διὰ τί μοι ἔδωκεν, οὐδὲ νῦν ἐξετάζω, διὰ τί ἔλαβεν. μὴ γὰρ ὡς ἀξίῳ δέδωκεν; μὴ γὰρ κατορθωμάτων ἀμοιβὴν ἔλαβον; ἔδοξεν αὐτῷ καὶ ἔδωκεν· καὶ πάλιν ἔδοξεν αὐτῷ καὶ ἔλαβεν.» τοῦτο εὐλαβοῦς διανοίας, τῇ βουλήσει τοῦ θεοῦ τὸ πᾶν ἐπιτρέπειν, λογισμοὺς δὲ μὴ ἀπαιτεῖν μηδὲ εὐθύνας. «πόθεν οἶδας, ὅτι τῷ κυρίῳ ἔδοξεν;» «ἤκουσα», φησίν, «ὅτι πῦρ ἐκ τοῦ οὐρανοῦ ἔπεσεν· οὐκ ἦν κατὰ νόμον φύσεως τὸ πρᾶγμα. εἰ αὐτός με ἐφύλαττεν, οὐκ ἂν ταῦτα ἔπαθον· εἰ μὴ κατέλιπε τὴν φυλακήν, οὐκ ἂν ἐπεβουλεύθην.» ὁ μὲν οὖν διάβολος ἐσπούδασεν αὐτὸν ποιῆσαι ὑπὲρ τῆς ἀφαιρέσεως βλασφημῆσαι. ὁ δὲ καὶ ὑπὲρ τῆς ἀποκτήσεως ηὐχαρίστει. 30 μὴ δὴ νομίζωμεν, ἀγαπητοί, ἴδιόν τι ἔχειν, καὶ οὐκ ἀλγήσομεν. τοῦτο καὶ περὶ τῶν παίδων ἐλογίζετο· οὐ γὰρ τῇ φύσει τῶν πραγμάτων, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἀνετίθει. καὶ ὅρα, ἐν πενίᾳ ἦν, οὐκ ἐξ ἀρχῆς ἀνατραφεὶς ἐν ταύτῃ ὥστε ῥᾴδιον αὐτὴν ἐνεγκεῖν, ἀλλὰ παρὰ προσδοκίαν ὁρῶν αὐτὴν προσπεσοῦσαν, ὅπερ ἐστὶ χαλεπώτερον. ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονεν. βέλτιον μὴ λαβεῖν ἢ οὕτω λαβεῖν, ἵνα μάθῃ, τίνος ἀπεστερήθη, ὥστε ἡ παρελθοῦσα εἰρήνη καὶ γαλήνη καὶ εὐημερία τὴν συμφορὰν χαλεπωτέραν εἰργάσατο. ἀλλ' ἆρα μὴ δυσχεραίνων ταῦτα ἔλεγεν; οὐδαμῶς. 1, 21e εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. οὐχὶ νῦν ὅτε ἔλαβε μόνον οὐδὲ ὅτε ἔδωκε μόνον, ἀλλ' ἀεὶ καὶ διὰ παντός. οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλὰ καὶ ηὐλόγησεν· οὐ μόνον οὐχὶ σιγῇ τὴν συμφορὰν ἤνεγκεν, ἀλλὰ καὶ ἐδόξασεν, οὐκ εἰς τὸν παρόντα καιρόν, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα. καίτοι τὸ μέλλον ἄδηλον, ἀλλ' ὅμως δεῖ εὐχαριστεῖν, ὅπερ ἂν γένηται. καὶ τοῖς βουλομένοις βλασφημεῖν ἐμφράττει τὰ στόματα, χαλινοῖ τὴν γλῶτταν. διὰ τί μὴ ἐξ ἀρχῆς εἶπε τοῦτο καὶ ηὐλόγησεν, ἀλλὰ καὶ λογισμοὺς τέθεικε δικαίους; ἵνα καὶ τοὺς βουλομένους βλασφημεῖν ἐπιστομίσῃ. εἰ προεῖπεν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, ἔδοξεν ἂν ἁπλῶς φιλοσοφεῖν. νῦν δὲ καὶ λογισμοὺς δικαίους κινεῖ καὶ τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν πᾶσαν πρόφασιν ἀνεῖλεν. μὴ γὰρ ἔστω Ἰὼβ ὁ ταῦτα παθών, ἀλλά τις τῶν τυχόντων· «τίνος ἕνεκεν δυσχεραίνεις; οὐχὶ τὰ τοῦ θεοῦ εἶχες;» «ναί», φησίν, «τίνος ἕνεκεν ἔδωκεν, εἰ λαμβάνειν ἔμελλεν;» «δέον σε χάριν εἰδέναι ὑπὲρ τοῦ χρόνου οὗ ἐχρήσω,† σοὶ δὲ εἰ καί τις ἔχρησεν ἀργύριον καὶ παρακατέθετ. ταῦτα λεγέτωσαν οἱ πλουτοῦντες, κἂν μὴ ὦσιν 31 ἀφῃρημένοι αὐτά, κἂν ἐπιρρέῃ ὁ πλοῦτος· «γυμνὸς ἐξῆλθον, γυμνὸς καὶ ἀπελεύσομαι. τί συλλέγω χρήματα; τί μοι κέρδος ἀπὸ πλούτου;» φησίν, «γυμνὸς ἀπέρχομαι». οὐδὲν εἰσηνέγκαμεν, φησίν, εἰς τὸν κόσμον οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὁρᾷς, ὅσον ἐκαρπώσατο κέρδος; ὁρᾷς ζημίαν πλούτου γενομένην ὑπόθεσιν; ἀπώλεσε χρήματα καὶ εὗρεν ἀρετήν· ἐγένετο πένης καὶ μᾶλλον ἐπλούτησεν· ἀπέθετο τὸ χρυσίον καὶ μᾶλλον ἔπληξε τὸν διάβολον. 1, 22a ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ 22b οὐχ ἥμαρτεν, φησίν, ˉ̓ Ιὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ 22c καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράψωμεν κάτωθεν ἐν ταῖς χοινικίσιν, ὑπογράφομεν· «ὁ δεῖνα ἀνατέθεικεν», οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ διὰ ῥημάτων γράψας ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει· ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. μὴ δὲ νομίσῃς, ὅτι ἐπὶ μὲν τῶν ἀνθρώπων ἐσίγησεν, ἐπὶ δὲ τοῦ θεοῦ οὐχί, ἀλλ' οὐδὲ κατὰ διάνοιαν ἥμαρτεν. τί ἐστιν· οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ; πολλάκις ὑπὸ τοῦ πάθους συναρπαζόμενοι ῥῆμα ἐκφέρομεν ἄτοπον τῆς διανοίας μὴ συγκατατιθεμένης, ἀλλὰ τὴν γλῶτταν τῆς ἀθυμίας συναρπαζούσης. ἐκεῖνος δὲ οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων. 32 ἐν τούτοις, φησίν, πᾶσιν. καλῶς εἶπεν· πᾶσιν. μὴ γάρ, ἐπειδὴ ἐν βραχεῖ χρόνῳ ταῦτα διηγήσατο, μικρὰ ταῦτα εἶναι νομίσῃς· μακροῦ χρόνου συμφορὰς συνελὼν εἶπεν. εἰ δὲ βούλει, ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ ὄψει, τί ἐστι τὸ ἐν τούτοις πᾶσιν. σκόπει δέ· ἀγροὶ μὲν ἔρημοι θρεμμάτων ἀνῃρημένων, ἄκαρπος δὲ ἡ γῆ, θρήνων ἅπαντα μεστά, κωκυτοὶ κατὰ τὴν οἰκίαν. πάντα λοιπὸν εἰκῇ πάντων ἀνηρπασμένων. ποῖος πόλεμος, ποία μάχη, ποία τις αἰχμαλωσία οὕτως εἰς τὴν οἰκίαν εἰσεκώμασε τοῦ δικαίου; τί δεῖ εἰπεῖν; ὅτι πολλὰ κατ' αὐτὸν συνέβη; ὅτι πάντα ἀθρόον; ὅτι τρόπῳ χαλεπῷ τιμωρίας; ὅτι παρὰ προσδοκίαν; ὅτι μηδὲν αὑτῷ συνειδότι πονηρόν; τί πρῶτον; τί δεύτερον; τὴν ἡλικίαν ἐννοῆσαι χρὴ τῶν παίδων, τὴν ἀρετὴν τῆς ψυχῆς, τὸ τῆς τιμωρίας ὠμόν. νέοι καὶ ἡβῶντες ἐν οἰκίᾳ μιᾷ ἐσθιόντων αὐτῶν καὶ πινόντων κατασεισθέντος τοῦ ὀρόφου κατεχώσθησαν. καλῶς εἶπεν· ἐν τούτοις πᾶσιν. θησαυρὸς τῶν κακῶν, πλοῦτος τραγῳδίας, ἐπάλληλοι ἀεὶ πληγαί. πολλοὶ ἐπὶ μὲν τῶν ἀνθρώπων οὐδὲν φθέγγονται, κατὰ δὲ διάνοιαν καταγινώσκουσι τοῦ θεοῦ. ἀλλ' οὐχ οὕτως ὁ δίκαιος, ἀλλ' ἔμενεν ἀπερίτρεπτος. καὶ οὐκ ἔδωκεν, φησίν, ἀφροσύνην τῷ θεῷ. τί ἐστι τοῦτο; ἀσαφές ἐστι τὸ εἰρημένον. ὅπερ λέγει καὶ ὁ Δαυίδ· καὶ νυκτός, φησίν, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί, τοῦτο δὴ καὶ ἐνταῦθα γέγονεν. τουτέστιν· οὐ κατέγνω τῶν γεγενημένων ἀδικίαν. οὐκ εἶπεν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ πράγματα φέρεσθαι. οὐκ εἶπεν· «δίκαιος ἐγὼ καὶ μηδὲν ἐμαυτῷ συνειδώς· ἐκεῖνοι μὲν εὐθηνοῦντες, ἐγὼ δὲ ἐν τοσούτοις κακοῖς. διὰ τί; τί ἠδίκησα, τί ἥμαρτον; ἆρα μέλει τῷ θεῷ τῶν πραγμάτων τῶν ἡμετέρων;» ἀλλ' οὐδὲν τοιοῦτον οὐδὲ εἶπεν οὐδὲ ἐνενόησεν, οἷον πάσχουσι πολλοὶ ἑτέρους μὲν ὁρῶντες εὐημεροῦντας, ἑαυτοὺς δὲ ἐν τοῖς ἐσχάτοις δεινοῖς. οὐκ ἄρα ἀπὸ τῶν 33 πραγμάτων γίνεται τὸ πονηρόν τι ὑποπτεύειν περὶ θεοῦ, ἐπεὶ καὶ οὗτος ὑπώπτευσεν ἄν, ἀλλ' ἀπὸ διανοίας πονηρᾶς. τί γὰρ ἔχεις, ἄνθρωπε, ὃ οὐκ ἔλαβες; ἀπέθανέ σοι παῖς; λέγε· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ἐπὶ πάντων τοῦτο λέγε. ἀσφαλείας ἀπήλαυες, εἶτα κινδύνοις περιέπεσες; ἱκανὸν τοῦτο τὸ ῥῆμα ἀντὶ φαρμάκου γενέσθαι. πανταχοῦ παραστῆναι ἐν πάσῃ συμφορᾷ, ἐν πάσῃ δυσπραγίᾳ, πᾶσαν ἀφελεῖν ἀθυμίαν δύναται. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. οὕτω καὶ ἄλλος τίς φησιν· ἰδοὺ ἐγώ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ πάλιν ἕτερος· κύριος αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ παρήγγειλεν ἡμῖν ὁ Χριστὸς λέγων· γενηθήτω τὸ θέλημά σου. 2, 1a ἐγένετο δέ, φησίν, ὡς ἡ ἡμέρα αὕτη, 1b ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον κυρίου, 1c καὶ ὁ διάβολος ἐν μέσῳ αὐτῶν ἦλθε 1d παραστῆναι ἔναντι κυρίου. τί καθ' ἑκάστην ἡμέραν παρισταμένους αὐτοὺς εἰσάγει; ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν. εἰ τοῦτο γὰρ γεγένηνται, τοῦτο ἔργον αὐτῶν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. καὶ ὁ διάβολος, φησίν, ἐν μέσῳ αὐτῶν. ὁρᾷς, ἐπὶ τίνι μὲν ἐκεῖνοι παρίστανται, ἐπὶ τίνι δὲ οὗτος; ἐκεῖνοι ὥστε λειτουργεῖν, οὗτος ὥστε πειράζειν· ἐκεῖνοι μὲν ὥστε οἰκονομεῖν τὰ ἡμέτερα, οὗτος δὲ ὥστε διαστρέφειν τὰ ἡμέτερα. 34 τίνος δὲ ἕνεκεν πάλιν ἐρωτᾶται ἐπὶ τῶν ἀγγέλων αὐτῶν; ἀναγκαίως, ἐφ' ὧν καὶ πρότερον εἶπεν· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὢ τῆς ἀναισχύντου φύσεως· πάλιν ἐτόλμησεν ἐλθεῖν. 2, 2a καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; 2b τότε εἶπεν ὁ διάβολος ἔναντι τοῦ κυρίου· 2c διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν γῆν πάρειμι. ὅρα καὶ τοῦτον καθ' ἑκάστην ἡμέραν περιοδεύοντα τὴν οἰκουμένην. ὅτι γὰρ καὶ ἄγγελοι περιοδεύουσιν, ἀπὸ τοῦ Ζαχαρίου μεμαθήκαμεν. οὐχ ἁπλῶς δὲ καὶ οὗτος περιοδεύει· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐστὶ τὸ καθ' ἑκάστην ἡμέραν αὐτὸν περιοδεύειν, ὥστε καὶ τὸ κρίμα αὐτῷ μεῖζον γενέσθαι καὶ ἡμᾶς μᾶλλον νήφειν. κοσμοκράτωρ διὰ τοῦτο καλεῖται τοῦ σκότους τοῦ αἰῶνος, τῆς πονηρίας. «εἰπέ, διάβολε, τί ἐποίησας;» «περιελθών», φησίν, «τὴν γῆν καὶ ἐμπεριπατήσας πάρειμι.» «τί εἰργάσω;» οὐδὲν χρηστόν, οὐδὲν ἀγαθόν. οὐ τολμᾷ λέγειν οὐδέν, ἀλλ' ὅτι περιῆλθεν. 2, 3a εἶπε δὲ ὁ κύριος πρὸς τὸν σατανᾶν· 3b προσέσχες τῷ θεράποντί μου Ἰώβ, 3c ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς 3d ἀνθρώπων ὅμοιος αὐτῷ, ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 3e ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. πάλιν καὶ εἰς δευτέραν προκαλεῖται πάλην αὐτόν. 2, 3f ἔτι δέ, φησίν, ἔχεται ἀκακίας. 3g σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. οὐκ ἠθέλησας, ὦ ἀναίσχυντε, ὡς θεῷ πιστεῦσαι; ἀπὸ τῆς πείρας οὐκ ἔδει πιστωθῆναι λοιπόν. οὐκ εἶπέν σοι, ὅτι ἄμεμπτος; οὐκ εἶδες διὰ τῆς πείρας; πῶς πάλιν προσέρχῃ; τί μανθάνομεν ἐκ τούτων; ὅτι κἂν μυριάκις πέσῃ, οὐδέποτε ἀπαγορεύει ὁ διάβολος, ἀλλ' ἵσταται ἀναισχύντως. σὺ δὲ εἶπας, φησίν, τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι διὰ κενῆς. εἰκῇ καὶ μάτην αὐτῷ ἅπαντα γεγένηται, καὶ μὴν οὐ διὰ κενῆς, ἀλλ' 35 ἐπὶ χρησίμῳ. ἀλλὰ σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. οὐκ εἶπεν, ὅτι διὰ κενῆς ἀπώλετο, ἀλλά· σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. ἐπεὶ αὐτὸς μισθὸν οὐ τὸν τυχόντα ἔλαβε τῆς ἀπωλείας. «μὴ γὰρ τοῦτο ζήτει, ὅτι ἐγὼ πάλιν αὐτῷ ἀποδίδωμι, ἀλλ' ὅτι σὺ μάτην καὶ εἰκῇ τὸν ἄνθρωπον ἐσυκοφάντησας.» καὶ οὐδὲ οὕτως ᾐδέσθη οὐδὲ ἐνετράπη ὁ μιαρός, ἀλλὰ δευτέραν ζητεῖ πεῖραν, ἵνα κατὰ τοὺς Ὀλυμπιακοὺς ἀγῶνας δεύτερον βληθῇ. ἐπὶ στόματος, γάρ φησιν, δύο καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. ἀλλ' ὅρα τὴν πολλὴν ἄνοιαν. εἶπεν, ὅτι «ἔτι ἔχεται ἀκακίας. τί προσεδόκησας;» «τὸ σῶμα πλῆττε», φησίν. ὁ λαβὼν ἀγύμναστον καὶ τοσαύτην ἐπιθεὶς κακῶν ἐπιθήκην καὶ μηδὲν ἰσχύσας, ἀλλ' ἰσχυροτέρου πειραθείς, οὐδὲ οὕτως ἀπέστη. ὅρα, μεθ' ὅσης ἐπιεικείας ἀποκρίνεται τῷ διαβόλῳ ὁ θεός, παιδεύων ἡμᾶς μὴ ἐπεμβαίνειν ἐν ταῖς εὐημερίαις. μέγα γὰρ ἐπιείκεια καὶ ὅταν κρατῶμεν. τί οὖν ὁ διάβολος ὁ ἀκόρεστος καὶ μηδέποτε λαμβάνων τέλος τῶν καθ' ἡμῶν κακῶν; 2, 4a ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ κυρίῳ· 4b δέρμα ὑπὲρ δέρματος· 4c καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. «κἂν σῶμα δέῃ δοῦναι ἕτερον, οὐ παραιτήσεται.» τουτέστιν· «εἰ καὶ τὰ παιδία ἔδωκεν, τοῦτο ἔθος τοῖς ἀνθρώποις. οὐδὲν τιμιώτερον ἀνθρώπῳ ἑαυτοῦ. οὔπω τῶν ἀναγκαίων ἅπτεται.» «καὶ μὴν σὺ ἔλεγες, ὅτι· ἐὰν ταῦτα ἀφέλωμαι, βλασφημήσει σε.» διὰ τί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο ᾔτησεν; ἐλογίσατο, ὅτι «εἰ συμβαίη αὐτὸν ἡττηθῆναι, βέλτιον», φησίν, «ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν. εἰ δὲ μὴ περιγενοίμην ἀπὸ τῶν χρημάτων, ἀπὸ τοῦ σώματος περιέσομαι. καὶ αἰσχρὰ ἔσται αὐτῷ ἡ ἧττα, ἐὰν διὰ χρήματα 36 βλασφημήσῃ· ἐὰν δὲ μὴ βλασφημήσῃ, λείπεται καὶ ἐφ' ἕτερα ἐλθεῖν.» διὰ τοῦτο ἐτήρησεν αὐτό. καὶ πάντα, φησίν, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. μὴ γὰρ αὐτὸς ἔδωκεν; αὐτὸς αὐτὸν ἀφείλω. μὴ γὰρ προέκειτο αὐτὸν ἀπολέσθαι ἢ χρήματα, καὶ τοῦτο εἵλετο; πῶς οὐκ ἐβλασφήμησεν, ὦ μιαρέ; ὃ λέγει, τοῦτό ἐστιν, ὅτι πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ ὁ ἄνθρωπος, τὰ δὲ ἄλλα πάντα δεύτερα. ὅρα πάλιν, πῶς ταῖς οἰκείαις ἀποκρίσεσιν ἁλίσκεται. ἵνα γὰρ μηκέτι αὑτῷ καταλείπῃ πρόφασιν μηδὲ λόγον ὡς οὐχὶ τῶν ἀναγκαίων αὐτῶν ἁψάμενος, ὡς οὐδὲ λαβὼν λαβὴν τὴν πασῶν μείζονα, αὐτὸς προλαβὼν ἀποφαίνεται, ὅτι πάντα δεύτερα ἀνθρώπῳ ἑαυτοῦ καὶ πάντα προήσεται εὐκόλως ὥστε ἑαυτὸν διατηρῆσαι καὶ διαφυλάξαι, τὸ δὲ πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ. «ἐνταῦθα τοίνυν βούλομαι λαβεῖν τὴν λαβήν.» «οὐ πολλοῦ λόγου», φησίν, «τὰ χρήματα τοῖς ἀνθρώποις.» ἀκούσωμεν, ἀγαπητοί, κἂν τοῦ διαβόλου, καὶ αἰσχυνθῶμεν, ὅτι πάντα δεῖ προΐεσθαι ὑπὲρ τῆς ψυχῆς καὶ τοῦτο κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστίν, ὥστε πάσης ἀποστερούμεθα συγγνώμης, ὅταν διὰ τὰ χρήματα βλασφημῶμεν. «οὐδὲν μέγα τὰ χρήματα», φησίν, «ἐστίν. ὑπὲρ γὰρ σωτηρίας τῆς οἰκείας ψυχῆς ἅπαντα διδόασιν.» πάλιν αὐτὸν ἀξιοῖ· 2, 5a οὐ μὴν δέ, φησίν, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, 5b ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. μετὰ πονηρίας φθέγγεται. οὐχὶ ἁπλῶς τῶν σαρκῶν εἶπεν, ἀλλὰ καὶ τῶν ὀστῶν, ὥστε ἔνδοθεν τεχθῆναι τὸ κακόν. 37 τί οὖν πάλιν ὁ θεός; 2, 6a εἶπε δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδού, παραδίδωμί σοι αὐτόν, 6b μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον. τουτέστιν· «μὴ αὐτὸν ἀνέλῃς·»– ὥστε ἔξεστιν αὐτῷ, εἰ λάβοι συγχώρησιν–» ἐὰν ἀνέλῃς, οὐκέτι ἡμῖν τὸ θέατρον συγκεκρότηται.» ὥστε ἀνελεῖν μὲν δύναται ἄνθρωπον, κακὸν δὲ ποιῆσαι οὐ δύναται. ὁρᾷς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῖς ἀγαθοῖς ὁ διάβολος βασκαίνει, ὅτι καὶ βασκαίνων οὐ πρότερον αὐτοῖς ἐπιτίθεται, ἕως ἂν ὁ θεὸς συγχωρήσῃ. συγχωρεῖ δὲ ὁ θεὸς πολλάκις οὐ πάντα, ἀλλὰ ἐνίοτε ἐπὶ χρημάτων, ἐνίοτε ἐπὶ σωμάτων. τὸ γὰρ ἐκ δευτέρου λαβεῖν τὴν ἐξουσίαν τοῦτο αἰνίττεται. ἐκ τούτου μανθάνομεν, ὅτι ὅσα δύναται κατὰ συγχώρησιν δύναται, ὅτι κἂν ἡττηθῇ οὐκ ἀφίσταται, ἀλλ' ἀεὶ ἐπιχειρεῖ τοῖς μείζοσιν. τοῦ δὲ θεοῦ ἐστι τὸ ἐνδοῦναι ἢ μὴ ἐνδοῦναι. διὰ τί γὰρ μὴ εἶπεν· «μόνον τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ», ἀλλά· μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον; εἰς μέγαν αὐτὸν φόβον περιέστησεν. «μή μοι εἴπῃς, ὅτι" οὐχ ἡψάμην", ἀλλ' ἑτέρως ἀνεῖλες, τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ παρὰ σοῦ ζητῶ.» μεῖζόν ἐστι τὸ διατήρησον τοῦ" μὴ ἅψῃ". ἐνταῦθα φοβεῖ τὸν ἐχθρόν, ὥστε ἐκ πολλῆς τῆς περιουσίας μὴ ἅψασθαι τῆς ψυχῆς αὐτοῦ. ἐπειδὴ γὰρ εἰκὸς ἦν τοιαύτην νόσον αὐτῷ ἐπιβαλεῖν ὥστε ἀποκτεῖναι τὸ σῶμα καὶ εἶχεν εἰπεῖν, ὅτι «τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην», διὰ τοῦτό φησιν· διατήρησον. «οὐ τοῦτο λέγω μόνον, ὅπως μὴ ἅψῃ, ἀλλὰ καὶ διατήρησον, μή τι πάθῃ, κατὰ τὸν τῆς ζωῆς λέγω λόγον.» 38 2, 7a ἐξῆλθε δὲ ὁ διάβολος παρὰ κυρίου 7b καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονήρῳ ἀπὸ ποδῶν ἕως κεφαλῆς. πάλιν ἐξέρχεται ἀπὸ τοῦ θεοῦ, ὅταν πράττῃ τὰ ἑαυτοῦ λαβὼν ἐξουσίαν. καὶ ὅρα, οὐκ ἀναβάλλεται, ἀλλ' εὐθέως ἐπιτίθεται. ἐντεῦθεν μανθάνομεν, ὅτι κατὰ συγχώρησιν γίνεται, ἅπερ ὁ θεὸς ἐπιτρέπει τῷ διαβόλῳ, ὅτι ἐκεῖνος αἰτεῖ καὶ ἐπιτρέχει τοῖς πειρασμοῖς οὐ κελευόμενος, ἀλλ' ἐπιθυμῶν καὶ αἰτῶν τὸν θεόν. ὁρᾷς, ὅτι ὁ θεὸς οὐ πειράζει οὐδένα; ἀλλ' ὅταν ἐκεῖνος ἐπιπηδήσῃ, συγχωρεῖ τὰ μέν, τὰ δὲ οὔ. εἰ δὲ λέγοι τις ἐπὶ τῶν καταπιπτόντων, τίνος ἕνεκεν συγχωρεῖ· ἵνα ἐλεγχθῶσι πολλάκις σχηματιζόμενοι καὶ ὑποκρινόμενοι οἷον ἐπὶ τοῦ Ἰούδα. συνεχώρησεν αὐτῷ ἐπιπηδῆσαι, ἵνα ἐλέγξῃ αὐτοῦ τὴν κακίαν· ἐπὶ δὲ τοῦ Σίμωνος οὐκέτι, ἀλλ' ἐβοήθησεν. ὥστε καὶ συγχωρεῖ καὶ οὐ συγχωρεῖ. συγχωρεῖ μὲν ἐπὶ τῷ πεσεῖν καὶ ἐλεγχθῆναι καὶ συγχωρεῖ πάλιν ἐπὶ τῷ δοκιμασθῆναι, καὶ οὐ συγχωρεῖ ἐπὶ τῷ μὴ καταπεσεῖν. διὸ καὶ κελευόμεθα εὔχεσθαι· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ὃν οὐ δυνάμεθα φέρειν. ὅρα, πότε τὰ τῆς νόσου καὶ τῆς ἀρρωστίας αὐτῷ συνέβη, ὅτε τῶν θεραπευόντων ἐγένετο γυμνός. ἡ γὰρ πενία χαλεπὸν μὲν καὶ ἐν ὑγείᾳ, ὅταν δὲ καὶ ἀρρωστία προσῇ καὶ ἀρρωστία πολλῶν δεομένη τῶν θεραπευσόντων, ἀφορητότερον γίνεται τὸ δεινόν. ὅρα θυμὸν διαβολικόν· οὐδενὸς ἐφείσατο μέρους, διέφθειρεν αὐτῷ τὴν σάρκα. ὢ ἀθλητοῦ γενναίου καὶ ἥρωος ἐν τῷ σώματι πυκτεύοντος τῷ δαίμονι τῷ πονηρῷ, ὥσπερ ἂν εἴ τις τὰ ὅπλα ἅπαντα ἀφαιρεθεὶς γυμνῇ τῇ χειρὶ ἀναγκάζοιτο τύπτειν τοῦ ἀνταγωνιστοῦ τὴν κεφαλὴν ἢ πληττόμενος μόνον νικᾶν. δεσμεῖ δὲ αὐτῷ 39 τὰς χεῖρας ἐκλύειν τὸν ἀντίπαλον μέλλων. «ἰδού», φησίν, «παραδίδωμί σοι αὐτὸν ἐν τῇ χειρί σου.» οὐκ εἶπεν· «ἐξ ἐναντίας μάχεσθε», ἀλλά· «δεσμεύσας αὐτὸν παραδίδωμι, καὶ οὐδὲ οὕτω περιέσῃ.» ὅρα, πόση τῶν τοῦ θεοῦ δούλων ἡ δύναμις, καὶ πόση τοῦ διαβόλου ἡ ἀσθένεια. οὐδὲ κατεχομένων περιγίνεται τῶν δικαίων. ἴσως οὐ δοκεῖ σοι πόνηρον εἶναι τὸ πάθος, ἐπειδὴ ἕλκος ἤκουσας, ἀλλ' ἄκουε τὴν ἐπαγωγήν· 2, 8a καὶ ἔλαβεν ˉ̓ Ιὼβ ὄστρακον, ἵνα ἀποξέσῃ τὸν ἰχῶρα αὐτοῦ. πῶς ἄν τις ἐφίκοιτο τῷ λόγῳ τῆς συμφορᾶς ἐκείνης; τί λέγω; οὐδὲ ὄψις αὐτὴν παραστῆσαι δυνήσεται, διὰ μόνης δὲ τῆς πείρας ἔστιν αὐτὴν εἰδέναι καλῶς. τίνος ἕνεκεν αὐτὸς ἔξεεν; ἔρημος ἦν, γυμνὸς τῶν θεραπευσόντων· ἦν γὰρ καὶ τοῦτο διαβολικῆς ἐνεργείας βδελυκτὸν αὐτὸν πᾶσι καταστῆσαι καὶ μισητόν. τοὺς γὰρ μάλιστα ἀντέχεσθαι μέλλοντας τῆς συμφορᾶς προανήρπασεν, τὴν δὲ παραμυθίαν τὴν ὑπολειπομένην– τὴν γυναῖκα λέγω– οὐ μόνον οὐκ εἴασεν, ἀλλὰ καὶ ὥπλισε κατ' αὐτοῦ. τίνος δὲ ἕνεκεν οὐχὶ χερσὶν οὐδὲ δακτύλοις ἀπέξεεν; ὥστε μὴ τὴν θεραπείαν μείζονα γενέσθαι ἀηδίας ὑπόθεσιν. ὁ δὲ αὐτὸς ἑαυτὸν θεραπεῦσαι οὐκ ἀνεχόμενος πῶς ἂν ἑτέρων ἔτυχεν; αὐτὸς ἑαυτοῦ δήμιος ἦν, οὐ διορύττων τὰς πλευράς, ἀλλὰ τὴν πηγάζουσαν σηπεδόνα περικόπτων. εἰ γὰρ καὶ τοὺς θεραπεύοντας εἶχεν, οὐκ ἐλεεινὸν τοῦτο; νῦν δὲ αὐτὸς ἑαυτὸν ἐθεράπευεν. κοινὸν προύκειτο θέατρον πᾶσι τοῖς ὁρῶσιν. ἀπεδύσατο ὁ ἀθλητὴς καὶ ἐπάλαιεν. τίνος ἂν εἴημεν ἡμεῖς ἄξιοι μηδὲ ἀκοῦσαι ταῦτα ἀνεχόμενοι; πόσης ταῦτα τιμωρίας οὐ χαλεπώτερα; ἕκαστος ἀναλαβέτω τῇ πείρᾳ τὸ πρᾶγμα, μὴ τῇ τῶν λόγων διηγήσει προσεχέτω μόνον. κατὰ μικρὸν ἑαυτὸν ἑώρα ἀναλούμενον αἰσχρῶς καὶ βδελυκτῶς· ἰδεῖν γὰρ αὐτὸς ἑαυτὸν πῶς ἔφερεν; ἀπελήλατο τῆς πόλεως– πόσον τὸ ὄνειδος– καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο. 2, 8b καὶ γὰρ αὐτός, φησίν, ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. τίνος ἕνεκεν; οὐκ ἠνέσχοντο οἱ πολῖται θέαμα δεινὸν καὶ ἐλεεινόν, τέρας τι καὶ παράδοξον ἰδεῖν. εἶδες συμφορὰν ἐσχάτην; εἶδες τὸν ἀδάμαντα; εἶδες τὸν σιδηροῦν ἄνθρωπον; τίνος ἕνεκεν οὐκ ἐν οἰκίσκῳ καθεῖρξεν ἑαυτόν, ἀλλ' αἴθριος ἦν τοῖς ἁπάντων προκείμενος ὀφθαλμοῖς; ἐμοὶ δοκεῖ ὥστε ἐλεεινότερος γενέσθαι. ἐπὶ τούτῳ εἰπεῖν ἦν· ὅσῳ ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. ὅσοι μέγα φρονοῦσιν ἐπὶ σώματος ὥρᾳ, ἀναλογιζέσθωσαν αὐτοῦ τὴν φύσιν. ἰχὼρ ἦν καὶ σκωλήκων τροφὴ καὶ τράπεζα. εἴ τινες ἐπὶ δυσωδίᾳ καὶ κολοβώσει καταδύονται, τὸν ἥρωα τοῦτον λογιζέσθωσαν. τί τούτου δυσωδέστερον; τί δὲ εἰδεχθέστερον; τί δὲ μᾶλλον βδελυκτόν; ἀλλ' οὐδὲν ἦν τῆς ψυχῆς αὐτοῦ εὐωδέστερον. ἐσήπετο τοῦ σώματος ἡ φύσις, ἡ δὲ ψυχὴ διέμεινεν ἄφθορος. τίνος δὲ ἕνεκεν ἐπὶ κοπρίας ἐκάθητο; ὥστε τὰ καταπίπτοντα συγκαλύψαι τῇ θημωνίᾳ. τίνος δὲ ἕνεκεν αἴθριος; ὥστε εἶναί τινα παραμυθίαν αὐτῷ· εἰ γὰρ ἐν οἰκίσκῳ κατέκλεισεν ἑαυτόν, καὶ αὐτὸν τὸν ἀέρα τοῦ οἴκου βραχὺν ὄντα διέφθειρε καὶ ἀπέπνιξεν ἂν ἑαυτὸν τῇ δυσωδίᾳ. βέλτιον οὖν ἐνόμισεν εἶναι τὴν ἀπὸ τῆς αἰθρίας ταλαιπωρίαν φέρειν ἢ στέγῃ καλυπτόμενος τὰς ταλαιπωρίας ὑπομένειν τὰς ἀπὸ τοῦ διαφθειρομένου ἀέρος. ἄλλως δὲ ἐμοὶ δοκεῖ, ὅτι οὐδὲν ἔπασχεν ἀνθρώπινον, οἷον ἂν εἰ τις ἔγνω θεοῦ παιδείαν τὸ πρᾶγμα οὖσαν· οὐκ ἐπῃσχύνετο οὐδὲ ἠρυθρία, ἀλλὰ πᾶσιν ἑαυτὸν ἐξεπόμπευεν. 2, 9a χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπε τῷ ˉ̓ Ιὼβ ἡ γυνὴ αὐτοῦ· 9b μέχρι τίνος καρτερήσεις λέγων· 9aα ἰδοὺ 41 ἀναμένω χρόνον ἔτι μικρὸν 9aβ προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. εἴθε καὶ ταύτην ἔλαβες, εἴθε μετὰ τῶν παίδων κατέχωσας. τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταυτὶ φθέγγεσθαι. οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι, πλὴν εἴ τις λέγοι τῇ συμφορᾷ περιτραπεῖσαν τοιαύτην αὐτὴν γεγενῆσθαι. χρόνου δέ, φησίν, πολλοῦ προβεβηκότος. ὅρα, πῶς καταρρητορεύει πολλὰ ἔχουσα πιθανὰ πρὸς τὸ πεῖσαι τὸν χρόνον μετὰ τῶν ἄλλων ἁπάντων. οὐ γὰρ μία καὶ δύο καὶ τρεῖς ἡμέραι, ἀλλὰ πολλοὶ διῆλθον μῆνες. μέχρι τίνος, φησίν, καρτερήσεις λέγων. ἃ παρὰ τῶν ἄλλων αὐτὸν ἀκούειν ἐχρῆν, ταῦτα αὐτὴ αὐτῷ παραινοῦσα οὐκ ἐπαύετο. ἀπὸ γὰρ τούτων τῶν ῥημάτων εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλήν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. ὅρα διαβολικὴν ἀπάτην· ἐνενόησε τὴν Εὕαν· «τοῦτο», φησίν, «τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον, τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται.» ἀλλ', ὦ ἄθλιε καὶ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα τὸν ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς· τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια οὐδὲ παίδων θάνατος ἄωρος οὐδὲ βάσανος σώματος ἀπαραμύθητος οὐδὲ χρόνου μῆκος τοσοῦτον. καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; «ναί», φησίν, «πολλοὶ γὰρ πολλάκις πρὸς μὲν πραγμάτων ἔστησαν πεῖραν, ὑπὸ δὲ τῶν λόγων ἡττήθησαν, καὶ μάλιστα ὅταν παρὰ γυναικὸς ᾖ τὰ λεγόμενα.» οὐκ ἔστιν εἰπεῖν, ὅτι φθονοῦσα καὶ βασκαίνουσα ταῦτα λέγει· 42 γυνὴ γάρ ἐστιν. ἀπ' αὐτῶν σοι διαλέγεται τῶν πραγμάτων. ἀνύποπτος ἡ συμβουλή, βοηθός ἐστιν, εἰς τοῦτο ἐδόθη τῷ ἀνδρί. «ναί, ἀλλὰ καὶ ἡ προτέρα τοιαύτη ἦν. γυναικὶ δὲ διδάσκειν, φησίν, οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός.» τοῦτο οὐκ εἴασε γενέσθαι ὁ Ἰώβ. καὶ ὅρα τὸ κακοῦργον· ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. διπλᾶ τὰ τῆς ἀσθενείας ἦν τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. ὁρᾷς, ὅτι πρὸ τούτου οὐδὲ παρρησίαν εἶχε τοσαύτην; οὕτως αὐτὴν ἐπαίδευσεν ὁ Ἰώβ. τὸ πρόσωπον συμπαθούσης ἦν, τὰ ῥήματα ὠμὰ καὶ ἀπάνθρωπα, ἡ προαίρεσις καὶ ἡ διάθεσις συναλγούσης, ἀλλ' ἡ συμβουλὴ κατὰ κρημνῶν ἐνεγκεῖν βουλομένης. μὴ τοῦτο ἴδωμεν, ποίῳ ταῦτα λέγει σκοπῷ, ἀλλὰ τί κατασκευάσαι βούλεται. οὐδὲ γὰρ εἴ τις ξίφος μοι καὶ δηλητήριον ἐπεδίδου φάρμακον, τὴν προαίρεσιν ἂν ἐξήτασα φανερᾶς οὔσης τῆς βλάβης. μὴ τοῦτο τοίνυν ἴδωμεν, ὅτι γυνή, ἀλλὰ τί συμβουλεύει.– τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὸ τῶν ἀνθρώπων ἀξίωμα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς.– γυνή ἐστιν, ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. μέχρι τίνος καρτερήσεις, φησίν, λέγων; τί τὸν ἀθλητὴν ἐκλύεις; τί καταστέλλεις τὰς χεῖρας δέον εἰπεῖν κατὰ τὸν ἀπόστολον· ἔτι μικρόν; ταῦτα ἔλεγεν ὁ Ἰὼβ ἴσως πρὸς ἐγκαλοῦντας ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ καὶ εἰδὼς τὰς βασάνους τέλος ἐχούσας. καὶ προσεδόκα μεταβολήν, ὃ πολλῆς πίστεως ἦν καὶ γενναίας ἐλπίδος· ᾔδει τοῦ θεοῦ τὸ φιλάνθρωπον. ἀλλὰ ταύτην αὐτὸν ἀφαιρεῖται τὴν 43 παραμυθίαν καὶ εἴ τις ταῦτα ἔλεγε τὰ ῥήματα ἀποτειχίζων αὐτῷ τὴν συμβουλήν. ἐπειδὴ γὰρ ἑώρα μᾶλλον ἑτέρους ἀλγοῦντας ἢ τὸν παθόντα αὐτὸν παρεμυθεῖτο τὴν ἐκείνων ἀσθένειαν. καί φησιν· 2, 9bα ἰδοὺ γὰρ ἠφάνισται τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, 9bβ οἱ υἱοί σου καὶ αἱ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, 9bξ οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ὅρα κακοῦργον καὶ πολυμήχανον γύναιον. οὐ μέμνηται τῶν χρημάτων, οὐκ ἄγει εἰς μέσον τῶν θρεμμάτων τὴν ἀπώλειαν, ἀλλ' ὃ μάλιστα αὐτοῦ καθάψασθαι δυνατὸν ἦν, τοῦτο πρῶτον. ᾔδει μεγαλόψυχον ὄντα καὶ οὐδὲν ἡγούμενον τὴν ἐκείνων ἀπώλειαν. ἵνα οὖν μὴ τὸ πάθος ἀσθενέστερον ποιήσῃ, ἀλλὰ διεγείρῃ τὴν τραγῳδίαν, τὸ πάντων ἀφορητότερον καὶ ὑπὲρ οὗ μάλιστα ἤλγησε καὶ ὃ μάλιστα αὐτὸν ἔδακνεν, τοῦτο τίθησιν. καὶ ὅρα, πῶς περιπαθῶς, πῶς ἐλεεινῶς· ἰδοὺ γάρ, φησίν, ἠφάνισταί σου τὸ μνημόσυνον, μονονουχὶ δεικνύουσα πάλιν τὴν συμφορὰν καὶ τὰ λήθῃ παραδοθέντα ἀνανεοῦσα τῇ μνήμῃ. οὐ λέγει τὰ παρόντα, ἀλλὰ καὶ τὰ παρελθόντα ὥστε πολλὴν ἐργάσασθαι σύγχυσιν ἐν τῷ λογισμῷ. μετὰ τῆς αὐτῆς ἐπιβουλῆς, ἧς αὐτῷ προσῆλθεν ὁ διάβολος, μετὰ τῆς αὐτῆς καὶ αὕτη τὴν συμβουλὴν ἐπάγει τῇ μνήμῃ τῶν παίδων αὐτὸν θορυβήσασα καὶ προσδοκήσασα ταύτῃ τρέψειν τὸν λογισμόν. εἶτα οὕτω τὸ κεφάλαιον αἴρει τῶν κακῶν· οὐκ εἶπεν· «ἐτελεύτησαν», ὃ κοινὸν τῆς ἁπάντων ἀνθρώπων συμφορᾶς ἐστιν ὄνομα, οὐκ εἶπε τὴν συνήθη προσηγορίαν, ἀλλὰ τί; ἠφάνισταί σου τὸ μνημόσυνον. ἐμοὶ δοκεῖ καὶ τὸ τῆς συμφορᾶς ὠμὸν παραστῆσαι βουλομένη ταῦτα εἶπεν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ποίαν προσδοκᾷς ἔσεσθαί σοι μεταβολήν; μὴ τοὺς ἀπελθόντας ἐπανελθεῖν ἔνι λοιπόν, μὴ τοὺς ἀφανισθέντας ζωοποιηθῆναι;» τὰ γὰρ παιδία καὶ 44 διὰ τοῦτο μάλιστα ποθεινά, ἐπειδὴ τὴν μνήμην ἡμῖν ἀθάνατον καταλιμπάνει, καὶ τούτου μάλιστα ἄνθρωποι πάντες ἐφίενται ὥστε μνημόσυνον καταλιπεῖν. «προσαπόλωλας», φησίν, «καὶ αὐτὸς διὰ τῶν ἐκγόνων. ἄγονος, ἄπαις, πρόρριζος ἀνεσπάσθης.» καὶ ὅρα, πῶς μεμετρημένως ποιεῖται τὴν ὀλεθρίαν συμβουλήν, ὥστε μὴ εἰς ὀργὴν κινῆσαι, ἀλλ' εἰς ἔλεον κατακλάσαι. οὐκ εἶπεν· «ὁ θεὸς αὐτοὺς ἔλαβε καὶ ἀπώλεσεν», ἀλλὰ μέσῳ κέχρηται ὀνόματι. οἱ υἱοί σου καὶ αἱ θυγατέρες, φησίν· τῆς φύσεως ἑκατέρας ἐμνήσθη. εἶτα τὸ περιπαθές· τῆς ἐμῆς κοιλίας, φησίν, ὠδῖνες καὶ πόνοι. ἑκατέρα ἡ φύσις, εὐθηνουμένης μητρὸς ῥήματα καὶ φιλοστόργου. «τὰ σαυτοῦ μεγαλοψύχως φέρεις», φησίν, «ἐλέησον τὴν ἐμὴν ζημίαν». ἐπειδὴ ἐκ τῶν εἰς αὐτὸν συμβάντων οὐ προσεδόκησεν αὐτὸν ἐπικάμψειν, τὸ ἑαυτῆς περιπαθέστερον διηγεῖται. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι– ὠδῖνες τοῦ τόκου, πόνοι τῆς ἀνατροφῆς. «ἐγώ εἰμι ἡ πάντων ἐλεεινότερα παθοῦσα». οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ὅρα, πῶς ἄκαιρον τὸ ἐπιτάφιον τῶν παίδων. ταῦτα δὲ λέγει, ἵνα δείξῃ καὶ αὑτὴν κοινωνοῦσαν τῆς συμφορᾶς. τὸν γὰρ μέλλοντα συμβουλεύειν καὶ παραινεῖν τῷ πάσχοντι κακῶς οὐκ ἀναγκαῖον ἔξω τῶν δεινῶν ἑστάναι, ἐπεὶ ἀπίθανος ἔσται σύμβουλος ἐν ἀλλοτρίοις κακοῖς φιλοσοφῶν, ἐπεὶ ὕποπτος ἔσται παραινῶν. ἐπειδὴ γὰρ ἔμελλεν αὐτῷ συμβουλεύειν ἀποθνῄσκειν, ἵνα μὴ δόξῃ ἀπὸ ἔχθρας ταῦτα λέγειν, δείκνυσιν ἑαυτὴν δεινότερα πεπονθυῖαν καὶ ἐπαίρει τῷ λόγῳ τὴν συμφοράν. 2, 9c σὺ δὲ αὐτός, φησίν, ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, 2, 9dα κἀγὼ πλανῆτις καὶ λάτρις. 45 ὅρα, πῶς πλέκει τὰ ἑαυτῆς τοῖς ἐκείνου· ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον· τοῦτο τοῦ ἀνδρός. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι· τοῦτο τῆς γυναικός. σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι· τοῦτο τοῦ ἀνδρός. καὶ ἐγὼ πλανῆτις καὶ λάτρις· τοῦτο τῆς γυναικός. συνεχῶς μεταφέρει τὸν λόγον ἀπὸ τῶν ἐκείνου πρὸς τὰ αὑτῆς, ἵνα εὔνοιαν ἐπισπάσηται παρὰ τοῦ ἀκούοντος. «οὐκ ἰσχύει τὰ σά, κρατείτω τὰ ἐμά.» σὺ δὲ αὐτός, φησίν· μεγάλη ἔμφασις. «σὺ δὲ αὐτός· ἐκεῖνος ὁ δίκαιος, ὁ θαυμαστός, ὁ μέγας, τὸ κεφάλαιον ἡμῖν τῶν ἀγαθῶν.» ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος. «ἡμέραν καὶ νύκτα», φησίν· «οὐδὲ στέγης σοί τις μετέδωκεν, οὐδεὶς συμπαθής, οὐδεὶς ἐλεήμων, οὐδεὶς συναλγῶν». καὶ ἐγὼ πλανῆτις καὶ λάτρις. ὢ τῆς συμφορᾶς· οὐδεὶς ἠλέει τὴν γυναῖκα οὐδὲ τὴν πενίαν ἐπεκούφιζεν, ἀλλ' ἐθήτευε καὶ αἴθριος ἦν ἡ τοῦ βασιλέως σύνοικος. ἐμοὶ δοκεῖ καὶ παράνομόν τινα αὐτὴν ἀπὸ τῆς συμφορᾶς ἐνόμιζον εἶναι. «ἀνέστιος, ἄπολις, ἄοικος πλανῶμαι», φησίν, «κατὰ τὴν πόλιν οὐδὲ δουλείας εὐποροῦσα οὐδὲ τὴν θητείαν αὐτὴν ἐξ εὐκολίας δυναμένη λαβεῖν· ταῖς ἑτέρων προσεδρεύω θύραις καθάπερ φιλονεικοῦσα πάντας τὰς ἐμαυτῆς διδάξαι συμφοράς. οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἔστιν, ἀλλὰ πανταχοῦ με δεῖ ἐκπομπεύεσθαι καὶ παραδειγματίζεσθαι. πόσῳ αὕτη τῆς τῶν παίδων τελευτῆς ἡ συμφορὰ χαλεπωτέρα· πανταχοῦ περίειμι διδάσκαλος τῶν κακῶν.» ὅπερ δὲ ἐξ ἀρχῆς εἶπον, ὅτι διὰ τοῦτο καὶ χρόνον πολὺν συνεχώρησεν ὁ θεὸς γενέσθαι, ἵνα μὴ μετὰ τὴν μεταβολὴν ἀπιστηθῇ ἡ συμφορά, καὶ διὰ τοῦτο αἴθριος, ἵνα πάντες ὁρῶσιν, τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ἔστιν εἰπεῖν· ἵνα, ὅταν ἴδωσιν αὐτὴν μεταβαλλομένην καὶ βελτίω γεγενημένην καὶ εὔπαιδα καὶ πολύπαιδα, μὴ ἀπιστῶσιν αὐτῆς τῇ προτέρᾳ συμφορᾷ οἱ καὶ μισθὸν αὐτῇ τῶν μόχθων παρεσχηκότες. 46 2, 9dβ τόπον, φησίν, ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, 9dξ προσδεχομένη τὸν ἥλιον πότε δύσῃ,– εἰκότως, ἐλευθερίως γὰρ ἦν ἀνατραφεῖσα ἡ γυνή. 2, 9dδ ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, 9dεαἵ με νῦν συνέχουσιν. τὸν πολὺν πόνον φησὶ καὶ τὴν πλάνην καὶ τὴν λατρείαν. 2, 9e ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ὅρα, μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι τότε τὴν ἀναίσχυντον ἐπάγει συμβουλὴν οὐ τολμήσασα πρὸ τούτου ταῦτα εἰπεῖν, ἀλλὰ πρότερον δείξασα πιθανήν τινα τὴν παραίνεσιν, τότε τὸ δηλητήριον ἐνίησι καὶ οὐδὲ αὐτὸ φανερῶς. οὐκ εἶπεν· «βλασφήμησον», ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. «τίνος ἕνεκεν; ἆρα οἶδας, ὅτι τελευτὴ τὸ πρᾶγμά ἐστιν; ποία δέ σοι παραμυθία ἀπὸ τῆς ἐμῆς τελευτῆς; τίς παραψυχή;» οἱ γὰρ τὰ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν, ἀλλὰ τῇ ἀσαφείᾳ περιστέλλουσι τὸ πονηρὸν τῆς παραινέσεως. «ὅπερ οὐκ ἐτόλμησας συμβουλεῦσαι, τοῦτό με ὑπομεῖναι παραινεῖς; διὰ τί γὰρ μὴ λέγεις, ποῖον ῥῆμα;» «πανταχόθεν σοι προσεχώσθησαν οἱ λιμένες, τὰ παιδία ἀνῄρηται, ἡ γυνὴ πάντων ἐλεεινότερον πράττει, τὸ σῶμα οὕτω διάκειται, ὥσπερ αὐτὸς ὁρᾷς· μία ὑπολέλειπται παραμυθία, εἷς ἀπαλλαγῆς τρόπος, εἰπεῖν τι πρὸς τὸν θεόν.» «τί λέγεις, ὦ γύναι; δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι παροξῦναι μᾶλλον παραινεῖς; εἰ γὰρ ὁ θεὸς ταῦτα ἐποίησεν, παρακαλέσαι αὐτόν, οὐ βλασφημῆσαι δεῖ, εἰ δὲ οὐκ αὐτός, οὐδὲ οὕτω βλασφημεῖν. τί μοι τὴν τῶν δεινῶν ἐπιθήκην ἐπιτείνεις διὰ τῆς τῶν δεινῶν λύσεως; πῶς οἴει; πόθεν γὰρ δῆλον, ὅτι καὶ ἐρῶ καὶ τελευτήσω; ἂν δὲ μετὰ τὸ εἰπεῖν πάλιν μείζοσι περιβάλλωμαι δεινοῖς;» ἀλλ' οὐδὲν τούτων εἶπεν. πῶς δὲ οὐκ εἶπε πρὸς αὐτόν· «διάχρησαι σαυτόν», ἀλλ' ὃ μάλιστα ἐπεθύμει ὁ διάβολος, τοῦτο συμβουλεύει καὶ παραινεῖ; 47 ὥσπερ διὰ τοῦ ὄφεως πρότερον, οὕτω διὰ τῆς γυναικὸς νῦν. «ἂν κατηγορήσω τοῦ θεοῦ», φησίν, «οὐ δέχεται τὴν συμβουλήν. ἐπαίρω τὰ δεινά. ἐμὲ ἐλέησον.» καὶ ποία σοι τῶν δεινῶν παραμυθία ἀπελθόντος τούτου; τίς παραψυχή; οὐχὶ δὲ μᾶλλον ἐπιταθήσεται; νῦν μὲν γὰρ ἐλπίσαι ἔστι τι χρηστόν, τότε δὲ οὐκέτι, ἀλλὰ χηρεία ἀπαραμύθητος. ἐμοὶ δοκεῖ καὶ αἰσχύνεσθαι αὐτήν. τίνα οὐκ ἂν ἐθορύβησε ταῦτα; τίνα οὐκ ἂν ἰλιγγιάσαι ἐποίησε τὰ λεγόμενα; τί οὖν ὁ γενναῖος οὗτος καὶ φιλόθεος ἀνήρ; 2, 10a ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν. καὶ καλῶς εἶπεν· ἐμβλέψας αὐτῇ. τὸν θυμὸν ἐνέφηνε διὰ τῆς ὄψεως οὐκ ἀρκούντων τῶν ῥημάτων αὐτῆς καθάψασθαι. καὶ ὅρα, πῶς μεμετρημένως· οὐδὲν χαλεπαίνοντος οὐδὲ δυσχεραίνοντος ῥῆμα προήκατο· καὶ τὴν γυναῖκα ἐπέγνω καὶ τὴν συμβουλὴν οὐκ ἐδέξατο. οὐκ εἶπεν· «ἄφρων εἶ καὶ ἀνόητος», ἀλλὰ τί; 2, 10b ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν οὕτως ἐλάλησας; τουτέστιν· «οὐδὲν ἄξιον σαυτῆς οὐδὲ τῆς ἀνατροφῆς καὶ τῆς παρ' ἐμοῦ παιδεύσεως ἐφθέγξω. οὐκ ἔστι σὰ τὰ ῥήματα ταῦτα.» οὐ γὰρ ὅπως αὐτὴν ἐξυβρίσειε μόνον ἐσπούδαζεν, ἀλλὰ καὶ ὅπως ἀπαγάγοι τῆς πονηρᾶς ταύτης διανοίας. 