Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra eos qui subintroductas habent virgines
John ChrysostomVirg 3.1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Εἰ δέ τις ἡμῶν ἀκρασίαν ἀπὸ τούτων καταγινώσκοι τῶν ῥημάτων τοὺς γὰρ γενναίους ἄνδρας καὶ γυναιξὶ συνοικοῦντας μηδὲν πάσχειν δεινόν, μακαρίζω μὲν τοὺς τοιούτους, καὶ βουλοίμην ἂν καὶ αὐτὸς τοσαύτην λαβεῖν ἰσχύν· καὶ αὐτὸς μὲν ἴσως πείθομαι ὅτι δυνατὸν εἶναι τοιούτους τινάς· ἐβουλόμην δὲ καὶ τοὺς ἐγκαλοῦντας ἡμῖν δυνηθῆναι πεῖσαι τοῦτο, ὅτι νέος σφριγῶν, κόρη συνοικῶν παρθένῳ καὶ συγκαθήμενος καὶ συνδειπνῶν καὶ διαλεγόμενος δι' ἡμέρας– τῶν γὰρ ἄλλων οὐδὲν προστίθημι, τοὺς ἀκαίρους γέλωτας καὶ τὰς διαχύσεις καὶ τὰ μαλακὰ ῥήματα, καὶ τὰ ἄλλα, ἃ μηδὲ λέγειν ἴσως καλόν· ἀλλ' ὅτι τὴν αὐτὴν ἔχων οἰκίαν, καὶ τραπέζης καὶ ἁλῶν κοινωνῶν, καὶ μετὰ παρρησίας πολλῆς καὶ μεταλαμβάνων πολλῶν καὶ μεταδιδοὺς, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλίσκεται, ἀλλὰ καθαρὸς ἐπιθυμίας τε μένει πονηρᾶς καὶ ἡδονῆς, ἐβουλόμην ταῦτα δύνασθαι πείθειν τοὺς ἐγκαλοῦντας ἡμῖν, ἀλλ' οὐκ ἐθέλουσι πείθεσθαι, ἀλλὰ καὶ ἡμῶν τῶν ταῦτα ἀπολογουμένων καταβοῶσιν ὡς ἀναισχύντων, καὶ τὰ αὐτὰ νοσούντων αὐτοῖς, καὶ τὴν οἰκείαν περιστελλόντων κακίαν. Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐδὲ γὰρ τῆς ἑτέρων ἀνοίας ἡμεῖς ὑπεύθυνοι, οὐδὲ εἴ τις ἀλόγως σκανδαλίζοιτο, δοῦναι δίκην ἄξιος ἐγὼ διὰ τὴν ἄνοιαν τὴν ἐκείνου. Ἀλλὰ Παῦλος οὐκ εἶπε τοῦτο, ἀλλὰ κἂν ἀδίκως σκανδαλίζηταί τις, καὶ δι' ἀσθένειαν, βοηθεῖν ἐκέλευσε. Τότε γὰρ μόνον ἀπαλλαττόμεθα τῆς ἐπὶ τοῖς σκανδαλιζομένοις τιμωρίας κειμένης, ὅταν ἐκ τοῦ σκανδάλου κέρδος ἕτερον τίκτηται τῆς ἀπὸ τοῦ σκανδάλου βλάβης μεῖζον· ὡς ἂν τοῦτο μὴ ᾖ, ἀλλ' ἓν μόνον συμβαίῃ τὸ σκανδαλίζεσθαι ἑτέρους, ἄν τε εὐλόγως ἄν τε ἀλόγως σκανδαλίζωνται ἄν τε ὡς ἀσθενεῖς, τὸ αἷμα αὐτῶν ἐπὶ τὴν κεφαλὴν τὴν ἡμετέραν, καὶ ἐκ τῶν χειρῶν τῶν ἡμετέρων ὁ Θεὸς τὰς τοιαύτας ἐκζητεῖ ψυχάς. Διά τοι τοῦτο, ἵνα μὴ πανταχοῦ μήτε φροντίζωμεν μήτε καταφρονῶμεν τῶν σκανδαλιζομένων, ὅρους τινὰς ἡμῖν καὶ κανόνας τέθεικε τοιούτους ὁ Χριστὸς, καὶ τοῦτο κἀκεῖνο ποιήσας μετὰ καιροῦ τοῦ προσήκοντος. Ὅτε μὲν γὰρ περὶ τῆς τῶν ἐδεσμάτων διελέγετο φύσεως, καὶ ἐδείκνυ καθαρὰν αὐτὴν οὖσαν, καὶ τῆς Ἰουδαϊκῆς ἀπήλλαττε παρατηρήσεως, εἰσελθόντος τοῦ Πέτρου καὶ εἰπόντος ὅτι Ἐσκανδαλίσθησαν, «Ἄφες αὐτοὺς», φησί. καὶ οὐ μόνον κατεφρόνησεν αὐτῶν, ἀλλὰ καὶ κατηγορήσας, «Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται·» οὕτω τὸν νόμον ἠκύρωσε τὸν περὶ τῶν βρωμάτων. Ἐπειδὴ δὲ οἱ τὰ δίδραχμα ἀπαιτοῦντες τῷ Πέτρῳ προσελθόντες ἔλεγον, «Ὁ διδάσκαλός σου οὐ τελεῖ τὰ δίδραχμα», οὐκέτι τὸ αὐτὸ πεποίηκεν, ὅπερ ἐπ' ἐκείνων, ἀλλὰ φροντίζει τοῦ σκανδάλου καὶ φησὶν, «Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν τῷ στόματι αὐτοῦ στατῆρα· τοῦτον λαβὼν δὸς ὑπὲρ ἐμοῦ καὶ σοῦ.» Ὁρᾷς καὶ φροντίζοντα καὶ οὐ φροντίζοντα; Ἐνταῦθα μὲν γὰρ οὐκ ἦν κατεπεῖγον ἐκκαλυφθῆναι τοῦ Μονογενοῦς τὴν δόξαν· πῶς γάρ, ὅπου καὶ ἐπετήδευεν αὐτὴν συσκιάζειν, καὶ ἐκέλευε πολλοῖς μὴ λέγειν, ὅτι αὐτὸς εἴη ὁ Χριστός; Καὶ διὰ τοῦτο ἀπὸ μὲν τοῦ καταθεῖναι τὴν δραχμὴν οὐδὲν ἦν βλάβος, ἀπὸ δὲ τοῦ μὴ καταθεῖναι μεγάλα ἐτίκτετο κακά· ὡς γὰρ τύραννον, καὶ ἀνταίροντα, καὶ τῆς πόλεως ἁπάσης ἐχθρὸν, καὶ εἰς τοὺς ἐσχάτους ἐμβάλλοντα κιδύνους, οὕτως ἂν ἀπεστράφησαν. Διὰ δὴ τοῦτο καὶ βουλομένους αὐτοὺς ἁρπάσαι τε αὐτὸν καὶ βασιλέα ποιῆσαι, ἔφευγεν πόρρωθεν, ἐκ πολλοῦ τοῦ περιόντος ταύτην ἀποκρουόμενος τὴν ὑπόληψιν. Ἐκεῖ δὲ ἀναγκαῖον τὸ κατορθούμενον ἦν· διὸ χρησίμως τε καὶ εὐκαίρως καὶ ἐπὶ κατορθώματι μείζονι κατεφρόνησε τοῦ σκανδάλου. Καὶ γὰρ εὔκαιρον ἦν λοιπὸν τοὺς μέλλοντας ἐπὶ τὴν ἀκροτάτην ἀναβαίνειν φιλοσοφίαν μὴ κωλύειν διὰ τὴν εἰς τοὺς Ἰουδαίους φειδὼ, ἀλλ' ἀφιέναι λοιπὸν τοῦ καιροῦ καλοῦντος ἐπὶ τὴν τῆς ψυχῆς καθαρότητα, καὶ μὴ κατέχειν ἐν τῇ σωματικῇ παρατηρήσει, ἀλλὰ συγχωρεῖν τῆς ταπεινότητος ἀπαλλάττεσθαι ἐκείνης. Οὕτω καὶ Παῦλος καὶ καταφρονεῖ τῶν σκανδαλιζομένων, καὶ οὐ καταφρονεῖ, ἀκολουθῶν τῷ διδασκάλῳ, καὶ φησὶ, «Πάντα πᾶσιν ἀρέσκω, οὐ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» Εἰ δὲ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἀδελφῶν εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ' ἡδέως μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑαυτοὺς καὶ ἑτέρους διασῶσαι; Διὰ δὴ τοῦτο, ὅταν μὲν ἴδῃ πολὺ τὸ κέρδος, καὶ τῆς τοῦ σκανδάλου βλάβης μεῖζον, καταφρονεῖ τῶν σκανδαλιζομένων· ὅταν δὲ κέρδος μὲν ᾖ μηδὲν, τοῦτο δὲ μόνον τὸ σκανδαλίζεσθαι ἐκβαίνῃ, πάντα καὶ ποιεῖν καὶ πάσχειν αἱρεῖται, ὥστε μὴ τοῦτο γενέσθαι. Καὶ οὐ φιλοσοφεῖ τοιαῦτα, οἷα ὑμεῖς, οὐδὲ λέγει, Διὰ τί γάρ εἰσιν ἀσθενεῖς; διὰ τί γὰρ ἀλόγως πράττουσιν; ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτῶν φείδεται, ἐπειδὴ ἀλόγως πάσχουσιν, ἐπειδὴ ἀσθενεῖς εἰσιν.

Intertext edge

Open linked passage

Note