2, 10c εἰ τὰ μὲν ἀγαθά, φησίν, ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; τουτέστιν· «εἰ καὶ μόνον κακὰ ἦν, φέρειν ἔδει. κύριός ἐστι καὶ δεσπότης. οὐχὶ ἐξουσίαν ἔχει πάντα ἐπαγαγεῖν; τίνος ἕνεκεν ἔδωκε τὰ ἀγαθά; οὐχ ὡς ἀξίοις. μὴ τοίνυν μηδὲ νῦν ὡς παρ' ἀξίαν ταλαι48 πωροῦντες ἀλγῶμεν. μάλιστα μὲν κύριος ἦν καὶ μόνα δοῦναι τὰ κακά· εἰ δὲ καὶ ἀγαθὰ δέδωκεν, τί δυσχεραίνομεν;» ὅρα, πῶς οὐδαμοῦ οὔτε τὰ ἁμαρτήματα οὔτε τὰ κατορθώματα λέγει, ἀλλὰ μόνον, ὅτι ἔξεστι τῷ θεῷ, ἃ βούλεται, ποιεῖν. «ἀνάμνησον σαυτὴν τῆς προτέρας εὐπραγίας καὶ οὐκ οἴσεις χαλεπῶς τὰ παρόντα. ἀρκεῖ πρὸς παραμυθίαν ἡμῖν τὸ τὸν κύριον εἶναι τὸν ἐπαγαγόντα. μὴ λέγωμεν" δικαίως" ἢ" ἀδίκως".» καὶ ὅρα, πάλιν ἡ ἀνακήρυξις τοῦ ἀθλητοῦ· 2, 10d ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ, φησίν, 10e οὐχ ἥμαρτεν ˉ̓ Ιὼβ οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἔναντι κυρίου. οὐκ ἔστιν εἰπεῖν, ὅτι πρὸς μὲν τὴν γυναῖκα ταῦτα ἔλεγεν, τὰ δὲ ἀπόρρητα αὐτοῦ τῆς διανοίας ἔγεμε θυμοῦ καὶ ἀποδυσπετήσεως· ἀλλ' οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐφθέγξατό τι. 2, 11a ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ 11b παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας πόλεως πρὸς αὐτόν· 11c ˉ̓ Ελιφὰζ ὁ Θαιμανῶν βασιλεύς, 11d Βαλδὰδ ὁ Σαυχαίων τύραννος 11e καὶ Σωφὰρ ὁ Μιναίων βασιλεύς. 11f καὶ παρεγένοντο ὁμοθυμαδὸν πρὸς αὐτὸν 11g τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ὥσπερ ὅθεν προσεδόκησε παραμυθίαν τινὰ καὶ παραίνεσιν ἀρίστην εὑρήσειν, ἐντεῦθεν εὗρεν ὄλεθρον, ἀπὸ τῆς γυναικός, οὕτως καὶ ἀπὸ τῶν φίλων. παραγίνονται μὲν ὡς παραμυθησόμενοι, τὸ δὲ ἐναντίον ποιοῦσιν. καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν. τὰ γὰρ ἡμέτερα δεινὰ μάλιστα ἐν τοῖς ἄλλων καθορῶμεν ἀκριβέστερον ἀγαθοῖς. ἐννόησον, ὅσον ἦν ἑαυτὸν ἐν τούτοις ὁρᾶν καὶ ἐκείνους τοὺς συνήθεις καὶ γνωρίμους ἐπὶ τῆς προτέρας εὐπραγίας μένοντας. οὐδὲν γὰρ ἕτερον 49 ἀλλ' ἢ τὴν ἑαυτοῦ πρότερον εὐπραγίαν ἐν τούτοις ἀνετυποῦτο ἑαυτὸν ἐννοῶν, ἐν τίσιν ἦν. καὶ τὸ δὴ δεινὸν τὸ πανταχοῦ περιενεχθῆναι τὴν συμφοράν. εἰ γὰρ οὗτοι τοσοῦτον ἀπέχοντες ἤκουσαν, πολλῷ μᾶλλον οἱ πλησίον ὄντες. μάλιστα δὲ αὐτὸν ἐλύπει οὐ τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ τὸ δοκεῖν ὡς ἀσεβῆ καὶ παράνομον ταῦτα πάσχειν τὰ κακά, ὡς ἐχθρὸν τοῦ θεοῦ καὶ πολέμιον, ὡς ἐν ὑποκρίσει τὸν ἔμπροσθεν ζήσαντα χρόνον. οὐκ ἔμελεν αὐτῷ τοῦ σώματος διαφθειρομένου, ἀλλὰ τῆς δόξης καταβαλλομένης, οὐχ ὅτι φιλότιμος ὁ ἄνθρωπος ἦν οὐδὲ ὅτι πρὸς τὴν τῶν πολλῶν ἔζη δόξαν, ἀλλ' ὅτι πολλοὺς ἐπὶ τούτοις σκανδαλιζομένους ἑώρα. οὕτω καὶ Μωυσῆς ὑπὲρ τῆς δόξης ἔδεισε τοῦ θεοῦ καὶ Παῦλος δὲ ὁμοίως. ἄκουε γάρ, τί φησιν ὁ Μωυσῆς· μήποτε εἴπωσιν, φησίν, ὅτι ἐξήγαγες αὐτοὺς ἐξ Αἰγύπτου ἐν πονηρίᾳ ἀπολέσαι ἐνταῦθα. τί γὰρ ἐνενόει; ὅτι εἰ οἱ πολλὰ καλὰ παρ' αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς. καὶ ὅτι ταῦτα ἔστιν, ἀναμείνωμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰσόμεθα. καὶ παρεγένοντο, φησίν, ὁμοθυμαδὸν πρὸς αὐτὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ἀλλ' οὐχὶ τοῦτο ἐποίησαν, ἀλλὰ τοὐναντίον. φιλικὴ μὲν ἡ παρουσία, οὐ φιλικὴ δὲ ἡ παραίνεσις καὶ ἡ συμβουλή. 2, 12a ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, 12b καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ἔκαστος 12c ῥήξαντες τὴν ἑαυτοῦ στολὴν 12d καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν. 2, 13a παρεκαθέζοντο αὐτῷ εἰς γῆν ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, 13b καὶ οὐδεὶς αὐτῶν ἐλά50 λησε πρὸς αὐτόν· 13c ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα. ταῦτα πάντα καλὰ καὶ φίλων ἄξια καὶ συμπαθούντων τεκμήρια, ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι τοιαῦτα, ἀλλὰ πολλῷ τούτων ἐναντία καὶ ἀποδέοντα. καὶ ὅρα, τί γίνεται· ἵνα μὴ δόξωσιν ὡς ἐχθροὶ καὶ βλάσφημοι λέγειν τὰ μετὰ ταῦτα, προλαβόντες τοῖς γεγενημένοις ἀνεῖλον τὴν ὑποψίαν ὥστε τὸν δικάζοντα τοῖς λεγομένοις μὴ παρακρουσθῆναι τῇ τῶν ἐχθρῶν ὑποψίᾳ. καὶ οὐδεὶς αὐτῶν, φησίν, ἐλάλησε πρὸς αὐτὸν λόγον. ὅρα μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ δεινόν. καὶ τοῦτο συνετῶς ἐποίησαν τοῖς πράγμασιν αὐτὸν παρακαλοῦντες, τῇ προσεδρείᾳ, τῷ διαρρῆξαι τὰ ἱμάτια. 3, 1a καὶ μετὰ ταῦτα ἤνοιξεν ˉ̓ Ιὼβ τὸ στόμα αὐτοῦ 1b καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ. 3, 2 καὶ ἀπεκρίθη Ἰὼβ λέγων· 3, 3a ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, 3b καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν. ὅτι δεινὰ τὰ συμβεβηκότα, διὰ τῆς σιγῆς ἐμαρτύρουν αὐτοί. οὐκ ἂν ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκεν. τί δὴ τοῦτό ἐστιν· ἀπόλοιτο, φησίν, ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν· ἐπῄνεσα τοὺς ἀποθανόντας, τοὺς ἤδη τεθνηκότας ὑπὲρ τοὺς ζῶντας. ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους, ὅστις οὔπω ἐγένετο. ταῦτα δὲ τὰ ῥήματα μὴ ἁπλῶς ἐξετάζωμεν, ἀλλ' ἐκ ποίας λέγεται διανοίας ἴδωμεν, ἀθυμούσης καὶ θορυβουμένης, ἐπεὶ καὶ Δαυίδ φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, ἀλλ' ἐν τῇ ἐκστάσει εἶπεν. καὶ ἑτέρωθί φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. οὕτω καὶ οὗτος 51 ἐν τῇ συμφορᾷ ταῦτα εἶπεν. οὐχ ὁρᾷς, ἀγαπητέ, τοὺς τεμνομένους βοῶντας μεγάλα; ἆρ' οὖν αὐτοῖς ἐπιπλήττομεν; οὐδαμῶς, ἀλλὰ συγγινώσκομεν. εἰ μὴ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. οὐκ ἀκούεις τοῦ Μωυσέως οἷά φησιν; ἀπόκτεινόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν. τί διαφέρει, εἰπέ μοι, τὸ εἰπεῖν ἀπόκτεινόν με τοῦ εἰπεῖν ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ Ἰερεμίας εἶπεν· ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην. μὴ τὰ ῥήματα ἴδῃς ἁπλῶς, ἀλλὰ τὴν διάνοιαν ἐξέταζε. ὅτι μὲν γὰρ οὐχ ἥμαρτεν οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ, πολλάκις ἤκουσας· ὅτι δὲ οὐδὲ μετὰ ταῦτα ἥμαρτεν, αὐτοῦ πάλιν ἀκούσῃ τοῦ θεοῦ λέγοντος· οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα ἀρετὴν ἐπεδείξατο. τὴν οὖν ἀπόφασιν ἰδόντες τοῦ θεοῦ προσέχωμεν τοῖς λεγομένοις. κἂν μὲν εὕρωμέν τι† εἰπεῖν ἐπεὶ† εὐχαριστήσωμεν τῷ θεῷ. ἀπόλοιτο, φησίν, ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν. τί ἐστιν ἀπόλοιτο, ἴδωμεν, καὶ ὀψόμεθα ἀθυμίας ὄντα τὰ ῥήματα, οὐχὶ πονηρίας οὐδὲ βλασφημίας τινός. οὐ γὰρ ἀπώλετο· μὴ γὰρ δυνατὸν αὐτὴν ἐπανελθεῖν πάλιν καὶ γενέσθαι ἄνωθεν, ὡς περί τινος ἀνυποστάτου διαλέγεται πράγματος. 3, 4a ἡ ἡμέρα, φησίν, ἐκείνη εἴη σκότος, 4b καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν 4c μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· 3, 5a ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, 5b καὶ ἐπέλθοι ἐπ' αὐτὴν γνόφος. 3, 6a καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, 6b ἀπενέγκοιτο αὐτὴν σκότος. 6c μὴ εἴη εἰς ἡμέραν ἐνιαυτοῦ 6d μηδὲ ἀριθμηθείη εἰς ἡμέραν μηνῶν. 3, 7a καὶ ἡ νὺξ ἐκείνη εἴη ὀδυνηρά, 7b καὶ μὴ ἔλθοι ἐν αὐτῇ εὐφροσύνη μηδὲ χαρμονή, 3, 8a ἀλλὰ κατα52 ράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, 8b ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. 3, 9a σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, 9b ὑπομείναι καὶ μὴ ἔλθοι καὶ μὴ φωτίσαι 9c μηδὲ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, 3, 10a ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου· 10b ἀπήλλαξε γὰρ ἂν κόπον ἀπὸ ὀφθαλμῶν μου. ὁρᾷς ἀθυμίας ὄντα τὰ ῥήματα; τῆς ἡμέρας ἦν τὸ ταῦτα ἐργάσασθαι, εἰπέ μοι; 3, 11a διὰ τί γάρ, φησίν, ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, 11b ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθέως ἀπωλόμην; 3, 12a καὶ ἵνα τί συνήντησάν μοι γόνατα; 12b ἵνα τί δὲ ἐθήλασα μαστοὺς μητρός μου; 3, 13a νῦν ἂν κοιμηθεὶς ἡσύχασα, 13b ὑπνώσας δὲ ἀνεπαυσάμην 3, 14a μετὰ βασιλέων καὶ βουλευτῶν γῆς, 14b οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, 3, 15a καὶ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, 15b οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, 3, 16a ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς 16b ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. τί λέγεις; οὐχὶ σὺ εἶπας· εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; τί γέγονεν; ἀθρόον μετέπεσες καὶ ἐπαρᾷ σου τὴν ἡμέραν καὶ τὴν γένεσιν αἰτιᾷ σὺ τὴν σεαυτοῦ, καὶ ταῦτα παρόντων τῶν ἀκροατῶν; σὺ δὲ οὐ θαυμάζεις, ὅτι οὐκ ἐκεῖνα ἐφθέγξατο τὰ ῥήματα, ὅτι «τίνα ἀντὶ τίνων ἀπολαμβάνω; ταῦτά μοι ἀντὶ τῆς φιλοξενίας; ταῦτα ἀντὶ τῆς πολλῆς φιλανθρωπίας;» ἀλλὰ τούτων μὲν οὐδὲν εἶπεν, ὥσπερ δὲ δικαίως ὑπομένων, ἅπερ ὑπέμενεν, καὶ κατ' ἀξίαν καὶ κατὰ λόγον ηὔξατο μὴ γενέσθαι, ὅπερ καὶ περὶ τοῦ Ἰούδα ἔλεγεν ὁ Χριστός· καλὸν ἦν αὐτῷ, εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· ὅπερ οὖν καὶ οὗτός φησιν· «διὰ τί ἐγενόμην; βέλτιον ἦν μὴ γενέσθαι.» 3, 17a ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς, 17b ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι. 3, 18a ὁμοθυμαδὸν δὲ δι' 53 αἰῶνος 18b οὐκ ἤκουσαν φωνὴν φορολόγου. 3, 19a μικρὸς καὶ μέγας ἐκεῖ ἐστι 19b καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. τί λέγεις, ὅτι ἀσεβὴς καὶ πονηρὸς ἐγώ, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας; 3, 20a ἵνα τί γάρ, φησίν, δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, 20b ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; 3, 21a οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν, 21b ἀνορύσσουσι δὲ αὐτὸν ὥσπερ θησαυρόν, 3, 22 περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν αὐτοῦ. 3, 23a θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη· 23b συνέκλεισε γὰρ ὁ θεὸς κατ' αὐτοῦ. θαύμασον καὶ ἐνταῦθα αὐτοῦ τὴν εὐλάβειαν, πῶς ἐπιθυμεῖ τοῦ θανάτου καὶ οὐ τυγχάνει, καὶ οὐκ ἐτόλμα ἑαυτὸν διαχρήσασθαι. ταῦτα δὲ οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ διαποροῦντος καὶ τὴν αἰτίαν οὐχ εὑρίσκοντος. ὥσπερ ὁ Χριστὸς εἰπὼν καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη οὐδὲν ἕτερον ἐδήλωσεν, ἀλλ' ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά, οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων «εἴθε μὴ ἐγεννήθην» οὐ τῆς δημιουργίας τοῦ θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν. διὰ τί «εἴθε μὴ ἐγεννήθην»; ὅτι ἄδικόν τι πέπονθας; «οὐδαμῶς» φησίν, «ἀλλ' ὅτι οὐ φέρω τὴν συμφοράν.» καὶ ὅρα τὴν εὐλάβειαν· ἅπαντα τὸν θυμὸν εἰς τὴν ἡμέραν ἐκχέει οὐ τολμῶν τοῦτον ὑπερβῆναι τὸν ὅρον, ἀλλ' ἀεὶ τὰ αὐτὰ καὶ συνεχῶς λέγων ἡμέρα καὶ νὺξ καὶ νὺξ καὶ ἡμέρα καὶ πλέον οὐδέν· καίτοι ἤρκει τὸ πρῶτον 54 ῥῆμα ἅπαντα παραστῆσαι. εἰπὼν γὰρ ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην πάντα τὰ ἐνταῦθα ἐδήλωσεν, ἵνα εἴπῃ, ὅτι «τέως τῶν παρόντων οὐκ ἐπειρώμην δεινῶν, κἂν μὴ μισθὸν εὐσεβείας ἐκομιζόμην.» τίνος ἕνεκεν εἶπε τὸ μὴ ἔλθοι εἰς αὐτὴν φέγγος καὶ ὅσα τοιαῦτα; ἔθος τοῖς ἀλγοῦσι περιττολογεῖν. μὴ τοίνυν ὑπὸ ἀσεβεῖς εὐθύνας τοὺς λόγους ἀγάγωμεν· ὃν γὰρ ὁ θεὸς δικαιοῖ, τίς κατακρινεῖ; ἡ ἡμέρα, φησίν, ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος, ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου. τί τοῦτο ἐκείνου διαφέρει; καὶ πάλιν· καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. τί βούλεται ἐνταῦθα τὸ κῆτος; τὴν πολλὴν τοῦ θεοῦ δύναμιν ἐνδείκνυται. νῦν ἂν κοιμηθείς, φησίν, ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων καὶ βουλευτῶν γῆς. ὅπερ καὶ ὁ Ἠλίας φησίν· ἱκανούσθω μοι, μὴ ἐγὼ κρείττων εἰμὶ τῶν πατέρων μου; καὶ μετὰ ἀρχόντων, φησίν, ὧν πολὺς ὁ χρυσός. ἐμοὶ δοκεῖ καὶ ἐκείνους καταστέλλειν καὶ πείθειν μὴ μέγα νομίζειν εἶναι τὰ ἀνθρώπινα πράγματα. οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοὺς βασιλεῖς ἐνταῦθα παρήγαγεν, οἳ ἐγαυριῶντο, φησίν, ἐπὶ ξίφεσιν. ὅρα καὶ ἐν τῇ συμφορᾷ φιλόσοφα ῥήματα. οὐδὲν ἐκείνων ὁ πλοῦτος προέστη, οὐδὲν ἐκείνους ἡ δύναμις ὠφέλησεν. ὁ θάνατος πάντων περιεγένετο. ἢ ὥσπερ, φησίν, ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. ὅρα, πῶς, ἵνα μὴ δόξῃ ἑαυτὸν ἐπαίρειν, καὶ τοῖς ἀμβλωθριδίοις ἑαυτὸν παραβάλλει· οὕτω ταπεινὸς ἦν καὶ ἐλεεινός. 55 ἐκεῖ ἀσεβεῖς, φησίν, ἔπαυσαν θυμὸν ὀργῆς. εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν, οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας· καὶ τὸ μέγιστον, ὅτι οὐδὲ ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσαμένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως δεῖ, καὶ ὅτι πάντων ἔσται λύσις τῶν δεινῶν. «πῶς βούλει με παύσασθαι ὡς θέλεις; διὰ τί μὴ ἀπῆλθον ἐντεῦθεν;» οὐχὶ ἐγκαλοῦντός ἐστι ταῦτα τὰ ῥήματα, ἀλλὰ διαποροῦντος καὶ τὸν θάνατον ἐπιθυμοῦντος μόνον. ὁμοθυμαδὸν δέ, φησίν, οἱ δι' αἰῶνος οὐκ ἤκουσαν φωνὴν φορολόγου. πάντων ἐστὶν ἀνώτερος ὁ θάνατος. οὐ μόνον οὐδέν ἐστιν ὑπομεῖναι δεινόν, ἀλλ' οὐδὲ μέχρις ἀκοῆς τὰ δεινὰ παραδέξασθαι. μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. οὐδεὶς ἐξελθεῖν ἰσχύει τῆς τυραννίδος ἐκείνης, οὐ δοῦλος, οὐκ ἐλεύθερος. πάντα τὰ ἀνθρώπινα διαλέλυται, καὶ πλοῦτος καὶ ἀξιώματα. πολλὴ κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ ἐλευθερία. ἐπειδὴ γὰρ φρικτὸν τὸ πρᾶγμα ἐδόκει εἶναι, ἐμφιλοσοφεῖ τῷ θανάτῳ ὑπὸ τῆς συμφορᾶς δεικνὺς αὐτὸν τῆς ζωῆς ὄντα βελτίονα τοῖς ἐν ὀδύναις. «πολλὴ ἰσοτιμία», φησίν, «ἐκεῖ, οὐκ ἔστι φοβηθῆναι μεταβολὴν καθάπερ ἐνταῦθα. πᾶσιν ἀναγκαίως συμβαίνει, πάντων ὁμοίως κρατεῖ· κακῶν ἐστιν ἐμπόδιον, ταλαιπωρίας λύσις. τὰ δοκοῦντα εἶναι δεινὰ λέλυται.» ἵνα τί γάρ, φησίν, δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πάλιν ἐνταῦθα οὐκ ἐγκαλοῦντός ἐστι τὰ ῥή56 ματα, μὴ γένοιτο, ἀλλὰ ζητοῦντος καὶ ἀλγοῦντος. τὰ γὰρ μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενα οὐχ ὁμοίως ὑποληπτέον, ὥσπερ, ὅταν λέγῃ τις σοφός· ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι;, οὐδὲν δηλοῦται ἐνταῦθα, ἀλλ' ἢ ὅτι ἀνάξιος ἦν. ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός. οἳ ὁμείρονται, φησίν, τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν. διὰ τοῦτό φησιν ὁ Ἐκκλησιαστής· καιρὸς τῷ παντὶ πράγματι, καὶ πάλιν· ὦ θάνατε, ὡς γλυκύ σου τὸ μνημόσυνον. ταῦτα δὲ λέγει, ἵν' ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ· εἶπόν τι ῥῆμα καὶ τελεύτα, μὴ νομίσῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν. ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος αὐτὸν καὶ μέγα τι νομίζων ἀγαθὸν παρὸν αὐτὸν εὑρεῖν οὐκ ἐτόλμησεν. θάνατος, φησίν, ἀνδρὶ ἀνάπαυσις. ἀπόφασίς ἐστιν αὕτη. εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὴν ἐποίησεν, ἵνα μὴ ταχέως ἐπιτρέχωμεν τῷ θανάτῳ. οὗ ἡ ὁδός, φησίν, ἀπεκρύβη. ἐμοὶ δοκεῖ" τοῦ θανάτου" λέγειν, τινὲς δὲ" τοῦ ἀνθρώπου" φασίν. ὅτι γὰρ" τοῦ θανάτου" λέγει, δῆλον ἐκ τῶν προειρημένων καὶ τοῦ λέγειν· ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν, δηλονότι κεκρυμμένον. «ἄδηλον τὸ μέλλον», φησίν, «οὐχ εὑρίσκομεν ὁδόν.» μὴ γάρ μοι τοὺς ἀπαγχονιζομένους εἴπῃς· περὶ γὰρ τοῦ κατὰ φύσιν λέγει καὶ κατὰ πρόσταγμα τοῦ θεοῦ. 57 συνέκλεισε γάρ, φησίν, ὁ κύριος κατ' αὐτοῦ, κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον, ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐχ αἱρῇ τὸν θάνατον;», συνέκλεισεν, φησίν, ὁ κύριος κατ' αὐτοῦ· «αἱ πύλαι», φησίν, «κεκλεισμέναι εἰσίν.» εἶτα ἐκτραγῳδεῖ τὴν συμφοράν· 3, 24a πρὸ γὰρ τῶν σίτων μου, φησίν, στεναγμὸς ἥκει μοι, 24b δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. «τὰ παρόντα, τὰ μέλλοντα θρηνῶ. ὁ καιρὸς τῆς τροφῆς καιρὸς ἐμοὶ δακρύων.» ψωμιεῖς γάρ με, φησίν, ἄρτον δακρύων. 3, 25a φόβος γὰρ ὃν εὐλαβούμην ἦλθέ μοι 25b καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ὁρᾷς φιλοσοφίαν ἀνδρός; οὐ κατ' ἐκεῖνον τὸν ἐν τῷ ψαλμῷ λέγοντα· οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ οὐδὲ κατ' ἐκεῖνον τὸν λέγοντα· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ἀλλ' ἀνθρώπινον εἶχεν ἀεὶ λογισμὸν τοσαύτης ἀπολαύων εὐημερίας καὶ τὰ ἐναντία καθ' ἑκάστην προσδοκῶν ἡμέραν. ὅθεν οὐδὲ ὡς ἀκαίρως αὐτῷ ἐπελθόντα χαλεπῶς ἤνεγκεν, ἀλλ' ἐγγυμνασάμενος καὶ ἐμμελετήσας τῇ προσδοκίᾳ καὶ τῇ ἐλπίδι καλῶς ἐγεγύμναστο. 3, 26a οὔτε εἰρήνευσα, φησίν, οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην· 26b ἦλθε δέ μοι ὀργή. οὐ περὶ τῶν προτέρων λέγει, ἀλλὰ περὶ τῶν παρόντων νῦν, τουτέστιν· «φόβου, πολέμου καὶ ταραχῆς ἐμπέπλησμαι», φησίν, «αὐτὸς ἐμαυτῷ πολεμῶν.» τῶν ἔξωθεν συνεχόντων αὐτὸν δεινῶν ὁ τῶν λογισμῶν πόλεμος χαλεπώτερος ἦν· οὐδὲν γαληνὸν εἶχε κατὰ διάνοιαν. «τὸ δὲ αἴτιον», φησίν, «ἀπὸ τοῦ τὴν ὀργὴν ἐλθεῖν τοῦ θεοῦ.» ὅρα, πῶς τῶν σωματικῶν δεινῶν τὰ κατὰ ψυχὴν πλέον πενθεῖ ὡς ἐκείνης μᾶλλον τηκομένης καὶ τεθορυβημένης καὶ δεινὰ πασ58 χούσης. οὕτω καὶ ἡμᾶς διακεῖσθαι καλόν, πρόσκαιρα πάντα νομίζειν καὶ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα. οὕτως οὐδὲ ἐκείνων αἰσθησόμεθα τῆς δεινότητος οὐδὲ ὑπὸ τούτων ἐπαρθῆναι δυνησόμεθα, ἀλλὰ διὰ παντὸς ἐν ταῖς ἀνωμαλίαις ταύταις γαλήνης ἀπολαύσομεν καὶ εἰρήνης. καὶ τὸ δὴ θαυμαστόν, ὅτι μετὰ βίου καθαροῦ καὶ ζωῆς ἀλήπτου τὰ ἐναντία προσεδόκα καὶ οὐ προσεδόκα μόνον, ἀλλ' ἐφοβεῖτο ἐννοῶν τὰ πρότερα οἷον τὰ κατὰ τὸν Ἀβραάμ. ἡμεῖς δὲ καθ' ἑκάστην ἡμέραν πονηρίᾳ συζῶντες οὐδὲν ὑποπτεύσωμεν ἐναντίον; ὅρα, πῶς καὶ πρὸ τῆς πείρας ἐφιλοσόφει. ὁ γὰρ προσδοκῶν μεταβολὴν μετὰ βίου καλοῦ οὐχ ὡς μισθωτὸς ἦν, ὥστε πολλὴν αὐτοῦ τὴν ἀρετὴν δείκνυσιν ἡμῖν τὸ λέγειν· φόβος ὃν ηὐλαβούμην ἦλθέ μοι. 4, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 4, 2a Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ· 2b ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; καλῶς προλαβὼν εἶπε τὰ κατειληφότα αὐτὸν πάντα κακὰ καὶ τὴν προσθήκην τῶν δεινῶν, ἐπειδὴ ἐβούλοντο αὐτῷ ἐπεμβαίνειν καὶ ἐνάλλεσθαι κειμένῳ. οὐ γάρ ἐστι πάντων εἰδέναι ἐν ταῖς τοιαύταις ἁρμόζεσθαι συμφοραῖς, ἀλλὰ πολλοὶ πολλάκις τὸ τραῦμα χαλεπώτερον ἐποίησαν, οἱ μὲν ἀπὸ βασκανίας, οἱ δὲ ἀπὸ ἀφροσύνης. οὐ γὰρ δὴ τῶν ἰατρῶν τῶν τεμνόντων τὰ τραύματα ἐλάττονος δεῖται τέχνης ὁ τὸν παρακλητικὸν ἀναδεδεγμένος λόγον. καλῶς οὖν ἰατροὶ κακῶν ἐκλήθησαν ἐπιτρίβοντες τὸ τραῦμα· πάσχουσι δὲ αὐτὸ ἀπὸ βασκανίας. πόσης δὲ πονηρίας ἂν εἴη ἐν τοσούτῳ βασκαίνειν χειμῶνι καὶ κειμένῳ φθονεῖν, καὶ τὸν ἄξιον ἐλεεῖσθαι, τοῦτον μυρίοις περιβάλλειν δεινοῖς. ὅρα γάρ, πῶς οὐ μόνον παραμυθίας ἀπέχει τὰ ῥήματα τὰ παρ' αὐτῶν, ἀλλὰ καὶ πολλὴν τὴν 59 ἀθυμίαν ἐντίθησι καὶ κατηγορίας μακροὺς ἀποτείνει λόγους. διὸ καί τίς φησιν· ψυχὴν παρωργισμένην μὴ προσταράξῃς. ἀλλ' ἴδωμεν, τί φησιν, καὶ φύγωμεν τὴν μίμησιν. τί οὖν λέγει μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ;" κόπον" οἶδεν ἡ γραφὴ τὴν ἁμαρτίαν λέγειν, ὡς ὅταν λέγῃ· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. οὐκ εἶπεν· «μὴ ἔπραξάς τι πονηρόν», ἀλλά· μὴ λελάληταί σοι. ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ πανταχοῦ καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχεν, «μὴ τοῦτο», φησίν, «εἴπῃς, ὅτι αἱ πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν.» ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; καὶ ὅρα, τὸ μὴ πολλάκις σοι λελάληται οὐχὶ φειδομένου ἐστὶν ἀμφισβήτησις καὶ ἀμφιβολία, ἀλλὰ μὴ ἔχοντος ἐλέγξαι σαφῶς. ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; τί γὰρ εἶπεν; ηὔξατο ἀποθανεῖν καὶ ἀπαλλαγῆναι τῆς παρούσης ζωῆς. μὴ γὰρ εἶπεν, ὅτι «δίκαιος ὢν καὶ μεγάλα κατωρθωκὼς τοιαῦτα πάσχω»; ἀλλ' «ἐβουλόμην», φησίν, «μετὰ τῶν ἀσεβῶν, μετὰ τῶν οἰκετῶν, μετὰ τῶν ἐκτρωμάτων ἀπελθεῖν, τῶν αὐτῶν τυχεῖν ὧν καὶ οἱ ἀσεβεῖς.» οὐκ εἶπεν· «ἐγὼ ὁ τοιοῦτος καὶ τοσοῦτος.» 4, 3a εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς 3b καὶ χεῖρας ἀσθενούντων παρεκάλεσας, 4, 4a ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήμασιν, 4b γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος. ὅρα, τέως τὴν ἐν τοῖς ῥήμασιν αὐτοῦ λέγει βοήθειαν καὶ συμμαχίαν δεικνύς, ὅτι οὐδὲ τοῦτο μικρόν. εἰ γὰρ εἶπεν· «εἰ σὺ παρεκάλεσας χρήμασιν, πῶς σαυτὸν οὐ δύνασαι παρακαλέσαι;», ἐνῆν εἰπεῖν τὴν πενίαν. «εἰ δὲ λόγοις πολλοὺς παρεκάλεσας», φησίν, 60 «καὶ ἑτέρους ὄντας ἐν συμφοραῖς ἀνέστησας, πῶς ἐπὶ σοῦ τὸ φάρμακον γέγονεν ἀσθενές; ὁ τὰς ἑτέρων λύων ἀνάγκας διὰ τῆς ἐν τοῖς λόγοις παραινέσεως καὶ συμβουλῆς, πῶς οὐκ ἀποκέχρησαι τῇ μεθόδῳ τῆς θεραπείας ἐπὶ τῶν οἰκείων κακῶν;» 4, 5a νυνὶ δέ, φησίν, ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, 5b σὺ δὲ ἐσπούδασας. τί ἐστιν ἐσπούδακας; ταράττῃ, θορυβῇ, ἰλιγγιᾷς, σπεύδεις ἀποθέσθαι, οὐκ ἔχεις σαυτόν. 4, 6a πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ 6b καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; ὄντως ἀφροσύνης τὰ ῥήματα· «εἰ ἑτέροις βοηθήσας σαυτῷ μὴ δύνασαι βοηθῆσαι μηδὲ παραινέσαι σαυτῷ, ὅπερ ἑτέροις συνεβούλευες, εὔδηλον, ὅτι πάσης ἀρετῆς ἄμοιρος αὐτὸς εἶ. ὁ γὰρ ἑαυτῷ χρήσιμος γενέσθαι μὴ δυνηθεὶς πῶς ἂν ἑτέροις γένοιτο;» ἐκ τούτων διαβάλλειν ἐπιχειρεῖ τὴν δόξαν τῶν προτέρων κατορθωμάτων, ὥστε μοι δοκεῖ καὶ ἐκεῖνο εἶναι τὸ νόημα· μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ. «οὐ πολλάκις», φησίν, «εἶπες ἐν κόπῳ ἀλλοτρίῳ; τίς γὰρ δύναται ἐνεγκεῖν τὴν ἰσχὺν τῶν ῥημάτων σου, ὧν ἀεὶ καυχώμενος ἔλεγες; ἀλλ' ἰδού, νῦν ἐλήλεγκται ἡ μεγαληγορία σου.» εἰκὸς γὰρ ἦν τὸν δίκαιον καὶ εἰπεῖν τινα τῶν οἰκείων κατορθωμάτων καὶ ἤδη ὥσπερ νῦν εἰς ἀνάγκην ἐμπεσόντα· διὰ τοῦτό φησιν· ἐν κόπῳ. «τίς γὰρ καὶ δύναται τοῦτο», φησίν, «διηγήσασθαι ἢ ἐνεγκεῖν τὰ καυχήματά σου; ἀλλὰ νῦν ἐλήλεγκται. εἰ γὰρ σὺ ἐβοήθησας ἑτέροις,–––.» καὶ ὅρα, πῶς ἐκαυχᾶτο· οὐκ ἔλεγε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἀλλ' εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. ταῦτα γοῦν αὐτῷ καὶ προφέρει. 61 πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; τουτέστιν· «ὁ σκοπός, μεθ' οὗ ταῦτα ἐποίεις· ἢ ὅτι οὐδὲ ἐποίησας, ἢ ὅτι ὁ βίος σου πονηρίας γέμει, ἢ ὅτι οὐ μετὰ ὀρθῆς διανοίας ἐφόβου τὸν θεόν, ἀλλὰ ῥήματα ταῦτα ἦν. καὶ ἡ ἐλπίς σου ἐν ἀφροσύνῃ ἦν, ἔγεμεν ἀνοίας», φησίν. διὰ τί; ποία ἀνάγκη; οὐ γὰρ ἔνι πολλάκις ἑτέροις βοηθήσαντα αὐτὸν εἶναι ἐν συμφοραῖς; «οὔ», φησίν. εἶτα καὶ μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ ἔλεγεν· φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι, «οὗτος», φησίν, «ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν. εἰ γὰρ ἐν ἀληθινοῖς πράγμασιν ἦς καὶ βίου καθαροῦ, οὐκ ἂν ταῦτα προσεδόκησας, ὥστε αὐτὸς σεαυτὸν ἤλεγξας, ὅτι βίου ἀκαθάρτου ἦς καὶ πονηροῦ. ἀνόητον γάρ», φησίν, «ἀγαθὸν ὄντα καὶ χρηστὸν τοιαῦτα φοβεῖσθαι καὶ τοιαῦτα ἐλπίζειν. εἰ γὰρ ἐν τῷ τὰς ἑτέρων διορθοῦν συμφορὰς τὸν βίον ἀνάλωσας, πῶς λέγεις, ὅτι φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι; ἀλλ' ἡ κακία τῆς ὁδοῦ σου τοιαῦτά σε ἐποίει προσδοκᾶν.» ὅρα, πῶς ἀγωνίζεται καὶ φιλονεικεῖ καὶ πάντα κινεῖ δεικνὺς αὐτὸν ἀπὸ πονηρίας ταῦτα παθόντα. 4, 7a μνήσθητι οὖν, φησίν,– οὐκ εἶπεν· «βλέπε», ἀλλὰ μνήσθητι– 4, 7a τίς καθαρὸς ὢν ἀπώλετο. τουτέστιν· «ἀναλόγισαι πάντα τὸν ἔμπροσθεν χρόνον, οὕτω σαφές ἐστι τοῦτο καὶ δῆλον.» εἶτα, ἐπειδὴ ὁ λόγος εὐχείρωτος ἦν, ἐπάγει τὸ δεύτερον δοκοῦν ἀναμφισβήτητον εἶναι· 62 4, 7b ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. πλήττει αὐτὸν διὰ τῆς τῶν παίδων συμφορᾶς· «ἔστω γάρ, ἔχεις εἰπεῖν, ὅτι ἔπαθόν τι δεινὸν ἕτεροι, ἀλλ' οὐ μέχρι τῶν ἐκγόνων ἦλθεν αὐτοῖς τὰ δεινὰ οὐδὲ μέχρι τῆς ῥίζης αὐτῆς ἀνετράπησαν.» ἐπειδὴ γὰρ ὁ πρῶτος λόγος ἠλέγχετο, τὸν δεύτερον ἐπήγαγε δοκοῦντα ἰσχυρὸν εἶναι καὶ τῆς συμφορᾶς αὐτὸν ἀναμιμνῄσκοντα τῆς οἰκείας. 4, 8a καθ' ὃν τρόπον εἶδον, φησίν, τοὺς ἀροτριῶντας τὰ ἄτοπα. τουτέστιν· αὕτη ἡ συμφορὰ ἐκείνων ἐστὶ τῶν ἐργασαμένων τὴν ἀδικίαν. «τίς ἀπώλετο», φησίν, «οὕτως, ὡς ἐκείνους ὁρῶμεν ἀπολλυμένους;» ἢ τίς ἀπώλετο καθαρός, ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα; 4, 8b οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. καλῶς σπόρον καὶ ἄροσιν εἶπεν. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐκ εὐθέως ἀπώλοντο;», «οὐδὲ ὁ σπόρος εὐθέως ἀποδώσει», φησίν. 4, 9a ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, 9b ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. ὅρα καὶ ἕτερον δεινόν· «μὴ νομίσῃς», φησίν, «δαιμόνων εἶναι πονηρῶν μηδὲ ἀνθρώπων ἐπιβούλων τὰ συμβεβηκότα· ὁ θεός ἐστιν ὁ κολάζων. οὐκοῦν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν.» 4, 10a σθένος λέοντος, φωνὴ δὲ λεαίνης, 10b γαυρίαμα δὲ δρακόντων ἐσβέσθη; ὅρα, τί φησιν· «ὥσπερ τὰ κατὰ φύσιν πράγματα οὐκ ἂν ἑτέρως γένοιτο, ἀλλ' ἢ ὡς κατὰ φύσιν τέτακται, οὕτω», φησίν, «καὶ ἐνταῦθα, οἷον δὴ τὸ τοὺς μὲν πονηροὺς ἀπολέσθαι, τοὺς δὲ ἀγαθοὺς ἐν εὐθηνίᾳ εἶναι. μὴ εἶδες», φησίν, «τὸν δρόμον τῆς φύσεως διακοπέν63 τα;» οἷόν φησιν ὁ προφήτης ἐπὶ τῶν ἀδυνάτων· εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτοῖς; εἰ ἐρεύξεται λέων ἐκ δρυμοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐν παγίδι ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἄνευ τοῦ συλλαβεῖν τι; καὶ πάλιν· εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; καὶ ὅρα· φυσικὰ παραδείγματα λαμβάνει. τουτέστιν· οὐδὲν καινὸν οὐδὲ ξένον γίνεται, ἀλλὰ νόμοις τισὶ πάντα τέτακται καὶ οὐδὲν ἐνήλλακται. εἰ γὰρ καὶ τὰ κατὰ τὰ θηρία ἕστηκεν, πολλῷ μᾶλλον τὰ ἡμέτερα. ὥσπερ σθένος λέοντος οὐκ ἂν κωλυθείη, οὕτως οὐδὲ παρρησία δικαίου. οὐ γὰρ οὕτω κατὰ φύσιν πρόσεστι τῷ θηρίῳ ἡ δύναμις, ὡς τῷ δικαίῳ ἡ δύναμις καὶ ἡ ἰσχύς· εὐκολώτερον λέοντα ἄνανδρον γενέσθαι ἢ δίκαιον εὐχείρωτον. 4, 11a μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, 11b σκύμνοι δὲ λεόντων ἀπέλιπον ἀλλήλους; τὸ ζῷον τοῦτό φασι μὴ δύνασθαι σιτεῖσθαι. «τί οὖν; διεφθάρη;» φησίν. «οὐδαμῶς.» τοῦτο δὲ παράδοξον καὶ μέγα, χωρὶς τροφῆς διατρέφεσθαι τὸ ζῷον τῆς ἄνωθεν προνοίας ἀπολαῦον. ἡ τοίνυν πρόνοια ἡ ταῦτα διατάξασα καὶ μὴ διακόπτουσα πῶς ἂν τοὺς περὶ δικαιοσύνης ἔλυσε νόμους; ἀλλ' ἀλόγων μὲν τοσαύτην ποιεῖται πρόνοιαν, ἀνθρώπων δὲ οὔ; καὶ λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβουλον καὶ θανάσιμον. ὁ τοίνυν ἐν τοῖς δηλητηρίοις ζῴοις οὐδὲν διαταράττων καὶ τοῖς ἐπιβουλεύουσιν ἡμῖν 64 τὴν εὐταξίαν διατηρῶν, καίτοι μὴ ἐχόντων ἀπὸ φύσεως τὸ τρέφεσθαι, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων. ἀλλὰ μυρμηκολέοντος τοσοῦτον προνοεῖ, δικαίου δὲ οὐχί; σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους; καὶ τοῦτο φυσικὸν τὸ συναγελάζεσθαι καίτοι μικρὸν ὄν, καὶ οὐδὲ τοῦτο διέφθαρται· ἀλλ' ὅπερ τέθεικεν ἐν τῇ φύσει, τοῦτο διατηρεῖ. ὁρᾷς ζῷον ἄγριον; 4, 12a εἰ δέ τι, φησίν, ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, 12b οὐδὲν ἂν κακὸν τούτων συνήντησέ σοι. καὶ ἐν τῷ παρόντι αἰνίττεταί μοι, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ ἴσως ἢ εἰς ζῆλόν τινας ἄγων ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. ὁρᾶτε, ὅσοι τοιαῦτα διαπορεῖτε καὶ νῦν, τίνι προσεοίκατε. εἰ γὰρ ἐκεῖνος κατ' ἐκείνους τοὺς καιροὺς τοιαῦτα εἰπὼν οὐκ ἔτυχε συγγνώμης, πολλῷ μᾶλλον ἡμεῖς οἱ μετὰ τὴν πεῖραν τῶν πραγμάτων τοιαῦτα λέγοντες καὶ πολλὰς ἔχοντες αἰτίας τῶν γενομένων εἰπεῖν† ὥσπερ δοκοῦσι† καιρὸν εὑρηκέναι τοῦ ὀνειδίσαι καὶ ἐπεμβῆναι αὐτῷ τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν οὐκ ἀναμένοντες. 4, 12c πότερον οὖν, φησίν, οὐ δέξεταί σου τὸ οὖς ἐξαίσια; ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ εἶδες οὐδέποτε ἐνύπνιον;» φησίν, «οὐδὲ ἐταράχθης;» ἢ ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ ἤκουσας τοιούτων διηγημάτων; μὴ ψεύδομαι;» φησίν, «τὸ οὖς σου οὐκ ἐδέξατο ἐξαίσια;» «οὐ γὰρ δὴ ἐν ἡμέρᾳ μόνον πτοεῖ καὶ ταράσσει, ἀλλὰ καὶ ἐν ἐνυπνίοις», φησίν, «καὶ ἐγὼ τοιαῦτα πολλὰ πολλάκις ἔπαθον. οἶδε δὲ καὶ δι' ὀνειράτων μόνων ταράττειν», φησίν, «καὶ δίκην εἰσπράττεσθαι.» ἐπειδὴ γὰρ συνέβαινεν ἐναντιοῦσθαι αὐτοῦ τῷ λόγῳ 65 πολλοὺς ὄντας ἀδίκους καὶ οὐδὲν πάσχοντας τοιοῦτον, «ἀλλ' ἐν ὀνείροις», φησίν. ἐπειδὴ γὰρ οὐκ εἶδε τὸν θεὸν οὐδὲ χειρὸς ᾔσθετο ἁπτομένης αὐτοῦ, «μὴ θαυμάσῃς», φησίν· «ἀοράτως γὰρ κολάζει, ἐπεὶ καὶ ἐμὲ πολλάκις ἐτάραξεν ἐν ἐνυπνίοις καὶ οὐδεμίαν αἴσθησιν ἔσχον τῶν γενομένων, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον. τοῦτο μόνον», φησίν, «ὡς οἶδεν ὁ θεός, συνταράττει, καὶ μὴ θαυμάσῃς.» ταῦτα δὲ πάντα λέγει, ἵνα δείξῃ, ὅτι παρ' αὐτοῦ ἐστιν ἡ ὀργή. ἐμοὶ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι· ἐπειδὴ γὰρ τὸν ἔμπροσθεν πάντα βίον γαληνὸν διήγαγεν, «τί οὖν;» φησίν· «εἰ ἐν ὀνείροις σε ἐτάραξεν, πόθεν ἴσμεν; εἰ δὲ καὶ προεῖπεν ὥστε φοβηθῆναι καὶ προφυλάξασθαι, σὺ δὲ οὐκ ἐφυλάξω; ἐγὼ δὲ πολλὰ τοιαῦτα ὑπέστην.» καὶ οὐχ ἡγῇ τὸν βίον ἀβίωτον εἶναι τῶν καθ' ἑκάστην ἡμέραν ταραττομένων καὶ θορυβουμένων, κἂν ἐν ἡμέρᾳ διὰ παντὸς ἐν εὐπραγίᾳ διατελῶσιν; ἐμοὶ γὰρ τοῦ ἐν ἡμέρᾳ χαλεπώτερον εἶναι δοκεῖ, ὅταν τις αὐτὸν τῆς ἀναπαύσεως προσχώσῃ τὸν λιμένα. εἰ γάρ τις τὸν ὁδοιπόρον τὸν δι' ὅλης ἡμέρας φλογμῷ παλαίοντα καὶ ταλαιπωρίᾳ, ἑσπέρας ἀναπαύσασθαι βουλόμενον εἰς τὸ καταγώγιον, ἀπελάσειεν ἰνδάλματά τινα δεικνὺς καὶ θορύβους ψυχῆς, ἆρ' οὐχ ἡγῇ τῶν κατὰ τὴν ὁδὸν δεινὰ πασχόντων δεινότερα πείσεσθαι; 4, 13a ἐξαίσιοι γάρ, φησίν, παρ' αὐτοῦ φόβοι καὶ ἤχῳ νυκτερινῷ 13b ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους. 4, 14a φρίκη δέ μοι συνήντησε καὶ φόβος, 14b καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν, 4, 15a καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν· 15b ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, 4, 16a καὶ ἀνέστην καὶ οὐκ ἐπέγνων, 16b εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, 16c ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον. 66 «οὐκ ἤκουσας», φησίν, «ὅτι πολλοὶ οὕτως ἐκολάσθησαν;» εἶτα, ἵνα ποιήσῃ ἀξιόπιστον τὸν λόγον, ἑαυτὸν παράγει ὑπόδειγμα, ὅτι οὐδενὸς προλαβόντος, οὐδενὸς φαινομένου ἀθρόον φόβος τις καὶ ταραχὴ ἐνέπεσεν εἰς τὴν διάνοιαν αὐτοῦ. τοῦτο καὶ ἡ Πανάρετός φησιν περὶ τοῦ σκότους ἐκείνου, ὅτι ἰνδάλματα αὐτοῖς ἐφαίνετο κατὰ τὴν νύκτα καὶ τὸ σκότος ἐκεῖνο, καὶ ἱκανὸν ἦν εἰς τιμωρίαν τοῦτο. εἶτα πάλιν ἐκ περιουσίας ἐκ τοῦ καθόλου τὸ κατὰ μέρος δείκνυσιν. ὅρα, ἐπειδὴ εἶδε τὴν δόξαν ἀντικειμένην τοῦ δικαίου τοῖς αὑτοῦ ῥήμασιν, δι' ὅσων αὐτὴν καταβαλεῖν βούλεται. 4, 17a τί γάρ; φησίν· μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου 17b ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; «ἄλλως δέ», φησίν, «οὐδὲ δυνατὸν ἄνθρωπον ὄντα καθαρὸν εἶναι.» μὴ δὴ ταῦτα εἰς δόγματα δεξώμεθα, ἀγαπητοί. καὶ καλῶς προσέθηκεν· ἔναντι κυρίου, καθὼς καὶ ὁ προφήτης φησίν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. καὶ πάλιν· ἐὰν ἁμαρτίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καθάπερ γὰρ ἡμῶν ἡ ἀγαθότης πονηρία ἐστὶν πρὸς τὴν ἐκείνου ἀγαθότητα συγκρινομένη, οὕτω καὶ τὰ λοιπά. ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ, φησίν, ἄμεμπτος ἀνήρ; ὅρα αὐτὸν ἀντιφθεγγόμενον τῷ θεῷ· αὐτοῦ γὰρ εἰρηκότος ἄνθρωπος ἄμεμπτος οὗτός φησιν· «οὐκ ἄμεμπτος». ἀπὸ τῶν οἰκείων ἐπαίρει τὴν ψῆφον. 4, 18a εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, 18b κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν. ἐμοὶ δοκεῖ περὶ τῶν ἄνω λέγειν δυνάμεων· «τί δεῖ λέγειν περὶ ἀνθρώπων», φησίν, «ὅταν οἱ ἄγγελοι μὴ ὦσιν ἄμεμπτοι;» 67 τί δέ ἐστιν οὐ πιστεύει; ὡς δικαίοις καὶ ἀμέμπτοις καὶ οὐκ ἂν ἁμαρτοῦσιν, ἐμοὶ δοκεῖ, ὅτι δεκτικὴ τῶν ἐναντίων ἡ φύσις αὐτῶν. τί ἐστι σκολιόν τι ἐπενόησεν; «οὐκ ἀφῆκεν», φησίν, «ἐν τῇ φύσει αὐτῶν εἶναι τὸ ἐνάρετον.» καὶ καλῶς εἶπεν ἐπενόησεν, ἵνα μὴ τὸ τῆς φύσεως μεγαλεῖον αὐτοὺς ἐπάρῃ, ἀλλὰ διὰ παντὸς ὦσιν ὑποτεταγμένοι τῷ θεῷ. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων· οὐκ ἔχων ὁ ἄνθρωπος ἐν τῇ φύσει τὸ ἀθάνατον ὅμως ἐπήρθη, εἰ δὲ καὶ ἐν τῇ φύσει ἔσχεν, τί οὐκ ἂν ἐγίνετο; 4, 18c οὐρανὸς δέ, φησίν, οὐ καθαρὸς ἐνώπιον αὐτοῦ. τουτέστιν· ἡ τοσαύτη τῆς φύσεως καθαρότης κηλίς ἐστι πρὸς ἐκεῖνον, οὐχ ὡς τοῦ οὐρανοῦ προαίρεσιν ἔχοντος, ἀλλὰ τὴν κατὰ φύσιν καθαρότητα παραβάλλει τῇ καθαρότητι τῆς ἀρετῆς τοῦ θεοῦ. 4, 19a ἔα δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας. «τί χρὴ λέγειν περὶ τῶν ἀνθρώπων;» φησίν. καὶ πρῶτον ἀπὸ τῆς οἰκίας ἔβαλε τὴν φύσιν, εἶτα ἐξευτελίζει αὐτὴν καὶ ἑτέρωθεν. οὐκ ἤρκει εἰπεῖν, ὅτι ἀπὸ πηλοῦ ἐσμεν, ἀλλὰ καὶ ποίου πηλοῦ. ἀπὸ τοῦ χείρονος τὴν φύσιν ἐκάλεσεν, μονονουχὶ λέγων, ὅτι καθάπερ ἡμῖν τῆς φύσεως ἡ κατασκευὴ αἰτία τῶν ἁμαρτημάτων γίνεται, οὕτω καὶ τοῖς ἀγγέλοις ἐστί τι, ὃ ἐπενόησεν ὁ θεὸς πρός τε τὸ ταπεινοῦσθαι αὐτοὺς καὶ καταστέλλεσθαι· καὶ γὰρ καὶ καθ' ἡμῶν τοῦτο ἐπενόησεν τὴν σοφίαν αὐτοῦ δεικνὺς διὰ τοῦ εἰπεῖν ἐπενόησεν, οὐχ ὡς πολλὰ καμόντος, ἀλλ' ὡς σοφόν τι καὶ συνετὸν εὑρηκότος. 68 εἶτα καὶ κοινοῖ τὸν λόγον, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι· 4, 19b ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ. καὶ γὰρ ἑτέρωθεν πάλιν τὸ δυνατὸν τοῦ θεοῦ καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον παρίστησιν εἰπών· 4, 19c ἔπαισεν αὐτούς, φησίν, σητὸς τρόπον. τουτέστιν· εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρεν. 4, 20a ἀπὸ πρωίθεν, φησίν, ἕως ἑσπέρας, καὶ οὐκέτι εἰσίν. τουτέστιν· ἐν ἡμέρᾳ μιᾷ ἢ ὅτι διὰ παντός. 4, 20b καὶ παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. τουτέστιν· ὅτι οὐδεὶς ἀντιστῆναι δύναται τῷ θεῷ. οὐ δυνάμεθα δὲ βοηθῆσαι ἑαυτοῖς καὶ διὰ τὸ ὑπερέχον τῆς φύσεως τοῦ θεοῦ καὶ διὰ τὸ τῶν κακῶν πλῆθος. ἃ γὰρ ἡ χεὶρ ἡ ἁγία βεβούλευται, τίς διασκεδάσει; 4, 21a ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐτελεύτησαν, 21b καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν ἀπώλοντο. οὐδὲν γὰρ ἰσχυρότερον τοῦ σοφοῦ. τοῦτο αὐτοὺς εὐχειρώτους ἐποίησε καὶ τῷ θεῷ· μάλιστα μὲν οὖν καὶ ἀπὸ τῆς φύσεως αὐτῆς εἰσιν εὐάλωτοι, ἔπειτα δὲ καὶ ἀπὸ τῆς κακίας καὶ τῆς ἀσεβείας. 5, 1a ἐπικάλεσαι δέ, εἴ τίς σου ὑπακούσεται, 1b εἴ τινα ἁγίων ἀγγέλων ὄψει. καὶ ἀπὸ τούτου τὴν ὑπεροχὴν δείκνυσιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπὸ οἰκείων λογισμῶν ἐξετάζειν τὰ καθ' ἑαυτὸν τὸν Ἰώβ, ὅρα, τί φησιν· «μή μοι τοῦτο εἴπῃς. μέγας ἐστὶν ὁ θεός, πολλὰ ποιεῖ, ὧν οὐκ ἴσμεν· πολὺ τὸ ταπεινὸν τὸ ἡμέτερον, ἀπῳκίσμεθά που πόρρω. καὶ τί λέγω περὶ αὐτοῦ, ὅπου γε καὶ περὶ τῶν παίδων αὐτοῦ τὸ αὐτό ἐστιν εἰπεῖν; ὥστε, ὅπερ ἂν ποιήσῃ, καλῶς ποιεῖ.» 5, 2a καὶ γὰρ ἄφρονα, φησίν, ἀναιρεῖ ὀργή, 2b πεπλανημένον δὲ θανατοῖ ζῆλος. ἀλλ' ὁ σοφὸς ταῦτα πάντα ἐπέσκεπται μετὰ ἀκριβείας, ὁ δὲ ἀνόητος πρὸς οὐδὲν τούτων ὁρᾷ· ἢ ὅτι ὁ θεὸς ἀναιρεῖ τῇ ὀργῇ τὸν 69 ἄφρονα, πεπλανημένον δὲ θανατοῖ ζῆλος ὁ τοῦ θεοῦ. τουτέστιν· ἡ ὀργὴ τοὺς ἄφρονας ἀναιρεῖ· ἐμοὶ δοκεῖ τοὺς ἁμαρτωλοὺς λέγειν. τὸν ἄφρονα, φησίν, ὀργὴ ἀναιρεῖ, ὥστε τὸν φρόνιμον οὐδαμῶς· οὐδὲ γὰρ ὀργὴ ἔστιν ἐκεῖ. ὀργὴ δὲ ἀπόλλυσι καὶ φρονίμους, ἀλλαχοῦ φησιν· ὅταν δὲ καὶ ἀφροσύνη ᾖ, πολλῷ μᾶλλον. 5, 3a ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, 3b ἀλλ' εὐθὺς ἡ δίαιτα αὐτῶν ἐβρώθη. καὶ ὅρα, πῶς προδιορθοῦται· «μή μοι τοῦτο εἴπῃς, ὅτι πολλάκις καὶ παῖδας ἔσχον, ἀλλ' οὐ διηνεκῶς.» ἐπειδὴ γὰρ εἰκὸς ἦν λέγειν τινά· «πῶς οὖν, εἰ ἁμαρτωλὸς ἦν ὁ Ἰώβ, τοσούτων ἀπήλαυσεν ἀγαθῶν;», «ναί», φησίν, «ἑώρακα ἄφρονας ῥίζας βαλόντας.» ὁρᾷς, ὅτι τὸν ἄφρονα τὸν ἁμαρτωλὸν λέγει; καὶ τοῦτο τῆς τοῦ θεοῦ οἰκονομίας, ὥστε μὴ εὐθέως τοὺς ἁμαρτωλοὺς ἀναιρεῖν, ἀλλὰ διδόναι αὐτοῖς προθεσμίαν μετανοίας, ὥστε τοῖς ἀνθρώποις μὴ εἶναι ἀναγκαστὸν τὸ καλόν. 5, 4a πόρρω γένοιντο, φησίν, οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, 4b κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων. τουτέστιν· ἐσκορπίσθησαν, ἐξερρίφησαν. 5, 4b καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. 5, 5a ἃ γὰρ ἐκεῖνοι ἐθέρισαν, δίκαιοι ἔδονται· 5b αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρεθήσονται, 5c καὶ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. τουτέστιν· ἐξαντληθείη αὐτῶν ἡ δύναμις. ἅμα καὶ ἐπαιρομένου ἐστὶ ταῦτα. 5, 6a οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, 6b οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος. «τὸ γὰρ βαρύθυμον τοῦτο», φησίν, «ἐν ἀνθρώποις ἐστίν.» ὅρα, πῶς πάλιν βιάζεται δεῖξαι φυσικὰ τὰ εἰρημένα, ἵνα μὴ ἔχῃ τις ἐπισκῆψαι τῷ λόγῳ. «ἡ γὰρ τῶν ἀνθρώπων φύσις τοιαύτη», φησίν· 70 «οὐδὲν γὰρ μοχθηρότερον ἢ ὀϊζυρότερον γαῖα τρέφει ἀνθρώπου.» τουτέστιν· οὐ δεῖ θαυμάζειν οὐδὲ ξενίζεσθαι. ἐπὶ τούτῳ γεγόναμεν ὥστε ταλαιπωρεῖν καὶ ταλαιπωρεῖσθαι. τοῦτο καὶ ὁ προφήτης φησίν· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος, καὶ πάλιν ὁ Ἰακώβ· μικραὶ καὶ πόνηραι αἱ ἡμέραι μου. 5, 7a ἀλλ' ἄνθρωπος, φησίν, ἐν κόπῳ γεννᾶται. «φυσικὸν τὸ πρᾶγμά ἐστιν», φησίν, «ἀδύνατόν ἐστι διαφυγεῖν δυσπραγίαν.» ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιος ἦν ὁ Ἰώβ, «ἔστι δίκαιος» φησίν, «ἀλλ' ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη τίς ἐστιν ὥστε φέρειν τὰ δεινά.» ὅρα, ὅτι οὐκ ἔστιν ἀναμάρτητος, ἀπὸ τῆς φύσεως διϊσχυρίζεται· ἔα δέ, φησίν, τοὺς κατοικοῦντας οἰκίας πηλίνας, καὶ πάλιν· τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; πάλιν, ὅτι οὐκ ἔνι χωρὶς τῶν κακῶν ἐξελθεῖν, ἄνθρωπος, φησίν, ἐν κόπῳ γεννᾶται. οὐ γὰρ δὴ τὰ ἀναίσθητα οὐδὲ τὰ ἄλογα ζῷα μέλλουσι τῆς ἀθυμίας αἰσθάνεσθαι, ἀλλ' ἐν ἀνθρώποις τοῦτ' ἔστιν. ἐπίσκεψαι τὴν κοινὴν φύσιν καὶ ὄψει τοῦτο οὕτως ἔχον. 5, 7b νεοσσοὶ δέ, φησίν, γυπῶν τὰ ὑψηλὰ πέτονται. τουτέστιν· ἀφρόντιδές εἰσι καὶ ἀμέριμνοι. τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε, ἐπεὶ οὐδὲ ἡ γῆ οὐδὲ τὰ ὄρη, ἐπειδὴ ἀναισθησίας μετέχει. ἐμοὶ δοκεῖ καὶ τοῦτο ἀναίσθητον εἶναι τὸ ζῷον αἱμοβόρον καὶ σαρκοφάγον ὄν. 5, 8a οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου, 8b κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι. «καὶ τούτων ὄντων οὕτως», φησίν, «οὐδὲν πείσομαι ἐγὼ οἷον σύ, ἀλλ' ἐπιμενῶ τὸν δεσπότην ἐπιγινώσκων. σὺ μὲν γὰρ σχετλιάζεις, 71 ἐγὼ δὲ ἐπιμενῶ τὸν θεὸν ἐπικαλῶν καὶ οὐκ ἀπελπίζων. οἶδε γὰρ ἀεὶ πρὸς τὸ ἐναντίον τὰ πράγματα μεταστρέφειν. ἐν κακοῖς εἰμι, ἀλλὰ δύναταί με ποιῆσαι καὶ ἐν ἀγαθοῖς εἶναι, ὡσπεροῦν ἐξ ἐκείνων εἰς τοῦτο ἤγαγεν.» κύριον δέ, φησίν, τὸν παντοκράτορα, τουτέστιν· πάντων, καὶ καιρῶν καὶ τόπων καὶ πραγμάτων, κρατοῦντα. εἶτα διηγεῖται περὶ τῆς δυνάμεως αὐτοῦ τῆς ἐφ' ἑκάτερα καὶ λέγει πρῶτον κατὰ γένος, εἶτα ἰδικῶς· 5, 9a τὸν ποιοῦντα τὰ μεγάλα καὶ ἀνεξιχνίαστα, 9b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, 5, 10a τὸν διδόντα ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς, 10b τὸν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν. ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ τεκμήριον καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν καὶ μεταβολῆς καιροῦ δηλωτικόν. 5, 11a τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος 11b καὶ ἀπολωλότας ἐξεγείροντα ἐν σωτηρίᾳ. τοῦτο καὶ ἐπὶ τοῦ κατὰ μέρος τὸ μὲν δῆλον, τὸ δὲ ἄδηλον. ἀλλὰ τοῦτο οἰκειότερον τὸ παράδειγμα· 5, 12a τὸν διαλλάσσοντα βουλὰς πανούργων, 12b καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές. τουτέστιν· μεταβάλλοντα, μεταλλάττοντα τῶν πανούργων τὰς βουλὰς τῶν μὴ ποιούντων τι ἀληθές. καὶ τοῦτο τῆς τοῦ θεοῦ δυνάμεως καὶ οἰκονομίας ἔργον δύνασθαι καταλαμβάνειν πανουργίαν καὶ ποιεῖν ἀνόνητον. ὥσπερ γὰρ τὸ σωμάτων ἰσχυρῶν περιγενέσθαι οὕτω καὶ ψυχῆς δολερᾶς ἔργον θεοῦ. 5, 13a ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει αὐτῶν. τουτέστιν· περιγινόμενος, κρατῶν. 72 5, 13b βουλὰς δὲ πολυπλόκων ἐξέστησεν. ἀντὶ τοῦ· ἀκύρους ἐποίησεν. ταῦτα πρὸς τοῦτον αἰνίττεται ὡς καυχώμενον καὶ φιλοτιμούμενον. εἶτα λέγει, οἵοις περιβάλλει κακοῖς· 5, 14a ἐν ἡμέρᾳ αὐτοῖς, φησίν, συναντήσεται σκότος, 14b τὸ δὲ μεσημβρινὸν ψηλαφήσειαν ἴσα νυκτί. 5, 15a ἀπόλοιντο δὲ ἐν πολέμῳ. καὶ ὅτι τὰ ἐναντία ποιεῖ ἐπὶ τῶν ἀδυνάτων· 5, 15b ἀδύνατος δέ, φησίν, ἐξέλθοι ἐκ χειρὸς δυνάστου, 5, 16a καὶ εἴη ἀδυνάτῳ ἐλπίς, 16b καὶ ἀδίκου στόμα ἐμφραχθείη. ταῦτα ποιεῖ ὁ θεός, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ καὶ ἐκεῖνος μὴ ἐπαίρηται. ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ἐπικάλεσαι, εἴ τίς σοι ὑπακούσεται, ἵνα μὴ νομίσῃ ἀπρονόητα εἶναι διὰ τὸ μὴ ἀκούεσθαι, «οὐχί», φησίν, «ἀλλὰ καίτοι μὴ ὁρώμενος πολλὰ ποιεῖ ὁ θεὸς πράγματα», καὶ πολύς ἐστι τὸν ὑπὲρ αὐτοῦ λόγον κινῶν ὥστε τοῦτον βαλεῖν. εἰ γὰρ ἔθος αὐτῷ τοὺς ἀδυνάτους ἐπαίρειν εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦν, τοὺς δὲ δολεροὺς ἐλέγχειν, ὅρα τὸ συναγόμενον. εἶτα, ἵνα μὴ ποιήσῃ φορτικὸν τὸν λόγον καὶ πάνυ αὐτοῦ καθάψηται, φησίν, ὅτι «οὐχ οὗτος ὁ τρόπος τῆς τιμωρίας, μόνον τὸ πονηροὺς εἶναι τοὺς κολαζομένους, ἀλλ' ἔστιν ὅπου καὶ ἐπὶ χρησίμῳ γίνεται τῶν παιδευομένων». μᾶλλον δὲ οὐ τοῦτό φησιν, ἀλλ' ὅτι «κἂν παμπόνηροι ὦσιν, ὠφελοῦνται οἱ κολαζόμενοι». 5, 17a μακάριος δὲ ἄνθρωπος, φησίν, ὃν ἤλεγξεν κύριος ἐπὶ τῆς γῆς, 17b νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. διὰ τοῦτο καὶ συγγνώμης ἔτυχον οἱ φίλοι, εἰ καὶ τὰ πλείονα ἔλεγον ἀπὸ τοῦ σκοποῦ, ὅτι καὶ ἀνέμιξαν τοιαῦτά τινα. 73 εἶτα λέγει τὴν ἰσχὺν τὴν ἐπὶ τὰ ἐναντία, ὅτι καὶ διὰ τῆς τιμωρίας ὠφελεῖ καὶ πάλιν μεταβάλλει τὴν ἀλγηδόνα, ἐπειδὰν τὸ αὐτῆς ἐργάσηται. ἵνα γὰρ μὴ λέγῃ τις· «εἰ καὶ ὠφέλιμον τὸ φάρμακον, ἀλλὰ πικρόν, καὶ οὐ δύναμαι φέρειν», διὰ τοῦτό φησιν· «ἀλλ' οὐ διηνεκές ἐστιν· ἐπειδὰν τὸ ἑαυτοῦ ποιῇ, ἀφαιρεῖται αὐτό. μὴ γὰρ ἀφίησί σε ἑτέρου δεηθῆναι ἰατροῦ· ἐννόησον, ὅτι αὐτός ἐστιν ὁ θεραπεύων. εἰ δὲ αὐτός ἐστιν ὁ θεραπεύων, δῆλον, ὅτι καὶ νῦν θεραπεύων ἀλγεῖν ποιεῖ.» 5, 18a αὐτὸς γάρ, φησίν, ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν, 18b πατάξει, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται. εἰ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ καὶ πρὸς τὰ ἐναντία μετάγων καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλ' ἀπὸ τῆς αὐτῆς. 5, 19a ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, 19b ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν. τουτέστιν· οὐκ ἀεὶ τὰ αὐτὰ ποιεῖ, ἀλλ' ἐν μὲν πρώτοις ἀφίησι πεῖραν λαβεῖν, μετὰ δὲ ταῦτα οὐδὲ πεῖραν. 5, 20a ἐν λιμῷ ῥύσεται ἐκ θανάτου, 20b καὶ ἐν πολέμῳ ἐκ χειρὸς σιδήρου ῥύσεταί σε, 5, 21a καὶ ἀπὸ μάστιγος γλώσσης κρύψει σε, 21b καὶ οὐ φοβηθήσῃ ἀπὸ κακῶν ἐπερχομένων. οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα. 5, 21c ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν. οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς καὶ συκοφαντίας, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. 5, 21d οὐ μὴ φοβηθῇς, φησίν,– οὐ μόνον «οὐδὲν πείσῃ», ἀλλ' «οὐδὲ φοβηθήσῃ», φησίν– 5, 21d ἀπὸ ταλαιπωρίας, ὅτι ἐλεύσεται ταλαιπωρία. 22a ἀδίκων καὶ ἀνόμων καταγελάσῃ. 74 καὶ τοῦτο πολλῷ μεῖζον τὸ μὴ μόνον αὐτὸν εἶναι ἐν ἀσφαλείᾳ, ἀλλὰ καὶ ἑτέρων καταγελᾶν. «καὶ τί λέγω πρὸς ἀνθρώπους; οὐδὲ αὐτὰ τὰ θηρία ἔσται σοι φοβερά»· 5, 22b ἀπὸ γὰρ θηρίων τῆς γῆς οὐ φοβηθήσῃ· 5, 23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σου, 5, 23aα καὶ γνώσῃ, ὅτι ἐν εἰρήνῃ τὸ σκήνωμά σου 23aβ καὶ ἐπισκοπὴ τῆς εὐπρεπείας σου, καὶ οὐ μὴ ἁμάρτῃς. 5, 24a εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος. τουτέστιν· «καὶ ἡ οἰκία σου», φησίν, «πολλῆς ἀπολαύσεται τῆς εἰρήνης.» οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν. τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων ταραχῆς τὰ ἔνδον γέμοντα. 5, 24b ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. «οὐ μὴ πταίσῃ», φησίν, τουτέστιν· «οὐ μὴ δυσπραγήσῃ, οὐ μὴ πάθῃ τι δεινόν.» «εἶτα καὶ ἐπὶ τῶν ἐκγόνων ἡ εὐπραγία ἐκταθήσεται καὶ οὐδὲ ἄωρος ἥξει σοι θάνατος»· 5, 25a καὶ γνώσῃ, φησίν, ὅτι πολὺ τὸ σπέρμα σου, 25b τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. 5, 26a ἀπελεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν αὐτοῦ θεριζόμενος 26b ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. 5, 27a ἰδοὺ ταῦτα, φησίν, οὕτως ἐξιχνιασάμην, 27b ταῦτα δέ ἐστιν, ἃ ἀκηκόαμεν. 27c σὺ δὲ γνῶθι σεαυτῷ, εἴ τι ἐποίησας. ὅρα, πῶς τὴν ὠφέλειαν τῶν εἰρημένων κατέστρεψεν ἅπασαν καὶ χαλεπὴν ἔδωκε τὴν πληγήν. πῶς καὶ τίνι τρόπῳ; δεικνύς, ὅτι οὐχὶ τῶν νουθετουμένων ἐστὶν οὐδὲ τῶν ἐχόντων ἐλπίδα. καὶ γὰρ ἃ εἴρηκεν δῆθεν ἐπὶ τοῦ προσώπου αὐτοῦ εἴληφεν, ἐπὶ δὲ τοῦ καθόλου τὸν λόγον ποιεῖται. «ταῦτα γάρ ἐστιν», φησίν, «ἃ εἴδομεν καὶ ἠκούσαμεν. εἰ δὲ ἐπὶ σοῦ οὐκ ἐξέβη, ἀλλ' ἐμμένεις τοῖς δεινοῖς, σόν ἐστιν εἰδέναι τὴν πονηρίαν τὴν σαυτοῦ.» 75 6, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 6, 2a εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, 2b τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν· 6, 3a καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. ἔθος τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι μετὰ πολλῆς τῆς ἀκριβείας ἐπιθυμεῖν εἰδέναι τοὺς παρόντας τὸ μέγεθος τῶν κατειληφότων δεινῶν. τοῦτο δὴ οὗτος ὥσπερ ἐν τάξει εὐχῆς φησιν. εἰ γάρ τις ἀντὶ τοῦ·" εἴθε γάρ". ἰδοὺ ὀργὴν ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσομεν, οἷον ὡς ὅταν λέγῃ· ὁ παροξύνων βασιλεῖς, τουτέστιν· ὁ λυπῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόρρω τῶν ἐμῶν συμφορῶν ἑστηκότες μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας.» τοῦτο πρὸς ἐκεῖνο τὸ ῥῆμα, ὃ ἔλεγεν, ὅτι σὺ ἐνουθέτησας πολλούς, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, σὺ δὲ ἐσπούδακας. «τί λέγεις·" σὺ ἐσπούδακας"; ἐβουλόμην γενέσθαι δήλην μου τὴν συμφοράν, καὶ ἔγνωτε ἄν, ὡς οὐδεὶς τοιαῦτα ἔπαθεν.» ἀλλ' ὅρα δυσπραγίαν· «ἀφ' ὧν ἔδει με συγγνώμης τυγχάνειν, ἀπὸ τῶν αὐτῶν πραγμάτων ἀσύγγνωστός εἰμι. τὸ μέγεθος τῆς συμφορᾶς οὐ μόνον οὐκ ἀπολογεῖται», φησίν, «ὑπὲρ ἐμοῦ οὐδὲ μόνον οὐκ ἀφίησί με ἐλεεινὸν φαίνεσθαι, ἀλλὰ καὶ αὐτό με καταδικάζει. ἀφ' ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος. ἀλλ' οὐ δύναμαι», φησίν, «ἐλέους τυχεῖν, ὅσα ἂν εἴπω· τεκμήριον γὰρ τοῦτο ποιεῖσθε ἀσεβείας.» πρὸς ὃ εἶπεν ἐκεῖνος· μνήσθητι, εἴ τινες ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθάπερ καὶ περὶ τοῦ μακαρίου Παύλου ἔλεγον οἱ βάρβαροι, ὅτι τοῦτον διαφυγόντα τὴν θάλασσαν ἡ δίκη ζῆν οὐκ 76 εἴασεν. οἱ γὰρ ἄνθρωποι καὶ μάλιστα ὁ δημώδης ὄχλος τὰ γενόμενα ἁπλῶς καὶ κατὰ τὸ τυχὸν κρίνων οὐκ ἀπὸ τῶν ἑκάστῳ πεπραγμένων φέρει τὰς ψήφους, ἀλλ' ἀπὸ τῶν τιμωριῶν καὶ τῶν κολάσεων. ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνος· τίς γὰρ βροτὸς καθαρὸς ἐνώπιον κυρίου;, διὰ τοῦτό φησιν· «οὐ δύναμαι ἀντιφθέγξασθαι οὐδὲ εἰπεῖν, ὅτι τοσαῦτα καὶ τοιαῦτα πέπονθα οὐδὲν ἁμαρτών. ἀντιφθέγγεται γάρ μοι τὰ τῶν τιμωριῶν· ἐπεὶ ἠδυνάμην ἐλέγξαι», φησίν, «τὸν ἰσχυρόν;»– τουτέστιν· ἀντειπεῖν. 6, 3b ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα· 6, 4a βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, 4b ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. 4c ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. τί ποτε τοῦτό ἐστιν; «οὐχὶ ταύτῃ μόνον», φησίν, «κεντοῦσιν, τῷ ἐμπεπηγέναι τῇ σαρκί, ἀλλὰ καὶ τῷ τὴν ψῆφον μου ἀφαιρεῖσθαι τὴν δικαίαν. ἵνα τί ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με καὶ τὸ ἐναντίον δοκεῖ λέγειν, ὅτι «ὅταν κεντῶσί με, τότε λαλῶ»; σχεδὸν ἀπολογεῖται ὑπὲρ τῶν προτέρων, ὑπὲρ ὧν ἐπηράσατο τὴν ἡμέραν. «οὐ γάρ», φησίν, «ἀπὸ πονηρίας οὐδὲ εἰκῇ οὐδὲ ἁπλῶς ταῦτα φθέγγομαι, ἀλλ' ὑπὸ τῆς ὀδύνης κεντούμενος. τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος ὡς εἰκῇ βούλεσθαι θρηνεῖν;»– διὰ τὸ λέγειν αὐτόν· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. καθάπερ ἐκεῖνοι τὰ ἄλογα παρήγαγον λέγοντες· σθένος λέοντος, οὕτω καὶ οὗτος· 6, 5a τί γάρ; μὴ διὰ κενῆς κεκράξεται, φησίν, ὄνος ἄγριος ἀλλ' ἢ τὰ σῖτα ζητῶν; 5b εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων βρώματα; καλῶς προσέθηκεν· ἐπὶ φάτνης· ἀλλαχοῦ γὰρ βοᾷ. καὶ πάλιν· 6, 6a εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός, 6b εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; 77 «ὥσπερ», φησίν, «οὐκ ἂν ἕλοιτο βοῆσαι εἰκῇ ὄνος οὐδὲ βοῦς ἐπὶ φάτνης, καὶ ὥσπερ οὐκ ἄν τις ἕλοιτο φαγεῖν ἄρτον ἄνευ ἁλὸς οὐδὲ προσέχειν ῥήμασι κενοῖς»– ἐκεῖνα τὰ μάλιστα ἀδύνατα τέθεικεν–, «οὕτως οὐδ' ἂν αὐτὸς ἑλοίμην», φησίν, «τοιαῦτα θρηνεῖν οὐκ οὔσης ἀνάγκης τῆς κεντούσης. ὥσπερ γὰρ ἀηδὲς ἄρτον ἄνευ ἁλὸς φαγεῖν, οὕτω καὶ ἐμοὶ ἀηδὲς θρηνεῖν καὶ ὀδύρεσθαι καὶ ῥήματα περιττὰ φθέγγεσθαι. τίς γὰρ ἂν ἕλοιτο ἁπλῶς ὀδύρεσθαι;» ἀπὸ τοῦ πορρωτέρου ἐπὶ τὸ ἐγγύτερον ἐλήλυθεν, ἀπὸ τοῦ ὄνου ἐπὶ τὸν ἄρτον. «ποία γὰρ ἡδονὴ ἐν ῥήμασι κενοῖς;» γεῦμα ἡδονή ἐστιν. εἰ δέ τι ῥῆμα ἀληθινόν, φησίν, ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων συνήντησέ σοι. διὰ τοῦτό φησιν· ἀλλ' ὡς ἔοικε, τὰ ῥήματά μού ἐστι φαῦλα. 6, 7a οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή. διὰ τί; 6, 7b βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. οὐκ ἤρκει τὸ ἕλκος οὐδὲ ὁ ἰχώρ, ἀλλὰ καὶ ἑτέρα τιμωρία. ἀπὸ τῆς νόσου καὶ τὴν αἴσθησιν ἅπασαν ἐβλάβη, ὥστε αὐτῷ καὶ αὐτὴν τὴν τροφὴν τιμωρίαν γενέσθαι. ἡ δυσωδία τῆς σηπεδόνος τὸ κριτήριον ἀφεῖλε τῶν αἰσθήσεων. τί ταύτης τῆς τιμωρίας χαλεπώτερον γένοιτο; οὐχ ὕπνος ἀνέπαυεν, οὐ τροφὴ ἔτρεφεν. ὥσπερ ὀσμὴ λέοντος, φησίν. δυσῶδες γὰρ τοῦτο τὸ θηρίον μεθ' ὑπερβολῆς. ἐπειδὴ γὰρ ἔχει τὴν ἀπὸ τῆς φύσεως πλεονεξίαν, ἑτέρως αὐτὸ τῶν ἄλλων ἐποίησε φαυλότερον ὁ θεός. 6, 8a εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις 8b καὶ τὴν ἐλπίδα μου δώῃ ὁ κύριος. 6, 9a ἀρξάμενος ὁ κύριος τρω78 σάτω με, 9b εἰς τέλος δὲ μή με ἀνελέτω. 6, 10a εἴη δὲ πόλις μου τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. «μία λύσις τούτων ἐστίν», φησίν, «τῶν δεινῶν θάνατος καὶ ἀνάπαυσις.» τί ἐστιν· ἡλλόμην; «γαῦρος ἤμην», φησίν, «καὶ πεποιθώς.» 6, 10a οὐ μὴ φείσωμαι· 10b οὐ γὰρ ἐψευσάμην ἐν ῥήμασιν ἁγίου θεοῦ μου. «οὐ μὴ φείσωμαι τῆς πρὸς ὑμᾶς ἀντιλογίας», φησίν· «οὐ γὰρ σύνοιδα ἐμαυτῷ τοιοῦτον οὐδέν, οἷον ὑμεῖς λέγετε. ἀλλ' οὐ λέγω τοῦτο, ἀλλ' ὅτι μείζονα τῆς οἰκείας», φησίν, «φύσεως μεμαστίγωμαι· ὑπὲρ γὰρ δύναμιν θνητῶν σωμάτων τῶν βασάνων τὸ μέγεθος.» σὺ δέ μοι παρατήρει πανταχοῦ, πῶς καὶ τοσαύτην ἀνάγκην ὁρῶν οὐδαμοῦ πρὸς τὴν τῶν κατορθωμάτων αὐτοῦ διήγησιν ἐξελθεῖν ἠνέσχετο, ἀλλὰ κρύπτει τέως. καὶ τὰ μὲν ἁμαρτήματα μετὰ πολλῆς τῆς παρρησίας ἐπὶ συλλόγου καὶ λαμπροῦ θεάτρου πολλάκις ἐξεπόμπευεν, τὰ δὲ κατορθώματα καὶ τοσαύτην ἀνάγκην ὁρῶν σιγᾷ. οὐ γὰρ δὴ λέγει, ὅτι «δίκαιος ὢν τοιαῦτα πέπονθα», ἀλλ' ὅτι «οὐ δύναμαι ἐνεγκεῖν», ὥσπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· ἐλέησόν με, ὅτι ἀσθενής εἰμι. τοῦτο δὲ τὸ ῥῆμα τῶν οὐκ ἐχόντων ἐστὶ παρρησίαν ὥστε ἐπὶ τὴν ἀσθένειαν καταφεύγειν τῆς φύσεως. τὸ γὰρ λέγειν, ὅτι «ἀσθενής εἰμι, οὐκ εἰμὶ λίθος οὐχὶ δεικνύντος ἐστίν, ὅτι ἀναξίως παιδεύεται, ἀλλ' ὅτι δικαίως μέν, οὐ δύναται δὲ ἐνεγκεῖν. καὶ διὰ τοῦτο συγγνώμης ἀξιοῖ τυχεῖν. 6, 11a τίς γάρ μού ἐστιν ἡ ἰσχύς, φησίν, ὅτι ὑπομένω; 11b ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; 6, 12a μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; 79 τί ἐστιν· τίς μου ὁ χρόνος; «ὀλιγοχρόνιός εἰμι», φησίν, «μὴ γὰρ ἔχω μεγάλην τὴν ἐκ τοῦ χρόνου ἀντίδοσιν; μὴ γὰρ ἔστιν ἐλπίσαι μακρὸν ζήσεσθαι χρόνον;» τίς γάρ μού ἐστιν ἡ ἰσχύς, ὅτι ὑπομένω; οὐκοῦν οὐκ ἀπὸ ἰσχύος ὑπομένει, ἀλλ' ἀπὸ εὐλαβείας καὶ φόβου θεοῦ. εἰ γὰρ ἐβούλετο, οὐκ ἂν ὑπέμεινεν, ἀλλ' ἑαυτὸν ἂν διεχρήσατο, ὥστε, εἰ καὶ μηδαμόθεν ἑτέρωθεν, ἐντεῦθεν κατάμαθε τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, ὃς ἄνθρωπος ὢν τὰ μείζονα τῶν λίθων ὑπομένει διὰ τὸν τοῦ θεοῦ φόβον, καὶ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ. 6, 12b ἢ αἱ σάρκες, φησίν, χαλκαῖ, 6, 13a ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; 13b βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν, 6, 14a ἀπείπατο δέ με ἔλεος, 14b καὶ ἐπισκοπὴ κυρίου ὑπερεῖδέ με. ἢ οὐκ ἐπ' αὐτῷ, φησίν, ἐπεποίθειν; ἐπειδὴ τοῦτο παρῄνει οὗτος, ὅτι κύριον τὸν παντοκράτορα ἐπικάλεσαι, φησίν, ὅτι ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; σὺ δὲ ἐννόησον, ὅτι οὐκ ἐν προοιμίοις τῆς συμφορᾶς ταῦτα λέγεται, ἀλλὰ χρόνου πολλοῦ προβεβηκότος, πρὸς αὐτῷ τῷ τέλει τῶν ἀγώνων. 6, 15a οὐ προσεῖδόν με, φησίν, οἱ ἐγγύτατοί μου. ὥσπερ χειμάρρους ἐκλείπων 15b ἢ ὥσπερ κῦμα παρῆλθόν με. 6, 16a οἵτινές με ηὐλαβοῦντο, νυνὶ ἐπιπεπτώκασί μοι. καὶ τοῦτο τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἔργον τὸ καὶ τοὺς οἰκείους αὐτὸν ὑπερορᾶν τοιαῦτα πάσχοντα. ὅταν γὰρ αὐτὸς ἀποστῇ 80 καὶ γυμνωθῇ τῆς παρ' αὐτοῦ βοηθείας, πάντα ἐχθρὰ καὶ πολέμια. «οὐδεὶς ἐπέγνω με», φησίν, «ἐν τῇ συμφορᾷ, ἀλλὰ τοῦτο οὔπω μέγα· οἵτινές με ηὐλαβοῦντο, νυνὶ δὲ ἐπιπεπτώκασί μοι. τοῦτο πολλῷ χαλεπώτερον τὸ καὶ ἐπεμβαίνειν κειμένῳ.» ἐμοὶ δοκεῖ τούτους αἰνίττεσθαι. 6, 16a ὥσπερ χιὼν 16b ἢ κρύσταλλος, φησίν, πεπηγώς· 6, 17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκέτι ἐπεγνώσθη, ὅτι ἦν, 6, 18a οὕτως ἐγὼ κατελείφθην ὑπὸ πάντων. 18b ἀπωλόμην τε καὶ ἔξοικος ἐγενόμην. τουτέστιν· «οὐδὲ μνημόσυνον ὑπολέλειπται οὐδὲ λείψανον τῆς προτέρας εὐπραγίας.» ταῦτα τῆς συμφορᾶς χαλεπώτερά ἐστιν. εἴ τις ἄραι μου τὰς ὀδύνας ὁμοθυμαδὸν ἐν ζυγῷ. καὶ πειρᾶται αὐτὰς διηγεῖσθαι· «βρῶμον γὰρ ὁρῶ, φησίν, τὰ σῖτά μου. εὔχομαι ἀποθανεῖν καὶ οὐκ ἀποθνῄσκω· ἄνθρωπος ὢν ταῦτα πάσχω, οὐ λίθος, ἄνθρωπος ὀλιγοχρόνιος. οὐκ ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς. οἱ μὲν παρατρέχουσί με τῶν οἰκείων, οἱ δὲ καὶ ἐπεμβαίνουσιν. οὐδὲν λείψανον τῆς προτέρας ὑπολέλειπται εὐπραγίας.» 6, 19a ἴδετε ὁδοὺς Θαιμανῶν 19b καὶ ἀτραποὺς Σαβῶν, οἱ διορῶντες, 6, 20a αἰσχύνθητε αἰσχύνην, οἱ ὁρῶντες. ὀφειλήσουσιν 20b οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. «ἐπιβλέψατε», φησίν, «καὶ ἴδετε.» τουτέστιν· «τὰ οἰκεῖα ἀναμνήσθητε. τὸ μέλλον ἄδηλον καὶ πάντες ὁμοίως ὑποκείμεθα. ταῦ81 τα καὶ ὑμεῖς λογίζεσθε περὶ ὑμῶν αὐτῶν καὶ τοῦ φρονήματος ἑαυτοὺς καταστέλλετε.» 6, 21a ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως. «ἀσυμπαθῶς», φησίν, «ἐλεγκτικῶς, κατηγορικῶς.» 6, 21b ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. «φοβήθητε, μὴ δίκας ἐξαιτηθῆτε τῆς ἀγριότητος. εἰ καὶ μηδὲν ἕτερον», φησίν, «μήτε φιλία μήτε ἡ τὸ πρότερον εὐεργεσία μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ἐποίει, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.» 6, 22a τί γάρ; μή τι ὑμᾶς ᾔτησα 22b ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι, 6, 23a ὥστε με σῶσαι ἐκ χειρὸς κακῶν 23b ἢ ῥύσασθαί με ἐκ χειρὸς δυνάστου; τουτέστιν· «οὔτε πρότερον ὑμῶν ἐδεήθην οὔτε νῦν, ἀλλ' αὐτόματοι παρεγένεσθε ὡς δὴ παρακαλέσοντες· τί οὖν τὰ τῶν ἐχθρῶν διαπράττεσθε;» 6, 24a διδάξατέ με, ἐγὼ δὲ κωφεύσω. 24b εἴ τι πεπλάνημαι, φράσατέ μοι. «ἀλλ' ὅμως οὐδὲ οὕτως ἀρνοῦμαι μανθάνειν, μόνον εἴ τι χρήσιμον δυνήσεσθε εἰπεῖν, ἀλλὰ σιγήσομαι, ἄν τι εἴπητε τῶν δεόντων.» οὐ γὰρ δὴ εἶχον ἐκεῖνοι φανερὰ ἐγκλήματα προβάλλεσθαι, ἀλλ' ἁπλῶς ἀπὸ στοχασμοῦ. καὶ ὅτι μὲν βίου ἐναρέτου ἦν, φανερὸν ἦν· ὅτι δὲ οὐκ ἦν, ἐστοχάζοντο οὗτοι ἀπὸ τῶν τιμωριῶν. 6, 25a ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀνδρὸς ἀληθινοῦ ῥήματα. «ἀλλ' οὐ δυνατόν», φησίν, «ἀγωνίσασθαι καλῶς μοι τῆς συμφορᾶς ἀντιφθεγγομένης.» ἢ ὅτι ὁ τὰ ὀρθὰ λαλῶν καὶ μετὰ παρρησίας φθεγγόμενος οὐκ ἔστι τοῖς ἀκούουσι φορητός· τὰ γὰρ τοῦ δικαίου ῥήματα πάντες 82 φαυλίζουσιν. τοῦτο καὶ γνωμικῶς εἶπεν, οὐχὶ διὰ τὴν συμφορὰν μόνον. 6, 25b οὐ γὰρ παρ' ὑμῶν, φησίν, ῥῆμα οὐδὲ ἰσχὺν αἰτοῦμαι, 6, 26a οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει. μάλιστα μὲν οὐδὲ μέλλοντας ὑμᾶς ἀπὸ τῶν παρόντων τὰ κατ' ἐμὲ κρίνειν παραιτήσομαι, πολλῷ δὲ πλέον νῦν. 6, 25b οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι, 6, 26a οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει, 26b οὐδὲ φθέγμα ῥήματος ὑμῶν ἀνέξομαι, 6, 27a πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, 27b ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. «οὐχ ἡ συμφορά, οὐχ ἡ φιλία κατέκαμψεν ὑμᾶς», φησίν. «πλὴν ἀλλ' εἰ βούλεσθε, πάλιν ἀναλάβωμεν τὸν λόγον. οὐ παραιτοῦμαι, κἂν εἰς τὴν ἐναντίαν μοῖραν ἑαυτοὺς τάξητε, καὶ ἀντερῶ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα.» 6, 28 νυνὶ δέ, φησίν, ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. 6, 29a καθίσατε δή, καὶ μὴ εἴη ἄδικον ἐν κρίσει, 29b καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. 6, 30a νῦν ἄρξασθε· οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον. 30b οὐχὶ δὲ καὶ ὁ λάρυγξ μου σύνεσιν μελετᾷ; ὅρα πανταχοῦ τῆς δόξης τῆς ἑαυτοῦ φροντίζοντα τὸν ἄνθρωπον, μὴ πονηροῦ τινος καὶ ἀσεβοῦς λάβῃ δόξαν. 7, 1a πότερον οὐχὶ πειρατήριον, φησίν, ἐστὶν ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς; τοῦτο καὶ αὐτός φησιν· ἀλλ' ἄνθρωπος ἐν κόπῳ γεννᾶται. τί οὖν τοῦτο πρὸς αὐτόν; ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν. οὕτως ὁ θεὸς ὥρισεν ἐπίπονον εἶναι τὸν ἀνθρώπινον βίον. ἀλλὰ προσέθηκεν· ἐπὶ τῆς γῆς, οὐκέτι" ἐν τοῖς οὐρανοῖς". 7, 1b καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ. 83 τὸ ἐπίπονόν φησιν· καθάπερ ἐκεῖνος δι' ὅλης πονεῖται καὶ ταλαιπωρεῖ τῆς ἡμέρας, οὕτω καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος καὶ οὐδὲν μέγα συλλέγων· καθάπερ γὰρ ἐκεῖνος ὁ μίσθιος πάντα μὲν τὸν χρόνον πονεῖται τῆς ἡμέρας, οὐδὲν δὲ μέγα συλλέγει, οὕτω καὶ ὁ ἅνθρωπος. ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; 7, 2a ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον ἑαυτοῦ καὶ τετευχὼς σκιᾶς. «κἂν ἀναπαύσωμαι μικρόν», φησίν, «καθάπερ οἰκέτης μικρὸν ἀναπνεῖ οὐ μετὰ ἀδείας οὐδὲ μετὰ παρρησίας, οὕτω πολλαὶ πολλαχόθεν αἱ τῆς τυραννίδος ἐπιθέσεις.» ἐμοὶ δοκεῖ τὸν δραπέτην λέγειν οἰκέτην· καθάπερ ἐκεῖνος ὁ φυγὼν τὸν δεσπότην ἐν ἀγωνίᾳ διὰ παντός ἐστιν. 7, 2b ἢ ὥσπερ μίσθιος ἀναμένων τὸν μισθόν. ἐκεῖνον τὸν χρόνον ἀναπαύεται μόνον. 7, 3a οὕτω κἀγὼ ὑπέμεινα μῆνας κενούς. «μετὰ ἀγωνίας, μετὰ ταλαιπωρίας, μετὰ φόβου.» τοῦτο δὲ οὐχὶ περὶ πάντων λέγει, ἀλλὰ περὶ ἑαυτοῦ. 7, 3b νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. 7, 4a ἐὰν κοιμηθῶ, λέγω πάλιν· πότε ἡμέρα; 4b ὡς δ' ἀναστῶ, λέγω πάλιν· πότε ἑσπέρα; 4c πλήρης γὰρ γίνομαι ὀδυνῶν ἀφ' ἑσπέρας ἕως πρωί. 7, 5a φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, 5b τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. «ὅτι πειρατήριόν ἐστιν», φησίν, «ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς, οὕτω κἀγὼ ἀνέμεινα μῆνας κενούς.» κενοὺς διὰ τί; ὅτι ἐταλαιπώρησα καὶ μισθὸν οὐκ ἔλαβον, ὅτι ἐν συμφοραῖς καὶ οὐδὲν ἔχω τέλος χρηστὸν φλογμῷ καὶ ἱδρῶτι παλαίων τοσούτῳ. 84 νύκτες, φησίν, ὀδυνῶν δεδομέναι μοί εἰσιν. τὸ μεῖζον τούτου· πανταχοῦ δυσάρεστος ἦν. «οὔτε τὸ φῶς με τῆς ἡμέρας παραμυθεῖται οὔτε τῆς νυκτὸς ἡ ἀνάπαυσις. ἕκαστος καιρὸς ἐμοὶ φορτικός, τῶν παρόντων ἀπαλλαγὴν μόνον ζητῶ.» ὅπερ τῶν δυσαρέστων ἐστίν. εἶτα τὴν συμφορὰν λέγει· τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. οὐκέτι γὰρ ὀστράκῳ, ὡς ἐμοὶ δοκεῖ, ταλαιπωρηθείς, ἀλλὰ γῇ λοιπὸν τοῦτο ἐποίει. 7, 6a ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως, 6b ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. ἐπειδὴ λέγει·" ὑπόμεινον τὸν κύριον καὶ αὐτός σοι ἀποδώσει", «οὐδὲν ὑπολέλειπταί μοι», φησίν, «λοιπὸν τῆς ζωῆς, οὕτω ταχὺ παρέρχομαι πρὶν ἢ φανῆναι, οὕτως ὀλίγος ἡμῶν ὁ χρόνος. οὐκ ἔστιν εἰπεῖν, ὅτι πολὺν χρόνον ἀπολαύσας τῆς ζωῆς ἢ μέλλων ἀπολαύσεσθαι ταῦτα πάσχω τὰ δεινά, ἀπόλωλα δὲ ἐν κενῇ ἐλπίδι προσδοκήσας μεταβολήν τινα καὶ λύσιν.» 7, 7a μνήσθητι δή, ὅτι πνεῦμά μου ἡ ζωή. ὅρα οὐδαμοῦ ἀπὸ κατορθωμάτων ἀξιοῦντα σωθῆναι ἑαυτόν, ἀλλ' ἐπειδὴ ὀλιγοχρόνιός ἐστιν. 7, 7b καὶ οὐκέτι, φησίν, ἐπανελεύσεται ὁ ὀφθαλμός μου τοῦ ἰδεῖν ἀγαθόν. τὴν ἐνταῦθα ἐπάνοδόν φησιν. ἐμοὶ δοκεῖ τὸν περὶ ἀναστάσεως ἀγνοεῖν λόγον τοῦτον· οὐ γὰρ ἂν οὕτως ἤνεγκε χαλεπῶς ἐπιστάμενος. ταῦτα γὰρ τὰ ῥήματα τοῦτον εἶχε τὸν σκοπόν· ταῦτα διανοουμένου ἦν καὶ ἐνθυμουμένου καὶ ἐννοοῦντος. 7, 8a οὐ κατανοεῖ μοι ὁ ὀφθαλμὸς ὁρῶντός με, 8b οἱ ὀφθαλμοί σου ἐν ἐμοὶ καὶ οὐκέτι εἰμί, 7, 9a ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. 9b ἐὰν γὰρ ἄνθρωπος κατα85 βῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ ἔτι 7, 10a οὐδὲ μὴ ἐπιστραφῇ ἔτι εἰς τὸν ἴδιον οἶκον, 10b οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ ἔτι. 7, 11a τοιγαροῦν, φησίν, οὔτε ἐγὼ φείσομαι τῷ στόματί μου, οὐ τῇ διανοίᾳ, 11b λαλήσω δὲ ἐν ἀνάγκῃ τοῦ πνεύματός μου. ὅρα πρῶτον μέν, πῶς οἶδεν ἐπιγινώσκειν ἑαυτοῦ τὰ ῥήματα καὶ σχεδὸν ἀπολογίαν ἀπαιτεῖ παρὰ τῶν δικαστῶν καὶ συγγνώμης ἀπολαῦσαι ἀξιοῖ, ὡς οὐκ αὐτοῦ, ἀλλὰ τῆς θλίψεως ταῦτα φθεγγομένης. 7, 11c ἀνοίξω, φησίν, τὸ στόμα μου ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. 7, 12a πότερον θάλασσά εἰμι ἢ δράκων, 12b ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; τουτέστιν· «ὅτι τοσαύτῃ κέχρησαι φρουρᾷ περὶ ἐμέ.» φυλακὴν δὲ τὸν φόβον λέγει. 7, 13a εἶπον· παρακαλέσει με ἡ κλίνη μου, 13b ἀνοίσω δὲ πρὸς ἐμαυτὸν διάλογον ἰδίᾳ τῇ κοίτῃ μου. τὸν φόβον φυλακὴν λέγει. εἶπον· παρακαλέσει με ἡ κλίνη μου, τουτέστιν· «τὴν ἀπὸ τοῦ ὕπνου λήψομαι παραμυθίαν.» 7, 14 διὰ τί ἐκφοβεῖς με ἐν ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήττεις; καὶ τοῦτο ἄρα τῆς τοῦ διαβόλου ἐνεργείας ἦν· οὐδὲν γὰρ ὁ θεὸς αὐτῷ ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν. 7, 15a ἀπαλλάξεις δέ, φησίν, ἀπὸ πνεύματός μου τὴν ζωήν μου, τὴν δὲ ψυχήν μου ἀπὸ τοῦ σώματος, 15b ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. 7, 16a οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. 16b ἀπόστα ἐπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. μονονουχὶ λέγων· «ἄνελέ με» ταῦτά φησιν. «ἰδοὺ τὰ φορτικὰ ῥήματα.» τί φορτικὸν ἔχει; εἶπε τὴν συμφορὰν καὶ ᾔτησε θάνατον καὶ λύσιν. 86 οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, φησίν, ἵνα μακροθυμήσω. ὁρᾷς, πῶς καὶ ταύτην ἀφῄρητο τὴν ἐλπίδα; τίς γάρ μού ἐστιν ὁ χρόνος, φησίν, ὅτι ἀνέχομαι; ὁρᾷς, πῶς τοῦτο μάλιστα πάντων αὐτὸν ἐθορύβει τὸ μηδὲ προσδοκᾶν τινα μεταβολήν, εἴ γε καὶ γένοιτο βραχεῖαν ἔσεσθαι; οὐ γὰρ εἰς τὸν αἰῶνα, φησίν, ζήσομαι· ὥστε εἰ ᾔδει τοῦτο, ἐμακροθύμησεν ἄν. ἀπόστα, φησίν, ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. δοκεῖ τοῦτο βαρὺ εἶναι, ἀλλ' ἐξετάσωμεν αὐτό. τί γάρ ἐστιν; ὅπερ καὶ ὁ Δαυίδ φησιν· ἀπόστησον ἀπ' ἐμοῦ τὴν μάστιγά σου. «κενὸς γάρ μου», φησίν, «ὁ βίος. ἀρκεῖ καὶ αὐτὸς εἰς τιμωρίαν ἐμοί. μὴ γάρ εἰμί τι», φησίν, «ἵνα ταῦτα πάσχω; σκιᾷ καὶ ὀνείρατι τὰ ἡμέτερα ἔοικεν.» 7, 17a τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν 17b ἢ ὅτι προσέχεις τὸν νοῦν ἐπ' αὐτῷ; καὶ αὐτὸ τοῦτο τοῦ μεγαλῦναι τεκμήριον τίθεται· ὅλως ἄξιος γάρ ἐστι τοῦ κολάζεσθαι ἢ τοῦ κἂν ἐν διανοίᾳ εἶναι. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; τοῦτο γὰρ αὐτὸ τὸ δίκας ἀπαιτεῖν καὶ τιμωρίας ὡς ὄντος τι τοῦ ἀνθρώπου τεκμήριόν ἐστιν. 7, 18a καὶ ἐπισκοπὴν αὐτοῦ, φησίν, ποιῇ τὸ πρωί. τουτέστιν· «ἀντιλαμβάνῃ αὐτοῦ.» 7, 18b καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις. «πολλάκις δὲ ἀντιλαμβάνῃ.» ὅρα μεμιγμένα τὰ ῥήματα, τὰ μὲν ἐπιεικείας, τὰ δὲ ὀδύνης. ἐμοὶ δοκεῖ κατὰ τὴν ἐπίτασιν τῶν ἀλγηδόνων ταῦτα λέγεσθαι. τί ἐστιν· εἰς ἀνάπαυσιν; τουτέστιν· «ἀποθανεῖν κελεύεις καὶ ἀναπαύεσθαι», ἐμοὶ δοκεῖ. 87 7, 19a ἕως τίνος, φησίν, οὐκ ἐᾷς με 19b οὐδὲ προΐῃ με; καθάπερ ὁ Δαυὶδ ἔλεγεν· ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; 7, 19b ἕως ἄν, φησίν, καταπίω ἐν ὀδύνῃ τὸν πτύελόν μου; τουτέστιν· «ἕως ἂν ἀποξηρανθῶ εἰς τέλος καὶ ζῶν ἀποθάνω.» 7, 20a εἰ ἐγὼ ἥμαρτον, φησίν, τί δύναμαί σοι πρᾶξαι; τουτέστιν· «τί ὀφείλω ποιῆσαι λοιπόν; παρῆλθεν ἡ ἁμαρτία.» ὅρα, πῶς ἑαυτὸν διέθηκεν, ὅτι καὶ ὑπὲρ ἁμαρτημάτων τίνει δίκας ὁ μαρτυρηθεὶς παρὰ τοῦ θεοῦ δίκαιος, ἄμεμπτος. τί ἐστιν· τί δύναμαί σοι πρᾶξαι; «τί με δεῖ ποιῆσαι νῦν ὥστε μὴ εἶναι τὴν ἁμαρτίαν ἁμαρτίαν, ὥστε ἐξιλεώσασθαι καὶ καταλλάξαι;» 7, 20b ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκτήν σου; οὐχ ὡς αὐτοῦ κατεντυγχάνοντος, ἄπαγε, ἀλλ' ὡς τῶν εἰς αὐτὸν συμβαινόντων πολλὴν τῷ θεῷ τικτόντων κατηγορίαν. διὰ τοῦτό φησιν· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. «κἂν μὴ λέγωσιν, οἶδας αὐτῶν τὰ ἀπόρρητα, ὅτι κατὰ διάνοιαν ἐνθυμοῦνται·" οὗτος ὁ τοιοῦτος τοιαῦτα πέπονθεν".» ταῦτα δὲ οὐχὶ δικαιοῦντός ἐστιν ἑαυτόν· οὐ γὰρ δὴ εἶπεν, ὅτι «δίκαιός εἰμι», ἀλλ' ὅτι «δόξαν εἶχον περὶ ἐμοῦ χρηστήν, καὶ νῦν κατενέτυχόν σοι δι' ὧν πάσχω». 7, 20d εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; βάρος ῥημάτων φησὶ καὶ βλασφημίας. 7, 21a καὶ διὰ τί οὐ λήθην ἐποιήσω τῆς ἁμαρτίας μου; ὁρᾷς, πῶς ὁ δίκαιος λέγει ἡμαρτηκέναι; 7, 21b καὶ καθαρισμὸν τῆς ἀνομίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, 21c ὀρθρίζων δὲ οὐκέτι εἰμί. 88 «καὶ αὐτὴ ἡ φύσις ἐπιγνώσεται», φησίν, «τὴν οἰκείαν τελευτήν, καὶ ἔνι, ὅτι αὔριον οὐκ ἔσομαι.» τουτέστιν· «οὕτω ταχέως ἀπολοῦμαι· διὰ τί οὐκ ἐπελάθου ἀνθρώπου οὕτως εὐτελοῦς;» 8, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔΟ ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 8, 2a μέχρι τίνος λαλήσεις ταῦτα; 2, b πνεῦμα πολυρῆμον τοῦ στόματός σου. 8, 3a μὴ ὁ κύριος ἀδικήσει κρίνων 3b ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ἆρα ταῦτα εἶπεν, ὅτι «ἀδίκως πάσχω»; ὁρᾷς, πῶς οὐδαμοῦ τοῦ σκοποῦ καταστοχάζονται τοῦ δικαίου; οὐδαμοῦ γὰρ τοῦτο εἶπεν, ἀλλ' ἐπὶ τὴν ἀσθένειαν τῆς φύσεως κατέφυγε λέγων· μὴ θάλασσά εἰμι ἢ δράκων; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; τίς γάρ μού ἐστιν ὁ βίος; οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. ἔτι καὶ τὰ ἁμαρτήματα ὁμολογεῖ· «διὰ τί», φησίν, «οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου, εἰ καὶ μὴ δι' ἐμέ, ἀλλὰ διὰ σαυτόν; εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι;» ὥσπερ ἄν τις πένης καὶ οὐδὲν ἔχων καταφαγὼν ἅπαντα λέγοι τῷ δεδανεικότι· «τί δύναμαί σοι ποιῆσαι; μὴ γὰρ ἐγὼ δύναμαι ἀποδοῦναι λοιπόν.» εἶτα καὶ φλυαρίαν αὐτοῦ καταγινώσκει οὐκ εἰδώς, ὅτι τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι φέρει τινὰ παραμυθίαν τὸ φθέγγεσθαι, ὡσπεροῦν καὶ αὐτός φησιν· λαλήσω δὲ ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου.† ἀλλ' ὅμως† «καὶ ταῦτα», φησίν, «διὰ τοῦτο ἐφθεγξάμην, ἐπειδὴ ἡ ἀνάγκη ἀπῄτει, διὰ τοῦτο θάνατον ἐζήτησα.» ὁ δὲ μηδὲ τοῦτον ἐλθεῖν τολμῶν αἰτεῖν, εἰ μὴ ἡ ἀνάγκη ἀπῄτει, ὅρα πόσην εὐλάβειαν ἐπιδείκνυται, ὥστε οὐκ ἀπὸ σκοποῦ ὁ λόγος. μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων; καὶ μὴν οὐ δικαιοσύνην ἑαυτῷ ἐμαρτύρησεν, ἀλλὰ τί; διὰ τί οὐκ ἐπελάθου τῆς ἀνομίας 89 μου; καὶ λέγει, ὅτι ὁ βίος τοῦ ἀνθρώπου τοιοῦτος ἅπας ἐστὶν πειρατήριον ἐπὶ τῆς γῆς. μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ὅρα, τί φησιν· ὅτι ἕπεται τῷ δημιουργῷ τὸ δίκαιον. ἀλλ' ὅμως, εἰ καὶ μηδὲν πρὸς τὸν Ἰὼβ τὰ λεγόμενα, ἴδωμεν, τί φησιν. «οὐχ ὁρᾷς, πόση δικαιοσύνη», φησίν, «ἐν τῇ κτίσει, πόση εὐταξία, πῶς ἔννομα πάντα καὶ τεταγμένα; ὁ τοίνυν ἐν τοῖς ἄλλοις ἅπασι τὴν δικαιοσύνην, τὴν εὐταξίαν διατηρῶν ἐπὶ σοῦ διαταράξαι εἶχεν; ἄλλως δὲ διὰ τί πάντα ἐποίησεν; οὐχὶ διὰ σὲ τὸν ἄνθρωπον; εἶτα ὁ τοσαῦτα διὰ σὲ ποιήσας οὐδὲ τοῦ δικαίου σοι μετεδίδου, ὁ φιλανθρωπίᾳ σε ποιήσας καὶ τοσαῦτα διὰ σέ; εἰ ἀγαθότητι τὸν κόσμον ἐποίησεν, καὶ δύναμιν αὑτῷ μαρτυρεῖ. πολλάκις δὲ τὸ δίκαιον ταράττομεν δι' ἀδυναμίαν, ἀλλ' οὗτος», φησίν, «πάντα ἐποίησεν. ὁ οὕτω σοφός, οὕτω δυνατὸς ἄδικος ἔμελλεν ἔσεσθαι;» 8, 4a εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, 4b ἀπέστειλεν ἐν χερσὶν αὐτῶν ἀνομίαν. «τί θρηνεῖς τὰ παιδία;» φησίν. καὶ μὴν οὐδαμοῦ τῶν παίδων ἐμνημόνευσεν οὐδὲ τῶν χρημάτων. ὅρα καὶ ἐνταῦθα φιλοσοφίαν· καίτοι τίς οὐκ ἂν ἐθρήνησεν, ἀλλ' οὐδαμοῦ ἐν τοῖς λόγοις ὁρᾷς αὐτὸν τοῦτο λέγοντα, ἀλλ' οὐ φέροντα τὰς ὀδύνας. οὗτοι δὲ τῆς συμφορᾶς ἀναμιμνῄσκουσι καὶ πικρῶς, οὐχ ὅτι ἐτελεύτησαν μόνον λέγοντες, ἀλλ' ὅτι καὶ δι' ἁμαρτίας. οὐ γὰρ ἤρκει ἑαυτῷ τοῦτο λέγειν μετὰ ταῦτα· «εἰκῇ καὶ περιττῶς αἱ θυσίαι αἱ τοσαῦται»; μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν ἐνενόησάν τι κακὸν πρὸς τὸν θεόν. ὅρα, πῶς αὐτὸν ἔτηκεν τὸν οὕτω προνοοῦντα τῆς ἀρετῆς αὐτῶν τῆς κατὰ ψυχὴν ἡ τούτων τελευτή. πάλιν στοχασμός. δίκαιός ἐστιν ὁ θεός. μὴ γὰρ οὐκ ἔστι καὶ δίκαιον εἶναι καὶ μὴ ἁμαρτημάτων διδόναι τιμωρίαν, ἀλλὰ πειρά90 ζοντα καθάπερ ἐπὶ τούτου; μὴ γὰρ δι' ἁμαρτήματα μόνον εἰσὶν αἱ τιμωρίαι; 8, 5 σὺ δὲ, φησίν, ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. δείκνυσιν, ὅτι ἐκεῖνοι χαλεπώτερα τούτου ἥμαρτον. καὶ ὅρα, πῶς αὐτῷ παραινοῦσι καὶ νουθετοῦσιν αὐτόν, ὃ καὶ αὐτὸ βαρύ. 8, 6a εἰ καθαρὸς εἶ, φησίν, καὶ ἀληθινός, δεήσεως εἰσακούσεταί σου. εἰ καθαρός ἐστιν, τίνος ἕνεκεν ταῦτα ἔπασχεν; οὔκουν ἴστε, ὅτι καὶ καθαρὸν ὄντα ταῦτα πάσχειν ἔστιν; οὐ πάντως δὲ τοῦ καθαροῦ καὶ ἀληθινοῦ τῆς δεήσεως εἰσακούσεται· ἔστι γὰρ ὅτε καὶ ἀσύμφορα αἰτεῖ. ἐπειδὴ γὰρ ἔλεγεν· ὀλίγος μου ὁ χρόνος, φησίν· 8, 7a ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, 7b τὰ δὲ ἔσχατά σου ἀμύθητα. τουτέστιν· «δύναταί σε ἐν μείζονι ποιῆσαι εὐπραγίᾳ τῆς προτέρας.» εἶτα τὰ φορτικὰ πάλιν· 8, 8a ἐπερώτησον γενεὰν πρώτην, 8b ἐξιχνίασον δὲ κατὰ γένος πατέρων. 8, 9a χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν· 9b σκιὰ γάρ ἐστιν ἡμῶν ὁ βίος ἐπὶ τῆς γῆς. 8, 10a ἦ οὐχ οὗτοί σε διδάξουσι ῥήματα καὶ ἀναγγελοῦσί σοι σύνεσιν σοφίας 10b καὶ ἐκ καρδίας σε διδάξουσι ῥήματα; 8, 11a μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, 11b ἢ ὑψωθήσεται βούτομον ἄνευ ποτοῦ 8, 12a ἔτι ὂν ἐπὶ ῥίζης; καὶ οὐ μὴ θερισθῇ 12b πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη· ἐὰν δὲ μὴ πίῃ, ξηραίνεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐπειδὴ ἡμεῖς ὀλιγοχρόνιοί ἐσμεν, τοὺς γεγηρακότας ἐρωτήσωμεν, καὶ αὐτοὶ ἀπαγγελοῦσιν, ὅτι ὥσπερ ἀδύνατον ἄνευ νοτίδος χόρτον ἀνελθεῖν, οὕτως ἄνευ δικαιοσύνης διαμεῖναί τι· οὕτω», φησίν, «οὐδὲ οἱ ἀσεβεῖς διαμενοῦσιν.» 91 8, 13a οὕτω τοίνυν ἔσται, φησίν, τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ θεοῦ· 13b ἐλπὶς γὰρ ἀσεβοῦς ὀλεῖται. 8, 14a ἀοίκητος δὲ ὁ οἶκος αὐτοῦ ἔσται, ὁ οἶκος καὶ ἡ ὁδὸς αὐτοῦ, 14b ἡ δὲ σκηνὴ αὐτοῦ ἀράχνη ἀποβήσεται. 8, 15a ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ, 15b ἐπιλαβομένου δὲ αὐτῆς οὐ μὴ ὑπομείνῃ. 8, 16a ὑγρὸς γάρ ἐστιν ἀπὸ ἡλίου, 16b καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. 8, 17a ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, 17b εἰς δὲ μέσον χαλίκων ζήσεται. 8, 18a ἐὰν δὲ συγκαταπίῃ, αὐτὸν ὁ τόπος ψεύσεται. 18b οὐχ ἑώρακας τοιαῦτα, 8, 19a ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη; 19b ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· 8, 20a ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, 20b πᾶν δέ, φησίν, δῶρον ἀσεβοῦς οὐ δέξεται. ὅρα καὶ ἐνταῦθα πῶς αὐτὸν ἔβαλεν, ἐπειδὴ ταῖς θυσίαις εἰκὸς αὐτὸν ἦν θαρρεῖν. σὺ δέ μοι θέα, πῶς ἐν τάξει παραινέσεως πλήττουσιν. οἱ γὰρ εἰπόντες, ὅτι «ἔλπιζε ἐπὶ τὸν θεόν», οὗτοί φασιν, ὅτι οὐδὲ ἐλπίς ἐστιν. 8, 21a ἀληθινῶν δὲ στόμα, φησίν, ἐμπλήσει γέλωτος 21b καὶ τὰ χείλη αὐτῶν ἀγαλλιάσεως. 8, 22a οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, 22b καὶ δίαιτα ἀσεβοῦς οὐκ ἔσται. ὅπερ ἦν ἐπὶ τοῦ Ἰώβ. πόσων τραυμάτων οὐ χαλεπώτερον, πόσης νόσου, πόσης τηκεδόνος, ἀκούειν, ὅτι ἀσεβής ἐστιν, ὅτι μυρίων γέμων κακῶν, ὅτι, εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ταῦτα ἔπαθεν. καλή γε ἡ παράκλησις. 92 9, 1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 9, 2a ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. πόσης φιλοσοφίας ταῦτα τὰ ῥήματα. «οἶδα», φησίν, «ὅτι οἱ μὲν ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί.» ὁρᾶς, πῶς οὐδαμοῦ καταγινώσκει τοῦ θεοῦ ἀδικίαν; ἐπ' ἀληθείας οἶδα, φησίν, ὅτι οὕτως ἐστίν, καὶ μετὰ συνειδότος συντιθεμένου τοῖς λεγομένοις. 9, 2b πῶς γὰρ ἔσται βροτὸς δίκαιος παρὰ θεῷ; οὐχὶ πρὸς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τὸν σκοπὸν αὐτοῦ οὐκ ἀπολογεῖται. ὁ μὲν γὰρ ἔλεγεν, ὅτι ὁ δίκαιος σῴζεται, ὁ δὲ ἁμαρτωλὸς ἀπολεῖται, οὗτος δέ φησιν· «οἶδα, ὅτι δι' ἁμαρτίας ταῦτα πάσχω»– ὁρᾷς φιλοσοφίαν, πῶς οὐκ ἔστι γαῦρος;–» καί, ὅτι πολὺ τὸ μέσον ἐμοῦ καὶ τοῦ θεοῦ, ἐπίσταμαι.» 9, 3a ἐὰν γὰρ βούληται κριθῆναι μετ' αὐτοῦ, 3b οὐ μὴ ὑπακούσῃ αὐτῷ, 3c ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. ὁρᾷς, πόση περιουσία δικαιοσύνης; χιλίους ἐὰν εἴπῃ λόγους ὁ θεὸς καταδικάζων ἡμᾶς, πρὸς ἕνα ἀντιστῆναι οὐ δυνάμεθα, ἀλλὰ χιλίοις δικαιώμασιν ἡμῶν κρατεῖ. 9, 4a σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. καὶ δικαίως· σοφὸς γὰρ ὢν μυρία εὐεργετεῖ. εἰ δὲ ἀπιστεῖς, ἄνθρωπε, φέρε ἐπεξέλθωμεν τῷ λόγῳ· χιλίους λέγοντος λόγους ἕνα ἀντειπεῖν οὐ δυνάμεθα. ὅρα φιλοσοφίας ῥήματα. ἐπειδὴ γὰρ ἔλεγεν οὗτος· «ὁ δίκαιος ἐν ἀγαθοῖς ἔσται», «ποῖος δίκαιος;» φησίν· «ποῦ γὰρ πρὸς τὸν θεὸν δίκαιός τις εὑρεθήσεται;» πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. ὅπερ καὶ ὁ προφήτης ἔλεγεν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 93 καὶ πάλιν· ἁμαρτίας ἐὰν παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καὶ ὅρα, πῶς θαρρεῖ τῷ λόγῳ· ὃν βούλει, φησίν, ἄνθρωπον εἰς μέσον ἄγε, εἴτε ἐκ τῆς παλαιᾶς εἴτε ἐκ τῆς καινῆς, βούλει Παῦλον, οὗ ἴσον οὐδὲν ἂν γένοιτο, τὸ ἔσχατον τῆς ἀρετῆς μέρος, τοῦτον οὐκ ὄντα ἐποίησεν, γενομένῳ νόμον ἔδωκεν, δι' αὐτὸν οὐρανὸν ἐποίησεν. μᾶλλον δὲ ἐπὶ τοῦ κοινοῦ αὐτὸ γυμνάσωμεν· ἐποίησε τὴν ἀνθρωπίνην φύσιν. τίνος ἕνεκεν; δι' ἀγαθότητα μόνην. καὶ τὰ ἄλλα, τὰ λοιπά· τὸν κόσμον δι' αὐτόν, τὰ ἄλλα ἅπαντα δι' αὐτόν. ἐντολὴν ἔδωκεν, παρήκουσεν· πάλιν ἔδωκεν νόμον, πάλιν παρήκουσεν· πάλιν τὸν υἱὸν ἔπεμψεν, πάλιν παρήκουσεν· πάλιν μετάνοιαν ἔδωκεν, πάλιν παρήκουσεν· πάλιν γέενναν ἠπείλησεν, πάλιν παρήκουσεν. καὶ ἔτι ἐβούλετο σῶσαι αὐτόν. βούλει Παῦλον αὐτὸν ἐξετάσωμεν; ἄκουε αὐτοῦ λέγοντος· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. εἶτα ἐμαρτύρησεν, μετὰ τοῦτο, μετὰ τὸ κληθῆναι, ὅσης ἀπολαύει σπουδῆς καὶ προνοίας. μᾶλλον δέ, τί λέγομεν ταῦτα; οὐ γὰρ δυνατὸν εἰπεῖν. εἶτα, ἵνα μὴ κατὰ μέρος ἐπεξίῃ τῷ εἰρημένῳ, ἀπὸ τοῦ καθόλου αὐτὸ πιστοῦται καί φησιν· 9, 4b τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; οὕτως ἐστὶ κραταιός. εἶτα ἀπὸ τῆς πείρας πιστοῦται τὸν λόγον· «μέγας ἐστὶν ὁ θεός», φησίν, «οὐδέν ἐστιν ἄνθρωπος.» καὶ ὅρα, πῶς ὑψηλῶς· 9, 5a ὁ παλαιῶν, φησίν, ὄρη καὶ οὐκ οἴδασιν. «παλαιοῖ τὰ ὄρη ἀνεπαισθήτως», φησίν, ὥσπερ ὁ Δαυὶδ ἔλεγεν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ἐνταῦθα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, ὅτι πάντα δύναται, περὶ τῆς δυνάμεως αὐτοῦ τῆς τιμωρητικῆς. ἐμαρτύρησεν αὐτῷ δικαιοσύνην, μαρτυρεῖ αὐτῷ καὶ δύναμιν· 94 9, 5b ὁ καταστρέφων αὐτὰ, φησίν, ἐν ὀργῇ, 9, 6a ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, 6b οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται. 9, 7a ὁ λέγων, φησίν, τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, 7b κατὰ δὲ ἄστρων κατασφραγίζει. ὁρᾷς, πόσην αὐτῷ μαρτυρεῖ δύναμιν καὶ πρόνοιαν; οὐχ ὡς ἀκούοντος τοῦ ἡλίου, ἀλλὰ τὸ μεγαλεῖον τῆς ἐξουσίας ἐμφαίνων, τουτέστι καὶ ἐπὶ τῶν ἄστρων τὸ αὐτὸ ποιεῖ. καὶ τὸ αὐτὸ δείκνυσι τὸν δημιουργὸν πάλιν· 9, 8a ὁ τανύσας τὸν οὐρανὸν μόνος. ὅπερ φησὶν ὁ Ἠσαΐας. 9, 8b καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. ἐνταῦθα καὶ προφητεία τίς ἐστιν. 9, 9 ὁ ποιῶν Πλειάδα καὶ Εσπερον καὶ ταμιεῖα νότου, 9, 10a ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, 10b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ἃ οὐκ ἴσμεν ἡμεῖς. οὐκ εὔδηλον, ὅτι οὐδεὶς ἀντιστῆναι δυνήσεται τῷ τοιούτῳ, τῷ οὕτω σοφῷ καὶ δικαίῳ; ὅρα, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. εἶτα τὸ ἀόρατον αὐτοῦ· 9, 11a ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω, 11b καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὅλως ἔγνων. 9, 12a ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; 12b ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; 9, 13a αὐτὸς γὰρ ἀπέστραπται ὀργήν. καὶ δυνατός ἐστι καὶ οὐδένα τὸν ὅμοιον ἔχων. 9, 13b ὑπ' αὐτοῦ δὲ ἐκάμφθη κήτη τὰ ὑπ' οὐρανόν. ὥστε μὴ ὑπερβαίνειν, φησίν, τοὺς ἰδίους τόπους, ὥστε μὴ εἶναι ὄρθια† ἅτε θάλασσαν βλέπων ἐν μέσῳ ὤν†. εἰκότως τῶν κητῶν μέμνηται καὶ ἀπὸ τούτων τὴν δύναμιν αὐτοῦ διηγεῖται. 95 9, 4b τίς σκληρός, φησίν, γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; τουτέστιν· ἀντιστῆναι αὐτῷ καὶ βλασφημεῖν αὐτόν, ὥστε οἶδε τοῦτο καὶ οὐκ ἂν ταῦτα αὐτὸς ἔπαθεν, ὥστε, κἂν πρὸς βραχὺ συγχωρηθῇ, ἀλλ' οὐχ ὑπομενεῖ. εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ λέγει καὶ τοῦ ἀοράτου· 9, 14a ἐὰν δέ μου εἰσακούσῃ 14b καὶ διακρίνῃ μου τὰ ῥήματα μετ' αὐτοῦ, 9, 15a ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου. 15b τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. ὃ λέγει, τοιοῦτόν ἐστιν· «ἐὰν τῶν ῥημάτων ἐξέτασιν ποιήσηται τῶν ἐμῶν ἀκούσας»– τοῦτο γάρ ἐστι διακρίνῃ·" βασανίσῃ καὶ εὐθύνας ἀπαιτήσῃ"–» οὐδὲ τοῦ ἀκούεσθαι εὑρίσκομαι ἄξιος ὤν, κἂν ὦ δίκαιος. ἐάν τε βασανίσῃ μου τὰ ῥήματα, κἂν ὦ δίκαιος, οὐκ ἄξιός εἰμι ἀκούεσθαι παρ' αὐτοῦ.» 9, 16a ἐάν τε καλέσω καὶ εἰσακούσῃ, 16b οὐ πιστεύω, ὅτι ἐπακήκοέ μου τῆς φωνῆς. «ἐὰν δὲ ἐν φιλανθρωπίᾳ ζητήσω σωθῆναι, οὐκ οἶδα»– τουτέστιν· οὐ πιστεύω–, «ὅτι ἐπακήκοέ μου τῆς φωνῆς.» 9, 17a μὴ ἐν γνόφῳ με ἐκτρίψῃ. μήποτε τὸ ἐν γνόφῳ ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι πολλὴ ἡ ἐξουσία παρ' αὐτῷ, καὶ ὅπερ ἂν πράξῃ, οὐδείς ἐστιν ὁ ἀντιπίπτων, ἀλλ' οὐδὲ εἰδώς, ὅπως ἀπόλλυται. τοῦτ' ἐστιν, ὃ λέγει· ἐπειδὴ ἔλεγον διὰ παντός· ὄρθριζε πρὸς κύριον καὶ ἐπακούσεταί σου, «πόθεν;» φησίν. «ἂν μὲν ὦ δίκαιος, οὐκ εἰσακούσεται, ἂν δὲ ἐξετάσῃ τὰ ῥήματά μου, οὐκ οἶδα, ὅτι δίκαιός εἰμι, ἄν τε ὡς ἐπικαλῶμαι, οὐκ οἶδα, εἰ ἀκήκοέ μου. ἀπὸ γὰρ τῶν παρόντων οὐκ οἶδα ταῦτα στοχάζεσθαι.» 96 9, 17b πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διὰ κενῆς. σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. τί οὖν θαυμάζεις, εἰ, ὃ θεὸς εἶπεν, τοῦτο καὶ αὐτὸς λέγει; ἢ τὸ διὰ κενῆς οὐχ, ὅτι οὐχ ἥμαρτεν, ἀλλ' ὅτι οὐδὲν ἔσται πλέον ἀπὸ τῆς τιμωρίας αὐτοῦ καὶ τοῦ κολάζεσθαι. 9, 18a οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι. τουτέστιν· «πολλῶν πλήρης εἰμὶ δεινῶν.» 9, 18b ἐνέπλησε δέ με πικρίας. 9, 19a ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ, 19b τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; οὐ τοῦτο λέγει, ὅτι ἁπλῶς ἰσχύι κρατεῖ, ἀλλ' ὅτι δυνατός ἐστι ποιῆσαι, ὅσαπερ ἂν θέλῃ. 9, 20a ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. «πρὸς θεὸν κρίνομαι γάρ.» 9, 20b ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. 9, 21a εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, 21b πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή. ὁρᾷς, πόσην λέγει περιουσίαν τῆς τοῦ θεοῦ δικαιοσύνης καὶ τῆς ἡμετέρας ἀσθενείας, οἳ μηδὲ τὰ ἁμαρτήματα συνιδεῖν δυνάμεθα; 9, 22 διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, 9, 23a καὶ φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀπολοῦνται, 23b ἀλλὰ δίκαιοι καταγελῶνται· 9, 24a παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. τουτέστιν· παρὰ τῷ θεῷ πᾶς ἄδικός ἐστιν, ἀλλ' ἔστι τις διαφορά· ὁ δυνάστης ἁλίσκεται παρ' αὐτοῦ, ὁ φαῦλος καὶ πονηρὸς ἀπόλλυται, ὁ δίκαιος, ὅταν αὐτὸν ἐξετάσαι θελήσῃ, καταγελᾶται ὡς οὐ μόνον δεινὰ πάσχοντος, ἀλλὰ καὶ ἐλεγχομένου διὰ τῶν τιμωριῶν. ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅταν ἑαυτὸν ὁ θεὸς κινήσῃ καὶ ἐπεξελ97 θεῖν βουληθῇ, οὐ δικαιοσύνη προΐσταται, οὐ φαυλότης ἀνθίσταται, οὐ δυναστεία, οὐδὲν ἄλλο. παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πολλάκις οὕτω ποιεῖ· οὐχὶ τιμωρίᾳ, ἀλλὰ καὶ τῷ παραδιδόναι ἀσεβεῖ ποιεῖ καταγελάστους. 9, 24b πρόσωπα, φησίν, κριτῶν αὐτῆς συγκαλύπτει· 24c εἰ δὲ μή, αὐτός ἐστιν. 9, 25a ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως. ὁρᾷς; συνεχῶς ἐπὶ τὸ ὀλιγοχρόνιον καταφεύγει. εἶτα καὶ παραβάλλει, πῶς ὀλιγοχρόνιος ἡ ἀνθρωπίνη ζωὴ ὡς μηδὲ φαίνεσθαι. ἐν γὰρ τῷ παντὶ αἰῶνι τοιαύτη ἐστίν· πρὶν ἢ φανῆναι ἠφανίσθη. 9, 25b ἀπέδρα, φησίν, καὶ οὐκ εἶδον. 9, 26a εἰ καὶ ἔστι ναυσὶν ἴχνος ὁδοῦ 26b ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; 9, 27a ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν. τουτέστιν· «καὶ τὰ τῆς μνήμης μοι διόλωλεν, οὐδὲ ὅτι φθέγγομαι οἶδα· τοσαύτη ὀδύνη ἐστὶν ἐν ἐμοί. μεταξὺ λαλῶν ἐπιλανθάνομαι, τοσοῦτός ἐστιν ὁ χειμών, τοσοῦτος ὁ πειρασμός.» σὺ δέ μοι, ὅταν ἀκούσῃς τολμηρόν τι λέγοντος, τὴν ὑπερβολὴν ὅρα τοῦ χειμῶνος καὶ τοῦ ναυαγίου. εἶτα θαυμάζεις, εἰ παρὰ ψυχῆς ἀθυμούσης οὕτως ἐλέχθη τι φορτικόν, καὶ σαυτὸν ἐκείνῳ παρεξετάζεις; ἵνα γὰρ μηδεὶς ταῦτα καταγνῷ αὐτοῦ, διὰ τοῦτο καὶ ἐν προοιμίοις καὶ μετὰ τὸ τέλος ἡ τοῦ θεοῦ ψῆφος ἕστηκε προϊσταμένη καὶ οὐχὶ μόνον ἀπαλλάττουσα ἐγκλημάτων, ἀλλὰ καὶ τὸ τοῦ δικαίου περιτιθεῖσα ἀξίωμα. 9, 28b οἶδα, φησίν, ὅτι οὐκ ἀθῷόν με ἐάσει. ἢ τοῦτό φησιν· «κἂν ἀπαλλαγῶ τῆς τιμωρίας, τὰ πάντων ἀνέῳ98 ξε κατ' ἐμοῦ στόματα ἡ τιμωρία», ἢ ὅτι «οὐ στήσεται κολάζων με, ἀλλ' ἔτι τιμωρήσεταί με.» 9, 29 ἐπειδὴ δέ εἰμι ἀσεβής, φησίν, διὰ τί οὐκ ἀπέθανον; ὁρᾷς, πῶς οὐκ ἀρνεῖται τὸ εἶναι ἁμαρτωλός; διὰ τί οὐκ ἀπέθανον; φησίν· οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ ζητοῦντος. «οὐκ οἶδα τὴν οἰκονομίαν», φησίν. 9, 30a ἐὰν γὰρ ἀπολούσωμαι χιόνι 30b καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, 9, 31a ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας, 31b ἐβδελύξατο δέ με ἡ στολή μου. τουτέστιν· «ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας· τὸν γὰρ πονηρὸν ἐκ τοῦ μέσου ληφθῆναι ἐχρῆν, ὥστε μὴ εἶναι τοῖς ἄλλοις διδάσκαλον. ἂν τοῦ ἡλίου καθαρώτερος γένωμαι, ἔχω κηλῖδα», φησίν, «οὐ τὴν τυχοῦσαν.» ἐβδελύξατο δέ με ἡ στολή μου. «τί δεῖ λέγειν περὶ ἀνθρώπων, ὅπου γε καὶ αὐτὰ τὰ ἱμάτια μισεῖ με.» ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «καὶ ὁ ἐγγύτατος, καὶ οὗτος ἐμίσησέ με· οὐ διὰ τὴν τιμωρίαν ἀπεστράφη, ἀλλ' ὡς ἐναγῆ καὶ μιαρόν, ὡς ἀκάθαρτον καὶ πάντων ἔσχατον, οὕτως ἀπεστράφησάν με. τί ἀπὸ τούτου τὸ κέρδος τοιαύτην περὶ ἐμοῦ ψῆφον ἐνεγκεῖν;» 9, 32a οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι, φησίν. ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ ἄνθρωπος ἦν ὁ κολάζων, οὐ πάντως ἡ τιμωρία κατεψηφίσατο τοῦ κακῶς πάσχοντος, ἀλλ' ἠδυνάμην κριθῆναι πρὸς αὐτὸν καὶ δεῖξαι ἀδικοῦντα. ἐπειδὴ δὲ θεὸς εἶ, ἀδύνατον τοῦτο γενέσθαι, ἀλλ' ἀρκεῖ κολασθῆναι καὶ τὴν ἐσχάτην ψῆφον ἀπενεγκεῖν.» 99 9, 32b ἵνα ἔλθωμεν, φησίν, ὁμοθυμαδὸν εἰς κρίσιν. 9, 33a εἴθε ἦν ὁ μεσίτης ἡμῶν 33b καὶ ὁ διελέγχων καὶ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων. 33c δυεῖν δέ μοι χρεία· 9, 34a ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον αὐτοῦ 34b καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. 9, 35a καὶ οὐ μὴ φοβηθῶ αὐτόν, ἀλλὰ λαλήσω. 35b οὐ γὰρ συνεπίσταμαι ἐμαυτῷ ἄδικον. 10, 1a κάμνω δὲ τῇ ψυχῇ μου, 1b στένων δὲ ἐπ' ἐμαυτὸν ἐπαφήσω τὸν θυμόν μου, τὰ δὲ ῥήματά μου 1c λαλήσω ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. καὶ μὴν αὐτὸς ἔλεγεν ἀνωτέρω, ὅτι οὐ μὴ ἀποκριθῇ αὐτῷ πρὸς ἕνα λόγον αὐτοῦ ἀπὸ χιλίων. πῶς οὖν ἐνταῦθα λέγει; ἐν πικρίᾳ ψυχῆς, φησίν, ὥστε οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τῆς πικρίας, ὅσον ἀπὸ λογισμῶν ἔστιν εἰπεῖν. τί ἐστιν εἰ ἦν ὁ κρίνων ἀνὰ μέσον ἡμῶν; οὐχ ὥστε αὐτοῦ τὸν βίον ἐξετασθῆναι καὶ ὅτι ἀδίκως πάσχει δειχθῆναι– τοῦτο γὰρ οὐ λέγει· διὰ γὰρ τῶν ἔμπροσθεν πολλάκις εἶπεν, ὅτι δι' ἀνομίας–, ἀλλ' ὅτι «ἐπιμένουσα ἡ θλῖψις περιτρέπει με», φησίν, ὥσπερ ὅταν λέγῃ ὁ Ἠσαΐας· σὺ ὠργίσθης καὶ ἡμεῖς ἐπλανήθημεν, ἢ πάλιν ὅταν λέγῃ· διὰ τί ἐπλάνησας ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου; «τοῦτο φοβοῦμαι», φησίν, «μὴ πέσω ἢ περιτραπῶ. ἐδεδίειν, μήποτε ἀναγκασθῶ βλάσφημόν τι εἰπεῖν ἢ καὶ ἑαυτὸν διαχρήσασθαι.» 10, 2a καὶ ἐρῶ, φησίν, πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε, 2b καὶ διὰ τί με οὕτως ἔκρινας; 10, 3a ἢ καλόν σοί ἐστιν, ἐὰν ἀσεβήσω, 3b ὅτι ἀπείπω ἔργα χειρῶν σου; οὐκ εἶπεν· «τὸν δίκαιον, τὸν ἐνάρετον», ἀλλ' ἔργα χειρῶν σου. 10, 3c βουλῇ δὲ ἀσεβῶν προσέσχες; «εἰ γὰρ δι' ἁμαρτήματα, πῶς ἐκείνοις προσέχεις;» 10, 4a ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς, 4b ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέπεις; 10, 5a ἢ ὁ βίος σου ἀνθρώπινος 5b ἢ τὰ ἔτη σου ἀνδρός; 100 «πῶς δὲ οὐ πάντων ἁμαρτημάτων ἀπαιτεῖς τιμωρίαν;» τοῦτό ἐστι τὸ δικάσαι. 10, 6a ὅτι ἀνεζήτησας, φησίν, τὴν ἀνομίαν μου 6b καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι ὡς καθαρῶς πράττων, ἀλλ' ὅτι «οὐδὲν ὠφελεῖ με», φησίν, «αὕτη ἡ θλῖψις, ἀλλὰ δέδοικα, μὴ βλάψῃ»; 10, 6a ὅτι ἀνεζήτησας, φησίν, τὴν ἀνομίαν μου 6b καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. 10, 7a οἶδα γάρ, ὅτι οὐκ ἠσέβησα· 7b ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; «ἐγώ», φησίν, «οὐκ οἶδα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με καὶ ἀγνοεῖν.» ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; τουτέστιν· «ὅταν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται.» μὴ γὰρ ὀφείλει τοῦτο εἰπεῖν. εἶτα λέγει, ὅτι «ἔργα χειρῶν σού ἐσμεν, εἰ καὶ ἁμαρτωλοί»· 10, 8a αἱ χεῖρές σου, φησίν, ἔπλασάν με καὶ ἐποίησάν με· 8b μετὰ δὲ ταῦτα μεταβαλών με ἔπαισας. 10, 9a μνήσθητι, ὅτι πηλόν με ἔπλασας, 9b εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. «ὥστε διὰ τὸ εὐτελὲς τῆς φύσεως, καὶ ὅτι εὐτελής εἰμι κατὰ φύσιν καὶ ὅτι τέλος τοιοῦτον δέξεταί με, οὐκ ἤρκει μοι ἡ τιμωρία ἡ κατὰ ταῦτα;» 10, 10a οὐχ ὥσπερ γάλα με ἤμελξας, 10b ἔπηξας δέ με ἴσα τυρῷ; 10, 11a δέρμα καὶ κρέας ἐνέδυσάς με, 11b ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με, 10, 12a ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί.